TLG 4138 026 :: EPHRAEM SYRUS :: In illud: Attende tibi ipsi (capita xii)

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

In illud: Attende tibi ipsi (capita xii)

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 2. Thessalonica: Το περιβόλι της Παναγίας, 1989: 142–198.

  • Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 1 Rome (1732) 230–254b.
  • Prooemium: pp. 142–143
  • caput 1: pp. 143–145
  • caput 2: pp. 145–148
  • caput 3: pp. 148–151
  • caput 4: pp. 152–154
  • caput 5: pp. 154–157
  • caput 6: pp. 157–163
  • caput 7: pp. 163–167
  • caput 8: pp. 167–177
  • caput 9: pp. 177–187
  • caput 10: pp. 188–195
  • caput 11: pp. 195–197
  • caput 12: pp. 197–198

Citation: Chapter — (line)

t

Εἰς τὸ πρόσεχε σεαυτῷ κεφάλαια δώδεκα

prol

(t)

Πρόλογος
1 Ὀφειλέται ἐσμέν, ἀγαπητοί, νουθετεῖν καὶ παρακαλεῖν εἷς τὸν ἕνα κα‐ τὰ τὴν τοῦ Ἀποστόλου φωνήν. Λέγει δὲ καὶ ἐν ἑτέρῳ· εἰδότι καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν. Ἄκουε δὲ καὶ τοῦ Προφήτου λέγον‐ τος· ἰδοὺ τὰ χείλη μου μὴ κωλύσω. Ἀναδέξασθε οὖν συμβουλίαν καὶ τῆς
5ἐμῆς εὐτελείας, παρακαλῶ· καὶ εἰ μὲν ἐπταισάμην λόγῳ, σύγγνωτε ὡς ἀνθρώπῳ ἰδιώτῃ καὶ ἁμαρτωλῷ. Εἰ δὲ ὀρθῶς εἴρηνται οἱ λόγοι, τοῦτο τῆς
χάριτος τὸ ἔργον. Τῆς χάριτος οὖν ἐπιχορηγούσης ἡμῖν τὸν λόγον, οὐ δεῖ κωλύειν τὰ χείλη· τῇ γὰρ πονηρίᾳ τὴν ὀκνηρίαν συνῆψεν ὁ Κύριος εἰπών· δοῦλε πονηρὲ καὶ ὀκνηρέ, ἔδει σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις,142
10καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. Δοίη ἡμῖν ὁ Κύριος τοῖς εἰληφόσι τὸν λόγον, ποιεῖν καρποὺς εὐπροσδέκτους καὶ προσάγειν τῷ Κυρίῳ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

1

(t)

Κεφάλαιον αʹ
1 Ἄκουε, ἀγαπητέ· ἐλθὼν γενέσθαι μοναχὸς ἀποτάξασθαι τῷ κόσμῳ ᾑρετίσω. Ἐὰν νομίμως ἐπιτελέσῃς, οὐ μόνον οἱ ἄνθρωποι χαρήσονται ἐπὶ σοί, ἀλλὰ καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ· καθὼς γέγραπται, ὅτι χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα δι‐
5καίοις, οἵτινες οὐ χρείαν ἔχουσι μετανοίας. Τοιγαροῦν νομίμως ἤρξω; Νομί‐ μως καὶ ἐπιτέλεσον. Πρὸ τοῦ ἐπενδῦσαι, γίνωσκε ὅτι εἰς ἄθλησιν ἔρχῃ. Καὶ
πρὸς τίνας ἡ πάλη, ἄκουε τοῦ λέγοντος· οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκρά‐ τορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν143
10τοῖς ἐπουρανίοις. Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνη‐ θῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ. Μὴ οὖν ἀποκάμῃς τρέχων, ἕως κα‐ ταλάβῃς τὸ βραβεῖον. Τὸν κόσμον ἐμίσησας; Μίσει αὐτοῦ καὶ τὴν ἀλαζο‐ νείαν. Πρόσκαιρον πλοῦτον ἀπέρριψας; Ἀπόρριψον καὶ τοῦ πλούτου ὑπερη‐ φανίαν. Σεαυτὸν τῶν κατὰ σάρκα γονέων ἀπεξένωσας; Ἔμμενε ἐν τῇ ἀπο‐
15ταγῇ, φέρων γενναίως τοὺς πόνους τῶν ἀρετῶν. Ἡ γὰρ ἀποταγὴ οὐ πρὸς μίαν ἡμέραν χρηματίζει, ἀλλὰ παρεκτείνουα μέχρι θανάτου. Ἐὰν ὄντως νι‐ κηφόρος βούλει γενέσθαι, μάθε φέρειν γενναίως τοὺς πόνους τῶν ἀρετῶν ἐν πρᾳότητι σοφίας. Οἷόν τι λέγω· ὑβριζόμενος ὑπὸ εὐτελεστέρων, καὶ μὴ ὀρ‐ γιζόμενος· ἐξουδενούμενος, καὶ ἀνεχόμενος· κολαφιζόμενος, καὶ ὑπομένων·
20συκοφαντούμενος, καὶ μακροθυμῶν· ὑστερούμενος, καὶ εὐχαρσιτῶν. Ὅρα γὰρ τὸν σὸν συμπολίτην, Λάζαρον φημὶ τὸν πτωχόν, ἐν ποίᾳ ἀπορίᾳ καὶ
πόνῳ ὑπέμεινε τῷ Κυρίῳ· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν, καθὼς γέ‐ γραπται· οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν ἀποκαλυφθῆναι δόξαν εἰς ἡμᾶς. Καὶ σὺ οὖν, ἀγαπητέ, τοῦ μακαρισμοῦ τοῦ144
25Κυρίου τυχεῖν ἐπιθυμήσας, τὴν τῆς ταπεινοφροσύνης ὁδὸν βάδιζε, καὶ ὁ Κύ‐ ριος δωρήσεταί σοι τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν. Ὅτι αὐτοῦ ἐστιν ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

2

(t)

Κεφάλαιον βʹ. Παραβολή
1 Ἄνθρωποι δύο ἐπορεύοντο εἰς πόλιν ἀπέχουσαν στάδια τριάκοντα· τῶν δὲ ποιησάντων δύο ἢ τρία στάδια, συνήντα αὐτοῖς κατὰ τὴν ὁδὸν τό‐ πος, ἐν ᾧ ὑπῆρχον ὕλαι καὶ δένδρα δασέα σκιάζοντα, καὶ ῥεῖθρα ὑδάτων καὶ πολλὴ τέρψις ὑπῆρχεν ἐν τῷ τόπῳ. Οἱ δὲ θεασάμενοι ταῦτα, ὁ μὲν εἷς
5τὴν πόλιν ἐπειγόμενος θεάσασθαι, δρομαίως τὸν τόπον παρῄει· ὁ δὲ ἕτερος
στραφεὶς κατανοῆσαι, ἔμεινεν ὀπίσω. Εἶτα βουληθέντος αὐτοῦ ἐξελθεῖν τῆς σκιᾶς τῶν δένδρων, ἐφοβήθη τὸν καύσωνα, καὶ ἐν τῷ αὐτὸν χρονίζειν ἐν τῷ τόπῳ, ἀσχολούμενον ἅμα πρὸς τὴν τέρψιν τοῦ τόπου, ἐξῆλθε θηρίον ἐκ τῶν τῇ ὕλῃ οἰκούντων, καὶ δραξάμενον αὐτὸν ἔσυρεν εἰς τὸν ἑαυτοῦ φωλεόν. Ὁ145
10δὲ ἕτερος μὴ ἀμελήσας μηδὲ ἀπασχολήσας ἑαυτὸν πρὸς τὰ κάλλη τῶν δέν‐ δρων καὶ τοῦ τόπου τὴν πόλιν κατέλαβεν. Ὁ ἀδελφὸς λέγει· τὴν ἐπίλυσιν τούτου μαθεῖν θέλω, ἐπεὶ οὐ νοῶ τί ἐ‐ στι ταῦτα. Ἄκουε, φησί, τῆς χάριτος ἡμῖν συνεργούσης· οἱ δύο ἄνθρωποί εἰ‐ σιν οἵτινες ἤρξαντο βαδίζειν καὶ ἀγωνίζεσθαι πρὸς τὴν ὁδὸν τῆς εὐσεβείας· ὁ
15δὲ Ἐχθρός, βουλόμενος ἐκκόψαι αὐτοὺς τοῦ δρόμου, ἐμφορεῖ αὐτοῖς ἐπιθυ‐ μίας δαιμονιώδεις, κενοδοξίαν, φιλαρχίαν, ὑπερηφανίαν, καὶ ὅσα ὅμοια τού‐ τοις· καὶ ὁ μὲν τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἐπειγόμενος καταλαβεῖν τῆς ἐν Χριστῷ, ὑπὸ τούτων οὐ κατεσχέθη· ὁ δὲ ἀπασχοληθεὶς πρὸς τὴν καλλο‐
νὴν τῶν δένδρων καὶ τοῦ τόπου, οὗτός ἐστιν ὁ ἐκκλίνας τὸν ἑαυτοῦ νοῦν ἐκ146
20τῶν μὴ βλεπομένων πρὸς τὰ βλεπόμενα. Ὁ δὲ καύσων ἐστὶν ὁ πόνος τῶν ἀρετῶν. Τὸ δέ, ἐν τῷ χρονίζειν αὐτὸν ἐν τῷ τόπῳ καὶ θηριάλωτον γενέσθαι, τουτέστι τὸ χρονίζειν τὸν λογισμὸν πρὸς τὴν ἐπιθυμίαν τῶν γηΐνων, ἐξ ἧς ἐπιθυμίας ἐξελθοῦσα, ὡς θηρίον δεινόν, ἡ ἁμαρτία, ἐπιλαμβάνεται αὐτοῦ, καθὼς γέγραπται· ἡ γὰρ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν· ἡ δὲ ἁμαρ‐
25τία ἀποτελεσθεῖσα ἀποκύει θάνατον. Ὅθεν, ἀγαπητοί, φεύγωμεν τὰς κοσμικὰς ἐπιθυμίας, μήποτε γενώμεθα πάλιν δοῦλοι τῆς ἁμαρτίας· λέγει γὰρ ὁ Σωτήρ· ἀμὴν λέγω ὑμῖν· πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας. Δουλεύσωμεν οὖν εὐαρέ‐ στως τῷ Θεῷ τῷ ἡμᾶς ἐλευθερώσαντι, καὶ μὴ δελεασθῶμεν πρὸς τὰ πάθη
30τῆς φθορᾶς, μηδὲ προσσχῶμεν εὐπρεπείαις στολισμοῦ ἢ κουκουλλίου ἢ ζω‐ ναρίου ἢ ἀναλάβου πειθανοῦ, ἀλλὰ τὰ ταπεινὰ μεταδιώξωμεν καὶ τὰ ἀκενό‐ δοξα, καθὼς πρέπει ἁγίοις· ἀπρεπὲς γὰρ τοὺς τὰ μέγιστα ὑποτάξαντας, ὑπὸ εὐτελεστάτων ἡττᾶσθαι. Ἀλλὰ ἀεὶ ἡ σπουδὴ ἡμῶν ἔστω, ἵνα ὁ ἔσω ἡμῶν
ἄνθρωπος εὐαρέστως γένηται τῷ ἐτάζοντι καρδίας καὶ νεφρούς, καὶ τῶν147
35ἀνωφελῶν καταφρονήσωμεν. Οὐδεὶς γὰρ δύναται δυσὶ κυρίοις δουλεύειν, κατὰ τὴν τοῦ Δεσπότου φωνήν. Τίς γὰρ τέκτων μανθάνων ποτέ, ἀντὶ σκε‐ πάρνου λόγχην κτᾶται ἑαυτῷ; Ἢ τίς ταπεινοφροσύνην κατορθοῦν βουλόμε‐ νος περὶ κενοδοξίας ἀντιμάχεται; Ἢ τίς τῶν οὐρανίων ὀρεγόμενος οὐ κατα‐ φρονεῖ τῶν γηΐνων; Ὁ δὲ Κύριος δῴη ἡμῖν τὰ ἀρεστὰ αὐτῷ ποιεῖν καὶ φρο‐
40νεῖν. Ὅτι αὐτῷ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

3

(t)

