TLG 4138 030 :: EPHRAEM SYRUS :: Beautitudines aliae, capita viginti

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

Beautitudines aliae, capita viginti

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 2. Thessalonica: Το περιβόλι της Παναγίας, 1989: 267–279.

  • Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 1 Rome (1732) 292c–299b.
  • Caput 1: p. 267
  • caput 2: p. 267
  • caput 3: p. 267
  • caput 4: p. 267
  • caput 5: p. 267
  • caput 6: pp. 267–268
  • caput 7: p. 268
  • caput 8: p. 268
  • caput 9: p. 268
  • caput 10: p. 268
  • caput 11: p. 268
  • caput 12: p. 268
  • caput 13: pp. 268–269
  • caput 14: p. 269
  • caput 15: p. 269
  • caput 16: p. 269
  • caput 17: p. 269
  • caput 18: p. 269
  • caput 19: p. 269
  • caput 20: pp. 270–279

Citation: Chapter — (line)

t

Μακαρισμοὶ ἕτεροι, κεφάλαια κʹ

1

αʹ. Μακάριος ὃς μισήσας κατέλιπε τὸν βίον τοῦτον ἀνθρώπινον, καὶ σὺν Θεῷ μονωτάτῳ ἡ μελέτη τῆς ζωῆς αὑτοῦ ἐγένετο.

2

βʹ. Μακάριος ὃς μισήσας βδελύσσεται τὴν κακίστην ἁμαρτίαν, Θεὸν μόνον ἀγαπήσας τὸν ἀγαθὸν καὶ φιλάνθρωπον.

3

γʹ. Μακάριος ὃς γέγονεν ἐπὶ τῆς γῆς ὡς ἄγγελος οὐράνιος καὶ μιμη‐ τὴς τῶν Σεραφίμ, ἁγνοὺς ἔχων καθ’ ἑκάστην τοὺς λογισμούς.

4

δʹ. Μακάριος ὃς γέγονεν ἁγνὸς Θεῷ καὶ ἅγιος καὶ καθαρὸς ἀπὸ πάν‐ των τῶν μιασμῶν καὶ λογισμῶν καὶ πράξεων τῶν πονηρῶν.

5

εʹ. Μακάριος ὃς γέγονεν ὅλος αὐτὸς ἐλεύθερος ἐν Κυρίῳ ἀπὸ πάντων τῶν πραγμάτων τοῦ βίου τούτου ματαίου.

6

ϛʹ. Μακάριος ὁ ἔχων ἐν νῷ τὴν ἡμέραν τὴν μέλλουσαν τὴν φοβερὰν καὶ σπουδάσας ἰάσασθαι ἐν δάκρυσι τὰ τραύματα τῆς ψυχῆς αὑτοῦ.267

7

ζʹ. Μακάριος ὃς γέγονεν ὅλος αὐτὸς ὥσπερ νέφος ἐν δάκρυσι καὶ ἔσβεσε καθ’ ἑκάστην φλόγα πυρὸς τὴν τῶν πονηρῶν παθῶν.

8

ηʹ. Μακάριος ὁ βαδίζων ἐν τῇ ὁδῷ τῶν ἐντολῶν τοῦ Κυρίου, μονὰς ποιῶν καθ’ ἡμέραν εἰλικρινῶς διὰ πίστεως καὶ ἀγάπης.

9

θʹ. Μακάριος ὁ προκόπτων ἐν ἀγαθοῖς τρόποις ἀσκήσεως, ἐλπίζων πρὸς τοῦ Θεοῦ λαβεῖν βασιλείαν οὐράνιον.

10

ιʹ. Μακάριος ὃς μέμνηται τὸ πρόσταγμα τοῦ λόγου ἀργοῦ τὸ φοβερὸν καὶ φύλακας στήσας αὑτοῦ τῷ στόματι μὴ ἐκπεσεῖν τῆς ἐντολῆς.

