TLG 4138 031 :: EPHRAEM SYRUS :: Capita centum. Quomodo quis humilitatem sibi comparet EPHRAEM SYRUS Theol., vel Ephraem Graecus Capita centum. Quomodo quis humilitatem sibi comparet
Citation: Chapter — (line) | ||
t | Κεφαλαὶ ἑκατόν Πῶς κτᾶταί τις τὴν ταπεινοφροσύνην | |
1(t) | Κεφαλὴ αʹ | |
1 | Ἀρχὴ καρποφορίας ἄνθος καὶ ἀρχὴ ταπεινοφροσύνης ὑποταγὴ ἐν Κυρίῳ. Καρπὸς δὲ ὑπακοῆς μακροθυμία, μακροθυμία δέ ἐστι τῆς ἀγάπης καρπός· ἀγάπη δέ ἐστι σύνδεσμος τῆς τελειότητος, τελειότης δέ ἐστιν τήρη‐ σις ἐντολῶν Θεοῦ· ἡ δὲ ἐντολὴ τοῦ Κυρίου ἐστὶ τηλαυγής, φωτίζουσα | |
---|---|---|
5 | ὀφθαλμούς· ὀφθαλμοὶ δὲ πεφωτισμένοι ἐξέφυγον τὰς ὁδοὺς τῶν παρανόμων. | |
Ἔστω οὖν σοι ἡ ταπεινοφροσύνη καθέδρα καὶ περίβλημα ἀποκρίσεως. Λαλιὰ δέ σοι φαιδρὰ ἐν προσηγορίᾳ ἐν ἀγάπῃ Θεοῦ. Εἶπε γὰρ ὁ Σωτήρ· ἔ‐ σεσθε τέλειοι, καθὼς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστι. Πόθεν δὲ φανε‐ ρὰ ἔσται ἡ ὑψηλοφροσύνη, ἥ ἐστιν ἀνυπότακτος; Ἀνήκοός ἐστι καὶ ἀπειθής, | 280 | |
10 | τῷ ἰδίῳ λογισμῷ συναπαγομένη. Ἡ δὲ ταπεινοφροσύνη ὑπήκοός ἐστιν, εὐ‐ πειθής, ἐπιεικής, ἀπονέμουσα τιμὴν μικροῖς τε καὶ μεγάλοις. Ὁ ταύτην κε‐ κτημένος, πιστεύω ὅτι τὸν μισθὸν λήψεται παρὰ Κυρίου μετὰ ζωῆς αἰωνίου. | |
2(t) | Κεφαλὴ βʹ | |
1 | Ἐὰν δύο οἰκῆτε ἐν κελλίῳ ἑνί, προσέχετε ἑαυτοῖς ἀκριβῶς, εἰδότες ὅτι ὁ Κύριος ἐν μέσῳ ὑμῶν ἐστιν. Αὐτὸς γὰρ εἴρηκεν· Ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Κἂν γὰρ ἡμεῖς, ὡς ἀνάξιοι, οὐχ ὁρῶμεν αὐτόν, ἀλλ’ αὐτός, ὡς Θεός, καὶ τὰς ἐνθυμήσεις καὶ τὸ | |
5 | ἔργον ἑκάστου εἶδεν καὶ ἐφορᾷ. ᾯ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | |
Ἀμήν. | 281 | |
3(t) | Κεφαλὴ γʹ | |
1 | Ἠκούσαμεν τῆς Σοφίας λεγούσης· Ἀνθρώπῳ πόρνῳ πᾶς ἄρτος ἡδύς, οὐ μὴ κοπάσῃ ἕως ἂν τελευτήσῃ. Ἄνθρωπος παραβαίνων ἀπὸ τῆς κοίτης αὑτοῦ, λέγων ἐν τῇ ψυχῇ αὑτοῦ· Τίς με ὁρᾷ; Τίνα εὐλαβοῦμαι; Σκότος κύ‐ κλῳ, καὶ οἱ τοῖχοί με καλύπτουσι, καὶ οὐθείς με ὁρᾷ, τῶν ἁμαρτιῶν μου οὐ | |
5 | μὴ μνησθῇ ὁ Ὕψιστος. Καὶ ὀφθαλμοὶ ἀνθρώπου, ὁ φόβος αὐτοῦ· καὶ οὐκ ἔ‐ γνω ὅτι οἱ ὀφθαλμοὶ Κυρίου μυριοπλάσιον ἡλίου φωτεινότεροι, ἐπιβλέποντες πάσας ὁδοὺς ἀνθρώπων καὶ κατανοοῦντες εἰς τὰ ἀπόκρυφα μέρη. Πρὶν κτι‐ σθῆναι, τὰ πάντα ἔγνωσται αὐτῷ, ὄντως καὶ μετὰ τὸ συντελεσθῆναι. Οὗτος ἐν πλατείαις πόλεως ἐκδικηθήσεται· καὶ οὗ οὐχ ὑπενόησε, πιασθήσεται. | |
4(t) | Κεφαλὴ δʹ | |
1 | Ἀγαπητὲ ἀδελφέ, ἐὰν ἐπιλέξῃς σεαυτῷ εὐλάβειαν, νῆφε, μήποτε διὰ τῆς εὐλαβείας παρεισάξῃ ὁ Πονηρὸς τὸν ἀλλότριον λογισμόν, τουτέστι τῆς κενοδοξίας καὶ ὑπερηφανίας, ἐν τῷ μὴ βούλεσθαι συγκοπιάσαι τοῖς ἀδελ‐ φοῖς. Ἀλλ’ ἔργασαι καθάπερ καὶ οἱ ὁμόψυχοί σου ἀδελφοί, καὶ τὴν εὐλά‐ | 282 |
5 | βειάν σου φύλαττε. Ἡ γὰρ ὀκνηρία τὴν εὐλάβειαν καταλύει καὶ ὄνομα ἐπο‐ νείδιστον ἐπιφέρει τῷ κτησαμένῳ αὐτήν. Συζεύγνυε τοιγαροῦν τὴν εὐλά‐ βειαν τῇ σπουδῇ καὶ τῇ γνώσει, καὶ ἔσῃ ἀληθινὸς εὐλαβής. | |
5(t) | Κεφαλὴ εʹ | |
1 | Ἀγαπητέ, ἐὰν κτήσῃ σεαυτῷ ταπεινοφροσύνην, πρόσεχε σφοδρῶς, μή‐ ποτε μεθοδεύσῃ σε ὁ Ἐχθρὸς καὶ μεταστήσῃ σε εἰς ὁδὸν ἀλλοτρίαν ἐν τῷ αὐτὸν ὑποβάλλειν τὶ τῶν ἰδίων, καθὼς ἡ Σοφία λέγει· μὴ εἴπῃς, Ἀπὸ Κυ‐ ρίου κρυβήσομαι, καὶ ἐξ ὕψους τίς μου ἀκούσῃ; Ἐν λαῷ πλείονι οὐ μὴ μνη‐ | |
5 | σθῶ· τίς γάρ μου ψυχὴ ἐν ἀμετρήτῳ κτίσει; Ὁ δ’ ἔτι ἐπάγει λέγων· ἰδοὺ ὁ | |
οὐρανὸς τοῦ οὐρανοῦ, τοῦ Κυρίου· ἄβυσσος καὶ γῆ ἐν τῇ ἐπισκοπῇ αὐτοῦ σαλευθήσονται· ἅμα τὰ ὄρη καὶ τὰ θεμέλια τῆς γῆς, ἐν τῷ ἐπιβλέψαι εἰς αὐ‐ τά, τρόμῳ συσσείονται. Δεῖ οὖν συζευγνύειν τῇ ταπεινοφροσύνῃ τὴν πίστιν, ὅπως ὀρθοτομήσῃς τοὺς αὔλακας τῆς ταπεινοφροσύνης. | 283 | |
6(t) | Κεφαλὴ ϛʹ | |
1 | Ἀδελφός τις εἰσῆλθεν εἰς κοινόβιον, θέλων γενέσθαι μοναχός· ἐβουλή‐ θη δὲ μεῖναι εἰς κελλίον μετὰ μειζοτέρου· καὶ μεθ’ ἡμέρας τινὰς πολεμηθεὶς ὑπὸ τῶν λογισμῶν, εἶπεν· οὐκ ἀναπαύομαι εἶναι μετὰ τούτου τοῦ ἀδελφοῦ. Ἄλλος οὖν ἀδελφὸς παρῄνει αὐτόν, λέγων· ἆράγε εἰ περιέπεσας βαρβάροις | |
5 | καὶ παρεδόθης οἵῳ δήποτε βαρβάρῳ, εἰπεῖν εἶχες ὅτι οὐ θέλω μετ’ αὐτοῦ διάγειν; Καὶ ταῦτα ἀκούσας ὁ ἀδελφὸς καὶ κατανυγεὶς ἐπὶ τῷ λόγῳ, ἔβαλε μετάνοιαν, λέγων, συγχώρησον. | |
7(t) | Κεφαλὴ ζʹ | |
1 | Εἶπε πάλιν· Ὅτι ὁ θέλων γενέσθαι μοναχός, καὶ ὕβριν καὶ ἐξουδένω‐ σιν καὶ ζημίαν μὴ ὑποφέρων, οὐ δύναται γενέσθαι μοναχός. | 284 |
8(t) | Κεφαλὴ ηʹ | |
1 | Ἐὰν ἔλθῃ τις εἰς τὸν μονήρη βίον ἁπλούστερος τῷ λογισμῷ, μηχανᾶ‐ ται ὁ Ἐχθρὸς προσάψαι αὐτῷ τὴν παρρησίαν καὶ ἀναίδειαν. Ἐὰν δὲ ἐν τῇ εὐλαβείᾳ ἔλθῃ εἰς τὸν μοναχόν, ὑποβάλλει καὶ τούτῳ, ἐάνπερ νέος ᾖ, κατ’ εὐλάβειαν δίδωσιν αὐτῷ προθυμίαν εἰς ἄσκησιν, ἣν οὐ δύναται ἐκτελεῖν. Ὁ | |
5 | δὲ φοβούμενος τὸν Κύριον ἐν ἀληθείᾳ, οὐδὲ τῷ πρώτῳ, οὐδὲ τῷ δευτέρῳ λογισμῷ συναπαχθήσεται. Εἰ δὲ καὶ προληφθῇ ἐν τῇ τῶν δαιμόνων ἀπάτῃ, ὁ φόβος τοῦ Κυρίου, ὃν ἠγάπησεν ἐν ἀληθείᾳ, φωτίσει αὐτοῦ τὴν καρδίαν τοῦ πορευθῆναι εἰς ὁδὸν εὐθεῖαν. Ὁ δὲ ἀναιδὴς καὶ ἀναίσχυντος οὔπω πεπί‐ στευκεν, ὅτι ἔσται κρίσις· οὐδὲ ὁ τετυφωμένος καὶ ἀλαζὼν καὶ οὐ διὰ Θεὸν | |
10 | εὐλαβούμενος· μέγαν γὰρ ἑαυτὸν ἡγεῖται. Ἐὰν οὖν ὀχλήσῃ σε τὸ πάθος τῆς οἰήσεως, εἰπὸν πρὸς τὸν πολεμοῦντά σε, Πόρρω ἀπ’ ἐμοῦ γενοῦ, πονηρὲ λο‐ | |
γισμέ· τίς εἰμι ἐγώ; Ἢ ποίαν ἀρετὴν κατορθώσαντός μου, τοιαῦτά μοι ὑπο‐ βάλλεις; Οἱ Ἅγιοι, οἱ μὲν ἐλιθάσθησαν, οἱ δὲ ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον. Τί δὲ λέγω περὶ ὁμοιοπαθῶν ἀνθρώπων; Αὐτὸς ὁ | 285 | |
15 | τῶν ὅλων Δεσπότης σταυρὸν ὑπέμεινε δι’ ἡμᾶς, αἰσχύνης καταφρονήσας. Ἐγὼ δὲ ὁ ἐν ἁμαρτίαις ζήσας τὸν ἅπαντα χρόνον τῆς ζωῆς μου, τί ἀπολο‐ γήσομαι ἐν ἡμέρᾳ κρίσεως; Καὶ ἐν τούτῳ ἐκδιώξεις ἀπὸ σοῦ τὴν ὑψηλοφρο‐ σύνην. Εἰ δὲ καὶ κατώρθωσας, νόει ὅτι οὐκ ἐξ ἰδίας δυνάμεως· κατὰ τὸν λέ‐ γοντα· οὐκ ἐγὼ δέ, ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ σὺν ἐμοί. Εἰ δὲ καὶ ἡ ἀναίδεια | |
20 | ὀχλήσῃ σε, ἀναλογισάμενός σου τὰ ἔργα, εἰπέ· τοσούτων κακῶν μέτοχος ὑπάρχω, καὶ πῶς τολμήσω ἀνοῖξαί μου τὸ στόμα, τοῦ Κυρίου εἰπόντος, ὅτι καὶ περὶ ἀργοῦ λόγου ἀπολογίαν δώσουσιν οἱ ἄνθρωποι ἐν ἡμέρᾳ κρίσεως; Δέον ἐστὶν οὖν προσπεσεῖν τῷ Κυρίῳ, κατὰ τὸν λέγοντα· Κύριε παντοκρά‐ τορ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, τοῦ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ | |
25 | τοῦ σπέρματος αὐτῶν τοῦ δικαίου, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν σὺν παντὶ τῷ κόσμῳ αὐτῶν, ὁ πεδήσας τὴν θάλασσαν τῷ λόγῳ τοῦ προστάγμα‐ τός σου, ὁ κλείσας τὴν ἄβυσσον καὶ σφραγισάμενος αὐτὴν τῷ φοβερῷ καὶ ἐνδόξῳ ὀνόματί σου, ᾧ πάντα φρίσσει καὶ τρέμει ἀπὸ προσώπου δυνάμεώς σου· ὅτι ἄστεκτος ἡ μεγαλοπρέπεια τῆς δόξης σου καὶ ἀνύποιστος ἡ ὀργὴ | 286 |
30 | τῆς ἐπὶ ἁμαρτωλοὺς ἀπειλῆς σου, ἀμέτρητόν τε καὶ ἀνεξιχνίαστον τὸ ἔλεος τῆς ἐπαγγελίας σου. Σὺ γὰρ εἶ Κύριος εὔσπλαγχνος, μακρόθυμος καὶ πολυέ‐ λεος καὶ μετανοῶν ἐπὶ κακίαις ἀνθρώπων. Σύ, Κύριε, κατὰ τὸ πλῆθος τῆς χρηστότητός σου, καὶ σὺ ὁ Θεὸς δίκαιος ὤν, οὐκ ἔθου μετάνοιαν δικαίοις, τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, τοῖς οὐχ ἡμαρτηκόσι σοι, ἀλλ’ ἔθου με‐ | |
35 | τάνοιαν ἐπ’ ἐμοὶ τῷ ἁμαρτωλῷ, διότι ἥμαρτον ὑπὲρ ἀριθμὸν ψάμμου θα‐ λάσσης. Ἐπλήθυναν αἱ ἀνομίαι μου, Κύριε, καὶ οὐκ εἰμὶ ἄξιος ἀτενίσαι καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρανοῦ, καὶ τὰ ἑξῆς. Ὅπως καὶ αὐτὸς ὁ φόβος καὶ ἡ | |
δέησις ἐκδιώξωσιν ἀπὸ σοῦ τὴν ἀναίδειαν. | 287 | |
9(t) | Κεφαλὴ θʹ | |
1 | Ἀδελφός τις ἐπολεμεῖτο ὑπὸ λογισμοῦ ματαίου, ὡς ἤδη φησὶν κατορ‐ θώσαντος αὐτοῦ τι εἰς τὰς ἀρετάς. Ὁ δὲ θέλων νικῆσαι τὸν τῆς ὑψηλοφρο‐ σύνης λογισμόν, τὴν χεῖρα ἑαυτοῦ προσήγγιζεν ὑποκάτω τοῦ λέβητος τοῦ ὑποκαιομένου καὶ ἔλεγεν ἑαυτῷ, ἰδοὺ καίῃ, μηκέτι ὑψηλοφρόνει. Ὁρῶμεν | |
5 | γὰρ ὅτι τρεῖς παῖδες μέσον τῆς καιομένης φλογὸς ὑπῆρχον καὶ οὐδεὶς αὐτῶν ἐπήρθη τῇ καρδίᾳ, ἀλλ’ ἐν ταπεινοφροσύνῃ πολλῇ ὑμνοῦντες, τὸν Θεὸν ἐδό‐ ξαζον ἐν μέσῳ τῆς καμίνου, λέγοντες· ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν ἐνώπιόν σου. Καὶ σὺ ἐν ἀνέσει ἱστάμενος, ὑψηλοφρονεῖς; Καὶ ἐν τούτῳ ἐνίκα τὸν τῆς ὑψηλοφροσύνης δαίμονα. | |
10(t) | Κεφαλὴ ιʹ | |
1 | Ἐὰν εὑρεθῇ ἄνθρωπος πονικὸς καὶ φιλοπονῶν περισσοτέρως εἰς τὰς | |
ἀρετάς, μή τις αὐτὸν ἐξουθενείτω, ἀλλὰ προσλαμβάνεσθαι χρὴ τοὺς τοιού‐ τους, ὅτι καὶ Θεῷ εὐάρεστοί εἰσι καὶ τῆς συνοδίας χρήσιμοι. Καὶ πειθέτω‐ σαν ἡμᾶς αἱ δύο παρεμβολαί, ἡ τῶν Ἑβραίων καὶ ἡ τῶν ἀλλοφύλων, καὶ | 288 | |
5 | Δαβὶδ μονομαχῶν μετὰ Γολιάθ. Ἅμα δὲ καὶ οἱ περιπεσόντες ἐν τῷ ναυα‐ γίῳ τῆς θαλάσσης καὶ διασωθέντες χάριν τοῦ εὑρεθέντος σὺν αὐτοῖς δικαίου· καθὼς γέγραπται· Μὴ φοβοῦ Παῦλε· Καίσαρί σε δεῖ παραστῆναι· καὶ ἰδού, κεχάρισταί σοι ὁ Θεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ. | |
11(t) | Κεφαλὴ ιαʹ | |
1 | Ἀδελφὸς ἐπολεμεῖτο ἐξελθεῖν ἀπὸ κοινοβίου, λαβόντος αὐτοῦ τὸ σχῆ‐ μα· καὶ προσέφερον αὐτῷ οἱ λογισμοὶ ὑπόδειγμα τοιοῦτο· κατανόησον, φα‐ σί, τὰ λάχανα τοῦ κήπου καὶ ἴδε, ὅτι ἐὰν μὴ ἀνασπάσῃ ἐκ τῆς πρασιᾶς ὁ ταύτην φιλοκαλῶν τὰ φυτὰ καὶ καταφυτεύσῃ εἰς ἕτερον τόπον, οὐ δίδωσιν | |
5 | εἰς ὕψος. Ὁ οὖν ἀδελφὸς διεκρίνετο τῷ λογισμῷ, λέγων· μὴ εἰς τέλος ἀνα‐ σπᾷ ὁ κηπουρὸς ἐκ πρασιᾶς τὰ ἐσπαρμένα ἐν αὐτῇ; Οὐχὶ ἐᾷ, φησίν, ἐν τῇ | |
αὔλακι, ἃ δύναται ἀναθρέψαι. Πλὴν τὰ ἀνασπώμενα οὐκ ἀσφαλῆ, ὡς τὰ ἐπὶ τῷ τόπῳ διαμένοντα. Γενοῦ οὖν σὺ εἷς τῶν μὴ ἀνασπασθέντων. Καὶ ἐν τού‐ τῳ ἐνίκα τὸν λογισμόν, τῆς χάριτος συνεργούσης. | 289 | |
12(t) | Κεφαλὴ ιβʹ | |