Κεφάλαιον γʹ. Περὶ τοῦ πολέμου τῆς σαρκός
1 Ἐὰν δὲ ὁ πόλεμος τῆς σαρκὸς ἐπαναστῇ σοι, μὴ φοβοῦ, μηδὲ κατάπι‐ πτε τοῖς λογισμοῖς, μήπως θρασύνῃς τὸν Ἐχθρόν σου κατὰ σοῦ καὶ ἐνσπείρῃ ἐν σοί τι τῶν ἑαυτοῦ νοημάτων, καί φησιν· οὐ δυνατὸν παύσασθαι τὴν πύ‐ ρωσιν ἀπὸ σοῦ, ἐὰν μὴ πληροφορήσῃς τὴν ἐπιθυμίαν σου· ἵνα, τραυματίσας
5σε, στῇ ἐξεναντίας, καταγελῶν σου τῆς ἀδρανείας. Ἀλλ’ ὑπομένων ὑπόμει‐ νον τὸν Κύριον, καὶ ἔκχεον ἐνώπιον τῆς ἀγαθότητος αὐτοῦ τὴν δέησίν σου μετὰ κλαυθμοῦ, καὶ αὐτὸς εἰσακούσεταί σου, καὶ ἀνάξει σε ἐκ λάκκου τα‐ λαιπωρίας τῶν ῥυπαρῶν λογισμῶν καὶ ἀπὸ πηλοῦ ἰλύος τῶν αἰσχρῶν φαν‐ τασιῶν, καὶ στήσει ἐπὶ πέτραν ἁγιότητος τοὺς πόδας σου, καὶ ὄψει τὴν παρ’148
10αὐτοῦ σοι βοήθειαν ἐπελθοῦσαν. Μόνον ὑπόμεινον, καὶ μὴ χαυνωθῇς τῷ λογισμῷ, μηδὲ ἀποκάμῃς ἐξαντλῶν τὴν ἀντλίαν· ἐγγὺς γὰρ ὁ λιμὴν τῆς ζωῆς· ἔτι γὰρ λαλοῦντός σου ἐρεῖ· ἰδοὺ πάρειμι. Ἀλλ’ ἰδεῖν σου τὸν ἀγῶνα περιμένει, εἰ ὄντως ἄχρι θανάτου ἀνταγωνίζεις πρὸς τὴν ἁμαρτίαν. Μὴ οὖν ὀλιγοψύχει, οὐ γὰρ ἐγκατέλιπέ σε. Καὶ γὰρ ὁρᾷ σου τὸν ἀγῶνα καὶ 〈ὁ〉
15τῶν ἁγίων Ἀγγέλων χορός, καὶ ὁ τῶν δαιμόνων δῆμος. Οἱ Ἄγγελοι στέ‐ φανον παρέχουσι τῷ νικῶντι· οἱ δαίμονες αἰσχύνην προσάγουσι τῷ ἡττημέ‐ νῳ. Πολὺς ὁ ἀγὼν τῶν Ἀγγέλων περὶ σοῦ, ἀγαπητέ· πολλὴ ἡ σπουδὴ τῶν δαιμόνων κατὰ σοῦ, φιλόχριστε. Πρόσεχε οὖν σεαυτῷ, μὴ λυπήσῃς τοὺς
ἰδίους, καὶ χαροποιήσῃς τοὺς ἀλλοτρίους· ἰδίους φημὶ τοὺς ἁγίους Ἀγγέ‐149
20λους, ἀλλοτρίους δὲ τοὺς ἀκαθάρτους δαίμονας. Οὐκ ἔστι τόπος κρυπτὸς ἀπὸ τῶν ὀφθαλμῶν τοῦ Θεοῦ, ἀγαπητέ, οὐκ ἔστι σκοτία ἐν ὀφθαλμοῖς Κυρίου, ἀδελφέ. Μὴ οὖν σε ἐξαπατάτω ὁ ἐξεναν‐ τίας· ἐγγὺς γὰρ τῶν ποδῶν τοῦ Θεοῦ ἵστης. Μὴ καταρόνει· γέγραπται γάρ· ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Μὴ οὖν
25χαυνωθῇς τῷ λογισμῷ, ἀλλ’ ἀνδρίζου, ἐγγὺς γὰρ ὁ βοηθός. Ἄκουε τοῦ λέ‐ γοντος Προφήτου· πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Κυκλώσαντες, ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον, καὶ ἐξεκαύθησαν ὡς πῦρ ἐν ἀκάνθαις, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Ὠσθεὶς ἀνε‐
30τράπην τοῦ πεσεῖν, καὶ ὁ Κύριος ἀντελάβετό μου. Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος, καὶ ἐγένετό μοι εἰς σωτηρίαν. Ὑπόμεινον οὖν ἀγωνιζόμενος, ἵνα δόκιμος γενόμενος λήψῃ τὸν στέφα‐
νον τῆς ζωῆς, ὃν ἐπηγγείλατο Κύριος τοῖς ἀγαπῶσιν αὐτόν. Τὸ γὰρ πολε‐ μεῖσθαι καὶ ἀντιπολεμεῖν πρὸς τὰ πάθη δοκίμους ἡμᾶς καθίστησι πρὸς τὴν150
35πεῖραν τοῦ πολέμου. Εἰ γὰρ μὴ πολεμούμεθα, τῶν πολεμουμένων ἴσως κα‐ ταγινώσκωμεν, ἄπειροι ὄντες τοῦ ἀγῶνος, καὶ εἰς ὑψηλοφροσύνην περιπί‐ πτωμεν. Οὐ δεινὸν γάρ ἐστι τὸ πολεμεῖσθαι καὶ ἀντιπολεμεῖν κατὰ τῶν πα‐ θῶν· ἀλλὰ χαλεπὸν τὸ ἐκ ῥᾳθυμίας καταπεσεῖν ἐξεναντίας τῶν ὑπεναντίων. Ἀντίστα οὖν κατὰ τῆς φλεγομένης ἐπιθυμίας, ἵνα διαφύγῃς τὴν μηδέποτε
40σβεννυμένην φλόγα. Ἐὰν γὰρ νικήσῃ ἡμᾶς τὰ πάθη, οὐκ ἀφίσταται ἀφ’ ἡμῶν, μᾶλλον δὲ καὶ θρασύνονται καθ’ ἡμῶν. Ἄκουε τοῦ λέγοντος· μέλι ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρὸς καιρὸν λιπαίνει σὸν φά‐ ρυγγα· ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις καὶ ἠκονημένον μᾶλλον ὑπὲρ μάχαιραν δίστομον. Πρόσεχε σεαυτῷ ἵνα μὴ στερηθῇς τῆς δόξης τοῦ
45προσώπου τοῦ Θεοῦ· γέγραπται γάρ· εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Ὅτι αὐτῷ πρέπει ἡ δόξα εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.151

4

(t)

Κεφάλαιον δʹ
1 Μὴ ἀναλάβῃς τῶν κακοφρόνων βουλὴν τῶν λεγόντων· ἀφ’ ἧς ἡμέρας ἀποθάνω, τί ὑπομένω; Καὶ ταῦτα πρὸς τὸ παροργίζειν Κύριον τὸν Θεὸν τὸν μέλλοντα κρῖναι ζῶντας καὶ νεκρούς. Οὐαὶ ψυχῇ τῇ πειθαρχούσῃ τῇ ὑπονοίᾳ ταύτῃ. Οὐαὶ ἀνθρώπῳ τῷ οὕτως ἔχοντι. Αὕτη ἡ βουλὴ εἰς τὰ ταμιεῖα τοῦ
5θανάτου κατάξει τοὺς πειθομένους αὐτῇ. Αὕτη ἡ βουλὴ ἀπὸ Θεοῦ μακρύνει, καὶ πρὸς τὸν Διάβολον ἐκκλίνειν ποιεῖ. Σὺ δὲ ὁ πιστὸς φεῦγε κακὴν συμβου‐ λίαν καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. Πιστεύομεν γὰρ ὅτι ἔσται μετὰ θά‐ νατον κρίσις καὶ ἀνταπόδοσις. Πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος· οὐ γὰρ ἄδικος ὁ Θεὸς ἐπιλαθέσθαι τοῦ μισθοῦ τῶν δουλευσάντων αὐτῷ ἐν ἀληθείᾳ· καθὼς
10γέγραπται· ἃ ὀφθαλμὸς οὐκ οἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀν‐ θρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Θέλεις δὲ
γνῶναι, ἀγαπητέ, τὴν δύναμιν τοῦ λόγου; Κατανόησαι οἵαν δόξαν κέκτην‐ ται καὶ ἐπὶ γῆς οἱ Ἅγιοι· καθὼς γέγραπται· μνήμη δικαίων μετ’ ἐγκωμίων, ὄνομα δὲ ἀσεβῶν σβέννυται. Σὺ δὲ πίστευε, ἀγαπητέ, τοῖς γεγραμμένοις ἐν152
15ταῖς θείαις Γραφαῖς, φεῦγε δὲ τοὺς τῶν ἀπίστων λόγους· ἐξέστραπται γὰρ αὐτῶν ὁ νοῦς καὶ ἡ συνείδησις· Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται. Ὅρα γὰρ τὸν Ἡρώδην φοροῦντα ἐσθῆτα βασιλικὴν καὶ δημηγο‐ ροῦντα πρὸς τὸν λαόν, καὶ ἀνθ’ ὧν οὐκ ἔδωκε τὴν δόξαν τῷ Θεῷ, Ἄγγελος Κυρίου ἐπάταξεν αὐτόν, καὶ γενόμενος σκωληκόβρωτος ἐξέψυξεν.
20 Ἐὰν ἐγκρατὴς γενόμενος τῆς ἀρετῆς διεγείρῃ ὁ μισόκαλος τινὰς κατὰ σοῦ πρὸς τὸ σὲ ἐκθλίβειν, μὴ δειλιάσῃς, μηδὲ προδῷς τὴν εὐσέβειαν δι’ ἀν‐ θρώπινον φόβον. Φοβερὸν γὰρ τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. Ἄκουε τοῦ Σωτῆρος λέγοντος· εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν. Ὅθεν χρὴ φεύ‐ γειν τοὺς διεφθαρμένους λόγους τῶν κακοφρόνων ἀνθρώπων καὶ μὴ προσέ‐
25χειν σχήματι μόνῳ ἢ πολιαῖς, ἀλλ’ εἰς τὸ φρόνημα τοῦ ἀνδρός· οὗτοι γάρ εἰσι περὶ ὧν ὁ Ἀπόστολος λέγει· ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύνα‐ μιν αὐτῆς ἠρνημένοι· μήποτε συγκαταθέμενος τοῖς ψευδέσιν αὐτῶν λόγοις, καὶ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ στερηθείς, ἀκούσῃς, ἐκείνην τὴν πικρὰν καὶ ἀπαραμύθητον φωνήν, τὴν πλήρη πένθους καὶ πικρῶν δακρύων, φλογι‐153
30ζόμενος ἐν τῷ πυρὶ τῷ ἀσβέστῳ· τέκνον, μνήσθητι ὅτι ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὧδε παρακαλεῖ‐ ται, σὺ δὲ ὀδυνᾶσαι. Ἀλλὰ πρὸς τὸν Θεὸν ἔχε τὸν σκοπὸν μόνον, ὅπως τε‐ λέσας βίον ἐνάρετον χαρεῖ ἡ ψυχή σου ἐν τῷ μέλλοντι αἰῶνι μετὰ τῶν δι‐ καίων· καὶ τὴν χαράν σου οὐδεὶς αἴρει ἀπὸ σοῦ. Ὄτι τῷ Θεῷ πρέπει ἡ δόξα
35εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

5

(t)

Κεφάλαιον εʹ
1Νυνὶ δύο θλίψεις εἰσίν, ἐν οἷς ἐμπλέκεται πᾶς ἄνθρωπος ὑπὸ τὸν ἥ‐
λιον· μία κατὰ Θεόν, ἡ δὲ ἑτέρα κατὰ τὸν κόσμον. Καὶ οὐ δυνατὸν δίχα μιᾶς διελθεῖν τὸν ἐνεστῶτα βίον· ἢ τῆς κατὰ Θεὸν ἢ τῆς κατὰ τὸν κόσμον. Καὶ ἡ μὲν τοῦ κόσμου θλῖψις, χαλεπὴ ὑπάρχει καὶ ἄμισθος, ἡ δὲ κατὰ Θεόν,154
5ἐλπίδα ἔχει ζωῆς αἰωνίου. Σὺ οὖν, ὡς σοφός, εἰς ἣν προῄρει κλῖνον, μηδὲ ἐξακολούθει σου τοὺς λογισμούς, οὐ γὰρ ἀκόντως συμβάλλεταί σοι. Ἀλλὰ πρῶτον μὲν ἐπικαλοῦ τὸν Κύριον ἐν τῷ ὀχλεῖσθαί σε ὑπ’ αὐτῶν, ἔπειτα λάμβανε συμβουλίαν παρὰ παντὸς ἀνθρώπου φοβουμένου τὸν Κύριον. Εἰ μὴ νουθεσίαν ὑπομείνῃς τῶν
10φοβουμένων τὸν Κύριον, ἔσται σου ἡ ψυχὴ ὡς πόλις ἀτείχιστος, καὶ ὅταν βουληθῇ ὁ βάρβαρος, εἰσέρχεται καὶ αἰχμαλωτίζει αὐτήν. Γέγραπται γάρ· ἐπερώτησον τὸν πατέρα σου καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου καὶ ἐροῦσί σοι. Ὁ δὲ σοφὸς δέξεται συμβουλίαν. Φύγωμεν δὲ τὴν μέθην· φύγω‐
μεν καὶ συντυχίαν γυναικῶν, ὅσον τὸ δυνατόν· ἔστι λόγος γὰρ γυναικός, ὥ‐155
15σπερ βρόχος ἐν τῇ καρδίᾳ, καὶ ἕλκει τὸν ἀποδεξάμενον εἰς αἰσχρὰν μίξιν. Ἐὰν καταλάβῃ σε σωματικὴ ἀρρωστία, μὴ ὀλιγοψύχει, ἀλλ’ εὐχαρί‐ στως φέρε· λέγει γὰρ ὁ Ἀπόστολος· ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι. Καὶ ἐν ἑτέρῳ λέγει· μακάριος ἄνθρωπος, ὃν ἂν παιδεύσῃς, Κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν. Ἐπιρρίψωμεν οὖν τὴν μέριμναν ἑαυτῶν, ἀγαπητέ, πρὸς
20τὸν Κύριον, ὅτι αὐτῷ μέλει ὑπὲρ ἡμῶν. Περὶ δὲ τῆς διατροφῆς ἑαυτῶν οἱ ἰσχύοντες ἐργασώμεθα, καὶ ἐν τῷ καταλαβεῖν ἡμᾶς ἀδυναμίαν, ἐὰν ὑπερί‐ δωσιν ἡμᾶς οἱ προεστῶτες, ὅπερ ἀπείη, ὁ Θεὸς ἀπροσδοκήτως ἀποστέλλει ἡμῖν ἀντίληψιν· γέγραπται γάρ· ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με, ὁ δὲ Κύριος προσελάβετό μου. Μόνον ἐν καθαρᾷ συνειδήσει λατρεύσω‐
25μεν αὐτῷ, καὶ τὰς καρδίας τῶν ἀφηγουμένων ἡμῶν αὐτὸς κατευθυνεῖ πρὸς ἡμᾶς, καὶ ἡμᾶς ἀξιώσει τοῦ μακαρισμοῦ αὐτοῦ. Μὴ οὖν θλίβου περὶ τοῦ κό‐ που, πολλοὶ γὰρ καὶ μηδὲν ἐργασάμενοι ὑπὸ τῆς ἀκηδίας ὠχλήθησαν. Μάθε
τοιγαροῦν ἐργάτης, ἵνα μὴ μάθῃς προσαίτης. Μὴ οὖν ὀλιγώρει ἐργαζόμενος, διότι γέγραπται· ὁ Κύριος ἐγγύς, καὶ τοῖς κοπιῶσι κατὰ Θεὸν μισθὸν πολὺν156
30ἀποδώσει· μηδὲν μεριμνᾶτε· ἀλλ’ ὑπόμεινον τὸν Κύριον, ὅπως ἀξιωθῇς τῆς ἀναπαύσεως τῶν δικαίων· ἐν ἐκείνῃ γὰρ τῇ ἀναπαύσει οὐ κόπος ὑπάρχει, οὐκ ἀκηδία, οὐ μέριμνα, οὐ λύπη, οὐκ ἀσθένεια, οὐκ ἐπιθυμία κακή, οὐδέ τι τῶν ὁμοίων· ἀλλὰ χαρὰ καὶ εἰρήνη καὶ ἀγαλλίασις ἐν Πνεύματι Ἁγίῳ. Τοῦ γὰρ Ἀντικειμένου ἐμβληθέντος ἐν τῇ γεέννῃ τοῦ πυρὸς σὺν πᾶσι τοῖς ἀγγέ‐
35λοις καὶ σκεύεσιν αὐτοῦ, παύσονται πᾶσαι αἱ ἐνέργειαι αὐτοῦ. Ὁ δὲ Κύριος ἀξιώσῃ πάντας ἡμᾶς ἐκείνης τῆς ἀνεκλαλήτου χαρᾶς· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

