TLG 4138 033 :: EPHRAEM SYRUS :: De iudicio et compunctione EPHRAEM SYRUS Theol., vel Ephraem Graecus De iudicio et compunctione Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 2 Rome (1732) 50–56c. Citation: Page — (line) | ||
386(t) | Περὶ κρίσεως καὶ κατανύξεως | |
1 | Δεῦτε πάντες, ἀδελφοί, ἀκούσατε συμβουλῆς ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἀπαιδεύτου Ἐφραΐμ. Ἤδη γὰρ συνέφθασεν ἡμᾶς, ὦ ἀδελφοί μου, ἡ ἡμέρα ἐκείνη ἡ φοβερὰ καὶ φρικτή, καὶ ἡμεῖς, ἀγαπητοί, μετεωριζόμεθα, μὴ θέλον‐ τες συνιέναι τὸν βραχὺν καιρὸν τοῦτον καὶ σπουδάσαι τὸν Θεὸν ἵλαον ποιή‐ | |
---|---|---|
5 | σασθαι. Ἰδοὺ αἱ ἡμέραι, ἐνιαυτοὶ καὶ μῆνες, ὡς ὄναρ, παράγουσι καὶ ὡς σκιὰ δειλινή· ἵνα ἔλθῃ ἐν τάχει ἡ φοβερὰ καὶ μεγάλη παρουσία τοῦ Χριστοῦ. Ἀληθῶς γὰρ φοβερὰ ἐφέστηκεν ἡ ἡμέρα ἐκείνη ἁμαρτωλοῖς καὶ τοῖς μὴ θε‐ λήσασι ποιῆσαι τὸ θέλημα τοῦ Θεοῦ καὶ σωθῆναι. Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί μου γνήσιοι, δεῦτε ἀπορρίψωμεν ἀφ’ | |
10 | ἡμῶν τὴν μέριμναν τῶν γηΐνων πραγμάτων. Πάντα γὰρ παράγεται, πάντα | |
ἀφανίζεται. Οὐδὲν ἡμᾶς ὠφελεῖ ἐν τῇ ὥρᾳ ἐκείνῃ, εἰ μὴ πράξεις ἀγαθαί, ἃς | 386 | |
387 | ἐντεῦθεν ἔχομεν· μέλλει γὰρ εἷς ἕκαστος βαστάζειν τὰς ἑαυτοῦ πράξεις τε καὶ λαλιὰς ἔμπροσθεν τοῦ βήματος τοῦ δικαστικοῦ κριτοῦ. Τρέμει γὰρ ἡ καρδία καὶ νεφροὶ ἀλλοιοῦνται, ὅταν γένηται ἐκεῖ πράξεων φανέρωσις, λογι‐ σμῶν καὶ λαλιῶν ἀκριβεῖς ἐξετάσεις. Μέγας φόβος, ἀδελφοί, μέγας τρόμος, | |
5 | ὦ φίλοι. Τίς ἄρα μὴ τρομάσῃ, τίς δὲ ἄρα μὴ κλαύσῃ, τίς δὲ μὴ θρηνήσειεν, ὅτι ἐκεῖ φανεροῦνται ἃ ἐπράξαμεν ἕκαστος ἐν κρυπτῷ καὶ σκοτίᾳ; Σύνετε, ἀδελφοί μου, τοῦτο ὑμῖν λέγω. Δίδωμι εἰς βεβαίωσιν τοῦ ὑμε‐ τέρου πόθου τὰ καρποφόρα δένδρα, ὅτι ἔνδοθεν αὐτῶν ἐν καιρῷ προβάλλου‐ σι τὸν καρπὸν μετὰ τῶν φύλλων. Οὐχὶ ἔξωθέν ποθεν ἐνδύονται τὰ δένδρα | |
10 | τὴν αὑτῶν εὐπρέπειαν, ἀλλὰ ἔνδοθεν αὐτῶν ἐν προστάγματι Θεοῦ προβάλ‐ λουσιν ἕκαστα τὸν καρπὸν κατὰ φύσιν. Οὕτω καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῇ φοβερᾷ προβάλλουσιν ἅπαντα τὰ τῶν ἀνθρώπων σώματα πάντα, εἴ τι ἔπρα‐ ξαν, ἀγαθὰ ἢ πονηρά, καὶ βαστάσει ἕκαστος ἔμπροσθεν τοῦ βήματος τοῦ φοβεροῦ τοῦ Χριστοῦ, τὴν πρᾶξιν, ὥσπερ καρπὸν καλὸν καὶ τερπνόν, τὰ ῥή‐ | |
