TLG 4138 034 :: EPHRAEM SYRUS :: Epistula ad Ioannem monachum de patientia, et de cavendo nequis decipiatur cogitationibus praetextu iustificationum neque dicat: “Tamquam pastor incedo,” et de temperantia EPHRAEM SYRUS Theol., vel Ephraem Graecus Epistula ad Ioannem monachum de patientia, et de cavendo nequis decipiatur cogitationibus praetextu iustificationum neque dicat: “Tamquam pastor incedo,” et de temperantia Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 2 Rome (1732) 186d–191. Citation: Page — (line) | ||
403(1t) | Ἐπιστολὴ πρὸς Ἰωάννην μονάζοντα | |
2t | Περὶ ὑπομονῆς, καὶ τοῦ μὴ ἀπατᾶσθαι τοῖς λογισμοῖς προφάσει | |
---|---|---|
3t | δικαιωμάτων, καὶ λέγειν, ὅτι ὡς βοσκὸς πορεύομαι. Καὶ περὶ | |
4t | σωφροσύνης | |
1 | Πολλὰ παραινέσαντες τὸν εὐλαβέστατον Θεόδωρον τοῦ μὴ ἀποστῆναι τοῦ τόπου ἑαυτοῦ, οὐκ ἰσχύσαμεν πεῖσαι. Εἶπε δὲ πρὸς ἡμᾶς· ἐὰν θέλῃς, φη‐ σί, βοηθῆσαί μοι, καὶ μετὰ Θεὸν σῶσαί μου τὴν ψυχήν, ἀπόστειλόν με εἰς τὸ μοναστήριόν σου· ᾧ τινι ἀπεκρίθην ὅτι, ἀφ’ οὗ τὴν ἐπιμέλειαν τοῦ μονα‐ | |
5 | στηρίου ἐπέτρεψα τῷ ἀδελφῷ Ἰωάννῃ, ἄνευ βουλῆς αὐτοῦ, συντάξασθαί τινι | 403 |
404 | οὐ δύναμαι. Καὶ τῷ νῦν καλῶς πεποίηκας δεξάμενος τὸν προειρημένον ἀδελφόν. Ὡς γὰρ ἐπανῆκεν, ἀπήγγειλεν ἡμῖν, ὁποίαν συμπάθειαν ἐνεδείξω εἰς αὐτόν. Καὶ γὰρ τοὺς τοιούτους δεῖ ἐντίμως ἔχειν, τοὺς ὑπὲρ πατέρα καὶ μητέρα καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ γυναῖκα καὶ τέκνα καὶ συγγενεῖς | |
5 | καὶ φίλους, ἀγαπῶντας τὸν Κύριον. Καλῶς δὲ ποιεῖς, εἰς τύπον καλῶν ἔρ‐ γων παρεχόμενος ἑαυτόν, καὶ μάλιστα τοῖς σὺν σοὶ οἰκοῦσιν ἀδελφοῖς· κατὰ τὸν εἰπόντα· ἀπ’ ἐμοῦ ὄψεσθε, καὶ οὕτω ποιήσατε. Καὶ ὁ μακάριος Παῦλος ὁ ἀπόστολος παραινεῖ, λέγων· μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ· ἵνα οὓς ὁ λόγος οὐ πληροφορεῖ, τὸ ἔργον πείσῃ. Τῆς δὲ πνευματικῆς λει‐ | |
