TLG 4138 027 :: EPHRAEM SYRUS :: Quod non oporteat ridere et extollli, sed plangere potius et nos ipsos et nos ipsos deflere EPHRAEM SYRUS Theol., vel Ephraem Graecus Quod non oporteat ridere et extollli, sed plangere potius et nos ipsos et nos ipsos deflere Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 1 Rome (1732) 254c–258c. Citation: Page — (line) | ||
199(1t) | Ὅτι οὐ δεῖ γελᾶν καὶ μετεωρίζεσθαι, | |
2t | ἀλλὰ μᾶλλον κλαίειν καὶ πενθεῖν ἑαυτούς | |
---|---|---|
1 | Ἀρχὴ καταστροφῆς ψυχῆς μοναχοῦ γέλως καὶ παρρησία. Ὅταν ἐν τούτοις ἴδῃς σεαυτόν, μοναχέ, γίνωσκε σεαυτὸν εἰς βάθη κακῶν καταντή‐ σαντα. Μὴ παύσῃ δεόμενος τοῦ Θεοῦ, ὅπως ῥύσηταί σε τοῦ θανάτου τούτου. Ὁ γέλως καὶ ἡ παρρησία εἰς πάθη αἰσχρὰ ἐπιρρίπτει τὸν μοναχόν· οὐ μόνον | |
5 | νεωτέρους, ἀλλὰ καὶ γέροντας. Ὁ γέλως καὶ ἡ παρρησία κάτω φέρει τὸν μοναχόν. Εἶπέ τις τῶν Ἁγίων περὶ τῆς παρρησίας· ἡ παρρησία ἀνέμῳ καυσοῦν‐ τι ὁμοία, διαφθείρουσα τοὺς καρποὺς τοῦ μοναχοῦ. Περὶ δὲ τοῦ γέλωτος νῦν | |
ἄκουε· ὁ γέλως τὸν μακαρισμὸν τοῦ πένθους ἔξω βάλλει καὶ τὰ οἰκοδομη‐ | 199 | |
200 | θέντα καταλύει· ὁ γέλως τὸ Πνεῦμα τὸ Ἅγιον λυπεῖ· ψυχὴν οὐκ ὠφελεῖ, σῶμα δὲ διαφθείρει· ὁ γέλως τὰς ἀρετὰς ἐκδιώκει· οὐκ ἔχει μνήμην θανά‐ του, οὐδὲ μελέτην τῶν κολάσεων. Περιελοῦ ἀπ’ ἐμοῦ, Κύριε, τὸν γέλωτα, καὶ δώρησαί μοι πένθος καὶ κλαυθμόν, ὃν ἐπιζητεῖς παρ’ ἐμοῦ, ὁ Θεός. | |
5 | Ἀρχὴ πένθους τὸ γνῶναι σεαυτόν. Ἔστω τὸ πένθος ἡμῶν μὴ κατὰ ἄνθρωπον, μηδὲ πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις, ἀλλὰ κατὰ Θεὸν τὸν γι‐ νώσκοντα τὰ κρύφια τῆς καρδίας, ὅπως παρ’ αὐτοῦ μακρισθῶμεν. Ἐσώ‐ μεθα τοιγαροῦν φαιδροὶ τῷ προσώπῳ, ἀγαλλιώμενοι ἐν Πνεύματι Ἁγίῳ ἐπὶ ταῖς δωρεαῖς τοῦ Κυρίου, κλαίοντες δὲ καὶ πενθοῦντες τῷ φρονήματι, Θεὸν | |
10 | δυσωποῦντες, ὅπως διαφυλάξῃ ἡμᾶς ἀπὸ παντὸς εἴδους πονηρίας, εἰς τὸ μὴ στερηθῆναι τῆς βασιλείας τῶν οὐρανῶν καὶ τῶν ἀγαθῶν ὧν ἡτοίμασε τοῖς εὐαρεστοῦσιν αὐτῷ. Τὸ πένθος οἰκοδομεῖ καὶ διαφυλάσσει· τὸ πένθος τὴν ψυχὴν ἀποσμήχει διὰ τῶν δακρύων καὶ καθαρὰν αὐτὴν ἀποκαθίστησι. Τὸ πένθος σωφροσύνην | |