15 | ματα, ὥσπερ φύλλα. Οἱ Ἅγιοι βαστάζουσι καρπὸν καλὸν καὶ εὐθαλῆ· Μάρ‐ | |
τυρες βαστάζουσι βασάνων καὶ αἰκισμῶν καύχημα ὑπομονῆς· ἀσκηταὶ βα‐ | 387 | |
388 | στάζουσιν ἄσκησιν, ἐγκράτειαν, ἀγρυπνίαν, προσευχήν· ἄνδρες δὲ ἁμαρτω‐ λοί, ἀσεβεῖς καὶ βέβηλοι, βαστάζουσιν ἐκεῖσε καρπὸν αἰσχρὸν καὶ σαπρὸν (πλήρεις ὄντως αἰσχύνης, κλαυθμῶν τε καὶ ὀδυρμῶν) καὶ σκώληκα ἀκοίμη‐ τον ἐν πυρὶ ἀσβέστῳ. | |
5 | Φοβερόν, ὦ ἀδελφοί, ἐκεῖ τὸ κριτήριον, ὅτι ἄνευ μαρτύρων ἅπαντα φανεροῦνται, πράξεις τε καὶ λαλιαί, λογισμοὶ καὶ ἐνθυμήσεις· ὅταν καὶ παρί‐ στανται μύριαι μυριάδες καὶ χίλιαι χιλιάδες Ἀρχαγγέλων καὶ Ἀγγέλων, Χερουβὶμ καὶ Σεραφίμ, Δικαίων καὶ Ἁγίων, Προφητῶν καὶ Ἀποστόλων. Τί οὖν ἀμελοῦμεν, ἀδελφοὶ ἀγαπητοί; Ὁ γὰρ καιρὸς ἤγγικε καὶ ἡ ἡμέρα ἔ‐ | |
10 | φθασεν, ὅτε τὰ κρυπτὰ ἡμῶν ὁ φοβερὸς δικαστὴς εἰς φῶς πάντα ἐξετάζει. Εἰ εἴδημεν, ἀδελφοί, τί ἡμῖν ἀπόκειται, ἐκλαύσαμεν πάντοτε ἐν ἡμέρᾳ καὶ νυκτί, τὸν Θεὸν δεόμενοι, ἵνα ῥύσηται ἡμᾶς τῆς αἰσχύνης ἐκείνης καὶ σκό‐ τους αἰωνίου. Φράσσεται γὰρ στόμα ἁμαρτωλοῦ ἔμπροσθεν τοῦ βήματος. Τρέμει γὰρ πᾶσα ἡ κτίσις, καὶ αὐτὰ τὰ τάγματα τῶν ἁγίων Ἀγγέλων, ἐκ | |
15 | τῆς δόξης ἐκείνης τῆς αὐτοῦ παρουσίας. | 388 |
389 | Τί οὖν ἐροῦμεν αὐτῷ ἡμέρᾳ κρίσεως, ἐὰν τὸν καιρὸν τοῦτον ἀμελῶ‐ μεν, ἀδελφοί; Αὐτὸς γὰρ μακρόθυμος καὶ πάντας ἡμᾶς ἑλκεῖ εἰς τὴν αὑτοῦ βασιλείαν. Λόγον ἡμᾶς ἀπαιτεῖ περὶ τῆς ἀμελείας τοῦ βραχέος καιροῦ τού‐ του· καὶ αὐτὸς ἐρεῖ ἡμῖν· δι’ ὑμᾶς ἐσαρκώθην, δι’ ὑμᾶς δὲ ἐπὶ γῆς ἐμφανῶς | |
5 | ἐβάδισα, δι’ ὑμᾶς ἐμαστίχθην, δι’ ὑμᾶς ἐρραπίσθην, δι’ ὑμᾶς ἐσταυρώθην ὑψωθεὶς ἐπὶ ξύλου, δι’ ὑμᾶς τοὺς γηγενεῖς καὶ ὄξος ἐποτίσθην, ἵνα ποιήσω ὑμᾶς ἁγίους οὐρανίους. Τὴν ἐμὴν βασιλείαν ἐχαρισάμην ὑμῖν, πάντας ὑμᾶς ἀδελφοὺς ἐμαυτοῦ ἐκάλεσα, τῷ Πατρὶ προσήνεγκα, τὸ Πνεῦμα κατέπεμψα. Πλείονα τούτων πάντων τί ἂν εἶχον ποιῆσαι καὶ οὐκ ἐποίησα, ἵνα ὑμεῖς | |
10 | σωθῆτε; Μόνον τὴν προαίρεσιν οὐ βούλομαι βιάσασθαι, ἵνα μὴ ὑμῖν ἔσται ἀνάγκη σωτηρίας. Εἴπατε, ἁμαρτωλοὶ καὶ θνητοὶ κατὰ φύσιν, τί ὑμεῖς ἐπά‐ θετε δι’ ἐμὲ τὸν Δεσπότην, τὸν παθόντα δι’ ὑμᾶς; Ἰδοὺ οὖν ἡτοίμασται βα‐ σιλεία καὶ ζωή, ἀνάπαυσις καὶ χαρά, καὶ κόλασις αἰωνία ἐν σκότει ἐξωτέ‐ ρῳ. Ὅπου γὰρ θελήσῃ, βαδίσωμεν· ἐπὶ ἑκάστῳ ἡ ἐξουσία δέδοται. | |
15 | Δεῦτε ἐπὶ τὸ αὐτὸ ἅπαντες, προσκυνήσωμεν αὐτῷ καὶ κλαύσωμεν | 389 |
