TLG 4138 032 :: EPHRAEM SYRUS :: De morbo linguae et prauis affectibus EPHRAEM SYRUS Theol., vel Ephraem Graecus De morbo linguae et prauis affectibus Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 2 Rome (1732) 279c–289c. Citation: Page — (line) | ||
363(t) | Περὶ γλωσσαλγίας καὶ παθῶν | |
1 | Ἐσπαρμέναι εἰσὶν αἱ ἀναπαύσεις πᾶσαι ἐν πάσῃ τῇ ἀνθρωπότητι, ὅ‐ πως ὁ ἄνθρωπος συνεχῶς κινήσῃ τὸν ἀγῶνα ἐν τῇ διανοίᾳ. Ἔστι τις ἡδόμε‐ νος τῇ ἀσωτίᾳ καὶ ἀποστρεφόμενος τὴν μοιχείαν· ἔστι τις μεταδιώκων τὸν τύφον καὶ φεύγων τὴν κλοπήν· ἔστι τις ἡττώμενος τῇ φιλαργυρίᾳ καὶ κατα‐ | |
---|---|---|
5 | φρονῶν καλλωπισμοῦ, καὶ ὢν ἐντὸς τῆς γαστριμαργίας. Ἔστι τις φιλῶν τὸν οἶνον καὶ μισῶν τὴν ἀλαζονείαν· ἔστι τις ἀπεχόμενος τῆς μοιχείας καὶ ἔχων κατὰ ψυχὴν κεκρυμμένην εἰρωνείαν· ἔστι τις κακήγορος καὶ φεύγων τὸν καλλωπισμόν· ἔστι τις ὑψηλότερος πταίσματος ἑνὸς καὶ ἐν ἑτέρῳ βεβύθισται ὅλως· ἔστι τις ἑνὸς μώμου ἐκτὸς καὶ ἐν ἄλλῳ ἐσπίλωται καθόλου· ἔστι τις | |
10 | μιᾶς παγίδος λελυτρωμένος καὶ ἐν ἑτέρῳ βορβόρῳ τέθαπται· ἐπειδὴ ἄπειρόν | 363 |
364 | ἐστι τὸ μέγεθος τῶν ἁμαρτημάτων, καὶ καταλαμβάνεται διὰ βραχύτητος· ἑκάστου γὰρ μεγάλου ἡ ἐνέργεια γνωρίζεται διὰ μικροῦ γεύματος. Ἡνίκα ὁ Ἐχθρὸς δεσμεῦσαι βούλεται τὸν ἄνθρωπον, ἐν ταῖς ἐπιθυμίαις, αἷς ἥδεται, αὐτὸν δεσμεύει, ὅπως ἡδόμενος τοῖς δεσμοῖς μηδέποτε ἑαυτὸν βουληθῇ λῦ‐ | |
5 | σαι. Πανοῦργος γὰρ ὢν ὁ δεσμεύων ἡμᾶς, ἐπίσταται σαφῶς ἐν ποίῳ καὶ πῶς ἡμᾶς δήσει. Ἐὰν γὰρ δήσῃ τινὰ ἐν τοῖς ἀκουσίοις δεσμοῖς θᾶττον διαρ‐ ρήσσων ὁ νοῦς τοὺς δεσμοὺς φεύγει ὀξέως. Ἕκαστον οὖν δεσμεύει ἐν ᾧ ἥδεται καὶ ἐν ᾧ ἀναπαύεται· ἐξουσίαν γὰρ ἔχει ἡ ἡμετέρα διάνοια ἀφελεῖν ἀφ’ ἑαυτῆς τοὺς δεσμούς· νυνὶ δὲ δεδε‐ | |
10 | μένοι χαίρομεν, καὶ πεπεδημένοι τετυφώμεθα· ὁ γὰρ δεδεμένος τῇ βασκα‐ νίᾳ, ἐπειδὴ τῇ μοιχείᾳ οὐ δέδεται, νομίζει ἑαυτὸν ἄδετον εἶναι· καὶ ὁ δεδε‐ μένος τῇ συκοφαντίᾳ, ἐπειδὴ οὐκ ἐδέθη τῇ κλοπῇ, νομίζει μὴ δεδέσθαι πώ‐ ποτε· λανθάνει ἕκαστος τοὺς δεσμοὺς τοὺς ἰδίους καὶ ἀγνοεῖ τὰς παγίδας τὰς παρακειμένας αὐτῷ· καὶ ὑπομένουσιν οὗτοι τῶν μεθυστῶν τὴν ἄγνοιαν· | |
15 | δεδεμένος γὰρ ὢν ὁ μεθυστὴς ἀγνοεῖ, ὅτι δέδεται· τῷ γὰρ οἴνῳ ἐπιλανθάνε‐ | 364 |
365 | ται τῶν δεσμῶν καὶ τῇ μέθῃ οὐχ ὁρᾷ τὰς περὶ αὐτὸν παγίδας. Ὁ δὲ φιλάνθρωπος Δεσπότης τοῦτον βούλεται ὥσπερ διὰ προφάσεων διαφόρως τὸν ζυγὸν ἐπιτιθέναι πᾶσι· μερίσας γὰρ κατεμέρισεν ἑκάστου τὸ φορτίον κατὰ τὴν οἰκείαν δύναμιν. Ἐν τῷ καιρῷ οὖν ἐν ᾧ κατεσκευάσθη ἡ | |
5 | σκηνὴ ἐπὶ τῶν Ἑβραίων κοινωνίαν σωτηρίας προσέταξε μεταξὺ πλουσίων καὶ πενήτων, ὅπως ἕκαστος κατὰ δύναμιν τὴν καρποφορίαν προσαγάγῃ. Εἰ προσήγαγέ τις χρυσόν, ἄλλος προσήγαγε μαργαρίτας καὶ ἕτερος λίθους πο‐ λυτίμους· πένης προσήγαγε τρίχας καὶ ἕτερος δέρματα βεβυρσευμένα· ἡ πλουσία δέδωκε σηρικοῦν καὶ ἡ χήρα ἔριον βαπτόν· καὶ διὰ πλουσίων καὶ | |