6

(t)

Κεφάλαιον ϛʹ
1 Ἄκουε, ἀγαπητέ· τὰ δυσίατα πάθη, εἰ μὴ διὰ καυστικῶν καὶ στυπτι‐ κῶν φαρμάκων, οὐκ ἐκριζοῦνται. Καὶ σὺ οὖν, ἀγαπητέ, μὴ ὀργίζου τὰ τῆς
ἀληθείας ἀκούων· εἰ δὲ ἀγανακτεῖς κατὰ τοῦ προσάγοντός σου τὰς ἰατρείας, ἔκδηλον σεαυτὸν ποιεῖς μὴ θέλοντα ἰαθῆναι, μηδὲ ἀπαλλαγῆναι τοῦ πάθους,157
5ἀλλ’ ἔτι αἱρεῖσαι ἐν ῥύποις διακεῖσθαι. Ἐὰν γὰρ τὴν ἀλήθειαν κρύψωμεν καὶ πρὸς ἡδονὴν συμβουλεύσωμεν, οὐδὲν διαφέρομεν τῶν ψευδοπροφητῶν, οἳ ἐπλάνων τὸν λαόν, τὰ καταθύμια ἑκάστῳ λαλοῦντες. Οἱ δὲ τοῦ Θεοῦ Προφῆται, τὴν ἀλήθειαν κηρύσσοντες, ἐμισοῦντο καὶ ἀπεκτείνοντο. Οὐχ ὅτι δὲ μετὰ προφήτου ἐπιγράφω ἐμαυτόν, ἐγὼ γὰρ ἐπίσης εἰμὶ κυνὸς ἀκολου‐
10θοῦντος προβάτοις τοῦ Κυρίου αὑτοῦ, ὃς ὅταν ἴδῃ τὸν λύκον ἐρχόμενον, οὐκ ἠρεμεῖ, ἀλλ’ εὐθὺς ἀναστὰς ὁρμᾷ κατ’ αὐτοῦ, καὶ οἱ ποιμένες τοῦ κυνὸς ἀκούοντες ὑλακτοῦντος ἀνιστάμενοι ἐκδιώκουσι τὸν φθορέα καὶ διασῴζουσι τὰ πρόβατα. Τί οὖν ἀμελοῦμεν τῆς ἑαυτῶν σωτηρίας, ἀγαπητοί; Τί συμπεριφερόμε‐
15θα ταῖς ἐπιθυμίαις τοῦ παλαιοῦ ἀνθρώπου, καὶ τὸν μὲν ἔξω ἄνθρωπον κο‐ σμοῦμεν τῷ σχήματι, τὸν δὲ ἔσω διαφθείρομεν ταῖς πράξεσι; Μὴ γενώμεθα
σκληροκάρδιοι, ὡς ὁ Φαραώ, ἵνα μὴ τῇ μερίδι αὐτοῦ ὑποπέσωμεν, μηδὲ σκληροτράχηλοι, ὥς τινες τῶν υἱῶν Ἰσραήλ, ὅπως μὴ στερηθῶμεν τῆς γῆς τῆς ἐπαγγελίας. Μισήσωμεν τὴν διαγωγὴν τῶν ἀνεπιστημόνων ἀνθρώπων,158
20ὅτι οὐκ ἀκίνδυνος ἡ ὁδὸς αὐτῶν, ὡς γέγραπται, ὅτι ἔθνος ἀπολωλεκὸς βου‐ λήν ἐστι καὶ οὐκ ἔστιν αὐτοῖς ἐπιστήμη. Ὅθεν καὶ ὁ Προφήτης ἔλεγεν· Κύ‐ ριε παντοκράτωρ, οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος παιζόντων, ἀλλ’ εὐλαβούμην ἀπὸ προσώπου χειρός σου· καταμόνας ἐκαθήμην, ὅτι πικρίας ἐνεπλήσθην. Ἄκουε δὲ καὶ ἐν ἑτέρῳ, πῶς θρηνεῖ ὁ Προφήτης τὴν γενεὰν
25ἡμῶν, λέγων· οἴμοι ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει. Πάντες εἰς αἵματα δικάζονται, ἕκαστος τὸν πλησίον αὑτοῦ ἐκθλίβουσιν ἐκθλιβήν, ἐπὶ τὸ κακὸν τὰς χεῖρας αὐτῶν ἑτοιμάζοντες. Ἀγαπήσωμεν οὖν ἡμεῖς τὴν εὐλάβειαν· ἐὰν καὶ ὀνειδισθῶμεν, ἐὰν καὶ μαστιγωθῶμεν, μὴ ἐάσωμεν αὐτήν· θησαυρὸς γάρ ἐστι πλήρης ἀγαθῶν,
30πλήρης ἀρετῶν. Θεὸν δυσωπεῖ ἐπιβλέπειν εἰς ἀγαθὰ τοῦ κεκτημένου αὐτήν, καθὼς γέγραπται· ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ’ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους; Καὶ μακάριος ὃς καταπτήσσει πάντα δι’ εὐλά‐ βειαν. Πρόσεχε οὖν σεαυτῷ, ἀγαπητέ· μὴ ἀμέλει τῆς ἑαυτοῦ σωτηρίας· μὴ159
35πρόσεχε τοῖς ἀμελεστέροις, ἀλλὰ τοῖς νήφουσι, μηδὲ τοῖς ναυαγοῦσιν, ἀλλὰ τοῖς σῳζομένοις. Ἕως πότε ἀνέχη δουλεύειν τοῖς ἀσχημονεῖν σε βιαζομέ‐ νοις; Μὴ γενοῦ δουλοπαθής, γενοῦ δὲ μᾶλλον ἐλεύθερος. Πολλῆς νήψεώς σοι χρεία. Εἰς τὸ σκάμμα ἕστηκας, μὴ καταφρόνει· ὁ γὰρ ἀντίπαλος ἐξεναν‐ τίας ἕστηκε, καθὼς γέγραπται· ὁ ἀντίπαλος ἡμῶν Διάβολος, ὡς λέων
40ὠρυόμενος, περιπατεῖ ζητῶν τίνα καταπίῃ. Ὁρᾷς οἵα ἀπληστία τοῦ ἀντιδί‐ κου, οἵα ἀποτομία; Ὅτι οὐ πλῆξαι καὶ ἀφιέναι, εἰ μὴ θανῇ τις, βούλεται, ἀλλ’ εὐθὺς ὁλόκληρον καταπίνει τὸν μὴ νήφοντα.
Καιρὸν οὖν ἔλαβες; Ὡς καιρὸν ἔχομεν, ἀγωνίζου. Ἐὰν γὰρ τὸν καιρὸν ἀπολέσωμεν ἑαυτῶν ἐν ἀμελείᾳ, ἄλλον καιρὸν μὴ εὕρωμεν. Πόση ἀνθρωπό‐160
45της ἐγενήθη ἀπὸ Ἀδὰμ μέχρις ἡμῶν, καὶ ποῦ εἰσιν; Ἢ τίς ἐπίσταται αὐτῶν τὸν ἀριθμόν; Κύριος ὁ Θεὸς ὁ πλάσας ἡμᾶς· ὁ ἐξάγων κατὰ ἀριθμὸν τὸν κόσμον αὑτοῦ, ἀριθμῶν πλήθη ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν. Αὐτὸς ἐπίσταται ἕκαστον καὶ ἑκάστου τὸ ἔργον. Ὁ μόνος σοφὸς καὶ ἀγαθὸς καὶ δυνάστης· ὁ φοβερὸς καὶ ἀμνησίκακος· ὁ πολυέλεος, ὁ ἐπιζητῶν τοὺς

6

(50)

ἀπολλυμένους, ὁ ἐλεῶν τοὺς ἐπιστρέφοντας καὶ οἰκτείρων τοὺς μετανοοῦν‐ τας. Σὲ προσκυνοῦμεν, Κύριε, τὸν πλάσαντα ἡμᾶς Θεόν. Σοὶ προσφέρομεν δόξαν καὶ τιμήν, ὅτι ἀνέχῃ καὶ ὑπ’ ἐμοῦ τοῦ βδελύγματος ὑμνεῖσθαι. Ἐν τούτῳ γάρ, Κύριε, μεγάλη σου ἡ εὐσπλαγχνία καὶ ἡ φιλανθρωπία, ὅτι καὶ ἀναξίους καλεῖς, ἁμαρτωλῶν μετανοούντων οὐκ ἀποστρέφῃ, θλιβομένους οὐ
55παρορᾷς, ὀλιγοψυχοῦντας οὐκ ἐγκαταλείπεις. Μακαρία καὶ τρισμακαρία ἡ ψυχή, ἡ σὲ μόνον ποθήσασα· ἡ γὰρ σὲ ποθοῦσα καὶ τὰς ἐντολάς σου φυλάσ‐ σει.
Τί οὖν ἡμεῖς καταφρονοῦμεν τῆς ἑαυτῶν σωτηρίας, ἀγαπητοί; Ἐννοη‐ θῶμεν ἐκ τῶν προσκαίρων τὰ αἰώνια. Ἐν ποίᾳ γὰρ φροντίδι ὑπάρχει τις ἐν161
60τῷ προσιέναι ἀπαγγέλλειν τὸ μάθημα τὸ ἐπιτεταγμένον, καὶ ἀποδοῦναι τοῦ ἐργοχείρου τὴν σύνταξιν τῷ προεστῶτι. Τί οὖν ἡμεῖς οὐ φροντίζομεν τῆς ὥ‐ ρας ἐκείνης, ὅταν ἀπαιτούμεθα λόγον παντὸς τοῦ βίου; Πάλιν ἐν τῷ εὐκαι‐ ρῆσαί τινα ἐν χειμῶνι, ὥρᾳ ἑσπέρας, εἰς ἑτέρου κελλίον, ἐπειγόμενον κατα‐ λαβεῖν τὸ ἴδιον, ἐν ποίᾳ φροντίδι ἔσται διὰ τὴν σκοτίαν καὶ τὴν σύγχυσιν
65τοῦ ἀέρος; Καὶ πῶς καταφρονοῦμεν ἡμεῖς τῆς ἀπαραιτήτου ὁδοῦ; Ἄρα τί συναντήσει ἡμῖν μετὰ τὸ χωρισθῆναι ἡμᾶς τοῦ σώματος; Πρόσχωμεν οὖν ἑαυτοῖς, ἀγαπητοί, ἵνα εὐφρανθῶμεν ἐν τῇ εὐφροσύνῃ τῶν δικαίων. Ὁ γὰρ τῇ ἀπάτῃ ἐκδοὺς ἑαυτόν, πολλὰ συντριβήσεται καὶ ἐν τῇ ζωῇ ταύτῃ ὑπάρχων. Σήμερον ἐσθίει, πίνει, ποιεῖ τὰ θελήματα ἑαυτοῦ,
70καθ’ ὅσον δύναται, οὐ καθ’ ὅσον βούλεται, εὐφραινόμενος ἐπὶ ζημίᾳ τῆς ἑαυ‐ τοῦ ψυχῆς, τῇ δὲ ἐπιούσῃ, ἐὰν μὴ ἔχῃ τοῖς αὐτοῖς ἐμπεπλῆσθαι, διαφόρως λυπηθήσεται. Ὁ δὲ προσέχων ἑαυτῷ, ἕξιν ἀγαθὴν ἀναλαβών, τοῦτον ἡ εὐ‐
φροσύνη οὐκ ἐκλείψει, οὐδὲ μαρανθήσεται, ἥτις ἐστὶν ἡ ἐλπὶς τῶν μελλόν‐ των ἀγαθῶν· καθὼς γέγραπται· ἐμνήσθην τοῦ Θεοῦ καὶ εὐφράνθην.162
75 Εὔξασθε καὶ περὶ ἐμοῦ ταλαιπώρου, παρακαλῶ, πρὸς Κύριον· ὅτι αὐτῷ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

7

(t)