1 | Ἀγαπητέ, ἐὰν ᾑρετίσω εἰς κοινόβιον ἡσυχάσαι, ὅρα μήποτε βάλῃ σοι ὁ λογισμὸς πανουργίαν πληθύνουσαν πικρίαν, ἐν τῷ λογίζεσθαί σε καὶ λέγειν· ὅτι πολλοῦ μὲν μισθαρίου καταλύω, ἡ δὲ τροφή μου, οὐδέν ἐστι. Μὴ οὖν ἕ‐ νεκα βρώματος κατάλυε τὸ ἔργον τοῦ Θεοῦ. Ἐὰν γὰρ τοιαῦτα διαλογίζῃ, | |
5 | οὐκέτι κατὰ ἀγάπην περιπατεῖς· ἀλλὰ μᾶλλον ἀκούσωμεν τῆς σωτηριώδους φωνῆς λεγούσης· τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος καὶ φρόνιμος, ὃν κατέ‐ στησεν ὁ κύριος ἐπὶ τῆς οἰκίας αὑτοῦ, διδόναι αὐτοῖς ἐν καιρῷ τὴν τροφήν; Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει οὕτως ποιοῦν‐ τα. Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὑτοῦ καταστήσει αὐτόν. | |
10 | Ἐὰν εἴπῃ ὁ ὀκνηρὸς δοῦλος ἐν τῇ καρδίᾳ αὑτοῦ, ὅτι χρονίζει μου ὁ κύριος· καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὑτοῦ, ἐσθίειν τε καὶ πίνειν μετὰ τῶν μεθυόντων· ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει τὸν δοῦλον ἐκεῖνον καὶ τὸ μέρος αὐ‐ τοῦ μετὰ τῶν ὑποκριτῶν θήσει. Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν | 290 |
15 | ὀδόντων. Καταλείψωμεν οὖν ἡμεῖς τῷ Κυρίῳ καὶ μὴ κρίνωμεν τὸν σύνδου‐ λον ἡμῶν, ὃν ἔταξεν ὁ κοινὸς Δεσπότης οἰκονομεῖν. Πάντες γὰρ αὐτῷ δώ‐ σομεν λόγον, καὶ ἀποδώσει ἑκάστῳ κατὰ τὰς πράξεις αὐτοῦ. | |
13(t) | Κεφαλὴ ιγʹ | |
1 | Ἀδελφός τις εἴρηκεν· ηὐχόμην ἂν τῷ Θεῷ, ἵνα δεδώκῃ χάριν τῷ ἐργοχείρῳ μου, καὶ ὅλον τὸ κοινόβιον [ἤτοι μοναστήριον] ἐξ αὐτοῦ διετρέ‐ φετο· οὐχὶ χαρά μοι ὑπῆρχεν ἐν τούτῳ; | |
14(t) | Κεφαλὴ ιδʹ | |
1 | Οἰκονόμε, ἤκουσας τοῦ Ἀποστόλου λέγοντος· ὁ προϊστάμενος ἐν σπουδῇ· καί, μηδείς σου τῆς νεότητος καταφρονείτω. Ὅρα οὖν μήποτε ἐμ‐ παθῶς χρήσῃ τῇ παραγγελίᾳ. Λέγει γὰρ καὶ ἐν ἑτέρῳ· μὴ ὡς κατακυριεύον‐ τες τοῦ κλήρου, ἀλλὰ τύποι γενόμενοι τοῦ ποιμνίου. Καὶ φανερωθέντος τοῦ | 291 |
5 | Ἀρχιποίμενος, κομιεῖτε τὸν ἀμαράντινον τῆς δόξης στέφανον. Καὶ πάλιν λέ‐ γει· μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Ἡ γὰρ ὑπερηφανία ἀλλο‐ τρία τυγχάνει τῶν πιστῶν· κατὰ τὸν λέγοντα· ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσ‐ σεται, ταπεινοῖς δὲ δίδωσι χάριν. | |
15(t) | Κεφαλὴ ιεʹ | |
1 | Ἀγαπητέ, ἐὰν πνεῦμα ἀκηδίας ἐνοχλήσῃ σε, μὴ συναπάγου τῷ λογι‐ σμῷ τῆς ἀκηδίας· ἀλλ’ ἔμμενε ἐν ᾧ σε κατέστησεν ὁ Θεὸς τόπῳ, ἀναλογι‐ ζόμενος τὸν πόθον ὃν εἶχες πρὸς Θεόν, ὅτε ἐξ ἀρχῆς παρεγένου πρὸς τὴν θύ‐ | |
ραν τοῦ μοναστηρίου, καὶ τὸν αὐτὸν πόθον σχῶμεν ἄχρι τέλους, μήποτε | 292 | |
5 | ἐπέλθῃ ἐφ’ ἡμᾶς τὸ εἰρημένον· καὶ ἔφαγεν Ἰακὼβ καὶ ἐνεπλήσθη, καὶ ἀπε‐ λάκτισεν ὁ ἠγαπημένος, ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη· καὶ ἐγκατέλιπε Θεὸν τὸν ποιήσαντα αὐτὸν καὶ ἀπέστη ἀπὸ Θεοῦ σωτῆρος αὐτοῦ. Ὑπόμει‐ νον οὖν τὸν Κύριον τέως, ὥσπερ ἀθλητὴς νικῶν τοὺς τύπτοντας αὐτὸν διὰ τῆς ὑπομονῆς. Ὁ γὰρ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. | |
16(t) | Κεφαλὴ ιϛʹ | |
1 | Ἀδελφός τις ἦν βαλὼν ἀρχὰς ἐν κοινοβίῳ, καὶ ἦν σιωπῶν ἀεί, ἐκκό‐ πτων ἀφ’ ἑαυτοῦ τὴν παρρησίαν· καὶ ἔλεγον περὶ αὐτοῦ οἱ συναρχάριοι, Μὴ γὰρ ἀπὸ εὐλαβείας οὐ λαλεῖ, ἀλλ’ ὅτι οὐκ οἶδε λαλῆσαι· ἕτεροι δὲ ἔλεγον, Οὐχί, ἀλλὰ δαίμονα ἔχει. Ὁ οὖν ἀδελφὸς ἀκούων ταῦτα, οὐκ ἀπεκρίνατο | |
5 | αὐτοῖς, ἀλλ’ ἐδίδου δόξαν ἐν τῇ καρδίᾳ αὑτοῦ τῷ Κυρίῳ. | |
17(t) | Κεφαλὴ ιζʹ | |
1 | Ἀδελφός τις εἴρηκεν, ὅτι τοῦτον τὸν λογισμὸν τῆς ταπεινοφροσύνης ᾐτησάμην παρὰ Κυρίου, ἵν’ ὅταν προστάξῃ μοι ἀδελφός μου ποιῆσαι πρᾶγμα, εἴπω τῷ λογισμῷ· οὗτός ἐστιν ὁ κύριός σου, ἄκουσον αὐτοῦ. Εἰ δὲ καὶ ἕτε‐ ρος ἀδελφός, εἴπω πάλιν· οὗτος ἀδελφὸς τοῦ κυρίου σου τυγχάνει. Εἰ δὲ καὶ | 293 |
5 | παιδίον, εἴπω πάλιν· ἄκουσον τοῦ υἱοῦ τοῦ κυρίου σου. Καὶ οὕτως ἀντιτεί‐ νων τοῖς ἀλλοτρίοις λογισμοῖς, ἐποίει ἀταράχως τὸ ἔργον αὑτοῦ, τῆς χάρι‐ τος συνεργούσης. | |
18(t) | Κεφαλὴ ιηʹ | |
1 | Ποιούντων ποτὲ τῶν ἀδελφῶν παρέργιον ἐν νυκτί, τὶς αὐτῶν ὀχληθεὶς ὑπὸ τοῦ ῥίγους ὑπέστρεψεν εἰς τὸ κελλίον αὑτοῦ· ἕτερος δὲ διεγόγγυζε κατ’ αὐτοῦ. Ἀπέστειλαν οὖν ἀδελφὸν πρὸς αὐτόν, φωνῆσαι αὐτόν. Ἀπελθὼν οὖν ὁ ἀδελφὸς ὁ παρ’ αὐτῶν ἀποσταλείς, εὗρεν αὐτὸν δεινοπαθοῦντα. Καὶ λέγει | |
5 | αὐτῷ· λέγουσιν οἱ ἀδελφοί, πῶς ἔχεις; Καὶ περὶ τοῦ ἔργου σου μή σοι μελέ‐ τω. Ὑπὲρ σοῦ ἡμεῖς κοπιοῦμεν. Ὁ δὲ εἶπε· μνησθῇ ὑμῶν ἡ ἀγάπη· κἀγὼ ἤ‐ | |
θελον συγκοπιᾶσαι ὑμῖν, καὶ ἡ ἀσθένειά μου ἐμποδίζει με. Καὶ ἐλθὼν πρὸς τοὺς ἀποστείλαντας αὐτόν, εἶπεν αὐτοῖς· Τόνῳ κοπιᾷ ὁ ἀδελφός, καὶ εἴρηκέ μοι ὅτι κἀγὼ ἤθελον συγκοπιᾶσαι ὑμῖν. | 294 | |
19(t) | Κεφαλὴ ιθʹ | |
1 | Ἀδελφός τις ἔβαλλεν ἀρχὰς ἐν κοινοβίῳ, ἐπολεμεῖτο δὲ ὑπὸ λογισμῶν χάριν τοῦ κόπου. Ὁ δὲ ἀπεκρίνατο λέγων, Κακὲ δοῦλε, ἐπράθης, καὶ τί δύ‐ νῃ ποιῆσαι ἔτι; Καὶ ὁ Κύριος παρεῖχεν αὐτῷ παράκλησιν. | |
20(t) | Κεφαλὴ κʹ | |
1 | Ἐσθιόντων ποτὲ τῶν ἀδελφῶν, ἀνέστη ἀδελφὸς δοῦναι βαυκάλιον, καὶ δεξάμενός τις τῶν γερόντων, εὗρε τὸ συγκεραστὸν ζεστότερον, καὶ εἶπεν ὁ γέρων, ἔκαυσάς με, τέκνον. Ὡς οὖν ἀπῆλθεν ὁ ἀδελφὸς εἰς τὸ κελλίον ἑαυ‐ τοῦ, ἔτυπτεν ἑαυτὸν λέγων· Ἆράγε εἰ ἦς δοῦλος ἀνδρὸς σκληροῦ καὶ ἐποίη‐ | |
5 | σας τοῦτο, οὐ παραχρῆμα κατέφερε τὰς σάρκας σου πληγαῖς; Μὴ οὖν ἀμέ‐ | |
λει σεαυτοῦ. | 295 | |
21(t) | Κεφαλὴ καʹ | |
1 | Μακάριος μοναχὸς ὁ τηρῶν τὰς ἐντολὰς τοῦ Κυρίου καὶ ἐπιμελούμε‐ νος τῶν τριῶν τούτων, σχολῆς εἰς προσευχὴν καὶ ἔργου καὶ μελέτης. Γέ‐ γραπται γάρ· σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεός. Καὶ πάλιν· πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου. Καὶ πάλιν· ἐν τῷ νόμῳ αὐτοῦ με‐ | |
5 | λετήσει ἡμέρας καὶ νυκτός. | |
22(t) | Κεφαλὴ κβʹ | |
1 | Ἐὰν ἴδῃς ἀδελφὸν καταφρονοῦντα τῆς ἑαυτοῦ σωτηρίας, μὴ σκανδα‐ λίζου ἐπὶ τῇ τοῦ ἀδελφοῦ ἀμελείᾳ, ἀλλὰ μηδὲ μιμοῦ τὴν αὐτοῦ ῥᾳθυμίαν. Σεαυτὸν ἁγνὸν τήρει. Εἰ δὲ ἀλλήλων τὰ βάρη οὐ βαστάζομεν, πῶς εὕρωμεν χάριν ἐνώπιον Κυρίου; Τοῦτο σπουδάσωμεν, τὸ μὴ τιθέναι πρόσκομμα τῷ | |
5 | ἀδελφῷ ἢ σκάνδαλον. Ὁ μὴ σκανδαλίσας τὸν ἀδελφὸν ἐν μηδενὶ πράγματι, | |
μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. | 296 | |
23(t) | Κεφαλὴ κγʹ | |
1 | Ἐν οἵῳ δ’ ἂν τόπῳ καθίσῃς, μὴ ἀμέλει τῆς ἑαυτοῦ σωτηρίας· γέγρα‐ πται γὰρ ἐν νόμῳ Μωσέως· ἐὰν πραθῇ σοι ὁ ἀδελφός σου, ὁ Ἑβραῖος ἢ Ἑβραία, δουλεύσει σοι ἓξ ἔτη, καὶ τῷ ἑβδόμῳ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον ἀπὸ σοῦ. Ἐὰν δὲ λέγῃ πρὸς σέ, Οὐκ ἐξελεύσομαι ἀπὸ σοῦ, ὅτι ἠγάπησά σε | |
5 | καὶ τὴν γυναῖκά σου· ὅτι εὖ αὐτῷ ἐστι παρὰ σοί· λήψῃ τὸ ὀπήτιον καὶ τρυ‐ πήσεις τὸ οὖς αὐτοῦ, καὶ ἔσται σοι δοῦλος εἰς τὸν αἰῶνα· καὶ τὴν παιδίσκην σου ὡσαύτως ποιήσεις. Μοναχέ, ἀπετάξω τὸν βίον, ἐξαπεστάλης ἐλεύθερος, Χριστός σε ἠλευ‐ θέρωσε· μηκέτι ἀγάπα τὴν δουλείαν τοῦ ματαίου κόσμου, ἵνα μὴ γένηταί | |
10 | σου τὰ ἔσχατα χείρονα τῶν πρώτων. Ἀλλὰ δουλεύσωμεν τῷ ἡμᾶς ἐλευθε‐ ρώσαντι Χριστῷ· ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
24(t) | Κεφαλὴ κδʹ | |
1 | Ἀγαπητέ, ἐὰν καθέζῃ ἐν τόπῳ ὀνομαστῷ, ὅρα μὴ νικῶ ὑπὸ ὑψηλο‐ φροσύνης· μηδὲ ἐξουθένει κατὰ διάνοιαν ἀδελφούς, ὡς ἐξ οἰκτροῦ συστήμα‐ τος ὑπαρχόντων. Μόνος γὰρ ὁ Κύριος γινώσκει τὰ κρύφια τῆς καρδίας. Ὅ‐ πως μὴ εὑρεθῇς σὺ μὲν ἐπὶ φύλλοις ἐπαιρόμενος, ἐκεῖνοι δὲ τοὺς καρποὺς | 297 |
5 | ἐπέχοντες. Ἀλλὰ μᾶλλον, ὅσον δυνατὸς εἶ, τοσοῦτον ταπείνου σεαυτόν, καὶ ἔναντι Κυρίου εὑρήσεις χάριν· ὅτι μεγάλη ἡ δυναστεία Κυρίου καὶ ὑπὸ τῶν ταπεινῶν δοξάζεται. | |
25(t) | Κεφαλὴ κεʹ | |
1 | Ἀγαπητέ, ἐὰν καθέζῃ ἐν ὑποταγῇ πατρὸς πνευματικοῦ, μὴ θῇς ἑαυτῷ ὅρον, λέγων· οὐ δυνατὸν ποιῆσαι τοῦτο ἢ ἐκεῖνο· ὅτι ἐὰν μὴ ποιήσῃς, καὶ πάλιν παραβιασθεὶς ποιήσῃς, τῆς παρακοῆς οὐκ ἐκφεύξῃς. Τοιγαροῦν χρὴ τῇ τοῦ Θεοῦ κυβερνήσει καταλιμπάνειν· οὐ γὰρ οἱ αὐτοὶ λογισμοὶ ἐμμένουσιν | |
5 | ἐν τῇ ψυχῇ· ἂν δὲ τύχῃ τὸ προσταχθὲν ἡμῖν ὑπὲρ δύναμιν, μὴ θυμικῶς ἀντι‐ | |
στῶμεν τῇ τοῦ ἡγουμένου διαταγῇ, ἀλλὰ δεήσει καὶ παρακλήσει ἐν οἰκτρᾷ φωνῇ τὸ ὑπὲρ δύναμιν τῷ προεστῶτι μηνύσωμεν. Πρὸς δὲ τὴν ἁμαρτίαν ἀν‐ τιστῶμεν μέχρις αἵματος. | 298 | |
26(t) | Κεφαλὴ κϛʹ | |
1 | Ὅτι δεῖ τοὺς προεστῶτας σκοπεῖν ἑκάστου τῶν ὑποτεταγμένων τὰ μέ‐ τρα, μνημονεύοντες τοῦ Κυρίου λέγοντος· ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ, ὁ μὲν ἑκατόν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα, ἵνα ἕκαστος ἐν τῷ ἰδίῳ τάγματι τῷ Θεῷ εὐαρεστήσῃ. | |
27(t) | Κεφαλὴ κζʹ | |
1 | Ἀδελφέ, ἐὰν ἐξελθὼν ἀπὸ τοῦ κοινοβίου οἰκήσῃς καταμόνας καὶ μετὰ χρόνον ἱκανὸν ὑποστρέψῃς ὅθεν ἐξελήλυθας, οὕτως ταπείνωσον τὸν λογι‐ σμόν, ὡς νῦν ἀρξάμενος τοῦ μονάζειν, καὶ ἕξεις ἀνάπαυσιν. Καὶ μὴ πρὸς ἡμέραν εὐλάβειαν σέβαζε καὶ μεθ’ ἡμέρας ἄνευ εὐλαβείας, ἀλλὰ συνέστω | |
5 | σοι ἡ ταπείνωσις ἐν παντὶ καιρῷ καὶ εὑρήσεις ἀνάπαυσιν. | 299 |
28(t) | Κεφαλὴ κηʹ | |
1 | Τοιοῦτόν τι συμβαίνει μεταξὺ τῶν ἀδελφῶν· ἐὰν ἀδελφὸς προκόπτει διὰ τῆς εὐλαβείας, ἕτερον ἀδελφὸν τῶν ἀμελεστέρων ἐφοπλίζει ὁ Ἐχθρὸς ἐκταράσσειν αὐτόν. Παρασκευάζει δὲ καὶ τὸν ἡσυχάζοντα ἀποκρίνεσθαι αὐτῷ κατὰ τὴν ἐκείνου ἀφροσύνην. Καὶ τούτων οὕτως πραττομένων, ἀπο‐ | |
5 | φωνεῖ ὁ ἕτερος καὶ φησίν· αἴ ὁ εὐλαβής. Καὶ μετὰ τὸ παύσασθαι τὸν παρο‐ ξυσμόν, ἄρχεται ὁ εὐλαβὴς κατατοξεύεσθαι ὑπὸ τῶν ἐναντίων λογισμῶν· καὶ φησίν· Ἀπώλεσας τὴν εὐλάβειαν. Ἰδοὺ ἠσχημόνησας ἔμπροσθεν τῶν ἀδελφῶν, καὶ νῦν τί μέλλεις χρῆσαι τῇ ἀδιαφορίᾳ; Ὅρα ἵνα μὴ ὡς ἀσθενῆ καὶ ταπεινὸν καταπονήσωσί σε. Γέγραπται γάρ· καὶ μετὰ στρεβλοῦ διαστρέ‐ | |
10 | ψεις· καὶ τό, μὴ ὑποστρώσῃς σεαυτὸν ἀνδρὶ μωρῷ, ἵνα μὴ συναπαχθῇς τῇ ἀνομίᾳ· οὐ μόνον γὰρ ὑποστρωννύειν κελεύει, ἀλλὰ καὶ τὴν σιαγόνα παρέ‐ | |
χειν τῷ παίοντι. Ὅθεν καὶ ὁ Ἀπόστολος παραγγέλλει, λέγων· μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. Καὶ ὁ Κύριος ἐνετείλατο, λέ‐ γων· ἐάν τις σὲ ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλ‐ | 300 | |