10 | πενήτων πᾶσα ἡ κατασκευὴ γεγένηται τῆς σκηνῆς, καὶ κοσμηθεῖσα ὑπὸ πάντων ἅπαντας κατεκόσμησεν. Προσεδέξατο γὰρ ὁ Κύριος παρ’ ἑκάστου τὰς εὐχὰς πλουσίων τε καὶ πενήτων, δεῖξαι βουλόμενος, ὅτι καθάπερ προσε‐ δέξατο τὰ παρ’ ἑκάστου κατὰ δύναμιν εἴδη πρὸς τὴν κατασκευὴν τῆς σκη‐ | |
νῆς, οὕτως παρ’ ἑκάστου τῆς οἰκείας πράξεως ἁρμοζόντως προσδέχεται τὰς | 365 | |
366 | εὐχὰς ἀπροσωπολήπτως. Βούλεται οὖν ὁ Δεσπότης δι’ ἀφορμῶν ποικίλων ὁδηγῆσαι ἡμᾶς πρὸς σωτηρίαν. Τεχνάζεται γὰρ ὁ Ἐχθρὸς ὡσαύτως διὰ προφάσεων διαφόρων ἀναιρεῖν· καὶ καθάπερ ὁ λῃστὴς ἐν ἑνὶ λόγῳ τῆς ἐξο‐ μολογήσεως πολίτης γέγονε τοῦ παραδείσου, οὕτως δι’ ἑνὸς λόγου βλασφη‐ | |
5 | μίας ἀπολλύμενός τις ἔνοχος γίνεται γεέννης. Λεπρὰ γέγονεν ὡς χιὼν [οὖσα] ἡ Μαριάμ, ἵνα καταγνωσθῇ ἐν ἑνὶ λό‐ γῳ κακηγορίας. Καὶ εἰ Μαριὰμ προφῆτις οὖσα δίκην δέδωκε τῆς γλωσσαλ‐ γίας, τί ἡλίκον ἆρα τὸ εἶδος τῆς τιμωρίας τοῖς ἀδιαφόρως κεχρημένοις τῇ βλασφημίᾳ; Καὶ τὸ ὂν λαλησάσης τῆς Μαρίας ἀπεδοκιμάσθη ἡ ἀλήθεια, | |
10 | διότι μετὰ κακηγορίας ἔφρασεν· ὡσαύτως ἐὰν χρήσηταί τις δικαίως τῇ κακηγορίᾳ, ἡ δικαιοσύνη αὐτοῦ ἀδικίας μεστὴ γέγονεν. Ἢ γὰρ ἔλεγξον δι‐ καίως ἢ μὴ λάθρα κακηγορήσῃς· ἢ ἐπιτίμησον μετὰ παρρησίας ἢ μὴ συ‐ σκευάσῃς ἐν τῷ λανθάνοντι. Ἐξουθενεῖται γὰρ ἡ δικαιοσύνη, ὅταν συγκεκέ‐ ρασται αὐτῇ ἡ τῆς δολιότητος φαυλότης, καθάπερ ἀποδοκιμάζεται ἡ ἁγιω‐ | |
15 | σύνη, ἐὰν συμπλακῇ αὐτῇ ἡ ἀκαθαρσία· ἐξουθενεῖται ἡ ἁγνεία, ἐὰν συναφθῇ | 366 |
367 | αὐτῇ ἡ λαγνεία· ἐξουθενεῖται καὶ ἡ πίστις, ἐὰν προσέχῃ ταῖς μαντείαις· ἐξουθενεῖται ἡ εὐποιΐα, ἐὰν ἔχῃ τὴν ὑπερηφανίαν· ἐξουθενεῖται ἡ ὁμόνοια, ἐὰν ὀφθῇ παρ’ αὐτῇ εἰρωνεία· ἐξουθενεῖται καὶ ἡ νηστεία, ἐὰν ἔχῃ τὴν κατα‐ λαλιάν· ἐξουθενεῖται καὶ ἡ ἀγάπη, ἐὰν τετάρακται τῷ ζήλῳ. | |
5 | Προσεσχηκὼς τοῖς φυσικοῖς μάνθανε παρ’ αὐτῶν τὰ γεγραμμένα. Τῆς ἀληθείας τὸ κάλλος ἄμορφόν ἐστιν, ἡνίκα ἥπλωται ἐπάνω φαυλότητος, καὶ ἡ τροφὴ φονεὺς τυγχάνει, ἐὰν ἔχῃ κεκρυμμένον τὸ κώνειον. Κεκοίνωται παρ’ ἡμῖν τὸ καθαρὸν κρέας, διότι μολύνεται διὰ τῶν θυσιῶν. Ἀναγκαῖον οὖν ἡμᾶς διὰ τῶν φανερῶν συνιέναι τὰ ἀφανῆ. Διὰ Μαρίας ζωγραφήσας | |
10 | ἐδίδαξεν ἡμᾶς τὴν ὑπόθεσιν τῆς ἀληθείας· λεπρὸν γὰρ γέγονεν αὐτῆς τὸ σῶ‐ μα προφανῶς, ἐπειδὴ πάσῃ τῇ ψυχῇ ἥμαρτεν ἀφανῶς. Διὰ τῆς βλάβης τῆς φανείσης ἔγνω τὴν βλάβην, ἣν ὑπέμεινε λεληθότως· διὰ τῆς ἀειδεστάτης λέπρας ἐδιδάχθη, ὅσον κακὸν καὶ μεμισημένον ἡ κακηγορία, καὶ γέγονε τὸ ἐμφανὲς σῶμα κάτοπτρον τῆς ἔνδον καὶ ἀφανεστάτης ψυχῆς· διὰ τῆς δια‐ | |
15 | φθορᾶς τῆς σαρκὸς κατηχήθη γνῶναι, πῶς διαφθείρεται καρδία φιλοῦσα τὴν | 367 |
368 | κακολογίαν, καὶ διὰ τοῦ ἔξωθεν ἀνθρώπου συνῆκε τὸν ἔνδον αὐτῆς ἄνθρω‐ πον. Ὅτι καθάπερ κατεμερίσθη κατὰ τοῦ ἀδελφοῦ αὐτῆς, οὕτω κατεμερίσθη καὶ ἀπ’ αὐτῆς τὸ ἴδιον αὐτῆς σῶμα, ὅπως αὐτὴ δι’ αὑτῆς μάθῃ τὴν ἀγάπην. Μάθωμεν καὶ ἡμεῖς δι’ αὐτῆς τὴν ὁμόνοιαν καὶ γνῶμεν ὅτι, καθὼς ᾐδέσθη | |
