TLG 4138 025 :: EPHRAEM SYRUS :: De virtute (capita x)

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

De virtute (capita x)

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 2. Thessalonica: Το περιβόλι της Παναγίας, 1989: 111–141.

  • Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 1 Rome (1732) 216b–229.
  • Prooemium: pp. 111–113
  • caput 1: pp. 113–114
  • caput 2: pp. 114–116
  • caput 3: pp. 116–117
  • caput 4: p. 117
  • caput 5: pp. 118–119
  • caput 6: pp. 119–121
  • caput 7: pp. 121–126
  • caput 8: pp. 127–131
  • caput 9: pp. 132–134
  • caput 10: pp. 135–141

Citation: Chapter — (line)

t

Περὶ ἀρετῆς κεφάλαια δέκα

prol

(t)

Πρόλογος
1 Ἀναγκαῖον δὲ ἡγησάμην, ἀγαπητέ, καὶ τὰ τούτοις ἀκόλουθα ἐντάξαι ἐν τῷδε τῷ ὑπομνηστικῷ, ἵνα ὁ ἀναγινώσκων 〈δέηται〉 τοῦ Κυρίου περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ κατῃσχυμμένου τοῖς ἔργοις, ὅπως ἄφεσιν ἁμαρ‐ τιῶν δωρήσηταί μοι, καὶ ποιήσω καρπὸν εὐάρεστον αὐτῷ πρὶν ἐλθεῖν τὸ
5πρόσταγμα τὸ φοβερὸν τοῦ λαβεῖν τὴν ψυχήν μου ἀπὸ τοῦ σώματός μου· τότε τακήσεται πᾶσα περιβολὴ ἀνθρωπίνη. Οὐαὶ τότε τῷ προσκεκρουκότι Κυρίῳ τῷ Θεῷ ἡμῶν, καὶ μὴ μετανοήσαντι. Ἐπιζητήσει γὰρ τὸν χρόνον ὃν ἀπώλεσεν ἐν ἀμελείᾳ, καὶ οὐ μὴ εὕρῃ.
Κλαύσωμεν τοίνυν ἐνώπιον τοῦ Θεοῦ ἡμῶν, ἵνα εὕρωμεν οἰκτιρμοὺς111
10παρ’ αὐτοῦ. Ἕως καιρὸν ἔχομεν, φεισώμεθα ἑαυτοῖς καὶ ἐξευμενησώμεθα τὸν Κύριον. Οὐκ ἔστιν ἡμῖν περὶ χρημάτων ὁ ἀγών, ἃ καὶ ἐάν τις ζημιωθῇ, δύναται ἕτερα ἀντ’ αὐτῶν πάλιν κτήσασθαι. Περὶ ψυχῆς ὁ κίνδυνος, ἣν ἐὰν ἀπολέσωμεν, οὐκέτι ἀνακαλέσασθαι δυνάμεθα· κατὰ τὸ γεγραμμένον, τί ὠφεληθήσεται ἄνθρωπος, ὅταν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὑ‐
15τοῦ ζημιωθῇ; Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὑτοῦ; Μέλλει γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐλθεῖν ἐν τῇ δόξῃ αὑτοῦ, καὶ τότε ἀποδώσει ἑκά‐ στῳ κατὰ τὰ ἔργα αὐτοῦ. Εἰ τοίνυν ἀνταπόδοσίς ἐστιν, καὶ μηδὲν τῶν ἔρ‐ γων ἡμῶν λαθεῖν δύναται τὸν Θεόν, ἱνατί μὴ ἐργαζόμεθα τὸ ἀγαθόν, ἵνα ἀνταποδοθῇ ἡμῖν τὸ ἀγαθόν, καὶ ἀπεχόμεθα τοῦ κακοῦ, ἵνα μὴ καταλάβῃ
20ἡμᾶς τὰ κακά, καθὼς γέγραπται, ἀπέχου ἀπὸ ἀδίκου, καὶ οὐ φοβηθήσῃ, καὶ τρόμος οὐκ ἐγγιεῖ σοι; Αἰσχύνομαι λέγειν καὶ οὐ δύναμαι σιωπᾶν, διὰ τὴν ἀμέλειάν μου καὶ
τῶν ὁμοίων μου ῥᾳθύμων, ὅτι οἱ κατὰ τὸν κόσμον στρατιῶται, οἰκτρὰ δῶ‐ ρα παρὰ τοῦ βασιλέως λαμβάνοντες, προθύμως μέχρι θανάτου ὑπὲρ αὐτοῦ112
25κινδυνεύουσιν· πόσῳ μᾶλλον ἡμεῖς οἱ τοιαύτας ἐπαγγελίας ἔχοντες, ὀφείλο‐ μεν μὴ ὑπερδοῦναι τῷ ἔργῳ τῆς δικαιοσύνης, ἵνα διασωθῶμεν ἐκ τῆς μελ‐ λούσης κρίσεως. Μὴ ὡς ἐχθρᾷ χρησώμεθα τῇ ψυχῇ ἡμῶν, ἧς ἀντιποιεῖται ὁ Θεός. Ἐννοηθῶμεν ὅτι καύσωνα ἡλίου καὶ ὀξύτητα πυρετοῦ φέρειν οὐ δυνά‐ μεθα, καὶ πῶς τοῦ ἀσβέστου πυρὸς καταφρονοῦμεν; Ὁ δὲ Θεὸς ἐν τῇ βουλῇ
30αὑτοῦ ὁδηγήσῃ ἡμᾶς, καὶ τῇ χειρὶ αὑτοῦ τῇ κραταιᾷ σκεπάσῃ ἡμᾶς εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

1

(t)

Κεφάλαιον αʹ
1 μακαρία πόλις ὑπὸ εὐσεβῶν βασιλευομένη· καὶ πλοῖον ὑπὸ ἐμπείρων κυβερνώμενον· καὶ μοναστήριον ὑπὸ ἐγκρατῶν διοικούμενον. Οὐαὶ δὲ πόλει ὑπὸ ἀσεβῶν βασιλευομένῃ· καὶ πλοίῳ ὑπὸ ἀπείρων κυβερνωμένῳ· καὶ μοναστηρίῳ ὑπὸ φιληδόνων διοικουμένῳ. Καὶ ἡ μὲν πόλις πλησθήσεται
5βαρβάρων διὰ ἀσέβειαν τῶν κρατούντων, καὶ τὸ πλοῖον συντριβήσεται δι’ ἀπειρίαν τῶν κυβερνώντων, τὸ δὲ μοναστήριον ἐρημωθήσεται διὰ μισοπο‐ νίαν τῶν διοικούντων.113

2

(t)