15 | λην. Οὕτω δεῖ μὴ διαστρέφειν μετὰ στρεβλοῦ, καὶ τὸ μὴ ὑπὸ πόδας εἶναι τῆς ἁμαρτίας. Γέγραπται γάρ· ἀμὴν λέγω ὑμῖν, ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρ‐ τίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας. Καὶ ἐὰν μὴ ἐν τούτοις τοῖς λογισμοῖς ἀντι‐ στῇ ὁ ἀδελφὸς κατὰ τῶν ὑπεναντίων, οὐ μὴ ἐάσωσιν αὐτὸν ἐν τῷ τῆς ἀρε‐ τῆς βίῳ. Ἀλλ’ εὐθὺς θυμώδη καὶ ὀργίλον, μάχιμον καὶ πλήκτην καὶ βάρβα‐ | |
20 | ρον τοῖς τρόποις ἀποκαταστήσουσι, μήτε ἑαυτὸν οἰκοδομοῦντα, ἀλλὰ καὶ ἑτέρων ψυχὰς διαστρέφοντα. Ἐὰν δὲ μεταγνοὺς ἀντιλάβηται τοῦ σεμνοῦ βίου, σοφώτερος πρὸς τὴν πάλην καθίσταται, ὡς πεῖραν τῆς βλάβης με‐ τεσχηκώς. | |
29(t) | Κεφαλὴ κθʹ | |
1 | Δύο ἀδελφοὶ ἐν ἀγρυπνίᾳ ἀπέσχιζον τὸ λίνον τὸ σχιστόν, καὶ ἡ μία | |
χορδὴ συνεχῶς ἐκόπτετο· καὶ ἤρξαντο οἱ λογισμοὶ τοῦ ἕλκοντος σὺν αὐτῷ ἐκταράσσειν αὐτὸν κατὰ τοῦ ἀδελφοῦ αὑτοῦ. Ὁ δὲ θέλων νικῆσαι τὸν θυ‐ μὸν καὶ μὴ λυπῆσαι τὸν ἀδελφὸν αὑτοῦ, ἡνίκα ἀπέσπασεν ἤτριον τοῦ ἀδελ‐ | 301 | |
5 | φοῦ, αὐτὸς τὴν ἰδίαν ἔκοπτε, καὶ εὑρίσκοντο οἱ δύο ἀματίζοντες, καὶ ἀνέ‐ στησαν μὴ λυπήσαντες ἀλλήλους, καὶ οὐκ ἔγνω ὁ ἀδελφὸς ὃ πεποίηκεν ὁ ἀδελφὸς αὑτοῦ. | |
30(t) | Κεφαλὴ λʹ | |
1 | Ἀδελφὸς ἀνεγίνωσκεν ἐν τῇ ἀγρυπνίᾳ, καὶ θέλων τελέσαι τὸ κεφά‐ λαιον, παρέσυρε μικρόν. Ἕτερος οὖν μοναχὸς ἤρξατο κατ’ αὐτοῦ γογγύζειν, λέγων· ἤκουσεν Ἔγειρε, καὶ οὐκ ἐγείρεται. Ἔφη δὲ αὐτῷ ἕτερος ἀδελφός· Ἆράγε εἰ ἦν ἄριστον καὶ ἐπέτρεψεν ἡμῖν ὁ ἡγούμενος πιεῖν περισσότερον | |
5 | ποτήριον, οὐχ ἡδέως ἔχωμεν; Καὶ ἀκούσας ὁ ἀδελφὸς ἔβαλε μετάνοιαν, λέ‐ γων· συγχώρησόν μοι. | |
31(t) | Κεφαλὴ λαʹ | |
1 | Ἀδελφὸς ἀδελφῷ ἔφη, ἱνατί ταχὺ αἴρεις τὸ πινάκιον καὶ οὐκ ἐᾷς ἡμᾶς φαγεῖν; Ἀπεκρίθη καὶ αὐτῷ ὁ ἀδελφός· ἐγὼ δοῦλός εἰμι, καὶ ὅ με κελεύου‐ σιν οἱ μειζότεροί μου, τοῦτο ποιῶ. Καὶ ἀκούσας ὁ ἀδελφὸς ἔφη· συγχώρη‐ σόν μοι. | 302 |
32(t) | Κεφαλὴ λβʹ | |
1 | Λογίζομαι ὅτι ὠφέλιμον τοῖς ἀδελφοῖς τὸ ἀναδέξασθαι τὸν προεστῶτα πᾶσαν φροντίδα τοῦ ὑποτεταγμένου καὶ ἀμέριμνον ποιῆσαι τὸν ἀδελφὸν καὶ ἀπερίσπαστον κατὰ πάντα, μάλιστα δὲ καὶ ἐκ τῶν παραβαλλόντων κοσμι‐ κῶν, ἵνα μόνῃ τῇ προσευχῇ σχολάζῃ ὁ λογισμὸς τοῦ ἀδελφοῦ καὶ καθάπερ | |
5 | φοῖνιξ κειρόμενος ἐπιμελῶς, ἀναδράμῃ εἰς τὸ ὕψος τῶν ἀρετῶν. Φθείρουσι γάρ, φησὶν ὁ Ἀπόστολος, ἤθη χρηστὰ ὁμιλίαι κακαί. Μέγα γὰρ ναυάγιον ψυχῶν, ἐν ᾧ κανόνες καὶ κυβερνήσεις οὐ πολιτεύονται. | |
33(t) | Κεφαλὴ λγʹ | |
1 | Μοναχέ, ἐὰν παραβάλῃ σοι [ὁ] μοναχὸς ἢ κοσμικός, μὴ θέλε ἀπαντᾶν αὐτῷ ὑπὲρ δύναμιν, ἵνα μὴ μετὰ τὴν ἐκχώρησιν τοῦ ἀδελφοῦ μεταμεληθῇς ἐφ’ οἷς ἐδαπάνησεν ἀγαθοῖς σου· ἀλλὰ παράθες, ὃ ἐὰν ὁ Κύριος εὐοδοῖ σε· κρεῖσσον γὰρ ἡ παράθεσις λαχάνων μετὰ ἀγάπης, ἢ μύρια ἐδέσματα μετ’ | 303 |
5 | ὀδύνης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. Ταῦτα δέ φημι, ἀδελφέ, οὐχ ὡς ἐκκοπὴν ἡμῖν παρέχων εἰς τὴν φιλοξενίαν, ἀλλ’ ἵνα ἡ προσφορὰ ὑμῶν εὐπρόσδεκτος ᾖ, κατὰ τὸν λέγοντα, φιλόξενοι εἰς ἀλλήλους ἄνευ γογγυσμῶν. Περὶ δὲ τῆς φιλοξενίας οὐ χρείαν ἔχετε γράφεσθαι ὑμῖν· ἐπίστασθε γάρ, ὅτι ἡ φιλοξενία πολλῶν ἐστι μείζων ἀρετῶν. Καὶ γὰρ ὁ πατριάρχης Ἀβραὰμ | |
10 | διὰ ταύτης Ἀγγέλους ἐξένισε, καὶ ὁ δίκαιος Λὼτ διὰ τῆς φιλοξενίας οὐ συ‐ ναπώλετο τῇ καταστροφῇ Σοδόμων. Ὁμοίως δὰ καὶ Ῥαὰβ ἡ ἐπιλεγομένη πόρνη διὰ τῆς φιλοξενίας οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαμένη τοὺς κατασκόπους ἐν εἰρήνῃ. Λέγει γὰρ ὁ Σωτήρ· ξένος ἤμην καὶ συνηγάγετέ με· | |
καί, μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. | 304 | |
34(t) | Κεφαλὴ λδʹ | |
1 | Ἀγαπητέ, ἐὰν παραβάλῃ σοι ἀδελφός, καὶ στῆτε ἀμφότεροι ἅμα ἐπι‐ τελεῖν τὸν συνήθη κανόνα τῆς συνάξεως, καὶ προτρέπῃ τὸν ἀδελφὸν λέγειν μικρὸν ἀπὸ στήθους, ἐὰν παραιτήσῃ σε ἅπαξ καὶ δὶς ἕως τρίτου, μὴ αὐτὸν παραβιάσῃ· εἰσὶ γὰρ πολλοί, οἳ οὐκ ἐπίστανται λόγῳ κηρύττειν τὴν ἀρετήν, | |
5 | ἀλλ’ ἔργῳ τὴν ἀλήθειαν. Καὶ ἐν τούτῳ εὐφραίνῃς τὴν καρδίαν τοῦ ἀδελφοῦ· ἡ γὰρ φιλονεικία οὐκ εὔθετος πρὸς ἀρετήν, μᾶλλον δὲ καὶ θυμοῦ προτρεπτι‐ κὴ ὑπάρχει. | |
35(t) | Κεφαλὴ λεʹ | |
1 | Ἐὰν ἐπισκέπτῃ ἄρρωστον, βλέπε μὴ ὑποβάλῃ ὁ Ἐχθρὸς μεταξὺ ὑμῶν ἀργολογίαν ἢ καταλαλιάν, ἵνα μὴ ζημιωθῇς σου τὸν μισθόν. Ἔθος γὰρ τοιοῦτο τῷ Διαβόλῳ, ἵνα τὸν μὲν ζημιώσῃ δι’ ἀκοῆς, τὸν δὲ διὰ γλώσσης. Ἀλλὰ χρὴ παρακαλεῖν τὸν κάμνοντα ἐκ τῶν θείων Γραφῶν καὶ ἐκ τῶν πα‐ | |
5 | θημάτων τοῦ Σωτῆρος· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. | 305 |
36(t) | Κεφαλὴ λϛʹ | |
1 | Ἀγαπητέ, ἐὰν παραβάλῃ ξένος τῷ ἀδελφῷ σου, σύνελθε αὐτῷ κατὰ τὴν δύναμίν σου, ἵνα συνεργὸς ἔσῃ τῆς φιλοξενίας, καὶ ὁ Κύριος εὐοδώσῃ τὰς ὁδούς σου. | |
37(t) | Κεφαλὴ λζʹ | |
1 | Ἀγαπητέ, ἐὰν ἐξέλθῃς μετὰ τῶν ἀδελφῶν σου εἰς παρέργιον, βοήθει τῷ ἀσθενεστέρῳ κατὰ τὴν δύναμιν, ἣν ὁ Κύριος ἐχαρίσατό σοι, εἰδὼς ὅτι ἀπὸ Κυρίου λήψῃ τὸν μισθὸν τοῦ κόπου καὶ τῆς συμπαθείας. Ἐὰν δὲ ᾖς ἀδύνατος καὶ ἀσθενής, μὴ θέλε πολλὰ λέγειν καὶ προστατεῖν καὶ θρασύνε‐ | |
5 | σθαι, ἀλλὰ μᾶλλον σιγᾶν καὶ ἡσυχάζειν. Καὶ ὁ Κύριος βλέπων σου τὴν τα‐ πείνωσιν, πληροφορήσῃ τὰς καρδίας τῶν ἀδελφῶν σου, μὴ ἐπιτιθέναι σοι βάρος. | |
38(t) | Κεφαλὴ ληʹ | |
1 | Οἱ καταμόνας ἡσυχάζοντες τοὺς ἐν τοῖς κοινοβίοις μακαρίζουσιν, ὡς ἀπερίσπαστον βίον διάγοντας· εἰ δὲ οὐ παρῇ ἀγάπη τοῖς ἀδελφοῖς, τότε οἱ ἐν τοῖς κοινοβίοις τοὺς καταμόνας μακαρίζουσι, μάλιστα δὲ οἱ ἐν ἀμελείᾳ διάγοντες καὶ τῇ ἀκηδίᾳ συμπεριφερόμενοι. Ὁ δὲ τέλειος τῷ λογισμῷ ὑπερ‐ | 306 |
5 | βαίνει εὐχερῶς τὰς τοῦ Ἐχθροῦ παγίδας. | |
39(t) | Κεφαλὴ λθʹ | |
1 | Πάνδεινον ὑπάρχει τὸ πάθος τῆς φιλαργυρίας, ὥστε αὐτὸ εἶναι ῥίζαν πάντων τῶν κακῶν. Βουλόμεθα οὖν γνῶναι ἐν τίνι ἐκριζοῦται τὸ πάθος τῆς φιλαργυρίας; Ἐν τῷ τὴν ἐλπίδα ἔχειν ἐπὶ τὸν Θεὸν ἐν ὅλῃ καρδίᾳ καὶ ψυχῇ. | |
40(t) | Κεφαλὴ μʹ | |
1 | Ἀδελφέ, ἐὰν εἶ τροχαλὸς εἰς τὸ ἐργόχειρόν σου, ὥστε σε μεγάλα καὶ πολλὰ καὶ πλούσια ἐργάζεσθαι, μὴ ἐπαίρου ἐν τούτῳ, μηδὲ ἐξουθένει τοὺς | |
ἀσθενεστέρους σου ἀδελφούς· οὐ γὰρ ἐν τούτῳ τετέλεκας τὴν ἀρετήν. Ἀλλὰ μᾶλλον τίμα καὶ φοβοῦ τὸν Κύριον, ὅπως ἄχρι τέλους ἐπιχορηγήσῃ σοι τὴν | 307 | |
5 | ἰσχύν· ὅτι μάταιοι οἱ πεποιθότες ἐπὶ τῇ ἰδίᾳ δυνάμει. Ὁ δὲ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω. | |
41(t) | Κεφαλὴ μαʹ | |
1 | Ὅτι οὐ δεῖ φθονεῖν ἐν προκοπῇ ἀδελφοῦ· μέλη γάρ ἐσμεν τοῦ σώματος τοῦ Χριστοῦ. | |
42(t) | Κεφαλὴ μβʹ | |
1 | Μοναχέ, ἐάν σε ἐγκαλῇ ὁ ἡγούμενός σου, εἴτε ὁ ἐργοδότης, περὶ τῆς φιλοκαλίας τοῦ ἔργου, μὴ βαρέως φέρε τὸν ἔλεγχον· ἀλλὰ μᾶλλον φιλοκα‐ λήσωμεν ἐν ἀγαθῇ συνειδήσει, ἵνα καὶ ὁ πωλῶν καὶ ὁ ἀγοράζων ἀμφότεροι εὐχαριστήσωσι τῷ Κυρίῳ· εἴπωμεν δὲ καὶ τῷ λογισμῷ, Ἆράγε, εἰ ἄπιμεν | |
5 | ἀγοράσαι σκεῦος εἴτε ἱμάτιον, οὐ περὶ τῆς καλλονῆς σπουδάζομεν; Τοιγα‐ ροῦν καὶ ἡμεῖς φιλοκαλήσωμεν διὰ τὴν συνείδησιν. | 308 |
43(t) | Κεφαλὴ μγʹ | |
1 | Ἡμεῖς δέ, ἀγαπητοί, ὡς πεπιστευμένοι τὴν οἰκονομίαν, τὰ ἀσθενήμα‐ τα τῶν ἀδυνάτων βαστάζωμεν. Εἶπε γὰρ ὁ Σωτήρ· οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες. | |
44(t) | Κεφαλὴ μδʹ | |
1 | Ἀγαπητοί, ἐὰν καὶ οἱ ἡγούμενοι ἡμῶν σκολιάζωσι πρὸς ἡμᾶς, ὅπερ ἀπείῃ, ἀλλ’ ἡμεῖς ἐν ἀγαθῇ συνειδήσει δουλεύσωμεν ὡς τῷ Κυρίῳ καὶ οὐκ ἀνθρώποις· εἰδότες ὅτι ἀπὸ Θεοῦ ληψόμεθα τὸν μισθόν. | |
45(t) | Κεφαλὴ μεʹ | |
1 | Φρόνιμον δεῖ εἶναι καὶ ἀκέραιον τὸν μοναχόν, ἵνα ἐπιγινώσκῃ τὰ ἐπι‐ φερόμενα καθ’ αὑτοῦ ἀπὸ τοῦ ὑπεναντίου, ὅπως τὰ μὲν ὡς ἐν γελοίῳ πα‐ ρέλθῃ, τὰ δὲ ἐν ταπεινώσει, τὰ δὲ ἐν τῷ ἠρτυμένῳ λόγῳ ἀνατρέψῃ. | 309 |
46(t) | Κεφαλὴ μϛʹ | |
1 | Ἀγαπητέ, ἐὰν ἐξεγείρῃ ὁ Ἐχθρὸς ἀδελφὸν τοῦ λοιδορεῖν σε καὶ λέ‐ γειν, Κακόγηρε ἢ Κακέσχατε, μακροθύμως φέρε τὴν ὕβριν. Ἐὰν δὲ καὶ τῷ λογισμῷ καταδεξώμεθα ἕνεκα τῆς εἰρήνης, ἀντὶ τοῦ, Κακόγηρε, γίνεται Κα‐ λόγηρε, καὶ ἀντὶ τοῦ, Κακέσχατε, γίνεται Καλέσχατε. Δοῦλον τοῦ Κυρίου οὐ | |
5 | χρὴ μάχεσθαι, ἀλλ’ ἤπιον εἶναι πρὸς πάντας. | |
47(t) | Κεφαλὴ μζʹ | |
1 | Ἀδελφῷ τινι ὑπέβαλεν ὁ λογισμὸς ἐν καιρῷ τῆς ἀγρυπνίας, λέγων· | |
ἀνάπαυσον σεαυτὸν σήμερον καὶ μὴ ἀναστῇς εἰς ἀγρυπνίαν. Ὁ δὲ ἀπεκρίνα‐ το τῷ λογισμῷ· λόγιζε ὅτι χθὲς οὐκ ἀνέστης· σήμερον ὀφείλεις ἐγερθῆναι. Καὶ περὶ τοῦ ἔργου πάλιν ὑπέβαλεν αὐτῷ· ἀνάπαυσον σεαυτὸν σήμερον, καὶ | 310 | |
5 | αὔριον ἐργάζου. Ὁ δὲ πάλιν ἀπεκρίνατο, Οὐχί, ἀλλὰ σήμερον ἔργαζε, καὶ περὶ τῆς αὔριον τῷ Κυρίῳ μελήσει. | |
48(t) | Κεφαλὴ μηʹ | |
1 | Ἀγαπητέ, ἐὰν κτήσῃ φιλίαν μετά τινος καὶ πληροφορῇ σε ὅτι ἐν ἀλη‐ θείᾳ φοβεῖται τὸν Κύριον—καθώς φησιν ὁ Κύριος, ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς—μὴ σχῇς αὐτὸς ὑποψίαν περὶ πονηροῦ πράγματος. Τὸ δὲ νήφειν ἐν παντὶ καιρῷ, ἀγαθόν ἐστιν· ἐὰν δέ τις βουληθῇ ἔχειν μετὰ σοῦ | |
5 | φιλίαν δολερὰν καὶ παρρησίαν Θεῷ μὴ ἀρέσκουσαν, ἀπὸ τοῦ τοιούτου τήρει σεαυτὸν σφόδρα καὶ μηδόλως κτήσῃ παρρησίαν Θεῷ μὴ ἀρέσκουσαν πρὸς τὸν τοιοῦτον. Ἐὰν δὲ ἄρξηται ἐκφαίνειν τὸ ἑαυτοῦ ἐγκεκρυμμένον πάθος, εἴτε διὰ μειδιασμοῦ εἴτε διὰ γέλωτος ὑποκρινόμενος ὑπακοήν, καὶ βουληθῇ | |
ὑποσκελίσαι σε, μὴ χαυνωθῇς τὸν λογισμὸν πρὸς τὴν ἐκείνου ἀφροσύνην, | 311 | |
10 | ἀλλ’ ἔμβλεψον αὐτῷ αὐστηρῷ ὄμματι, ὅπως γνῷ τὸ ἐγκείμενον ἐν σοὶ ἀγα‐ θὸν θεμέλιον, καὶ ἐν τούτῳ ἢ μεταλλάσσῃ τὴν πονηρὰν γνώμην ἢ στέλλεται ἀπὸ σοῦ. | |
49(t) | Κεφαλὴ μθʹ | |
1 | Ἀγαπητέ, ἐὰν ἀνδρίζῃ κατὰ τῶν συλῆσαι πειρωμένων τοὺς τῆς ἐργα‐ σίας σου πόνους, ὅρα μήπως τις ὑποκάτωθεν πανουργησάμενος ἐλθὼν ὑπο‐ σκελίσῃ σε. Ἀλλ’ εὐτρεπίζου τὸν λογισμόν, ἵνα πρὸς ὃ ὁρᾷς τὸν ἄνεμον καὶ τὸ σκεῦος ἑτοιμάσῃς, ὅπως σωθῇ τὸ πλοῖον εἰς λιμένα ζωῆς. | |