390 | ἐνώπιον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς λέγοντες· ὦ Δέσποτα, ταῦτα πάντα ὡς Θεὸς ὑπέμεινας δι’ ἡμᾶς, ἡμεῖς δὲ οἱ ἁμαρτωλοὶ καὶ ἀμνήμονες ἐπελα‐ θόμεθα τῆς μεγάλης σου εὐσπλαγχνίας. Τί οὖν σοι ἀποδώσει γένος τῶν ἁμαρτωλῶν Θεῷ ἀκαταλήπτῳ, ἀγαθῷ καὶ εὐσπλάγχνῳ; Ὁ φωτίσας χάριτι | |
5 | πᾶσαν τὴν οἰκουμένην, ὁ τοῦ ἐκ γενετῆς τυφλοῦ τοὺς ὀφθαλμοὺς φωτίσας, φώτισον καὶ τοὺς ἡμῶν ὀφθαλμοὺς τῆς καρδίας, τοῦ ἀγαπᾶν σε, Δέσποτα, πόθῳ ἐπιτελεῖν ἀεὶ τὰ σὰ θελήματα. Ἰδοὺ τὸ ποτήριον τοῦ φρικτοῦ σου αἵ‐ ματος πλῆρες φωτὸς καὶ ζωῆς τοῦτο. Ἡμῖν χάρισαι σύνεσιν καὶ φωτισμόν, ἵνα μετὰ πίστεως, πόθῳ καὶ ἁγιασμῷ προσερχώμεθα αὐτῷ, ἵνα γένηται | |
10 | ἡμῖν ἁμαρτιῶν ἄφεσις καὶ μὴ εἰς κατάκριμα· ὁ γὰρ προσερχόμενος τοῖς θείοις μυστηρίοις ἀναξίως τῇ ψυχῇ, ἑαυτὸν κατακρίνει, μὴ ἁγνίσας ἑαυτὸν βασιλέα δέξασθαι ἐν τῷ αὑτοῦ νυμφῶνι. Ἡ ἡμετέρα ψυχὴ νύμφη ἁγία ἐστὶν ἀθανάτου Νυμφίου· ὁ δὲ γάμος τυγχάνει τὰ θεῖα μυστήρια ἐσθιόμενα καὶ πινόμενα ἐν τῇ ἁγίᾳ ψυχῇ. Πρόσεχε οὖν σεαυτῷ τὸν νυμφῶνά σου ἀεὶ ἄσπι‐ | |
15 | λον διατηρεῖν, καὶ πόθησον δέξασθαι οὐράνιον Νυμφίον, Χριστὸν τὸν βασι‐ | 390 |
391 | λέα, ἵνα καὶ ἐν ἡμέρᾳ τῆς αὑτοῦ παρουσίας μονὴν πρὸς σὲ ποιήσῃ σὺν τῷ ἰδίῳ Πατρί, καὶ ἔμπροσθεν ἁγίων Ἀρχαγγέλων ὁ ἔπαινός σοι ἔσται, καὶ εἰς τὸν παράδεισον μετὰ δόξης μεγάλης καὶ χαρᾶς εἰσελεύσῃ. Τί γὰρ ζητεῖ ὁ Θεὸς παρὰ σοῦ, ἀδελφέ, πλὴν τῆς σῆς σωτηρίας; Ἐὰν δὲ σὺ ἀμελῇς, μὴ | |
5 | βουλόμενος σωθῆναι, καὶ τὰς εὐθείας ὁδοὺς τοῦ Θεοῦ μὴ βαδίζῃς, καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ θελήσῃς ἐπιτελεῖν, σεαυτὸν ἀποκτενεῖς καὶ σεαυτὸν ἐκβα‐ λεῖς τοῦ οὐρανίου νυμφῶνος. Ὁ Θεὸς ὁ ἅγιος, ὁ μόνος ἀναμάρτητος, τοῦ ἑαυτοῦ μονογενοῦς διὰ σὲ οὐκ ἐφείσατο· αὐτὸς δέ, ὦ ἄθλιε, σεαυτὸν οὐκ ἐλεεῖς; Νῆψον οὖν τοῦ ὕπνου | |
10 | σου ὀλίγον, ὦ εὐτελές. Ἄνοιξον τὸ στόμα σου· παρακάλεσον αὐτόν. Δεήθητι συνεχῶς, δάκρυσον διηνεκῶς, φεῦγε τὴν χαυνότητα. Ἀγάπα πρᾳότητα, πό‐ θησον ἐγκράτειαν, ἄσκησον ἡσυχίαν, μελέτα ψαλμῳδίαν. Ἀγάπησον τὸν Θεὸν ἐξ ὅλης σου τῆς ψυχῆς καθώς σε ἠγάπησε. Γενοῦ ναὸς τοῦ Θεοῦ, καὶ ἐνοικήσει ἐν σοὶ ὁ Θεὸς ὁ ὕψιστος· ψυχὴ γὰρ ἡ ἔχουσα τὸν Θεὸν ἐν ἑαυτῇ | |
15 | ναὸς τυγχάνει Θεοῦ ἅγιος καὶ καθαρός. Ἐπεὶ ἂν οὖν ὁ Κύριος ἐνοικήσῃ τῇ | 391 |
