TLG 4138 028 :: EPHRAEM SYRUS :: Consilium de vita spiritali, ad monachum novitium (capita xcvi) EPHRAEM SYRUS Theol., vel Ephraem Graecus Consilium de vita spiritali, ad monachum novitium (capita xcvi)
Citation: Chapter — (line) | ||
t | Συμβουλία περὶ πνευματικοῦ βίου πρὸς νεόφυτον μοναχόν κεφαλαὶ ἐνενήκοντα ἕξ | |
1 | αʹ. ἐπῄνεσά σου τὴν πίστιν καὶ τὴν σπουδήν, πῶς παρὰ ἁμαρτωλοῦ ᾐτήσω ἀκοῦσαί τι τῶν λυσιτελούντων τῷ σῷ ἐπαγγέλματι, καθότι οὐχ ἅ‐ παξ, οὐ δὶς ὤχλησας περὶ τούτου. Καὶ τοῦτο τεκμήριον ἐναρέτου ψυχῆς. Ἐμοὶ δὲ ὄκνον ἐμποιεῖ ἡ τῶν πράξεών μου ἀνομοιότης· ὁ γὰρ βρῶμος αὐ‐ | |
5 | τῶν ἀφόρητος. Πάλιν δὲ κατακάμπτει με πρὸς ὑπακοὴν τὸ οὕτω σε γλίχε‐ | |
---|---|---|
σθαι ἀκοῦσαι λόγον περὶ φόβου Θεοῦ. Οἱ γὰρ τὰ πνευματικὰ μετερχόμενοι τοὺς περὶ ἀρετῆς ἐγγυμνάζοντας λόγους ἐγγλυκαίνονται, οἱ δὲ πρὸς τὸν ἐμ‐ παθῆ βίον νενευκότες περὶ πνευματικῶν ἀκούειν οὐκ ἀνέχονται, ἀλλὰ διασύ‐ ρονται, καὶ τὸν λέγοντα ἀπωθοῦνται. Περὶ δὲ παθῶν καὶ ἡδονῶν ὁμιλοῦντες | 209 | |
10 | οὐ κορέννυνται, ἀλλ’ αἱροῦνται τροφῆς καὶ τοῦ ὕπνου στερηθῆναι μᾶλλον ἢ τῆς τοιαύτης ἀδολεσχίας διδόναι πέρας. | |
2 | βʹ. Σὺ δὲ ἐπίμενε ἐν τοῖς πνευματικοῖς, ἵνα διαμείνῃ σοι ἡ τοῦ Θεοῦ μνήμη, τοὺς ἀνωφελεῖς λόγους βδελυσσόμενος· καθότι δυσωδίαν καὶ εὐω‐ δίαν οἰκεῖν ὁμοθυμαδόν, ἔστι τῶν ἀμηχάνων. | |
3 | γʹ. Ἴσθι ἀκριβὴς πρὸς συγκατάβασιν, εἴτε ἐν ὁδῷ εὑρεθῇς, εἴτε ἐν πλοίῳ, εἴτε ἐν κελλίῳ, εἴτε νεωτέρῳ συνδιαιτήσῃ, εἴτε πρεσβυτέρῳ. Ἐν γνώσει καὶ διακρίσει ἔστωσάν σου οἱ πόνοι, ἵνα μηδὲν τῶν εἰργασμένων ζημιωθῇς. | |
4 | δʹ. Σιτίοις χρῶ λιτοῖς καὶ ἀναγκαίοις, μήποτε παχυνθῇ σου ἡ διάνοια ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς. Οἱ γὰρ ὑπὸ τοιούτου πάθους | |
ὑποκλαπέντες οὐ πορνείαν τὴν πορνείαν ἡγοῦνται, οὐ μοιχείαν τὴν μοιχείαν, οὐδ’ ὅσα τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεὸν κατεργάζονται, παραιτοῦνται, ἀλλὰ | 210 | |
5 | πάντα ἀδεῶς πράσσουσιν, οὐδὲ τῶν ἐν βορβόρῳ χοίρων ἀπεοικότες. Οὐ Νό‐ μου μνημονεύοντες, οὐ Προφητῶν, οὐκ αὐτοῦ τοῦ Κυρίου τοῦ ἐνανθρωπή‐ σαντος ἐπὶ ἀνατροπῇ τῆς ἀνόμου ἁμαρτίας. Ἀλλὰ τῆς εὐσεβείας μορφῇ ἐπε‐ ρειδόμενοι ἐναβρύνονται· τῇ γὰρ ἡγεμονίᾳ τῶν φρενῶν πληγέντες διὰ τῆς ἀμελείας καὶ ἀφοβίας Θεοῦ, ἐσκότωνται, τὰ ἐναντία πράσσοντες. Μὴ οὖν | |
10 | ἐμπαθὴς ἔχε περὶ κρεῶν καὶ οἰνοποσίας, ἵνα μὴ τὸν νοῦν ἄχρηστον ἀπεργά‐ σῃ πρὸς ὑποδοχὴν τῶν πνευματικῶν χαρισμάτων. | |
5 | εʹ. Ἐὰν διαλέγῃ μετὰ ἀδελφοῦ περὶ λογισμῶν καὶ διολισθήσῃ σου ἡ γλῶσσα τοῦ καλῶς ἔχοντος, τῆς ψυχῆς κατακαμφθείσης ὑπὸ ἡδονικῶν λο‐ γισμῶν, ὅρα μὴ τὴν σεαυτοῦ κατάγνωσιν συσκιᾶσαι βουλόμενος χρήσῃ τῇ μωρολογίᾳ καὶ εὐτραπελίᾳ πρὸς τὸ μὴ ἐλεγχθῆναι ὑπὸ τοῦ πλησίον, καὶ σὺ | |
5 | μὲν ἐκεῖνον ἐν τούτοις οὐ πληροφορήσῃς, σεαυτὸν δὲ παραδῷς ἀλάστορι | |
δαίμονι. Ἀλλὰ μᾶλλον χρῶ τῇ προσευχῇ καὶ τῇ ἡσυχίᾳ, καὶ ἐπανελεύσεται ἐπὶ σὲ ἡ χάρις τοῦ Ἁγίου Πνεύματος, καὶ ἐκφεύξῃ φρενῶν παραπληξίαν. | 211 | |
6 | ϛʹ. Ἐὰν ἐμπιστευθῇς ἀρχάριον, μὴ πολὺς καταγίνου τῇ πρὸς ἐκείνου συμπαθείᾳ· ὑπὲρ ᾧ ἀπαίτει παρὰ τοῦ Δημιουργοῦ, ἐάνπερ σχολάζῃ πρὸς τὸν χρηστὸν ζυγὸν τοῦ Κυρίου, μήποτε συγκατασπασθῇς· οὐδὲ γὰρ τοῦ σκάφους ἀποπεσόντος, ἤδη καὶ τῆς νηὸς καταφρονητέον. | |
7 | ζʹ. Ἐν γνώσει Κυρίου ἔστωσάν σου αἱ πράξεις καὶ ὑπὸ διαβολικῶν βρόχων οὐκ ἐμπλακήσῃ· ἔθος γὰρ αὐτοῦ ἐστι διὰ τοῦ ἀγαθοῦ τὸ κακὸν κα‐ τεργάζεσθαι. | |
8 | ηʹ. Ἐὰν παρακαλῇς ἡγούμενον ὑπὲρ ἀδελφοῦ τῆς μονῆς ἐκβεβλημέ‐ νου, ὡς διαστροφὴν τῇ ἀδελφότητι ποιησαμένου, μὴ ἀποβιάζου περὶ τούτου τὸν πατέρα· ἀλλ’ ἴσθι ὡς ὑπομιμνήσκων, καταλιμπάνων τῷ Θεοῦ βουλήμα‐ τι, μήπως οὔπω εἰς αἴσθησιν ἐλήλυθε τῆς ἑαυτοῦ κακοφροσύνης καὶ βλάβην | |
5 | ἐμποιήσῃ τῇ ἀδελφότητι διὰ τῆς εἰσόδου· καὶ γὰρ σπινθὴρ ἐν ἅλωνι ἐμπε‐ | |
σὼν ὅλου τοῦ ἐνιαυτοῦ τὸν κάματον ἐμπίπρησι. | 212 | |
9 | θʹ. Ὅτι δεῖ ἕκαστον βαστάζειν τὸν πλησίον διὰ τὴν εἰς Θεὸν ἐλπίδα. Οὐαὶ δὲ τῷ βασταζομένῳ καὶ μὴ συνιέντι. | |
10 | ιʹ. Ὁ καθεζόμενος ἐν τῇ ἐρήμῳ τριῶν πολέμων ἀπαλλάττεται· ὁρά‐ σεως, ἀκοῆς καὶ λαλιᾶς. Ὁ δὲ ἐν συστήματι ἀδελφῶν ἡσυχάζων τριῶν καὶ αὐτὸς ἀπαλλάττεται· τοῦ ἀγοράζειν καὶ πιπράσκειν καὶ λῃστῶν ἐπιδρομῆς. Χρὴ οὖν λοιπὸν τὴν ἑαυτοῦ συνείδησιν φυλάξαι. | |
11 | ιαʹ. Ἐὰν δὲ λέγῃ πρὸς ἡλικίαν νεάζουσαν καὶ τῇ εὐχροίᾳ ἐπανθοῦσαν, τήρησον ὀφθαλμόν, μήποτε ἡ ἐπιθυμία ἐπιθολώσῃ σου τὸν νοῦν καὶ ἄρξῃ ἐξέλκειν λόγους ἐμπαθείας πλήρεις ὄντας· καὶ εὑρεθῇς ἄκροις χείλεσι περὶ σωφροσύνης ὁμιλῶν, ἀσελγαίνων δὲ τῇ ψυχῇ, ὅλως τοῦ μέρους ἐκείνου γε‐ | |
5 | γονώς. Ἀλλ’ ὅταν ἐμπέσῃ σοι ἡ τοιαύτη συντυχία, διὰ συντόμου τὸν λόγον ἀποτεμών, ἐπιλαβοῦ τῆς σιωπῆς. Φησὶ γὰρ ἡ Γραφή· ἀπεπλάνησε δὲ αὐτὸν πολλῇ ὁμιλίᾳ. Αἱ γὰρ συνεχεῖς περὶ τὰ τοιαῦτα ὁμιλίαι οὐ τὴν τυχοῦσαν | |
βλάβην ἐμποιοῦσι τῇ ψυχῇ. Κολόβωσον οὖν περὶ τὰ τοιαῦτα ἐρευνᾶν, ἀγω‐ νιῶν μήποτε ἡ ἁμαρτία ἀποπλανήσασά σε τῇ πολλῇ ὁμιλίᾳ παρασκευάσῃ | 213 | |
10 | διαπράξασθαί τι τῶν μὴ ἀνηκόντων. | |
12 | ιβʹ. Ὅσον τις τὸ ἑαυτοῦ θέλημα ἀποκόπτει καὶ ταπεινοῖ, τοσοῦτον εἰς προκοπὴν ἕλκεται. Ὅσον δὲ ἐνστατικωτέρως ἔχει πρὸς τὸ ἴδιον θέλημα, το‐ σοῦτον ἑαυτῷ ὕβριν καὶ ζημίαν ἐπιφέρει. Μὴ θέλε οὖν δουλεύειν θελήματι ἰδίῳ, ἀλλὰ μᾶλλον ὑπήκοος γενοῦ τῷ θελήματι τοῦ Θεοῦ. | |
13 | ιγʹ. Ἐάν τις τῶν μοναχῶν ἀμελήσας παρενεχθῇ τῆς ἰδίας στάσεως, τὴν ἀναιδείαν ὑποτίθησιν αὐτῷ ὁ Ἐχθρός, ἵνα μὴ δευτέρως φανεὶς τῇ δυστροπίᾳ, ῥᾳδίως ἐλεγχθῇ ὑπὸ τῶν κηδεμόνων πρὸς σωφρονισμὸν καὶ ἐπανόρθωσιν. | |