10 | τουργίας μὴ καταφρονήσητε, μηδὲ προφάσει τῶν σωματικῶν χρειῶν τῆς συνάξεως ὑμῶν παραμελήσητε. Τὰ γὰρ λόγια τοῦ Θεοῦ μελετώμενα καὶ ψαλλόμενα, ψυχὴν μὲν τρέφουσι καὶ διαφυλάττουσι, σῶμα δὲ φρουροῦσι καὶ παιδαγωγοῦσι, δαίμονας δὲ ἀπελαύνουσι καὶ μεγίστην γαλήνην τῇ ψυχῇ ἐμ‐ | |
ποιοῦσι. | 404 | |
405 | Περὶ δὲ τῶν ἐπιχειρούντων εἰς τὰ ὑπέρμετρα καὶ περιπιπτόντων κινδύ‐ νοις ἀνηκέστοις, ὑπομνῆσαι ὑμᾶς βούλομαι, μὴ φρονεῖν παρ’ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν. Καὶ πάλιν ἑτέρωθι λέγει· μὴ γίνου δίκαιος πολλά, μηδὲ σοφίζου περισσά, μήποτε ἐκπλαγῇς. Συνέβη γὰρ ἐν ταῖς ἡμέ‐ | |
5 | ραις ταύταις τινὰς ἀδελφοὺς καταλιπόντας τὰ ἑαυτῶν κελλία εἰς τὴν ἄβατον καὶ ἄκαρπον καὶ ἄνυδρον γῆν ἑαυτοὺς ἐκδεδωκέναι. Πολλὰ δὲ ὑπὸ τῶν πα‐ τέρων καὶ ἀδελφῶν νουθετηθέντες οὐκ ἐπείσθησαν, εἰπόντες· ἡμεῖς βοσκοὶ ἀπερχόμεθα. Ὡς δὲ ἤλασαν ἑαυτοὺς κατὰ τῆς ξηροτάτης ἐρήμου, θεασάμε‐ νοι ἑαυτοὺς συγκλεισθέντας ὑπὸ τὴν ἄβατον γῆν, ἤρξαντο δυσφορεῖν λίαν· | |
10 | ἀρξάμενοι δὲ ἀναλύειν εἰς τὰ οἰκούμενα, οὐκ ἐξίσχυσαν ἑαυτοὺς ὑπεξᾶραι τῆς χαλεπωτάτης ἐρήμου· οὐ γὰρ ῥᾴδιον ἦν ἐντὸς γενομένοις. Θλιβόμενοι τοιγαροῦν σφοδρῶς ὑπὸ ἀσιτίας καὶ δίψης καὶ τοῦ καύσωνος, ἔκειντο ἀθυ‐ μοῦντες καὶ τὴν ψυχὴν ἀπολεγόμενοι. Οἰκονομία δέ τις γέγονεν ἐκ θείας | |
προνοίας, καὶ εὕρηνται ὑπό τινων ψυχορραγοῦντες, οἵτινες ἐπιθέντες ἐπὶ τὰ | 405 | |
406 | ἴδια κτήνη ἐκόμισαν αὐτοὺς εἰς τὰ οἰκούμενα, τινὲς δὲ καὶ ἀπέψυξαν καὶ τὰ σώματα αὐτῶν ὑπὸ πετεινῶν καὶ θηρίων κατεβρώθησαν, οἱ δὲ διασωθέντες ἔμειναν ἀσθενεῖς ἐφ’ ἱκανόν, καὶ λοιπὸν τῇ πείρᾳ ἔγνωσαν μὴ ποιεῖν τι ἄνευ βουλῆς. Πολλοὶ γὰρ αὐθαδείᾳ λογισμοῦ φερόμενοι, εἰς γῆν ἄκαρπον καὶ ἄ‐ | |
5 | νυδρον ἑαυτοὺς διήλασαν, βίαιον θάνατον ἑαυτοῖς ἐπενέγκαντες. Ἕτεροι δὲ ὑποταγῆναι μὴ βουλόμενοι, μηδὲ ἐξυπηρετεῖν τοὺς ὁμοψύχους ἀνεχόμενοι, τῷ αὐτῷ κινδύνῳ ἑαυτοὺς ἐξέδωκαν. Ἄλλοι ὑπὸ αὐταρεσκείας λογισμοῦ ἐμπαιχθέντες καὶ τῇ κενοδοξίᾳ ἐπαρθέντες, ἐπαίνους θηρώμενοι ὑπὸ τῶν ἀκουόντων, ὥς φασι, βοσκοὶ γενόμενοι, τοὺς δὲ ἐπιτεινομένους πόνους μὴ | |