392 | ψυχῇ, Ἄγγελοι οὐράνιοι ἀγάλλονται ἐν αὐτῇ καὶ σπουδάζουσι προτιμῆσαι τῇ ψυχῇ, διότι ναὸς τυγχάνει τοῦ αὐτοῦ Δεσπότου. Μακάριος ἄνθρωπος, ὅστις σε ἠγάπησεν ἐξ ὅλης αὑτοῦ τῆς ψυχῆς, ἐμίσει τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ πάντα, ἵνα μόνον σὲ ἔχῃ τὸν πανάγιον | |
5 | Δεσπότην, τὸν καλὸν μαργαρίτην, τῆς ζωῆς τὸν θησαυρόν. Εἴτις οὕτως ἀγα‐ πᾷ τὸν Θεὸν εἰλικρινῶς, ἐκείνου ἐπὶ τῆς γῆς ἀεὶ οὐκ ἔστιν ἡ διάνοια, ἀλλ’ ἄνω πάντοτε, ὅπερ ἠγάπησε καὶ διψᾷ ἐπιτυχεῖν. Ἐκεῖθεν γλυκαίνεται, ἐκεῖ‐ θεν φωτίζεται, ἐκεῖθεν κορέννυται τῆς γλυκύτητος ἀεὶ καὶ τῆς ἀγάπης τοῦ Θεοῦ. Περὶ τῆς γλυκύτητος τῆς ἀγάπης τοῦ Θεοῦ, τίς ἄρα δυνήσεται εἰπεῖν | |
10 | ἀξίως; Παῦλος ὁ ἀπόστολος, ὁ γευσάμενος αὐτῆς καὶ κορεσθεὶς ἐξ αὐτῆς, αὐτὸς βοᾷ καὶ λέγει· οὔτε ἄνω ὕψωμα, οὔτε κάτω βάθος, οὔτε ζωή, οὔτε θάνατος, οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ καὶ ἐξουσίαι, οὔτε κτίσις ἑτέρα, πάντες ἐπὶ τὸ αὐτό, οὐ δύνανται χωρίσαι τῆς ἀγάπης τοῦ Θεοῦ ψυχὴν τὴν γευσαμέ‐ νην τῆς γλυκύτητος αὐτοῦ. Πῦρ ἀθάνατόν ἐστιν ἡ ἀγάπη τοῦ Θεοῦ· ὑψοῦται | |
15 | ἀπὸ τῆς γῆς καὶ μισεῖ τὰ γήϊνα. Καὶ διδάσκουσιν ἡμᾶς οἱ ἅγιοι Μάρτυρες οἱ | 392 |
393 | γευσάμενοι αὐτῆς καὶ κορεσθέντες ἐξ αὐτῆς. Δεσμὸς ἁπαλός ἐστιν ἡ ἀγάπη τοῦ Θεοῦ καὶ οὐ δύναται ξίφος δίστομον αὐτὴν τεμεῖν. Ἔτεμνον οἱ τύραννοι τὰ μέλη τῶν Ἁγίων, τὴν δὲ αὐτῶν ἀγάπην οὐκ ἐδύναντο τεμεῖν. Ὢ τοῦ ἁπαλοῦ δεσμοῦ τῆς ἀγάπης τοῦ Θεοῦ! Ξίφος αὐτὴν οὐκ ἔτεμε, πῦρ αὐτὴν | |
5 | οὐκ ἔσβεσε· βυθὸς καὶ δεσμὰ ἕτερα, αἵδε κολάσεις αὐτὴν οὐκ ἐβύθισαν. Τίς ἄρα μὴ θαυμάσῃ, ἢ τίς οὐ μὴ ποθήσῃ τῆς τοιαύτης ἀγάπης; Ταύτην γὰρ τὴν ἀγάπην ἔδωκεν ὁ Θεὸς τῇ αὑτοῦ ἐκκλησίᾳ τοῦ κοσμηθῆναι ἀεὶ ἐν αὐτῇ τῇ ἀγάπῃ. Αὕτη ἐνέχυρον τοῦ Θεοῦ τυγχάνει ἐν τῇ ψυχῇ. Στύλος καὶ ἑδραίωμα πέφυκε ἐν τῇ ἁγίᾳ ψυχῇ. Αὕτη πάλιν ἡ ἀγάπη τὸν μονογενῆ Υἱὸν πρὸς ἡμᾶς | |
10 | κατήγαγε. Δι’ αὐτῆς τῆς ἀγάπης ἠνοίχθη ὁ παράδεισος· δι’ αὐτῆς τῆς ἀγά‐ πης ἐδέθη ὁ ἰσχυρός· δι’ αὐτῆς τῆς ἀγάπης ἡ ψυχὴ νύμφη γέγονεν ἀθανάτου Νυμφίου, ἵνα ἐνοπτρίζηται τὴν αὐτοῦ εὐπρέπειαν. Ὑπὲρ ταύτης τῆς ἀγάπης | |
ἔπαθεν ὁ ἀπαθὴς καὶ καθαρὸς Νυμφίος. Ἐκτὸς γὰρ τῆς ἀγάπης ἐὰν ἐστὶν ἡ | 393 | |