Κεφάλαιον βʹ
1 Ἐὰν καθέζεις ἐν ὑποταγῇ πνευματικῶν πατέρων, οὐκ ἐν τῷ σὲ θερα‐ πεύεσθαι καὶ ἀκούειν λόγους κολακείας φαίνεταί σου τὸ ἑδραῖον τῆς πί‐ στεως· ἀλλ’ ὅταν ἀλεξούμενος καὶ τυπτόμενος ὑπομείνῃς. Καὶ θηρίον εἰκό‐ τως κολακευόμενον ἡμεροῦται καὶ πραΰνεται. Μὴ τοίνυν πικραίνου πρὸς τὸν
5παιδεύοντα, εἰ ἄραγε σκεῦος ἐκλογῆς βούλῃ γενέσθαι, ἀλλὰ εἰδὼς τὴν προ‐ κοπὴν τῆς ἐν Κυρίῳ ὑποταγῆς καὶ ταπεινοφροσύνης, ὅτι εἰς τοῦτο παρῆλθες, εἰ ἄρα ἐπιστάμενος τὴν δόξαν αὐτῆς ταύτην ἐπελέξω σεαυτῷ. Ὁ τῶν Ἁγίων βίος, ἀδελφέ, ἐν ταύτῃ φαιδρύνεται μεγαλυνθείς. Μωϋσῆς γὰρ ὁ θεράπων Κυρίου, εἰ γὰρ οὐκ ἐμαθήτευσε κατὰ τὸ δόγμα τοῦ
10Ἰοθόρ, ἀλλ’ ὅμως ὑπετάγη καὶ ἐδούλευσε, εἰ καὶ ἐν Αἰγύπτῳ τυγχάνων ἱκα‐ νῶς ἐπαιδεύθη. Καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ διὰ τῆς τελείας ὑποταγῆς ἠξιώθη τηλικαύτης δωρεᾶς, διάδοχος γενόμενος Μωϋσέως. Καὶ Σαμουὴλ ἐν ὑποτα‐ γῇ τυγχάνων Ἠλὶ τοῦ ἱερέως, φωνῆς Θεοῦ ἠξιώθη. Ἐλισαῖος δὲ διὰ ταύτης τὴν μηλωτὴν καὶ χάριν ἐδέξατο τοῦ ἑαυτοῦ διδασκάλου. Τί δὲ λέγω περὶ114
15ὁμοιοπαθῶν ἀνθρώπων; Αὐτὸς Θεὸς Λόγος ἐνανθρωπήσας ἐν ταπεινώσει καὶ ὑποταγῇ διῆξε, καθὼς ὁ Εὐαγγελιστὴς διδάσκει ἡμᾶς λέγων· καὶ ἦν αὐ‐ τοῖς ὑποτασσόμενος. Ὁ δὲ Ἀπόστολος πάλιν ἔφη· ἐταπείνωσεν ἑαυτόν, γε‐ νόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Ἀλλά γε καὶ κατὰ τὸν βίον, ὅσοι οὐ βούλονται ἀνέξασθαι τῆς ἀγαθῆς παιδείας τῶν γονέων,
20κινδυνεύουσιν οὐχ ἁπλῶς. Οἱ πλεῖστοι γὰρ τῶν ἐν πόλεσι κολαζομένων ὑπὸ ἀρχόντων δι’ ἀνυποταγὴν καὶ ἀπείθειαν καὶ σκληροτραχηλίαν ἀποτυμπανί‐ ζονται. Ἀλλά γε καὶ νεάνιδες, ὅσαι οὐ πειθαρχοῦσι ταῖς ἀγαθαῖς παραινέσε‐ σι, τῆς σωφροσύνης ἐκτὸς γενόμεναι, ἐν πλατείαις καὶ ῥύμαις ἑταιρίζουσαι,
ἀσέμνως καθυβρίζονται. Αἱ δὲ στοιχοῦσαι τῷ ἔργῳ, καὶ τῇ ἡσυχίᾳ καὶ τῇ115
25σωφροσύνῃ σχολάζουσαι, ὑπὸ μὲν ἀνθρώπων τιμηθήσονται, παρὰ δὲ Κυρίου δοξασθήσονται. Ἤρξω ἀγαθῆς προαιρέσεως; Ἐγκαρτέρει ἐν αὐτῇ, ἵνα μεγαλυνθήσῃ ὑπὸ Κυρίου μετὰ πραέων καὶ ταπεινῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

3

(t)

Κεφάλαιον γʹ
1 Ἐὰν μεσάσῃ ὁ ἀδελφός σου πάρεργον, καὶ συμβῇ αὐτὸν κακωθέντα ἐπιδέεσθαί σου τῷ ἔργῳ, ἀνάδεξαι τὴν φροντίδα, συγκοπιῶν τε τῷ πάσχοντι μετὰ πάσης ταπεινοφροσύνης. Μετὰ δὲ τὸ ἐπιλαβέσθαι αὐτὸν τῆς ὑγιείας, μὴ ἐπιθυμήσῃς τοῦ παρέργου τοῦ ἀδελφοῦ σου, μήπως ἐπάξῃς σεαυτῷ κα‐
5τάγνωσιν ὑπὸ Κυρίου καὶ ἀνθρώπων. Ἀλλ’ ἴσως ὑποβάλλει ὁ λογισμός, ὅτι οἰκονομία γεγένηται ἐν τούτῳ, ἵνα ἐκεῖνος κακωθῇ, κἀγὼ τοῦτο ἐπιτύχω. Διατί δὲ μὴ ἐλογίσω τὸ ἀγαθὸν ἐκεῖνο, ὅτι δήποτε οἰκονομία γέγονεν, ἵνα
φανῇς ὁποῖος εἶ τῇ προαιρέσει, φίλαυτος ἢ φιλάδελφος; Εἰ δὲ μετὰ τὸ ἀνα‐ σφαλῆναι ἑαυτὸν τῆς νόσου παραιτήσεται, ἐπιλαβοῦ τοῦ πράγματος μετὰ116
10συνειδήσεως ἀγαθῆς, τοῦ προεστῶτος ἐπιτρέποντος, ἵνα ἔχῃς μαρτυρίαν κα‐ λὴν ἐκ τῶν ἔξω. Χρῄζει γὰρ τῆς δικαιοσύνης ἡ εὐλάβεια. Περὶ γὰρ τοῦ ἁγιωτάτου Συμεών, τοῦ τὸν Σωτῆρα ὑποδεξαμένου εἰς τὰς ἀγκάλας, γέ‐ γραπται, ὅτι ἦν δίκαιος καὶ εὐλαβής.

4

(t)

Κεφάλαιον δʹ
1 Ἑδραίαν καρδίαν ἔχωμεν, ἀγαπητέ, ἡ γὰρ νωθεία ἀντίκειται τῇ ἀρε‐ τῇ. Μὴ τοίνυν ἐν τῷ συμβῆναι ἡμῖν μικρὰν ἀκηδίαν ὀλιγοψυχήσωμεν, ἀλλὰ βιασώμεθα ἑαυτούς, ὡς ἔμψυχος ὁδοιπόρος· τῷ τοιούτῳ γάρ, ὅταν συμβῇ μαλακία κατὰ τὴν ὁδόν, οὐκ ἐνδίδωσι τοῦ σκοποῦ τῆς μακροδίας, ἀλλὰ πα‐
5ρακαλεῖ ἑαυτόν, λέγων· ἔτι μικρὸν καὶ ἐλεύσεις ἐν τῷ καταλύματι καὶ ἀνα‐ παύσεις. Καὶ ὁ Κύριος βλέπων τὴν βίαν, παρέχει αὐτῷ ἰσχύν, τὴν ἀνωμα‐ λίαν κουφίζων. Ἡ γὰρ νωθεία καὶ ὀκνηρία πενίας εἰσὶ πρόξενοι, οὐ μόνον
τῶν κατὰ πνεῦμα χαρισμάτων, ἀλλὰ καὶ τῶν κατὰ σάρκα χρειῶν.117

5

(t)

Κεφάλαιον εʹ
1 Ἐὰν ἀπαντᾷς πρὸ πάντων ἐν τῇ συνάξει, καὶ καρτερῇς ἄχρι τῆς ἀπο‐ λύσεως, μηδὲ ἐν τούτῳ σε ἐπαράτω ὁ λογισμός, καθότι καὶ οἱ χειροτέχναι πολλὴν σπουδὴν καὶ ἀγρυπνίαν ἐπιτίθενται ἐν τῷ αὑτῶν ἔργῳ. Μηδὲ τὸ σῶ‐ μα παριστᾷς τῷ Κυρίῳ μόνον, ἀλλὰ καὶ τοὺς λογισμοὺς ἐπισύναξον ἐν καρ‐
5δίᾳ ταπεινῇ. Ἡ γὰρ ὑψηλοφροσύνη φωλεῷ ἔοικεν ἐν ᾧ ὁ Δράκων φιλοχω‐ ρεῖ, καὶ τὸν προσιόντα ἀναιρεῖ. Περὶ δὲ τοῦ μὴ μεθύσκεσθαι οἴνῳ, ἢ τοῦ μὴ συνδιατρίβειν γυναιξί, περισσόν μοι δοκεῖ σημᾶναι τῇ σῇ θεοφιλίᾳ, καθότι πᾶσι φανερὸν ἀλλότριον εἶναι τοῦτο τῆς ἀρετῆς. Ἀναγκαῖον οὖν μὴ μόνον ἐν τούτῳ τῷ μέρει ἐπιτηρεῖν τὰς ὁρμὰς τῶν δαιμόνων, ἀλλὰ μηδὲ μετὰ ἀρ‐
10ρένων συγκρούειν λόγους ἡδονικούς τε καὶ γυναικώδεις τοὺς ἐπ’ ὄλεθρον ἄ‐
γοντας τὴν ψυχήν· οὐ γὰρ ὡς πονηροῦ ὄντος τοῦ θήλεος, τὴν τούτου συντυ‐ χίαν ἀποποιούμεθα, ἀλλ’ ὡς εὔκολον τῷ Ἐχθρῷ διὰ τῆς γυναικῶν συντυ‐ χίας τε καὶ διατριβῆς καταστρέφειν ἡμᾶς, καὶ πρὸς παράβασιν ἄγειν Θεοῦ ἐντολῆς. Χρὴ οὖν ἡμᾶς πάντοθεν ἐπιτηρεῖν τὰς προσβολὰς τῶν πονηρῶν118
15πνευμάτων, θαρροῦντας τῇ πανοπλίᾳ καὶ δυνάμει τοῦ Ἁγίου Πνεύματος. Ὁ γὰρ τὴν μίαν πύλην ἀποκλείων τῷ ἐχθρῷ, δύο δὲ αὐτῷ ἀνοίγων, καὶ δοκῶν ἐν ἀσφαλείᾳ καθῆσθαι, ἀπατᾶται ὁ τοιοῦτος. Ἀναγκαῖον οὖν πανταχόθεν ἐπασφαλίζειν ἑαυτοὺς καὶ μὴ διδόναι ἀφορμὴν τοῖς ζητοῦσιν ἀφορμήν. Θεὸς γὰρ οὐ μυκτηρίζεται· καί, φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος· ᾧ ἡ
20δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.