15 | γεννᾷ, ἡδονὰς ἀποκόπτει, ἀρετὰς κατορθοῖ. Καὶ τί ἔτι λέγω; Τὸ πένθος ὑπὸ | 200 |
201 | Θεοῦ μακαρίζεται καὶ ὑπὸ Ἀγγέλων παρακαλεῖται. Ὅθεν ἔλεγέν τις τῶν μαθητῶν τοῦ Κυρίου· ὁ γέλως ὑμῶν εἰς πένθος μεταστραφήσεται, καὶ ἡ χα‐ ρὰ εἰς κατήφειαν· ταπεινώθητε ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Κυρίου, καὶ ὑψώσει ἡμᾶς. | |
5 | Τί δὲ ποιήσω ἐγὼ ὁ ἁμαρτωλός, ὁ μὴ πενθῶν καὶ κλαίων ἐμαυτὸν μετὰ κατανύξεως; Λέγω γὰρ καὶ οὐ ποιῶ. Οἴμοι, πῶς καταφρονῶ; Οἴμοι, πῶς ἀμελῶ τῆς ἐμαυτοῦ σωτηρίας; Οἴμοι, ὅτι ἐν γνώσει ἁμαρτάνω. Οἶδα ἐν τῷ ποιεῖν με τὸ κακὸν καὶ οὐκ ἐκκλίνω ἐμαυτὸν τοῦ κακοῦ. Οἴμοι, ὅτι ἀναπολόγητός εἰμι· τοῖς γὰρ ῥήμασι λελόγισμαι παρεστῶσιν ἐκ δεξιῶν, τοῖς | |
10 | δὲ ἔργοις ἕστηκα ἐξ εὐωνύμων. Σοί, Κύριε, τῷ μόνῳ ἀγαθῷ καὶ ἀμνησικά‐ κῳ ἐξομολογοῦμαι τὴν ἁμαρτίαν μου· καὶ ἐμοῦ γὰρ σιωπῶντος, σύ, Κύριε, γινώσκεις τὰ πάντα, καὶ οὐδὲν κρυπτὸν ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου. Ἀλλ’ ἐπειδὴ σὺ εἶπας, Κύριε, διὰ τοῦ Προφήτου· λέγε πρῶτος σὺ τὰς ἁμαρ‐ τίας σου, ἵνα δικαιωθῇς· ἡμάρτηκα, Κύριε, ἡμάρτηκα, καὶ οὐκ εἰμὶ ἄξιος | |
15 | ἀτενίσαι καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ πλήθους τῶν ἀδικιῶν μου· ὅτι | 201 |
202 | διὰ μικρὰν ἡδονήν, τοῦ πυρὸς αἰωνίου κατεφρόνησα καὶ τῆς βασιλείας σου οὐκ ἀντεποιησάμην. Τί οὖν ποιήσω ἐγὼ ὁ ἄθλιος τῶν ἀνθρώπων; Κλαύσω ἐμαυτὸν ἡμέρας καὶ νυκτός, ὥς ἐστι καιρὸς δεχθῆναι τὰ δάκρυα. Χάρισαί μοι, Κύριε, δάκρυα | |
5 | κατανύξεως, ὁ μόνος ἀγαθὸς καὶ ἐλεήμων, ὅπως ἐν αὐτοῖς ἱκετεύσω καθα‐ ρισθῆναί μου τὸν ῥύπον τῆς καρδίας. Οἴμοι, τί ποιήσω; Τὴν γέενναν τοῦ πυ‐ ρὸς καὶ τὸ σκότος τὸ ἐξώτερον, ἔνθα ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόν‐ των. Οἴμοι, τί ποιήσω; Τὸν τάρταρον καὶ τὴν ἀτελεύτητον βάσανον· τὸν ἰο‐ βόλον καὶ ἀκοίμητον σκώληκα. Οἴμοι, τί ποιήσω; Τὴν ἀπειλὴν τῶν ἀγγέ‐ | |