11

ιαʹ. Μακάριος οὗ γέγονεν ἡ ψυχὴ ὥσπερ ξύλον νεόφυτον, ἔχον ἀεὶ τὰ δάκρυα κατὰ Θεόν, ὥσπερ πνοὴν τοῦ ὕδατος.

12

ιβʹ. Μακάριος ὁ φυτεύων φυτὰ καλὰ ἐν τῇ ψυχῇ ἰδίᾳ, τὰς ἀρετὰς καὶ τοὺς βίους τῶν Ἁγίων.

13

ιγʹ. Μακάριος ὁ φυτεύων καὶ ἀρδεύων φυτὰ αὑτοῦ ἐν δάκρυσιν εὐχό‐ μενος, ἵνα ᾖ τὰ φυτὰ αὑτοῦ εὐάρεστα καὶ καρποφόρα τῷ Κυρίῳ.268

14

ιδʹ. Μακάριος ὁ ἐκκαυθεὶς τῇ ἀγάπῃ τοῦ Κυρίου, ὡς ἐκ πυρός, καὶ ἔ‐ φλεξε πάντα λογισμὸν ῥυπαρὸν καὶ ψυχῆς αὑτοῦ τὸν μιασμόν.

15

ιεʹ. Μακάριος ὃς γέγονεν ἑκουσίως ὡς γῆ καλὴ καὶ ἀγαθή, καρποφο‐ ρῶν σπόρον καλὸν ἐν ἑκατὸν καὶ τριάκοντα καὶ ἑξήκοντα.

16

ιϛʹ. Μακάριος ὁ εὑρεθεὶς τῇ προθέσει σπόρος καλὸς ἐν τῷ ἀγρῷ, ὃν ἔ‐ σπειρεν ὁ Δεσπότης ἐν τῷ ἀγρῷ τῷ ἰδίῳ.

17

ιζʹ. Μακάριος ὅστις εὗρε μαργαρίτην ἐκλεκτὸν τὸν οὐράνιον καὶ πω‐ λήσας πάντα αὑτοῦ τὰ ἐν τῇ γῇ τοῦτον μόνον ὠνήσατο.

18

ιηʹ. Μακάριος ὅστις εὗρε τὸν θησαυρὸν ἐν τῷ ἀγρῷ κεκρυμμένον, χαι‐ ρόμενος δὲ ἀπώσατο τὰ σύμπαντα καὶ αὐτὸν μόνον ἐκτήσατο.

19

ιθʹ. Μακάριος ὃς μέμνηται διηνεκῶς τὴν ἡμέραν τῆς ἐξόδου καὶ σπου‐
δάζει εὑρεθῆναι ἐν τῇ ὥρᾳ εὐπρόθυμος καὶ ἄφοβος.269