6

(t)

Κεφάλαιον ϛʹ
1 Ἀδελφός τις καθεζόμενος ἐν ὑποταγῇ πνευματικῶν πατέρων, προσελ‐ θὼν ἑτέρῳ ἀδελφῷ εἶπε· βούλομαι ἐξελθεῖν τῶν πνευματικῶν μου πατέρων
καὶ κατ’ ἐμαυτὸν ἡσυχᾶσαι. Ὁ δὲ πρὸς αὐτὸν εἶπεν· ἄνθρωπός τις εἶχεν υἱόν, ὃν λαβὼν παρέδωκεν εἰς χεῖρας τεχνίτου, ἵνα διδάξῃ αὐτῷ τέχνην. Καὶ119
5ἦν ὁ παῖς μετέωρος περὶ τὸ ἔργον, καὶ μεθ’ ἡμέρας προσελθὸν τὸ μειράκιον τῷ ἑαυτοῦ πατρὶ εἶπε· πάτερ, ἆρόν με ἐκ τοῦ διδασκάλου μου, κατ’ ἐμαυτὸν γὰρ μᾶλλον τὴν τέχνην δύναμαι ἀναλαβεῖν. Εἶπε δὲ πρὸς αὐτὸν ὁ πατὴρ αὐτοῦ· εἰ γὰρ ὑφ’ ἑτέρων διδασκόμενος καὶ χειραγωγούμενος οὐδὲν μεμά‐ θηκας, καὶ κατὰ μόνας τί δύνασαι ποιῆσαι, ὦ τέκνον, μὴ μαθητεύσας, μήτε
10ὑποταγεὶς καθ’ ὃ δεῖ; Ὁρῶ σε, ὦ τέκνον, κακίζοντα περὶ τὴν μάθησιν τῆς ἑαυτοῦ τέχνης, καὶ φοβοῦμαι μήπως εἰκῇ κεκοπίακα εἰς σέ. Ἐπιλαβοῦ οὖν, καθ’ ὃ δεῖ, τῆς ἑαυτοῦ ἐργασίας, ὦ τέκνον, ὅπως τεχνίτης γενόμενος εὑρή‐ σῃς ἀνάπαυσιν σεαυτῷ· τοῖς γὰρ ἀπαιδεύτοις συναντᾷ θάνατος. Ὥστε οὖν καὶ ἡμεῖς, ἀγαπητέ, μὴ σπουδάσωμεν ἀπορρίψαι ἀφ’ ἑαυτῶν τὸν ζυγὸν τῆς
15ἐν Χριστῷ ὑποταγῆς, μήποτε οὐκ ἀρέσῃ Θεῷ, καὶ ἐμπεσοῦντες εἰς πειρα‐ σμὸν μὴ ᾖ ὁ βοηθῶν ἡμῖν. Ἡνίκα γὰρ ἀπέδρα Ἄγαρ παιδίσκη Σάρας ἀπὸ προσώπου τῆς κυρίας αὑτῆς, εὑρὼν αὐτὴν Ἄγγελος ἐκ τοῦ Θεοῦ εἶπεν
αὐτῇ· ἀποστράφηθι εἰς τὴν κυρίαν σου, καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐ‐ τῆς· ἡ δὲ πεποίηκεν οὕτω, καθὼς ἐλαλήθη πρὸς αὐτήν. Ὁπηνίκα δὲ ἦλθεν ὁ120
20καιρὸς αὐτῆς, ἀπελύθη μετὰ παρρησίας, μετὰ καὶ ἐφοδίων, ἅμα τῷ ἑαυτῆς υἱῷ, καὶ πλανωμένης αὐτῆς κατὰ τὴν ἔρημον καὶ μελλούσης ἀπόλλυσθαι τῷ δίψει ἅμα τῷ υἱῷ αὑτῆς τῷ Ἰσμαήλ, οὐχ ὑπερεῖδεν αὐτὴν ὁ Θεός. Χρὴ οὖν καὶ ἡμᾶς ὑπομένειν μακροθύμως τὰς θλίψεις, ὡς τῷ Κυρίῳ δουλεύοντας, καὶ οὐκ ἀνθρώποις. Ἐν ὑποταγῇ καθεζόμενοι μὴ ποιῶμεν ἔρ‐
25γα ἀνυποταγῆς, ἵνα μὴ πάθωμεν καὶ ἡμεῖς ὃν τρόπον πέπονθε Γιεζὶ ὁ λει‐ τουργὸς τοῦ προφήτου Ἐλισαίου· ἀλλὰ μᾶλλον διὰ τῆς ἐναρέτου ὑποταγῆς καρπὸν τέλειον ἀποδώσωμεν τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.

7

(t)