394 | ψυχή, οὐκ εὐδοκεῖ ἐν αὐτῇ ὁ οὐράνιος Δεσπότης· ἀναγκάσαι δέποτε τὴν προαίρεσιν αὐτῆς οὐ βούλεται ὁ Θεός· διὸ ἅπαξ ἔδωκεν τῇ αὐτῆς ἐξουσίᾳ πολιτεύεσθαι ἀεί, καθὼς βούλεται. Τίς ἄρα δυνηθείη καὶ τίς ἄρα ἐπαρκέσει δοξάσαι καὶ ὑμνῆσαι τὸν Θεὸν τὸν Σωτῆρα περὶ τοῦ χαρίσματος, οὗ ἐλάβο‐ | |
5 | μεν πάντες ἐκ τῆς αὐτοῦ χάριτος; Δόξα καὶ προσκύνησις τῇ αὐτοῦ εὐδοκίᾳ. Ἀκούσατε, ἀδελφοί, τῆς καλῆς συμβουλίας τῆς ἐμῆς εὐτελείας, καὶ σπουδάσωμεν ἀεί, ἕως καιρὸν ἔχωμεν, πολιτεύσασθαι ἁγνῶς καὶ ἀξίως τοῦ Θεοῦ, ἵνα Πνεῦμα Ἅγιον ἐνοικήσῃ ἐν ἡμῖν, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ πλεονά‐ σῃ ἐν ἡμῖν τοῦ ἐπιτελεῖν τὸ θέλημα αὐτοῦ πάντοτε. Μὴ οὖν ἔχωμεν, ἀδελ‐ | |
10 | φοί, πλέον ταύτης τῆς μερίμνης, τὸ πῶς ἡ ψυχὴ ἡμῶν εὑρεθῇ ἐν τῷ φωτί· μὴ δεσμεύσωμεν αὐτὴν ἔν τινι τῶν γηΐνων τῶν πραγμάτων καὶ χρημάτων· κοσμήσωμεν δὲ αὐτὴν νηστείαις καὶ εὐχαῖς, ἀγρυπνίαις καὶ δάκρυσιν, ὅπως | |
εὕρῃ ἡ ψυχὴ παρρησίαν ὀλίγην ἔμπροσθεν τοῦ βήματος τοῦ Κριτοῦ τοῦ φο‐ | 394 | |
395 | βεροῦ· ὅταν παρίσταται πᾶσα ψυχὴ ἐν φόβῳ· ὅταν γίνεται ἐκεῖ χωρισμὸς τῶν ἐκλεκτῶν ἀπὸ τῶν ἁμαρτωλῶν· ὅταν πάλιν στήκωσι πρόβατα ἐκ δε‐ ξιῶν, ἐρίφια δὲ ἐξ εὐωνύμων. Πληροφορεῖσθε, ἀδελφοί, ὅτι ἔγγιστα ἐστὶ ἡ τοῦ Κυρίου παρουσία, ἵνα δώσῃ ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ, ἀναπαύσῃ | |
5 | ἁγίους καὶ τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐν φωτὶ αἰωνίῳ, καὶ κολάσῃ ἁμαρτωλοὺς παροξύναντας αὐτόν. Μακάριος ἄνθρωπος ὁ εὑρὼν παρρησίαν ἐν τῇ ὥρᾳ ἐκείνῃ καὶ ἀκούων τῆς φωνῆς· δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, οἱ ἐκλεκτοί, κληρονομήσατε πάντες τὴν ἐμὴν βασιλείαν. Τότε ὁρῶν ἕκαστος ἑαυτὸν ἐν τῷ φωτί, κατανοεῖ ἑαυτὸν καὶ ἐννοεῖται λέγων· ἆρα αὐτὸς ἐγώ | |
10 | εἰμι; Καὶ πόθεν ἐγὼ ὧδε εὑρέθην ὁ ἀνάξιος; Προσέρχονται Ἄγγελοι μετὰ χαρᾶς μεγάλης δοξάσαι τοὺς Ἁγίους καὶ διηγοῦνται αὐτοῖς τὴν αὐτῶν πο‐ λιτείαν, ἄσκησιν, ἐγκράτειαν, ἀγρυπνίαν καὶ εὐχήν, ἑκούσιον πενίαν, ἀκτη‐ μοσύνην πᾶσαν, ὑπομονὴν ἐν δίψει, καρτερίαν ἐν πείνῃ, παραμονὴν εἰς εὐ‐ χάς, χαρὰν ἐν γυμνότητι ἕνεκεν τῆς τελείας ἀγάπης τῆς ἐν Χριστῷ· μετὰ | |
15 | χαρᾶς μεγάλης τοῖς δικαίοις λέγουσιν. Ἀποκρίνονται δὲ αὐτοῖς οἱ δίκαιοι | 395 |