20

κʹ. Μακάριος ὅστις εὗρε παρρησίαν ἐν τῇ ὥρᾳ τοῦ χωρισμοῦ, ὅταν ψυ‐ χὴ χωρίζεται τοῦ σώματος μετὰ φόβου καὶ ὀδυνῶν· ἔρχονται γὰρ οἱ Ἄγγε‐ λοι ψυχὴν λαβεῖν καὶ χωρίσαι ἀπὸ τοῦ σώματος καὶ παραστῆσαι τῷ βήμα‐ τι τοῦ ἀθανάτου καὶ φρικτοῦ κριτηρίου.
5 Μέγας φόβος, ὦ ἀδελφοί, ἐν τῇ ὥρᾳ τοῦ θανάτου, ὅταν ψυχὴ χωρίζε‐ ται τοῦ σώματος μετὰ φόβου καὶ ὀδυρμοῦ. Τῇ γὰρ ψυχῇ παρίστανται ἐν τῇ ὥρᾳ τοῦ χωρισμοῦ τὰ ἔργα αὐτῆς, ἃ ἔπραξεν ἡμέρᾳ καὶ νυκτί, ἀγαθά τε καὶ πονηρά, καὶ Ἄγγελοι σπουδάζοντες ἐπείγονται ἐξῶσαι αὐτὴν τοῦ σώματος· ἡ δὲ ψυχὴ θεωροῦσα τὰ ἔργα αὑτῆς δειλιᾷ τοῦ ἐξελθεῖν. Ἁμαρτωλοῦ δὲ ψυ‐
10χὴ μετὰ φόβου χωρίζεται τοῦ σώματος καὶ τρέμουσα ἀπέρχεται παραστῆ‐ ναι κριτηρίῳ ἀθανάτῳ· βιαζομένη δὲ ἐξελθεῖν τοῦ σώματος καὶ βλέπουσα τὰ ἔργα αὑτῆς, λέγει αὐτοῖς μετὰ φόβου· δότε τόπον μίαν ὥραν ἵνα ἐξέλθω. Ἀποκρίνονται δὲ τῇ ψυχῇ τὰ ἔργα αὐτῆς ἅμα πάντα· ἡμᾶς σὺ ἔπραξας, σὺν σοὶ ἀπάγωμεν πρὸς τὸν Θεόν.
15Μισήσωμεν, ἀγαπητοί μου ἀδελφοί, τὸν βίον τοῦτον μάταιον. Χριστὸν
μόνον ποθήσωμεν τὸν ἅγιον καὶ λυτρωτὴν τῶν ψυχῶν ἡμῶν. Οὐκ οἴδαμεν, ἀδελφοί, ποίᾳ ὥρᾳ ἐστὶν ἡ ἔξοδος ἡμῶν· οὐδὲ ἐπίσταταί τις τὴν ἡμέραν καὶ τὴν ὥραν τοῦ χωρισμοῦ. Ἄφνω ἡμῶν βαδιζόντων καὶ τρυφώντων ἀμερί‐ μνως ἐπὶ τῆς γῆς, καταλαμβάνει τὸ πρόσταγμα τὸ φοβερὸν ψυχὴν λαβεῖν270
20τοῦ σώματος· καὶ ὑπάγει ἁμαρτωλὸς ἐν τῇ ὥρᾳ καὶ ἡμέρᾳ, ᾗ οὐ προσδοκᾷ, πλήρης οὖσα ψυχὴ αὑτοῦ ἁμαρτιῶν, μὴ ἔχουσα ἀπολογίαν. Χάριν τούτου παρακαλῶ, ἀγαπητοί, γενώμεθα ἐλεύθεροι καὶ μὴ συσχῶμεν τὴν δουλείαν βίου τούτου τοῦ ματαίου καὶ προσκαίρου. Πλήρης ἐστὶν ὁ βίος οὗτος σκαν‐ δάλων τε καὶ παγίδων τοῦ θανάτου· πτερώσωμεν τὴν ψυχὴν ἡμῶν ἐκ παγί‐