14 | ιδʹ. Μὴ ἀποβάλλῃς τὴν ἐν Χριστῷ ὑποταγήν, ὁ γὰρ καρπὸς αὐτῆς βέ‐ βαιος καὶ ἀσφαλής. | |
15 | ιεʹ. Ἐάν τις τῶν ἀσκητῶν κατὰ πεῖραν τοῦ Μισοκάλου ὑποσκελισθῇ, μὴ λάβῃ δὲ μῖσος ἢ φθόνον κατὰ τῶν ἀσκητῶν, οὐ μὴ ἐάσει αὐτὸν ὁ Κύριος ἐν τῇ ἀποπλανήσει, ἀλλὰ χεῖρα ὀρέξει πρὸς ἐπανόρθωσιν, ὅτι τὴν ἀγάπην | |
οὐκ ἀπώσατο· ὡσαύτως δὲ καὶ ὁ δοκῶν ἑστάναι, ἐὰν ἄρξηται φυσᾶν μεγά‐ | 214 | |
5 | λα καὶ τὸ μῖσος ἐπαγκαλίζεσθαι, οὐκ ἐν ἀσφαλείᾳ ἔσται· διότι ἡ σκοτία τοῦ μίσους ἀπετύφλωσε τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ οὐκ οἶδε ποῦ ὑπάγει. | |
16 | ιϛʹ. Ἐὰν στῇς ἐν οἴκῳ Κυρίου πρὸς λατρείαν πνευματικήν, πρόθυμος ἔ‐ σο περὶ τὴν ψαλμῳδίαν· εἰ δὲ σὺ σιγᾷς, σιγήσω κἀγώ, σιωπήσει καὶ ὁ πέ‐ λας, ἐξ ἀνάγκης ἀργήσει καὶ ἡ ὑμνῳδία. Ἀλλὰ μὴ οὕτως γενέσθω. Οἱ γὰρ εὐφημοῦντες ἄρχοντα ἢ βασιλέα, ὅταν στῶσιν ἐν θεάτρῳ, θεάσωνται δὲ με‐ | |
5 | ταξὺ αὐτῶν τινα ἑστῶτα καὶ μὴ συνεκβοῶντα αὐτοῖς τεταμένῃ τῇ φωνῇ, τοῦτον ὤσαντες καταβάλλουσιν, ὡς ἀνάξιον τῆς τοιαύτης στάσεως κρίναν‐ τες. Δέον οὖν καὶ ἡμᾶς μὴ ἐκλύτως ἢ ἠμελημένως ποιεῖσθαι τὰς λιτάς. | |
17 | ιζʹ. Οὐαὶ τῷ ἀδίκῳ, καὶ οὐαὶ τῷ τρυφητῇ, καὶ οὐαὶ τῷ ὑπερηφάνῳ· ἡ γὰρ πεῖρα δηλώσει αὐτοῖς, ὅταν καταλάβῃ αὐτοὺς ἡ συνοχὴ τοῦ ᾅδου καὶ ὁ πνιγμὸς τοῦ θανάτου, ὅτι οὐδὲν μεῖζον φόβου Θεοῦ. | |
18 | ιηʹ. Ἀγάπα καλὴν συνοδίαν, ἀπὸ δὲ κακῆς συνοδίας ἀπόσχου· καθότι | |
οὐ γόης, οὐ λῃστής, οὐ τυμβωρύχος οὕτως ἐγεννήθησαν, ἀλλ’ οὕτω μεμάθη‐ καν ὑπὸ ἀνθρώπων κατεφθαρμένων τὴν διάνοιαν ὑπὸ τοῦ Σατανᾶ· ὁ γὰρ Θεὸς πάντα καλὰ λίαν ἐποίησε. | 215 | |
19 | ιθʹ. Μή σε τερπέτω λουτρὰ καὶ πότοι καὶ συμβολὴ κρεῶν, ἵνα μὴ περι‐ πέσῃς κινδύνοις ἀνικήτοις, ἁμαρτὼν εἰς μεγάλα. | |
20 | κʹ. Βίον ἐνάρετον κτῶ μετὰ ὀρθῆς πίστεως· τίς γὰρ ἐν ἀνθρώποις οὐ μακαρίζει τὸν τοιοῦτον ἄνθρωπον; | |
21 | καʹ. Ἐκπορευόμενος ἐκ τοῦ κελλίου πρὸς διακονίαν, ἢ προσομιλῶν τι‐ σι, ἀσφαλίζου τὸ ὄμμα, τὴν δὲ καρδίαν νύττε λογισμῷ εὐσεβεῖ, ἔτι λέγων· μὴ γὰρ ζωγράφος ἐξελήλυθας μαθεῖν, ἵνα τὰς εἰκόνας τῶν ἀνθρώπων περι‐ χαρακτηρίζῃς; Σεαυτῷ πρόσεχε. Πῶς γὰρ δύνῃ, περὶ τῶν αἰσθητῶν κατει‐ | |
5 | λημμένην ἔχων τὴν διάνοιαν, τοῖς ἀοράτοις καθαρῷ νῷ ἐνοπτρίζεσθαι καὶ κατατρυφᾶν καὶ ἐναγάλλεσθαι τῇ τοῦ Θεοῦ μνήμῃ; | |
22 | κβʹ. Παῦσαι περιεργαζόμενος τὰ ἀλλότρια κακά, ἵνα μὴ εἰκότως | |
παραφθαρῇ σου ὁ εὐσεβὴς λογισμός. | 216 | |
23 | κγʹ. Ἐπιλαβοῦ τῆς σιωπῆς· ἀπαλλάττει γάρ σε πολλῶν μολυσμῶν. Μέμνησο ἀεὶ τῆς συνοχῆς τῶν ἁμαρτωλῶν, φοβούμενος μήποτε μετ’ οὐ πο‐ λὺ ἐν τοῖς αὐτοῖς καταλογισθῇς. | |
24 | κδʹ. Οὐκ εἰσελήλυθάς ποτε ἐν οἴκῳ πένθους, καὶ θεασάμενος τὸν κοπε‐ τὸν καὶ κλαυθμὸν ἐπήχθης ἀποπηδῆσαι τοῦ οἰκήματος; Διὸ ἐκ τῶν προσκαί‐ ρων δεῖ τεκμαίρεσθαι τὰ αἰώνια· φησὶν γάρ· δίδου σοφῷ ἀφορμὴν καὶ σο‐ φώτερος ἔσται. | |
25 | κεʹ. Ἐὰν ὑπεισέλθῃ σοι λογισμὸς μεταβῆναι ἀπὸ τόπου, καὶ παραγε‐ νόμενοί τινες λόγῳ συμπαθείας, καὶ εἷς μὲν συνείσῃ τῇ διαστάσει, ὡς εὔλο‐ γον τὴν λύπην ὑφίστασαι, μὴ ἀκρίτως ἀποδέχου τὴν τούτου βουλήν. Εἰ δέ τις ἄρξηταί σε διελέγχειν καὶ παρακαλεῖν, οὗτος μᾶλλον τοῦ προτέρου ἀπο‐ | |
5 | δεκτέος· οἱ τοιοῦτοι γὰρ μᾶλλον κήδονται τῆς σωτηρίας τῶν ἀδελφῶν. | |
26 | κϛʹ. Περὶ δὲ τῶν ἐξ ἀθυμίας τικτομένων λογισμῶν, μάλιστα τοῖς κα‐ | |
ταμόνας ἡσυχάζουσιν, οἶμαι μὴ ἀγνοεῖν τοὺς πολλούς· βούλομαι δέ σε καὶ περὶ τούτων διαβεβαιῶσαι. | 217 | |
27 | κζʹ. Ἡνίκα ψυχὴ πάθῃ πρόληψιν ὑπὸ τῶν αἰσθητῶν, ἀποστάτης λοι‐ πὸν ὁ νοῦς γενόμενος τῆς καλῆς ἐκείνης θεωρίας καὶ προσδοκίας καὶ μελέ‐ της τῶν μελλόντων ἀγαθῶν, ἀποπήγνυται πρὸς τὰ αἰσθητά, τὴν ἐκ τούτων ἀπόλαυσιν μεταδιώκων, φθόνῳ καὶ κακίᾳ δουλεύων. | |
28 | κηʹ. Οἴμοι, τί ποιήσω ὁ ἄθλιος; Ἡ ἀσθένειά μου πολλή, μονία καὶ πτωχεία καὶ ἀτονία συνέχει με. Ἐργάσασθαι οὐ δύναμαι, ἐπαιτῆσαι αἰσχύ‐ νομαι. Ξένος ἐγενόμην τῶν γενικῶν μου πραγμάτων. Εὐημερεῖν δυνάμενος, ἐν δυσημερίᾳ περιέπεσον. Οἵτινες ἐμακάριζόν με, νυνὶ ὄνειδος αὐτῶν ἐγενό‐ | |
5 | μην. Ἡ λύπη συνέχει μου τὴν καρδίαν διὰ τὴν περιέχουσάν με συμφοράν. Οὐδεὶς ὁ ἐπικουρῶν, οὐδεὶς ὁ συμπαθῶν. Ἐν ἀτιμίᾳ πολλῇ ἐγενόμην. Ὁ δεῖνα εἰς ἱερέα προσήχθη, καὶ ὁ δεῖνα εἰς κεφαλὴν κατεστάθη· ἐγὼ δὲ ἄση‐ μος καὶ ἀνεπίδοξος καὶ ἀπερριμμένος. Οὐδεὶς ὁ προσποιούμενός με τὸν ἐν | |
πτωχείᾳ καὶ ἀρρωστίᾳ περιπεσόντα. Ὁ μὲν ὑπερεπλούτησεν, ὁ δὲ ὑπὸ μα‐ | 218 | |
10 | θητῶν δορυφορεῖται, ὅθεν καὶ τοῖς ἐν ὑπεροχῇ οὖσι συνδιαιτῶνται· ἐγὼ δὲ καὶ ἐν ἀδοξίᾳ πολλῇ γενόμενος καὶ τῆς ἐφημέρου τροφῆς λείπομαι. Ἐκεῖνοι προϊέμενοι λαμπρῶς ἀμφιέννυνται, ἐγὼ δὲ καὶ τῶν ἀναγκαίων σκεπασμά‐ των ὑστεροῦμαι. Καὶ ὅταν τὰς ἡμέρας αὑτῶν ἐκτελέσαντες ἐν ἀγαθοῖς ὑπε‐ ξέλθωσι τὸν βίον, τότε μετὰ ἀρωμάτων λαμπρᾶς κηδείας κατατυχόντες ἐν | |
15 | κεκονιαμένοις μνήμασι κατατίθενται· ὄνομα αἰώνιον αὑτοῖς διὰ τῆς ἐπιγρα‐ φῆς τοῦ ἐπιταφίου περιποιησάμενοι. Ἐμοῦ δὲ τελευτήσαντος, τάχα οὐδὲ τα‐ φῆς ἀξιοῦμαι, ἀλλ’ ἡ κέλλα μου ἔσται μοι τάφος διὰ τὴν τῶν ἐπισκεπτομέ‐ νων ἐρημίαν. Ἡ καρδία μου ὀδυνᾶται, καὶ τί ποιήσω; Οἱ ὀφθαλμοί μου ἐξέ‐ λιπον ἀτενίζοντες τῇ θύρᾳ, καὶ οὐδεὶς ὁ κρούων. Περίλυπος ἐγώ, καὶ οὐδεὶς | |
20 | ὁ παρακαλῶν. Τέθλιμμαι ἐσχάτως, καὶ οὐδεὶς ὁ συμπαθῶν. Οἴμοι ὅτι ἐκλεί‐ πουσιν ἐν ὀδύνῃ αἱ ἡμέραι μου. | |