10 | συλλογισάμενοι, τοῖς αὐτοῖς κινδύνοις ἑαυτοὺς περιέβαλλον. Οὐ δεῖ τοιγα‐ ροῦν, ἀγαπητέ, συναπάγεσθαι τοῖς ἰδίοις λογισμοῖς ἀκρίτως, ἀλλὰ μᾶλλον χρὴ ἕκαστον ἐπιγινώσκειν τὰ οἰκεῖα μέτρα καὶ ταπεινοῦσθαι τῷ πλησίον ἐν ἀγάπῃ Θεοῦ. Εἰ δέ τις οἴεται κατορθωκέναι τὴν ἀρετὴν καὶ ἐπικρατεῖν τῶν | |
παθῶν καὶ βασιλεύειν τῶν ὀρέξεων, μηδὲ οὕτω θαρρείτω ἑαυτῷ· ὅπως μὴ | 406 | |
407 | ῥηθῇ καὶ αὐτῷ τὸ γεγραμμένον· βασιλεὺς θρασὺς ἐμπεσεῖται εἰς κακά, ἄγγελος δὲ φωτὸς ῥύσεται αὐτόν. Ἀλλ’ ἴσως παρελθών τις λέξει· καὶ πῶς εὑρίσκωμέν τινας τῶν Πατέ‐ ρων ταύτην ἐξησκηκότας τὴν ἀρετήν; Χρὴ τοιγαροῦν ἡμᾶς προσφέρειν καὶ | |
5 | ἐκ τῶν βίων τῶν ἁγίων Πατέρων τὴν μαρτυρίαν, ὅπως δείξωμεν σαφῶς, μηδὲν εἰκῆ ἢ ὡς ἔτυχεν ἀπερισκέπτως πεπραχέναι τοὺς ἁγίους Πατέρας. Περὶ γὰρ τοῦ ἀββᾶ Μακαρίου ἱστορεῖται, ὅτι ἔλεγεν οὕτω· Καθημένου μου, φησίν, ἐν τῷ κελλίῳ ἠσκήθην. Ὤχλησάν μοι οἱ λογισμοί, λέγοντες· ἄπελθε ἔσω εἰς τὴν ἔρημον καὶ ἴδε τί βλέπεις ἐκεῖ. Καὶ ἔμεινα πολεμῶν τῷ λογι‐ | |
10 | σμῷ πέντε ἔτη, λέγων· μήπως ἀπὸ δαιμόνων ἐστίν. Ὁρᾷς σύνεσιν ἁγίου ἀν‐ δρός; Μὴ συναπήχθη ἢ ἐπέδραμε; Μὴ προσεποιήσατο τὸν λογισμόν; Οὐχί. Ἀλλ’ ἔμεινεν ἀνακρίνων, νηστεύων καὶ ἀγρυπνῶν καὶ προσευχόμενος, μή‐ πως ἀπὸ δαιμόνων ἐστίν. Ἡμῖν δὲ ὅταν ἔλθῃ λογισμός, ἀκατάσχετοί ἐσμεν | |
ἐξαγροιούμενοι, καὶ οὐ μόνον οὐκ ἀνακρίνομεν ἐμπόνως προσευχόμενοι, ἀλ‐ | 407 | |
408 | λ’ οὐδὲ ὑφ’ ἑτέρων νουθετούμενοι πειθαρχοῦμεν· ὅθεν καὶ αἰχμαλωτιζόμεθα ῥᾳδίως ὑπὸ τοῦ ἐξεναντίας. Εἶτα, φησίν, ὡς ἐπέμεινεν ὁ λογισμός, ἐξῆλθεν εἰς τὴν ἔρημον καὶ εὗρεν ἐκεῖ λίμνην ὑδάτων καὶ νῆσον ἐν μέσῳ αὐτῆς. Καὶ ἦλθον τὰ κτήνη τῆς ἐρήμου πιεῖν ἐξ αὐτῆς, καὶ εἶδεν ἐν μέσῳ αὐτῶν δύο ἀν‐ | |