25δων καὶ σκανδάλων. Καθ’ ἑκάστην ὁ Πονηρὸς κρύπτει τὰς παγίδας ἐνώπιον τῆς ψυχῆς ἡμῶν, ἵνα αὐτὴν σκανδαλίσας παγεύσῃ εἰς κόλασιν αἰώνιον. Ἀναμέσον τῶν σκανδάλων βαδίζομεν, ἀγαπητοί· προσέχωμεν οὖν ἑαυτοῖς μὴ ἐμπεσεῖν εἰς παγίδας θανάτου. Πλήρεις εἰσὶ γλυκύτητος αἱ παγί‐ δες τοῦ θανάτου τοῦ Πονηροῦ. μὴ χαυνωθῇ ἡ ψυχὴ ἡμῶν εἰς τὴν αὑτοῦ
30γλυκύτητα τῶν παγίδων. Ἐστὶν αὐτῶν ἡ γλυκύτης τῶν παγίδων, ἡ μέριμνα τῶν γηΐνων πραγμάτων καὶ χρημάτων καὶ λογισμῶν καὶ πράξεων τῶν πο‐ νηρῶν. Μὴ γλυκανθῇς σύ, ἀδελφέ, γλυκύτητι τῆς παγίδος τοῦ θανάτου. Μὴ χαυνωθεὶς ἐκλυθῇς εἰς μελέτην τῶν πονηρῶν λογισμῶν. Ἐὰν εὕρῃ ὁ πονη‐ ρὸς λογισμὸς εἴσοδον ἐν τῇ ψυχῇ, γλυκαίνεται εἰς μελέτην τὴν πονηράν, ἵνα271
35αὐτὴν θανατώσῃ, καὶ γίνεται ὁ πονηρὸς λογισμός, ὥσπερ παγὶς ἐν τῇ ψυχῇ, μὴ διωχθεὶς εἰ μὴ δι’ εὐχῆς καὶ δακρύων καὶ ἐγκρατείας καὶ ἀγρυπνίας. Γί‐ νου δὲ ἐγρήγορος καὶ ἐλεύθερος ἀπὸ πάντων τῶν γηΐνων, ἵνα ῥυσθῇς τῶν παγίδων καὶ λογισμῶν καὶ πράξεων τῶν πονηρῶν. Μὴ χαυνωθῇς μίαν ῥο‐ πὴν εἰς μελέτην τοῦ πονηροῦ λογισμοῦ. Μὴ χρονίσῃ ὁ πονηρὸς λογισμὸς ἐν
40τῇ ψυχῇ σου, ἀδελφέ. Φεῦγε ἀεὶ πρὸς τὸν Θεὸν δι’ εὐχῆς καὶ νηστείας καὶ δακρύων, ἵνα ῥυσθῇς ἀπὸ πάντων τῶν παγίδων καὶ τῶν σκανδάλων καὶ τῶν παθῶν. Μὴ νομίσῃς, ὦ ἀδελφέ, χρόνον πολὺν ζῆσαι ἐπὶ τῆς γῆς, καὶ χαυνω‐ θῇς εἰς μελέτην τῶν πονηρῶν λογισμῶν καὶ πράξεων, ἄφνω δὲ ἔλθῃ τὸ πρό‐
45σταγμα τοῦ Κυρίου καὶ εὑρήσῃ ἁμαρτάνοντα, μὴ ἔχοντα μετανοίας καιρὸν
ἔτι, μηδὲ συγχωρήσεως. Καὶ τί ἐρεῖς τῷ θανάτῳ ἐν τῇ ὥρᾳ τοῦ χωρισμοῦ, ἀδελφέ; Συμβαίνει γὰρ μηδὲ συγχωρεῖν τὸ πρόσταγμα στιγμὴν ὥρας ἐπὶ τῆς γῆς. Πολλοὶ νομίσαντες πολὺν χρόνον ζῆσαι ἐπὶ τῆς γῆς, ἦλθεν ἄφνω θάνατος, εὗρεν ἄνδρα ἁμαρτωλὸν καὶ πλούσιον, ψηφίζοντα τὰ ἔτη πολλά,272