29 | κθʹ. Εἰπὸν τῇ σεαυτοῦ ψυχῇ, ὦ ἄνθρωπε· ἕως πότε περίλυπος εἶ, ἡ ψυ‐ χή μου, ἕως τίνος συνταράσσεις με; Ἔλπισον ἐπὶ Κύριον καὶ ἐκτινάξεις σκο‐ λιοὺς λογισμούς. Εἰ γὰρ μὴ ἐννοεῖς τὰ γήϊνα, τοῖς τοιούτοις δικτύοις οὐκ ἂν συνέπλακες. Πλὴν τοῦτο ἔσῃ γινώσκων, ὅτι πᾶς ἄνθρωπος, εἴτε ἐν ὑπεροχῇ | 219 |
5 | ὤν, εἴτε ἐν ταπεινώσει, κατὰ δὲ τὸ βούλημα τοῦ Θεοῦ πολιτεύσηται, οὐκ ἀποβλητέος. Εἰ δέ τις τὰ πρόσκαιρα θαυμάζει καὶ τὴν ἐκ τούτων μεταδιώ‐ κει ἀπόλαυσιν, τῆς τῶν δικαίων παρακλήσεως ἑαυτὸν ἐστέρησεν. | |
30 | λʹ. Ἐὰν οὖν τῆς χαρᾶς ἐκείνης κατατυχεῖν ἀγωνίζῃ, μὴ πάρεχε δίοδον σκολιοῖς λογισμοῖς, ἀποστασίαν ἀπὸ Θεοῦ ποιοῦσιν· ἀψευδὴς γὰρ ὁ εἰπών· ὁ εὑρὼν τὴν ψυχὴν αὑτοῦ, ἀπολέσει αὐτήν· ὁ δὲ ἀπολέσας τὴν ψυχὴν αὑτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν. Διὸ καὶ ὁ Ἀπόστολος λέγει· ἀπεθάνετε γάρ, καὶ | |
5 | ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ· ὅταν ὁ Χριστὸς φανερωθῇ ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. | |
31 | λαʹ. Τί οὖν θαυμάζεις μακαρίζων τὰ πρόσκαιρα καὶ δίκην ῥεύματος | |
παρατρέχοντα; Τί δὲ καὶ ὀνήσει ταφὴ λαμπρὰ καὶ τάφος κεκονιαμένος καὶ ἔπαινοι μάταιοι ἄνδρα ἐν ἀσεβείᾳ ζήσαντα, ὅταν αὐτὸς ἀνέσεως μὴ ἐπιτεύ‐ ξεται; | 220 | |
32 | λβʹ. Τί ὠφελεῖ τὸν ἐν χρυσορόφοις κατακείμενον τὸ στίλβον ἐν τοῖς τείχεσι καὶ ἐν τῇ ὀροφῇ, ὅταν αὐτὸς ὑπὸ παθῶν κολάζηται, ἢ ὑπὸ δράκον‐ τος ἔνδον δακνύμενος κατεσθίεται τὸ σῶμα; Τί γὰρ ὠφελήσει τὴν διαζευ‐ χθεῖσαν ψυχὴν ἡ τῶν πλειόνων περὶ τὸ σῶμα σπουδή, ἐὰν μὴ ὁ ἔπαινος ᾖ | |
5 | παρὰ Κυρίου ἐν ἐκκλησίᾳ μεγάλῃ; Μὴ οὖν θαύμαζε τὰ πρόσκαιρα καὶ δίκην κηροῦ διαχεόμενα. Ἀλλ’ ἐκεῖνοι, φησί, πλουσίοις συνδιαιτῶνται. Ἀλλὰ σὺ προσομιλεῖς τῷ παμβασιλεῖ Θεῷ διὰ προσευχῆς, καὶ ἐσθίων τὸ σῶμα τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ καὶ πίνων αὐτοῦ τὸ αἷμα. Εὐφραίνου ἐν ἀγαλλιάσει, ὅτι ναὸς αὐτοῦ κατηξιώθης γενέσθαι. | |
33 | λγʹ. Μὴ οὖν ὀλιγώρει βλέπων ἑαυτὸν ἐν τῷδε τῷ βίῳ ἐν ἀδοξίᾳ, ἢ ἐν νόσῳ, ἢ ἐν γήρᾳ βαθεῖ καὶ πτωχείᾳ· ὁ γὰρ διατρέφων τὰ πετεινὰ τοῦ οὐρα‐ | |
νοῦ οὐκ ἐάσει σε ἀπρονόητον. Ἀλλὰ στενοχωρεῖ, μήποτε ἀμβλυωπία σε ἐνοχλήσῃ; Ἀλλ’ ἐννόησον, ὅτι τοῦτο καὶ δίκαιοι ὑπέμειναν. Ὅθεν Ἰσαὰκ τῷ | 221 | |
5 | Ἰακώβ, ἡνίκα ἐλάμβανε τὴν εὐλογίαν, ἔλεγε· ἔγγισόν μοι καὶ ψηλαφήσω σε, τέκνον, εἰ σὺ εἶ ὁ υἱός μου Ἠσαῦ. Τετράνωται δὲ τὸ ὄμμα τῆς διανοίας αὐτοῦ, ἀπὸ κακίας κεκαθαρμένον. Καθάρευε τοίνυν καὶ αὐτὸς ἀπὸ κακίας, καὶ περὶ τῆς σωματικῆς ἀρρωστίας μὴ λόγον ἔχε, καθότι αὐτῷ μέλλει περὶ ἡμῶν. Ἀλλὰ τὰ τῶν ἀναγκαίων χρειῶν λείπῃ σοι; Ἀναλόγισαι Ἡρώδην | |
10 | πλούτῳ καὶ τρυφαῖς διαρρεόμενον, τὸν δὲ Πρόδρομον ἐν φυλακῇ δεδεμένον, ὡς ἕνα τῶν κακούργων καὶ εὐτελῶν ἀνθρώπων. Ἀψευδὴς γὰρ ὁ εἰπών· θλῖ‐ ψιν ἕξετε ἐν τῷ κόσμῳ· ὁ δὲ κόσμος χαρήσεται· ὑμεῖς δὲ λυπηθήσεσθε, ἀλλ’ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται. | |
34 | λδʹ. Ἀλλ’ ἐρεῖς, ὅτι ἐγὼ ἐν στενοχωρίᾳ διατελέσας τὸν βίον, ἄσημος καὶ ἀνεπίδοξος, καὶ μετὰ θάνατον οὐδεὶς ὁ τὴν μνήμην μου ἐπιτελῶν; | |
Ἐσχάτης ἀνοίας ταῦτα καὶ φιλοδόξου ψυχῆς νοσήματα. Πόσους οἴει ἐπὶ τῶν διωγμῶν ἀθλήσαντας ὑπὲρ τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, καὶ ἄχρι τοῦ δεῦ‐ | 222 | |
5 | ρο ἄγνωστοι καθεστήκασι τῷ κόσμῳ; Ἆρα οὖν καὶ οἱ τελειωθέντες ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, ὧν αἱ μνῆμαι ὑπὸ ἀνθρώπων οὐκ ἐπιτελοῦνται, ἀπώλοντο; Οὐδαμῶς. Ἐν γὰρ τῇ βίβλῳ αὐτοῦ πάντες γραφή‐ σονται. Τὰ ἄνω οὖν φρόνει, μὴ τὰ ἐπὶ τῆς γῆς· τὸ γὰρ πολίτευμα τῶν δι‐ καίων ἐν οὐρανοῖς ὑπάρχει. Μὴ οὖν φύγῃς τοὺς πόνους, καίτοιγε καὶ ἡμεῖς | |
10 | οἱ περιλειπόμενοι τοὺς ἐν πόνοις καὶ στενοχωρίαις καὶ ἀνάγκαις εὐδοκιμή‐ σαντας ἐν Κυρίῳ μακαρίζομεν. Ἐὰν οὖν σὺ κληρονόμος τῶν δικαίων βούλει εἶναι, μὴ διαπτύσῃς τὴν ταπείνωσιν, μηδὲ ἀποφύγῃς τὴν ἐν τοῖς πόνοις κα‐ κουχίαν, ἀλλ’ ἐγκαρτέρει, ἵνα τῆς ἀκαταλύτου ζωῆς καὶ χαρᾶς καὶ δόξης ἐπιτύχῃς· τοῦ Ἀποστόλου λέγοντος· οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν και‐ | |
15 | ροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Εἰ δὲ βούλῃ μὴ | |
ὑποκλαπῆναι ἔν τινι ὑπὸ τοῦ ἐξεναντίας, πίστευε ὅτι οὐδέν, ὧν πράττεις ἢ ἐπιθυμεῖς, λανθάνει Θεῷ. Εἰ δὲ ἀμφιβάλλει ὁ λογισμὸς περὶ τῆς τοῦ Θεοῦ γνώσεως, ὑπόδειγμα ἔχε τὸν προφήτην Ἐλισαιέ· ἡνίκα γὰρ πόλεμος συνε‐ κροτεῖτο μεταξὺ τοῦ βασιλέως Ἰσραὴλ καὶ τῆς Συρίας, ἐβουλεύετο δὲ ὁ βα‐ | 223 | |
20 | σιλεὺς Συρίας πρὸς τοὺς ἑαυτοῦ παῖδας εἰπών· Εἰς τὸν τόπον τόνδε παρεμ‐ βαλῶ. Καὶ ἀπέστειλεν Ἐλισαιὲ πρὸς τὸν βασιλέα Ἰσραήλ, λέγων· φύλαξαι μὴ παρελθεῖν ἐν τῷ τόπῳ τούτῳ, ὅτι ἐκεῖ Συρία κέκρυπται. Καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ἰσραὴλ εἰς τὸν τόπον, ὃν εἶπεν αὐτῷ Ἐλισαιέ, καὶ ἐφυλάξατο ἐκεῖθεν οὐ μίαν, οὐ δύο. Καὶ ἐξεκινήθη ἡ ψυχὴ βασιλέως Συρίας περὶ τοῦ | |
25 | λόγου τούτου, καὶ ἐκάλεσε τοὺς παῖδας αὑτοῦ καὶ εἶπε πρὸς αὐτούς· οὐκ ἀναγγελεῖτέ μοι τίς προδίδωσί με βασιλεῖ Ἰσραήλ; Καὶ εἶπεν εἷς τῶν παί‐ δων αὐτοῦ· οὐχί, κύριέ μου βασιλεῦ, ὅτι Ἐλισαιὲ ὁ προφήτης ὁ ἐν Ἰσραὴλ ἀναγγέλλει βασιλεῖ Ἰσραὴλ πάντας τοὺς λόγους, οὓς ἐὰν λαλήσῃς ἐν τῷ ταμιείῳ τῆς οἰκίας σου. Καὶ εἰ ἄρα Προφήτην οὐκ ἐλάνθανε τῶν κρυπτῶς | |
30 | γενομένων, καὶ πῶς ἂν τὸν Δημιουργὸν τῶν ἁπάντων λαθεῖν τι δυνήσεται; Οὐδαμῶς. Διὰ τοῦτο γὰρ προσετάγημεν ἐν τοῖς ταμιείοις προσεύχεσθαι· τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰπόντος· σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμιεῖόν σου καὶ ἀπόκλεισον τὴν θύραν σου καὶ πρόσευξαι τῷ Πατρί σου τῷ ἐν τῷ κρυπτῷ, καὶ ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ | 224 |