5 | θρώπους γυμνούς. Εἶτα μετὰ τὸ λαλῆσαι αὐτοὺς πρὸς ἀλλήλων. εἶπεν ὁ ἀββᾶς Μακάριος πρὸς αὐτούς· Πῶς δύναμαι γενέσθαι μοναχός; Καὶ λέγου‐ σιν αὐτῷ· ἐὰν μὴ ἀποτάξηταί τις πᾶσι τοῖς τοῦ κόσμου, οὐ δύναται γενέσθαι μοναχός. Καὶ εἶπεν αὐτοῖς· ἐγὼ ἀσθενής εἰμι καὶ οὐ δύναμαι. ὡς ὑμεῖς. Καὶ εἶπον· ἐὰν οὐ δύνασαι ὡς ἡμεῖς, κάθου ἐν τῷ κελλίῳ σου καὶ κλαῦσαι τὰς | |
10 | ἁμαρτίας σου. Ὦ ταπείνωσις ἐνθέου ἀνδρός! Ὦ σύνεσις ἐναρέτου ψυχῆς! Ὁ τοσούτοις καὶ τηλικούτοις ἀνδραγαθήμασι διαπρέπων οὐκ ἔκρινεν αὑτὸν ἄξιον τοῦ πράγματος, ἀλλ’ ἔφη πρὸς αὐτούς· ἐγὼ ἀσθενής εἰμι καὶ οὐ δύναμαι, ὡς ὑμεῖς. Ἡμεῖς δέ, μήτε διωγμοῦ ἐπιστάντος, μήτε ὑπό τινος διωκόμενοι, τῇ | |
15 | προπετείᾳ καὶ αὐταρεσκείᾳ ἀγόμεθα, καὶ ἐπιχειροῦμεν τὰ ὑπέρμετρα, ὡς | 408 |
409 | Κύριον τὸν Θεὸν πειράζοντες, ὅπερ ἐστὶ φοβερόν. Οὐαὶ δὲ ἀνθρώπω πεποι‐ θότι ἐπὶ τῇ ἰδίᾳ δυνάμει, ἢ ἀσκήσει, ἢ εὐφυότητι. καὶ μὴ εἰς Θεὸν ἔχοντι πᾶσαν αὑτοῦ τὴν ἐλπίδα· παρ’ αὐτοῦ γὰρ μόνου τὸ κράτος καὶ ἡ ἰσχύς. Διατί γὰρ μὴ ἐγκύψομεν καὶ εἰς τὸν βίον τοῦ ἀββᾶ Ἀντωνίου καὶ εὑ‐ | |
5 | ρήσομεν καὶ αὐτὸν ἐκ θείας ἀποκαλύψεως πάντα πεποιηκέναι; Ὁμοίως δὲ καὶ αὐτὸς οὐκ ἐν μοναστηρίῳ ἐκαθέζετο; Οὐκ ἀμφιάσμασιν ἐκέχρητο; Οὐκ ἄρτον ἤσθιεν; Οὐ ταῖς ἰδίαις χερσὶν εἰργάζετο; Οὐ μαθητὰς ἐκέκτητο, οἵτινες καὶ θανόντος αὐτοῦ συνέσταλκαν καὶ ἔθαψαν; Οὐ μόνον δὲ αὐτὸς ὁ μακά‐ ριος Ἀντώνιος ταύτῃ ἐχρήσατο τῇ διαγωγῇ, ἀλλὰ καὶ οἱ λοιποὶ Πατέρες, οἱ | |
10 | τὸν ἐνάρετον βίον ἐξασκήσαντες, οἵτινες παρακλήτορες γεγόνασι τῶν φοι‐ τώντων πρὸς αὐτούς, δι’ ὧν ὁ Θεὸς σημεῖα καὶ ἰάσεις ἐπετέλει· ὡς γὰρ λύ‐ χνοι φαιδροὶ ἦσαν, ταῖς ἀρεταῖς καταλαμπόμενοι. Τούτων τὸν βίον καὶ τὸν τρόπον ζηλώσωμεν καὶ ἡμεῖς, ἐν τῇ βασιλικῇ ὁδῷ βαδίζοντες, μὴ ἐκκλίνον‐ τες, μήτε εἰς τὰ δεξιὰ μήτε εἰς τὰ ἀριστερά. | |
15 | Σχολάσωμεν τοιγαροῦν τῇ ἡσυχίᾳ, τῇ νηστείᾳ, τῇ ἀγρυπνίᾳ, τῇ προ‐ | 409 |
410 | σευχῇ, τοῖς δάκρυσι, ταῖς συνάξεσι, τῷ ἐργοχείρῳ, τῇ συντυχίᾳ τῶν ἁγίων πατέρων, τῇ ὑπακοῇ τῆς ἀληθείας, τῇ ἀκροάσει τῶν θείων Γραφῶν, ὅπως μὴ χερσωθῇ ἡμῶν ἡ διάνοια. Μάλιστα δὲ τῆς μεταλήψεως τῶν ἀχράντων καὶ ἁγίων μυστηρίων ἀξίους ἑαυτοὺς παραστήσωμεν, ὅπως τῶν τικτομένων | |