Κεφάλαιον ζʹ
1 Ἐάν τις προσέλθῃ σοι μυστικῶς λέγων, δῶμεν ἑαυτοῖς λόγον, ὥστε ἔ‐ χειν μετ’ ἀλλήλων ἀγάπην καὶ ὁμόνοιαν, ἵνα εἴ τι ἄν σοι εἴπω, ἀκούσῃς
μου δίχα πάσης ἀντιλογίας, εἶτα καὶ μετὰ τὸν ὅρκον, ἐὰν βουληθῇ κατα‐ στρέψαι σε εἰς ἁμαρτίαν, μὴ πείθου αὐτῷ, κἂν προσκομίσηται τὸ μεγαλεῖον121
5καὶ ἑαυτὸν ἐφαπλώσῃ χαμαί, πρὸς ἀθέτησιν ἐντολῆς Θεοῦ ἱκετεύων· μὴ λά‐ βῃς πρόσωπον κατὰ τῆς ψυχῆς σου· οἶδε γὰρ ὁ Διάβολος οὐ μόνον ταῦτα παρασκευάζειν, ἀλλὰ ἀπὸ Γραφῆς προσφέρειν, καὶ τὴν ἀσθένειαν τῆς σαρκὸς προβάλλεσθαι, καὶ ἕτερα πολλὰ μηχανᾶσθαι, ἵνα παραβάτην ἐντολῶν Θεοῦ τὸν ἄνθρωπον καταστήσῃ, ἵνα ἔχῃ τι καυχήσασθαι κατ’ αὐτοῦ. Ἀλλ’ ἡμεῖς
10ἐκ τῆς αὐτοῦ σπουδῆς καὶ ματαιοπονίας παιδευόμενοι, ἰσχυρογνώμονες ἐσό‐ μεθα πρὸς εὐσέβειαν. Εἰ γὰρ ἐκεῖνοι τὸ ἴδιον θέλημα τελεῖν βουλόμενοι, μᾶλ‐ λον δὲ τοῦ ἐνεργοῦντος αὐτοῖς Διαβόλου, τοσαύτην σπουδὴν καὶ τέχνην ἐπι‐ τηδεύουσιν, ἵνα τοῦ σκοποῦ μὴ ἀποτύχωσι, πόσῳ μᾶλλον χρὴ τοὺς τὸν πνευ‐ ματικὸν ἐπανῃρημένους βίον ἐπιστημονικωτέρους εἶναι καὶ νηφαλαίους,
15πρὸς τὸ μὴ καυχήσασθαι τὸν Διάβολον κατ’ αὐτῶν. Ἔδει μὲν οὖν μὴ ὀμό‐
σαι ὅλως, διὰ τὴν ἐντολὴν τοῦ Σωτῆρος ἡμῶν Θεοῦ. Καὶ τὸ νῦν συνανηρπά‐ γης τῷ λόγῳ; Μὴ καταφρόνει· ἧκας γὰρ εἰς χεῖρας κακῶν διὰ σὸν φίλον. Μὴ δῷς ὕπνον σοῖς ὀφθαλμοῖς, μηδὲ ἐπινυσταγμὸν τοῖς βλεφάροις, ἵνα σώζῃ ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὡς ὄρνεον ἐκ παγίδος. Ἀλλ’ ὅμως μὴ κατά‐122
20πιπτε τῇ διανοίᾳ, μηδὲ συγχύνου· ἔστι γὰρ ἐπανόρθωσις τῷ πράγματι, ἐὰν τοῦ λοιποῦ σχῇς πρὸ ὀφθαλμῶν τὸν Κύριον. Πρόσεχε οὖν σεαυτῷ· οὐ γὰρ εἶ ἔνοχος τῷ ὅρκῳ, ἐὰν μακρύνῃς σεαυτὸν τοῦ κακοῦ· αὐτὸς γὰρ ὁ τὸ εὐαγγέλιον κηρύξας ἐν τῷ κόσμῳ, δι’ ὑπερβολὴν φιλανθρωπίας, αὐτὸς ὁ Κύριος ἐνετείλατο τοῖς ἀνθρώποις μετανοεῖν καὶ ἀπέχεσθαι ἀπὸ πάσης
25ἁμαρτίας. Ὅρα οὖν μήπως τὰς ἡδονὰς ἑαυτῶν ἐπιτελεῖν βουλόμενοι τὸν ὅρ‐ κον προφασισώμεθα, ὡς οὐ δυνάμενοι ἔτι ὑπεξαιρεῖν ἑαυτοὺς τῶν δικτύων, φησί, τοῦ Ἐχθροῦ. Θεὸς οὐ μυκτηρίζεται, καὶ τοῖς βουλομένοις σωθῆναι χεῖρα ὀρέγει. Ἔκκλινον οὖν ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν, καὶ ἐν τούτῳ
τὸν λόγον τετήρηκας, κατὰ τὸν εἰπόντα· ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα123
30τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου. Εἰ δὲ βούλει ἵνα σε τε‐ λείως πληροφορήσω, ὅτι οὐκ εἶ ἔνοχος τῷ λόγῳ, ἐὰν φύγῃς τὰ κακά, ποιή‐ σῃς δὲ τὰ καλὰ καὶ ἀποστήσῃς σεαυτὸν ἀπὸ παντὸς ἀνθρώπου ἀτάκτως πε‐ ριπατοῦντος, ἄκουε παραβολήν, μᾶλλον δὲ ὑπόδειγμα. Ἄνθρωπός τις εἶχεν υἱόν· ὁ δὲ υἱὸς ἐτίμα τὸν ἑαυτοῦ πατέρα σφόδρα, καὶ ἐσπούδαζε τηρεῖν πά‐
35σας τὰς ἐντολὰς αὐτοῦ, καὶ ἦν θεραπεύων τὸν ἑαυτοῦ πατέρα κατὰ πάντα· ἕτερος δέ τις φθόνῳ φερόμενος ἐπὶ τῇ προκοπῇ τοῦ νεωτέρου, προσελθὼν λάθρα εἶπεν αὐτῷ· ὄμοσόν μοι κατὰ τοῦ πατέρος σου ὅτι ὃ μέλλω σοι λέ‐ γειν ποιήσεις καὶ φυλάξεις ἄνευ πάσης ἀντιλογίας. Ὁ δὲ οὐ καλῶς ποιῶν ὤμοσεν αὐτῷ. Εἶτα μετὰ τοῦτο εἶπε πρὸς αὐτόν· πορευθεὶς παρύβρισον τὸν
40πατέρα σου, καὶ κόψον αὐτὸν πληγαῖς, καὶ μηκέτι ἐντραπῇς τὸ πρόσωπον αὐτοῦ, καὶ πάντα ὅσα σοι διετείλατο μὴ ποιεῖν, ποίησον, καθότι ὤμοσάς μοι καὶ οὐ δύνῃ παρακοῦσαι τῶν ἀπὸ σοῦ μοι λεχθέντων. Ἆράγε ἀνέξεται ὁ υἱὸς τῆς τοσαύτης ἀφροσύνης, μᾶλλον δὲ δυσσεβείας, καὶ οὐ καταφρονήσει
τῆς παρανόμου αὐτοῦ συμβουλίας, διὰ τὴν τοῦ πατρὸς θεραπείαν; Καὶ πρὸς124
45αὐτὸν ἀποκριθήσεται λέγων· θεωρῶ σε ἄνθρωπον οὐκ ἀληθῆ ὄντα, ἀλλ’ ἐχθρὸν μὲν τοῦ πατρός μου καὶ τῆς ἐμῆς ψυχῆς ἐπίβουλον· ἀλλ’ οὐκ ἀπατή‐ σεις με, ὡς ὄφις τὴν Εὔαν τῇ πανουργίᾳ, οὐδὲ συγκλείσεις με πρὸς ἀσέβειαν τῇ πολυπλόκῳ σου κακίᾳ. Καί γε οὐ μέμψεταί με ὁ πατὴρ μὴ πειθαρχήσαν‐ τά σου τῇ δυσσεβείᾳ. Καταφρονῶ οὖν τῆς ἀθέσμου σου συμβουλίας διὰ τὴν

7

(50)

τοῦ πατρός μου θεραπείαν καὶ τῆς ἐμῆς ψυχῆς σωτηρίαν, καὶ τὰ ὦτά μου σφραγίζω τῷ σημείῳ τοῦ σταυροῦ ἵνα μηκέτι ὁ ἰὸς τῶν λόγων σου εἰσέλθῃ εἰς τὰς ἀκοάς μου, καὶ αὐτὴν τὴν συντυχίαν σου φεύξομαι διὰ τὴν ἐν σοὶ δολιότητα. Παραγγέλλει δὲ ἡμῖν καὶ ὁ Ἀπόστολος στέλλεσθαι ἡμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος· Θεὸς γὰρ ἐπὶ κακαῖς πράξεσιν οὐ
55θεραπεύεται. Μὴ τοίνυν ἀπάγου, ἀγαπητέ, ἀνδράσιν ἁμαρτωλοῖς, ἵνα μὴ παροργί‐ σῃς τὸν Πατέρα σου τὸν ἐν οὐρανοῖς, τὰ ἐναντία πράττων τῶν ἐντολῶν αὐ‐ τοῦ, καὶ μὴ ἔχῃς ἀπολογίαν ἐν ἡμέρᾳ κρίσεως. Διὰ γὰρ τῆς παραβάσεως
τῶν ἐντολῶν τοῦ ἁγίου Εὐαγγελίου τὸν Θεὸν παροργίζεις. Πρόσεχε σεαυτῷ,125
60τὸ πέρας τοῦ λόγου διὰ τοῦ Προφήτου διδασκόμενος· λέγει γὰρ ὁ Προφή‐ της· ὤμοσα καὶ ἔστησα οὐχὶ τοῦ παραβῆναι τὰς ἐντολάς σου καὶ πάντα τὰ κρίματά σου· ἀλλ’ ὤμοσα καὶ ἔστησα, λέγει, τοῦ φυλάξασθαι τὰς ἐντολάς σου καὶ πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου. Καὶ πάλιν λέγει· ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα. Καὶ ἐν τούτῳ ἐλέει
65Θεοῦ φεύξῃ μεγάλους πειρασμοὺς καὶ κινδύνους· ἐπὶ δὲ ἐκείνῳ ἐλεύσεται τὸ γεγραμμένον· ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται. Τοιγαροῦν ἀγάπην κτῆσαι καὶ ὁμό‐ νοιαν, μὴ τὴν δι’ ὅρκων καὶ κολακείας, ἢ τῶν λοιπῶν ἀπηγορευμένων ἐκβεβιασμένην, ἀλλὰ τὴν κατὰ Θεόν, τὴν ἐκ διαθέσεως ψυχῆς κατορθουμέ‐
70νην· ἐν ταύτῃ γὰρ οὐδὲν ἄδικον ἢ βεβιασμένον παρεμπίπτει. Καὶ ἔσται μετὰ σοῦ ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. ᾯ ἡ δόξα καὶ τὸ κράτος εἰς
τοὺς αἰῶνας. Ἀμήν.126

8

(t)