5 | αὕτη τοῦ σώματος αὐτῆς ἀλλοιουμένου, οὕτως καὶ τὸ θεῖον δυσχεραίνει πρὸς τὸ δισσῶς ἔχειν κατὰ τοῦ ἰδίου ἀδελφοῦ. Καὶ τούτου χάριν ἀλλοιοῦται τὸ σῶμα τοῦ ἀνθρώπου ἐν διαφόροις πάθεσι. Γίνεται παρ’ αὐτῷ ἀντίπαλα τὰ μέλη, διότι γίνεται αὐτὸς περὶ τοὺς φίλους ἐναντίος, ὅπως διὰ τῆς τοῦ σώματος ἐναντιώσεως μάθῃ κτήσασθαι ὁμόνοιαν καὶ εἰρήνην πρὸς τοὺς | |
10 | ἑταίρους. Θρύλος σφοδρὸς γέγονε τῇ παρεμβολῇ· Μαρία ἀθρόως ὀφθεῖσα περιβολὴν ἔχουσα τὴν λέπραν, ἐπειδὴ ἠκόνησε γλῶσσαν κατὰ τοῦ ἐπιεικοῦς, τὰ ὑπὲρ αὐτῆς εὐξαμένου. Ὁ δίκαιος ἐκδικητὴς ἀπῄτησεν εὐθύνας ἀπὸ τῆς κακηγορίας τῆς προφήτιδος. Οὐ τέρπεται γὰρ ὁ δίκαιος τῇ κακηγορίᾳ, ᾗ | |
σχολάζειν ἥδονται οἱ ἄφρονες. | 368 | |
369 | Ποιήσας ὁ Μωυσῆς πάμπολλα σημεῖα καὶ τέρατα, ἵνα βραχὺ ὀλισθήσῃ αὐτοῦ ἡ γλῶσσα, ἐξέπεσε τῆς γῆς τῆς ἐπαγγελίας. Ἡ μεγάλη θάλασσα καὶ φοβερὰ οὐκ ἴσχυσε κωλύσαι τὴν ὁδὸν ἐνώπιον αὐτοῦ, φωνὴ δὲ βραχεῖα ἀδί‐ κως ἐπισχοῦσα τεῖχος αὐτῷ γέγονε τοῦ μὴ ὑπερβῆναι. Εἰ τὸν Μωυσέα, τὸν | |
5 | θεὸν γενόμενον, εἷς λόγος ἀπεστέρησε τῆς γῆς τῆς ἐπαγγελίας, πόσῳ μᾶλ‐ λον στερήσει τῆς βασιλείας ἠκονημένη καὶ ἐκτεταμένη ἡμετέρα γλῶσσα; Τὸ ἅγιον πῦρ κατέφλεγε τοὺς ἱερεῖς τοὺς δικαίους, τοὺς ὄντας ἐντὸς ἁγιωσύνης, ἐπειδὴ ταῖς πράξεσιν ἅγιοι γενόμενοι τοῖς ῥήμασιν ἐμολύνθησαν. Εἰ οἱ τοιοῦτοι καὶ τηλικοῦτοι τοιαῦτα πεπόνθασι, πῶς καταφρονεῖ ἡ ἡμετέρα | |
10 | γλῶσσα; Διὸ παυσώμεθα τοῦ λοιδορεῖν τοὺς ἀδελφοὺς ἡμῶν. Ἡ γῆ τότε καταλιποῦσα τοὺς ἐναγεῖς καὶ ἀκαθάρτους, κατέπιε τοὺς γλωσσάλγους. Ἡ θάλασσα τοὺς Αἰγυπτίους κατέπιε καὶ ἡ γῆ τοὺς μαχίμους. Ἐπὶ τοῦ λιμοῦ ῥῆμα ἀπεφθέγξατο ὁ στρατηγός, καὶ τοῦ ῥήματος ἔδωκε δίκην ἀξίαν, κατα‐ | |
πάτημα τοῦ λαοῦ ἐν τῇ πύλῃ γενόμενος· ἐπὶ ταύτῃ ἐγγυτάτῳ κρίσει | 369 | |
370 | βεβαιωθήσεταί σοι ἡ μέλλουσα κατὰ τὸν λόγον τοῦ Σωτῆρος ὃν εἶπεν, ὅτι καὶ ὑπὲρ λόγου ἀργοῦ δίκην τις δώσει. Διὰ ποικίλων οὖν ὑποθέσεων κατέχεται τὸ ἄθλιον γένος παρὰ τῷ Ἐχθρῷ. Ἔστι κατεχόμενος ὡς χρεωφειλέτης, καὶ ἔστιν ἑλκόμενος ὡς | |
5 | ἐγγυητής· καὶ γὰρ ἡ φύσις ἡμᾶς αὐτὴ διδάσκει, ὅτι προφάσει τις τοῦ ἑταί‐ ρου ἀπόλλυται· καὶ αὐτὸς μηδὲν χρεωστῶν χρεωφειλέτου οὐκ ἔλαττον βεβύ‐ θισται· καὶ ὑπόδειγμά ἐστι τοῦτο τῆς ὀφειλῆς δικαίων καὶ ἀδίκων. Ἐν γὰρ τοῖς ἰδίοις ὁ δίκαιος ἀθῶός ἐστι καὶ ἐν τοῖς ἀλλοτρίοις ἔνοχος εὑρίσκεται. Τὶς γὰρ ἀληθοῦς ἐξηγήσεως ἐπὶ αὐτοῦ λεγομένης, ἐάν τις γελάσας αὐτὴν | |
10 | κατηγορήσῃ, καὶ ἡδὺ γένηται τῷ δικαίῳ σιωπῆσαι, ἡ σιωπὴ αὐτοῦ ὑπεύθυ‐ νον αὐτὸν ἐποίησε τῆς κακηγορίας. Ἀκούσας γὰρ καὶ μὴ ἐπιτιμήσας ἐμαρ‐ τύρησε τὸ κακῶς ῥηθὲν ὡς καλόν· πείσει δέ σε περὶ τούτων ἡ ἐξουσία τῶν κρατούντων μεγιστάνων. Ἐὰν γὰρ συμβῇ τινα δικαίως λέγειν κακὸν τὸν ἡμαρτηκότα βασιλέα, οὐ φέρει τις τῶν παρισταμένων ἀκροᾶσθαι τὰ λεγόμε‐ | |
15 | να κατὰ βασιλέως. Εἰ δὲ ἀνάσχοιτο στῆναι καὶ ἀκοῦσαι, μία ὑπάρχει κατὰ | 370 |
371 | ἀμφοτέρων τιμωρία ἐκφερομένη· καὶ ὁ μὲν φονεύεται ἐκ τῆς γλώττης, ὁ δὲ ἐκ τῆς ἀκοῆς. Ἐξηγεῖταί τινα ὁ κλέπτης καὶ κλίνεις τὸ οὖς σου πρὸς αὐτόν, καὶ τὸν θάνατον, ὃν ἐκφέρει διὰ τοῦ στόματος, ὑποδέχεται ὁ κόλπος τῆς σῆς ἀκοῆς· | |