10 | λων τῶν ἐπὶ τῶν κολάσεων, ὅτι φοβεροὶ καὶ ἀνελεήμονές εἰσι. Τίς δῴη τῇ κεφαλῇ μου ὕδωρ καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ καθίσας ἔ‐ κλαυσα νυκτὸς καὶ ἡμέρας, ἵνα Θεὸν δυσωπήσω ὃν παρώργισα; | |
Ἥμαρτες, ψυχή μου· μετανόει. Ἰδοὺ γὰρ αἱ ἡμέραι ἡμῶν παράγουσιν, | 202 | |
203 | ὡσεὶ σκιά. Ἔτι μικρὸν καὶ ἀπελεύσῃ ἐντεῦθεν. Φοβεροὺς τόπους μέλλεις διέρχεσθαι, ψυχή μου· μὴ ὑπέρθου ἡμέρας ἐφ’ ἡμέρας ἐπιστρέφειν πρὸς Κύ‐ ριον. Οἴμοι, ψυχή, ἐξεδίωξας διὰ τῶν ῥυπαρῶν πράξεων τὸ τοῦ Θεοῦ ἔλεος· μὴ δῷς ἀνάπαυσιν ἐν σεαυτῷ, μηδὲ σιωπήσαιτο κόρη ὀφθαλμῶν σου, προσ‐ | |
5 | πίπτουσα τῷ Ἀγαθῷ καὶ Φιλανθρώπῳ δοθῆναί σοι ἐξ ὕψους χάριν καὶ ἔ‐ λεος. Φοβεροὺς καὶ φρικώδεις τόπους μετ’ οὐ πολὺ μέλλομεν διέρχεσθαι, ἀδελφοί· οὐ δυνατὸν μὴ διοδεύειν ἐκείνην τὴν ὁδόν. Οὐδεὶς τῶν ἐνταῦθα ἐπὶ βοηθείᾳ συνοδεύσει ἡμῖν· οὐ γονεῖς, οὐκ ἀδελφοί, οὐ φίλοι, οὐ γένος, οὐ πλοῦτος, οὐδέ τι τῶν ὁμοίων. Μὴ οὖν ἀμελήσωμεν τῶν ἀγαθῶν πράξεων, | |
10 | ἃς εὑρήσομεν ἐν καιρῷ τῆς χρείας. Νήψωμεν ἐν τῷ νῦν αἰῶνι, ἵνα μετὰ τὸν χωρισμὸν τοῦ σώματος μὴ κατάσχωσιν ἡμᾶς οἱ ἄρχοντες τοῦ σκότους. Καὶ τίς βοηθήσει καὶ λυτρώσηται ἡμᾶς ἐκ χειρὸς αὐτῶν; Ἐάνπερ γυμνοὶ εὑρε‐ θῶμεν ἐν τῇ ὥρᾳ ἐκείνῃ τῆς τοῦ Θεοῦ σκέπης, πικροὶ ὑπάρχουσι καὶ ἀνι‐ | |
λεεῖς οἱ ἄρχοντες τοῦ σκότους. Οὐ βασιλέα φοβοῦνται, οὐ τυράννους τιμῶ‐ | 203 | |
204 | σιν, οὐ μικρόν, οὐ μέγαν, εἰ μὴ μόνον τὸν ἐν θεοσεβείᾳ ζήσαντα, τὸν ἐν ἔρ‐ γοις ἀγαθοῖς καταληφθέντα· ἐκ προσώπου τούτου φοβηθήσονται, ὑποχωροῦ‐ σιν ἔμφοβοι ὄντες, δίοδον παρέχοντες μετὰ πολλῆς σπουδῆς· καθὼς γέγρα‐ πται· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς | |
5 | ὁσίοις αὐτοῦ. Καὶ πάλιν λέγει· δικαίων ψυχαὶ ἐν χειρὶ Κυρίου, καὶ οὐχ ἅψη‐ ται αὐτοὺς βάσανος· προπορεύεται γὰρ ἡ δικαιοσύνη αὐτῶν πρὸ προσώπου αὐτῶν, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ αὐτούς· τότε βοήσονται, καὶ ὁ Θεὸς εἰσακούσεται αὐτῶν· ἔτι λαλούντων αὐτῶν ἐρεῖ· ἰδοὺ πάρειμι· πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος. Μακάριος ὁ εὑρεθεὶς ἐλεύθερος ἐν τῇ ὥρᾳ τοῦ χωρισμοῦ. | |