35 | ἀποδώσει σοι ἐν τῷ φανερῷ. Ἀπορρίψωμεν τοιγαροῦν ἀφ’ ἑαυτῶν πάντα λογισμὸν κακίας, μήποτε παραρρυῶμεν. Γυμνὸς γὰρ ὁ ᾅδης ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἔστι περιβόλαιον τῇ ἀπωλείᾳ. Μὴ οὖν ἀποθύμει, μηδὲ δίσταζε. Ἐνώπιον γὰρ τῶν ὀφθαλμῶν τοῦ Θεοῦ ἐσμεν, κἂν θέλωμεν, κἂν μὴ θέλωμεν. Χαῖρέ σοι ἐν ταῖς θλίψεσιν, | |
40 | οἱ γὰρ στέφανοι ἐκ διαφόρων ἀνθῶν πλέκονται καὶ οἱ δίκαιοι διὰ πολλῶν θλίψεων εἰσπορεύονται εἰς τὴν χαρὰν τοῦ Κυρίου αὑτῶν. | |
35 | λεʹ. Μὴ ἐπιθύμει γὰρ ἀρχὴν ψυχῶν, μήπως οὔπω ἐπέβης τοῖς τῆς | |
ἀπαθείας μέτροις καὶ σεαυτὸν βλάψῃς καὶ τοὺς ἑπομένους σοι. Εἰ δὲ ἄκων ἕλκῃ, φροντίδα ποιοῦ, οὐχ ἵνα τὰ σὰ θελήματα ποιῇς, ἀλλὰ τοῦ ἐμπιστεύ‐ σαντός σοι τῶν λογικῶν προβάτων τὴν ἐπιμέλειαν. Λέγει γὰρ διὰ τοῦ προ‐ | 225 | |
5 | φήτου Ἐζεκιήλ· Ὦ ποιμένες Ἰσραήλ, μὴ βόσκουσι ποιμένες ἑαυτούς; Οὐ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες; Ἰδοὺ τὸ γάλα κατεσθίετε καὶ τὰ ἔρια περι‐ βάλλεσθε καὶ τὸ παχὺ σφάζετε, καὶ τὰ πρόβατά μου οὐ βόσκετε. Τὸ ἠσθενη‐ κὸς οὐκ ἐνισχύσατε, καὶ τὸ κακῶς ἔχον οὐκ ἐσωματοποιήσατε, καὶ τὸ συν‐ τετριμμένον οὐ κατεδήσατε, καὶ τὸ πλανώμενον οὐκ ἀπεστρέψατε, καὶ τὸ | |
10 | ἀπολωλὸς οὐκ ἐζητήσατε, καὶ τὸ ἰσχυρὸν κατειργάσασθε μόχθῳ· καὶ διε‐ σπάρη τὰ πρόβατά μου διὰ τὸ μὴ εἶναι ποιμένας, καὶ ἐγενήθη εἰς κατάβρω‐ μα ἐπὶ τὰ ὄρη πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ· καὶ διεσπάρη τὰ πρόβατά μου ἐπὶ πάντα ὄρη καὶ ἐπὶ πάντα βουνὸν ὑψηλόν, καὶ ἐπὶ προσώπου πάσης τῆς γῆς διεσπάρη· καὶ οὐκ ἦν ὁ ἐκζητῶν, οὐδὲ ὁ ἀποστρέφων. Διὰ τοῦτο, ποιμέ‐ | |
15 | νες, ἀκούσατε λόγον Κυρίου. Ζῶ ἐγώ, λέγει Κύριος· Εἰ μὴν ἀντὶ τοῦ γενέ‐ | |
σθαι τὰ πρόβατά μου εἰς προνομήν, καὶ γενέσθαι τὰ πρόβατά μου εἰς κατά‐ βρωμα πᾶσι τοῖς θηρίοις τοῦ πεδίου, παρὰ τὸ μὴ εἶναι ποιμένας, καὶ οὐκ ἐξεζήτησαν οἱ ποιμένες τὰ πρόβατά μου, καὶ ἐβόσκησαν οἱ ποιμένες ἑαυ‐ τούς, τὰ δὲ πρόβατά μου οὐκ ἐβόσκησαν. Ἀντὶ τούτου, ποιμένες, ἀκούσατε | 226 | |
20 | λόγον Κυρίου· τάδε λέγει Κύριος· Ἰδοὺ ἐγὼ ἐπὶ τοὺς ποιμένας, καὶ ἐκζητή‐ σω τὰ πρόβατά μου ἐκ τῶν χειρῶν αὐτῶν, καὶ ἀποστρέψω αὐτοὺς τοῦ μὴ ποιμαίνειν τὰ πρόβατά μου, καὶ οὐ βοσκήσουσιν ἔτι οἱ ποιμένες αὐτά· καὶ ἐξελοῦμαι τὰ πρόβατά μου ἐκ τοῦ στόματος αὐτῶν, καὶ οὐκ ἔσονται αὐτοῖς ἔτι εἰς κατάβρωμα. | |
36 | λϛʹ. Νοεῖν τοιγαροῦν χρὴ ἀληθῶς, ἡλίκον κίνδυνον ἔχει τὸ καταφρονη‐ τικῶς καὶ ἠμελημένως φροντίζειν τῶν ὑποτεταγμένων. Χρὴ τοίνυν τὸν ἡγούμενον ἐπιστημονικώτατον εἶναι καὶ διεγηγερμένον πρὸς σωτηρίαν τῶν ἀρχομένων, καὶ κατανοεῖν ἑκάστου τὸ βῆμα, τὸ κίνημα, τὸν στολισμόν, καὶ | |
5 | τὰ ἀπρεπῆ διελέγχειν, χειραγωγεῖν δὲ πρὸς τὰ βέλτιστα. Οἱ γὰρ διδάσκαλοι οὐ μόνον τῶν στοιχείων τοὺς χαρακτῆρας τοῖς μαθητευομένοις ὑποδεικνύου‐ σιν, ἀλλ’ ἀκρίτων στιγμῶν καὶ ἑκάστης στιγμῆς τὸν ἴδιον τόπον ὑποτίθεν‐ | |
ται· οὕτω χρὴ καὶ τὸν προεστῶτα ἄχρι τῶν μικροτάτων τῶν πρὸς σωτηρίαν συντεινόντων ὑποτιθέναι τοῖς ἀδελφοῖς, καὶ τὰς ἠπειλημένας τιμωρίας τοῖς | 227 | |
10 | ῥᾳθύμοις ἐπιλέγειν ὀφείλει, ἵνα τεῖχος γενόμεναι εἴργωσι τὸν αἴτιον ἀπὸ τοῦ ἀναιτίου. Οὕτως οἱ λύκοι καθορῶντες τὴν τοῦ ποιμένος ἐπιμέλειαν, φεύγου‐ σι τῆς ἀγέλης τῶν λογικῶν προβάτων. | |
37 | λζʹ. Οὐδὲν οὕτως ἀνάγει ψυχὴν πρὸς σωτηρίαν καὶ νεανικωτέραν πρὸς τοὺς πόνους καθίστησιν, ὡς τὸ εὑρεῖν διδάσκαλον ἔργῳ τὴν ἀρετὴν κηρύτ‐ τοντα κατὰ τὸν λέγοντα· ἀπ’ ἐμοῦ ὄψεσθε καὶ οὕτως ποιήσατε. | |
38 | ληʹ. Χρὴ δὲ καὶ ἡμᾶς τοὺς μαθητευομένους μὴ ἀνηκόους εἶναι, μηδὲ ἀντιλέγοντας, ἀλλὰ πᾶσαν ταπεινοφροσύνην δείκνυσθαι ἐνώπιον τοῦ Θεοῦ καὶ ἀνθρώπων. Εἰ δὲ συμβῇ τὸν παιδεύοντα λόγῳ μὲν τὴν ἀρετὴν κηρύτ‐ τειν, τῆς δὲ ἐργασίας παραμελεῖν, μὴ ἐκ τῆς ὑποθέσεως δῶμεν χώραν τῷ | |
5 | ἐξεναντίας ἐπὶ διαστροφῇ τῆς ἡμετέρας ψυχῆς. Ἀλλὰ μνημονεύσωμεν τοῦ εἰπόντος· ἐπὶ τῆς Μωσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ φαρι‐ | |
σαῖοι. Πάντα ὅσα ἐὰν εἴπωσιν ὑμῖν ποιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε· λέγουσι γὰρ καὶ οὐ ποιοῦσι. | 228 | |
39 | λθʹ. Τήρει σεαυτὸν πάντοτε μὴ τιθέναι πρόσκομμα ἢ σκάνδαλον τῷ πλησίον, φοβούμενος τὴν ἀπειλὴν τοῦ εἰπόντος διὰ τοῦ προφήτου· οὐαὶ ὁ ποτίζων τὸν πλησίον αὐτοῦ ἀνατροπῇ θολερᾷ· καὶ πάλιν· τάδε λέγει Κύριος· Ἰδοὺ ἐγὼ ἀνακρινῶ ἀναμέσον προβάτου καὶ προβάτου, κριῶν καὶ τράγων. | |
5 | Καὶ οὐχ ἱκανὸν ὑμῖν, ὅτι τὴν καλὴν νομὴν ἐνέμεσθε, καὶ τὰ κατάλοιπα τῆς νομῆς κατεπατεῖτε, καὶ τὸ καθεστηκὸς ὕδωρ ἐπίνετε, καὶ τὸ λοιπὸν τοῖς πο‐ σὶν ὑμῶν ἐταράσσετε; Καὶ τὰ πρόβατά μου τὰ πατήματα τῶν ποδῶν ὑμῶν ἐνέμοντο, καὶ τὸ τεταραγμένον ὕδωρ ὑπὸ τῶν ποδῶν ὑμῶν ἔπινον. Διὰ τοῦ‐ το τάδε λέγει Κύριος Κύριος· Ἰδοὺ ἐγὼ διακρινῶ ἀναμέσον προβάτου ἰσχυ‐ | |
10 | ροῦ καὶ ἀναμέσον προβάτου ἀσθενοῦς. Ἐπὶ ταῖς πλευραῖς καὶ τοῖς ὤμοις ὑμῶν διωθεῖσθε, καὶ τοῖς κέρασιν ὑμῶν ἐκερατίζετε, καὶ πᾶν τὸ ἐκλεῖπον ἐξεθλίβετε. Καὶ σώσω τὰ πρόβατά μου, καὶ οὐ μὴ ὦσιν εἰς προνομήν, καὶ | |
κρινῶ ἀναμέσον κριοῦ πρὸς κριόν. Μὴ οὖν ὦμεν φίλαυτοι· ἐκ ταύτης γὰρ αἱ κακίαι, ὡς βλαστοί τινες, | 229 | |
15 | ἀναφύονται. Τῆς δὲ φιλαυτίας καθαιρετικὴ ὑπάρχει ἡ ἀγάπη, ἅπαντας ἕλ‐ κουσα πρὸς ὁμόνοιαν καὶ συσφίγγουσα. Μέγα γὰρ καὶ τίμιον κτῆμα ἡ ἀγά‐ πη· ἀγωνίζου οὖν ταύτης μὴ ἀποπεσεῖν. Κηδόμενοι τοιγαροῦν τῆς ἑαυτῶν σωτηρίας φεισώμεθα τῶν ἰδίων μελῶν, τύποι ἀρετῆς καθιστάμενοι τῷ πλη‐ σίον ἐν πίστει, ἐν ἀγάπῃ, ἐν ὑπομονῇ, ἐν ἁγνείᾳ, ἐν ὑποταγῇ, ἐν ταπεινο‐ | |