20

(50)

νομίζοντα ἐν ἀνέσει ζῆν ἐπὶ τῆς γῆς, κατέχοντα ἐν δακτύλοις ψηφισμὸν κε‐ φαλαίου καὶ τόκου, μερίζοντα ἐν ἔτεσι χρόνου πολλοῦ τὸν ἀριθμὸν πλούτου αὑτοῦ. Ἦλθεν ἄφνω ὁ θάνατος, μιᾷ ῥοπῇ κατήργησε πάντα ψηφισμὸν ὁμοῦ καὶ τὸν πλοῦτον καὶ μέριμναν τοῦ χρόνου τοῦ ματαίου. Ἦλθε πάλιν ὁ θάνα‐ τος, εὗρεν ἄνδρα δίκαιον συνάγοντα πλοῦτον καλὸν οὐράνιον δι’ εὐχῆς καὶ
55νηστείας, ἔχοντα ἀεὶ θάνατον πρὸ ὀφθαλμῶν, μὴ φοβούμενον παρουσίαν θα‐ νάτου καὶ χωρισμὸν τοῦ σώματος. Οὕτως ἀεὶ προσδόκησον τὸν θάνατον καθ’ ἡμέραν, ὡς συνετὸς καὶ πνευματικός, τὸν χωρισμόν, τὴν παράστασιν τοῦ βήματος τοῦ Κυρίου. Ἑτοίμασον καθ’ ἡμέραν λαμπάδα σου, ὡς πρόθυ‐ μος καὶ φρόνιμος· ἐπίσκεψαι καθ’ ὥραν πάλιν αὐτὴν ἐν δάκρυσι καὶ προσευ‐
60χαῖς. Ὅσον χρόνον ἐν ἀδείᾳ τυγχάνεις, ἀγαπητέ μου, σπούδασον. Ἔρχεται
γὰρ ὁ καιρός σου γέμων ἀπιστίας, χαυνότητος, ῥᾳθυμίας, σκληρότητος, μὴ συγχωρῶν λογίζεσθαι τὰ κρείττονα ἐκ τῆς αὑτοῦ συγχύσεως. Προσέχετε, ἀγαπητοί, πῶς ἅπαντα τὰ πονηρὰ ἀκμάζουσι, προκόπτου‐ σι καθ’ ἡμέραν τὰ κάκιστα. Προβαίνει πονηρία. Συμφαίνουσι τὴν σύγχυσιν273
65ἐρχομένην καὶ τὴν θλῖψιν τὴν μεγάλην τὴν μέλλουσαν ἔρχεσθαι ἐπὶ πάντα τὰ πέρατα τῆς γῆς. Διὰ τὰς ἡμῶν ἁμαρτίας προκόπτουσι ταῦτα πάντα καθ’ ἡμέραν καὶ διὰ τὴν ἡμῶν χαυνότητα προβαίνουσι τὰ πονηρὰ ἐπὶ τῆς γῆς. Γενόμενοι ἐγρήγοροι, φιλόθεοι, πολεμισταί, καθ’ ἑκάστην τὸν πόλεμον τοῦ Πονηροῦ νικήσομεν, ὡς τέλειοι φιλόθεοι· διδαχθῶμεν καὶ τὰ ἔθη τοῦ πολέ‐
70μου· ἀόρατος γὰρ τυγχάνει. Ἔθη εἰσὶ τοῦ πολέμου τούτου ἡ γυμνότης τῶν γηΐνων. Ἂν προσδοκᾷς τὸν θάνατον καθ’ ἡμέραν πρὸ ὀφθαλμῶν, οὐχ ἁμαρ‐ τήσῃς. Ἂν γυμνωθῇς τῶν γηΐνων πραγμάτων, οὐ τραπήσῃ ἐν πολέμῳ. Ἂν μισήσῃς τὰ γήϊνα, καταφρονῶν τῶν προσκαίρων, ἀγαπητέ, τότε δυνήσῃ, ὡς ἄριστος πολεμιστής, τὸ βραβεῖον τῆς νίκης λαβεῖν. Ἐπειδὴ γὰρ τὰ γήϊνα