50(t) | Κεφαλὴ νʹ | |
1 | Τίς φυτεύσας σικυήλατον ἑαυτῷ, καὶ οὐ τηρεῖ τὸν καρπὸν αὐτοῦ; Πό‐ σῳ μᾶλλον δεῖ τηρεῖν τὴν ἁγνείαν καὶ σωφροσύνην! Μισεῖ οὖν Κύριος τὴν συντυχίαν τῶν φιληδόνων ἀνθρώπων· διότι γέγραπται· φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. Ἢ τίς πληγείς ποτε ὑπ’ ἀσπίδος, καὶ οὐ τηρεῖ ἑαυ‐ | 312 |
5 | τὸν τοῦ μὴ προσεγγίζειν τῇ τρώγλῃ αὐτῆς; Ἐὰν δὲ μετὰ τὴν πληγὴν προ‐ σάξῃ τὴν χεῖρα εἰς τὸν φωλεὸν αὐτῆς καὶ δευτερώσῃ αὐτῷ τὴν πληγήν, τίς ἄρα αἴτιος γέγονε τοῦ θανάτου; Τὸ ἰοβόλον θηρίον ἢ ὁ μὴ τηρήσας ἑαυτόν; Σὺ δὲ νόει τὸ εἰρημένον. | |
51(t) | Κεφαλὴ ναʹ | |
1 | Τὸ Πνεῦμα τὸ Ἅγιον δηλοῖ τῷ ἀνθρώπῳ, ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ καὶ ποία οὐκ ἀγαθή. Καὶ πάλιν μηνύει αὐτῷ, τὶ ἡτοίμασται ἐν τῇ ὁδῷ τῇ ἀγαθῇ καὶ τὶ κέκρυπται ἐν τῇ ὁδῷ τῇ πονηρᾷ· ὅπως γνοὺς ὁ ἄνθρωπος τῶν ἀμφοτέρων τὴν ἀνταπόδοσιν φεύγῃ τὸ βλάβος. Ἐὰν δὲ μετὰ τὴν ἐπίγνωσιν, | |
5 | μὴ φύγῃ, ποίαν ἔχει ἀπολογίαν ἐν ἡμέρᾳ κρίσεως; Ἱματίων καλλωπισμὸς | |
καὶ ὀφθαλμὸς μετέωρος καὶ τράχηλος τεταμένος καὶ ὦμοι ἀνακεκαλυμμένοι καὶ πόδες ἐμπαθῶς ἀνειμένοι, θάνατον προσκαλοῦνται. | 313 | |
52(t) | Κεφαλὴ νβʹ | |
1 | Μακάριος ὁ φροντίσας τῆς τῶν ἑτέρων οἰκοδομῆς καὶ σωτηρίας· καὶ οὐ μὴ ἀφορισθῇ ἐκ τῆς τῶν οὐρανῶν βασιλείας μετὰ τῶν ποιούντων τὰ σκάνδαλα, ἀλλ’ ἔσται ἡ κατοίκησις αὐτοῦ μετὰ τῶν εὐαρεστησάντων τῷ Δε‐ σπότῃ Χριστῷ. ᾯ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. | |
53(t) | Κεφαλὴ νγʹ | |
1 | Παράγγελλε τοῖς κατὰ σάρκα γονεῦσιν, ἵνα μὴ πυκνάζωσι πρὸς σέ· λαλούντων γὰρ αὐτῶν ἐνώπιόν σου τὰ σά, παραλύουσί σου τὸν λογισμόν, ἅμα καὶ ἀκρατῆ σε διδάσκουσιν. Ἀρκεῖ ἅπαξ ἢ δὶς τοῦ ἔτους, ἵνα σε ἐπισκέ‐ | |
πτωνται· ἐὰν δὲ ἀποκόψῃς τελείως συντυχίαν ἀνωφελῆ, κρεῖσσον ποιήσεις. | 314 | |
54(t) | Κεφαλὴ νδʹ | |
1 | Ἡ πολυφαγία καὶ ἡ πολυποσία πρὸς τὸ παρὸν ἡδύτητα ἔχει· τῇ δὲ ἐπιούσῃ ἀηδίαν καὶ ἔκλυσιν παρέχει τῷ λογισμῷ. | |
55(t) | Κεφαλὴ νεʹ | |
1 | Ἐὰν συμβῇ σε ἀσθενείᾳ περιπεσεῖν, μὴ συνεχῶς γράφε τοῖς κατὰ σάρ‐ κα γονεῦσι· μὴ φεῦγε ἐπὶ νεκρὰν βοήθειαν καὶ σκέπην ἀνθρωπίνην· ἀλλὰ μᾶλλον μακροθυμήσωμεν ἐκδεχόμενοι τὸ ἔλεος τοῦ Θεοῦ, ἵνα αὐτὸς κυβερ‐ νήσῃ ἡμᾶς κατὰ πάντα· ἔστι γὰρ καιρός, ὅτε καὶ ἡ σὰρξ ἐπιδέεται παιδείας. | |
5 | Ἐν πᾶσι δὲ τῷ Κυρίῳ εὐαρεστήσωμεν, ὅτι αὐτῷ μέλει περὶ ἡμῶν. | |
56(t) | Κεφαλὴ νϛʹ | |
1 | Ἀδελφὸς ἠσθένησέ ποτε, καὶ βιαζόμενος ἑαυτὸν εἰργάζετο· κλαίων δὲ | |
κατ’ ἰδίαν ἐν τῷ κελλίῳ αὑτοῦ, παρεκάλει τὸν Κύριον ὑγιείαν αὐτῷ χαρίσα‐ σθαι. Εἶτα πάλιν ἔλεγεν ἐν ἑαυτῷ· οἴμοι τῷ ἀμελεῖ· ἡ ψυχή μου καθ’ ὥραν ἀσθενεῖ, καὶ οὐ μέλει μοι· καὶ ἵνα τὸ σῶμά μου μικρὸν κακωθῇ, μετὰ δα‐ | 315 | |
5 | κρύων τὴν ἴασιν αἰτοῦμαι παρὰ Κυρίου. Καὶ ἔλεγεν· Κύριε Ἰησοῦ Χριστέ, ἴασαί μου τὴν ψυχὴν καὶ τὸ σῶμα, ἵνα μὴ γένωμαι εἰς βάσταγμα τοῖς ἀδελ‐ φοῖς, οὐχ ὅτι δέ, Κύριε, ἐξ ἰδίας δυνάμεως τρέφεται ἄνθρωπος. Ἐὰν μὴ σύ, Δέσποτα, ἐπιχορηγήσῃς τὰ δέοντα καὶ αὐτάρκη, ὁ ἄνθρωπος οὐδέν ἐστι. Πλήν, Δέσποτα, καὶ τὴν ὑγιείαν χάρισαί μοι τῷ ἀχρείῳ δούλῳ σου, ὅτι σὺ | |
10 | εἶ ὁ Θεὸς τῶν μετανοούντων, καὶ ἐν ἐμοὶ δείξῃς τὴν μεγαλωσύνην σου. Καὶ ἰάθη ἔτι αὐτοῦ κρατοῦντος τὸ ἔργον· καὶ εἶπε· τὸ ῥητὸν διὰ τοῦ Ἀποστόλου, ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι, εἰς ἐμὲ γὰρ ἐπληρώθη ἐπ’ ἀληθείας. Ὅτε ὁ ἄνθρωπος ἀσθενεῖ, τότε καὶ ἡ ψυχὴ αὐτοῦ ὑπὲρ ἐκπερισσοῦ ζητεῖ τὸν Κύ‐ ριον. Ἀγαθὴ οὖν ἡ παιδεία, ἐάνπερ εὐχαριστεῖ ὁ παιδευόμενος· εἰπάτω δὴ ὁ | |
15 | τοιοῦτος· εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα παρὰ Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Εἴη | |
τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Ἀμήν. | 316 | |
57(t) | Κεφαλὴ νζʹ | |
1 | Ἀγαπητέ, ἐὰν ὑπὸ κανόνα καθέζῃ, μή σε νικήσῃ ἡ ἀκηδία ἀργῆσαι τὴν δευτέραν ἢ τὴν τρίτην τῆς ἑβδομάδος· ἵνα μὴ ὅλην τὴν ἑβδομάδα θλί‐ ψωσί σε οἱ λογισμοί. Οὕτω γὰρ συμβαίνει τισὶν ἐν τοῖς κοινοβίοις. Ὑποβάλ‐ λει γὰρ τὸ πνεῦμα ἀκηδίας τῷ λογισμῷ τοῦ μοναχοῦ τὴν δευτέραν καὶ τὴν | |
5 | τρίτην τῆς ἑβδομάδος ἀργῆσαι, καὶ ἀφίησιν αὐτὸν τὰς λοιπὰς ἡμέρας τῆς ἑβδομάδος ὑπωπιάζεσθαι τοῖς λογισμοῖς, ἄχρι τῆς ἀποδόσεως τοῦ ἔργου. Σὺ δὲ νῆφε ἐν πᾶσιν, ἀγαπητέ, ὅπως μὴ εὕρῃ ὑπεναντίος ἐν μηδενὶ ἐπιλαβέσθαι σου. Ἀγωνίζου οὖν τὸ τῆς ἡμέρας ἔργον εἰς ἡμέραν τιθέναι καὶ ὁ νοῦς, μὴ δεσμευόμενος ὑπὸ μερίμνης καὶ λύπης, σχολάσῃ τῇ προσευχῇ. | |
58(t) | Κεφαλὴ νηʹ | |
1 | Ὅταν τις τῷ βίῳ ἀποταξάμενος ἐξέλθῃ εἰς τοὺς ἀδελφούς, ἔτι βάλλον‐ | |
τος αὐτοῦ ἀρχάς, ὑποβάλλει ὁ Ἐχθρὸς ἐπιθυμίαν εἰς τὸ σχῆμα παρὰ τὸν καιρόν· ἵνα μὴ φέρων ὁ ἀδελφὸς τὸ λίαν τῆς ἐπιθυμίας φύγῃ τὸ στάδιον. Ἐὰν δὲ ὑπομείνῃ ἄχρις οὗ λάβῃ τὸ σχῆμα, ἐπείγει αὐτὸν ἐξιέναι τοῦ κοινο‐ | 317 | |
5 | βίου καὶ καταμόνας ἡσυχάσαι, προσφέρων αὐτῷ κατὰ διάνοιαν τοιαῦτα τι‐ νά· Ἔξελθε ἐντεῦθεν, καθέζου καταμόνας καὶ ἐργάζου παρὰ μικρόν· ἀσθε‐ νὴς γὰρ εἶ, φησί, καὶ τὸν κόπον τοῦ ἔργου τούτου οὐ δύνασαι φέρειν. Καὶ ἐὰν ἐξελθὼν ὁ ἀδελφὸς τοὺς πόνους τῆς ἀσκήσεως μὴ βαστάζῃ γενναίως, περισσῶς εὑρίσκεται κοπιῶν. Εἰ δὲ καὶ ἀσθένεια συμβῇ αὐτῷ, ἔτι μᾶλλον | |
10 | καὶ μᾶλλον μεταμελεῖται, ὅτι κατέλιπε τὸν ἴδιον τόπον. | |
59(t) | Κεφαλὴ νθʹ | |
1 | Ἑτέρῳ ἀδελφῷ δίδωσιν ὁ πειράζων προθυμίαν εἰς ἄσκησιν καὶ σκλη‐ ραγωγίαν, εἰς ἄκραν πολιτείαν· καὶ μετ’ ὀλίγον χρόνον, ἢ καὶ μετ’ ὀλίγα ἔ‐ τη, ἄρχεται ὁ πειράζων προσφέρειν αὐτῷ ἔκτασιν μακροῦ χρόνου, καὶ ὅτι κόπος ἐστί, φησίν, ὑπομεῖναί σε ἄχρι τέλους ἐν τῇ σκληραγωγίᾳ ταύτῃ, μή‐ | |
5 | ποτε καὶ εἰς τέλος ἐξασθενήσῃ σου τὸ σῶμα. Ἐὰν δὲ ἡ ψυχὴ τοῦ ἀδελφοῦ διψᾷ τοῦ σωθῆναι, οὐ καταθαρρεῖ ἑαυτὸν τοῖς ἀπατηλοῖς λογισμοῖς, ἀλλὰ πειθαρχεῖ παραινέσει καὶ συμβουλίᾳ ἀνδρῶν ἐμπείρων καὶ φοβουμένων τὸν Κύριον, ἢ ἀπαγορεύσας ἑαυτοῦ τὴν τῶν λογισμῶν ἐπανάστασιν. Ὁ δὲ μὴ οὕτως κεχρημένος τῇ ἀρετῇ, κρύπτει αὑτοῦ τὸ πάθος, καὶ ἐκδοῦναι τῇ | 318 |
10 | ἀσκήσει βουλόμενος διὰ τοὺς ὁμοψύχους ἀδελφοὺς μετέρχεται τοῦ τόπου, ἵ‐ να, ὡς θέλῃ, χρήσηται τῇ ἐπιθυμίᾳ· ἀλλά γε καὶ εἰς ἔκπτωσιν περιπίπτουσιν οἱ τοιοῦτοι, ὅτι κατὰ ἀνθρωπαρέσκειαν ἀσκοῦσι τὴν ἀρετήν· οὐ γὰρ ὁ θεμέ‐ λιος αὐτῶν ἐπὶ τὴν πέτραν ᾠκοδομημένος ἦν, ἀλλ’ ἐπὶ τὴν ἄμμον· ὅθεν τῆς βροχῆς κατελθούσης καὶ τῶν ποταμῶν καὶ ἀνέμων πνευσάντων καὶ προσρη‐ | |
15 | ξάντων αὐτῇ διὰ τῶν λογισμῶν, ἔπεσεν. Ὅτε γὰρ ἐδόκουν τὴν ἀρετὴν κτᾶ‐ σθαι, πεφυσιωμένοι ὑπῆρχον ἐν πολλῇ ὑπερηφανίᾳ· ὅτε δὲ ἐξέπεσον, τῇ ἀπο‐ γνώσει ἑαυτοὺς παρέδωκαν, ὅπερ οὐκ ὤφειλον. Γέγραπται γάρ· μὴ ὁ πί‐ πτων οὐκ ἀνίσταται; λέγει Κύριος. Καί, οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρ‐ | |
τωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν. Ὁ δὲ κατὰ Θεὸν πολιτευόμενος, | 319 | |
20 | ἐὰν πᾶσαν ἀρετὴν κατορθώσῃ, οὐ φυσιοῦται, οὐκ ἐπαίρεται, ἀναλογιζόμενος τὴν τοῦ Κυρίου μεγαλωσύνην, καὶ ὡς ἐταπείνωσεν ἑαυτὸν ὑπήκοος γενόμε‐ νος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Ἀλλά γε καὶ καταπτύσει ἑαυτὸν ἀπὸ φόβου, κατὰ τὸν λέγοντα· ἥγημαι ἑαυτὸν γῆν καὶ σποδόν. Ἡ δὲ ἀρετὴ ἔοικε πορφύρᾳ βασιλικῇ· οὐ δυνατὸν συνυφᾶναι αὐτῇ τι τῶν ἀλλοτρίων. Ὁ | |
25 | οὖν κατὰ Θεὸν ἀσκεῖν βουλόμενος, οὐ μὴ ἐμπίπτῃ εἰς ἔκπτωσιν χαλεπωτά‐ την. Εἰ δὲ καί, ὡς ἄνθρωπος, παρακινηθῇ, ἀλλ’ ὁ Κύριος γινώσκων τὴν ἀκακίαν τῆς καρδίας αὐτοῦ, στηρίζει αὐτοῦ τὴν ψυχὴν τῇ νουθεσίᾳ τῶν δού‐ λων αὑτοῦ. Ὁ δὲ νουθετούμενος καὶ ἀντιλέγων ὅμοιός ἐστι ἵππῳ σκληρο‐ στόμῳ, τὸν χαλινὸν μὴ φοβουμένῳ, ἄχρις οὗ κατακρημνίσῃ τὸν ἐπιβάτην. | |
30 | Ὁ γὰρ σκληρὸς τῇ καρδίᾳ, διαπεσεῖται κακῶς. | 320 |
60(t) | Κεφαλὴ ξʹ | |
1 | Ὁ ἀμελῶν τῆς ἑαυτοῦ σωτηρίας τε καὶ ἐργασίας ἐν κοινοβίῳ, τύπος γίνεται ῥᾳθυμίας πλείστοις ἀδελφοῖς· ὁ δὲ ἐπιμελούμενος τῆς ἑαυτοῦ σωτη‐ ρίας, δόξης μεγάλης ἀξιωθήσεται ἐν τοῖς οὐρανοῖς, ὅτι τύπος γέγονεν ἐναρέ‐ του βίου καὶ τῶν ἀμελεστέρων ἀδελφῶν διήγειρε τὴν προθυμίαν πρὸς κα‐ | |
5 | τόρθωσιν ἀρετῶν. Καθάπερ γὰρ ἐν παρατάξει πολέμου ὁ πρωταγωνιστὴς τι‐ μὴν ἔχει παρὰ πάντας, οὕτω καὶ παρὰ Θεῷ τιμηθήσεται πᾶς ὁ νήφων εἰς τὸ ἔργον Κυρίου. | |
61(t) | Κεφαλὴ ξαʹ | |
1 | Μὴ ἀπατάτω σε ὁ λογισμός, μοναχέ, ἐν τῷ σὲ ἁμαρτάνειν καὶ πράσ‐ σειν ὃ μὴ δεῖ, καὶ μεγαλαυχεῖν καὶ λέγειν, ὅτι ὅσα κακὰ ἐὰν ποιήσῃ ὁ μο‐ ναχός, βελτίων ἐστὶ τοῦ κοσμικοῦ. Γέγραπται γάρ· οὐ γὰρ ὁ ἑαυτὸν συνι‐ | |
στῶν, ἐκεῖνός ἐστι δόκιμος, ἀλλ’ ὃν ὁ Κύριος συνίστησι. Σὺ δὲ πρῶτος ἐρεύ‐ | 321 | |
5 | να σου τὰς πράξεις, εἰ ὅντως βίον ὑποτακτικὸν κατώρθωσας, ὅτι ὑψοῖς ἑαυ‐ τόν· εἰ τὴν ἐπιθυμίαν ἐνίκησας καὶ τὴν πτωχείαν ἠγάπησας· εἰ τὴν καταλα‐ λιὰν ἐμίσησας καὶ τὴν κενοδοξίαν οὐκ ἠγάπησας· εἰ τὴν ἁμαρτίαν ἐμίσησας καὶ τὴν ἡδονὴν ἐβδελύξω· εἴ τινα οὐκ ἐκάκωσας· εἰ τὰ πάθη ἐνίκησας· εἰ οὐκ ὀργίζῃ ὑβριζόμενος καὶ οὐκ ἐπαίρῃ ἐπαινούμενος· εἰ τὸν Κύριον ἠγάπη‐ | |
10 | σας ἐν ὅλῃ δυνάμει, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν. Εἰ δὲ ταῦτα οὐκ ἐφυ‐ λαξάμεθα, ἱνατί μεγαλορρημονοῦμεν; Ὅπερ δεῖ κλαίειν ἔμπροσθεν τῆς ἀγα‐ θότητος αὐτοῦ, ὅπως ἰάσηται ἡμῶν τὴν σκληρότητα τῆς καρδίας καὶ ἀξίους ποιήσῃ τοῦ ἐπανῃρημένου βίου πολιτεύσασθαι. | |
62(t) | Κεφαλὴ ξβʹ | |
1 | Οὐαὶ ἐκείνῳ τῷ μοναχῷ, ὃς τὴν εὐλάβειαν ἀπωλέσας ἐν οἴνῳ ἀνδρίζε‐ ται· ὅτι, ἐὰν μὴ νήψῃ, δεῖ αὐτὸν ἐπ’ ἐσχάτων πικρῶς ὀδυνᾶσθαι· ὁ δὲ συν‐ | |
τηρῶν τὰς ὁδοὺς αὑτοῦ ἐν Κυρίῳ δόξαν αἰώνιον κληρονομήσει. | 322 | |
63(t) | Κεφαλὴ ξγʹ | |
1 | Ὅτι οὐ δεῖ ὅρον τιθέναι κατὰ τῶν νεοκατηχήτων, τοῦ μὴ μετελθεῖν αὐτοὺς ἀπὸ μειζοτέρου πρὸς ἕτερον, ἐάνπερ κριθῇ δίκαιον τὸ ἀποστρόφημα· πολλὰ γὰρ τὰ ἔνεδρα τοῦ Διαβόλου. | |