Κεφάλαιον ζʹ
1 Μὴ θέλε κακῶς ἀναστρέφεσθαι καὶ ἔχειν φήμην οὐκ ἀγαθήν, μηδὲ ἐπάκουε τῇ ἁμαρτίᾳ, ἵνα μή σε ποιήσῃ βδέλυγμα· ἐπάκουε μᾶλλον τῇ δι‐ καιοσύνῃ, ὅπως σε ποιήσῃ ἕνα τῶν ἐπιδόξων. Μὴ θέλε εἶναι σκάνδαλον ψυ‐ χῶν, πρόσεχε δὲ σεαυτῷ, ἵνα καὶ ἄλλους ὠφελήσῃς. Ναί, ἐκλεκτὲ τοῦ Θεοῦ,
5σεαυτῷ πρόσεχε, ἵνα καὶ ἑτέρους οἰκοδομήσῃς. Μὴ θέλε εἶναι κακός, ἵνα μὴ ὀδυνηθῇς ἐπ’ ἐσχάτων σου. Οὐκ ἀκούεις τί λέγει ἡ Γραφή, ὅτι ὑπώπια καὶ συντρίμματα συναντᾷ κακοῖς, καὶ οὔτε μισθὸν κομιοῦνται τῶν ἀλγηδόνων;
Σὺ δὲ φέρε γενναίως τοὺς πόνους τῶν ἀρετῶν διὰ τὸν Κύριον, ὅπως τὸν στέφανον κομίσῃ. Εἰς τοὺς γάμους κέκληκέ σε ὁ Κύριος, μὴ γενοῦ ἀγνώ‐163
10μων, ἀλλ’ ἔνδυσον ἔνδυμα γάμου, ἵνα εὐφρανθῇς ἐν τῷ νυμφῶνι αὐτοῦ, ἵνα μὴ ἀκούσῃς, ὡς καταφρονήσας· Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; Καὶ τότε δὲ δεθήσῃ χεῖρας καὶ πόδας ἐμβαλλόμενος εἰς τὸ σκότος τὸ ἐξώτερον, ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Ἔνδυμα δὲ γά‐ μου ἀκούων, ἀγαπητέ, μὴ περὶ ἱματίων νόμιζε, ἀλλὰ περὶ πράξεων ἀγαθῶν.
15 Καὶ σὺ οὖν, ἀγαπητέ, κατηξιώθης κληθῆναι εἰς τὸ τάγμα τῶν μονα‐ χῶν· σπούδασον τὴν ἀρετὴν τοῦ ἐπαγγέλματος ἐπιδείξασθαι, ἵνα μὴ ἀπό‐ βλητος γένῃ. Μὴ οὖν ἔσῃ σκληρός, μὴ φιλήδονος, μὴ θυμώδης, μὴ ὀργίλος, μὴ φιλόνεικος, μὴ ἀκρατής, μὴ ἀναίσχυντος, ἀλλὰ μᾶλλον πρᾷος, εὐλαβής, ταπεινός, ἐγκρατής, σώφρων, ἥσυχος, εἰρηνικός, συνετός, τηρῶν σου τὴν
20ἁγνείαν τοῦ σώματος, καθὼς συνετάξω τῷ Χριστῷ· ἵνα, ἐὰν εἴπῃ ἡμῖν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· διατί οὐκ ἐπεσκέψασθε χήρας καὶ ὀρφανοὺς ἐν τῇ θλίψει
αὐτῶν; Δυνηθῶμεν ἀπολογήσασθαι αὐτῷ λέγοντες· Κύριε, διὰ τὸ ἐν ἡσυχίᾳ σοι ἀπερισπάστως δουλεύειν. Ἐὰν δὲ εἴπῃ ἡμῖν· ἱνατί ἀσπίλους οὐκ ἐτηρή‐ σατε ἑαυτοὺς ἀπὸ τοῦ κόσμου; Τί ἐροῦμεν αὐτῷ, ἐάνπερ ἐν τούτῳ μιανθῶ‐164
25μεν; Οὐκ ἔστι δὲ ἀρετὴ αὕτη, ἀπέχεσθαί τινας τοῦ μυσαροῦ ἔργου, ποιεῖν δὲ σχήματα κινοῦντα ἕτερον πρὸς τὸ πάθος. Διότι γέγραπται· ἀγαπήσεις Κύ‐ ριον τὸν Θεόν σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν. Φεῦγε λόγους ἀνωφελεῖς, ἵνα μὴ ἐμπέσῃς εἰς λογισμοὺς αἰσχρούς. Ὥ‐ σπερ γὰρ λόγοι ἀγαθοὶ ὠφελοῦσι ψυχήν, οὕτως λόγοι οὐκ ἀγαθοὶ διαστρέ‐
30φουσιν αὐτήν, κατὰ τὸν Ἀπόστολον· λέγει γάρ· φθείρουσιν ἤθη χρηστὰ ὁμι‐ λίαι κακαί. Ὅθεν λέγει πάλιν· πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλ’ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσι. Καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ Ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφρα‐ γίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως.
35 Μὴ κληθῇς ἀνήκοος, σκληρός, πέρπερος, ψίθυρος, δίγλωσσος, κατάλα‐ λος, ἄσπλαγχνος, μισάδελφος, μισάρετος· ἀλλὰ μᾶλλον ὑπήκοος, ἀληθινός, σώφρων, σιωπητικός, ἄοκνος, εὔσπλαγχνος, νηφάλιος, φιλάδελφος, φιλόξε‐ νος, φιλάρετος, παρακλητικός, εὐλαβής· ταῦτα καλὰ καὶ ὠφέλιμα τοῖς ἀν‐ θρώποις. Μὴ οὖν ἐπαρθῶμεν, ἀλλὰ μᾶλλον ταπεινώσωεν ἑαυτούς. Τί δέ ἐ‐165
40στιν ἡ ἰσχὺς ἡμῶν, ἵνα ἐπαρθῶμεν; Οὐκ ἰδοὺ μικρὸς πόνος κατέκαμψεν ἡμᾶς ἕως ἐδάφους; Ἀγαπήσωμεν οὖν τὴν ταπείνωσιν, ἵνα ἡμᾶς ὑψώσῃ ὁ Κύριος. Πρόσεχε οὖν σεαυτῷ μὴ κατακυριευθῆναι ὑπὸ τῆς ὀξυχολίας, ὑπὸ θυμοῦ, ὑπὸ μνησικακίας, ἵνα μὴ ἐντάραχον καὶ ἀκατάστατον βίον διάξῃς· ἀλλὰ κτῆσαι σεαυτῷ τὴν μακροθυμίαν, τὴν πρᾳότητα, τὴν ἀκακίαν, καὶ ὅσα
45πρέπει χριστιανοῖς, ὅπως ἤρεμον καὶ ἡσύχιον βίον ἄξῃς. Ὑψηλὰ τὰ ὄρη Ἀραράτ, πλατέα δὲ τὰ πεδία τῆς ἐρήμου· ἰσχύει τὸ ψῦχος ἐπὶ γῆς βορρᾶ, ὁ δὲ καύσων τοῦ ἡλίου εἰς νότον· μεῖζον ἐν πετεινοῖς τοῦ οὐρανοῦ ἀετός, ἐν δὲ τοῖς θηρίοις τῆς γῆς λέων· ἐν δὲ τοῖς υἱοῖς τῶν ἀνθρώπων ὁ φοβούμενος τὸν Κύριον.

7

(50)

Μέγας Κύριος ὁ Θεὸς ἡμῶν καὶ αἰνετὸς σφόδρα, ὁ δημιουργήσας τὰ πάντα καὶ ὑψῶν τοὺς φοβουμένους αὐτόν. Αὐτῷ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.166

8

(t)

Κεφάλαιον ηʹ
1 Ἐάν, ἐργαζομένου σου τὸ τοῦ Κυρίου ἔργον ἐν ταπεινοφροσύνῃ καὶ εὐλαβείᾳ, ὁ ἐξεναντίας καθοπλίσῃ τινὰς τῶν ἀμελεστέρων κατὰ σοῦ, ἐκκό‐ ψαι σε τῆς ὀρθῆς πολιτείας βουλόμενος, μὴ φοβηθῇς, μηδὲ δειλιάσῃς, μηδὲ ἐκκλίνῃς τῆς εὐθείας ὁδοῦ, τοῦ Ἀποστόλου λέγοντος· ἐν παντὶ θλιβόμενοι
5ἀλλ’ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ’ οὐκ ἐξαπορούμενοι, διωκόμενοι ἀλλ’ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ’ οὐκ ἀπολλύμενοι· πάντο‐ τε τὴν νέκρωσιν τοῦ Κυρίου ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. Ἀεὶ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον πα‐ ραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ
10σαρκὶ ἡμῶν. Ὑπόμεινον οὖν τὸν Κύριον, ἐκλεκτὲ τοῦ Θεοῦ, ὅπως οἱ ἐκθλίβοντές σε νῦν ἐκστήσωνται ἐν τῇ παραδόξῳ σωτηρίᾳ σου· καθὼς γέγραπται· Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον οὐ τὸ πολυ‐ χρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται· πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις,167
15καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπή‐ θη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη· ἡρπάγη μὴ ἡ κακία ἀλλάξῃ σύνε‐ σιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυ‐ ροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ Κυρίῳ ἦν ἡ ψυχὴ αὐτοῦ·
20διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαν‐ τες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλε‐ κτοῖς αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ. Κατακρινεῖ δὲ δίκαιος θα‐
νὼν τοὺς ζῶντας ἀσεβεῖς, καὶ νεότης τελεσθεῖσα πολυετὲς γῆρας ἀδίκου. Ὄ‐ ψονται γὰρ τελευτὴν σοφοῦ καὶ οὐ νοήσουσι τί ἐβουλεύσατο περὶ αὐτοῦ καὶ168
25εἰς τί ἠσφαλίσατο περὶ αὐτὸν ὁ Κύριος. Ὄψονται καὶ ἐξουθενήσουσιν, αὐτοὺς δὲ ὁ Κύριος ἐκγελάσεται, καὶ ἔσονται μετὰ ταῦτα εἰς πτῶμα ἄτιμον καὶ εἰς ὕβριν ἐν νεκροῖς δι’ αἰῶνος, ὅτι ῥήξει αὐτοὺς ἀφώνους πρηνεῖς, καὶ σαλεύσει αὐτοὺς ἐκ θεμελίων, καὶ ἕως ἐσχάτου χερσωθήσονται καὶ ἔσονται ἐν ὀδύνῃ, καὶ ἡ μνήμη αὐτῶν ἀπολεῖται. Ἐλεύσονται ἐν συλλογισμῷ ἁμαρτημάτων
30αὐτῶν δειλοὶ καὶ ἐλέγξει αὐτοὺς ἐξεναντίας τὰ ἀνομήματα αὐτῶν. Τότε στήσεται ἐν παρρησίᾳ πολλῇ ὁ δίκαιος κατὰ πρόσωπον τῶν θλιψάντων αὐ‐ τὸν καὶ τῶν ἀθετούντων τοὺς πόνους αὐτοῦ. Ἰδόντες αὐτὸν ταραχθήσονται φόβῳ δεινῷ, καὶ ἐκστήσονται ἐπὶ τῷ παραδόξῳ τῆς σωτηρίας καὶ ἐροῦσιν ἐν ἑαυτοῖς μετανοοῦντες, καὶ διὰ στενοχωρίαν πνεύματος στενάξουσιν· Οὗ‐
35τος ἦν, ὃν ἔσχομέν ποτε εἰς γέλωτα καὶ εἰς παραβολὴν ὀνειδισμοῦ οἱ ἄφρο‐
νες· τὸν βίον αὐτοῦ ἐλογισάμεθα μανίαν καὶ τὴν τελευτὴν αὐτοῦ ἄτιμον. Πῶς κατελογίσθη ἐν υἱοῖς Θεοῦ, καὶ ἐν ἁγίοις ὁ κλῆρος αὐτοῦ ἐστιν; Ἄρα ἐπλανήθημεν ἀπὸ ὁδοῦ ἀληθείας καὶ τὸ τῆς δικαιοσύνης φῶς οὐκ ἐπέλαμ‐ ψεν ἡμῖν καὶ ὁ ἥλιος οὐκ ἀνέτειλεν ἡμῖν. Ἀνομίας ἐπλήσθημεν τρίβοις καὶ169
40ἀπωλείας, καὶ διωδεύσαμεν ἐρήμους ἀβάτους, τὴν δὲ ὁδὸν Κυρίου οὐκ ἔ‐ γνωμεν. Τί ὠφέλησεν ἡμᾶς ἡ ὑπερηφανία; Καὶ τί πλοῦτος μετὰ ἀλαζονείας συμβέβληται ἡμῖν; Παρῆλθεν ἐκεῖνα πάντα ὡς σκιά, καὶ ὡς ἀγγελία παρα‐ τρέχουσα· ὡς ναῦς διερχομένη κυμαινόμενον ὕδωρ, ἧς διαβάσης οὐκ ἔστιν ἴχνος εὑρεῖν, οὐδὲ ἀτραπὸν τρόπιος αὐτῆς ἐν κύμασιν· ἢ ὡς ὀρνέου διϊπτάν‐
45τος ἀέρα, οὐθὲν εὑρίσκεται τεκμήριον πορείας, πληγῇ δὲ ταρσῶν μαστιζόμε‐ νον πνεῦμα κοῦφον καὶ σχιζόμενον βίᾳ ῥοίζου κινουμένων πτερῶν, διωδεύ‐ θη, καὶ μετὰ τοῦτο οὐχ εὑρέθη σημεῖον ἐπιβάσεως ἐν αὐτῷ· ἢ ὡς βέλους βληθέντος ἐπὶ σκοπόν, τμηθεὶς ὁ ἀὴρ εὐθέως εἰς ἑαυτὸν ἀνελύθη, ὡς ἀγνοῆ‐
σαι τὴν δίοδον αὐτοῦ. Οὕτως καὶ ἡμεῖς γεννηθέντες ἐξελίπομεν, καὶ ἀρετῆς170

8

(50)