75προσέλκουσι πρὸς ἑαυτὰ εἰς τὰ κάτω καὶ τὰ πάθη σκοτοῦσι τοὺς ὀφθαλ‐
μοὺς τῆς καρδίας ἐν πολέμῳ, χάριν τούτου νικᾷ ἡμᾶς ἐν πολέμῳ ὁ Πονη‐ ρός, τοὺς γηΐνους, πλήρεις ὄντας καὶ τῇ μερίμνῃ τῶν γηΐνων τοῖς πάθεσι δουλεύοντας. Τὰ γήϊνα γὰρ σήμερον ἀγαπῶμεν πάντες ὁμοῦ, ἀγαπητοί, καὶ ἡλοῦται ὁ νοῦς ἡμῶν ἐπὶ τῆς γῆς χάριν τῆς ἡμῶν χαυνότητος. Ἡ ἡμέρα κέ‐274
80κλικε πρὸς ἑσπέραν. Λοιπόν ἐστιν ὁ χρόνος ἡμῶν, καὶ ἡμεῖς δι’ ἡμῶν ἀπι‐ στίαν νομίζομεν πρωῒ εἶναι. Ἰδοὺ ἐπὶ θύραις ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, ἡμεῖς δὲ περὶ ταύτης οὐδέποτε θέλομεν ἀκροάσασθαι τὰ σημεῖα καὶ τέρατα, ἃ ἔλεγεν ὁ Κύριος. Γεγόνασι λοιμοί, σεισμοί, φόβοι τε πόλεμοί τε καὶ τῶν ἐθνῶν ἡ κίνησις· ταῦτα πάντα ὥσπερ ὄναρ δοκεῖ ἡμῖν διηγεῖσθαι πρὸς ἀλλή‐
85λους· οὐκ ἀκοὴ τούτων πτοεῖ ἡμᾶς, οὐδὲ αὐτὴ ἡ θέα. Οἱ ἐκλεκτοὶ συνάγον‐ ται πρὸ θλίψεως τοῦ μὴ ἰδεῖν τὴν σύγχυσιν καὶ τὴν θλῖψιν τὴν μεγάλην ἐρ‐ χομένην εἰς τὸν κόσμον τὸν ἄδικον. Ὁ ἀμητὸς ἤδη ἤγγικεν εἰς θερισμόν. Τέλος ἔχει ὁ αἰὼν οὗτος, καὶ Ἄγγελοι κατέχουσι τὰ δρέπανα καὶ τὸ νεῦμα ἐκδέχονται.
90 Φοβηθῶμεν, ἀγαπητοί. Ὥρα ἐστὶν ἑνδεκάτη τῆς ἡμέρας, καὶ τῆς ὁδοῦ τὸ μῆκος πολύ. Σπουδάσωμεν ἐν τῇ ὁδῷ εὑρεθῆναι. Γενώμεθα ἐγρήγοροι καὶ νήψωμεν ἀπὸ τοῦ ὕπνου ὡς ἄϋπνοι. Οὐκ οἴδαμεν ποίᾳ ὥρᾳ ὁ Δεσπότης πάσης τῆς γῆς ἔχει ἐλθεῖν. Κουφίσωμεν οὖν ἑαυτοὺς ἀπὸ βάρους καὶ μερί‐ μνης τῶν γηΐνων. Μὴ μεριμνᾶτε παντελῶς ἐπὶ τῆς γῆς, εἶπεν ἡμῖν ὁ Κύριος.275
95Τὸ ἀγαπᾶν πάντας ὁμοῦ ἐντέταλκεν ἡμῖν. Ἡμεῖς δὲ μᾶλλον τὴν ἀγάπην ἐδιώξαμεν, καὶ ἔφυγεν ἀπὸ τῆς γῆς. Ἁμαρτίαι πληθύνονται· ἀδικία ἐκάλυψε πάντας ὁμοῦ· εἷς ἕκαστος τὰ γήϊνα ἐπιποθεῖ, τῶν οὐρανίων καταφρονεῖ· τὰ μέλλοντα οὐδεὶς ἡμῶν ἀγαπᾷ. Ποθεῖς εἶναι οὐράνιος; Τὰ ἐπὶ τῆς γῆς μίσει ἀεὶ καὶ βδελύσσου καὶ ἄσκησον ὡς τέλειος καὶ πόθησον βασιλείαν οὐρα‐