5 | καὶ τὴν πικρὰν ζύμην τοῦ ψεύδους λαβών, ἐφύρασας αὐτὴν ἐν σεαυτῷ. Πό‐ θεν ἔσχεν εἰσαγωγὴν ὁ θάνατος, τοῦ ὄφεως λαλήσαντος πρὸς τὴν Εὔαν, εἰ μὴ δι’ ἀκοῆς, δι’ ἧς πέφυκεν εἰσέρχεσθαι ἡ φονεύτρια; Δύναται γὰρ ὁ πονη‐ ρὸς ἀναιρεῖν τὸν σιγῶντα διὰ τοῦ λαλοῦντος, καὶ τὸν ἀδυνάτως ἔχοντα θα‐ νεῖν διὰ τοῦ στόματος σφάζει διὰ τοῦ ὠτός, καὶ τὸν τῇ πράξει ἀθῶον φο‐ | |
10 | νεύει τοῖς λογισμοῖς. Τῶν δαιμόνων φραζόντων τὴν ἀλήθειαν, οὐκ ἠνέσχετο ὁ Σωτὴρ λαλῆσαι· οὐ γὰρ εὐδόκησεν ὁ ἀληθινὸς δι’ αὐτῶν πιστευθῆναι, ἀλ‐ λὰ κηρυχθῆναι τὸ ἀληθινὸν κήρυγμα διὰ τῶν ἀληθινῶν κηρύκων. Οἱ Ἀπό‐ στολοι διατί οὐκ ἠδυνήθησαν ἀκοῦσαι τοῦ ἐγκωμιάσαντος αὐτοὺς δαίμονος; | |
Ἵνα μὴ ἡ πικρὰ φωνὴ καταβληθῇ εἰς τὴν καθαρὰν ἀκοήν. Εἰ τὰ ἐγκώμια | 371 | |
372 | τοῦ Διαβόλου ὡς βλάβην μεγίστην ἔφυγον οἱ Ἅγιοι, τίς ἀγαπήσει τὴν κα‐ κηγορίαν; Πέφυκε γὰρ ὁ παμποίκιλος τῷ προσώπῳ διὰ τῆς ἀληθείας ἀπα‐ τᾶν τὸν ἀνεχόμενον· τούτου χάριν ὁ Σωτὴρ τὴν μετὰ ἀληθείας φωνὴν τῶν δαιμόνων οὐκ ἀπεδέξατο. | |
5 | Ἀπὸ μιᾶς βροχῆς ποτίζονται βοτάναι κακαί τε καὶ ἀγαθαί. Ἴσως καὶ ὁ καλὸς ὑετὸς τῇ φύσει ἐνεργεῖ τῇ τῶν βοτανῶν κακίᾳ καὶ ὄφις ἐσθίων γλυ‐ κύτητα μεταβάλλει αὐτὴν παραχρῆμα εἰς πικρότητα· ἐὰν δὲ αὐτὴν μεταπέμ‐ ψῃ εἴς τινα, οὐαὶ τῷ ὑποδεχομένῳ. Οὕτω καὶ ἐκ τῆς ἀληθείας τὸ ψεῦδος πέμπεται, κώνειον θανάτου πεπληρωμένον· πικρία γὰρ χαλεπὴ λανθάνει ἐν | |
10 | τοῖς ἡδυτάτοις αὐτοῦ λόγοις. Ἔστω οὖν τούτῳ ὑπόδειγμα ὁ ὄφις, γλυκάνας αὐτοῦ τὴν γλῶσσαν πρὸς τοὺς ἁπλουστέρους. Πληροφορήσει δέ σε περὶ τού‐ του ἡ κατὰ τὸν Ἰσκαριώτην ὑπόθεσις, πῶς ἐν τῷ φιλήματι τοῦ στόματος καὶ ἐν τῇ εἰρηνικῇ γλώσσῃ κρύψας τὸν δόλον κατεσκεύασε προδοσίαν κατὰ τοῦ καρδιογνώστου Δεσπότου. Καὶ εἰ πρὸς τὸν δημιουργὸν τοιοῦτος ὤφθη ὁ | |
15 | ψεύστης, πρὸς σὲ πηλίκος γενήσεται, ὦ ἄφρον; Τίς τοῦ ψεύστου μιαρώτερος, | 372 |
373 | εἰ μὴ ὁ προθύμως ἀκροώμενος τῶν ὑπ’ αὐτοῦ λεγομένων; Παρέδωκεν ἑαυ‐ τὸν ὁ Σωτὴρ τῷ θανάτῳ, καὶ οὐ παρέδωκε τὴν ἀκοὴν ἑαυτοῦ τῇ φωνῇ τοῦ ψεύστου· ἀνοίξας αὐτοῦ τὸ στόμα ὄξος μετὰ χολῆς ἐδέξατο, καὶ τὸ οὖς ῥῆ‐ μα οὐκ ἐδέξατο τοῦ μιαροῦ. Δέδωκεν αὐτοῦ τὸ στόμα, ἵνα φιλήσῃ ὁ προδό‐ | |
5 | της, καὶ ἀπόκρισιν οὐ παρέσχε τῷ ἀπατεῶνι. Δίδου τὸ στόμα σου τῷ ψεύ‐ στῃ φιλῆσαι, καὶ μὴ ἐκδῷς αὐτῷ τὴν σὴν ἀκοήν· τὸ γὰρ στόμα σου, ἐὰν δῷς αὐτῷ, τὸ φίλημα αὐτὸν κατακρινεῖ· τὸ δὲ οὖς ἐὰν δῷς, φονεύσει σε ἡ τῶν ῥημάτων αὐτοῦ γεῦσις. Βέλτιον αὐτοῦ ποιήσεις, ἐὰν ἐκφύγῃς τὴν ὀσμὴν καὶ τὸ γεῦμα τοῦ κωνείου. Καὶ τὸν μὲν καπνὸν φεύγεις ὀξέως, τοῦ δὲ ψεύ‐ | |
10 | στου ἀκούεις ἡδέως· παραιτῇ τὴν δυσωδίαν, καὶ καθέζῃ παρὰ τὸν κατήγο‐ ρον. Ἕκαστον τῶν μελῶν ὀφείλεις δεόντως φυλάξασθαι ἀπὸ τῶν βλαβερῶν. Ἐὰν ἀθῶόν σου τὸ σῶμα ὑπάρχει ἀπὸ πορνείας, φεῖσαί σου τοῦ στόματος ἀπὸ καταλαλιᾶς· μὴ δυνάμενον γὰρ τὸ στόμα μοιχεῦσαι, δύναται ψεύσασθαι | |
καὶ συκοφαντῆσαι. Ἐάν σου μέλος ἀθῶον ᾖ καὶ τὸ ἕτερον ὑπεύθυνον, ὅλος | 373 | |