20 | φροσύνῃ, ἐν φόβῳ Θεοῦ· μὴ τοῖς κακίστοις θελήμασι συναπαγόμενοι, ἀλλὰ τοῖς τοῦ πνεύματος ἐναθλοῦντες πόνοις· ἡ γὰρ τρυφὴ καὶ ἡ ἄνεσις τῷ ἀρί‐ στῳ βίῳ ἀντίκεινται. | |
40 | μʹ. Ἐν τῇ στενῇ ὁδῷ καὶ τεθλιμμένῃ βαδίσωμεν, τὸν συντριμμὸν τῆς καρδίας ἀγαπῶντες, ἵνα διαμείνῃ ἡμῖν ἡ τοῦ θανάτου μνήμη καὶ ἐλευθερω‐ θῶμεν τῆς καταδίκης. Οὐαὶ γάρ, φησίν, οἱ γελῶντες, ὅτι κλαύσετε καὶ πεν‐ θήσετε· μακάριοι δὲ οἱ πενθοῦντες νῦν, ὅτι αὐτοὶ παρακληθήσονται. Ἐγκύ‐ | |
5 | ψωμεν ἐν μνημείῳ καὶ ὀψώμεθα τῆς φύσεως ἡμῶν μυστήρια· τὴν ἐπάλλη‐ λον τῶν ὀστέων σωρόν, κρανία σαρκῶν γεγυμνωμένα, καὶ τὰ λοιπὰ τῶν ὀστέων· ἐκεῖνα δὲ θεασάμενοι, ἑαυτοὺς ἐν ἐκείνοις ὀψώμεθα. Ποῦ τοῦ πα‐ ρόντος ἄνθους τὸ κάλλος καὶ ἡ εὐχροία τῆς παρειᾶς; Ταῦτα δὴ ἐνθυμούμε‐ νοι, παυσώμεθα τῶν σαρκικῶν ἐπιθυμιῶν, ἵνα ἐν τῇ ἀναστάσει μὴ κα‐ | 230 |
10 | ταισχυνθῶμεν. Μνημόνευε δὲ τῆς ἐμῆς ἀσθενείας ἐπὶ τῶν προσευχῶν σου, σεαυτοῦ μὴ ἀμελῶν, ὅπως μνησθῇ μου Κύριος ὁ Θεός, τῷ σκώληκι καὶ σαπρίᾳ ὑπάρχοντι· καὶ ῥύσηταί με τῶν ἐπηρτισμένων βασάνων τοῖς ἁμαρ‐ τωλοῖς, καὶ ἀξιώσῃ τῆς τρυφῆς τοῦ παραδείσου. Ὅτι ἡ χρηστότης αὐτοῦ καὶ ἡ δικαιοσύνη καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ. Ἀμήν. | |
41 | μαʹ. Ἀδελφός τις πρᾶγμα διηγεῖτο τοιοῦτο, αὐτήκοος παρ’ ἑτέρου ἀδελφοῦ. Ἄνθρωπός τις ἦν ἐν πόλει τινί, καὶ οὗτος ἦν ἔχων μίσθιον μεθ’ ἑαυτοῦ, ᾧ ἐθάρρει πᾶσαν τὴν ὑπόληψιν αὑτοῦ. Τοῦτον ὑπεισῆλθε λογισμὸς ἀναχωρῆσαι πρὸς τὸν μονήρη βίον. Ὁ δὲ τούτου αὐθέντης σχεδὸν πάντα | |
5 | ἐποίει, βουλόμενος ἐκκόψαι τοῦ σκοποῦ τὸν νεώτερον, καθότι ἦν ἐννοῶν | |
τοῖς αὐτοῦ πράγμασι, καὶ οὐκ ἴσχυσε περικρατὴς γενέσθαι τοῦ νεανίου. Ἀποταξάμενος τοίνυν ὁ νεώτερος ἐξῆλθεν εἰς τοὺς ἀδελφούς. Μετ’ ὀλίγα δὲ ἔτη ἤρξατο πολεμεῖσθαι τοῦ ὑποστρέψαι εἰς τὸν κόσμον, καὶ ἀφεὶς τὸ κελ‐ λίον αὑτοῦ ἀνεχώρει πρὸς τὸν αὑτοῦ αὐθέντην, ὡς δῆθεν πρὸς ἐπίσκεψιν τοῦ | 231 | |
10 | ἀνδρός. Ὑπεδέξατο δὲ ὁ ἀνὴρ τὸν ἀδελφὸν ἀσμένως ἅπαξ καὶ δίς. Τὴν δὲ τρίτην κάθοδον περιάρας ὁ ἀδελφὸς τὸ προσωπεῖον τῆς ὑποκρίσεως ἐνέφη‐ νεν τῷ ἀνδρὶ τὸ κεκρυμμένον ἐν ἑαυτῷ πάθος, εἰπών· ἐπειδὴ οὐκέτι δύναμαι ὑπενεγκεῖν τὸν ζυγὸν τοῦ μονήρους βίου, παρακαλῶ σε, κύριε, δέξαι με με‐ τὰ σεαυτοῦ καὶ ἔχε με κατὰ τὴν ἀρχαίαν τάξιν. Ἐλπίζω γὰρ πλέον ἐννοεῖν | |
15 | ἐν τοῖς σοῖς πράγμασιν, ὑπὲρ ὃ ἤμην· ἀκηκόειν γὰρ παρὰ σοῦ, ὅτι καὶ τὴν θυγατέρα σου ἔμελλές μοι ἐκδοῦναι εἰς γυναῖκα. Ὁ δὲ ἀνὴρ ἀπεκρίνατο πρὸς αὐτόν· εἰ τῷ Θεῷ οὐκ ἐφύλαξας τὴν συνείδησιν, ἐμοὶ πῶς ἔχεις φυλά‐ ξαι; Ὁ δὲ ὑπὸ τοῦ λόγου, ὡς ὑπὸ μάστιγος πληγείς, ὑπέστρεψεν εἰς τὸ κελ‐ λίον ἑαυτοῦ. Τοιγαροῦν μὴ ἐκκακῶμεν τοὺς πόνους ὑπομένοντες, διότι γέ‐ | |
20 | γραπται· οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσιν. | 232 |
42 | μβʹ. Ἀκακίαν ἔχε πρὸς ὑποδοχὴν τῶν ἐντολῶν τοῦ Θεοῦ· πανουργίαν δὲ πρὸς τὸ ἀποκρούσασθαι τὰς μεθοδείας τοῦ Ἀντικειμένου. | |
43 | μγʹ. Ἀπότομε σοφῶς τὰς βλαβερὰς συντυχίας, ἵνα ὁ ἔσω ἄνθρωπος ἠρεμήσῃ καλῶς. | |
44 | μδʹ. Μὴ ἴσθι δόλιος καὶ περίπικρος τῇ προαιρέσει, ἵνα μὴ ὑποσκελι‐ σθῇς, ὅταν δοκεῖς ἐστηρίχθαι. | |
45 | μεʹ. Ἀοργησίαν ἄσκει, ἵνα μὴ μεθύσκῃ ἄνευ οἴνου ὑπὸ κακίας καὶ μή‐ νιος βαρούμενος. | |
46 | μϛʹ. Μὴ ἴσθι φιλήδονος καὶ καταφρονητής, ἵνα μὴ βλασφημηθῇ ὁ Κύ‐ ριος διὰ σοῦ. | |
47 | μζʹ. Μὴ συνδιάτριβε μιμολόγοις, ἵνα μὴ παραφθαρῇ σου τὰ νοήματα· αἱ γὰρ ῥήσεις αὐτῶν βλαβεραὶ σφόδρα. Τοὺς γὰρ πρεσβύτας νεωτερίζειν πα‐ ρασκευάζουσι· τοὺς δὲ νέους ἕλκουσι πρὸς τὴν ἐνέργειαν τῆς ἀνομίας. | |
48 | μηʹ. Κακῶν ἀνδρῶν τὰς συμβουλίας ἀποστρέφου· δούλους γὰρ παρέ‐ | |
στησαν ἑαυτοὺς γαστρός τε καὶ τῶν ὑπὸ γαστέρα παθῶν. | 233 | |
49 | μθʹ. Οὐ δύναται πόρνος ἀγαπᾶν τὸν τὸ πάθος βδελυττόμενον, οὐ κλέ‐ πτης τὸν τὴν ἀδικίαν ἀποσειόμενον· ἀλλὰ τῷ ὁμοίῳ προσκολληθήσεται ἀνήρ. | |
50 | νʹ. Μὴ γλυκανθείη σοι ἡ ἡδονή, ἵνα μὴ πικρανθῇ σοι ἡ βάσανος αὐτῆς. | |
51 | ναʹ. Προσδόκα καθ’ ἑκάστην τὴν ἔξοδόν σου καὶ εὐτρεπίζου πρὸς τὴν αὐτῆς πορείαν· ἣν γὰρ οὐ προσδοκᾷς ὥραν, ἐλεύσεται τὸ πρόσταγμα τὸ φο‐ βερόν, καὶ οὐαὶ τῷ ἀνετοίμῳ. Καλὴ ἡ κατάνυξις, ψυχὰς γὰρ ἀνθρώπων ἰᾶ‐ ται. | |
52 | νβʹ. Οὐδεὶς κλαίων ἁμαρτήσει ποτέ· καὶ οὐδεὶς ἐν κατανύξει ὤν, λογί‐ ζεται τὸ κακόν. Ἐκ γὰρ κατανύξεως ἔρχεται κλαυθμός· ἐν δὲ τῷ κλαυθμῷ ἔλλειψις καὶ ἀποχὴ κακῶν ἐμπορεύεται. | |
53 | νγʹ. Ζήτει ἐν τίνι νικήσῃς τὰς ἡδονάς· τοῦτο γὰρ συμβάλλεται τῇ σῇ ἐργασίᾳ. | |
54 | νδʹ. Ἡδονῶν καταλυτήριόν ἐστι, προηγούμενοι μὲν τὸ συνεχῶς προ‐ | |
σεύχεσθαι καὶ νηφόντως· ἔπειτα ἐπικρατεῖν τὸν νοῦν καὶ ἁγνὴν τὴν διά‐ νοιαν· μὴ προφέρειν ἄτακτον ῥῆμα καὶ τῆς προσηκούσης χρείας ἀνακόλου‐ θον, πεπεισμένοι ὅτι κριτὴς ἀπαραλόγιστός ἐστιν ὁ Κύριος. Καὶ ἡ προσοχὴ | 234 | |
5 | τοῦ νοῦ καὶ ἡ προσδοκία τοῦ κρίματος ἐξαφανίσει τὸ γαργαλιζόμενον ἔνδον, καὶ τὴν ἀκμάζουσαν ἐπιθυμίαν καταμαρανεῖ, καὶ ἔσται ἐν εὐδίᾳ ἡ τοιαύτη ψυχή. | |
55 | νεʹ. Ἐγκαρτέρει ἐν ᾧ καθέζῃ τόπῳ τῇ ὀλιγωρίᾳ ἀνθιστάμενος· οὐ γὰρ ἐν τῇ μεταβάσει καὶ διαστάσει ἐξημεροῖς τὰ πάθη, ἀλλ’ ἐν τῇ τοῦ νοῦ προ‐ σοχῇ. Ὑπομονῆς ἔχομεν χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες τύχω‐ μεν τῶν ἐπαγγελιῶν. Ὁ δὲ τῇ ἀκηδίᾳ συμπεριφερόμενος μακρὰν ἀφέστηκε | |