μὲν σημεῖον οὐδὲν ἔχομεν δεῖξαι, ἐν δὲ τῇ κακίᾳ ἡμῶν κατεδαπανήθημεν. Ὅτι ἐλπὶς ἀσεβοῦς, ὡς φερόμενος χοῦς ὑπὸ ἀνέμου, καὶ ὡς πάχνη ὑπὸ λαί‐ λαπος διωχθεῖσα λεπτή, καὶ ὡς καπνὸς ὑπὸ ἀνέμου διεχύθη, καὶ ὡς μνεία καταλύτου μονοημέρου παρώδευσε. Δίκαιοι δὲ εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λή‐
55ψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Μὴ οὖν μισήσῃς τινὰ ἐν τῇ καρδίᾳ σου, μηδὲ ἀπόδος τὸ κακὸν ἀντὶ κακοῦ, ἀλλὰ κτῆσαι τὴν ἀγάπην σεαυτῷ, ἣν ἡ θεία Γραφὴ ὕψωσε παρὰ πᾶ‐
60σαν ἀρετήν· αὐτῷ γὰρ τῷ κτίσαντι τὰ πάντα παρείκασεν αὐτήν, εἰποῦσα ὁ Θεὸς ἀγάπη ἐστίν. Ἀδελφὸς ἀπὸ κοινοβίου παρέβαλε γέροντι· ὁ δὲ γέρων πρὸς αὐτὸν εἶ‐ πεν· ἐοίκασι τὰ κοινόβια διδασκαλείοις· οἱ μὲν γὰρ ἐν τῷ πραιτωρίῳ ἐπέρ‐
χονται, οἱ δὲ ἐν τοῖς καμινίοις. Καὶ ὠφεληθεὶς ὁ ἀδελφὸς ἐπὶ τῷ λόγῳ, ἔβα‐171
65λε [γὰρ] αὐτῷ μετάνοιαν. Τοιγαροῦν χρησώμεθα τῷ πράγματι ἑαυτῶν ὡς ἔργῳ, ἵνα μὴ ἀδόκιμοι γενόμενοι ἐκβληθῶμεν τῆς βασιλείας τῶν οὐρανῶν καὶ εἰς τὴν κάμινον τοῦ πυρὸς παραπεμφθῶμεν. Ὅταν τοὺς προβεβηκότας ἐν τῷ σχήματι θεάσῃ ἀμελοῦντας, τότε πολ‐ λῆς δέῃ ἀσφαλείας, μήποτε τούτους ζηλώσας τὴν αὐτὴν ὁδὸν πορεύσῃ· μή‐
70ποτε καὶ ἐγκρατὴς γενόμενος κατ’ αὐτῶν ἐπαρθήσῃ, ὅπερ ἐστὶν ἥττημα ὑψηλοφροσύνης. Ἀλλ’ ἄκουε τοῦ λέγοντος· πρόσεχε σεαυτῷ καὶ φύλαξο ντὴν ψυχήν σου σφόδρα, οὐδὲ γὰρ ἡμεῖς ἐξ ἔργων ἑτέρων δικαιούμεθα, οὐδὲ ἕτεροι ἐκ τῶν ἡμετέρων ἔργων κατακριθήσονται. Ὅταν γὰρ εἰσαχθῶμεν ἐνώπιον τοῦ Κριτοῦ γυμνοὶ καὶ τετραχηλισμένοι, ἀποδοῦναι λόγον ὑπὲρ ὧν
75ἠργασάμεθα, οὐ κατακριθήσεται ἕτερος περὶ ἑτέρου· ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει. Ἐάν τις ἐξείπῃ σοι τοὺς ἑαυτοῦ λογισμούς, μὴ ἐξιχνιάζῃς ἐν τῷ πράγ‐ ματι, ἐάνπερ ἀσθενῇ τὸ ὄμμα τῆς διανοίας σου, μήποτε ἐκείνου λέγοντος
ὑπὸ τῶν αὐτῶν ὀχληθήσῃ παθῶν καὶ ἔσῃ ὅμοιος κυβερνήτῃ ἐν πολλῷ κλύ‐172
80δωνι. Χρὴ οὖν ἀκούσαντας ἡμᾶς τὴν ἀρχὴν τῶν λεγομένων τὰ ἑπόμενα νοεῖν καὶ οὕτως παρακαλεῖν τὸν θλιβόμενον, ἐξ ὧν παρειλήφαμεν ἐξ ἁγίων ἀνδρῶν, ἢ ἐξ ὧν ἐπειράθημεν ἡμεῖς. Οὐ γάρ ἐστι θέλημα τοῦ Κυρίου ἄλλον δι’ ἄλλου καταπεσεῖν· τοὺς πάντας γὰρ αὐτὸς θέλει σωθῆναι. Σὺ δέ, ἀγαπη‐ τέ, μὴ παντὶ ἀνθρώπῳ ἔκφαινέ σου τοὺς λογισμούς, ἀλλ’ οὓς ἐὰν δοκιμάσῃς
85ὅτι πνευματικοί εἰσι· πολλὰ γὰρ τὰ ἔνεδρα τοῦ Διαβόλου. Εἶπεν γὰρ ὁ Σω‐ τήρ· προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ἡμᾶς ἐν ἐν‐ δύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες· ἀπὸ δὲ τῶν ἔργων αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Ἀπὸ δὲ τῶν πνευματικῶν μὴ ἀποκρύψῃς, μήποτε εὑ‐ ρὼν γωνίαν ὁ Ἐχθρὸς ἐμφωλεύσῃ ἐν σοί. Μετὰ δὲ τῶν σαρκικὰ φρονούν‐
90των μὴ συμβουλεύου, οἱ γὰρ φιλήδονοι ἡμέραν καὶ ἡμέραν ἐπισωρεύουσιν ἑαυτοῖς ἁμαρτίας, τοῦτο λέγοντες· αὕτη καὶ μόνη λογισθείη μοι ἁμαρτία·
τοῦ Προφήτου ταλανίζοντος καὶ λέγοντος· οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρ‐ τίας αὐτῶν ὡς σχοινίῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας αὐτῶν. Ὅθεν χρὴ φεύγειν τοὺς ἀνωφελεῖς λόγους καὶ μὴ συναπάγεσθαι τοῖς173
95καταφρονοῦσι τὸν φόβον τοῦ Κυρίου, ὅτι οὐδὲν περὶ ὠφελείας λέγουσιν, οὐ‐ δὲ διὰ τὸν Κύριον πράττουσιν οὐδὲν περὶ ἀρετῆς καὶ εὐλαβείας, οὐδὲν περὶ σεμνότητος. Οἱ λόγοι αὐτῶν παγίδες θανάτου· ἡ βουλὴ αὐτῶν βόθρος ᾅδου. Παρρησία καὶ γέλως, μέθη καὶ ἀπώλεια ψυχῆς ἡ συνάφεια αὐτῶν. Ὁ δεινὸς Ὄφις λαλεῖ δι’ αὐτῶν.

8

(100)

Σὺ δέ, ὦ ἄνθρωπε τοῦ Θεοῦ, ταῦτα φεῦγε· δίωκε δικαιοσύνην, εὐσέ‐ βειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πραϋπάθειαν. Ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως· ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν. Ὅρα, ἀγαπητὲ δοῦλε τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μὴ δελεασθῇς ἐν τῇ προσκαίρῳ ἀπάτῃ, ἵνα μὴ στερηθῇς τῆς
105αἰωνίου ζωῆς. Νῆφε καλῶς. Ἔμπορος ἐκλήθης, μὴ ἀπολέσῃς τὸν μαργαρί‐
την, μὴ ἀποσυλήσῃ ὁ Ἐχθρὸς τὸν θησαυρόν σου, μὴ βυθίσῃ τὸ πλοῖον σὺν τῷ γόμῳ καὶ ἐπιστρέψῃς κενὸς εἰς τὰ ἴδια. Ὁ Ἐχθρὸς ἐπιστάμενος οἵαν δό‐ ξαν κομιεῖται παρὰ τῷ Θεῷ ὁ ἑαυτὸν ἄσπιλον διατηρῶν ἐκ τῶν μολυσμά‐ των τῆς σαρκός, σφοδρῶς πολεμεῖ διὰ τῶν λογισμῶν κυλίσαι τὸν ἄνθρωπον174
110ἐν αὐτοῖς βουλόμενος, ὅπως μὴ ἐπιτύχῃ τῆς μελλούσης δόξης· καὶ ἐὰν εὕρῃ ψυχὴν ἀποθεμένην τοὺς ἀνωφελεῖς λογισμούς, οὐ πυκνάζει αὐτήν, ἀλλ’ οὐδὲ ἀφίσταται εἰς τέλος· πορεύεται δὲ μᾶλλον ἔνθα, κρούσαντος αὐτοῦ εὐθὺς ἀνοίξουσι, καὶ καταμολύνας τὸ σῶμα σὺν τῇ ψυχῇ ἐν ῥυπαρωτάταις ἐπιθυ‐ μίαις, τῷ οὐκ ἀνθισταμένῳ αὐτῷ, ἔσχατον ὡς ἀγαθὸς σύμβουλος αὐτῷ δῆ‐
115θεν ὑποβάλλει· κρεῖσσόν σοι εἰς τὸν κόσμον πορευθέντα σύμβιον λαβεῖν, ἢ οὕτως καταφθείρειν σου τὸ σαρκίον. Ἀπὸ δὲ τοῦ νήφοντος ταῦτα πάντα ἀποστήσονται. Πρόσεχε οὖν σεαυτῷ καὶ οὐδὲν τούτων οὐ μή σε καταλάβῃ. Ὅθεν ἀναγκαῖον φεύγειν τὴν παρρησίαν· καὶ πάλιν λέγω, φεῦγε τὴν παρρησίαν,
120μήποτε καταλάβῃ σε ἀναισχυντία, καὶ δήσασα, ὡς κακὸν αἰχμάλωτον,
παραδῷ δοῦλον τῇ ἁμαρτίᾳ· καὶ τότε ἄρξῃ λέγειν· ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης καὶ καταιγὶς κατεπόντισέ με· καὶ πάλιν· ἐνεπάγην εἰς ἰλὺν βυθοῦ καὶ οὐκ ἔστιν ὑπόστασις. Ὅθεν χρὴ φεύγειν τὴν συνάφειαν τῶν κακοφρόνων ἀνθρώπων, οὐχ ὡς ἀνθρώπους μισῶν, ἀλλὰ τὸ βλάβος παραιτούμενος. Εἰ175
125δὲ προελήφθης μετὰ ἀμελεστέρων, πρόσεχε σεαυτῷ, ὅπως κἀκείνους κερδή‐ σῃς διὰ τῆς ὀρθῆς πολιτείας καὶ σεαυτὸν μὴ ἀπολέσῃς. Μὴ πίστευε τὴν ψυ‐ χήν σου τοῖς λαλοῦσιν ἄχρηστα καὶ ἐπαγγελλομένοις σωφροσύνην· εἶπε γὰρ ὁ Σωτήρ· ἐκ τῶν περισσευμάτων τῆς καρδίας τὸ στόμα λαλεῖ. Στέλλου τοι‐ γαροῦν ἀπὸ τῶ νεωτεριζόντων καὶ γελοίοις συμπεριφερομένων, ἵνα μὴ πα‐
130ρακούσῃς τοῦ λέγοντος· τὰς νεωτερικὰς ἐπιθυμίας φεῦγε. Μὴ λάβῃς πρόσω‐ πον κατὰ τῆς ψυχῆς σου, μὴ μικρόν, μὴ μέγα, μὴ δυνάστην· οὐδεὶς γὰρ δυνήσεταί σε ἐξελέσθαι ἐκ τοῦ πυρὸς τοῦ ἀσβέστου. Ἄκουε τοῦ λέγοντος· τί γὰρ ὠφεληθήσεται ἄνθρωπος, ὅταν τὸν κόσμον κερδήσῃ, τὴν δὲ ψυχὴν αὑ‐
τοῦ ζημιωθῇ; Μὴ οὖν ἀπολέσῃς τὴν πρὸς Θεὸν παρρησίαν, μὴ διὰ τιμὴν ἢ176
135δόξαν ἀνθρωπίνην, μὴ διὰ βρώματος ἢ πόματος ἢ ἐνδύματος· ταῦτα γὰρ πάντα εἰς φθορὰν χωροῦσιν· αἱ δὲ πράξεις, εἴτε ἀγαθαὶ εἴτε φαῦλαι, γράφον‐ ται ἑκάστου. Τὰ ἄνω φρόνει, μὴ τὰ ἐπὶ γῆς, ἵνα ἐπιτύχῃς τῶν ἐπαγγελιῶν τοῦ Πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς, καὶ συγκαταριθμηθῇς ἐν τοῖς ἐκλεκτοῖς τοῦ Υἱοῦ, καὶ εὐλογήσῃ σε τὸ Πνεῦμα τὸ Ἅγιον σὺν πᾶσι τοῖς Ἁγίοις αὐ‐
140τοῦ· ὅτι αὐτῷ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

9

(t)