Κεφάλαιον ηʹ
1 Παραιτοῦ συγκάθισμα ἀνδρῶν αἱρετικῶν καὶ φιληδόνων λαλούντων μηδὲν πιστόν· δίκην γὰρ τοξευμάτων τιτρώσκουσι τὰς καρδίας οἱ λόγοι αὐ‐ τῶν. Εἶδόν τινας διαστρέφοντας τὰς ψυχὰς ἐν λόγοις. Τοὺς τοιούτους τάχα διὰ συμβόλων γονορρύεις ἢ λεπροὺς ὁ λόγος καλεῖ. Ὥσπερ γὰρ ὁ γονορρύης
5ἀκάθαρτον ποιεῖ κατὰ τὸν νόμον, ὅπου δ’ ἂν καθίσῃ ἢ προσιαλίσῃ, οὕτω καὶ τούτων τὸ ἀκάθαρτον ῥεῦμα τῆς ἐμπαθοῦς ψυχῆς καὶ ὁ προσιαλισμὸς τῶν λόγων ἐναγεῖς ποιεῖ τοὺς ὑποδεχομένους· τάχα δὲ καὶ τῷ τὴν ἁφὴν τῆς λέπρας περιφέροντι παρεικαστέον, καθὼς προείρηται, τὸ ἐμπαθὲς τῆς ψυχῆς αὐτῶν. Καὶ πᾶς μὲν ὁ χορὸς τῶν Ἁγίων ζώνην ἔσχεν τὴν περισφίγγουσαν
10τὴν ὀσφύν, τὸ στερρὸν τῆς πολιτείας ἐκφαίνουσαν· τὴν γὰρ πανοπλίαν τοῦ Ἁγίου Πνεύματος ἐκτήσαντο καὶ πάντοθεν ἦσαν περιεσφιγμένοι τῇ δυνάμει τοῦ Ἁγίου Πνεύματος. Τούτους δὲ ταύτης ὁρῶμεν τῆς δωρεᾶς γεγυμνωμέ‐
νους διὰ τῆς οἰκείας ἀμελείας, καὶ ὀσφὺς αὐτῶν οὐ περιέσφιγκται τῷ σώ‐ φρονι λογισμῷ, ἀλλὰ πάντα χαῦνα καὶ διαρρέοντα, τὰ ἤθη αὐτῶν καὶ οἱ λό‐127
15γοι καὶ αἱ πράξεις. Καὶ ὁ μὲν περὶ πίστεως νοσῶν λέγει· τί γὰρ βλάψει τὸ συμπεριφέρεσθαι παντὶ ἀνθρώπῳ, εἴτε ὀρθῶς πιστεύοντι, εἴτε κακῶς φρο‐ νοῦντι, τὸ ὑγιὲς τῆς πίστεως περιοδεύοντες; Οἱ δὲ περὶ τὴν γαστέρα ἀνασχο‐ λούμενοι καὶ περὶ τὰς ὑπογαστρίους ἡδονὰς ἐροῦσι· τί γὰρ βλάψει τὸ ἐσθίειν καὶ πίνειν καὶ τρυφᾶν; Κακὸν ἡ σωματικὴ ἐπιθυμία· κακὸν τὸ ἐπιθυμεῖν ἀλ‐
20λότριον ἢ κλέπτειν. Καὶ ὅταν ἐν τούτοις διελεγχθῶσι, πάλιν ἐροῦσιν· ὅτι ἀπὸ στενώσεως τοῦτο πεποίηκα· ἔκλεψα ἵνα ἐμπλήσω ψυχὴν πεινῶσαν. Τί τούτου τοῦ ῥήματος ἀκαθαρτότερον; Ἢ τί ταύτης τῆς λέπρας ἀσχημονέστε‐ ρον; Διὸ οὐ συγχωρεῖ ὁ λόγος τούτους τοὺς ἐναγεῖς λογισμοὺς ἐνδιατρίβειν ἐν τῇ παρεμβολῇ τῶν ἁγίων ψυχῶν, ὥσπερ οὐδὲ τοὺς κατεστιγμένους τῇ
25ἁφῇ τῆς λέπρας ἀφίησιν ὁ νόμος πῆξαι σκηνὴν ἐν μέσῳ παρεμβολῆς υἱῶν Ἰσραήλ. Καὶ γὰρ αἰσχρότατον ἀληθῶς ἀναμέσον λαμπρῶν καὶ ἁγίων νοη‐
μάτων διατρίβειν ἢ παρείσδυσιν διδόναι ἀκαθάρτοις λογισμοῖς. Τὸ χαῦνον δὲ καὶ ἀσχῆμον καὶ διαρρέον τῆς πράξεως αὐτῶν καὶ τὸ ἀναίσχυντον τῆς προαιρέσεως αὐτῶν καὶ τὸ ἀπαρρησίαστον καὶ ἀναπολόγητον τῶν ἔργων128
30αὐτῶν αἰνιττόμενος λέγει· καὶ ὁ λεπρὸς ἐν ᾧ ἐστιν ἡ ἁφή, τὰ ἱμάτια αὐτοῦ ἔσται παραλελυμένα, καὶ ἡ κεφαλὴ αὐτοῦ ἀκατακάλυπτος, καὶ περὶ τὸ στό‐ μα αὐτοῦ περιβαλέσθω, καὶ ἀκάθαρτος κικλήσκεται πάσας τὰς ἡμέρας, ὅσας ᾖ ἐπ’ αὐτὸν ἡ ἁφή, ἀκάθαρτος ὤν· ἀκάθαρτος ἔστω, κεχωρισμένος καθέσε‐ ται, ἔξω τῆς παρεμβολῆς ἔσται αὐτοῦ ἡ διατριβή· ἐκ τούτων εἰσὶν οἱ λέγον‐
35τες, φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν. Οὗτοι δὲ οἱ λόγοι ἀν‐ θρώπων ὑπάρχουσι πεπλανημένων ἀπὸ τῆς ἀληθείας, ἀλλὰ καὶ αἱρετικῶν τὸ φρόνημα. Οἱ γὰρ αἱρετικοὶ τὴν πλάνην αὐτῶν συστῆσαι βουλόμενοι, ἐκ τῶν θείων Γραφῶν χρήσεις τε καὶ μαρτυρίας προβάλλειν ἐπιχειροῦσι τοῦ διαστρέψαι καρδίας τῶν ὑπηκόων αὐτοῖς· πρὸς οὓς καλῶς καὶ μεγάλως
40ἀπεφήνατό τις τῶν Ἁγίων, οὕτως διδάξας καὶ φησί· Τοιαύτης δὲ τῆς ὑπο‐ θέσεως αὐτῶν οὔσης, ἣν οὔτε Προφῆται ἐκήρυξαν, οὔτε ὁ Κύριος ἐδίδαξεν, οὔτε Ἀπόστολοι παρέδωκαν, ἣν περὶ τῶν ὅλων αὐχοῦσι πλεῖον τῶν ἄλλων ἐγνωκέναι ἐξ ἀγράφων ἀναγινώσκοντες, καὶ τὸ δὴ λεγόμενον, ἐξ ἄμμου σχοινίον πλέκειν ἐπιτηδεύοντες, ἀξιόπιστα προσαρμόζειν πειρῶνται τοῖς εἰ‐129
45ρημένοις, ἤτοι παραβολὰς κυριακὰς ἢ ῥήσεις προφητικὰς ἢ λόγους ἀποστο‐ λικούς, ἵνα τὸ πλάσμα αὐτῶν μὴ ἀμάρτυρον εἶναι δοκῇ· τὴν μὲν τάξιν καὶ τὸν εἱρμὸν τῶν Γραφῶν ὑπερβαίνοντες, καὶ ὅσον ἐφ’ ἑαυτοῖς, λύοντες τὰ μέ‐ λη τῆς ἀληθείας· μεταφέρουσι δὲ καὶ μεταπλάσσουσι καὶ ἄλλο ἐξ ἄλλου ποιοῦντες ἐξαπατῶσι πολλοὺς τῇ τῶν ἐφαρμοζομένων κυριακῶν λογίων

8

(50)