5 | τῆς ὑπομονῆς, καθάπερ καὶ ὁ νοσῶν τῆς ὑγιείας. Οὐκ οὖν ἐν τῇ ἀκηδίᾳ ἡ ἀρετή, ἀλλ’ ἐν τῇ ὑπομονῇ γνωρίζεται· ἡ δὲ ὑπομονὴ ἀνανεουμένη κρατύνε‐ ται ἐν τῷ τὸν νοῦν προσασχολεῖσθαι τῇ θεωρίᾳ καὶ μελέτῃ τῶν προσδοκω‐ μένων· ἐκεῖθεν γὰρ πιαινόμενος ὁ νοῦς μεταλαμβάνει ἰσχύν, καθάπερ καὶ τὸ σῶμα ὑπὸ τῶν ἐδωδίμων καὶ αἰσθητῶν βρωμάτων. Εἰ δὲ ἀμαυρώσειεν ὁ | |
10 | νοῦς ταύτης τῆς χάριτος καὶ τῆς ἀξίας, τῷ ὄντι πτωχὸς καὶ ἀσθενὴς ἀποκα‐ θίσταται. Ἀποτιναξάμενος τοίνυν τὴν προσπάθειαν τῶν ὑλικῶν παθῶν, σχό‐ λαζε τὸν νοῦν πρὸς ἐκείνην τὴν ἔνθεον ἐργασίαν· καὶ οὐ χρεία μεταφέρειν τὸ σῶμα ἀπὸ τόπου εἰς τόπον καὶ διακόπτειν ἐν ταῖς ἀποδημίαις, δίχα εὐλόγου αἰτίας καὶ τῆς τῶν προεστηκότων ἐπιτροπῆς· ἡ γὰρ βασιλεία τῶν οὐρανῶν | 235 |
15 | ἐντὸς ὑμῶν ἐστιν. | |
56 | νϛʹ. Ἀβαρῆ σεαυτὸν τήρει καὶ ἀκατάγνωστον ἐν ᾧ δ’ ἂν κατοικήσῃς τόπῳ, ἵνα προκόψῃς καλῶς ἐν Κυρίῳ. Εἰ δὲ καταφρονητὴς ἀποβῇς, σκόπει μήποτε ἐπιχυθείη ἐπὶ σὲ ἐξουδένωσις παρὰ τοῦ κρείττονος, ἡγεμὼν γενόμε‐ νος ἀνοσίων πράξεων. | |
57 | νζʹ. Ἴχνος ἐστὶ τελειότητος χαίρειν καὶ ἐπαγαλλιᾶσθαι ἐπὶ τῇ προκοπῇ τοῦ πλησίον· ἤθους δὲ πικροτάτου καὶ πονηρᾶς διαθέσεως τὸ ἀνιᾶσθαι καὶ δυσφορεῖν ἐπὶ τῇ ἑτέρου εὐδοκιμήσει. | |
58 | νηʹ. Τί δυσφορεῖς, ὦ ἄνθρωπε, ἐπὶ τῇ τοῦ προκόπτοντος εὐκλείᾳ; Μὴ γὰρ ἐν 〈τῷ〉 τοῦτον ἢ ἐκεῖνον ἀποπεσεῖν τῆς σωτηρίας διὰ τοῦτο σωθήσῃ; | |
Ἢ ἐν τῷ τοὺς πολλοὺς ἐκκλεισθῆναι τῆς βασιλείας τῶν οὐρανῶν σὺ βασι‐ λεύσεις; Μὴ γὰρ σὲ μονώτατον χωρεῖ ἡ βασιλεία τῶν οὐρανῶν; Μὴ σοὶ μό‐ | 236 | |
5 | νῳ ἡτοίμασται ἡ χαρὰ τοῦ παραδείσου, ὅτι ἄχθῃ ἐπὶ τῶν πολλῶν σωτηρίᾳ; Μὴ τοίνυν ἀπεμπολήσῃς τὰ ἔργα τοῦ καθαροῦ ἔρωτος, καὶ τὰ τῆς ἐνθέσμου πολιτείας ἀντιδώσῃς τῇ δυσμενείᾳ καὶ τῇ τοῦ πικροτάτου ἤθους δεινότητι. μηδεὶς οὖν σε ἀπατάτω· μὴ ἄνθρωπος, μὴ Διάβολος, μὴ λογισμὸς ἐμφω‐ λεύων ἐν διανοίᾳ καρδίας· τῶν γὰρ ἀμηχάνων ἐστὶν ἀρετὴν εἰς βεβαίωσιν | |
10 | προαγαγεῖν μὴ συνανακραθεῖσαν τῇ ἀγάπῃ. Κἂν γὰρ σχῇ τις ὑμῶν πᾶσαν τὴν γνῶσιν καὶ πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, κατὰ τὸ λόγιον τοῦ Ἀποστόλου, ἀγάπην δὲ μὴ ἔχῃ, οὐδὲν ὠφεληθήσεται, ἀλλὰ πόρρω τῆς εὐ‐ θείας τρίβου καθίσταται τῆς ἀγούσης πρὸς τὰς οὐρανίους πύλας. Χρῄζομεν τοιγαροῦν πολλῶν δακρύων, τοῦ ἡμᾶς ἐλευθερωθῆναι τῶν | |
15 | δεσμῶν μίσους τε καὶ φθόνου καὶ τῆς ὑπερηφανίας καὶ πάσης διαβολικῆς | |
κηλῖδος. Δαιμονικῆς γὰρ διαθέσεως τὸ ἀνιᾶσθαι ἐπὶ τῇ τῶν προκοπτόντων ἀριστείᾳ. Οἱ γὰρ δαίμονες τὸ μῖσος ἐγκολπωσάμενοι, περισπούδαστον αὐ‐ τοῖς ἅπαντας ἄρδην ἀπολέσαι. Οἱ δὲ Ἅγιοι τὸν ἑαυτῶν Δεσπότην μιμούμε‐ νοι, πάντας ἀνθρώπους θέλουσι σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· | 237 | |
20 | τῇ γὰρ ἀγάπῃ κορυφωθέντες, τὸν πλησίον, ὡς ἑαυτούς, ἠγάπησαν. | |
59 | νθʹ. Ἐὰν ὑπάρχῃς σώφρων, μὴ ἐπαίρου ἐπὶ τῇ σεαυτοῦ ἐγκρατείᾳ, ἀλ‐ λὰ δέου τοῦ Κυρίου ἐν ταπεινοφροσύνῃ, ὅπως φρουρός σοι γένηται ἄχρι τέ‐ λους· πολλάκις γὰρ ἀμπελῶνι ἐξάπινα ἐπήρεια τετραπόδων ἐπιγενομένη τὸν καρπὸν ἄφνω διέφθειρεν ἐξ ἀμελείας τοῦ φύλακος. | |
60 | ξʹ. Ἐὰν πλοῦτον ἔχῃς, μὴ μεγαφρόνει· καθότι οὔπω ἀπήλλαγες κινδύ‐ νων καὶ ἐπιβουλῶν· ὅθεν καὶ ἀβέβαιος ἡ ἐξ αὐτοῦ ἀπόλαυσις διὰ τὴν ταχί‐ στην καὶ ἄδηλον μεταβολήν, καθὼς γέγραπται· εἶδον δούλους ἐφ’ ἵππους, καὶ ἄρχοντας πορευομένους ὡς δούλους ἐπὶ γῆς. | |
61 | ξαʹ. Ἐὰν ᾖς εὐθαλὴς τοῖς μέλεσι, μὴ ἐπαίρου τῇ ῥώμῃ τοῦ σώματος, | |
ἀλλ’ ἀναλόγισαι, ἡλίκους καὶ ὅσους κινδύνους περίκειται τὸ σῶμα. Καὶ γὰρ οὓς θεωροῦμεν ὑπὸ ἀνιάτων παθῶν συνεχομένους, εἴτε τῶν μελῶν ἠκρωτη‐ ριασμένους, εἴτε ὑπὸ ἀκαθάρτων πνευμάτων ὀχλουμένους, οὐχ οὕτως ἐκ γα‐ | 238 | |
5 | στρὸς ἀπετέχθησαν, ἀλλ’ οἱ πλεῖστοι ἐν τούτοις ἄφνω κατελογίσθησαν· καὶ ἡ χθὲς ὑπερανθοῦσα ἡλικία, σήμερον ὑπὸ δυσιάτων παθῶν καταικιζομένη μεμάρανται. Σκόπει οὖν σεαυτόν, μήποτε ἐν τούτοις καταλογισθήσῃ οὐ μετὰ πολύ, καθότι τῆς αὐτῆς ὑπάρχεις φύσεως. Ὁπηνίκα οὖν ἐν ἄλλῳ θεωρήσω‐ μέν τι τῶν λυπηρῶν, ἑαυτοὺς ἐν ἐκείνῳ ἐνοπτρισώμεθα, ὅτι οὐκ οἴδαμεν τί | |
10 | τέξεται ἡ ἐπιοῦσα. Πολλῆς γὰρ ἀνίας καὶ ἀλγημάτων πεπλήρωται ἡμῶν τὸ σῶμα. Τοίνυν ἐπιστάμενοι τὴν ἀσθένειαν τῆς ἑαυτῶν φύσεως, μὴ ὦμεν ὑπε‐ ρήφανοι καὶ ἀσυμπαθεῖς, ἀλλὰ διὰ τῆς εἰς ἀλλήλους συμπαθείας εὐδιάλλα‐ κτον σχῶμεν τὸν Δημιουργὸν τὸν δυνάμενον ἀλγεινὸν ποιεῖν καὶ πάλιν ἰᾶ‐ σθαι, καὶ κατάγειν εἰς ᾅδου καὶ ἀνάγειν. Κἂν πρὸς βραχὺ ἔρρωται ἡμῶν τὸ | |
15 | σῶμα, ἀλλ’ οὐκ οἴδαμεν τί τέξεται ἡ ἐπιοῦσα. | 239 |
62 | ξβʹ. Μὴ ἐπαίρου ἐπὶ τὸν ἡμαρτηκότα, μηδὲ ἐρέθιζε τὸν μὴ ἡμαρτηκότα ἁμαρτάνειν· ἀμφότερα γὰρ ἀσύμφορα καὶ ἐπικίνδυνα. Εἰ δὲ βούλει χρήσι‐ μον σεαυτὸν ἀποκαταστῆσαι, ἑκατέροις τύπον πάρεχε σεαυτὸν καλῶν ἔρ‐ γων, ἐκχέων δακρύων ὀχετοὺς ἔναντι Κυρίου, ἵνα τὸν μὲν πεσόντα ἀναστή‐ | |
5 | σῃ ὁ Κύριος, τὸν δὲ ἑστῶτα μὴ ἁλῶναι ὑπὸ τῆς ἁμαρτίας. Κριτὴς δὲ εἷς ἐ‐ στιν, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι. | |
63 | ξγʹ. Μὴ τάρασσε σύστημα ἀνδρῶν ἀσκητῶν ψαλλόντων τῷ Κυρίῳ, αὐθαδείᾳ λογισμῶν φερόμενος, ἵνα μὴ θεήλατος πληγή σοι ἔλθῃ. Τὸ γὰρ εἰς Θεὸν ἁμαρτάνειν χαλεπὸν καὶ ἀσύγγνωστον. Πνεύματα προφητῶν προφή‐ ταις ὑποτάσσεται· οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ Θεός, ἀλλ’ εἰρήνης. | |
64 | ξδʹ. Νέος τυγχάνων σιωπὴν ἄσκει καὶ τὴν ἀοκνησίαν· ἡ γὰρ ἀοκνησία ἀβαρῆ σε τηρεῖ. Ἡ δὲ σιωπὴ τὸ φέγγος τῆς ψυχῆς ἄσβεστον διαφυλάττει, μὴ συγχωροῦσα ὑπὸ κακίας ἐπισκοτίζεσθαι. | |