374 | κατάδικος εἶ διὰ τοῦ ἑνὸς τοῦ κατακεκριμένου. Λάβε τὸ ὑπόδειγμα παρὰ τοῦ πολεμάρχου, οὗ πᾶν τὸ σῶμα πεφρούρηται ἐν θώρακι σιδηρῷ. Συμβαί‐ νει οὖν ὅτι τιτρώσκεται διὰ τῆς χαύνης κατασκευῆς. Εἰ οὖν ὁ διὰ τῶν λε‐ πτοτάτων ὀπῶν τοῦ θωρακίου εἰσοικισμὸς τοῦ βέλους θάνατον φέρει κατὰ | |
5 | τοῦ γενναίου, πόσῳ μᾶλλον τὸ εἰσιὸν ἐκ τοῦ ὠτὸς τῆς ἀνεωγμένης θύρας. Τοιαύτη γὰρ μεγάλη ἐστὶν ἡ θύρα τοῦ ὠτός, ὡς τὸν τηλικοῦτον θάνατον δι’ αὐτῆς εἰσελθεῖν εἰς τὸν κόσμον· καταπίνων γὰρ πάσας τὰς γενεὰς ἀκόρεστος μένει. Ἀποκλειστέον οὖν τὰ ὦτα θυρώμασι καὶ μοχλοῖς, ἵνα μὴ εἰσέλθῃ κα‐ κηγορία. | |
10 | Μὴ καταφρονήσῃς καταλαλιᾶς, ὡς μικροῦ τινος καὶ μὴ δυναμένου ἀναιρεῖν. Μάθε ἐκ τῆς θήρας τῶν θηρατῶν μὴ καταφρονεῖν τοῦ βραχυτάτου· συμβαίνει γὰρ τὸ πτηνὸν ἐπὶ τῆς παγίδος κατέχεσθαι δι’ ὄνυχος μικροῦ, καὶ ταπεινοῦται καὶ ἡττᾶται ἡ τῶν πτερύγων δυναστεία διὰ τοῦ ἄκρου τοῦ εὐτε‐ λοῦς ὄνυχος, καὶ ὅλως ὂν ἔξω τῆς παγίδος, ὅλως ἐν αὐτῇ πεπαγίδευται. Καὶ | |
15 | ὁ θεῖος Ἀπόστολος μίαν καὶ τὴν αὐτὴν ἀπόφασιν ὥρισε κατὰ τῶν φονέων | 374 |
375 | καὶ τῶν λοιδόρων καὶ τῶν ἀσώτων, ὡς καὶ κατὰ τῶν μοιχῶν· οὐδεὶς γάρ, φησί, τῶν τοιούτων κληρονομῆσαι δύναται τὴν τῶν οὐρανῶν βασιλείαν· καὶ ἴσην μερίδα ἔθετο αὐτοῖς πᾶσιν ἐν τῷ καιρῷ τῆς δικαιοκρισίας, τὴν ἀποστέ‐ ρησιν τῆς οὐρανίου κληρονομίας. | |
5 | Ἵνα δὲ γνῷς, ὅτι ἄξιοί εἰσιν οἱ τοιοῦτοι τῆς ἴσης τῶν ἄλλων τιμωρίας, Χαναὰν διὰ ποίαν αἰτίαν ἔτυχε κατάρας αἰωνίου· οὐχὶ ὅτι κατεγέλασε τοῦ δικαίου; Οὐ γὰρ πράξει χαλεπῇ κατεκρίθη, ἀλλὰ γέλωτος χάριτι ψιλοῦ ἀπέ‐ λαβεν ἀπόκρισιν φοβερὰν καὶ διὰ τὴν προπέτειαν τῆς γλώττης ἐδέξατο ὀδύ‐ νην πικράν. Καθαροὶ ἐτύγχανον οἱ λογισμοὶ αὐτοῦ, καὶ τὸ στόμα αὐτοῦ | |
10 | ἀνεῖλεν αὐτόν. Εἰ γέλωτος μικροῦ χάριν οὐαὶ ἐκεῖνος τοιοῦτον ἐδέξατο, τίς οὐ μὴ φοβηθεὶς φύγῃ τὰ παίγνια δι’ ὧν κτῆσις τῶν καταρῶν γέγονεν; Ἀφελκύσας γὰρ τὸν Χαναὰν ὁ δίκαιος ἀπὸ τῶν εὐλογιῶν παρέπεμψεν αὐ‐ τὸν ταῖς κατάραις καὶ ἐζωγράφησεν ἐν αὐτῷ τὴν μέλλουσαν γενέσθαι κρίσιν κατὰ τῶν γελᾶν ἀγαπώντων. Ἐὰν ὑποβάλῃ ὁ Διάβολος προσώπῳ τῆς ἀγά‐ | |
15 | πης ἱλαρεύεσθαι καὶ καταγελᾶν, καὶ Χαναὰν ἱλαρευόμενος κατεγέλασε, καὶ | 375 |
376 | καταρῶν γέγονεν ἐντός. Ἄκουε τοῦ σοφωτάτου Σολομῶντος βοῶντος καὶ δηλοῦντος τὴν ἐν τῷ γέλωτι κεκρυμμένην βλάβην. Ὁ γάρ, φησί, καταγελῶν ἀνθρώπου παροξύνει τὸν ποιήσαντα αὐτόν. Ὁ γὰρ γέλως ὁ κατὰ ἄνθρωπον γενόμενος ἀνατρέχει εἰς τὸν δημιουργόν. Σὺ προσέχεις ἀφελῶς τῷ φαινομέ‐ | |
5 | νῳ παιγνίῳ, ὁποῖος δὲ δόλος λανθάνει ἐν αὐτῷ, ἀγνοεῖς. Νῶε ὁ δίκαιος γνοὺς τὸν δόλον καὶ μὴ δηλώσας τῷ ἀγνοοῦντι αὐτόν, ἐκτεμὼν ἀπεστέρησεν αὐτὸν τῶν εὐλογιῶν, ἵνα σὺ ὡς διακριτικὸς γνούς, πηλίκη ἐστὶν ἡ τοῦ γέλωτος μιαρὰ ἐνέργεια, παύσῃ τοῦ καταγελᾶν τῶν ἀδελφῶν. | |
10 | Σεμεῒ κατάρας ἐξήνεγκε, καὶ αὖθις ὁ Ἀπόστολος φωνὴν φοβερὰν κα‐ τὰ τῶν καταρωμένων. Ζητήσαντες ἴδωμεν ἡμεῖς, ποῖον ἔσχον κέρδος οἱ κα‐ τάραις χρώμενοι. Σεμεῒ ποίῳ πτώματι περιέπεσε; Μοιχὸς οὐκ ὤφθη, οὔτε κλέπτης κατεσχέθη, ἀλλὰ κατάραις ἐχρήσατο, ἐξ ὧν παρέκυπτεν ἡ συκο‐ φαντία. Ἐν τῇ συκοφαντίᾳ καὶ τὰ γενόμενα ἀνακαλύπτεται, καὶ τὰ μὴ γε‐ | |