Κεφάλαιον θʹ
1 Ἀγαπητέ, πρόσεχε σεαυτῷ, μήποτέ σε διδάξῃ ὁ Ὄφις ζηλοῦν τοὺς κα‐ ταφρονοῦντας τῆς ἑαυτῶν σωτηρίας καὶ λέγειν· οὐκ εἶ κρείσσων τῶν περι‐ πεσόντων τοῖς πάθεσι. Σὺ δὲ νόησον τὸ γεγραμμένον· ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ ξύλινα καὶ ὀστράκινα· καὶ ἃ
5μὲν εἰς τιμήν, ἃ δὲ εἰς ἀτιμίαν. Ἐὰν οὖν παρακούσῃς τοῦ Κυρίου, τὰ τῆς
ἁμαρτίας ἔργα ἐπιτελῶν, ἔσῃ σκεῦος ἄτιμον· εἰ δὲ τὰ τοῦ Κυρίου ἔργα πρά‐ ξεις, ἔσῃ σκεῦος ἐκλεκτόν, ἔντιμον, ἡγιασμένον, εὔχρηστον τῷ Δεσπότῃ, πρὸς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον. Πρόσεχε σεαυτῷ, παρακαλῶ, ὅπως καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ177
10μέλλοντι εὕρῃς ἔλεος παρὰ Κυρίου· ἐὰν δὲ μὴ προσέχῃς σεαυτῷ, καὶ ὧδε συντριβήσῃ κἀκεῖ οὐκ ἀναπαύσῃ. Τὰ γὰρ ἔξω τῆς εὐθείας ὁδοῦ γινόμενα, οὐδὲν ἔχει πλὴν κατάγνωσιν καὶ μετάμελον. Μὴ οὖν ζηλοῦ τοὺς καταφρο‐ νοῦντας τῆς ἑαυτῶν σωτηρίας καὶ τὸ σχῆμα μόνον περιποιοῦντας ἑαυτοῖς, ὅπως μὴ ὁμοιωθῇς στρατιώτῃ συσχεθέντι ὑπὸ τῶν ἐναντίων, καὶ τὴν μὲν
15σφραγῖδα ἔχῃς τοῦ βασιλέως· ἀψευδὴς γὰρ ὁ εἰπών· ἀμὴν λέγω ὑμῖν· πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρίας· φύλλοις γὰρ ἔοικεν τὸ σχῆ‐ μα, καρποῖς δὲ τὸ ἔργον. Οἱ τοῦ ἐπιγείου βασιλέως στρατιῶται αἵματα ἐκχέουσιν, ἵνα τῷ βασιλεῖ ἑαυτῶν ἀρέσωσιν· σὲ δὲ οὐ χρεία ἐκχέειν αἷμα, ἀλλὰ τὸ μὴ νικηθῆναι ὑπὸ τῆς ἁμαρτίας, ὅπως μὴ καρποφορήσῃς τῷ θανά‐
20τῳ. Νῆψον, ἀγαπητέ, νῆψον καὶ ὑπόμεινον ἐν τοῖς πόνοις. Οὐ γὰρ ἄδικος ὁ Θεὸς ἐπιλαθέσθαι τοῦ κόπου σου· ἀλλὰ καὶ ὑπὲρ τῆς σκοτίας, ἧς ἀνέχῃ ἐν τῷ κελλίῳ καθεζόμενος, ἐπιλάμψει σοι τὸ φῶς τῆς ἀληθείας· καθὼς γέγρα‐ πται· ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν. Ἀγωνίζου τὸν καλὸν ἀγῶνα178
25τῆς πίστεως, ὅπως νῖκος ἀράμενος κατὰ τοῦ Ἐχθροῦ προσκυνήσῃς τῷ Βα‐ σιλεῖ τῆς δόξης ἀνεπαισχύντως. Μὴ γὰρ μόνον τοὺς διὰ ξίφους θανόντας καὶ ἐπὶ τυράννων μαρτυρήσαντας στεφανοῖ ὁ Κύριος, ἀλλὰ καὶ τοὺς ἐν ἀσκήσει καὶ ἀγάπῃ εὐδοκιμήσαντας· ὥσπερ γὰρ ἐκεῖνοι διὰ τὸν Κύριον ὑπέμειναν τοὺς αἰκισμούς, οὕτω καὶ οὗτοι διὰ τὸν Κύριον ὑπέμειναν τὴν κακουχίαν
30καὶ τὴν ἄσκησιν. Πρόσεχε σεαυτῷ, μὴ γένηται ῥῆμα πονηρὸν ἐν τῇ καρδίᾳ σου. Μὴ συνθῇς τῷ πονηρῷ λογισμῷ· οὕτω γὰρ πέπονθέ τις τῶν ἀρχαίων, κρύψας ἐκ τοῦ ἀναθήματος ἐν τῇ σκηνῇ αὐτοῦ· ὁμοίως καὶ Γιεζὶ ὁ λειτουργὸς τοῦ προφήτου Ἐλισαιέ· καὶ οὐκ ἔλαθον τὸν Θεόν, ἀλλ’ οὐδὲ τοὺς ἀνθρώπους·
35κρυφᾶ γὰρ δράσαντες τὸ κακόν, ἐμφανῶς τὴν ἀντιμισθίαν ἀπέλαβον· τὸν μὲν πανοικὶ λιθασθέντα ὑπὸ παντὸς τοῦ λαοῦ, τὸν δὲ τὴν λέπραν κληρωσά‐ μενον ἅμα τῷ σπέρματι αὑτοῦ ἕως αἰῶνος. Ἀψευδὴς γὰρ ὁ εἰπών· Θεὸς οὐ μυκτηρίζεται· ὃ γὰρ ἐὰν σπείρῃ τις, τοῦτο καὶ θερίσει. Μάθε ὑπομονητικῶς, ἵνα διαφύγῃς τὰς συναντώσας βλάβας τοῖς μὴ ἡσυχάζουσιν. Ἄκουε τοῦ λέ‐179
40γοντος· τέκνον, ἐὰν σοφὸς γένῃ σεαυτῷ, σοφὸς ἔσῃ καὶ τῷ πλησίον· ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἀντλήσῃς τὰ κακά. Πόθεν ἡττᾷ ἡμᾶς ὁ ἐξεναντίας; Πόθεν καὶ πλεονάζει ἡμῶν τὰ πάθη; Οὐχὶ διὰ τὴν ἀπείθειαν ἡμῶν; Διδασκόμενοι γὰρ οὐ προσέχομεν, ἐλεγχόμε‐ νοι ἐπὶ διορθώσει πταισμάτων ἀρνούμεθα. Ἀνθρώπους κρύβομεν, Θεὸν δὲ
45καταφρονοῦμεν, οὐ πειθόμενοι τῷ λέγοντι· ἀμὴν λέγω ὑμῖν, ὅτι ἐὰν οὗτοι σιγήσωσιν, οἱ λίθοι κεκράξονται. Σοφίαν ἡμῖν ὑποβάλλει ὁ δεινὸς Ὄφις νι‐ κῆσαι διὰ τῶν λόγων τοὺς ἡμᾶς διορθοῦν βουλομένους, καὶ οὕτω ἡ ἁμαρτία πλεονάζει ἐν ἡμῖν, μὴ ἔχουσα τὸν ἀνταίροντα.
Συλᾷ σε ὁ Ἐχθρός σου, καὶ οὐ γινώσκεις, ὦ ψυχή μου; Τὰς ἐπιθυμίας180

9

(50)

αὐτοῦ κατεργάζεται ἐν σοὶ καὶ ἀνέχῃ; Φεῦγε αὐτοῦ τὰ φαῦλα συμβουλεύμα‐ τα, ὦ ἄνθρωπε. Μνήσθητι ὧν συνέθου Θεῷ, καὶ φύλαττε τὸν ἁγιασμόν, ὅ‐ πως εὕρῃς χάριν ἐνώπιον Κυρίου. Ἄκουε τοῦ λέγοντος· φεύγετε τὴν πορ‐ νείαν. Καὶ θέλεις γνῶναι πῶς χαλεπὴ ἡ πορνεία; Οὓς γὰρ οὐκ ἴσχυσαν δήγ‐ ματα ὄφεων θανατῶσαι ἐν τῇ ἐρήμῳ, τούτους ἡ πορνεία ἐν Μαδιὰν κατέ‐
55στρωσε, καὶ διὰ τῆς πορνείας καὶ θυσίαν εἰδώλων ἐσθίειν ᾑρετίσαντο· ὅθεν ἔ‐ πεσαν ἐκ τοῦ λαοῦ ἐν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες. Εἰ δὲ προελήφθης, μὴ ἔμμενε ἐν τῷ πτώματι, μὴ καταφρόνει ἐπὶ τῇ τοῦ Θεοῦ μακροθυμίᾳ καὶ ἀνοχῇ. Μνήσθητι ὅτι ὁ θάνατος οὐ χρονιεῖ. Μνήσθητι ὅτι οὐ δυνατόν σε ἐκφυγεῖν τὰς χεῖρας τοῦ Θεοῦ. Μὴ οὖν ἀμέλει, ἀλλὰ μετανόει, δάκρυσον,
60στέναξον, ὅτι ἐνεπαίχθης. Ἐὰν γὰρ καὶ ἡμεῖς τῇ λήθῃ παραδώσωμεν τὸ πταῖσμα, ἀλλ’ ὁ πλάσας ἡμᾶς Θεὸς ἑκάστου τὸ ἔργον ἐπίσταται. Μὴ οὖν ἀμέλει, ἀλλὰ στῆθι γενναίως κατὰ τοῦ Ὑπεναντίου καὶ ἔμφραξον τὴν διο‐
ρυγήν, δι’ ἧς συνήθως εἰσπορευόμενος ὁ Ἐχθρὸς ἐσύλησεν, ὅπως μὴ εὑρὼν ἐπιτηδείαν τὴν εἴσοδον ἀποστραφῇ ἄπρακτος· τὸ δὲ ἐμφράττειν τὴν διορυ‐181
65γήν ἐστι τὸ ἀπασφαλίζεσθαι τὰς αἰσθήσεις, δι’ ὧν εἰσπορεύεται ἐν τῇ ψυχῇ εἴτε ἀγαθὸν εἴτε πονηρόν, τὴν ὅρασιν, τὴν ἀκοήν, τὴν ὄσφρησιν, τὴν ἁφήν, τὴν γεῦσιν, καὶ τοὺς λογισμοὺς μὴ ῥέμβεσθαι ἔξω τοῦ πρέποντος. Ἐν νῷ ἔχε, ἀγαπητέ, τοὺς γίγαντας, τοὺς καταφθείραντας τὴν γῆν ἐν τῇ δυναστείᾳ αὑτῶν, ὡς ἐξήλειψεν αὐτοὺς ὁ Κύριος ἐν μιᾷ ῥοπῇ διὰ τοῦ κα‐
70τακλυσμοῦ ἀπὸ προσώπου τῆς γῆς, καὶ ἰσχὺς αὐτῶν οὐκ ὠφέλησεν αὐτούς. Ἀναλόγισαι τὴν γῆν Σοδόμων καὶ Γομόρρας, πῶς κατεστράφη διὰ τὴν ἁμαρτίαν τῶν κατοικούντων ἐν αὐτῇ, καὶ ἡ σπατάλη καὶ ἡ ὑπερηφανία οὐκ ὠφέλησεν αὐτούς. Φροντίσωμεν οὖν τῆς ἑαυτῶν σωτηρίας, ἀγαπητοί, μήπο‐ τε καταλάβῃ ἄφνω καὶ ἡμῶν τὸ τέλος, καὶ πορευθῶμεν ὄντες ἐν πολλῇ κα‐
75ταγνώσει. Τί δὲ ἡμῖν δοκεῖ περὶ τοῦ τελευτήσαντος, ὅτι μετὰ μίαν ἡμέραν
ἀνακάμψει εἰς τὸν οἶκον αὑτοῦ; Ἀλλὰ μετὰ ἐνιαυτόν; Ἀλλὰ μετὰ ἑκατὸν ἢ χίλια ἔτη; Τί οὖν τῶν μὴ μενόντων ἀντιποιούμεθα, καὶ μὴ παρερχομένων καταφρονοῦμεν; Εἰπὸν τῷ ὑποβάλλοντί σοι ἐπιθυμίας ῥυπαρὰς καὶ ἀκαθάρ‐ τους· ὦ Ἐχθρὲ τῆς ἀληθείας, ἵνα σὺ τὴν ἐπιθυμίαν ποιήσῃς, ἐγὼ αἰσχυνθῶ;182
80Ὕπαγε πρὸς τοὺς ὁμοίους σου ἀσελγεῖς. Ἀγέλην χοίρων ἐξῃτήσω σεαυτῷ; Καταποντίσθητι σὺν αὐτοῖς. Οὐκέτι ἕξεις με δοῦλον ὑπήκοον πρὸς τὰ βουλή‐ ματά σου. Ἀρκετός μοι ὁ παρεληλυθὼς χρόνος· ἀπὸ τοῦ νῦν τῆς ἀληθείας φροντίσω καὶ τὸν Θεόν μου ἱκετεύσω, ὅπως ῥύσηταί με τελείως τῶν ἔργων σου. Πνεῦμα γὰρ Ἅγιον δέδωκέ μοι, κἀγὼ τοῦτο παρώργισα· ψυχὴν καὶ
85σῶμα καθαρὸν δέδωκέ μοι, ἐγὼ δὲ ταῦτα ἐσπίλωσα. Οὕτως λέγε, ἀγαπητέ, τῷ ὑποβάλλοντί σοι ὀλέθρια πάθη. Ἔφη τις τῶν Ἁγίων· κυνὶ ἔοικεν ἡ πορνεία· ἐὰν κολακεύσῃς, προσμέ‐ νει σοι ἐὰν διώξῃς, φεύξεται. Ἄκουε τοῦ λέγοντος· καταμόνας εἰμὶ ἐγώ, ἕως οὗ παρέλθω· τουτέστι τῷ ἑαυτῷ προσέχειν ἕκαστον, ἄχρις οὗ ἐξέλθω‐
90μεν τὸν ἐνεστῶτα βίον. Πρόσεχε σεαυτῷ, παρακαλῶ, καὶ μὴ καταφρόνει τῆς σεαυτοῦ πολιτείας. Μὴ ἕνεκα μικρᾶς ἡδονῆς ἀπολέσης τοὺς καρποὺς τῶν πόνων σου, μηδὲ ἀκαθαρσίας χάριν προδῷς τὸν μισθὸν τῆς σῆς ἐργα‐ σίας, τὸν μισθὸν τῆς ἡσυχίας, τὸν μισθὸν τῆς ἀγρυπνίας, τῆς ἐγκρατείας καὶ τῶν λοιπῶν ἀρετῶν, ἀκαθαρσίας χάριν ἀπολέσῃς καὶ ὁμοιωθῇς τῷ βάλλοντι183
95τοὺς ἑαυτοῦ μισθοὺς ἐν βαλαντίῳ τετριμμένῳ. Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ· ἀλλὰ περίφραττε σεαυτὸν εἰς τὸν φόβον τοῦ Κυρίου. Ἄκουε ἅ φημι, ἀγαπητέ· ἐν κοσμικῷ βίῳ ὁ εὔλαλος μέγας ἀκούειν δοκεῖ, ἐν δὲ τῷ μοναδικῷ βίῳ ὁ ἀγαπῶν τὴν ἡσυχίαν μέγας ἐστὶ πρὸς τὸν Κύριον. Πάλιν, ἐν τῷ κοσμικῷ βίῳ ὁ φιλοκαλῶν τὸ σῶμα αὑτοῦ καὶ ἐξαλ‐

9

(100)