65 | ξεʹ. Παρέστω σοι ἡ ταπεινοφροσύνη ἐν παντὶ τόπῳ καὶ ἐν πᾶσιν οἷς διαπράττῃ· καθάπερ γὰρ τὸ σῶμα ἐπιδέεται ἱματίου, κἂν θάλπος ᾖ, κἂν κρυμὸς ἐνέστηκεν, οὕτω καὶ ἡ ψυχὴ ἐπιδέεται ἀνελλιπῶς τῆς ἐν ταπεινοφρο‐ σύνῃ περιστολῆς. Κτῆμα καλὸν καὶ ἐξαίρετον ἡ ταπεινοφροσύνη· καὶ ἴσασι | 240 |
5 | πάντες οἱ ἀνεπαισχύντως ἑλκύσαντες τὸν ταύτης ζυγόν. Ἑλοῦ γυμνὸς καὶ ἀνυπόδητος βαδίζειν μᾶλλον, ἢ ταύτης διαγυμνοῦσθαι· τοὺς γὰρ ἀγαπῶντας αὐτὴν σκέπει ὁ Κύριος. | |
66 | ξϛʹ. Ὥσπερ οὐ δυνατὸν τοὺς πλωτῆρας ἐνυπομεῖναι τῇ νηῒ διηνεκῶς, καὶ τὸν ἐν πανδοχείῳ καταλύσαντα μὴ ὑπεξελθεῖν τοῦ τόπου, οὕτω καὶ ἡμᾶς οὐ δυνατὸν διαιωνίζειν ἐν τῷδε τῷ βίῳ. Ὥσπερ γὰρ ἐκεῖ ὁδοιπόρος καὶ ἐπιβάτης κέκληται, οὕτω καὶ ἐνταῦθα πάροικοι καὶ παρεπίδημοι. Πρὸς | |
5 | ταῦτα οὖν ἐνατενίζοντες τῷ τῆς διανοίας ὄμματι, εὐτρεπισθῶμεν πρὸς τὴν μετάστασιν τοῦ βίου. | |
67 | ξζʹ. Ὅταν θεάσῃ σεαυτὸν κομῶντα ταῖς ἀρεταῖς καὶ κορυφούμενον, τό‐ τε πολλῆς ἐπιδέῃ τῆς ταπεινοφροσύνης· ὅπως τῶν θεμελίων ὁλοκλήρων σῳ‐ | |
ζομένων ἄσειστον καὶ ἀρραγὲς διαμείνῃ τὸ ἐποικοδομηθέν, καὶ ἔσται ἐν ἀσφαλείᾳ πολλῇ ὁ καρπός σου. | 241 | |
68 | ξηʹ. Ὁ ὀρύσσων βόθρον τῷ πλησίον, ἐν αὐτῷ ἐμπεσεῖται, καὶ ὁ ἱστῶν παγίδα τῷ ἑαυτοῦ διδασκάλῳ, δυσσεβὴς ὁ τοιοῦτος καὶ παράνομος· ὅθεν καὶ συγκατάκριτος ἔσται τῷ τὸν εὐεργέτην καὶ διδάσκαλον παραδεδωκότι εἰς χεῖρας ἀνόμων. | |
69 | ξθʹ. Κοσμικὸν ἄνδρα οὐχ ἡ κόμη καὶ ἡ ἐσθὴς ποιεῖ, ἀλλ’ ὁ κακὸς τρό‐ πος καὶ τὸ νενευκέναι πρὸς τὰς κοσμικὰς καὶ ὑλώδεις ἐπιθυμίας· ἐν τούτοις γὰρ ἡ ψυχὴ ἐναγὴς ἀποκαθίσταται. | |
70 | οʹ. Μοναχὸν οὐχ ἡ κουρὰ καὶ ἡ περιβολὴ συνίστησιν, ἀλλ’ ὁ οὐράνιος πόθος καὶ ἡ ἔνθεος πολιτεία· ἐν τούτοις γὰρ ὁ βίος ἄριστος φαίνεται. | |
71 | οαʹ. Πρὸ πειρασμοῦ μὴ μεγέθυνε ἑαυτόν, πολλάκις γὰρ πειρασμὸς ἐπελθὼν ἤλεγξε καὶ τοὺς ἑστᾶναι δοκοῦντας. | |
72 | οβʹ. Οἶμαι πρὸ πειρασμοῦ μηδὲν σεαυτὸν ἐπιγινώσκειν ὁποῖος εἶ τῇ δυνάμει. Χρὴ οὖν ἐπασφαλίζειν τὴν διάνοιαν καὶ ἀγρυπνῆσαι πρὸς τὰς ἐφό‐ δους. | |
73 | ογʹ. Ὥσπερ πῦρ ἐν χωνευτηρίῳ δοκιμάζει χρυσὸν καὶ ἄργυρον, οὕτως ἐν πειρασμοῖς δοκιμάζονται τῶν βροτῶν αἱ ψυχαί, ἀρωγὸν ἔχοντες τὸν Κύ‐ ριον. | 242 |
74 | οδʹ. Μὴ δειλιάσωμεν ἐν τοῖς πειρασμοῖς, ἀλλὰ θαρσαλέως ἐπεκτείνω‐ μεν πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἐν Χριστῷ. Στεφανοῖ γὰρ ὁ Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτόν. | |
75 | οεʹ. Ἐὰν συγκαλύπτῃς τὰ σεαυτοῦ μέλη μὴ ὁραθῆναι γυμνὰ ὑπό τινος, φυλάττου καὶ αὐτὸς τοῦ μὴ κατανοεῖν ἑτέρου τὴν γύμνωσιν δίχα ἀνάγκης ἢ ἀρρωστίας, ἵνα μὴ τύπους τινὰς ἀπρεπεῖς ἐγχαράξῃς τῇ σεαυτοῦ διανοίᾳ. | |
76 | οϛʹ. Ἐὰν οἰκονομίαν πληρῶν ἀλείφῃς ἐλαίῳ τὸν κάμνοντα, φυλάττου τὸ ὄμμα καὶ τὰς χεῖρας καὶ τὴν γλῶσσαν, τοῦ μὴ ὑπερβαίνειν ἔν τινι τοὺς ὅρους τῆς σωφροσύνης· τοῦτο γὰρ πρέπον ἐστὶ τῇ εὐσεβείᾳ. | |
77 | οζʹ. Ἐπίβαλλε τὰς χεῖρας τοῖς τοῦ ἑτέρου μέλεσι μετὰ φρίκης, ὡς αὐτῷ τῷ ἁγιάσματι ἐφαπτόμενος. Καὶ γὰρ ἀληθῶς ἅγιος ναὸς τοῦ Κυρίου, θαυμαστὸς ἐν δικαιοσύνῃ· φησὶν γάρ· Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ | |
Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Εἴ τις φθείρει τὸν ναὸν τοῦ Θεοῦ, φθερεῖ | 243 | |
5 | τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς. Ταῦτα οὖν ἐπιστάμενοι, πάσῃ φυλακῇ τηρήσωμεν τὴν ἑαυτῶν καρδίαν. | |
78 | οηʹ. Φύλαττε σεαυτὸν μὴ ἐνδιαστρόφως ἔχειν πρὸς μειράκιον· πολλοὶ γὰρ διέφθειραν καὶ ἐβδελύχθησαν, καὶ ἐσχάτως ἐματαιώθησαν. | |
79 | οθʹ. Ἐν τῷ σὲ καθεύδειν, μὴ ὑποστρώννυε σεαυτὸν ὑπὲρ τὴν χρείαν· δύναται γὰρ εἰκότως ἡ χαυνότης ἐκπυροῦν τὸ σῶμα καὶ σφοδρότερον ἐκ‐ καῦσαι τὸν ἄνθρακα τῆς ἡδονῆς. | |
80 | πʹ. Οἱ καθεύδοντες ἐν χρυσορόφοις καὶ ἐπὶ κλίναις ἐλεφαντίναις καὶ λι‐ θοκολλήτοις τοὺς ἐν πόνοις διατρίψαντας μακαρίζουσι, κἂν μὴ ἀνέχονται τούτους ζηλοῦσθαι. | |
81 | παʹ. Πάντα πράττε καὶ διανοοῦ πρὸς τὸ ἀρέσαι Θεῷ. Ταύτης γὰρ τῆς ἐννοίας ἀπούσης, οἰχήσεται ὁ μισθὸς πάσης ἐργασίας. | |
82 | πβʹ. Στέρξον τοὺς πόνους ἐν τῷ βραχεῖ καιρῷ τούτῳ, ἵνα εἰς αἰῶνας | |
ἀναπαύσῃ· σὺ γὰρ ἐκεῖ ἀπελεύσῃ καὶ τὸ ἔργον σου διαμένει. | 244 | |
83 | πγʹ. Ἐὰν ᾖς ἐργάτης, μὴ περίλυπος ἔσο πρὸς ἐκείνην τὴν καλὴν ἀπο‐ δημίαν. Οὐδεὶς γὰρ μετὰ πλούτου ἐπαναλύων ἐν τοῖς ἰδίοις, ἐν λύπῃ καθί‐ σταται. | |
84 | πδʹ. Μὴ ἐκπείραζε τὸν πλησίον χάριν φιλαργυρίας, ἵνα μὴ λήψῃ ἁμαρ‐ τίαν δι’ αὐτόν. Ἀλλ’ ἐννόησον τὸ γεγραμμένον· μὴ γίνεσθε φρόνιμοι παρ’ ἑαυτοῖς· ἄδικοι γὰρ βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι. | |
85 | πεʹ. Μὴ ἔστω ἡ χείρ σου ἐκτεταμένη εἰς τὸ λαβεῖν, ἀλλὰ μᾶλλον εἰς τὸ διδόναι. | |
86 | πϛʹ. Μακρόθυμος εἶ σύ; Ἔσο καὶ πολὺς τῇ φρονήσει· δῶρον γὰρ καλὸν ἡ μακροθυμία· ὀξυχολίαν γὰρ καὶ μῆνιν καὶ ὀλιγωρίαν ἀπελαύνει, καὶ εἰρη‐ νικὴν κατάστασιν τῇ ψυχῇ ἐμποιεῖ. | |
87 | πζʹ. Ἐὰν ἀπὸ στρατείας, τυγχανούσης τῆς προσκαίρου δόξης τῆς ἀπο‐ πιπτούσης ὡς ἄνθος χόρτου, καὶ ἀποτάξῃ τῇ αὐτῆς φαντασίᾳ, στέρξον τοὺς πόνους ἄχρι τέλους, μήποτε βλασφημηθῇ ὁ Θεὸς διὰ σέ, λεγόντων τῶν ἀπί‐ | |
στων, οὐδὲ ὁ Θεὸς διέσωσεν αὐτόν. Ἀλλὰ καθὼς εἴρηκεν ὁ Κύριος· οὕτω | 245 | |
5 | λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Καίτοιγε οἱ στρατευόμενοι τῷ ἐπιγείῳ βασιλεῖ, ἐὰν μὴ ἐνδείξωνται δοκιμὴν κατὰ τῶν ἐχθρῶν τοῦ βασιλέως, τῶν μειζόνων δωρεῶν ἀνέφικτοι μένουσιν. Ὅταν δὲ καὶ πάντα ποιήσωσιν, ὀλίγα εἰσὶν ὀψώνια. Τί δὲ καὶ φαμέν; Αὐτὰ κενοδοξία | |