64(t) | Κεφαλὴ ξδʹ | |
1 | Ὅτι οὐ δεῖ παρρησίαν διδόναι παιδίῳ παρρησιάζεσθαι μετὰ ἀδελφῶν· ἀλλὰ μᾶλλον ἐν ἡσυχίᾳ καὶ ὑποταγῇ αὐτοὺς παρέχειν ἐν Κυρίῳ. | |
65(t) | Κεφαλὴ ξεʹ | |
1 | Ὅτι οὐδεὶς τῶν πρώτων σκανδαλίζῃ τοὺς μικροτέρους καὶ ὑπογραμ‐ μὸν αὐτοῖς γίνεσθαι κακῆς ἀναστροφῆς. Διότι γέγραπται· οὐαὶ ὁ ποτίζων τὸν πλησίον αὑτοῦ ἀνατροπὴν θολεράν. Ἀλλὰ μᾶλλον τύπους εἶναι τῶν πι‐ | |
στῶν. | 323 | |
66(t) | Κεφαλὴ ξϛʹ | |
1 | Ὅτι οὐδένα τῶν σωθῆναι βουλομένων προσέχειν πταίσμασιν ἀλλο‐ τρίων, ἀλλ’ ἑαυτοῖς προσέχειν. Γέγραπται γάρ· διὸ καὶ φιλοτιμούμεθα, εἴτε ἐνδημοῦντες, εἴτε ἐκδημοῦντες, εὐάρεστοι αὐτῷ εἶναι· τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκα‐ | |
5 | στος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθά, εἴτε πονηρά. | |
67(t) | Κεφαλὴ ξζʹ | |
1 | Εἴ τις οὐχ ὑποταγῇ μειζοτέρῳ, καθὼς χρή, βασταζέτω ἀσθένειαν ἀρ‐ χαρίου, ἵνα διὰ τούτου τοῦ πόνου ἀνασώσῃ πόνους τοῦ προλεχθέντος χρό‐ νου· τοῦ Ἀποστόλου λέγοντος, ὀφείλομεν ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα | |
τῶν ἀδυνάτων βαστάζειν καὶ μὴ ἑαυτοῖς ἀρέσκειν· ἕκαστος γὰρ ἡμῶν τῷ | 324 | |
5 | πλησίον ἀρεσκέτω [εἰς ἀγαθὸν πρὸς οἰκοδομήν]. | |
68(t) | Κεφαλὴ ξηʹ | |
1 | Οὐ χρονιεῖ μοναχὸς ἐν τόπῳ ἑνὶ καὶ οὐχ εὑρήσει ἀνάπαυσιν, ἐὰν μὴ πρότερον ἀγαπήσῃ τὴν σιωπὴν καὶ τὴν ἐγκράτειαν. Ἡ γὰρ σιωπὴ ἐκδιδά‐ σκει τὴν ἡσυχίαν καὶ τὸ συνεχῶς προσεύχεσθαι· ἡ δὲ ἐγκράτεια ἀπερίσπα‐ στον ἀποκαθίστησι τὸν λογισμόν. Τέλος δὲ εἰρηνικὴ κατάστασις διαδέχεται | |
5 | τὸν κεκτημένον ταῦτα. | |
69(t) | Κεφαλὴ ξθʹ | |
1 | Ἐν καιρῷ τοῦ πειρασμοῦ ἀποφαίνεται ἡ δοκιμὴ τοῦ πιστοῦ· οὐ δεῖ δὲ ἐκκακεῖν ἐν καιρῷ τοῦ πειρασμοῦ, ἀλλὰ νήφειν ἐν προσευχαῖς καὶ εὐποιΐαις. Ὃν τρόπον οἱ πλέοντες τὴν θάλασσαν νήφουσι λαβόντες σφοδρὸν χειμῶνα | |
καὶ περισσῶς ἀγρυπνοῦσι καὶ τὸν Κύριον ἐπικαλοῦνται, καθὼς [φησὶν] ἐν | 325 | |
5 | τῷ προφήτῃ Ἰωνᾷ ἐστι γεγραμμένον· καὶ τὸ πλοῖον ἐκινδύνευε συντριβῆναι, καὶ ἐφοβήθησαν οἱ ναυτικοὶ καὶ ἀνεβόων ἕκαστος πρὸς τὸν θεὸν αὑτοῦ καὶ ἐκβολὴν ἐποιοῦντο τῶν σκευῶν τῶν ἐν τῷ πλοίῳ εἰς τὴν θάλασσαν. Ὅπερ ἐστὶν ὑπόδειγμα πρὸς ἀποταγὴν γηΐνων πραγμάτων. Πάντων γὰρ δεῖ κατα‐ φρονεῖν τῶν κοσμικῶν πραγμάτων καὶ μόνης ἀντιποιεῖσθαι τῆς αἰωνίου | |
10 | ζωῆς· καὶ μὴ ἐν τῷ συμβῆναι ἡμῖν περίστασιν ἀπογνῶμεν ἑαυτῶν. Ὁρῶμεν γὰρ τὸν Προφήτην καὶ ἐν κοιλίᾳ ὄντα τοῦ κήτους μὴ ἀπελπίσαντα τῆς ἑαυ‐ τοῦ σωτηρίας, ἀλλὰ προσευχόμενον καὶ λέγοντα· Ἐβόησα ἐν θλίψει μου πρὸς Κύριον τὸν Θεόν μου, καὶ εἰσήκουσέ μου. Ἐκ κοιλίας ᾅδου κραυγῆς μου, ἤκουσας φωνῆς μου. Ἀπέρριψάς με εἰς βάθη καρδίας θαλάσσης· οὐ | |
15 | γὰρ ταρορᾷ Κύριος τοὺς ἐπικαλουμένους αὐτὸν ἐν ἀληθείᾳ. Τοιγαροῦν καὶ ἡμεῖς, ὅταν συμβῇ θλῖψις, πρὸς Κύριον καταφεύγωμεν, κατὰ τὸν λέγοντα· Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου. Οὐ πάντοτε γὰρ γαληνιᾷ ἡ θάλασσα· καὶ οὐ δυνατόν, ἄτερ πειρασμοῦ ἐκπλεῦσαι τὸν ἐνεστῶτα βίον. Ἐὰν δὲ κα‐ | |
τάσχωμεν τὴν πίστιν τοῦ Κυρίου, καθάπερ πηδάλιον, εἰσάξει ἡμᾶς εἰς τὸν | 326 | |
20 | τῆς ζωῆς λιμένα, καὶ ἀποθέμενοι τὸν μόχθον, ἐνδυσώμεθα ζωὴν καὶ ἀφθαρ‐ σίαν. | |
70(t) | Κεφαλὴ οʹ | |
1 | Ἀγαπητέ, ἐὰν πνεῦμα ἀκηδίας ἐνοχλήσῃ σε, μὴ κατάπιπτε, ἀλλὰ δεή‐ θητι τοῦ Κυρίου καὶ παρέξει σοι τὴν μακροθυμίαν, καὶ μετὰ τὴν εὐχὴν καθί‐ σας ἐπισυνάγαγέ σου τοὺς λογισμούς, καὶ παρακάλει τὴν ψυχήν σου κατὰ τὸν λέγοντα· ἱνατί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἱνατί συνταράσσεις με; | |
5 | Ἔλπισον ἐπὶ τὸν Θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ, σωτήριον τοῦ προσώπου μου, ὁ Θεός μου. Καὶ εἰπόν, τί ὀλιγωρεῖς, ψυχή μου; Μὴ γὰρ διαπαντὸς δεῖ κατοικεῖν ἡμᾶς ἐν τῷ βίῳ τούτῳ; Ἄκουε τοῦ λέγοντος, πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου. Ἐννόησον τοὺς προενοικήσαντας ἐν τῷ μοναστηρίῳ, ἔνθα νῦν σὺ παροικεῖς, καὶ γνῶθι καὶ | |
10 | ἴδε, ὅτι καθάπερ κἀκεῖνοι παρῆλθον ἐκ τοῦ αἰῶνος τούτου, οὕτως καὶ ἡμᾶς, | |
ὅταν Θεὸς βουλήσῃ, δεῖ παροικήσαντας ἀπιέναι. Ἡ δὲ τῶν δικαίων ζωὴ με‐ τὰ τὴν τελευτὴν ὑπάρχει. Ὅθεν καὶ ὁ Προφήτης λέγει ἐπιποθῶν τὴν μέλλου‐ σαν ζωήν· ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ ὁ Θεός. Πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώ‐ | 327 | |
15 | πῳ τοῦ Θεοῦ; Ὡς γὰρ δεσμωτήριον ἡγοῦντο οἱ Ἅγιοι τὸν παρόντα βίον. Ὅθεν καὶ ἐν ἑτέρῳ λέγει· νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ. Οὕτως καὶ ὁ Ἀπόστολος τὴν ἐπιθυμίαν εἶχε τοῦ ἀνα‐ λῦσαι καὶ σὺν Χριστῷ εἶναι. | |
71(t) | Κεφαλὴ οαʹ | |
1 | Δύο ἀδελφοὶ γέροντες εἶχον θλῖψιν πρὸς ἀλλήλους· ἔτυχεν οὖν ἕνα ἐξ αὐτῶν ἀσθενῆσαι. Ἀπῆλθεν οὖν ἀδελφός τις εἰς ἐπίσκεψιν τοῦ γέροντος· καὶ παρεκάλει ὁ γέρων τὸν ἀδελφόν, λέγων· μάχην ἔχομεν ἐγὼ καὶ ὁ δεῖνα ὁ γέρων, καὶ ἔθελον ἵνα παρακαλέσῃς αὐτόν, ὅπως φιλιωθῶμεν. Εἴθε γὰρ κα‐ | |
5 | λὸν κἀγὼ ἐδυνάμην ποιῆσαί τινι. Ἔφη ὁ ἀδελφός· ἐκέλευσας, ἀββᾶ, ἐγὼ παρακαλῶ. Καὶ ἐξελθὼν ὁ ἀδελφός, διελογίζετο ἐν ἑαυτῷ, μήποτε οὐκ ἀνέ‐ ξεται ὁ γέρων τῆς παρακλήσεως, μήποτε καὶ παροξυσμὸς γίνεται. Καὶ κατ’ οἰκονομίαν Θεοῦ, φέρει τις τῶν ἀδελφῶν πέντε σῦκα καὶ ὀλίγα συκάμινα. Καὶ ἐκλεξάμενος ὁ ἀδελφὸς ἓν σῦκον, καὶ ἐκ τῶν ἄλλων ὀλίγα, ἀπήνεγκε | 328 |
10 | τῷ γέροντι εἰς τὸ κελλίον αὐτοῦ, καὶ εἶπε· τάχα τις αὐτὰ ἐνήνοχε τῷ γέρον‐ τι, καὶ εἶπέ μοι· δέξαι, δὸς τῷ δεῖνα γέροντι. Καὶ ὡς ἤκουσε ταῦτα ὁ γέ‐ ρων, ἔστη ἐννεὸς καὶ εἶπε· ταῦτα ἐμοὶ ἔπεμψε; Καὶ εἶπεν ὁ ἀδελφός· ναί, ἀββᾶ. Καὶ ἀπέλαβεν αὐτὰ ὁ γέρων, εἰπών· καλῶς ἥκεις. Καὶ ἀναχωρήσας ὁ ἀδελφὸς ἀπὸ τοῦ γέροντος, εἰς τὸ κελλίον ἑαυτοῦ ἦλθε, καὶ λαβὼν σῦκα καὶ | |
15 | ἐκ τῶν συκαμίνων ὀλίγα ἀπήνεγκε καὶ τῷ ἄλλῳ γέροντι, καὶ μετανοήσας αὐτῷ εἶπε· δέξαι ταῦτα, ἀββᾶ, ἀπέστειλέ σοι ὁ δεῖνα ὁ γέρων. Συνήλλαξε δὲ αὐτοὺς εἰς εἰρήνην διὰ τῶν τριῶν σύκων καὶ ὀλίγων συκαμίνων. Καὶ οὐκ ἔ‐ γνωσαν οἱ γέροντες ὃ ἐποίησεν ὁ ἀδελφός. Ἔφη οὖν, ἐφιλιώθημεν; Εἶπε δὲ | |
ὁ ἀδελφός· ναί, ἀββᾶ, διὰ τῶν εὐχῶν σου. Καὶ εἶπεν ὁ γέρων· δόξα τῷ | 329 | |
20 | Θεῷ. Καὶ ἐφιλιώθησαν οἱ γέροντες διὰ τῆς χάριτος τοῦ Θεοῦ. | |
72(t) | Κεφαλὴ οβʹ | |
1 | Ἐν κοινοβίῳ τινί, χρείας γενομένης ἀδελφὸν εἰς τὴν οἰκονομίαν στα‐ θῆναι, ἐξελέξατο ὁ ἡγούμενος ἀδελφὸν οἷον ἐβουλήθη· μέλλων δὲ ὁ ἀδελφὸς καταλιμπάνειν τὸ κελλίον αὑτοῦ, παρέθετο τὰ σκεύη αὑτοῦ ἑτέρῳ ἀδελφῷ, εἰπών· ἐὰν συμβῇ με ἐξελθεῖν ἀπὸ τῆς οἰκονομίας, παρέχῃς μοι αὐτά· ὁ δὲ | |
5 | συνέθετο διδόναι. Καὶ οὐ μετὰ πολὺν χρόνον, ἀπέστη ὁ ἀδελφὸς ἀπὸ τῆς οἰ‐ κονομίας, εἰπών· ἐν τῇ ἡσυχίᾳ τοῦ κελλίου μου ἀναπαύομαι μᾶλλον. Καὶ εἶ‐ πε τῷ ἀδελφῷ· δός μοι ἃ παρεθέμην σοι. Ὁ δὲ οὐκ ἠθέλησε παρασχεῖν. Ἰδὼν δὲ ὁ ἀδελφὸς ὅτι παροξύνεται, μὴ θέλων παρασχεῖν, ἐσιώπησεν. Ἕτε‐ ρος οὖν ἀδελφὸς παρεκάλει αὐτόν, λέγων· ποίησον ἀγάπην· ἐάν τι σοὶ παρέ‐ | |
10 | θετο ὁ ἀδελφός, μὴ στερήσῃς αὐτὸν τῶν αὑτοῦ, μήποτε τὸ κρίμα βάλῃ σε ἔ‐ ξω. Ὁ δὲ καὶ αὐτῷ εἶπεν· οὐδὲν ἔχω αὐτοῦ. Καὶ μεθ’ ἡμέρας πέντε ἢ δέκα, | |
λαβὼν λογισμοὺς ἀδελφὸς ὁ τὰ σκεύη εἰληφώς, μετὰ πολλῆς θλίψεως ἐξῆλ‐ θε τοῦ κοινοβίου. Τοῦ γὰρ ἡγουμένου παραινέσαντος μὴ ἐξιέναι, καθυβρίσας αὐτὸν ἀνεχώρησεν. Ὁ οὖν οἰκονόμος κατ’ ἐπιτροπὴν τοῦ ἡγουμένου ἀνοίξας | 330 | |
15 | αὐτοῦ τὸ κελλίον, τὰ εὑρεθέντα σκεύη διεμέρισε τοῖς ἀδελφοῖς. Καὶ μετ’ ὀλί‐ γας ἡμέρας μετανοήσας ὁ ἀδελφὸς ὑπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ. Καὶ εὗ‐ ρεν τὸ κελλίον αὐτοῦ ἠνεῳγμένον καὶ τὰ σκεύη αὑτοῦ δεδομένα διαφόροις ἀδελφοῖς· καὶ ἐλυπήθη σφόδρα, καὶ οὐκ ἐχρόνισεν ἀπολαβεῖν ὃ πεποίηκε τῷ ἀδελφῷ. | |
73(t) | Κεφαλὴ ογʹ | |
1 | Ἀδελφὸς ἠρώτησεν ἀδελφόν τινα, λέγων· ὁ ἀββᾶς ἔταξέ με ἐξελθεῖν εἰς τὸ ἀρτοποιόν, ποιῆσαι τοὺς ἄρτους τῶν ἀδελφῶν· καὶ τῶν ἐργατῶν κο‐ σμικῶν ὄντων, λαλοῦσιν ἃ μὴ δεῖ, καὶ οὐκ ὠφελοῦμαι ἀκούειν ταῦτα· τί οὖν ὤφειλον ποιῆσαι; Ὁ δὲ ἀδελφὸς ἀπεκρίνατο, λέγων· οὐχ ἑώρακας παι‐ | |
5 | δία γράμματα μανθάνοντα ἐπὶ τὸ πλῆθος, καὶ ἕκαστον αὐτῶν τὸ ἴδιον μά‐ θημα μελετᾷ καὶ οὐχὶ τὸ τοῦ ἑτέρου, εἰδὸς ὅτι τὸ ἴδιον ἀπαγγελεῖ τῷ ἑαυ‐ | |
τοῦ διδασκάλῳ καὶ οὐχὶ τὸ τοῦ ἑτέρου; Εἰ δὲ νικᾶσαι ὑπὸ τῶν παθῶν, ἄ‐ κουε τοῦ λέγοντος· πάντα δοκιμάζοντες, τὸ καλὸν κατέχετε. | 331 | |
74(t) | Κεφαλὴ οδʹ | |
1 | Ὁ πληθύνων λόγους ἐν μέσῳ ἀδελφῶν, πληθύνει μάχας, καὶ πληθύνει μῖσος ἑαυτῷ· φειδόμενος δὲ χειλέων, ἀγαπηθήσεται. Μέγα δὲ φῶς ἐν ψυχῇ φόβος Κυρίου, ἐκδιώκων ἐξ αὐτῆς τὸ σκότος καὶ καθαρὰν ἀπεργαζόμενος. | |
75(t) | Κεφαλὴ οεʹ | |
1 | Ἀδελφοί, μετὰ τῆς εὐχῆς τὸ ἔργον φιλοκαλήσωμεν, ὅτι μισθός ἐστιν, ἐάνπερ τὸ ἔργον ἀδόλως ἐπιτελῶμεν. Ὁ γὰρ ἐξ ἐριθείας ἢ φιλαυτίας ἢ φι‐ λαργυρίας ἀμελήσας τοῦ ἔργου, ἀκούσει τὸ γεγραμμένον· κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν, δὸς αὐτοῖς. Ὁ δὲ ἐργαζόμενος ἐν καθαρᾷ συνειδήσει, ὡς τῷ | |
5 | Θεῷ καὶ οὐκ ἀνθρώποις ἀρέσαι θέλων, ἀξιωθήσεται ἐκείνης τῆς εὐλογημέ‐ νης φωνῆς· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. ᾯ ἡ δόξα εἰς τοὺς αἰῶ‐ νας. Ἀμήν. | 332 |
76(t) | Κεφαλὴ οϛʹ | |
1 | Ἐὰν ἀποταξάμενος τῷ βίῳ ἐξέλθῃς ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγε‐ νείας σου, καὶ καταπαύσῃ σε Κύριος ὁ Θεός σου, ἐν ᾧ μέλλεις ἡσυχάζειν τοῦ λοιποῦ, μὴ θελήσῃς ἐξενεγκεῖν ἑαυτῷ ὄνομα ἐν τῷ τόπῳ, κἂν ἄρχων ἦς καὶ μέγας σφόδρα ἐν τῇ γῇ σου. Ἀλλ’ εἰπὸν τῷ λογισμῷ σου, ὡς καὶ ὁ | |
5 | Προφήτης· πτωχὸς καὶ πένης εἰμὶ ἐγώ· ἵνα ὁ Θεὸς ἀντιλάβηταί σου, καὶ ὑψώσει σε. | |
77(t) | Κεφαλὴ οζʹ | |
1 | Ἐρώτησις: Διατί ὀλιγωρεῖ ὁ ἀδελφὸς καθεζόμενος ἐν τῷ κελλίῳ αὑ‐ | |