20

(100)

νῶν. Μὴ λογίζου οὕτως, ὦ μοναχέ, λέγων, ὅτι πολύς ἐστιν ὁ κάματος τῆς ἀσκήσεως, κἀγώ εἰμι ὀλιγοστὸς καὶ ἀσθενὴς καὶ οὐκ ἰσχύω τοῦ ἀσκῆσαι. Ἐνώτισαι ῥήματα συμβουλίας καλλίστης καὶ ἀγαθῆς· κατάμαθε ὅσα λέγω, ἀγαπητέ μου ἀδελφὲ καὶ φιλόχριστε. Εἰ βουληθῇς ἀποδημεῖν εἰς ἑτέραν μα‐
κρὰν χώραν καὶ πατρίδα, οὐ δύνασαι παραδραμεῖν ὅλης ὁδοῦ τὸ διάστημα276
105μιᾷ ῥοπῇ, ἀλλὰ ῥυθμῷ τῶν βημάτων καθ’ ἡμέραν κατὰ μονὴν ἀποδημεῖς, καὶ διὰ χρόνου καὶ καμάτου καταντᾷς εἰς τὴν χώραν ἣν προσδοκᾷς. Οὕτως ἐστὶν ἡ βασιλεία ἡ ἐπουράνιος καὶ τῆς τρυφῆς ὁ παράδεισος. Διὰ νηστειῶν, δι’ ἐγκρατείας, δι’ ἀγρυπνιῶν εἷς ἕκαστος φθάνει ἐκεῖ. Ἐγκράτεια καὶ δά‐ κρυα καὶ προσευχή, ἀγρυπνία καὶ ἀγάπη, αὗταί εἰσιν αἱ μοναὶ εἰς οὐρανὸν
110ἀπάγουσαι. Μὴ φοβηθῇς ἀρχὴν καλὴν βαλεῖν καλῆς ὁδοῦ ἀναγούσης εἰς τὴν ζωήν. Θέλησον μόνον τοῦ βαδίσαι τὴν ὁδὸν καὶ εὑρεθῇς εὐπρόθυμος· παρα‐ χρῆμα αὕτη ἡ ὁδὸς εὐθύνεται ἐνώπιον τῶν ποδῶν σου, καὶ χαίρων καὶ βα‐ δίζων μονὰς ποιεῖς τερπόμενος εἰς τὴν ὁδόν. Δυναμοῦνται τὰ βήματα τῆς ψυχῆς σου κατὰ μονὴν καθ’ ἑκάστην. Οὐ μὴ εὕρῃς δυσκολίαν εἰς τὴν ὁδὸν
115τὴν εἰς οὐρανὸν ἀπάγουσαν· ὁ Κύριος οὐράνιος αὐτὸς δι’ ἑαυτοῦ ὁδὸς ζωῆς ἐγένετο τοῖς θέλουσι μετὰ χαρᾶς ἀπέρχεσθαι πρὸς τὸν Πατέρα τῶν φώτων. Ἐγένου μοι, Χριστὲ Σῶτερ, ὁδὸς ζωῆς ἀπάγουσα πρὸς τὸν Πατέρα. Μόνη αὕτη χαρά ἐστιν, τέλος δὲ αὐτῆς βασιλεία οὐράνιος. Ἐγένου μοι, ὦ
Δέσποτα Ἰησοῦ Υἱὲ Θεοῦ, ὁδὸς ζωῆς καὶ φωτισμός, καὶ ἤντλησα δι’ ἐμαυ‐277
120τοῦ ἐκ τῆς σῆς πηγῆς χαρίσματα, πλήρης πόθου. Ἐγένετο ἡ χάρις σου ἐν καρδίᾳ τοῦ δούλου σου φῶς καὶ χαρὰ γλυκυτέρα ὑπὲρ μέλι καὶ κηρίον ἐν τῷ στόματι οἰκέτου σου. Ἐγένετο ἡ χάρις σου ἐν τῇ ψυχῇ τοῦ δούλου σου ὡς θησαυρός, ἐπλούτισε τὴν πτωχείαν, ἐδίωξε τὴν πενίαν καὶ σαπρίαν. Ἐγένετο ἡ χάρις σου, τοῦ δούλου σου καταφυγὴ καὶ δύναμις, ἀντίληψις καὶ