κακοσυνθέτῳ φαντασίᾳ· ὅνπερ τρόπον εἴ τις βασιλέως εἰκόνα καλῶς κατε‐ σκευασμένην καὶ ἐπιμελῶς ἐκ ψηφίδων ἐπισήμων ὑπὸ σοφοῦ τεχνίτου, λύ‐ σας τὴν ὑποκειμένην τοῦ ἀνθρώπου εἰδέαν, μετενέγκῃ τὰς ψηφῖδας ἐκείνας καὶ μεθαρμόσῃ, ποιήσας μορφὴν κυνὸς ἢ ἀλώπεκος· καὶ ταύτης φαύλως κα‐
τεσκευασμένης, ἔπειτα διορίζοιτο καὶ λέγοι ταύτην εἶναι τὴν τοῦ βασιλέως130
55εἰκόνα ἐκείνην τὴν καλήν, ἣν ὁ σοφὸς τεχνίτης κατεσκεύασε, δεικνὺς τὰς ψηφῖδας τὰς καλὰς ὑπὸ τοῦ τεχνίτου τοῦ πρώτου εἰς τὴν τοῦ βασιλέως εἰκό‐ να συντελεσθείσας, κακῶς δὲ ὑπὸ τοῦ δευτέρου εἰς κυνὸς μορφὴν μετενεχθεί‐ σας· καὶ διὰ τῆς τῶν ψηφίδων φαντασίας μεθοδεύοι τοὺς ἀπειροτέρους τοὺς κατάληψιν μορφῆς βασιλικῆς οὐκ ἔχοντας, καὶ πείθοι ὅτι αὕτη ἡ σαπρὰ τῆς
60ἀλώπεκος εἰδέα ἐστὶν ἐκείνη ἡ καλὴ τοῦ βασιλέως εἰκών. Τὸν αὐτὸν δὴ τρόπον καὶ οὗτοι γραῶν μύθους συγκαττύοντες, διά τε ῥημάτων καὶ λέξεων καὶ παραβολῶν, ὅθεν καὶ πόθεν ἀποσπῶντες, μεθαρμόζειν βούλονται τοῖς μύθοις ἑαυτῶν τὰ λόγια τοῦ Θεοῦ. Ἱκανῶς τοιγαροῦν παιδευόμενοι διὰ τοῦ ὑποδείγματος, φύγωμεν τοὺς
65διεφθαρμένους λόγους τῶν αἱρετικῶν καὶ τῶν ἐν ἀσωτίᾳ ζώντων τὴν μίμη‐ σιν, κἂν δοκοῦσιν ἐκ τῶν Γραφῶν χρήσεις προβάλλεσθαι· ὅπως ὑγιαίνοντες τῇ τε πίστει καὶ πράξει τέλειον καρπὸν ἀποδώσωμεν τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ
Χριστῷ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.131

9

(t)

Κεφάλαιον θʹ
1 Μοναχὲ ταπεινέ, κατανόει τὸ σχῆμα ὃ ἠμφίεσαι, καὶ ἴδε πόση διαφορὰ μεταξὺ τούτου τε καὶ τοῦ κοσμικοῦ. Καὶ ἐπίστησόν σου τὸν νοῦν τί ἆρα τοῦ‐ το σημαίνει, δηλαδὴ ὅτι τῶν κοσμικῶν ἐθῶν τε καὶ πραγμάτων τὴν ἀποβο‐ λὴν δηλοῖ καὶ ἐπὶ τὴν πνευματικὴν ἐργασίαν τὴν ὑπόμνησιν φέρει. Μὴ οὖν
5ἀμέλει τῆς ἀρετῆς, ἀλλ’ ἐν πάσῃ δυνάμει ἐπιμελοῦ τοῦ ἁγιασμοῦ, καθότι ἐξελήλυθας ἐπὶ τούτοις ἐκ τοῦ κόσμου. Κτῆσαι οὖν σεαυτῷ τὴν ἁγνείαν, ἵνα ἐνοικήσῃ ἐν σοὶ τὸ Πνεῦμα τὸ Ἅγιον. Ἄκουε ἀγαθῆς νουθεσίας ἐν Κυρίῳ, ἀγαπητέ, καὶ μὴ καταφρόνει ταύτης, ἵνα εὕρῃς ἀνάπαυσιν ἐν σεαυτῷ. Μὴ προσσχῇς βδελυραῖς ἐπιθυμίας καὶ κολακείαις ματαίαις· μή τις σε ἀπατάτω
10κενοῖς λόγοις, καὶ μὴ ζηλοῦ ἐν κακοῖς, μηδὲ προσσχῇς πταίσμασιν ἀλλο‐ τρίοις. Σεαυτὸν ἁγνὸν τήρησον, καὶ εἰ μὲν ἤρξατο ἐμπιπρᾶν ἐν σοὶ ἡ τῆς ἁμαρτίας φλόξ, κατάσβεσον ταύτην διὰ τῶν δακρύων· σῴζει γὰρ ὁ Κύριος
τοὺς ἐπιστρέφοντας ἐπ’ αὐτόν. Ταῦτα οὖν αἴτησον σαυτῷ παρὰ Κυρίου, ἀγαπᾷ γὰρ Κύριος τοὺς ἐν ἁγιότητι δουλεύοντας αὐτῷ. Κτῆμα τίμιον ἡ132
15ἁγνεία ἐν ὀρθῷ λογισμῷ. Ἐὰν ταύτην ἀγαπήσῃς, ὑπὸ Κυρίου δοξασθήσῃ καὶ ἐν πᾶσιν εὐοδευθήσῃ. Ταῦτα ἀκούων ὅρα, μὴ ὁ Διάβολος καμμύσῃ τοὺς ὀφθαλμοὺς τῆς διανοίας σου λογισμοῖς ματαίοις· ἐκεῖνος γὰρ οὐ βοηθεῖς σοι, ὅταν ἕλκῃ ὑπὸ ἀγγέλων πονηρῶν, ὅπου γε οὐδὲ ἑαυτῷ δύναται βοηθῆσαι. Ἐκείνῳ γὰρ ἡ γέεννα ἡτοίμασται καὶ τοῖς ἀγγέλοις αὐτοῦ· σοὶ δὲ ἡ χαρὰ
20τοῦ παραδείσου ηὐτρέπισται, ἐὰν ἀποστήσῃς σεαυτὸν τῶν ἔργων αὐτοῦ. Ὁ Διάβολος χαίρει, ὅταν σὺ ἐν ἀσχημοσύνῃ διάγεις· λύπῃ δὲ αὐτῷ ἐστιν, ὅταν σὺ προκόπτῃς ἐν ἀγαθαῖς πράξεσι. Μὴ τοίνυν καταφρόνει τῆς προειρημένης ἀρετῆς, ἐν γὰρ τῇ ἐργασίᾳ αὐτῆς ὀλίγον κοπιάσεις· ἀλλὰ θάρσει, ὅτι ταχὺ φάγεσαι τῶν γεννημάτων
25αὐτῆς. Εἰ δὲ παραλογίσῃς ἐπωφελεῖς παραινέσεις, ἔσχατον μεταμεληθήσῃ, ἡνίκα συντρίβῃς σοι σάρκας σώματός σου, καὶ ἐρεῖς· πῶς ἐμίσησα παιδείαν
καὶ ἐλέγχους ἐξέκλινεν ἡ καρδία μου; Καὶ οὐκ ἤκουον φωνὴν παιδεύοντός με καὶ διδάσκοντός με, οὐ παρέβαλον τὸ οὖς μου; Παρ’ ὀλίγον ἐγενόμην ἐν παντὶ κακῷ, ἐν μέσῳ ἐκκλησίας καὶ συναγωγῆς. Μὴ οὖν ἀμελήσωμεν τῆς133
30ἑαυτῶν σωτηρίας, ἀγαπητέ, μηδὲ ζηλώσωμεν τοὺς ἐν ἀσωτίᾳ καὶ ὑπερηφα‐ νίᾳ καὶ ἀφοβίᾳ διάγοντας· αἰσχύνη γὰρ καὶ ὄνειδος καλύψαι μέλλει τοὺς μι‐ σοῦντας τὸν Κύριον. Αἱ ἡμέραι ἡμῶν τρέχουσι, καὶ τὸ τέλος ἐγγίζει· κλαύ‐ σωμεν ἐνώπιον Κυρίου τοῦ Θεοῦ ἡμῶν, πρὶν ἡμᾶς συγκλεισθῆναι ἐν σκότει ἐξωτέρῳ. Πῶς ἂν ἔχωμεν ζητεῖν ταύτας ἡμέρας μετὰ πολλῶν δακρύων,
35ἐάνπερ αὐτὰς ἐν κακοῖς διεξέλθωμεν, καὶ οὐδὲν οὐ μὴ ὠφελήσωμεν; Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας. Μακάριοι οἱ νήφοντες, ὅτι αὐτοὶ στεφανωθήσονται ἐν ἀγαλλιάσει. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι αὐτοὶ παρακληθήσονται μετὰ τῶν ἐκλεκτῶν τοῦ Θεοῦ. Μακάριοι οἱ κοπιῶν‐ τες ἐν Κυρίῳ, ὅτι ἡ τρυφὴ τοῦ παραδείσου αὐτοὺς μένει· ἧς γένοιτο πάντας
40ἡμᾶς ἐπιτυχεῖν πρεσβείαις πάντων τῶν εὐαρεστησάντων τῷ Κυρίῳ ἡμῶν
Ἰησοῦ Χριστῷ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.134