5 | ἀπιστιῶν τε καὶ ῥυπαρῶν λογισμῶν διασμηχθῇ ἡμῶν ἡ ψυχή, καὶ ἐνοικήσας ἐν ἡμῖν ὁ Κύριος ῥύσηται ἡμᾶς τοῦ Πονηροῦ. Κατὰ πάντα δέ, τὴν εἰλικρινῆ ἀγάπην διώκοντες εἰς ἀλλήλους καὶ εἰς πάντας. Ἐκ γὰρ τοῦ πλησίον κτᾶ‐ ταί τις τὸ πονηρὸν καὶ ἀγαθόν. Ἀψευδὴς γάρ ἐστιν ὁ εἰπών· ὃ ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων ἐποιήσατε, ἐμοὶ ἐποιήσατε. Πρὸς δὲ τοὺς | |
10 | ἀσυμπαθεῖς πάλιν λέγει· ὃ ἑνὶ τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων οὐκ ἐποιή‐ σατε, οὐδὲ ἐμοὶ ἐποιήσατε. Καὶ πορεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον. Οἱ ἀρχαῖοι μόσχους καὶ κριοὺς καὶ ἀμνούς, πάντα ἄμωμα, εἰς θυσίαν προσέφερον τῷ Κυρίῳ· ἡμεῖς δὲ τὸ ἑαυτῶν σῶμα προσενέγκωμεν Κυρίῳ ἐν Πνεύματι Ἁγίῳ, μὴ μωμοῦντες τοῦτο ἐν τοῖς | |
15 | ἀπηγορευμένοις, ἢ ῥυποῦντες ἔν τινι λογισμῷ, ἵνα μὴ ἀπαράδεκτος γένηται | 410 |
411 | ἡμῶν ἡ θυσία. Τὸ δὲ ἐν τίνι τρόπῳ δεῖ κτᾶσθαι τὴν ἁγιωσύνην, ἀρκεῖ τοῖς γε νοῦν ἔ‐ χουσι νηφάλιον ἡ τοῦ Θεοῦ μνήμη, ἧς αἱ ἀκτῖνες φωτίζουσι πᾶσαν καρδίαν. Οἱ δὲ ἔτι ἀσθενῶς διακείμενοι πρὸς τὴν τοιαύτην ἔννοιαν χρῄζουσί τινων | |
5 | ὑποδειγμάτων πρὸς ζῆλον καὶ κατόρθωσιν τῆς αὐτῆς ἀρετῆς. Ἔστω δὲ ἡμῶν τὸ ὑπόδειγμα τοιοῦτο. Οἱ κατὰ τὸν κόσμον ἀνδραγαθοῦντες ἐν τοῖς πολέμοις, εἰκόνας λαμβάνουσιν ἐπὶ τειχῶν καὶ σανίδων, τὴν ἱστορίαν τοῦ πολέμου διαγράφοντες· πῶς οἱ μὲν ἐντείναντες τὰ τόξα, οἱ δὲ τρώσκοντες· οἱ μὲν φεύγοντες, οἱ δὲ κατατρέχοντες, ἕτεροι δὲ τῷ ξίφει χρησάμενοι, δίκην | |
10 | σταχύων ἀντιπάλους ἀποθερίζουσι. Καὶ ταῦτα ἐπιτηδεύουσι πρὸς ζῆλον τῶν μεταγενεστέρων καὶ ἀνάμνησιν τῶν ἀριστευόντων κατὰ τῶν ἀντιστρατευο‐ μένων. Πολλοὶ δὲ καὶ τὴν ἄθλησιν τῶν Ἁγίων ἐν τοῖς εὐκτηρίοις οἴκοις διαγράφουσι πρὸς ζῆλον δῆθεν τῶν νωθροκαρδίων καὶ τέρψιν τῶν θεατῶν. Ὡς οὖν καὶ τοῦ ἡμετέρου βίου ἀναγράφεσθαι μέλλοντος καὶ ἐν ὑψηλῷ ἀνα‐ | |