τοῦ; Ἀπόκρισις: Ἐφ’ ὅσον ἡ ψυχὴ τὰ γήϊνα φαντάζεται, αἱ ποικίλαι τῶν ἐπιθυμιῶν τοῦ κόσμου τούτου καὶ αἱ μάταιαι ἡδοναὶ προσαγόμεναι τῇ ψυχῇ | 333 | |
5 | διὰ τῶν λογισμῶν, ἐκλύουσι τὸν τόνον αὐτῆς· ὅθεν καὶ ὀλιγωρεῖ ὁ ἀδελφὸς ἐν τῷ κελλίῳ καθεζόμενος. Ἐὰν δὲ μισήσῃ τὸν κόσμον τοῦτον καὶ τὴν ἀπά‐ την αὐτοῦ, καὶ ἑαυτὸν παραστήσῃ δοῦλον τῷ Κυρίῳ ἐν ὅλῃ καρδίᾳ καὶ ψυχῇ, οὐ μὴ κατισχύσῃ κατ’ αὐτοῦ ὀλιγωρία· καὶ ποιεῖ τοῦ λοιποῦ τὸ ἔργον αὑτοῦ ἐν ἀνέσει. Πρὸς δὲ τὸν τῆς κενοδοξίας λογισμὸν ἡ πάλη αὐτῷ ἀντί‐ | |
10 | κειται· καὶ ταύτην ἐκδιώξεται ὁ τοῦ Κυρίου δοῦλος, ἀναλογιζόμενος τὴν ἑαυτοῦ ἀσθένειαν τῆς φύσεως καὶ τίνος τὸ δώρημα, κατὰ τὸν λέγοντα· τί γὰρ ἔχεις, ὃ οὐκ ἔλαβες; Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι, ὡς μὴ λαβών; Τούτῳ ἡ πάλη ἐστὶ πρὸς τὴν τῆς σαρκὸς ἀσθένειαν· ὁ δὲ δοῦλος τοῦ Κυρίου οὐ πτοηθήσεται· οὐδὲ μὴ χωρίσῃ ἑαυτὸν ἐκ τῆς ἀγάπης τοῦ Θεοῦ, κατὰ τὸν | |
15 | λέγοντα· τίς ἡμᾶς χωρίσῃ ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ; Θλῖψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα; Καθὼς γέγραπται· ὅ‐ | |
τι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβατα σφα‐ γῆς. Ἀλλ’ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. Πέπει‐ σμαι γὰρ ὅτι οὔτε θάνατος, οὔτε ζωή, οὔτε ἀρχαί, οὔτε ἐξουσίαι, οὔτε ἐνε‐ | 334 | |
20 | στῶτα, οὔτε μέλλοντα, οὔτε δυνάμεις, οὔτε ἄγγελοι, οὔτε ὕψωμα, οὔτε βά‐ θος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Πᾶσι δὲ τοῖς πάθεσι τὸ πνεῦμα τῆς πορνείας ἀκολουθεῖ. Φεῦγε λόγους αἰσχροὺς καὶ φεύξῃ ῥυπαροὺς λογι‐ σμούς. | |
78(t) | Κεφαλὴ οηʹ | |
1 | Ἐὰν προστάξωσιν ἡμῖν οἱ προεστῶτες ἡμῶν συνεξιέναι τοῖς ἀδελφοῖς ἡμῶν εἰς παρέργιον, προθύμως προσδράμωμεν, μὴ ἐρίσαντες τοῖς ῥᾳθυμοτέ‐ ροις. Ὁ γὰρ ἰσχύων καὶ μὴ συγκοπιῶν, κατὰ πολλοὺς τρόπους ζημιοῖ ἑαυ‐ τόν· πρῶτον μέν, τοῦ μισθοῦ ἑαυτὸν ἐστέρησε· δεύτερον δέ, πρόφασιν δέδω‐ | |
5 | κε τῷ γογγυσμῷ καὶ τῇ καταλαλιᾷ, τὸ τῆς φιλαυτίας ἔργον ἐργασάμενος. Οὐ δεῖ δὲ τὸν σπουδαῖον προσέχειν ῥᾳθυμοτέροις ἀδελφοῖς. Οὐδεὶς ἐν ἀμητῷ λέγει ποτέ· τοῦ πλησίον μὴ συνάγοντος ἑαυτῷ σῖτον, οὐδ’ ἐγὼ συνάγω ἐμαυτῷ. Ἀλλ’ ἕκαστος, ὡς καιρὸν ἔχει, συνάγει ἑαυτῷ τροφάς, καὶ τοῖς κτήνεσιν αὑτοῦ, ἵνα ἀνενδεὴς διαμείνῃ. Καὶ ἐὰν εἰς τὰ σαρκικὰ τοσαύτη | 335 |
10 | σπουδή, οὐ πολλῷ μᾶλλον εἰς τὰ πνευματικά; | |
79(t) | Κεφαλὴ οθʹ | |
1 | Προηγεῖσθαι τιμῇ γέρουσι καλόν· καὶ συμπαθῆσαι ἀσθενοῦσιν ἀγαθόν ἐστι. Σοφοὶ δὲ γέροντες ἄλειμμα ἀδελφῶν πρὸς ἑδραίωσιν ψυχῆς. | |
80(t) | Κεφαλὴ πʹ | |
1 | Ἀρχὴ ὑπερηφανίας τὸ μὴ συγκοπιᾶν τοῖς ἀδελφοῖς κατὰ δύναμιν. Συ‐ νερχομένων δὲ ἡμῶν εἰς ἔργον, μὴ πολυλογῶμεν· ἀλλ’ ἡ σπουδὴ ἡμῶν ἔ‐ | |
στω, δι’ ὧν ἐξήλθομεν. | 336 | |
81(t) | Κεφαλὴ παʹ | |
1 | Ἡ ἀφοβία γεννᾷ ὑπερηφανίαν· ἡ ὑπερηφανία δὲ μήτηρ ἀνυποταγῆς. Ταπεινοφροσύνη δὲ καὶ πραΰτης καθήλωσαν τὸν κεκτημένον αὐτὰς εἰς τὸν φόβον τοῦ Θεοῦ, ὥσπερ στύλον καθηδρευμένον ἐν ναῷ Κυρίου. | |
82(t) | Κεφαλὴ πβʹ | |
1 | Ἀσύμφορον τῷ μοναχῷ συνάφειαν ἔχειν μετὰ γυναικός. Μετὰ παρθε‐ νευούσης μηδόλως προσεγγίσῃς, ἐάνπερ ἐστί σοι σαρκικὸν φρόνημα. Μονα‐ χὸς γὰρ ἐν οἴνῳ συντρίβων γυναιξί, τοῦ βάλλοντος ἑαυτὸν εἰς πῦρ οὐ διαφέ‐ ρει. Ὁ δὲ φυγὼν συντυχίας αὐτῶν, φεύγει ὥσπερ δορκὰς ἐκ βρόχων. | |
83(t) | Κεφαλὴ πγʹ | |
1 | Νῆφε ἐκ νεότητός σου, ἀδελφέ, ἵνα μὴ μεταμεληθῇς ἐπ’ ἐσχάτων σου. | |
Μὴ οὖν ζηλούτω ἡ καρδία σου ἄνδρας ἁμαρτωλούς· γέγραπται γάρ· μὴ πα‐ ραζήλου ἐν πονηρευομένοις, μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν· ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται, καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπε‐ | 337 | |
5 | σοῦνται. Ἔλπισον ἐπὶ Κύριον καὶ ποίει χρηστότητα. | |
84(t) | Κεφαλὴ πδʹ | |
1 | Ἀγαπητέ, ἐὰν ὁ ἀδελφός σου κακῶς ἀναστρέφεται, νουθέτει αὐτόν, λέγων· παῦσον ἀδελφέ· οὐ γὰρ συμφέρει σοι ἡ ἀναστροφὴ αὕτη. Φέρε δὲ αὐτῷ ὑπόδειγμα ἕνα τῶν πεσόντων· τῷ δὲ προσώπῳ, οὐχ ὡς τὸ πταῖσμα τοῦ πεσόντος ἐξαγορεύων, ἀλλ’ ἵνα τὸν παρόντα ὠφελήσῃς, ὅπως ἐφορῶν | |
5 | εἰς τὸν παρακολουθήσαντα κίνδυνον φεύγῃ τὸ πτῶμα. Φέρε δὲ αὐτῷ καὶ μνήμην τῶν εὐαρεστησάντων τῷ Κυρίῳ καὶ διάκρινον αὐτῶν ἀμφοτέρων τὴν ἀνταπόδοσιν· καὶ ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου. Ἐὰν δὲ | |
ἐπιμείνῃ τῇ αὐτῇ γνώμῃ καὶ ὑφ’ ἑτέρων νουθετούμενος ἀπειθεῖ, τὰ τῆς κα‐ ταφρονήσεως ἔργα ἐπιτελῶν, τήρει σεαυτὸν ἀπ’ αὐτοῦ, εὐχόμενος περὶ αὐ‐ | 338 | |
10 | τοῦ πρὸς Κύριον, κατὰ τὸν λέγοντα· εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν, διὰ τῆς ἐπιστολῆς, τοῦτον σημειοῦσθε καὶ μὴ συναναμίγνυσθε αὐτῷ, ἵνα ἐντραπῇ· καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν. | |
85(t) | Κεφαλὴ πεʹ | |
1 | Τίς θεασάμενός ποτε ἕτερον ἐπιβάντα ἐπὶ τρίβου καὶ ἐν αὐτῇ πεσόντα εἰς θάνατον, οὐ φεύγει τὴν τρίβον, ἵνα μὴ τῷ αὐτῷ περιπέσῃ πτώματι; | |
86(t) | Κεφαλὴ πϛʹ | |
1 | Μὴ ἀπατῶ, ἀδελφέ, χορτασίᾳ κοιλίας, καὶ μὴ μεθύσκου οἴνῳ, ἐν ᾧ ἐ‐ | |
στιν ἀσωτία· οὐ γάρ ἐστί σοι κέρδος, εἰ μὴ τὸ ποιεῖν τὸ θέλημα Κυρίου. | 339 | |
87(t) | Κεφαλὴ πζʹ | |
1 | Φύλασσε, ἀδελφέ, τὴν ἁγνείαν τοῦ σώματός σου. Ἐὰν φυλάξῃς ἐν ἀγάπῃ Χριστοῦ, πᾶσαν ἀρετὴν εὐκόλως δύνασαι κατορθῶσαι. Τὸ γὰρ Ἅ‐ γιον Πνεῦμα τὸ ἐνοικοῦν ἐν σοί, χαίρει ἐν σοί, ὅτι τὸν ναὸν τοῦ Θεοῦ θυμιᾷς τῇ ἁγνείᾳ καὶ τῇ ὀρθῇ προαιρέσει, καὶ ἐνισχύσει σε εἰς πᾶν ἔργον ἀγαθόν. | |
5 | Ταῦτα δὲ τὰ τρία ἐργαλεῖά εἰσι πρὸς κατόρθωσιν ἀρετῶν καὶ τῆς ἐνθέου ἁγνείας, ἐγκράτεια γαστρὸς καὶ γλώσσης καὶ ὀφθαλμοῦ χαλινός. Ἐὰν οὖν τὰ δύο φυλάξῃς, ὀφθαλμοὺς δὲ μὴ φυλάξῃς τοῦ ῥέμβεσθαι, οὐ μὴ κρατήσῃς βεβαίαν τὴν ἁγνείαν. Ὥσπερ γὰρ ἀγωγὸς συντετριμμένος ἀπόλλυσι τὰ ὕδα‐ τα, οὕτως καὶ ὀφθαλμὸς μετέωρος ἀπόλλυσι νοῦν σώφρονα. Ὅταν δὲ περὶ | |
10 | βρώσεως ἐπιθυμία ἀναβῇ ἐπὶ σέ, εἰπὲ τῷ λογισμῷ· λόγισαι ὅτι εἰ ἀπήλαυ‐ σας χθὲς τῆς βρώσεως ταύτης, οὐχὶ σήμερον νῆστις ἀνέστης; Εἰ δὲ καὶ λό‐ γῳ ἀνωφελεῖ ὑποβάλλῃ σοι ἐπερωτῆσαι, εἰπὲ τῷ λογισμῷ σου· λόγισον ὅτι ἤδη ἐπηρώτησας καὶ ἀπεκρίθη σοι ὁ πλησίον, καὶ σίγα. Εἰ δὲ καὶ μετεωρι‐ | |
σμὸν ὑποβάλλῃ σοι, εἰπὲ τῷ λογισμῷ· διὰ τοῦτο εἶ ἐνταῦθα, ἵνα μὴ κατα‐ | 340 | |
15 | μάθῃς κάλλος ἀλλότριον. Σεαυτῷ πρόσεχε καὶ μὴ ἀμέλει, ὅπως γένηταί σοι ἡ διάνοια καθηλωμένη εἰς τὸν φόβον τοῦ Θεοῦ, κατὰ τὸν λέγοντα· κα‐ θήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου, ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην. | |
88(t) | Κεφαλὴ πηʹ | |
1 | Λογίζομαι ὅτι συμβάλλεται τῷ μοναχῷ, μάλιστα δὲ τῷ νέῳ, μὴ ἐξιέ‐ ναι τοῦ κελλίου ἄτερ κατανωτίου ἢ ἑτέρου περιβλήματος· ἀσχημοσύνην γὰρ αὐτῷ παρέχει. Τὸ γὰρ γυμνῷ τῷ λεβήτωνι, εἴτε τῷ κολοβίῳ, νεανιευόμενον περιπατεῖν, αἰσχρόν ἐστι τῷ μοναχῷ. Γέγραπται γάρ· ζῶσαι καὶ ὑπόδησαι | |
5 | τὰ σανδάλιά σου, καὶ περιβαλοῦ τὸ ἱμάτιόν σου, καὶ ἀκολούθει μοι. Ὅτι οὐ δεῖ τὸν μοναχὸν νίπτεσθαι τὸ σῶμα ἢ τοὺς πόδας ἐμπαθῶς. Καθάπερ οἱ φιλήδονοι διὰ τῆς τοῦ σώματος φιλοκαλίας καὶ τῶν ἱματίων ἀγρεύουσιν ἑαυτῶν τὰς ἡδονάς, οὕτως ὁ εὐσεβείας ἀγωνιστὴς διὰ τῶν ἐναν‐ | |
τίων τοῖς ἐναντίοις ἀντιτάσσεται. | 341 | |
89(t) | Κεφαλὴ πθʹ | |
1 | Ὅτι οὐ δεῖ ποιεῖν τι πρὸς ἐπίδειξιν ἀνθρώπων, ἀλλὰ πάντα ἐκ καθα‐ ρᾶς καρδίας, ὡς τοῦ Θεοῦ γινώσκοντος τὰ ἄδηλα καὶ τὰ κρύφια, καὶ ὡς παρ’ αὐτοῦ μόνου τὴν ἀνταπόδοσιν ἐλπίζοντες ἀπολαβεῖν. Ὅτι οὐ δεῖ τὸν μοναχὸν ξένην ὁμιλίαν προσφέρειν, μάλιστα δὲ ἐν και‐ | |
5 | ρῷ τῆς συνάξεως, ἵνα μὴ ἐκκοπὴν δῶμεν ἑτέροις. Ἰδοὺ οἱ ἀδελφοὶ ἡμῶν ἐρ‐ γάζονται, καὶ ἡμεῖς διακενοῦμεν· αὐτοὶ ἀκούοντες τὰς θείας Γραφὰς συμπί‐ νουσιν, ὥσπερ γῆ διψῶσα ὑετόν, ἡμεῖς καὶ ἔσω ὄντες ἔξω ῥεμβόμεθα τῷ λο‐ γισμῷ· αὐτοὶ νήφουσιν, ἡμεῖς δὲ ἀμελοῦμεν· αὐτοὶ ἀγρυπνοῦσιν ἐν ταῖς προ‐ σευχαῖς, ἡμεῖς δὲ τῷ ὕπνῳ καὶ τῇ ῥᾳθυμίᾳ ἐπεδήσαμεν ἑαυτούς· αὐτοὶ τῶν | |
10 | στεφάνων κατέλαβον, ἡμεῖς δὲ ἐναπεμείναμεν τῇ ῥᾳθυμίᾳ ἡμῶν· αὐτοὶ τῷ Κυρίῳ εὐηρέστησαν, ἡμεῖς δὲ τῷ κόσμῳ. Τοιγαροῦν καὶ ἡμεῖς ἀνανήψωμεν, ἵνα καταλάβωμεν. Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ | |
κρούοντι ἀνοιγήσεται· ὅτι χρηστὸς Κύριος τοῖς σύμπασι, καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ. ᾯ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. | 342 | |
90(t) | Κεφαλὴ ϙʹ | |
1 | Ἀγαπητέ, τίμα τὸν Θεὸν καὶ τὰς ἐντολὰς αὐτοῦ τήρει, καὶ ὄψει τοὺς ἐξουθενοῦντάς σε ὀπίσω σου ἐν τάχει, κἂν μὴ ὧδε, ἀλλ’ ἐκεῖ. Τήρησον οὖν τὴν ἀγάπην, ὥσπερ κόρας ὀμμάτων· φῶς καὶ ζωή ἐστιν ἐν αὐτῇ. Τήρησον αὐτήν· χαρά ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτήν. Κτῆμά ἐστι θεϊκόν, ἀγγελι‐ | |
5 | κή ἐστιν ἀξία. Τήρησον αὐτήν. Ἐὰν ἀγαπήσῃς αὐτήν, ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου. Ἐὰν φυλάξῃς αὐτήν, ἔσται σοι ἀγαλλίαμα ἐνώπιον τοῦ Θεοῦ καὶ τῶν Ἀγγέλων. Ἐὰν ἀγαπήσῃς αὐτήν, ἐν πᾶσι τοῖς ἔργοις σου εὐοδωθήσῃ. Ἐὰν ἀγαπήσῃς αὐτήν, ἐνοικήσει ἐν σοὶ ἡ χάρις τοῦ Θεοῦ, καὶ ἔσται ἡ χάρις ὥσπερ πηγὴ πηγάζουσα ἰάματα τοῖς ἀνθρώποις, καὶ ἡ εὐωδία | |
10 | αὐτῆς εὐφρανεῖ σου τὴν καρδίαν. Στύλος ἐστὶ πασῶν τῶν ἀρετῶν· οὐκ ἔστιν | |
ἐν αὐτῇ λύπη θανάτου· δικαιοσύνην καὶ ἀνδρείαν, ὑπομονὴν καὶ εἰρήνην δι‐ δάσκει· οἶκός ἐστι Θεοῦ· τήρησον αὐτήν. Αὐτὸς δὲ ὁ Κύριος δωρήσεται ἡμῖν αὐτὴν καὶ τοὺς καρποὺς αὐτῆς. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. | 343 | |
91(t) | Κεφαλὴ ϙαʹ | |
1 | Ἀγαπητοί, ἀγαπήσωμεν ἀλλήλους, καὶ ὁ Ἐχθρὸς καταισχυνθήσεται· οὐ παύεται γὰρ διεγείρων ζῆλον καὶ φθόνον κατὰ τῶν δούλων τοῦ Θεοῦ. Οἱ γὰρ ἐξακολουθοῦντες τῇ τοῦ Ἐχθροῦ βουλῇ, θεασάμενοι μεταξὺ αὑτῶν ἀδελφὸν ἐκ ψυχῆς δουλεύοντα τῷ Κυρίῳ εὐαρέστως, οὐκ ἀνέχονται, ἀλλὰ | |