10

(t)

Κεφάλαιον ιʹ
1 Πνευματικὸν βίον μεταδιώξωμεν, ἀγαπητέ, ἵνα συνεργησάσης τῆς πράξεως τῇ πίστει, τέλειος ἐξ ἀμφοῖν εὑρεθῇ ὁ ἄνθρωπος. Πρὸς θεολογίαν δὲ τότε μόλις ἐπιτήδειοι ἐσόμεθα, ὁπηνίκα τὰ πάθη νικήσαντες ἐξορίσωμεν ἀφ’ ἑαυτῶν πᾶσαν προσπάθειαν βιωτικήν, καὶ μηδεμίαν πρόληψιν σχῶμεν
5κατὰ διάνοιαν· τότε γὰρ ἡ χάρις τοῦ Ἁγίου Πνεύματος ἀνάπαυσιν εὑροῦσα ἐν ἡμῖν, συνετίσασα φωτιεῖ τὰς καρδίας ἡμῶν, ὥσπερ λύχνον κατεσκευα‐ σμένον, βρίθοντα ἐλαίῳ καὶ στυππίῳ, ἐν ᾧπερ τὸ πῦρ περιδραξάμενον τῆς ὑποκειμένης ὕλης ἐξάψει τὴν λαμπάδα φαιδρύνουσαν ἀφθόνως καὶ τοὺς πα‐ ρόντας φωτίζουσαν. Εἰ δὲ ἔτι ὑπὸ παθῶν τυραννούμεθα καὶ ἐν αὐτοῖς ἐγκυ‐
10λινδοῦντες ἐπιχειροῦμεν τὰ ἀξιώματα, κινδυνεύομεν οὐχ ἁπλῶς, ἐφομοιω‐ θέντες λύχνῳ ἐστερημένῳ ἐλαίου καὶ τῆς καυστικῆς ὕλης, ὅστις οὐδὲ πρὸς βραχὺ δύναται φέρειν τοῦ πυρὸς τὴν θέρμην τε καὶ ἐνέργειαν. Χρὴ οὖν πρῶ‐ τον μὲν ἐπιμελεῖσθαι τῆς ἐπισκευῆς πρὸς ὑποδοχὴν τοῦ νοεροῦ φωτός, ἵνα
ἄξιοι γενώμεθα πνευματικῶν χαρισμάτων. Πνευματικὸν βίον διώξωμεν, ἵνα135
15γενόμενος ὁ νοῦς ὑπὸ τὴν ἐξουσίαν τοῦ Ἁγίου Πνεύματος ἁγιασθῇ, τό τε σῶμα διὰ τῆς τοῦ Πνεύματος μετοχῆς. Καθ’ ἑκάστην ἡμέραν αἰτησώμεθα παρὰ Κυρίου δάκρυα κατανύξεως, ἵνα κλαιόντων ἡμῶν περὶ τῶν ἁμαρτιῶν ἡμῶν ἀναθάλῃ ἡμῶν ἡ ψυχὴ τοῦ μαρασμοῦ τῶν ἁμαρτιῶν. Μὴ ἀμελήσω‐ μεν τῆς ἑαυτῶν ψυχῆς· σκάψωμεν περὶ αὐτὴν βάλλοντες κόπρια, ἵνα ἁπα‐
20λυνθεῖσα καὶ ἐμπυρωθεῖσα ποιήσῃ καρπὸν εὔχρηστον τῷ Δεσπότῃ· ἔχωμεν ἀντὶ δικέλλης τὴν παλαιὰν καὶ καινὴν Διαθήκην, καὶ ἀντὶ κόπρου τὴν θέ‐ μην τοῦ Ἁγίου Πνεύματος· ἐν τούτοις ἐπιμεληθῶμεν τῆς ψυχῆς, ποτίζοντες τοῖς δάκρυσιν, ἵν’ οὕτως γεωργουμένη καὶ τοῖς δάκρυσιν ἀρδευομένη ποιήσῃ τὸν ἐν δικαιοσύνῃ καρπόν, ἵνα μὴ ἀμελήσαντες εἴπωμεν καὶ ἡμεῖς ἐν τῇ
25ὥρᾳ τοῦ χωρισμοῦ μετὰ φόβου καὶ τρόμου, ὡς ὁ τῶν Ἀμαληκιτῶν βασι‐ λεύς· Εἰ οὕτω πικρὸς ὁ θάνατος; Ὁ Ἐζεκίας μὴ ἀμελήσας ἐν τῇ ὑγιείᾳ αὑ‐ τοῦ τοῦ ἔργου τῆς δικαιοσύνης, ἐν καιρῷ στενοχωρίας καὶ θανάτου εὕρετο παράκλησιν παρὰ Κυρίου· ἡνίκα γὰρ ἐδέξατο διὰ τοῦ Προφήτου τὴν τοῦ θα‐
νάτου ἀπόφασιν, ἀπέστρεψε τὸ πρόσωπον αὑτοῦ πρὸς τὸν τοῖχον, καὶ προ‐136
30σηύξατο πρὸς Κύριον λέγων· Μνήσθητι, Κύριε, ὡς ἐπορεύθην ἐνώπιόν σου μετὰ ἀληθείας ἐν καρδίᾳ ἀληθινῇ καὶ τὰ ἀρεστὰ ἐνώπιόν σου ἐποίησα. Καὶ ἔκλαυσε Ἐζεκίας κλαυθμῷ μεγάλῳ. Καὶ τί πρὸς αὐτὸν ὁ ἐλεήμων Κύριος; Εὐθὺς καὶ παραχρῆμα διὰ τοῦ Προφήτου ἀπέστειλε πρὸς αὐτόν, λέγων· Ἤ‐ κουσα τῆς φωνῆς τῆς προσευχῆς σου καὶ εἶδον τὰ δάκρυά σου, καὶ ἰδοὺ
35προστίθημι πρὸς τὸν χρόνον τῆς ζωῆς σου ἔτη δεκαπέντε, καὶ ἐκ χειρὸς βα‐ σιλέως Ἀσσυρίων σώσω σε, καὶ τὰ ἑξῆς. Ὁρᾷς ὁποῖον ἀγαθόν ἐστιν τὸ μὴ καταφρονητικῶς ζῆν, ἀλλ’ ἔχειν ἀεὶ πρὸ ὀφθαλμῶν τὸν φόβον τοῦ Κυρίου; μέγας φόβος καὶ τρόμος ἀπόκειται ἡμῖν. Φροντίσωμεν καὶ ἡμεῖς ἀγαθῶν πράξεων, ἵνα εὕρωμεν ὑπερασπιστὴν τὸν Κύριον ἐν καιρῷ ἀνάγκης καὶ θλί‐
40ψεως. Τῶν προειρημένων μὴ ἐπιλανθανόμενος, ἀγαπητέ, πρόσεχε σεαυτῷ καὶ φύλαξον τὴν ψυχήν σου σφόδρα, ἵνα τοῦ ζητουμένου μαργαρίτου μὴ ἀποτύχῃς. Ἀγάπα τὴν εὐλάβειαν καὶ τὴν ἐγκράτειαν, ὅπως ὠφεληθήσῃ
σφόδρα. Εἰ δὲ ἄρξη ἀδιαφορεῖν κραιπαλῶν καὶ μεθυσκόμενος, ἀφανισθήσῃ137
45ἅμα τοῖς ἐσθίουσι τὰς τρυφάς, καὶ ἐν μὲν πρώτοις τὴν χάριν τοῦ Θεοῦ ἐν τούτοις ἀποστρέψεις, δεύτερον δὲ καὶ ὑπὸ τῶν ὁρώντων σε ἐν τούτοις ἀναισχυνόμενος καταγνωσθήσῃ, τρίτον οὐδὲ τὸ αὐτὸ ἐργόχειρον ἑκάστου ἡμῶν ἐξαρκέσει πρὸς τοσαύτην δαπάνην. Ἐντεῦθεν λοιπὸν ἀναφύονται περι‐ σπασμοί, πραγματεῖαι, ψεύσματα, ἀδικίαι, ἀποδημίαι καὶ πρὸς τοὺς ὑπερέ‐

10

(50)