15 | τίθεσθαι πρὸς ἐπίδειξιν πάντων, σπουδάσατε. Μᾶλλον δὲ σπουδάσωμεν κα‐ | |
τορθῶσαι τὴν ἀρετήν, ἵνα μηδὲν ψεκτὸν ἢ ἀνοίκειον ἐντεθῇ ἐν τῇ εἰκόνι. | 411 | |
412 | Αἰσχρότατον γὰρ ἀληθῶς, ἄνδρα ἐν εἰκόνι θεάσασθαι γυναικὶ ὁμιλοῦντα ἀσέμνως, καὶ μάλιστα τῶν δοκούντων σχῆμα εὐσεβείας περιβεβλῆσθαι. Εἰ δὲ καὶ μετὰ ἄρρενος· κατὰ τὸν εἰπόντα· ἄρρενες ἐν ἄρρεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι· τίς ἄρα τολμήσει ἐνατενίσαι τῇ εἰκόνι; Φευκτέον καὶ τὸ | |
5 | θέαμα. Εἰ τοιαῦτα ἐννοηθείημεν, ἐν τοιαύτῃ ἀτιμίᾳ θεαθῆναι οὐ βουλόμενοι, τῆς αἰσχύνης ἀποναρκήσαντες, πάντως ἐκφευξόμεθα τοῦ αἰσχροῦ πάθους, τῆς χάριτος συνεργούσης. Φροντίσωμεν τοίνυν εἰλικρινῶς τῆς ἀρετῆς, ὅπως γένηται ἡ σύνθεσις καὶ ἡ κατασκευὴ τῆς περὶ ἡμῶν ἱστορίας καλή τε καὶ εὔφημος, εἰς ζῆλον | |
10 | ἀγαθὸν ἐξάπτουσα διὰ τῆς καλλονῆς τοῖς ἐντυγχάνουσι. Μηδὲν δυσειδὲς ἢ ἀνοίκειον τῆς ἀρετῆς χαρακτηρίζωμεν ἐν αὐτῇ. Καὶ γὰρ ἡ τῶν Σοδομιτῶν ἱστορία ἀνεξάλειπτος καθέστηκε, διαγορεύουσα πῶς ἐκύκλουν τὴν οἰκίαν τοῦ δικαίου οἱ ἄσωτοι, ἄχρις οὗ ἐπλάγησαν τῇ ἀορασίᾳ, καὶ ὑπὸ τῆς τοῦ | |
πυρὸς ἐπομβρίας καταφλεχθέντες ἐτεφρώθησαν αὐτοί τε καὶ τὰ ἐδάφη αὐ‐ | 412 | |
413 | τῶν, ἐφ’ οἷς τὰς ἀθέσμους κατειργάζοντο μίξεις. Τούτων τὴν ἱστορίαν, ὡς εἰκόνα τινὰ φόβου γέμουσαν, προτέθηκεν ὁ ποιήσας ἡμᾶς Θεὸς τῷ ἑκάστου ἡμῶν συνειδότι, ἵνα πρὸς τὸ ὑπόδειγμα ἀφορῶντες ἐκκλίνωμεν τῶν φαύ‐ λων. Οἱ δὲ ἐπικαμμύοντες τῇ θεωρίᾳ τῆς προκειμένης ἡμῖν ἱστορίας, ῥᾳδίως | |
5 | ἐμπίπτουσιν ἐν τῷ βαράθρῳ τῶν ἡδονῶν. Σὺ δὲ ἐρηρεισμένον ἔχε τὸ τῆς διανοίας ὄμμα πρὸς τὴν τοιαύτην κατανόησιν, ἵνα τῷ φόβῳ ἐγκρούσῃς τὰ αἴσχιστα πάθη, καὶ τὰς φλεγμαινούσας ἡδονὰς καταμαράνῃ ἡ προσδοκία τῆς ὀργῆς. Τίς γὰρ ἐννοῶν τὴν θεήλατον ἐκείνην ὀργὴν οὐ καταπτήσσῃ καὶ συστέλληται τῇ διανοίᾳ, εἰ μήτε παρέργως κέχρηται τῇ θεωρίᾳ; Ἐγὼ δὲ ὁ | |