5 | μηχανὰς διεγείρουσι διῶξαι αὐτὸν βουλόμενοι, ὑποπτεύοντες μήποτε προκό‐ ψας διὰ τῆς ἀληθοῦς εὐλαβείας, ἰσχυρότερος αὐτῶν γένηται. Καὶ οὗτος μὲν διωχθεὶς πορεύεται ἀθῶος γενόμενος διὰ τῆς αἰτίας τοῦ χωρισμοῦ, οἱ δὲ αἴ‐ τιοι γεγονότες οὐκ ἀθῶοι ἔσονται. Οὕτως Ἰωσὴφ ἐπράθη εἰς δοῦλον εἰς Αἴ‐ γυπτον, ὁ Θεὸς δέ, ὃν εἶχεν ἐν τῇ ψυχῇ, οὐ παρεῖδεν αὐτόν, ἀλλ’ ἔδωκε χά‐ | |
10 | ριν καὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ’ Αἴγυπτον καὶ ἐφ’ ὅλον τὸν οἶκον αὐτοῦ, καὶ οἱ ἀπογνόντες αὐτὸν ἐπορεύοντο προσκυνῆσαι αὐτῷ μετὰ δώρων, οὐ μόνον ὡς ἀδελφόν, ἀλλ’ ὡς βασιλέα καὶ κύριον πάσης τῆς γῆς Αἰγύπτου. Γέγραπται γάρ· Κύ‐ ριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βου‐ | 344 |
15 | λὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει. Καὶ πάλιν λέγει· Κύριος ἐμοὶ βοηθός, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Τηρήσωμεν οὖν ἑαυτούς, ἀγαπητοί, μὴ σκανδαλίσαι ἕνα τῶν μικρῶν τούτων, τοῦ Κυρίου εἰπόντος καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· κρεῖσσον γὰρ ἦν αὐτῷ, ἵνα κρεμασθῇ μύλος ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ καταποντι‐ | |
20 | σθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης, ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ. Καὶ πάλιν· ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μι‐ κρῶν τούτων· ἀμὴν γὰρ λέγω ὑμῖν, ὅτι οἱ Ἄγγελοι αὐτῶν διαπαντὸς βλέ‐ πουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Διὸ ἀγαπήσωμεν ἀλ‐ | |
λήλους, ἀγαπητοί, ὅπως ἰδὼν ὁ Κύριος τὴν πίστιν καὶ τὴν ὁμόνοιαν ἣν ἔχο‐ | 345 | |
25 | μεν εἰς τὸν φόβον αὐτοῦ, εὐφρανθῇ ἐν ἡμῖν· καθὼς γέγραπται, εὐφανθήσε‐ ται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν. | |
92(t) | Κεφαλὴ ϙβʹ | |
1 | Νῆφε, ἀγαπητέ, καὶ πρόσεχε σεαυτῷ· πολλαὶ γὰρ αἱ μεθοδεῖαι τοῦ Ἐχθροῦ. Ἐὰν ἴδῃ ὁ Ἐχθρὸς ἀδελφὸν νήφοντα ἢ νήφειν βουλόμενον, ἕτερον ἀδελφὸν τῶν ἀμελεστέρων διεγείρει κατ’ αὐτοῦ, ὥστε πολλάκις καὶ χεῖρας ἐπιβάλλειν ἀλλήλοις. Εἶτα φιλίας γενομένης, πληθύνει ὁ δόλιος τὴν φιλίαν | |
5 | καὶ τὴν παρρησίαν εἰς ἀλλήλους, οὐχ ἕνεκεν ἀρετῆς, ἀλλ’ ἵνα διὰ τῆς τοιαύ‐ της φιλίας θολώσας αὐτῶν τοὺς λογισμοὺς συγκεράσῃ αὐτοῖς τὴν ἡδυπά‐ θειαν καὶ γένηται μέγα κακόν. Ὥστε καὶ μετὰ τὴν κατάγνωσιν, τοσοῦτον αὔξει πολλάκις τὸ μῖσος, ὥστε ἀποβάλλειν αὐτῶν τὴν πρὸ ὀλίγου ἀσύμφο‐ ρον φιλίαν. Ὁ δὲ Θεὸν φοβούμενος οὐκ ἀγαπήσει ποτὲ δίχα τῆς ἄνωθεν σο‐ | |
10 | φίας. Γέγραπται γάρ· ἡ δὲ ἄνωθεν σοφία, πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰ‐ ρηνική, καὶ τὰ ἑξῆς. | 346 |
93(t) | Κεφαλὴ ϙγʹ | |
1 | Ἐὰν οἰκῇς μετὰ ἀδελφῶν, μὴ ἔθιζε προστάττειν, ἀλλὰ μᾶλλον τύπος εἶναι αὐτῶν εἰς καλὰ ἔργα, ὑπακούων τὰ ὑφ’ ἑτέρου ῥηθησόμενά σοι· εἰ δὲ χρείας γενομένης λαλήσῃς, ὡς σύμβουλος γενοῦ. Ἐὰν δὲ ἕτερος ἀδελφὸς ἀντείπῃ τοῖς ὑπὸ σοῦ λεγομένοις, μὴ κινηθῇς τῇ διανοίᾳ, ἀλλὰ κατάλιπε τὸ | |
5 | σὸν θέλημα ἕνεκεν τῆς ἀγάπης καὶ τῆς εἰρήνης· ἐὰν γὰρ τὴν ὀργὴν τοῦ θυ‐ μικοῦ δαίμονος ἐν πραΰτητι ἀποβάλῃς, οὐκ ἰσχύσει κατὰ σοῦ. Τοιγαροῦν εἰ‐ πὲ τῷ ἀντιλέξαντί σοι οὕτως· ἐγὼ μέν, εὐλογημένε, ὡς ἰδιώτης ἐλάλησα, οὕτως σκοπήσας· καὶ συγχώρησόν μοι, ὅτι ἀγνοῶν ἐλάλησα· γενέσθω δὲ καθὼς αὐτὸς εἴρηκας· καὶ ἐν τούτῳ ἀποστραφήσεται ἄπρακτος καὶ κα‐ | |
10 | τῃσχυμμένος εἰς τὰ ὀπίσω ὁ τὰς ἀρχὰς καὶ ταραχὰς συνιστῶν Διάβολος. Τὸ | |
γὰρ φιλονεικεῖν καὶ τὸ ἴδιον θέλημα συνιστᾶν, ταραχὰς ἐγείρει καὶ θυμὸν δυσίατον. Θυμὸς δὲ ἐν κόλποις ἀσεβῶν ἀναπέπαυται, καὶ ἡ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ. Ὅθεν καὶ ὁ Ἀπόστολος παραγγέλλει λέγων· Δοῦλον κυρίου οὐ δεῖ μάχεσθαι. | 347 | |
94(t) | Κεφαλὴ ϙδʹ | |
1 | Τοῦ Ἀποστόλου λέγοντος· Ὁ ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ἀπὸ τῆς πορνείας. Ἀγὼν δέ ἐστιν οὐκ ὀλίγος μεταξὺ τοῦ ἁγιασμοῦ καὶ τοῦ μιασμοῦ. Οἱ συνεργοὶ τοῦ μιασμοῦ ὑποβάλλουσι τὰ τοιαῦτα καί φασιν· Ἰδού, οὐδείς σε ὁρᾷ. Καὶ τίνα εὐλαβῇ; Οἱ δὲ τοῦ ἁγιασμοῦ συνεργοὶ ἀντιλέγουσι πρὸς | |
5 | αὐτούς· ὁ Θεὸς ὁρᾷ, καὶ οἱ Ἄγγελοι αὐτοῦ πάρεισι· καὶ πῶς σὺ λέγεις, τίς σε ὁρᾷ; Ὁ πειράζων λέγει· τέως ὧδε οὐδένα ὁρῶμεν. Οἱ τοῦ ἁγιασμοῦ ὑπο‐ βάλλουσι· καλῶς εἴρηκας, ὅτι οὐδένα ὁρῶμεν. Γέγραπται γάρ· ἀπετύφλω‐ σεν αὐτοὺς ἡ κακία καὶ οὐκ ἔγνωσαν μυστήρια Θεοῦ. Τοῦ Προφήτου βοῶν‐ | |
τος καὶ λέγοντος· σύνετε δὴ ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροὶ ποτὲ φρονήσα‐ | 348 | |
10 | τε. Ὁ φυτεύσας τὸ οὖς, οὐχὶ ἀκούει; Ἢ ὁ πλάσας τὸν ὀφθαλμόν, οὐχὶ κατα‐ νοεῖ; Καὶ ἐν ἑτέρῳ λέγει· Κύριε, ἐδοκίμασάς με καὶ ἔγνως με· σὺ ἔγνως τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου· σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν· τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας· καὶ πάσας τὰς ὁδούς μου προεῖδες· ὅτι οὐκ ἔστι δόλος ἐν γλώσσῃ μου. Ἰδού, Κύριε, σὺ | |
15 | ἔγνως πάντα· τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα. Σὺ ἔλπασάς με καὶ ἔθηκας ἐπ’ ἐμὲ τὴν χεῖρά σου. Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύ‐ νωμαι πρὸς αὐτήν. Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου; Καὶ ἀπὸ τοῦ προ‐ σώπου σου ποῦ φύγω; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ, ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει. Ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ’ ὄρθρον καὶ κα‐ | |
20 | τασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης, καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με καὶ καθέξει με ἡ δεξιά σου. Καὶ εἶπα· Ἄρα σκότος καταπατήσει με καὶ | |
νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου. Ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ, καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται· ὡς τὸ σκότος αὐτῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς. Καὶ ἐν ἑτέρῳ λέγει· ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν. Καὶ πῶς | 349 | |
25 | σὺ λέγεις, ὅτι οὐδείς σε ὁρᾷ; τοῦ Κυρίου λέγοντος· ἀμὴν λέγω ὑμῖν, ἐὰν οὗ‐ τοι σιγήσωνται, οἱ λίθοι κεκράξονται. Ταῦτα οὖν ἐνθυμοῦ ἐν τῷ λογισμῷ σου καὶ ἁμαρτία οὐκέτι σου κυ‐ ριεύσει, οὐδὲ λύπη τῆς ἁμαρτίας καταλήψεταί σε, ἀλλὰ χαρὰ καὶ εἰρήνη ἐν Πνεύματι Ἁγίῳ. Τί γάρ ἐστιν ἁμαρτία; Λύπη σκοτεινὴ καὶ γνοφώδης | |
30 | συναντᾷ καὶ ἐξακολουθεῖ ἐμπίπτουσα ἐπὶ τοὺς ἐργαζομένους αὐτήν· τῷ δὲ ἁγιασμῷ χαρὰ καὶ εἰρήνη. Ὥστε, καθεζομένου αὐτοῦ ἐν τῇ ἡσυχίᾳ τοῦ κελ‐ λίου, ἀγάλλεται ἐν Πνεύματι Ἁγίῳ, ὥσπερ νήπιον ὑπὸ τῶν μασθῶν τῆς μη‐ τέρος αὑτοῦ. Εἶτα πάλιν ἐπανελθοῦσα ἡ χάρις ποιεῖ αὐτὸν πενθεῖν καὶ δα‐ κρύειν, διὰ τὴν ἐνυπάρχουσαν αὐτῷ μνήμην τῶν προγεγονότων ἁμαρτημά‐ | |
35 | των, ἵνα μὴ τῇ περισσοτέρᾳ χαρᾷ μετεωρισθεὶς προσκόψῃ. Καὶ διὰ τῶν δα‐ | |
κρύων λαμπρύνεται ἡ ψυχή, κατοπτριζομένη τὰ ἐπουράνια κατὰ τὴν τοῦ Κυρίου δωρεάν. Μέγα γὰρ δῶρον ἁγιασμὸς ἐν ἀγάπῃ Θεοῦ· τοῦ Κυρίου λέ‐ γοντος· μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Αὐτὸς δὲ ὁ Κύριος ὁ ἐγείρων τοὺς κατερρηγμένους καὶ σῴζων τοὺς ἀπεγνωσμέ‐ | 350 | |
40 | νους, καὶ τὰ πεπαλαιωμένα μέλη ἐν ἁμαρτίαις ἀνακαινίζων διὰ τῆς μετα‐ νοίας, ἄσπιλον ἡμῶν καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν καὶ τὸ πνεῦμα διαφυλάξῃ. ᾯ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. | |
95(t) | Κεφαλὴ ϙεʹ | |
1 | Ἐὰν ἡσυχάσῃ μοναχὸς ἐν τῷ κελλίῳ αὑτοῦ, ἐκ πολλῶν ταραχῶν ῥυ‐ σθήσεται. Ὁ νηπιάζων ταῖς φρεσίν, ἐὰν πλησιάσῃ ὄχλους, οὐκ ὠφεληθήσε‐ ται· ὁ δὲ τέλειος τῷ λογισμῷ ὠφέλειαν καρπίζεται. Τὸ δὲ ἡσυχάζειν κρεῖσ‐ σον. Οἷόν τι λέγω, ἀγαπητέ· τοῦ ἀδελφοῦ πορευομένου ἐν τῇ πόλει, συναντᾷ | |
5 | αὐτῷ θόρυβος τῆς ἀνθρωπότητος· θεωρῶν τὸν μὲν γελῶντα, τὸν δὲ κλαίον‐ | |
τα, ἕτερον ὀμνύοντα μεγάλους ὅρκους, ἄλλον δυσφημοῦντα· καὶ ταῦτα θεω‐ ρῶν ὁ ἀδελφός, ἐὰν ᾖ ἀσθενὴς τῷ λογισμῷ, εὐθὺς τοῦ Φαρισαίου διενθυμεῖ‐ ται ῥητόν, λέγων· Εὐχαριστῶ σοι, Κύριε, ὅτι οὐκ εἰμὶ ἐξ ἴσης τῶν ἀνθρώ‐ πων τούτων· εἰ καὶ ἐμπαθὴς πολλάκις ἀποβήσεται. Ὅθεν συμβάλλεται ἡ | 351 | |
10 | ἡσυχία μάλιστα τοῖς ἀσθενεστέροις. Ὁ δὲ τέλειος τῷ λογισμῷ, θεωρῶν τὰ προειρημένα εἰς ἔκπληξιν ἔρχεται ἐπὶ τοῦ Θεοῦ μακροθυμίᾳ, λέγων ἐν ἑαυ‐ τῷ· Ὁρᾷς πόση μακροθυμία τοῦ Θεοῦ, ὅτι δυσφημούμενος ὑφ’ ἡμῶν, μα‐ κροθύμως φέρει καὶ οὐκ ὀργίζεται, καταφρονούμενος ἀνέχεται καὶ οὐ μνησι‐ κακεῖ. Πάντα παρέχει ἡμῖν πλουσίως εἰς ἀπόλαυσιν, παιδεύων καὶ ἐλεῶν, | |
15 | πάντας ἡμᾶς εἰς μετάνοιαν ἀγαγεῖν βουλόμενος διὰ τὴν πολλὴν αὑτοῦ ἀγα‐ θότητα. Ἐγὼ δὲ τί ποιήσω ὁ ἁμαρτωλός; Ὅτι γῆ καὶ σποδὸς ὑπάρχων, ὕ‐ βριν ὑπενεγκεῖν οὐ βούλομαι, ἀλλ’ οὐδὲ λόγον βαστάσαι τοῦ ἀδελφοῦ· ἀτι‐ μαζόμενος γὰρ ὀργίζομαι, παρακαλούμενος ἐπαίρομαι. Οἴμοι, οἴμοι τῷ ἁμαρτωλῷ. Καὶ κατανυγεὶς ὁ ἀδελφὸς ἐπὶ τούτοις, πορεύεται δοξάζων τὸν | |
20 | Θεὸν καὶ λέγων· δόξα σοι ὁ Θεός, καὶ πάλιν λέγω, δόξα σοι ὁ Θεός, ὁ μό‐ νος ἀγαθὸς καὶ φιλάνθρωπος. | 352 |
96(t) | Κεφαλὴ ϙϛʹ | |
1 | Ἀγαπητέ, ἐάν ποτε ῥυπαροὶ λογισμοὶ ἐκταράσσουσί σου τὴν διάνοιαν, μὴ ἀπογνῷς ἑαυτόν, ἀλλὰ μνήσθητι τῶν οἰκτιρμῶν τοῦ Θεοῦ. Οὐ γὰρ ἐκλυ‐ θήσεταί ποτε ὁ πιστικὸς τοῦ πλοίου ὑπὸ τοῦ κεκτημένου, λέγοντος· Διατί ἀφῆκας τὰ κύματα προσκρούειν τῷ ἐμῷ πλοίῳ; Ἀλλά, διατί ἠμέλησας καὶ | |
5 | οὐκ ἀντεμάχου τοῖς κύμασι; Διατί δὲ οὐ προσέφυγες εἰς τὸν προκείμενον λι‐ μένα; Ὅσπερ ἐστίν, οἱ οἰκτιρμοὶ τοῦ Θεοῦ. Ὅταν γὰρ ἐγείρῃ ὁ Ἐχθρὸς καθ’ ἡμῶν ἐπανάστασιν λογισμῶν ῥυπαρῶν, εἰς ὦτα ἀνθρώπων εἰσελθεῖν μὴ δυ‐ ναμένων, ἀντιστρεφόμενος λέγει ταῦτα· Ἀπώλου· οὐκ ἔστι σοι οὐδεμία ἐλ‐ πὶς σωτηρίας· θέλων καταποντίσαι τῇ ἀπογνώσει. Σὺ οὖν μὴ καταθάρρῃ | |