125ὕψωμα καὶ καύχημα, ἐδέσματα πάσης ζωῆς. Πῶς σιγήσῃ ὁ δοῦλός σου, Δέ‐ σποτα, ἐκ τῆς πολλῆς ἡδύτητος τῆς σῆς ἀγάπης καὶ χάριτος; Καὶ διηνέῳξα τὸ στόμα μου ἀναξίως. Πῶς πάλιν καρτερήσει ἡ γλῶσσά μου ἐκ τῆς αὐτῆς ὠφελείας τοῦ ἀνυμνεῖν καὶ δοξάζειν τὸν δοτῆρα τῶν ἀγαθῶν; Καὶ πῶς πά‐ λιν ἀποτολμῶ ἀποκλεῖσαι τὰ κύματα τῆς χάριτος τὰ βρύοντα ἐν καρδίᾳ
130ἁμαρτωλοῦ, πλήρη ὄντα γλυκύτητος ἐν τοῖς πολλοῖς χαρίσμασι; Ψαλῶ δό‐ ξαν τῷ Δεσπότῃ τῶν οὐρανίων, τῷ δώσαντι θεράποντι τὰ ἴδια χαρίσματα οὐράνια διὰ πολλῶν χαρισμάτων. Μεγαλυνῶ τὴν χάριν σου, Χριστὲ Σῶτερ· ἐν τῷ γὰρ μεγαλύνειν, μεγαλύνομαι ἐν αὐτῇ. Οὐ παύομαι ἐν γλώσσῃ μου ὑμνολογῶν τὴν χάριν σου, ὦ Δέσποτα· οὐ σιγήσει κιθάρα μου μελῳδοῦσα
135μελῳδίας πνευματικάς. Ὁ πόθος σου ἑλκύει με πρὸς σέ, Σωτήρ, τὸ καύχη‐ μα τῆς ζωῆς μου. Ἡ χάρις σου γλυκαίνει μου διάνοιαν ἑλκυσθῆναι ὀπίσῳ σου. Γενέσθω σοι ἡ καρδία μου γῆ ἀγαθή, δεχομένη σπόρον καλόν, καὶ δροσίσῃ ἡ χάρις σου εἰς αὐτὴν δρόσον ζωῆς αἰωνίου. Θερίσῃ δὲ ἡ χάρις σου δραγμὴν καλὴν ἀπὸ τῆς γῆς τῆς καρδίας, κατάνυξιν, προσκύνησιν, ἁγια‐278
140σμόν, τὰ ἀρεστά σοι πάντοτε. Ἐπίστρεψον ψυχήν μου εἰς τὴν μάνδραν πα‐ ραδείσου τῆς τρυφῆς σὺν προβάτῳ εὑρεθέντι. Εὑρεθείη ἡ ψυχή μου ἐν τῷ φωτί. Ἐκεῖνο μὲν τὸ πρόβατον εὑρεθὲν εἰς τοὺς ὤμους ἐβάστασας, ταύτην δὲ τὴν ἀναξίαν ψυχὴν διὰ χειρός σου ἕλκυσον καὶ πρόσφερε [ἀμφοτέρους] τῷ ἀχράντῳ σου καὶ ἀθανάτῳ Πατρί. Ἵνα λέγω ἐν τρυφῇ παραδείσου, μετὰ
145πάντων τῶν Ἁγίων· δόξα Πατρὶ ἀθανάτῳ, προσκύνησις τῷ δώσαντι χαρί‐ σματα οὐράνια τῷ εὐτελεῖ, ἵνα αὐτὸς προσφέρῃ δραγμὴν δόξης τῷ Βασιλεῖ
τῶν ἁπάντων εἰς τοὺς αἰῶνας. Ἀμήν.279