10 | ῥᾴθυμος τὸν νοῦν μερικῶς ἐπιστήσας τῇ ἱστορίᾳ ἐστέναξα, καὶ τὸ πρόσωπον τοῖς γόνασιν ἐπιθεὶς ἔκλαυσα. Πῶς γὰρ οὐ φοβερὸν ἔσται ἀληθῶς, τοῖς καθαρῷ τῷ τῆς ψυχῆς ὀφθαλμῷ ἐνορῶσι τῇ σφοδροτάτῃ ῥύσει τοῦ πυρὸς ἐκείνου καὶ τὴν γῆν φρυσσομένην καὶ τῶν οἰκητόρων τηκομένων, ὡσεὶ κη‐ ρός, καὶ τοῦ καπνοῦ ἀνιόντος; Ἆράγε οὐ δύναται ταῦτα τὰ ὑποδείγματα | |
15 | τῶν προπεπονθότων καὶ ψυχὴν λελιθωμένην μαλάξαι; Τοιγαροῦν πυκνότε‐ | 413 |
414 | ρον τῇ ἱστορίᾳ ἐνατενίζωμεν, μᾶλλον δὲ ἀπαραλείπτως, ἵνα τῇ σπουδῇ τῶν κρειττόνων, τῶν προειρημένων τὴν πεῖραν φύγωμεν. Ἡ γὰρ ἀμέλεια αὔξει τὴν ἀφοβίαν· ἐξ ἑκατέρων δὲ συνίσταται ἡ συνήθεια. Οἱ δὲ ἐν ἕξει τοῦ κακοῦ γενόμενοι, δυσέκβατοι ὑπάρχουσι τούτου, πάντοτε ἐπὶ λύμῃ τοῦ πνευματι‐ | |
5 | κοῦ καρποῦ ἐπιρρέποντες. Πάλιν δέ, ὡς ἐν εἰκόνι, φέρωμεν τὴν μνήμην, πῶς ἡ μὲν Αἰγυπτία εἷλκε τὸν Ἰωσὴφ ἐπισπῶσα πρὸς ἑαυτήν, τὸν δὲ θεοφι‐ λῆ τὸ ἱμάτιον αὑτοῦ καταλείψαντα καὶ ἀποδράσαντα τοῦ μύσους. Καὶ πάλιν τοὺς πρεσβυτέρους τοὺς ἐν Βαβυλῶνι, ὡς ἐν εἰκόνι, θεωρῶμεν τῇ διανοίᾳ, πῶς ἤπειγον, πρὸς αἰσχρουργίαν τὴν μακαρίαν Σωσάνναν· αὕτη δὲ εὐσεβεῖ | |
10 | καὶ ἀνδρείῳ λογισμῷ χρησαμένη, τούτους κατέβαλεν. Οὕτως οὖν καὶ ἡμεῖς ἀγωνισώμεθα εἰλικρινῶς, καὶ μάλιστα πεπεισμένοι ὅτι οὐδὲν κρυπτόν, ὃ οὐ | |
φανερωθήσεται, ἵνα εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, ταῦτα ἐφευρέσθω περὶ | 414 | |
415 | ἡμῖν· ἵν’ ὦμεν ἐν τοῖς ἐπαινουμένοις καὶ μὴ ἐν τοῖς ψεγομένοις. Περὶ δὲ τῶν ζητουμένων, καὶ τὸ πῶς δεῖ συναναστρέφεσθαι ἀδελφοῖς καὶ ἀρέσκειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, ὑμῶν προσευχομένων περὶ ἡμῶν, ση‐ μανοῦμεν ὑμῖν τῆς χάριτος ἡμῖν συνεργούσης. Ἔστω δὲ μεταξὺ ἡμῶν καὶ | |
5 | ὑμῶν ὁ Κύριος, ἡ πηγὴ τῆς ζωῆς, ὁ ἐπομβρῶν χαρὰν καὶ εἰρήνην καὶ ἁγια‐ σμὸν καὶ ἐλπίδα ἀγαθὴν τοῖς ἐκζητοῦσιν αὐτὸν ἐν ἀληθείᾳ. Ἄσπασαι τοὺς | |
σὺν σοὶ ἀδελφούς. Ἀσπάζονταί σε οἱ ἐνταῦθα ἀδελφοί. | 415 |