15 | νόμενα λαλεῖται [δι’ αὐτῆς]· λαμβάνουσαι γὰρ αἱ ὠδῖνες τὸν θυμὸν τίκτουσι | 376 |
377 | πάντα λόγον πονηρόν. Τούτῳ τῷ θυμῷ ἐλοιδόρησε Σεμεῒ τὸν ἀνεξίκακον βασιλέα· ἐπήγαγε γὰρ αὐτῷ κατηγορίαν τοῦ θανάτου Σαούλ, τῷ ῥυσαμένῳ Σαοὺλ ἐκ θανάτου πλειστάκις· καὶ ἐπειδὴ ἐναντίως ἐξήνεγκε κατ’ αὐτοῦ ψῆ‐ φον, ὀρθῶς κατέκρινεν αὐτὸν ὁ δίκαιος κριτής· ἔθετο αὐτῷ ὅριον τοῦ μὴ | |
5 | ὑπερβῆναι, καὶ ἐπηγγείλατο φυλάττειν, καὶ ὑπερβάντος αὐτοῦ εἰς ψεῦδος ἐχώρησεν ἡ ἐπαγγελία· οὕτως διὰ τοῦ ψεύσματος ἐδείχθη αὐτῷ ἡ ἐπὶ τῷ δικαίῳ συκοφαντία, ἵνα καὶ ἀξίως τῶν ἰδίων δραμάτων τύχῃ τῆς δικαίας τιμωρίας· ἵνα ὥσπερ ἐκτείνας αὐτοῦ τὴν γλῶτταν ἐφόνευσεν ὡς ἐν ξίφει τὸν ἀθῶον, οὕτως καὶ ἐξέλθῃ ξίφος ἠκονημένον εἰς ἀπάντησιν τοῦ ἀκονήσαντος | |
10 | ἀδίκως τὴν γλῶτταν· καὶ ἐν τούτῳ τῷ αἰῶνι γέγονεν αὐτῷ ἀπώλεια καὶ ἐν τῷ μέλλοντι πεφύλακται αὐτῷ ἡ κόλασις. Τίς οὖν ἥδεται κατάραις, ἵνα δι‐ πλῶν τιμωριῶν ἀξιωθῇ; Τοὺς ἀσώτους καὶ τοὺς λοιδόρους παρέδωκε τῷ κρίματι τῶν φονέων καὶ μοιχῶν. Γνῶθι, ὅτι ἡ ἀσωτία ἀπεγύμνωσε τὸν Ἠσαῦ ἀπὸ τῶν πρωτο‐ | |
15 | τοκίων. Ἔχεις καὶ σὺ πρωτοτόκια προφάσει τῆς ἀσωτίας· μέγας γὰρ ἄν‐ | 377 |
378 | θρωπος δι’ οὐδενὸς λόγου ἀξίου ταπεινοῦται, καὶ δι’ εὐτελοῦς ἀτιμάζεται. Ἐὰν ἀπολέσῃς τὴν παρ’ αὐτοῦ ἀλήθειαν, ἔσῃ νεανίας κατὰ τὸν Ἠσαῦ. Ἄ‐ κουε τοῦ γεγονότος θαύματος, πῶς ἐνίκησαν οἱ λόγοι τὰ ἔργα καὶ περιεγέ‐ νετο ἡ πίστις τῆς φύσεώς τε καὶ γεννήσεως. Τὴν ἄκλοπον πρωτοτοκίαν εἰ‐ | |
5 | σελθὼν ἀπεσύλησεν ὁ λόγος, καὶ ἧς πέφυκεν ὁ Ἠσαῦ φυσικῶς, ὁ Ἰακὼβ σπουδάσας ἔτυχε διὰ τῆς πίστεως. Ἡ πίστις καὶ ὁ ὅρκος ὁμοθυμαδὸν τῆς γεννήσεως τὴν ἐνέργειαν ἔδειξαν, καὶ τὰ πρωτοτόκια τὰ σαρκικῶς δοθέντα, πνευματικῶς ἐλήφθησαν· ἃ ὁ ὅρκος ἀπεδύσατο, ἡ πίστις ἐδέξατο. Ὢ τοῦ θαύματος παρακολουθήσαντος μεταξὺ τοῦ ἀποδυσαμένου καὶ τοῦ ἀγοράσαν‐ | |
10 | τος· ὅτι ὁ ἀποδυσάμενος ἔφερεν ἀνεπαισθήτως καὶ ὁ ἐνδυσάμενος ἔμεινεν ἀγνώς. Πῶς Ἠσαῦ ἀπεδύσατο τὰ μὴ ἀποδυόμενα πρωτοτόκια, ὁ Ἰακὼβ δὲ πῶς ἐδέξατο τὸ περιβόλαιον τὸ ἀφόρεστον· ὡσαύτως καὶ οἱ νέοι ἐνεπορεύ‐ | |
σαντο ἐμπορίαν ὑπὲρ φύσιν· ἡ δὲ ἐμπορία τῶν νέων φεύγει καὶ δεόντως ῥη‐ | 378 | |
379 | θῆναι οὐ δύναται. Τίς ὁ τολμῶν χρήσασθαι ζητήσεσιν ἕνεκεν τῆς ἀφράστου γεννήσεως τοῦ μονογενοῦς; Εἰπέ μοι πάλιν, πῶς ὁ Ἰακὼβ ἀποδύσας τὰ πρωτοτόκια ἀπὸ τοῦ Μα‐ νασσῆ περιέβαλεν αὐτὰ τῷ Ἐφραΐμ, ὅπως γένηται αὐτῷ στήλη δόξης ἡ | |
5 | πρωτοτοκία; Πεπλήρωται ὑποδειγμάτων θαυμαστῶν καὶ μυρίων ἐξαιρέτων. Ἐν αὐτῇ ἐζωγραφήθη τὸ βάπτισμα, ἐν αὐτῇ ἐσφραγίσθη ἡ πίστις, ἐν αὐτῇ ἐσημειώθη ἡ μονανδρία. Τιμῆς αὐτὴν ἐπρίατο, τῷ δὲ Ἐφραῒμ ἀπένειμεν αὐ‐ τὴν δωρεάν. Οὔτε Μανασσῆς ἐν τούτῳ μεμπτέος, οὔτε Ἐφραῒμ θαυμαστός, ἀλλὰ τοῦ δόντος ἡ ἀνέγκλητος ἐξουσία. Τίς οὖν ἐγκαλεῖν πειρᾶται διὰ τὴν | |