λάσσων ἱματίοις, δόξαν ἔχει ἀνθρωπίνην· ἐν δὲ τῷ ἐπαγγέλματι τούτῳ ὁ τούτων καταφρονῶν, προσέχων δὲ μόνον τῇ ἀναγκαίᾳ χρείᾳ τοῦ σώματος, δόξαν περιποιεῖται ἑαυτῷ ἐν τοῖς οὐρανοῖς, κατὰ τὸν λέγοντα· ἔχοντες δια‐ τροφὰς καὶ σκεπάσματα τούτοις ἀρκεσθησώμεθα. Πάλιν, ἐν τῷ κοσμικῷ
βίῳ ὁ μεγαλαυχῶν ἐπὶ τῇ τοῦ σώματος δυνάμει καὶ πλούτῳ μέγας δοκεῖ184
105ἀκούειν παρὰ ἀνθρώποις, ἐν δὲ τῷ ἐπαγγέλματι τούτῳ ὁ ἀγαπῶν τὴν τα‐ πείνωσιν ἐν ἀληθείᾳ ὑψοῦται παρὰ Κυρίῳ· καθὼς γέγραπται· τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεός, ἵνα καταισχύνῃ τοὺς σοφούς· καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεός, ἵνα καταισχύνῃ τὰ ἰσχυρά· καὶ τὰ ἀγενῆ τοῦ κό‐ σμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ Θεός, καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα
110καταργήσῃ· ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ Θεοῦ. Ἀγαπήσωμεν οὖν τὰ ἀρεστὰ Κυρίῳ, ὡς δοῦλοι εὔχρηστοι καὶ εὐγνώ‐ μονες· ἐὰν καὶ ἐπιβουλὰς κακούργων ὑποστῶμεν, ἐὰν καὶ ὑπὸ βαρβάρων συσχεθέντας ἀποδιδῶνται εἰς δουλείαν, μὴ ἀπελπίσωμεν τῆς ἑαυτῶν σωτη‐ ρίας· γέγραπται γάρ· ἐν θλίψει ἐπεκαλεσάμην τὸν Κύριον καὶ ἐπήκουσέ μου
115εἰς πλατυσμόν· ἀναλογιζόμενοι ἅμα ὅτι καὶ Προφῆται ἤχθησαν ἐν αἰχμαλω‐ σίᾳ, καὶ ἐν ἀλλοτρίᾳ χώρᾳ δουλείας καὶ κακουχίας ὑπέμειναν, ἡ δὲ διάνοια
αὐτῶν οὐκ ᾐχμαλωτεύθη ποτὲ ἀπὸ Θεοῦ· τὸ γὰρ πραθῆναι ἢ μὴ πραθῆναι τὸν ἔξω ἡμῶν ἄνθρωπον οὐ τῶν ἐφ’ ἡμῖν ἐστι· τὸ δὲ συγκοινωνῆσαι τῇ ἀσε‐ βείᾳ ἢ μὴ συγκοινωνῆσαι τὸν ἔσω ἡμῶν ἄνθρωπον τῶν ἐφ’ ἡμῖν ἐστιν. Ὅ‐185
120θεν οἱ Ἅγιοι τυράννους ἤλεγξαν καὶ θανάτου ἀπειλὰς κατεφρόνησαν, τῆς ἀρετῆς ἀντιποιούμενοι. Τοιγαροῦν καὶ ἡμεῖς τέκνα ὄντες, ἀγαπητοί, τῶν Προφητῶ καὶ κατ’ ἴχνος αὐτῶν βαίνοντες, τὴν τελείαν αὐτῶν πίστιν κτησώμεθα· διότι γέγρα‐ πται· ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν,
125ὅπως συνεισέλθωμεν ἅμ’ αὐτοῖς ἐν τοῖς ἐπουρανίοις, ἔνθα ἀπέδρα ὀδύνη, λύ‐ πη καὶ στεναγμός, ἐν τῇ λαμπρότητι τῶν Ἁγίων. Νήψωμεν δὲ προσευχόμε‐ νοι τοῦ μὴ εἰσελθεῖν εἰς πειρασμόν. Μελετήσωμεν τὰ λόγια τοῦ Ἁγίου Πνεύματος, ὅπως ἐγκύψωμεν ταῖς Γραφαῖς, καὶ βιβλίον ἐν χερσὶ μὴ κατέ‐ χοντες, ἐν νῷ ἔχωμεν τὰ λόγια τοῦ Θεοῦ.
130Ἐάν τις ἐξείπῃ σοι τοὺς ἑαυτοῦ λογισμούς, ἢ τὰ ἑαυτοῦ ἐλαττώματα
ἀνακαλύψῃ, μὴ ἐξουθένει τοῦτον τῇ διανοίᾳ, ὡς τὰ τοιαῦτα διαπραξάμενον· ἀλλὰ μᾶλλον θαύμαζε ἐπὶ τῇ τοῦ ἀδελφοῦ μεταβολῇ. τὸ γὰρ ἐκφαίνειν ἑκουσίως τινὰ τὰ ἑαυτοῦ πταίσματα ἀνδράσι πνευματικοῖς, σημαντικὸν βίου ἐπανορθώσεως· τὸ δὲ κρύπτειν, δηλωτικὸν ἐμπαθοῦς ψυχῆς. Οὐδεὶς γὰρ186
135συντρέχων κλέπταις καὶ τὸ μέρος αὑτοῦ μετὰ μοιχῶν τιθέμενος ἐξάγει τού‐ τους ποτέ, διότι φιλοστόργως διάκειται πρὸς τὸ πάθος. Χρὴ οὖν παρακαλεῖν τὸν ἀνατιθέντα μετὰ πάσης ταπεινοφροσύνης, καθὼς γέγραπται· σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. Λέγει γὰρ Κύριος διὰ τοῦ προφήτου Ἰεζε‐ κιήλ· καὶ σύ, υἱὲ ἀνθρώπου, εἰπὸν πρὸς τοὺς υἱοὺς τοῦ λαοῦ σου· δικαιοσύνη
140δικαίου οὐ μὴ ἐξελεῖται αὐτόν, ἐν ᾗ ἂν ἡμέρᾳ πλανηθῇ· καὶ ἀνομία ἀνόμου οὐ μὴ κακώσῃ αὐτόν, ἐν ᾗ ἂν ἡμέρᾳ ἀποστρέφῃ ἀπὸ τῆς ἀνομίας αὑτοῦ. Δῴη δὲ ἡμῖν ὁ Κύριος τὴν ἀπλανῆ ὁδὸν κατέχειν ἕως τέλους, τὴν στενὴν καὶ τεθλιμμένην· ὅπως ἐμφραγῇ τὸ στόμα τοῦ ἀντιδίκου ἡμῶν τοῦ Διαβό‐ λου, μὴ ἔχον λέγειν τι περὶ ἡμῶν φαῦλον. Ὅτι τῷ Θεῷ πρέπει ἡ δόξα εἰς
145τοὺς αἰῶνας. Ἀμήν.187

10

(t)

Κεφάλαιον ιʹ
1 Πρόσχωμεν ἑαυτοῖς, ἀγαπητοί, ὅτι πικροὺς ἔχομεν ἐχθροὺς καὶ ἀνε‐ λεεῖς, χαίροντας ἐπὶ πτώσει ἀνθρώπων, καὶ ταύτην μόνην ἔχοντας εὐφροσύ‐ νην. Ὅθεν οἱ ἅγιοι Πατέρες ἐπιστάμενοι τὰς καθ’ ἡμῶν αὐτῶν κακουργίας οὐκ ἠμέλουν, οὐκ ἐμετεωρίζοντο, ἀλλὰ προσεῖχον ἑαυτοῖς, καὶ ἑαυτοῖς προ‐
5σέχοντες καὶ Θεῷ εὐηρέστουν καὶ ἀνθρώπους ᾠκοδόμουν εἰς τὸ ἀγαθόν. Οἷος γέγονεν ὁ ἅγιος Ἀντώνιος, καθὼς καὶ ὁ ἅγιος Ἀθανάσιος, ὁ ἀρχιεπί‐ σκοπος, ἐμνημόνευσεν εἰς τὸν περὶ αὐτοῦ βίον γράψας· καὶ γὰρ ἀσκήσει πολλῇ καὶ συντονωτέρᾳ ἐκέχρητο· ἐνήστευε γὰρ ἀεί, τὸ δὲ ἔνδυμα εἶχεν ἔν‐ δον μὲν τρίχινον, ἐπάνω δὲ δερμάτινον, ἃ καὶ ἕως τελευτῆς τετήρηκε, μήτε
10τὸ σῶμα διὰ ῥύπον ὕδατι λούσας, μηδόλως τοὺς πόδας νίψασθαι ἢ κἂν ἁπλῶς ἐν ὕδατι αὐτοὺς χωρὶς ἀνάγκης ἐμβαλεῖν· ἀλλ’ οὐδὲ γυμνωθέντα τις αὐτὸν ἑώρακεν, οὐδ’ ὅλως τὸ σωμάτιον Ἀντωνίου ἑώρακέ τις γυμνόν, εἰ μὴ ὅτε τελευτήσας ἐθάπτετο. Καὶ πάλιν εἶπεν· εἰ καὶ μικρὰ ταῦτα πρὸς τὴν
ἀρετὴν ἐκείνου, ἀλλ’ ἄγε ἀπὸ τούτων λογίζεσθαι, ὁποῖος ἦν ὁ τοῦ Θεοῦ ἄν‐188
15θρωπος Ἀντώνιος, ὁ ἐκ νεωτέρου μέχρι τῆς τοσαύτης ἡλικίας ἴσην τηρήσας τὴν προθυμίαν τῆς ἀσκήσεως· καὶ μήτε διὰ τὸ γῆρας ἡττηθεὶς πολυτελείᾳ τροφῆς βρωμάτων, μήτε δι’ ἀτονίαν τοῦ ἑαυτοῦ σώματος ἀλλάξας τὸ σχῆμα τοῦ ἐνδύματος, ἢ κἂν τοὺς πόδας νίψας ὕδατι, καὶ ὅμως ἐν πᾶσι διέμεινεν ἀβλαβής· καὶ γὰρ καὶ τοὺς ὀφθαλμοὺς ἀσινεῖς καὶ ὁλοκλήρους εἶχε, βλέπον‐
20τας καλῶς. Καὶ ἵνα μὴ καθ’ ἓν λέγωμεν, πάντων τῶν ἐν ποικίλῃ τροφῇ καὶ λουτροῖς καὶ διαφόροις ἐνδύμασι χρωμένων, καὶ φαιδρότερος μᾶλλον αὐτὸς ἐφαίνετο καὶ πρὸς ἰσχὺν προθυμότερος. Ἡμεῖς δὲ τὰ χαυνοῦντα τὸ σῶμα ἐπινοοῦντες ἐν ἑαυτοῖς μετεωριζόμεθα, μὴ ἐννοοῦντες οἵους πικροὺς ἀντιδί‐ κους ἔχομεν· ὅθεν καὶ αὐτοὶ οἱ ἀντίπαλοι ὁρῶντες ἡμῶν τὴν τοσαύτην
25ἀπροσεξίαν προθυμότεροι καθίστανται καθ’ ἡμῶν, κατατοξεύοντες ἡμᾶς ἀεὶ τοῖς τῆς ἀσελγείας βέλεσι. Πρόσχωμεν οὖν ἑαυτοῖς, ὅπως ὁ Κύριος καταργήσῃ αὐτῶν τὰς καθ’
ἡμῶν ἐπιβουλάς. Ταῦτα δέ φημι, ἀδελφοί, οὐχ ὡς βίον καθαρὸν κεκτημέ‐ νος· ἐὰν γὰρ ἀποκαλύψῃ Κύριος τὰς ἐμὰς ἁμαρτίας πρὸ τοῦ παραπεμφθῆναί189
30με εἰς κόλασιν, ἡ αἰσχύνη τῶν ἔργων μου μέρος κολάσεώς μοι γενήσεται. Ἀλλὰ ταῦτα εἴρηνται ὑπ’ ἐμοῦ διὰ τῆς τοῦ Κυρίου χάριτος, ὅπως ὑμῶν ὠφελουμένων διὰ τῆς ἀγαθῆς συμβουλίας αὐτὸς ὁ εὐτελὴς μισθὸν τύχω τῆς ἐμῆς ἀγαθῆς συμβουλίας· καθάπερ γὰρ ὁ προτρεπόμενος ἐπὶ καταστροφῇ ψυχῶν, ἀπωλείας καὶ ὀλέθρου μερίδα εὑρήσει, οὕτω καὶ ἐπὶ διορθώσει συμ‐
35βουλεύων μερίδα ἀγαθὴν εὕρῃ παρὰ Κυρίῳ, ἐὰν ἀπόσχῃ καὶ αὐτὸς τοῦ λοι‐ ποῦ ἀπὸ τῶν ἀνωφελῶν. Ἐὰν σχῇς φιλίαν μετὰ ἀδελφοῦ, καὶ τὸ συνειδός σου καταγνῷ σου, ὡς βλάβος ψυχῆς ὑπομένον διὰ τῆς συναφείας, ἔκκοψον σεαυτὸν ἀπ’ αὐτοῦ. Εἴ‐ ρηκε γάρ τις τῶν Ἁγίων· μετὰ πάντω ἀγάπην, ἀπὸ πάντων ἀπέχου. Ταῦ‐
40τα δέ φημι, ἀγαπητέ, οὐχ ἵνα ἀνθρώπους μισήσῃς, ἀλλὰ τὴν ἁμαρτίαν. Γέ‐ γραπται γάρ· ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παρρησίαν ἔχομεν πρὸς τὸν Θεόν, ἵνα ὃ ἐὰν αἰτούμεθα λαμβάνωμεν παρ’ αὐτοῦ, ὅτι τὰς ἐντο‐
λὰς αὐτοῦ τηροῦμεν καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν· ἐὰν δὲ ἡ καρ‐ δία ἡμῶν καταγινώσκῃ ἡμῶν, μείζων ἐστὶν ὁ Θεὸς τῆς καρδίας ἡμῶν, καὶ190
45γινώσκει πάντα. Ἀδελφὸς ἀδελφὸν παρῄνει εἰς τὰ κατὰ Θεόν, παριόντος δὲ ἑτέρου, ἔφη ὁ παρακαλῶν πρὸς αὐτόν· ἰδοὺ παρακαλῶ τὸν ἀδελφὸν καὶ οὐ βούλεταί μου ἀκούειν· ὁ δὲ ἀπεκρίθη· ὀφείλει σου ἀκοῦσαι, συγχώρησον· παρὰ σοῦ γὰρ καὶ ἀκοῦσαι καλὸν καὶ ποιῆσαι χαρά ἐστι. Ὁ δὲ ἔφη· οὐχ οὕτως· ἐὰν

10

(50)