396 | λέγοντες· παντελῶς ἐπὶ τῆς γῆς μιᾶς ἡμέρας ἡμῶν κατόρθωμα ἓν καλὸν οὐχ εὑρέθη ἐν ἡμῖν· πάλιν δὲ Ἄγγελοι ὑπομνῄσκουσιν αὐτοῖς τὸν τόπον καὶ τὸν καιρόν, καὶ θαυμάζοντες ἑαυτοὺς τὸν Θεὸν δοξάζουσι, βλέποντες ἐν τῷ οὐρανῷ σώματα τῶν Ἁγίων λάμποντα ὑπὲρ τὸ φῶς· ἐπειδὴ ἑκουσίως ἐθλί‐ | |
5 | βησαν ἐπὶ τῆς γῆς. Εὗρον γὰρ ἐν τῷ ἀγρῷ θησαυρὸν κεκρυμμένον καὶ πω‐ λήσαντες πάντα τὰ ὄντα ἐπὶ τῆς γῆς ἐκεῖνον ἐκτήσαντο· καὶ διὰ τῆς ὑπομο‐ νῆς ἔκρυψαν εἰς ἑαυτοὺς τὸν καλὸν μαργαρίτην καὶ ἐσθῆτα ἄσυλον. Ὀλίγος πόνος ἐστὶ τῆς ἀσκήσεως, ἀδελφοί, μεγάλη δὲ ἡ ἄνεσις· ὀλί‐ γου χρόνου ἐστὶν ὁ κόπος τῆς ἐγκρατείας, ἀλλ’ εἰς αἰῶνα αἰῶνος ἐν παρα‐ | |
10 | δείσῳ τρυφῆς ἡ ἀνάπαυσις αὐτῆς. Εἴ τις συνοῖδεν ἑαυτῷ ὅτι ἥμαρτεν Θεῷ, προθέσει χαυνωθεὶς ἥμαρτεν ἑκουσίως· ἕως οὗ καιρός ἐστιν, δακρύσῃ μετὰ πόθου, κλαύσῃ ἀδιαλείπτως, ἵνα διὰ δακρύων ἐπισπάσηται χάριν εἰς τὴν ἑαυτοῦ καρδίαν. Κτησάσθω κατάνυξιν, λουσάτω σῶμα αὑτοῦ δάκρυσι καὶ | |
στεναγμοῖς. Μεγάλη ἡ δύναμις τῶν δακρύων, ἀδελφοί· μεγάλα ἰσχύουσι | 396 | |
397 | δάκρυα κατὰ Θεόν. ὅταν τις εὐχόμενος Θεὸν ἐνοπτρίζεται ἐν τῇ ἑαυτοῦ καρ‐ δίᾳ. Βούλομαι, ἀγαπητοί, διηγήσασθαι ὑμῖν δύναμιν τῶν δακρύων. Ἄννα διὰ προσευχῆς ἔλαβεν τὸν Σαμουὴλ τὸν προφήτην, ὕψωμα καὶ καύχημα εἰς | |
5 | τὴν αὑτῆς καρδίαν. Γυνὴ δὲ ἁμαρτωλὸς ἐν οἴκῳ τοῦ Σίμωνος παρὰ Κυρίου ἔλαβεν ἁμαρτιῶν ἄφεσιν κλαίουσα καὶ βρέχουσα ἁγίους αὐτοῦ πόδας. Κα‐ τάνυξις, ἀδελφοί, ἴαμα ψυχῆς ἐστίν· ἁμαρτιῶν ἄφεσιν προξενεῖ ἡμῖν. Κατά‐ νυξις, ἀδελφοί, Υἱὸν μονογενῆ ἐνοικίζει ἐν ἡμῖν, ὅταν αὐτὸν ποθοῦμεν. Κα‐ τάνυξις, ἀδελφοί, τὸ Πνεῦμα τὸ Ἅγιον ἐπισπᾷ πρὸς τὴν ψυχήν. | |
10 | Πληροφορεῖσθε, ἀδελφοί, οὐκ ἔστιν ἐπὶ τῆς γῆς γλυκύτερον τῆς χαρᾶς ἐκ τῆς κατανύξεως. Ἆρα ἔχετε πεῖραν δακρύων, ὦ ἀδελφοί; Ἐφωτίσθη τις ὑμῶν εἰς τὴν χαρὰν ἐκείνην δακρύων κατὰ Θεόν; Εἴ τις ὑμῶν πειραθεὶς καὶ γλυκανθεὶς εὐχόμενος ποθεινῶς ὑψώθη ἀπὸ τῆς γῆς, ἐν τῇ ὥρᾳ ἐκείνῃ γέγο‐ νεν ὅλος αὐτὸς ἔξωθεν τοῦ σώματος· ἔξωθεν τοῦ αἰῶνος τούτου ὅλος γίνε‐ | |
15 | ται· οὐκέτι ἐπὶ τῆς γῆς τυγχάνει. Ὁ τοιοῦτος Θεῷ διαλέγεται, ἐν Χριστῷ | 397 |
398 | φωτίζεται. Μέγα θαῦμα, ἀδελφοί! Ἄνθρωπος ὁ χοϊκὸς Θεῷ διαλέγεται ἐν τῇ αὐτοῦ προσευχῇ· ἅγια καὶ καθαρὰ δάκρυα κατὰ Θεὸν σμήχουσιν ἀεὶ ψυ‐ χὴν ἀπὸ τῶν ἁμαρτιῶν, καθαρίζουσιν αὐτὴν ἀπὸ τῶν ἀνομιῶν· δάκρυα κα‐ τὰ Θεὸν παρρησίαν δίδωσι πάντοτε πρὸς τὸν Θεόν. Οὐκ ἰσχύουσί ποτε οἱ | |