10 | τῶν ἐθνῶν πρωτοτοκίαν; Εἰ δὲ ἐγκαλεῖν βούλοιντο Ἰουδαῖοι, ἐγκαλείτωσαν πρῶτον διὰ τὴν καθαίρεσιν Μανασσῆ· ὁ λαβὼν γὰρ παρ’ ἐκείνου οὐκ ἔπται‐ | |
σεν, ἵνα δείξῃ τὴν αὐτοῦ ἐξουσίαν· ἔλαβε δὲ αὐτὴν ἀπ’ αὐτῶν, διότι ἥμαρ‐ | 379 | |
380 | τον, ἵνα δηλώσῃ τὴν ἑαυτοῦ δικαιοσύνην. Εἰ περὶ τῆς ἀφαιρέσεως τῶν πρω‐ τοτοκίων τοῦ ἀναμαρτήτου Μανασσῆ οὐδεὶς ἐγκαλέσαι αὐτῷ δύναται, πῶς τολμᾷ τις ἐγκαλέσαι αὐτῷ, διότι ἀφεῖλε τὴν πρωτοτοκίαν ἀπὸ τῶν κυριο‐ κτόνων. Εἰ ὁ ὅρκος τοιοῦτος ὤφθη ἰσχυρός, ὡς δύνασθαι νικῆσαι τὴν πρω‐ | |
5 | τοτοκίαν Ἠσαῦ—ὀμόσας γὰρ μόνον καὶ μὴ ἐπιορκήσας τοιαύτην ἐπιβου‐ λὴν ὑπέμεινεν—ὁ ὀμνύων καὶ ἐπιορκῶν ποίῳ σκότει παραδίδοται; Εἰ Ἠσαῦ ἀδικούμενος οὐχ εἵλετο ψεύσασθαι, ἐπειδὴ ἐπηγγείλατο ἐνωμότως, πῶς σὺ ἀθετεῖς τὰς συνθήκας σου τὰς ὑπὲρ τῆς σωτηρίας σου γενομένας; Εἰ Ἡρώδης ἐφύλαξε τὴν ἐπαγγελίαν τὴν γενομένην αἰτίαν τῆς αὐτοῦ ἀπω‐ | |
10 | λείας, σὺ μὴ ἀποπηδήσῃς ἀπὸ τῶν συνθηκῶν, ὧν συνέθου χάριν τῆς αἰωνίου ζωῆς. Καὶ καθάπερ εἰσελθὼν ὁ λόγος τάξιν ἔσχεν ὡς ἐπὶ γεννήσεως τῶν πρωτοτοκίων, οὕτως καὶ ἡ λοιδορία δύναται εἰσερχομένη φονέως ἀποπλη‐ | |
ρῶσαι τὴν ἐνέργειαν. Ἱκανὴ πάλιν ἡ γλῶσσα ἐπὶ τοῦ ξίφους ἀδικῆσαι οὐκ ἔ‐ | 380 | |
381 | λαττον, καὶ δύναται ὁ ἀκάθαρτος λογισμὸς τάξιν ἐπέχειν μοιχείας, καὶ ἰσχύει ἡ κεκρυμμένη εἰρωνεία ἴσως τῇ παγίδι ἐπιβουλεῦσαι, καὶ δύναται ἡ οὐκ ἀγαθὴ συμβουλὴ γενέσθαι τοῖς ἀνεχομένοις κωνείου χείρων. Εἰ γὰρ ὁ Ἠσαῦ τῷ λόγῳ ἀποδυσάμενος ἀπώλεσεν αὐτοῦ τὴν πρωτοτοκίαν, πολλῷ | |
5 | μᾶλλον ὁ ἀχρεῖος εὐκόλως ἀποβάλῃ τὴν σωφροσύνην. Τὸ ψεῦσμα ἐπενδυσά‐ μενός τις ἀποβάλλει τὴν τοῦ ἐπαγγέλματος ἀλήθειαν, καὶ ὁ ἀρνούμενος διὰ τῶν ῥημάτων τὴν πίστιν σκότος γίνεται ἀποδυσάμενος τὰ τῆς πίστεως· καὶ ὁ πιστὸς ὡσαύτως διὰ ῥημάτων δεχόμενος ἐνδύεται τὴν πίστιν. Ὁ μεταξὺ πολιτευόμενος λόγος δύναται παραστῆσαι τοῦ ἔργου τὴν ἐνέργειαν· δύναται | |
10 | ἡ σκέψις ἡ πονηρὰ πρᾶξις χαλεπὴ ὀφθῆναι καὶ δύναται τὸ οὐκ ἀγαθὸν βλέμμα ἔργον πονηρὸν ἐργάσασθαι· δύναται ἡ ἄλογος βασκανία βέλους οὐχ ἧττον ἀδικῆσαι· δύναται ἡ διαβολὴ βόθρους ἀπωλείας ὀρύξαι. Φύγωμεν τὴν οὐκ ἀγαθὴν μελέτην· ἡ γὰρ μελέτη ἴσως τῇ πράξει κρίνεται. Προσέλθωμεν τῇ ἀγαθῇ πράξει, ἀπολαμβανούσῃ τὸν μισθὸν ἔργοις παρὰ τῷ ἐκζητοῦντι | |
15 | τὰς βουλὰς τῶν καρδιῶν. Ἡ βουλὴ ἔργον ἐστίν· ἵδρυται γὰρ ὁ τῆς αὐτεξου‐ | 381 |
382 | σιότητος ἡμῶν λόγος ἐν αὐτῇ τῇ τὰ πάντα πραττούσῃ. Ἑκάστῳ δὲ πράγμα‐ τι ἐστί τι ἐναντίον. Ἀντίκειται τῷ σκότει τὸ φῶς, τῷ πικρῷ τὸ γλυκύ, τῷ ὕπνῳ ἡ ἀγρυπνία. Ὁ ταῦτα δημιουργήσας, οὗτος οὐκ εἴασέ τι [ἐναντίον], ὃ οὐ συνέζευξεν ἀντιπάλῳ. Εἰ γὰρ ἄνθρωπος θνητὸς τεχναζόμενος κατασκευά‐ | |
5 | ζει ἀντιλήψεις πρὸς τὰ ἐναντία καὶ ἀναπαύσεις πρὸς τὰς θλίψεις καὶ χρήσεις πρὸς τὰς θεραπείας, πρὸς τὴν θάλασσαν ἁρμοδίως καὶ πρὸς τὴν ξηρὰν ὁμοίως, καὶ ἑκάστῳ κέχρηται συνετῶς κατὰ τὸν ἴδιον καιρόν, καὶ πρὸς τὰ πάθη εὐάρμοστα φάρμακα, πόσῳ μᾶλλον ὁ δημιουργὸς μετρήσας συνέκρινε πρὸς ἄλληλα τὰ πράγματα καὶ τοπικῶς ἔθετο τὰ κτίσματα, καὶ σταθμίσας | |