10 | τοῖς ὑπ’ αὐτοῦ λεγομένοις, ὅπως μὴ καταπλήξῃς τὴν ἰδίαν ψυχὴν τῇ ἀπο‐ γνώσει. Ἀλλ’ ὅσον ἐκεῖνοι ἐπιβαροῦσι δι’ ἀπογνώσεως τὴν ψυχήν, τοσοῦτον | |
ἡμεῖς κουφίσωμεν τῇ ἐλπίδι τῶν μελλόντων, μιμνησκόμενοι τῶν οἰκτιρμῶν τοῦ Θεοῦ· ἵνα μὴ ἐπὶ πλεῖον βαρήσαντες οἱ ὑπεναντίοι καταποντίσωσι τὴν ψυχὴν διὰ τῶν λογισμῶν. Ἐν τῷ οὖν λέγειν αὐτοὺς πρὸς ἡμᾶς, Ἀπώλου, | 353 | |
15 | οὐκέτι δύνασαι σωθῆναι, εἴπωμεν ἡμεῖς πρὸς αὐτούς, Θεὸν ἔχοντες εὔ‐ σπλαγχνον καὶ μακρόθυμον οὐκ ἀπογινώσκομεν τῆς ἑαυτῶν σωτηρίας. Ὁ γὰρ εἰπών, μὴ μόνον ἑπτάκις ἀφιέναι τῷ πλησίον, ἀλλ’ ἕως ἑβδομηκοντάκις ἑπτά, πολλῷ μᾶλλον ἀφίησιν ἁμαρτίας τοῖς ὑπομένουσιν εἰς τὸ σωτήριον αὐτοῦ. Ἐκπεσόντων οὖν αὐτῶν ἐκ τούτου τοῦ μέρους, ἐν τῷ ἑτέρῳ κατα‐ | |
20 | τρέχουσι, λέγοντες εὔσπλαγχνον καὶ μακρόθυμον τὸν Θεὸν καὶ ἀφιέντα τὰ ἁμαρτήματα· διατί μᾶλλον μὴ ἀπολαύσητε τῶν ἡδονῶν τοῦ κόσμου καὶ ἔ‐ πειτα μετανοεῖτε; Εἴπωμεν δὲ ἡμεῖς πρὸς αὐτούς· ὃ πεποιήκαμεν, πεποιήκα‐ μεν· νυνὶ δὲ τῆς Γραφῆς ἐπιμαρτυρούσης, ἐσχάτη ὥρα ἐστίν, εἰς ποίαν ὥραν ἢ εἰς ποῖον καιρὸν ἀμελοῦντες καταφρονήσωμεν ἀφορῶντες τῆς ἑαυτῶν σω‐ | |
25 | τηρίας καὶ τὸ ποιεῖν τὸ πονηρὸν ἐναντίον Κυρίου τοῦ Θεοῦ ἡμῶν; Ὡμοιώ‐ | |
θης γὰρ ἀνδρὶ καθεζομένῳ ὑποκάτω δένδρου, καὶ ὅτε ἐπισυνήχθη ἐπ’ αὐτῷ τὰ ἄγρια θηρία, ἀναπηδᾷ εἰς ὕψος, καὶ τὰ θηρία οὐκ ἀδικοῦσιν αὐτόν. Λογί‐ ζου δὲ τὸ δένδρον τὸν φόβον τοῦ Θεοῦ, καὶ ἔσται ἡ χάρις συνεργός σοι ἐν πᾶσιν οἷς ἐὰν πορεύῃ, καὶ καταβαλεῖς τοὺς ἐχθρούς σου ὑποκάτω σου. | 354 | |
97(t) | Κεφαλὴ ϙζʹ | |
1 | Οὕτως δεῖ τοὺς πιστοὺς βαδίζειν ἐν τῷ παρόντι βίῳ· ἐὰν συμβῇ χαρὰ ἡμῖν, εἴτε διὰ προκοπῆς, εἴτε διὰ χαρισμάτων, ὑποπτεύσωμεν, ὅτι οὐ μα‐ κρὰν ἀφέστηκεν ἡ λύπη· ἐὰν δὲ ἐπέλθῃ ἡμῖν λύπη, προσδοκήσωμεν τὴν χα‐ ρὰν ἡμῖν ἐγγὺς γενομένην. Λάβωμεν ὑπόδειγμα τοὺς πλέοντας ἐν τῇ θαλάσ‐ | |
5 | σῃ· οὗτοι γὰρ ἐπαναστάσεως αὐτοῖς γενομένης ἀνέμου καὶ χειμῶνος σφο‐ δροῦ, οὐκ ἀπευδοκοῦσι τῆς ἑαυτῶν σωτηρίας, ἀλλ’ ἀντιμάχονται τοῖς κύμα‐ σιν, εὐδίαν προσδεχόμενοι, καὶ γαλήνης μετεσχηκότες, ζάλην προσδοκοῦσιν· ὅθεν καὶ νήφουσι διὰ παντός, μή πως ἄφνω ἐπαναστάσεως ἀνέμου γενομέ‐ νης εὕρῃ αὐτοὺς ἀπαρασκευάστους καὶ καταστρέψῃ αὐτοὺς εἰς τὴν θάλασ‐ | |
10 | σαν. Οὕτω δεῖ καὶ ἡμᾶς σκοπεῖν τὰ ἀμφότερα. Ὁ γὰρ προσδοκώμενος, ἐὰν ἔλθῃ, οὐ ξενίσεται ὁ τοῦτον ὑποδεχόμενος, οὐ γὰρ εὑρεθήσεται ἀπαρασκεύα‐ στος. Ἐν τῷ οὖν συμβῆναι ἡμῖν θλῖψιν ἢ στενοχωρίαν, ἄνεσιν προσδοκήσω‐ μεν καὶ βοήθειαν ἐκ Θεοῦ ἡμῖν γενομένην, ἵνα μὴ χρονιζούσης τῆς θλίψεως, ὡς μὴ ὑπαρχούσης ἡμῖν ἐλπίδος σωτηρίας, γεννήσῃ θάνατον. Ὁμοίως δὲ | 355 |
15 | καὶ χαρᾶς ἡμῖν γενομένης, θλῖψιν προσδοκήσωμεν, ἵνα μὴ τῇ περισσοτέρᾳ χαρᾷ ἐπιλαθώμεθα τοῦ πένθους. | |
98(t) | Κεφαλὴ ϙηʹ | |
1 | Ἐὰν συμπαθῶν πορεύῃ παρακαλῶν περὶ ἀδελφοῦ, πρὸ τοῦ σε συντυ‐ χεῖν ᾧ μέλλεις παρακαλεῖν, εἰπὸν τῷ λογισμῷ σου· ἐὰν μή σου ἀκούσῃ, μὴ ὀργίζου, μηδὲ ταράττου, ἵνα μὴ εἰς βλάβος γένηται ὁ σκυλμός σου καὶ τὸν ἀδελφὸν αἰτιάσῃ. Ἐάν σου ἀκούσῃ, χάρις τῷ Θεῷ. Εἴτε καὶ οὐ πληροφορεῖ‐ | |
5 | ται ὁ ἀνὴρ πειθαρχεῖν τοῖς ὑπὸ σοῦ λεγομένοις, μὴ ὀργίζου. Τὸν γὰρ μισθὸν τῆς συμπαθείας καὶ τῆς ἐλεημοσύνης ἑτοίμως λήψῃ παρὰ Θεοῦ, ὡς διὰ τὸ | |
ὄνομα αὐτοῦ τοῦτο πεποιηκώς. | 356 | |
99(t) | Κεφαλὴ ϙθʹ | |
1 | Ἀγαπητέ, τοῦ οὐρανίου θησαυροῦ ἐπεθύμησας καὶ ἄξιος τοῦ Κυρίου εἶναι ᾑρετίσω; Ἄκουε τοῦ λέγοντος· εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι. Καὶ πάλιν λέγει· ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμέ, | |
5 | οὐκ ἔστι μου ἄξιος· καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὑτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. Τοιγαροῦν, εἰ μὴ διὰ τὸ βαστάσαι τὸν σταυ‐ ρόν, οὐ δυνατὸν ἀκολουθεῖν τῷ Κυρίῳ. Μετὰ γὰρ τὸ εἰπεῖν, Ὕπαγε, πώλη‐ σόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς, λέ‐ γει, καὶ δεῦρο ἀκολούθει μοι. Μὴ οὖν μόνον τὴν ἀποταγὴν πάρεχε, ἀλλὰ | |
10 | καὶ τὴν ἐν τοῖς τοιούτοις πόνοις ἐπιγινομένην δοκιμήν· τότε γὰρ περισσότε‐ ρος ὁ ἀγὼν καὶ ἡ πάλη πρὸς τὸν Ἀντικείμενον. Καὶ μετὰ ταῦτα, ἐὰν ἰσχύσῃ τὸν λογισμὸν μετακινῆσαι τοῦ οὐρανίου φρονήματος, τὰ ἔσχατα χείρονα | |
τῶν πρώτων κατασκευάσει. Ὅς τε οὖν ἐσκόρπισε δαψιλῶς, τούτῳ τὰ εὐτε‐ λέστατα μετὰ ἀδείας πορίζει, καὶ τὸν νόμιμον γάμον ἀρνησάμενον, τοῦτον | 357 | |
15 | μοιχείας καὶ ἀσελγείας ἐραστὴν ἀπεργάζεται. Ὅθεν χρεία πολλῆς νήψεως, ἄχρις οὗ ἐξέλθωμεν ἐκ τοῦ σώματος, ἤτοι τούτου τοῦ σκάμματος. | |
100(t) | Κεφαλὴ ρʹ | |
1 | Ἀγαπητέ, ἐὰν καταντήσῃς εἰς σύστημα τῶν ἀδελφῶν ἀσκητῶν, καὶ βούλει συνεῖναι αὐτοῖς δουλεύειν τῷ Κυρίῳ, γενοῦ ταπεινόφρων κατὰ πάν‐ τα, ἵνα καὶ τοὺς ἐξ οἰκτροῦ βίου παρόντας εἰς τοῦτο, παιδεύσῃ ἡ σὴ καλὴ ἀναστροφή, καὶ διεγείρωσι τὰς ἑαυτῶν ψυχὰς πρὸς κατόρθωσιν ἀρετῶν. Ὅ‐ | |
5 | ταν οὖν προστάξωσιν ἡμῖν οἱ προεστῶτες συνεξελθεῖν τοῖς ἀδελφοῖς εἰς ἔρ‐ γον, προθύμως προδράμωμεν. Εἰ δὲ βούλει λέγειν, τὸ σῶμά μου οὐχ ὑποφέ‐ ρει τὸν κόπον, καθάπερ τὸ τῶν ἀγροίκων, φανερὸν τοῦτο· οὐ γὰρ δύνανται | |
πάντες ἐξ ἴσης βάρος φέρειν· τὸ δὲ εἶναι ὑπήκοον καὶ εὐπροαίρετον πᾶσι δέ‐ δοται. Δεῖξον οὖν τὴν πρόθεσιν ἐν ἀληθείᾳ, καὶ πάντες κουφίσωσιν ἀπὸ σοῦ | 358 | |
10 | τὸ βάρος, θεωρήσαντες τὸ ἀδύνατόν σου. Μὴ ἄφιε δὲ παντελῶς κουφισθῆναι τὸ βάρος ἀπὸ σοῦ, ἀλλὰ παρακάλει αὐτούς, λέγων· κἀγὼ σὺν ὑμῖν θέλω ἔ‐ χειν μέρος, καὶ συγκοπίασον αὐτοῖς κατὰ τὴν δύναμίν σου, ἣν ὁ Κύριος ἐδωρήσατό σοι. Ὁ γὰρ καρδιογνώστης, ὁ ποιήσας ἡμᾶς καὶ δοὺς ἡμῖν πνεῦ‐ μα ζωῆς, οἶδεν ἑκάστῳ οἵαν δύναμιν ἐχαρίσατο. Ἐὰν γὰρ μετὰ τὴν ἀναχώ‐ | |
15 | ρησιν τὰ ἐναντία τῶν ἐντολῶν τοῦ Θεοῦ πράττωμεν, ματαιότης τὸ πρᾶγμα γίνεται. Μὴ οὖν ἐλθὼν ὁ Ἐχθρὸς σπείρῃ ἐν τῇ διανοίᾳ σου ἐπιθυμίαν τῶν παρελθόντων πραγμάτων, μηδόλως συνομιλεῖν τοῖς τοιούτοις λογισμοῖς ἀνάσχῃ· ἡ γὰρ μνήμη τῶν παρελθόντων πραγμάτων ὑψηλοφροσύνην τίκτει τοῖς ἀλόγως αὐτὰ διενθυμουμένοις. Ὅταν δὲ μὴ σχῇ χώραν τὰ τῆς ὑψηλο‐ | |
20 | φροσύνης ἔργα πράττειν διὰ τὸν ἐνεστῶτα βίον, τῇ κακοήθει γνώμῃ αὐτὸν δίδωσιν. Ἡ δὲ κακοήθεια, οἶδας τί ἐστι; Πάθος πονηρόν, Θεὸν παροργίζον | |
καὶ ἀνθρώπους παραπικραῖνον· ὃν δὲ τρόπον ξίφος νευροκοπεῖ ἵππον καὶ τὸν ἐπιβάτην καταβάλλει, οὕτως ἡ κακοήθης γνώμη κόπτει τοὺς τόνους τῆς ψυ‐ χῆς καὶ τῇ λύπῃ παραδίδωσι, λύπη δὲ διαφθείρει τοὺς ἐμπίπτοντας ἐν αὐτῇ. | 359 | |
25 | τίς δέ ποτε βουλόμενος εἰσελθεῖν εἰς πόλιν ἀπέχουσαν στάδια τριάκοντα, ποιήσας δὲ εἴκοσι ἐννέα, τὸ δὲ ἓν μὴ ποιήσας, οὗτος ἐκ τῶν ἰδίων ἐξῆλθεν καὶ εἰς τὴν πόλιν οὐκ εἰσῆλθεν. Καθάπερ γὰρ ὁ ἐλθὼν εἰς τὴν ἑνδεκάτην ὥ‐ ραν πλήρη τὸν μισθὸν ἔλαβεν, ὡς καὶ οἱ λοιποὶ βαστάσαντες τὸ βάρος τῆς ἡμέρας, οὕτως καὶ ὁ ἐργασάμενος μέχρι τῆς ἑνδεκάτης ὥρας, περὶ δὲ τὴν | |
30 | δωδεκάτην ἄρξηται καταστρέφειν καὶ τὰ πεφυτευμένα ἐκτίλλειν, μεθ’ ὧν οὐ λαμβάνει, τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν εἰπόντος· ὁ δὲ ὑπομείνας εἰς τέ‐ λος, οὗτος σωθήσεται· καὶ πάλιν· οὐδεὶς βάλλων τὴν χεῖρα αὑτοῦ ἐπὶ ἄρο‐ τρον καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ἡ γὰρ γυνὴ τοῦ Λὼτ στραφεῖσα εἰς τὰ ὀπίσω ἐγένετο στήλη ἁλός· ὅθεν καὶ | |
35 | ὁ Ἀπόστολος τῶν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμε‐ | |
νος, ἔλεγεν· ὁ γὰρ κόσμος οὗτος παράγεται, καὶ ἡ ἐπιθυμία αὐτοῦ, ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα· ξένοι γάρ ἐσμεν καὶ πάροι‐ κοι ἐν τῷ βίῳ τούτῳ· ἐὰν δὲ ἕως καιρὸν ἔχομεν ἐργασώμεθα ἐν αὐτῷ ἀρε‐ στὰ Κυρίῳ, τὸν μισθὸν κομιούμεθα. | 360 | |
40 | Κτῆσαι οὖν τὴν ὑπομονήν, ἀγαπητὲ ἀδελφέ· γέγραπται γάρ, ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσεσθε τὰς ψυχὰς ὑμῶν· ὁ Ἐνὼχ διακόσια ἔτη εὐηρέστησε τῷ Θεῷ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα· καὶ ἡμεῖς ἐν τῷ βραχεῖ καιρῷ τούτῳ ὀλιγωροῦμεν; Ἀντίστα τοῖς βλαβεροῖς λογισμοῖς, καὶ εἰπὸν μετὰ τοῦ λέγοντος· Χριστῷ συνεσταύρωμαι, ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ | |
45 | Χριστός. Τί γὰρ ὠφεληθήσεται ἄνθρωπος, ἐὰν ὅλον τὸν κόσμον κερδήσῃ, τὴν δὲ ψυχὴν αὑτοῦ ζημιωθῇ; Ἐκκλίνατε ἀπ’ ἐμοῦ πονηρευόμενοι, καὶ ἐξε‐ ρευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου· τοῦ Ἐκκλησιαστοῦ βοῶντος, ματαιό‐ της ματαιοτήτων, τὰ πάντα ματαιότης, μετὰ τοσοῦτον πλοῦτον καὶ δόξαν. Οὐκέτι τῇ ματαιότητι προσφέρω μου τοὺς καμάτους, ἵνα μετὰ τὴν ἐμὴν ἔξο‐ | |
100(50) | δον ἄλλοι κληρονομοῦσιν, κἀγὼ τίσομαι τὴν δίκην, ἀλλὰ προσφέρω μου τοὺς καμάτους τῷ ἀγαθῷ καὶ οἰκτίρμονι Θεῷ τῷ παρέχοντι μετὰ θάνατον ζωήν, καὶ ἑτοιμάσαντι τοῖς ἀγαπῶσιν αὐτόν, ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπων οὐκ ἀνέβη. Ὢ ναί, ἀγαπητέ, ἀν‐ δρίζου καὶ κραταιούσθω ἡ καρδία σου καὶ ὑπόμεινον τὸν Κύριον· καὶ ἔσται | 361 |
55 | ἐν εἰρήνῃ ἡ ἔξοδός σου. Ἐκεῖ ὄψει τοὺς Δικαίους χαίροντας ἐπὶ τῇ σῇ σωτη‐ ρίᾳ· ἐκεῖ αὐλισθήσῃ ἐν κόλποις Ἀβραὰμ σὺν τῷ Λαζάρῳ· τὴν γὰρ πτωχείαν ἐξελέξω, τῇ θλίψει ὑπέμεινας, ὀνειδισμοὺς ὑπήνεγκας, ἐξουδένωσιν οὐκ ἐμί‐ σησας· διὰ τοῦτο δέξονταί σε μετ’ εὐφροσύνης εἰς τὰς αἰωνίους σκηνάς, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός· ἐκεῖ ὄψει τὴν ζωὴν καὶ τὸ φῶς τὸ ἀλη‐ | |
60 | θινόν, τὴν ἐλπίδα πάσης κτίσεως, τὸν λυτρωτὴν τῶν ψυχῶν ἡμῶν, τὸν Κύ‐ ριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν βασιλέα τῆς δόξης, καὶ χαρήσεταί σου ἡ καρδία, καὶ τὴν χαράν σου οὐδεὶς αἴρει ἀπὸ σοῦ· αὐτὸς δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς διαφυλάξει ἀμέμπτους πάντας ἡμᾶς· ᾧ ἡ δόξα εἰς τοὺς | |
αἰῶνας. Ἀμήν. | 362 |