χοντας κολακεῖαι, καὶ ὅσα ὅμοια τούτοις. Ὅθεν μέγιστον καλὸν ἡ εὐλάβεια καὶ ἡ ἐγκράτεια. Ἡ μὲν γὰρ ἀδηφαγία καταλύει, ἡ δὲ ἐγκράτεια οἰκοδομεῖ. Ταῦτα δὲ ἀλλήλοις ἀντίκεινται, καὶ ἀνεμπεπλόκως ἔχουσι πρὸς ἄλληλα. Ἐὰν οὖν ἀγαπήσῃς τὴν εὐλάβειαν καὶ ἐγκράτειαν ὀρθῷ λογισμῷ, ὑψωθήσῃ ἐκ πάντων τῶν μερῶν· ἡ γὰρ εὐλάβεια ἐκδιδάσκει τὸ ἰδιάζειν κατὰ τὴν οἴ‐
55κησιν καὶ μὴ διατρίβειν ἐπὶ πολὺ ἔξω τοῦ κελλίου, μηδὲ συναναμίγνυσθαι τοῖς μάταια παραινοῦσιν. Ἀλλ’ οὐδὲ περὶ ἐσθῆτος λαμπρᾶς περισπασθήσῃ, οὐδὲ ἱμάτια πολλὰ κατατρίψεις, τῇ ἡσυχίᾳ σχολάζων· ἐν δὲ τῇ ἐγκρατείᾳ ὑπάρχων μὴ φροντίσῃς πολλῆς δαπάνης, τοῖς παροῦσιν ἀρκούμενος. Τριῶν γὰρ ἢ τεσσάρων ἢ πέντε παξαμητῶν καὶ ὀλίγου φακοῦ ἢ λοιποῦ ὀσπρίου ἢ
60λαχάνων τὴν ἀναγκαίαν χρείαν ἀποπληροῖς· καὶ ἐν πᾶσι τούτοις ἔχεις βοη‐ θὸν καὶ συνεργὸν τὸν Κύριον, πιαίνοντά σου τῆς ψυχῆς τὰς δυνάμεις τῇ ἀγαθῇ ἐλπίδι. Οἱ δὲ ἐκσυρέντες ὑπὸ τῶν ἀκολάστων ἐπιθυμιῶν, πᾶς ὁ βίος αὐτῶν ἐν φροντίδι· οὐ μὴν δὲ ἀλλὰ καὶ τῆς αὐτῆς μνήμης τοῦ Θεοῦ λήθην λαμβάνουσι· οὐ χεῖρον, οὐδέ ἐστιν χαλεπώτερον· διὰ γὰρ τῆς διηνεκοῦς138
65μνήμης τοῦ Κυρίου τὰ αἰσχρὰ πάθη ἀπὸ τῆς ψυχῆς ἀναχωροῦσιν, ὥσπερ κακοῦργοι, τοῦ στρατηγοῦ ἐπελθόντος· ὅθεν καὶ καθαρὸν οἰκητήριον τοῦ Ἁγίου Πνεύματος ἀποκαθίσταται. Ἔνθα δὲ μνήμη Θεοῦ οὐκ ἔστι, ἐκεῖ τὸ σκότος καὶ δυσωδία ἐπικρατεῖ, καὶ πᾶν φαῦλον πρᾶγμα ἐνεργεῖται. Λογίζομαι δὲ ὅτι ὡς βαθμοί τινές εἰσι τῆς κατὰ σάρκα ζωῆς καὶ τῆς
70ἐναρέτου διαγωγῆς· καὶ ὁ μὲν Διάβολος, ὁ τῆς κακίας ἐφευρετής, ἡδόμενος τῆς πάντων ἡμῶν ἀπωλείας κατανεύειν τὴν ψυχὴν ἐπὶ τὰ σαρκικὰ παρα‐ σκευάζει, κατ’ ὀλίγον καθέλκων καὶ κυλίων καὶ κατὰ κρημνοὺς φέρων τοὺς μὴ λίαν προσέχοντας, ἄχρις οὗ κατάξῃ εἰς αὐτὸν τὸν πυθμένα τοῦ ᾅδου, ξέ‐ νους καὶ ἀλλοτρίους ποιήσας τῆς τῶν οὐρανῶν βασιλείας. Ὅθεν ὁ Ἀπόστο‐
75λος, ὡς βαθμούς τινας ἐπὶ τὸν ᾅδην φέροντας ἀπαριθμῶν λέγει· φανερὰ δέ
ἐστι τὰ ἔργα τῆς σαρκός· ἅτινά ἐστι πορνεία, ἀκαθαρσία, ἀσέλγεια, εἰδωλο‐ λατρία, φαρμακεία, ἔχθραι, ζῆλοι, θυμοί, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις, φθόνοι, φόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις. Καὶ τί τούτων τὰ τέλη, δηλοῖ μετὰ πάσης σφοδρότητος λέγων· ἃ προλέγω ὑμῖν, καθὼς καὶ προεῖ‐139
80πον ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι. Διὰ τοῦτο ἀναγκαῖον ἐπὶ τὰ ἄνω ἀνατείνειν πᾶσαν ἡμῶν τὴν διάνοιαν, καὶ μὴ ἐᾶν αὐτὴν κάτω νεύειν ἐπὶ τὰ ἀπηγορευμένα. Εἰ δὲ καὶ ὑποσκέλισεν ἡμᾶς ὁ Ἐχθρὸς ἔν τινι, διαναστῶμεν ταχέως, ἵνα μὴ καθελκύσας ἡμᾶς καὶ ἐπὶ λοι‐ πὰ κακά, κατ’ ὀλίγον κυλίων καὶ φέρων ἡμᾶς πτῶμα ἐπὶ πτώματι, ἔσχατον
85καὶ πρὸς αὐτὸν τὸν βυθὸν τῆς ἀπωλείας καὶ ἀπογνώσεως καταστρέψει. Εἰ δὲ καὶ ἐπὶ πάντα τὰ ἀπηγορευμένα ἡμᾶς διήγαγεν ὁ Ἐχθρός, μὴ ἐπιμείνω‐ μεν τοῖς αὐτοῖς, μηδὲ ἀπογνῶμεν ἑαυτῶν· δυνατὸν γὰρ ὑπερβάλλεσθαι ταῦ‐ τα πάντα διὰ τῆς μετανοίας, καὶ ἐν αὐτῷ τῷ σκάμματι τῆς εὐσεβείας ἑστά‐ ναι. Τότε λοιπὸν θεωρῶν ὁ Κύριος τὴν μεταβολὴν καὶ εἰλικρινῆ ἡμῶν με‐
90τάνοιαν, καὶ ὅτι αὐτὸν μόνον ἐπιποθοῦμεν ἐν ὅλῃ καρδίᾳ καὶ τὰ ἀρεστὰ αὐτῷ ποιοῦμεν, οὐκέτι ὡς δούλοις λαλήσει πρὸς ἡμᾶς, ἀλλ’ ὡς φίλοις γνη‐ σίοις ἐπὶ τὰς τελειοτέρας καὶ ὑψηλοτέρας ἀρετὰς προσκαλέσεται ἡμᾶς λέ‐ γων· φίλε, προσανάβηθι ἀνώτερον, τουτέστιν ἐπὶ τὴν καλὴν ἄνοδον τὴν εἰς οὐρανοὺς ἀνάγουσαν, ἧς οἱ βαθμοί, πίστις, ἐλπίς, ἀγάπη, καὶ οἱ λοιποὶ καρ‐140
95ποὶ τοῦ Πνεύματος, καὶ πολῖται γενόμενοι τῆς ἄνω Ἱερουσαλὴμ χαρήσεται ἡμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ἡμῶν οὐδεὶς αἴρει ἀφ’ ἡμῶν. Κύριος δὲ ὁ Θεὸς ὁ παντοκράτωρ καὶ ἐν τῇ βουλῇ αὑτοῦ ὁδηγήσαι ἡμᾶς, καὶ τῇ χειρὶ αὑτοῦ τῇ κραταιᾷ σκεπάσαι ἡμᾶς. Οὐαὶ γὰρ καὶ ἀπώλεια ἀνθρώπῳ, ὃς ἐὰν μὴ ἔχῃ τὸν Θεὸν βοηθὸν αὑτοῦ, ὅτι οὐκ ἔστιν ἄλλος παρὲκ

10

(100)

Θεοῦ ζῶντος· ὅτι αὐτός ἐστι Κύριος οὐρανοῦ καὶ γῆς, καὶ πάντα, ὅσα ἂν θέ‐ λῃ, καὶ ποιεῖ ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω καὶ ἐν θαλάσσῃ καὶ ἀβύσσῳ· καὶ οὐκ ἔστιν οὐδεὶς ὃς ἀντιστήσεται τῷ βουλήματι αὐτοῦ. Αὐτῷ ἡ δόξα καὶ ἡ μεγαλωσύνη καὶ ἡ μεγαλοπρέπεια εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.141