5 | ῥυπαροὶ λογισμοὶ πλησιάσαι τὴν ψυχήν, ἔχουσαν κατάνυξιν πάντοτε κατὰ Θεόν. Τί ἀνώτερον ἄρα τῆς γλυκύτητος αὐτῆς; Τί ἀντάξιον ἄρα τοῦ μακα‐ ρισμοῦ αὐτῆς, ὅταν αὐτὸν τὸν Θεὸν ἐνοπτρίζεται ψυχὴ προσευχομένη αὐτῷ; Ὅταν ποθεῖ ἡ ψυχὴ τὸν Θεόν, ὦ ἀδελφοί, αὐτὸν θεωρεῖ ἀεὶ ἐν τῇ αὐτῆς προσευχῇ καὶ εἰς αὐτὸν μελετᾷ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ. Θησαυρὸς ἀσύλητός | |
10 | ἐστιν ἡ κατάνυξις. Ἀνεκλαλήτῳ χαρᾷ ἀγάλλεται ἡ ψυχὴ ἔχουσα κατάνυξιν· κατάνυξιν δὲ λέγω οὐχὶ μιᾶς ἡμέρας, ἀλλὰ τὴν γινομένην ἐν νυκτὶ καὶ ἡμέ‐ ρᾳ καὶ μέχρι τέλους. Πηγὴ καθαρά ἐστιν ἡ κατάνυξις ἀρδεύουσα τῆς ψυχῆς τὰ καρποφόρα φυτά· φυτὰ δὲ καρποφόρα τὰς ἀρετὰς δὴ λέγω καὶ τὰ κα‐ τορθώματα, ἀρδευόμενα ἀεὶ δάκρυσι καὶ προσευχαῖς. Φύτευσον φυτὰ καρ‐ | |
15 | ποφόρα εὐθαλῆ ἐν τῇ ψυχῇ σου ἀεί. Ἄρδευσον αὐτὰ πάλιν δάκρυσιν εὐχόμε‐ | 398 |
399 | νος. Φυτὰ ἀρδευόμενα δάκρυσι καὶ προσευχαῖς καρπὸν φέρει εὐθαλῆ, χρησι‐ μεύοντα ψυχῇ καὶ ἐκλεκτά. Ὡραῖα ἔσονταί σου τὰ φυτά, ἀδελφέ, δάκρυσιν εὐχόμενος, ἵνα ἀρδευόμενα αὐξάνῃ, καρποφορῇ ἡμέραν καθ’ ἡμέραν. Μὴ γί‐ νου μιμητὴς χαύνου καὶ ἁμαρτωλοῦ, λέγοντος καθ’ ἑκάστην, ποιοῦντος δὲ | |
5 | οὐδέποτε· ῥᾳθύμου τῇ προθέσει, μὴ ἔχοντος καθαρὰν εὐχήν, ἢ κατάνυξιν· γινώσκοντος ἑαυτὸν πάντοτε ἁμαρτωλὸν καὶ φοβούμενον ἀεὶ τὴν κόλασιν· ἀπολογίαν ὅλως μηδεμίαν ἔχοντος περὶ πλημμελημάτων τῆς αὐτοῦ χαυνό‐ τητος. Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί μου ὅσιοι, φοβούμενοι τὸν Θεὸν καὶ | |
10 | ποιοῦντες πάντοτε τὰ αὐτῷ ἀρεστά, πρεσβεύσατε πρὸς αὐτὸν ὑπὲρ ἐμοῦ οἰ‐ κτροῦ, ἵνα ἔλθῃ ἐπ’ ἐμοὶ ἡ ἁγία αὐτοῦ χάρις διὰ τῶν ὑμῶν εὐχῶν καὶ σωθῇ μου ἡ ψυχὴ ἐν τῇ ὥρᾳ ἐκείνῃ τῇ φοβερᾷ καὶ μεγάλῃ, ὅταν ἔλθῃ ὁ Χριστὸς ἀποδοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. Δόξα τῷ μόνῳ Θεῷ, ἀθανάτῳ, ἁγίῳ, ἀχράντῳ καὶ φοβερῷ, ἀγαθῷ | |
15 | καὶ εὐσπλάγχνῳ, τῷ κινήσαντι ἡμῶν γλῶσσαν διὰ χάριτος τοῦ μελῳδῆσαι | |
ῥήματα κρίσεως καὶ ἀγάπης καὶ κατανύξεως, πρὸς οἰκοδομὴν τῆς ψυχῆς, | 399 | |
400 | φωτισμὸν τῆς καρδίας, διανοίας ὄφελος· ἵνα πᾶσα ψυχὴ μελῳδοῦσα αὐτά, γλυκανθεῖσα ἑλκυσθῇ εἰς ζωὴν αἰώνιον. Ἀμήν. Διὸ οἱ εἰς αὐτὸν πιστεύοντες ἐν ἀληθείᾳ καὶ συγκληρονόμοι αὐτοῦ βουλόμενοι γενέσθαι, ἵν’ ὥσπερ αὐτὸς διὰ πολλῶν ἐσχάτων, ἀποθανὼν ἐπὶ | |