10 | Μὴ οὖν ἀμελήσωμεν, ἀδελφοὶ ἀγαπητοί· μὴ ἕλκωμεν πρὸς ἑαυτοὺς τὰ ἀλ‐ λότρια, τὰ πάντως φθειρόμενα. Ἐκείνη ἡ ὁδὸς τὰ πάντα καταλύει. Φθασά‐ σης γὰρ τῆς ὥρας τοῦ χωρισμοῦ αἱ ἡδοναὶ μαραίνονται, ἡ τρυφὴ καὶ ἡ κε‐ | |
νοδοξία παύσονται, ὁ πλοῦτος καὶ ἡ φιλαρχία ἐκλείπει. Παραγεναμένης τῆς | 204 | |
205 | ὥρας τοῦ χωρισμοῦ, πάντα ταῦτα διαλυθήσεται, καὶ τὰ τούτων ὅμοια. Κύριε, τὴν ὥρα ἐκείνην λαβὼν κατὰ νοῦν, προσπίπτω τῇ σῇ ἀγαθό‐ τητι, μὴ παραδοθῆναί με τοῖς ἀδικοῦσί με. Μὴ καυχήσωνται οἱ ἐχθροί σου κατὰ τοῦ δούλου σου, ἀγαθὲ Κύριε, τρίζοντες ὀδόντας καὶ ἐκφοβοῦντες τὴν | |
5 | ἁμαρτωλήν μου ψυχήν· μὴ εἴπωσιν· εἰς χεῖρας ἡμῶν ἐλήλυθας, ἡμῖν παρε‐ δόθης, πλὴν αὕτη ἡμέρα ἣν προσδοκῶμεν. Μή, Κύριε, μὴ ἐπιλάθου τῶν σῶν οἰκτιρμῶν· μή, Κύριε, μὴ ἀποδῷς μοι κατὰ τὰς ἀνομίας μου, καὶ μὴ ἀπο‐ στρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ· μηδὲ εἴπῃς μοι, ἀμὴν λέγω σοι, οὐκ οἶδά σε. Σύ, Κύριε, παίδευσόν με, πλὴν ἐν οἰκτιρμοῖς, καὶ ὁ Ἐχθρὸς μὴ ἐπι‐ | |
10 | χαιρέτω μοι. Ἀλλὰ σβέσον αὐτοῦ τὴν ἀπειλήν, καὶ πᾶσαν αὐτοῦ τὴν ἐνέρ‐ γειαν κατάργησον· καὶ δός μοι τὴν πρὸς σὲ ὁδὸν ἀνύβριστον καὶ ἀνεπηρεα‐ στικόν. Παρακλήθητι, ἀγαθὲ Κύριε, οὐ διὰ τὰς δικαιοσύνας μου, ἀλλὰ διὰ | |
τοὺς σοὺς οἰκτιρμοὺς καὶ τὴν πολλήν σου ἀγαθότητα· σῶσον ψυχὴν τεθλιμ‐ | 205 | |
206 | μένην ἐκ θανάτου. Μνήσθητι, ἀγαθὲ Κύριε, ὅτι καὶ ἁμαρτήσας καὶ παρα‐ πλήσιον θανάτου πληγείς, οὐ προσέφυγον πρὸς ἄλλον ἰατρόν, οὐκ ἐξέτεινα χεῖράς μου πρὸς Θεὸν ἀλλότριον, ἀλλὰ πρὸς τὴν σὴν ἀγαθότητα. Σὺ γὰρ εἶ ὁ τῶν ὅλων Κύριος, ὁ ἔχων ἐξουσίαν πάσης πνοῆς. Σὺ εἶπας, Κύριε· αἰτεῖτε | |
5 | καὶ δοθήσεται ὑμῖν, κρούετε καὶ ἀνοιγήσεται ὑμῖν. Καθάρισόν με, Κύριε, πρὸ τοῦ τέλους ἀπὸ πάσης ἁμαρτίας. Μὴ ἀπώσῃ τὴν δέησίν μου, ἀγαθὲ Κύ‐ ριε· στόμα ἀνάξιον βοᾷ πρὸς σέ, καὶ καρδία οὐκ ἀγαθή, καὶ ψυχὴ ἐν ἁμαρ‐ τίαις σπιλωθεῖσα. Ἐπάκουσόν μου, Κύριε, διὰ τὴν σὴν ἀγαθότητα· οὐ γὰρ ἀπορρίπτεις τὴν δέησιν τῶν μετανοούντων σοι ἐν ἀληθείᾳ. Ἐμοῦ δὲ ἡ μετά‐ | |