δοκιμάσῃ ὅτι οὐκ ἔστι κατὰ Θεόν, μή μου ἀκούσῃ· οὐ μόνον δὲ ἐμοῦ, ἀλλὰ μηδὲ προφήτου, ἐὰν παρὰ τὸ θέλημα τοῦ Θεοῦ συμβουλεύῃ· λέγει γὰρ ὁ Ἀπόστολος· ἐὰν καὶ ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται ἡμῖν παρ’ ὃ ἐλάβετε, ἀνάθεμα ἔστω. Τίνες γὰρ ὑπῆρχον οἱ ἐπαναστάντες κατὰ Σωσάν‐ νης ἐν Βαβυλῶνι; Οὐχὶ πρεσβύτεροι; Καὶ οὐχ ἁπλῶς πρεσβύτεροι, ἀλλὰ κρι‐
55ταὶ καὶ ἡγούμενοι τοῦ λαοῦ. Καὶ διὰ τὸ μὴ προσέχειν ἑαυτοῖς, οἵῳ τέλει ὑπέπεσον; Καὶ ἡ ἀξία αὐτῶν οὐκ ὠφέλησεν αὐτούς. Φροντίσωμεν οὖν, ἀδελφοί, τῆς ἀληθείας, ὅπως ἡ ἀλήθεια περικυκλώ‐
σῃ ἡμᾶς. Ὧδε γὰρ ἐάν τις φαύλως διαπραξάμενος διαβληθῇ τῷ ἄρχοντι, ἀποδρὰς εἰς ἑτέρους τόπους ἴσως σῴζεται· ἀπὸ δὲ τοῦ προσώπου τοῦ Θεοῦ191
60ποῦ φύγωμεν; Κατὰ τὸν λέγοντα· ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει. Ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ’ ὄρθρον καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης, καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με καὶ καθέξει με ἡ δεξιά σου.
65 Ἀγαπήσωμεν τὴν ἡσυχίαν, ὅπως ῥυσθῶμεν τῶν περισπασμῶν. Ἀγα‐ πήσωμεν τὴν ἐγκράτειαν ἐν ἀγάπῃ Θεοῦ. Ἀγαπήσωμεν τὴν ἁγνείαν καὶ τὴν ταπεινοφροσύνην. Ἐσώμεθα ταπεινοί, εὐπροσήγοροι καὶ μικροῖς καὶ μεγά‐ λοις, ὅπως ἐκφευξώμεθα τὴν κενοδοξίαν καὶ πάσας τὰς παγίδας τοῦ Διαβό‐ λου. Μισήσωμεν τὴν μέθην καὶ τὸν γέλωτα καὶ τοὺς ἀνωφελεῖς λόγους τῶν
70κακοφρόνων ἀνθρώπων. Πάντα γὰρ πράττουσι, πάντα ἐπινοοῦσι πρὸς τὸ μὴ ἀποτυχεῖν τῶν ἑαυτῶν ἡδονῶν. Σὺ δέ, ἀγαπητέ, ταῦτα φεῦγε, ὡς τῷ Θεῷ ἐπαγγειλάμενος ἀρέσαι· πάντα κατὰ Θεὸν πράττε. Θεὸς γὰρ οὐ μυκτηρίζε‐
ται, κατὰ τὸ λόγιον τοῦ Ἀποστόλου· ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει· ὅτι ὁ σπείρων εἰς τὴν ἑαυτοῦ σάρκα ἐκ τῆς σαρκὸς θερίσει φθοράν· ὁ192
75δὲ σπείρων εἰς τὸ πνεῦμα, ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον. Μὴ συ‐ νομίλει τοῖς ῥυπαροῖς λογισμοῖς, μήποτε κατάγωσί σε εἰς τὴν αἰσχρὰν αὐ‐ τῶν πρᾶξιν· ἀλλὰ τούτους βδελύσσου καὶ ἄπωσον, ὅπως γαληνιάσῃ σου ἡ διάνοια. Δεήθητι τοῦ Κυρίου, ὅπως φωτίσῃ σου τοὺς ὀφθαλμοὺς τῆς καρ‐ δίας· τὰ γὰρ παρὰ ἀνθρώποις ἀδύνατα παρὰ τῷ Θεῷ δυνατά. Ἑστὼς εἰς
80προσευχὴν μὴ μετεωρίζου, ἵνα μὴ εὑρεθῇς ὡς καταφρονῶν. Πρόσεχε σεαυ‐ τῷ, ἀγαπητέ, μήποτε θεωρῶν τοὺς ἐν τῷ νῦν αἰῶνι πλουτοῦντας, σπατα‐ λῶντας καὶ τὰς σάρκας αὑτῶν διατρέφοντας, ὡς ἐν ἡμέρᾳ σφραγῆς, μακαρί‐ σῃς αὐτοὺς διὰ τὴν πρόσκαιρον εὐθηνίαν· διότι οὐ πλούσιον, οὐ τρυφητήν, οὐ δυνάστην ἐμακάρισε τὸ Πνεῦμα τὸ Ἅγιον, πλὴν τῶν φοβουμένων τὸν
85κύριον· καθὼς γέγραπται· μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· καί,
μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον. Ἡγούμενόν σε κατέστησαν; Τῆς εἰρήνης γενοῦ, ὅπως ἀνοιγήσονταί σοι αἱ πύλαι τῆς βασιλείας τῶν οὐρανῶν, καὶ συνεισελεύσῃ ἅμα τοῖς ποιοῦσι τὴν εἰρήνην. Λέγει γὰρ τὸ Πνεῦμα τὸ Ἅγιον· ἀνοίξατε πύλας, εἰσελθέτω193
90λαός. Καὶ ποῖος λαός; Φυλάσσων δικαιοσύνην καὶ φυλάσσων ἀλήθειαν· ἀν‐ τιλαμβανόμενος ἀληθείας καὶ φυλάσσων εἰρήνην. Ὅθεν ἔλεγέ τις τῶν Ἁγίων γενέσθω εἰρήνη καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις μου. Ἄκουε δὲ καὶ τοῦ ἁγίου Ἰακὼβ λέγοντος· τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; Δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὑτοῦ ἐν πρᾳότητι σοφίας. Εἰ δὲ ζῆλον πι‐
95κρὸν ἔχετε καὶ ἐρίθειαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας· οὐκ ἔστιν ἡ σοφία αὕτη ἄνωθεν κατερχομένη, ἀλλ’ ἐπί‐ γειος, ψυχική, δαιμονιώδης. Ὅπου γὰρ ζῆλος καὶ ἐρίθεια, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα. Ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν, ἔπει‐ τα εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν, ἀδιάκρι‐

10

(100)

τος, ἀνυπόκριτος. Καρπὸς δὲ δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην. Δῴη δὲ ὑμῖν ὁ Κύριος τὴν ὁμόνοιαν κατὰ τὸ αὑτοῦ θέλημα. Εὔξα‐ σθε δὲ καὶ περὶ ἐμοῦ τοῦ οἰκτροῦ, παρακαλῶ, ὅπως φωτίσῃ ὁ Κύριος τὸν ἐν ἐμοὶ ἐσκοτισμένον ὀφθαλμόν. Ὅτι αὐτοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.194

11

(t)

Κεφάλαιον ιαʹ
1 Μὴ ὀλιγωρῶμεν, ἀδελφοί, δουλεύοντες ἀλλήλοις διὰ τὸν Κύριον. Πολ‐ λοὶ γὰρ παιδίσκης ἐρασθέντες ᾑρήσαντο δουλεύειν διὰ τὴν ποθουμένην. Τί γὰρ οὖν ἡμεῖς μέγα ποιοῦμεν, ἐάνπερ δουλεύωμεν ἀλλήλοις διὰ τὸν Κύριον; Μὴ ἀκηδέωμεν καθεζόμενοι ἐν τῷ κελλίῳ, ἀγαπητοί, μνημονεύοντες ὅτι οἱ
5ἅγιοι Μάρτυρες κατάκλειστοι ὑπῆρχον ἐν δεσμοῖς σιδηροῖς μετὰ πολλῶν βασάνων· μὴ οὖν ἀποφύγωμεν τὴν στενοχωρίαν τοῦ κελλίου· μὴ ἐκκακῶ‐ μεν ἐργαζόμενοι, μνημονεύοντες ὅτι πολλοὶ τῶν Ἁγίων ἐν τοῖς μετάλλοις παρεπέμποντο διὰ τὸν Κύριον. Ἆρα οὖν, εἰ εἴημεν ἡμεῖς ἐν τοῖς χρόνοις
ἐκείνοις, προδιδοίημεν τὴν ἑαυτῶν ζωὴν διὰ τὰς στρεβλώσεις; Ἆρα ἠρνού‐195
10μεθα τὴν ἑαυτῶν πίστιν διὰ τὰς ἀνάγκας; Μνησθῶμεν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου, τῶν εὐεργεσιῶν Κυρίου τοῦ Θεοῦ ἡμῶν, τοῦ πλάσαντος ἡμᾶς καὶ αὐξήσαντος ἡμᾶς, τοῦ τρέφοντος ἡμᾶς καὶ σκέποντος κατὰ πάντα, τοῦ ἐξάγοντος ἀνέμους ἐκ θησαυρῶν αὑτοῦ πρὸς διακονίαν ἡμῶν, τοῦ ἀνάγον‐ τος νεφέλας ἐξ ἐσχάτου τῆς γῆς πρὸς ὑπηρεσίαν ἡμῶν, τοῦ πληθύναντος
15πτηνά, κτήνη καὶ ἔνυδρα πρὸς ὑπηρεσίαν τοῦ γένους ἡμῶν, τοῦ ποιήσαντος τὸν ἥλιον εἰς φῶς ἡμέρας καὶ τὴν σελήνην καὶ τὰ ἄστρα εἰς φῶς τῆς νυκτὸς διὰ 〈τὴν ὑπηρεσίαν〉 τοῦ γένους ἡμῶν, καὶ σώσαντος ἡμᾶς διὰ τοῦ μυστη‐ ρίου τοῦ τιμίου αὑτοῦ σταυροῦ. Δουλεύσωμεν αὐτῷ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ καὶ ἐλπίδι ἀγαθῇ, ὅτι πάροικοι καὶ παρεπίδημοί ἐσμεν ἐν τῷ βίῳ
20τούτῳ, κατὰ τὸν λέγοντα· πάροικος καὶ παρεπίδημός εἰμι ἐν τῇ γῇ, καθὼς πάντες οἱ πατέρες μου. Παρακαλῶ ὑμᾶς ἐγὼ ὁ ἐλάχιστος, ὁ εὐτελής, ὁ τῶν μυρίων ταλάντων ὀφειλέτης, ὁ παντὸς ἁμαρτωλοῦ ἁμαρτωλότερος, ἀνέξασθε ταύτης τῆς καλ‐
λίστης συμβουλίας. Τηρήσατε ἑαυτοὺς ἀκαταγνώστους ἐν παντί, ὅπως ἦτε196
25ἀνεπαίσχυντοι. Εἰ δὲ καὶ κατέγνω τις ἑαυτοῦ ἔν τινι πράγματι, τοῦ λοιποῦ τηρείτω ἑαυτὸν ἀκατάγνωστον ὅπως μὴ σχῇ ὁ ἐξεναντίας λέγειν τι περὶ ἡμῶν φαῦλον, ὁ μισάνθρωπος, ὁ φθορεύς, ὁ ἀλλότριος, ὁ ἐχθρὸς τῆς δικαιο‐ σύνης, ὁ ἐπιχαίρων τοῖς κακοῖς ἡμῶν, ὁ ἀσθενὴς πρὸς τοὺς δουλεύοντας τῷ Κυρίῳ ἐν ἀληθείᾳ, ὁ ἐξουθενημένος ὑπὸ τῶν ἀγαπώντων τὸν Κύριον ἐν ἀλη‐
30θείᾳ, ὁ καταπατούμενος ὑπὸ τῶν ποιούντων τὸ θέλημα τοῦ Κυρίου ἐν καθα‐ ρᾷ καρδίᾳ. Ὅτι τῷ Θεῷ ἡμῶν ἡ δόξα καὶ ἡ μεγαλωσύνη εἰς πάντας τοὺς αἰῶνας. Ἀμήν.

12

(t)

Κεφάλαιον ιβʹ
1 Ἔμμενε οὖν, ἀγαπητέ, ἐν τῇ κλήσει ᾗ ἐκλήθης. Δὸς δόξαν τῷ Θεῷ, ὅτι κατηξίωσέ σε συγκαταριθμηθῆναι ἐν τοῖς προβάτοις τῆς ποίμνης αὑτοῦ, ἵνα διατραφῇς τῇ νομῇ τῶν προβάτων αὑτοῦ. Ὑπόμεινον οὖν ἄχρι τέλους, ὅπως σωθῇ σου ἡ ψυχή· γέγραπται γάρ· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσεσθε τὰς ψυχὰς
5ὑμῶν. Ἴσθι παιδευόμενος ἐν πάσῃ ἀναστροφῇ σου. Ἄκουε τοῦ λέγοντος· τέ‐ κνον, ἐὰν σοφὸς ἔσῃ, εὐφρανεῖς καὶ τὴν ἐμὴν καρδίαν. Μὴ γίνου τραχὺς ἐν γλώσσῃ σου, μηδὲ σκληρῶς ἀποκρίνου τῷ ἀδελφῷ σου, ἀλλὰ μετὰ πάσης ταπεινοφροσύνης καὶ φόβου Θεοῦ ἔστω σου ἡ φθογγή. Μὴ γὰρ ἀργυρίου ὠνοῦμεν τὸν καλὸν λόγον; Οὐδενὸς ἀγοράζομεν, εἰ μὴ ἐν τῷ θέλειν ἡμᾶς,197
10ὅτι τῶν ἀμφοτέρων ὁδῶν τὴν ἐξουσίαν δέδωκεν ἡμῖν ὁ Κύριος, ἵνα ἐπιγνω‐ σθῇ ἑκάστου ἡ διάθεσις. Οὕτως οὖν ἔστω ἡμῶν ἡ ἀπόκρισις πρὸς ἀλλήλους, ἐλεκτοὶ Θεοῦ, ὥσπερ δοῦλος πιστὸς προσομιλῶν τῷ ἑαυτοῦ δεσπότῃ. Ἀψευδὴς γὰρ ὁ εἰπών· πᾶς ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. Οἱ δὲ λόγοι ἡμῶν οἱ πρὸς ἀλλήλους μὴ ἔστωσαν περὶ
15ἐξωτικῶν πραγμάτων, ἀλλὰ περὶ ὠφελείας ψυχῆς, περὶ οἰκοδομῆς τῆς εἰς ἀλλήλους, περὶ κατορθωμάτων, περὶ παντὸς ἔργου ἀγαθοῦ· καθὼς γέγρα‐ πται· ὅπως ἂν δῷ χάριν τοῖς ἀκούουσι· καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ Ἅγιον, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. Ὅτι αὐτῷ πρέπει
δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.198