5 | σταυροῦ, ἐνίκησε καὶ ἐθανάτωσε καὶ κατέκρινε τὴν ἁμαρτίαν διὰ τῆς σαρ‐ κός, καταργήσας τὰς ἀντικειμένας δυνάμεις, ἀποδησάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐπὶ τοῦ σταυροῦ, ἐδειγμάτισε θριαμβεύσας αὐτὰς ἐν αὐτῷ. Οὕ‐ τως καὶ ἡμεῖς πᾶσαν ἐπανάστασιν καὶ θλῖψιν τοῦ Πονηροῦ γενναίως καὶ προθύμως, καὶ ἕως θανάτου ἐλθόντες, ἐὰν ὑπομείνωμεν, τότε νικήσομεν τὸν | |
10 | ἀντικείμενον διὰ πίστεως καὶ ὑπομονῆς καὶ τῆς εἰς τὸν Κύριον ἐλπίδος. Καὶ οὕτως δόκιμοι εὑρεθέντες, καὶ ἐντεῦθεν τῆς αὐτῆς ἀπολυτρώσεως καταξιώ‐ μεθα καὶ τοῦ ἁγιασμοῦ τοῦ πνεύματος τηρώμεθα καὶ τῆς ἐκεῖθεν αἰωνίου | |
ζωῆς κληρονόμοι γενώμεθα. Εἰς γὰρ τὸν πνευματικὸν ἀγῶνα ἡ κατὰ τοῦ | 400 | |
401 | ἀντικειμένου νίκη διὰ παθῶν καὶ θανάτου γίνεται. Πάσχοντες καὶ θανατού‐ μενοι διὰ τὸν Κύριον προθύμως, νικήσομεν τὸν ἀντικείμενον. Διὸ πᾶσαν θλῖ‐ ψιν καὶ πειρασμοὺς μὴ ἐπιπόνους καὶ σκληροὺς ἡγεῖσθε, ἀλλ’ εὐκαίρους, καὶ ὑπομένειν πᾶσαν τοῦ Πονηροῦ ἐπανάστασιν τὸν τοῦ Κυρίου θάνατον ἐν ἐπι‐ | |
5 | θυμίᾳ πάντοτε πρὸ ὀφθαλμῶν ἔχοντες. Καὶ καθὼς εἴρηται ὑπὸ τοῦ Κυρίου, καθ’ ἡμέραν τὸν σταυρὸν αἴροντες, ὅ ἐστι θάνατος, καὶ ἀκολουθήσωμεν ὀπί‐ σω αὐτοῦ. Καὶ οὕτως εὐκόλως ὑπομείνωμεν πᾶσαν θλῖψιν, ἤτοι κρυπτήν, ἤ‐ τοι φανεράν. Εἰ γὰρ θάνατον ὑπὲρ τοῦ Κυρίου ὑπομένειν προσδοκῶμεν καὶ πρὸ ὀφθαλμῶν ἔχωμεν πάντοτε ἐπιποθοῦντες, πόσῳ μᾶλλον οἵας θλίψεις | |
10 | βαρείας εὐχερῶς καὶ εὐκόλως μετὰ χαρᾶς ὑπομείνωμεν; Διὰ τοῦτο γὰρ βα‐ ρείας καὶ φορτικὰς τὰς θλίψεις ἡγούμεθα ἀνυπομονήτως ἔχοντες, ἐπειδὴ τὸν τοῦ Κυρίου θάνατον πάντοτε πρὸ ὀφθαλμῶν οὐκ ἔχομεν, καὶ ἐν αὐτῷ ἡ διά‐ νοια πάντοτε οὐκ ἐπιποθεῖ. Καὶ γὰρ οἱ Χριστὸν ἀγαπῶντες, ἐν τούτῳ φαί‐ νονται, ὅταν πᾶσαν θλῖψιν ἐπερχομένην αὐτοῖς γενναίως καὶ προθύμως ὑπο‐ | |
15 | μείνωσι διὰ τὴν εἰς Χριστὸν ἐλπίδα. Παρακαλέσωμεν τοίνυν τὸν Κύριον | 401 |
402 | δοῦναι ἡμῖν σύνεσιν εἰς τὸ γνωρίζειν τὸ αὑτοῦ θέλημα καὶ προθύμως ἐπιτε‐ λεῖν ἐν πάσῃ ὑπομονῇ καὶ μακροθυμίᾳ, μετὰ χαρᾶς ἣν αὐτὸς ἡμῖν χαρίση‐ ται, δυναμώσας ἡμᾶς εἰς πᾶσαν εὐαρέστησιν· ἵνα δόκιμοι καὶ ἄξιοι αὐτοῦ εὑρεθέντες, σωτηρίας αἰωνίου τύχωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. | |
5 | ᾯ ἡ δόξα καὶ τὸ κράτος καὶ ἡ δύναμις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 402 |