10 | εἰσὶ καὶ γαστρὸς ἡδύσματα. Οἱ δὲ ἀριστεύσαντες κατὰ τῶν πνευμάτων τῆς πονηρίας, ἐναρίθμιοι γενόμενοι τῆς ἐπουρανίου βασιλείας, τῆς χαρᾶς αὐτῶν οὐκ ἔσται τέλος· ὡς γὰρ ἄγγελοι ἔσονται ἐν οὐρανοῖς. | |
88 | πηʹ. Ἐὰν καθέζῃ ἐν κοινοβίῳ, εἴτε κατὰ σεαυτοῦ ἀναχωρῶν ἡσυχά‐ ζεις, τῶν ζητουμένων μὴ ἀμέλει, τουτέστι καρδίας καθαρᾶς καὶ πνεύματος συντετριμμένου. Ταῦτα γὰρ ὁ κτησάμενος οὐκ ἐξουδενωθήσεται παρὰ Θεοῦ· τούτων δὲ καταφρονεῖν μέγας ὁ κίνδυνος. | |
89 | πθʹ. Μὴ κόμπαζε τῇ εὐγλωττίᾳ σεαυτὸν μεγαλύνων, ἀλλ’ ἔμπρακτον | |
ἀπάγγελλε τῶν ἰδιωτῶν καὶ ἀγραμμάτων τὴν διδασκαλίαν, ἵνα ἔσῃ μαθητὴς τῶν τοῦ Κυρίου Ἀποστόλων. Τὸ γὰρ καυχᾶσθαι ἐπὶ τῇ ἔξω σοφίᾳ ἀπηγό‐ ρευται, μάλιστα Χριστιανοῖς. Ὁ γὰρ καυχώμενος ἐν Κυρίῳ καυχάσθω. | 246 | |
90 | ϙʹ. Ἐν περιβολῇ ἱματίων μὴ καυχήσῃ, μιμνησκόμενος τῆς μηλωτῆς Ἠλιοῦ, καὶ Ἠσαΐου τοῦ σάκκου· καθὼς γέγραπται· Πορεύου καὶ ἄφελε τὸν σάκκον ἀπὸ τῆς ὀσφύος σου, καὶ τὰ σανδάλιά σου ὑπόλυσαι ἀπὸ τῶν ποδῶν σου. Καὶ τοῦ Βαπτιστοῦ τὸ ἔνδυμα μὴ ἐπιλανθάνου. Μὴ οὖν διὰ ἐσθῆτος | |
5 | λαμπρᾶς περίβλεπτος ἔσο, ἀλλὰ δι’ ἔργων ἀγαθῶν λαμψάτω τὸ φῶς σου ἔμπροσθεν πάντων, ἵνα δοξασθῇ ὁ Κύριος. | |
91 | ϙαʹ. Περὶ πίστεως διαλεγόμενος, σκόπει εἰ πέπρακταί σοι ἔργα πί‐ στεως. Εἰ δὲ λέγειν καὶ ἀκούειν κατεπίθυμος εἶ, ῥηθήσεταί σοι τὸ γεγραμ‐ μένον· θέλεις γνῶναι, ἄνθρωπε κενέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐ‐ στι; Τῷ ὄντι γὰρ νεκροὶ ὑπάρχουσι πάντες οἱ Θεὸν ὁμολογοῦντες εἰδέναι, | |
5 | τοῖς δὲ ἔργοις ἀρνούμενοι, κατὰ τὸν Ἀπόστολον, βδελυκτοὶ ὄντες καὶ ἀπει‐ | |
θεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι. Σὺ οὖν ταπεινὸν φρόνημα ἔχε, ἵ‐ να μὴ εἰς ὕψος ὑπεραρθεὶς καταρραγῇς πτῶμα ἐξαίσιον. Ἱκέτευε καθ’ ἑκά‐ στην τὸν Θεόν, βοῶν πρὸς αὐτόν, θοῦ φυλακὴν τῷ στόματί μου καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονη‐ | 247 | |
10 | ρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις σὺν ἀνθρώποις ἐργαζομέ‐ νοις τὴν ἀνομίαν. Ἡ γλῶσσα γὰρ μικρὸν μέλος ἐστί, καὶ μεγάλα αὐχεῖ. | |
92 | ϙβʹ. Δημώσεις πραγμάτων καὶ κολαστήρια καὶ θανάτου ἀπειλαὶ πολ‐ λοὺς ἐσάλευσαν· ἄλλοι δὲ διὰ τούτων ἐστεφανώθησαν, ἕτεροι δὲ φιλαργυ‐ ρίας χάριν προδόται εὑρέθησαν· οἱ δὲ διὰ κενοδοξίαν τῆς ἀληθείας κατεφρό‐ νησαν, ἕτεροι δὲ δι’ οἶστρον φιληδονίας τῇ ἀνομίᾳ ὑπέπεσον. Οὗτοι δὲ μόνοι | |
5 | ἐνίκησαν τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν Διάβολον, οἱ ἀεὶ τὸν Κύριον ἔχοντες ἐν ἑαυτοῖς. Τὸ γὰρ νῖκος ἡμῶν ἐστιν ὁ Κύριος. Εἴτε οὖν προκόπτεις ἐν ἀγαθαῖς πράξεσι, μὴ ὑψηλοφρόνει· εἴτε πολλὰ κατέγνως ἑαυ‐ | |
τοῦ, μὴ ἀπογνῷς τῆς ἑαυτοῦ σωτηρίας· μακάριος γὰρ ἐκεῖνος, οὐχ ὁ καλῶς ἐναρξάμενος μόνον, ἀλλ’ ὁ ἀμέμπτως ἐπιτελέσας. Μὴ οὖν ἐκδῶμεν ἑαυτοὺς | 248 | |
10 | τῇ ἀργίᾳ ὅλην τὴν ἡμέραν· ἀλλ’ ἐργασώμεθα καλῶς ἐν τῇ ἑνδεκάτῃ ὥρᾳ, ἵ‐ να καὶ ἡμεῖς καταξιωθῶμεν δέξασθαι ἐκ χειρὸς Κυρίου τὸ δηνάριον. | |
93 | ϙγʹ. Ἐὰν σχῇς μετὰ σεαυτοῦ μαθητὴν καὶ τῇ ἀμελείᾳ τῆς ἑαυτοῦ ἀπροσεξίας ἀποβῇ τοῦ ζυγοῦ τῆς εὐσεβείας, μὴ ξενίζου ἐπὶ τούτοις, μηδὲ πάρεχε χώραν τῇ ἀθυμίᾳ ἐπὶ πλεῖον κατατρύχειν τὴν σεαυτοῦ διάνοιαν, μή‐ ποτε καὶ σεαυτὸν κακώσῃς κἀκεῖνον οὐκ ὠφελήσῃς. Ἀλλ’ ἐννόησον τὸν λει‐ | |
5 | τουργὸν τοῦ προφήτου Ἐλισαιέ· εἰ δὲ καὶ εἰς πολλὴν κακίαν ἐξώλεκεν, ἀνα‐ λόγισαι τὸν ἀπόστολον προδότην γενόμενον. Καὶ τίς οὕτως ἀγνώμων καὶ δυσσεβής, ὥστε τῷ Διδασκάλῳ ἐπιγράψαι τὸ αἴτιον τῆς ἐκείνου καταπτώ‐ σεως, καὶ οὐχὶ τῇ τοῦ μαθητοῦ κακῇ προαιρέσει; Αὐτεξούσιον γὰρ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, ὅθεν καὶ τιμαὶ καὶ τιμωρίαι ἀπόκεινται· τοῖς μὲν | |
10 | ἀγωνιζομένοις καλῶς αἱ τιμαὶ καὶ οἱ στέφανοι, τοῖς δὲ παραβάταις καὶ κα‐ | |
ταφρονηταῖς τιμωρίαι καὶ βάσανοι. Ἔστι γὰρ ἁμαρτία πρὸς θάνατον· θάνα‐ τον δὲ ἑαυτῷ πορίζει ὁ ἐπιμένων τῇ κακίᾳ καὶ μὴ μεταθέμενος ἐκ τῶν ἀπη‐ γορευμένων πρὸς τὰ βέλτιστα. | 249 | |
94 | ϙδʹ. Ὅταν θεάσῃ ἑαυτὸν κακουχοῦντα περὶ τὴν ἀνάγνωσιν τῶν θείων λογίων καὶ τὰς πνευματικὰς νουθεσίας ἀποποιούμενον, γίνωσκε τὴν σεαυ‐ τοῦ ψυχὴν ἐν νόσῳ δεινῇ πεπτωκέναι· ἀρχὴ γὰρ κακοφροσύνης ἐστὶ τοῦτο, ἣν οἱ νοσήσαντες καρπὸν θανάτου ἐτρύγησαν. | |
95 | ϙεʹ. Οἱ τὴν χαλκευτικὴν τέχνην μετεχόμενοι οὐ τὴν κόνιν παραιτοῦν‐ ται, οὐ τῆς σφύρας τὸν κτύπον, οὐ τὸν συμφυρμὸν τοῦ πυρός, ἀλλ’ ἐπιλαβό‐ μενοι βόλον σιδήρου τῇ ἐπιμελείᾳ καὶ ἐπιμονῇ ἐξάγουσιν εὔχρηστα σκεύη. Ὥστε οὖν καὶ ἡμεῖς μὴ ἐκκακῶμεν παρακαλοῦντες ἀλλήλους, ἵνα ἐξ ἀνα‐ | |
5 | ξίου τίμιον ἐξάγοντες ἀξιωθῶμεν τῆς προσηγορίας ἐκείνης καὶ τῆς ὑπερ‐ φυοῦς δόξης· γέγραπται γάρ· ἐὰν ἐξαγάγῃς τίμιον ἐξ ἀναξίου, ὡς τὸ στόμα μου ἔσῃ· καί, μακάριος ὁ ἔχων ἐν Σιὼν σπέρμα καὶ οἰκείους ἐν Ἱερουσα‐ λήμ. | |
96 | ϙϛʹ. Θείοις νάμασι κατάρδευε τὴν ἑαυτοῦ ψυχήν, ἵνα ἐπανθοῦσα καρ‐ ποφορήσῃ τὸν ἐν δικαιοσύνῃ καρπόν. Χρὴ δὲ ἡμᾶς μεταδιώκειν τὴν ὠφέ‐ λειαν τῆς ψυχῆς, ὃν τρόπον τὰ χερσαῖα τῶν ζώων τῶν βοτανῶν τὰς πόας. Τῆς γὰρ ψυχῆς ἐρρωμένης, πάγιον ἔχει τὸ σῶμα πρὸς τοὺς ἀγαθοὺς πόνους· | 250 |
5 | ταύτης δὲ διαπεσούσης ὑπὸ αἰσχρῶν λογισμῶν, ἐξ ἀνάγκης καὶ τὸ σῶμα καταφθαρήσεται ὑπὸ κακίας. Διὸ μακάριος ὁ ἐμπορευόμενος καλῶς ἐν τῷδε τῷ βίῳ τὰ τῆς βιοτῆς οἰκεῖα, ὅτι πλουτῶν πορεύεται πρὸς τὴν ἀκήρατον ζωήν. Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν πρεσβείαις πάντων τῶν εὐαρεστη‐ | |
σάντων τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ. Ἀμήν. | 251 |