10 | δέδωκεν ἀντιλήψεις, καὶ συναγαγὼν συνέζευξεν, ἵνα ἑκάτερα ἕξει τις κατ’ ἀλλήλων. Ἔχεις οὖν ὅπλα, ὦ ἄνθρωπε, κατὰ παντὸς ἐναντίου. Ἐὰν δὲ τούτων ἁπάντων τῶν δοθέντων σοι πρὸς βοήθειαν ἀμελήσας ὀφθήσῃ ἡττώμενος, ἁπάσης ἀπολογίας ἐκτὸς εἶ ἐν τῇ κρίσει. Ἔχεις γὰρ ὅπλα διάφορα πρὸς τὰς | |
15 | μηχανὰς τοῦ ἀντιπάλου. Ἐὰν πέμψῃ ὁ Ἐχθρὸς τὰ πεπυρωμένα βέλη αὐτοῦ | 382 |
383 | εἰς ἡμᾶς, ἔχομεν καὶ ἡμεῖς ἀσπίδα ἀκαταμάχητον τὴν εὐχήν· ἐὰν κινήσῃ καθ’ ἡμῶν τὸν τῶν ἡδονῶν πόλεμον, παρασκευάσωμεν κατ’ αὐτοῦ τὴν ἀγά‐ πην τῆς ψυχῆς σύμμαχον· ἐὰν ἐπιχειρήσῃ αἰχμαλωτίσαι τῇ ἀδικίᾳ, προσφύ‐ γωμεν τῇ δικαιοσύνῃ, καὶ σῳζόμεθα· ἐὰν τιτρώσκειν σε βουληθῇ τῇ μισαν‐ | |
5 | θρωπίᾳ, ἀπάντησον αὐτῷ τῇ δυναστείᾳ τῆς φιλανθρωπίας· ἐὰν πολεμῇ σε τῇ ὑπερηφανίᾳ, σύμβαλε αὐτῷ τῇ ταπεινοφροσύνῃ· ἐὰν κινήσῃ πρὸς σὲ τὴν τοῦ σώματος ἐπιθυμίαν, περιβαλοῦ θᾶττον τὸν θώρακα τῆς σωφροσύνης· βολί‐ δας ἐὰν ῥίψῃ ἀσελγείας καθ’ ἡμῶν, ἀναλάβωμεν τὴν περικεφαλαίαν τῆς ἁγνείας κατ’ αὐτοῦ. Ἐὰν πλοῦτον προβάληται, ἔχομεν τὸν μακαρισμὸν τῆς | |
10 | πενίας· τῇ ἀσωτίᾳ ἐὰν παλαίσῃ, πτέρυγας ποιήσωμεν ἡμεῖς τὴν νηστείαν, καὶ ὅτι ὁ ζῆλος καταστροφῆς αἴτιος ὑπάρχει, πρόσεστιν ἀγάπη, ἐὰν θέλω‐ μεν, δυναμένη διορθώσασθαι καὶ οἰκοδομῆσαι· καὶ ὅτι βέλη τῶν ἐχθρῶν ἡμῶν παράκειται, βέλη καὶ τῇ ἡμετέρᾳ ἀδυναμίᾳ παράκειται· ἐὰν ἡμᾶς διώκῃ ὡς ὁ Φαραώ, ἔστιν ἡ θάλασσα ἡ δυναμένη αὐτὸν καταποντίσαι· ἐὰν | |
15 | κρύψῃ παγίδας ἐν τῇ γῇ, ἔστιν ὁ ῥυόμενος ἡμᾶς ἐν τῷ οὐρανῷ· ἐὰν ὁρμᾷ | 383 |
384 | καθ’ ἡμῶν, ὡς ὁ Γολιάθ, ἔστι Δαυὶδ ὁ δυνάμενος αὐτὸν ταπεινῶσαι· ὡς Σι‐ σάρα ἐὰν τυφωθῇ, διὰ τῆς ἐκκλησίας ἀναιρεῖται· κατὰ τοῦ Σενναχειρὴβ ἐὰν πολεμαρχήσῃ, διὰ σάκκου καὶ σποδοῦ ἀναλίσκεται· τὸν βαβυλώνιον ἐὰν μι‐ μήσηται, εἰσὶν ἅγιοι κατὰ τὸν Δανιήλ· κατὰ τὸν Νεεμὰν ἐὰν ὑψωθῇ, εἰσὶ νη‐ | |
5 | στευταὶ καθελεῖν αὐτὸν δυνάμενοι· τὴν φλόγα τῆς ἐπιθυμίας ἐὰν ἐξάψῃ, εἰσὶ σώφρονες μιμηταὶ τοῦ Ἰωσήφ. Ποῖον δὲ δρᾶμα αὐτοῦ οὐ λυθήσεται παρ’ ἡμῶν; Ποῖον ἐπάγει πάθος, οὗ τὸ φάρμακον οὐκ ἔστιν εὐτρεπισμένον; Ποῖον κίβδηλον κατασκευάζει, οὗ οὐκ ἔστι χωνευτήριον πρὸς ἔλεγχον; Ποίαν κέ‐ κτηται βλάβην, ἧς οὐκ ἔχομεν ἀντίπαλον; Ποίας παγίδας κρύπτει, ὧν ἡ | |
10 | γνῶσις ἡμᾶς λανθάνει; Ποίαν μηχανὴν κατεσκεύασεν, ἣν οὐ καθεῖλον καὶ ἰδιῶται; Ποῖον ἔσχεν ὀχύρωμα, οὗ οὐ περιεγένοντο καὶ γυναῖκες; Ποίαν κά‐ μινον ἐσκεύασεν, ἣν οὐκ ἔσβεσαν πιστοὶ νέοι; Ποῖον λάκκον ὤρυξεν, οὗ οὐ | |
κατεφρόνησαν οἱ περὶ τὸν Δανιήλ; Ποῖον ἔδεσμα ἡτοίμασεν, ὃ οὐκ ἐξουδέ‐ | 384 | |
385 | νωσαν οἱ περὶ τὸν Ἀνανίαν; Ἔσπειρεν ὁ Ἐχθρὸς τὴν ὑπερηφανίαν, καὶ ἐπά‐ τησεν αὐτὴν ἡ τοῦ Μωσέως ταπεινοφροσύνη. Τῷ χρυσῷ Νεεμὰν ἐκολάκευ‐ σε, καὶ καταφρονήσας ἀπεσόβησεν αὐτὸν ὁ Ἐλισαῖος. Σίμων προσήγαγε χρήματα, καὶ ὁ Πέτρος ἐξήνεγκε κατ’ αὐτοῦ τὴν ἁρμόττουσαν ἀπόφασιν. ἐν | |
5 | Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας | |
τῶν αἰώνων. Ἀμήν. | 385 |