10 | νοια οὐ καθαρὰ ὑπάρχει, ἀλλὰ διεφθαρμένη· ὥραν μετανοῶ καὶ δύο παρορ‐ γίζω. Στήριξόν μοι τὴν καρδίαν, ἀγαθὲ Κύριε, ἐν τῷ φόβῳ· στῆσον τοὺς πό‐ δας μου ἐπὶ πέτραν μετανοίας. Νικήσῃ ἡ ἀγαθότης σου, Κύριε, τὴν ἐμὴν κακίαν· νικήσῃ τὸ φῶς τῆς χάριτός σου τὸ ἐν ἐμοὶ σκότος. Κύριε, ὁ ἀνοίξας | |
ὀφθαλμοὺς τυφλοῦ, ἄνοιξον τοὺς ἐσκοτισμένους ὀφθαλμοὺς τῆς καρδίας μου. | 206 | |
207 | Ὁ λόγῳ καθαρίσας λεπρούς, καθάρισον τοὺς σπίλους τῆς ψυχῆς μου. Γενη‐ θήτω ἡ χάρις σου ἐν ἐμοί, Κύριε, ὡς πῦρ, φλογίζουσα τοὺς ἐν ἐμοὶ ἀκαθάρ‐ τους λογισμούς. Σὺ γὰρ εἶ ὁ μόνος ἀγαθός· τὸ φῶς τὸ ὑπὲρ πᾶν φῶς· ἡ χα‐ ρὰ ἡ ὑπὲρ πᾶσαν χαράν· ἡ ἀνάπαυσις ἡ ὑπὲρ πᾶσαν ἀνάπαυσιν· ἡ ζωὴ ἡ | |
5 | ἀληθινή· σωτηρία διαμένουσα εἰς τοὺς αἰῶνας. Σοὶ τῷ μόνῳ ἀγαθῷ προσπίπτω δεόμενος ἐγὼ ὁ πάσης τιμωρίας ἔνο‐ χος, ἐγὼ ὁ πάσης κολάσεως ὑπεύθυνος· σὲ τὸν λυτρωτὴν ἱκετεύω, μὴ εἰς τέ‐ λος καταλάβῃ με ὁ ἐξεναντίας· ἀλλὰ σύ, Κύριε, ὡς ἀγαθὸς καὶ ἀμνησίκακος καὶ ἐλεήμων, ἀνέγειρόν μου τὰ μέλη, ἃ κατέρρηξεν ἡ ἁμαρτία, καὶ ζωο‐ | |
10 | ποίησον τὴν ψυχήν μου, ἣν ἐνέκρωσεν ἡ ἀνομία, καὶ φώτισόν μου τὴν καρ‐ δίαν, ἣν ἐσκότισεν ἡ πονηρὰ ἐπιθυμία, καὶ ῥῦσαί με ἀπὸ παντὸς ἔργου πο‐ νηροῦ, καὶ ἔνθου ἐν ἐμοὶ τὴν σὴν τελείαν ἀγάπην, Κύριε Ἰησοῦ Χριστέ, σῶ‐ | |
τερ τοῦ κόσμου, καὶ ἔγγραψον τὸ ὄνομα τοῦ δούλου σου ἐν βίβλῳ ζωῆς, τέ‐ | 207 | |
208 | λος ἀγαθὸν χαριζόμενός μοι, ὅπως νῖκος ἀράμενος κατὰ τοῦ Διαβόλου προ‐ σκυνήσω ἀνεπαισχύντως ἐνώπιον τοῦ θρόνου τῆς βασιλείας σου σὺν πᾶσι τοῖς δικαίοις. Ὅτι σοὶ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Παρακαλῶ ὑμᾶς, ἀγαπητοὶ ἀδελφοί, ἐκλεκτοὶ τοῦ Θεοῦ, δεηθῆναι | |
5 | ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ πρὸς τὸν Κύριον, ὡς οἱ Ἀπόστολοι περὶ τῆς Χα‐ ναναίας· οἱ ἄξιοι περὶ τοῦ ἀναξίου, οἱ τίμιοι περὶ τοῦ εὐτελοῦς, ὅπως συνει‐ σέλθῃ ἡ δέησίς μου ἐν ταῖς εὐπροσδέκτοις ὑμῶν ἱκεσίαις ἐνώπιον τοῦ Θεοῦ· ὅτι αὐτῷ πρέπει κράτος καὶ μεγαλωσύνη. Δόξα τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, πρὸ παντὸς τοῦ αἰῶνος καὶ νῦν καὶ εἰς πάντας τοὺς | |
10 | αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 208 |