TLG 4138 024 :: EPHRAEM SYRUS :: De virtute, ad novitium monachum (capita quattuor) EPHRAEM SYRUS Theol., vel Ephraem Graecus De virtute, ad novitium monachum (capita quattuor)
Citation: Section — (line) | ||
t | Περὶ ἀρετῆς πρὸς νεώτερον ἀσκητήν, κεφάλαια δʹ | |
prol(t) | Πρόλογος | |
1 | Ὁ Κύριος ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων ἐπιδημήσας τῷ κόσμῳ ἀγαπᾶν ἀλλήλους προσέταξεν ἡμῖν. Ἀγάπης δὲ ἔργον ἐστὶ καὶ τὸ παρακαλεῖν ἀλλή‐ λους ἐν φόβῳ Θεοῦ. Ἐπειδὴ οὖν ᾐτήσατο ἡ σὴ εὐλάβεια ἀκοῦσαι λόγον παρὰ τῆς ἐμῆς βραχύτητος, ἐπέδωκα ἐμαυτὸν διὰ τὴν ὑπακοὴν καὶ συνέργειαν | |
---|---|---|
5 | τῆς χάριτος τοῦ Χριστοῦ. Καὶ τὸ νῦν περὶ τῶν αὐτῶν ὑποθέσεων ἐνεχαράξα‐ μεν ἐν τῷδε τῷ ὑπομνηστικῷ. Εἴ τι οὖν εὕρῃς χρήσιμον, ἔνθου ἐν τῇ σῇ | |
διανοίᾳ, ὅπως καρποφοροῦντός σου τῷ Κυρίῳ σχῶ κἀγὼ μισθὸν τῆς συμ‐ βουλίας. Οὐκ ἐπιζητήσεις δὲ παρ’ ἡμῶν τῶν ἐν ἀδελφοῖς διατριβόντων λό‐ γων τέχνην, ἣν οὐκ ἐμάθομεν, οὔτε καλλωπισμὸν λέξεων, ὧν οὐκ οἴδαμεν· | 77 | |
10 | ἀλλ’ ἁπλῶς καὶ ἀληθῶς καὶ ἰδιωτικῶς τὰ ἐν ἀγάπῃ σοι γραφέντα μετὰ ἀγάπης δέξαι, καὶ αὔξησον αὐτὰ παρὰ σεαυτῷ, ἅτε ἱκανώτερος ἡμῶν τυγ‐ χάνων. Καὶ οἷον σπέρματα καὶ ἀφορμὰς λαβὼν παρ’ ἡμῶν, ἐν τῷ πλάτει τοῦ νοῦ σου, ἐπὶ πολὺ καρποφόρησον. Καὶ τὰ ὀλίγως καὶ ἀσθενῶς ὑφ’ ἡμῶν ἀπηγγελμένα δυνατῶς παράστησον τοῖς μετὰ σοῦ, ὦ φιλομαθέστατε, καὶ | |
15 | παραινέσεις αὐτοῖς φυλάξασθαι τὸν βυθὸν τῆς ἀγνοίας ἡμῶν, μήτε συγγρά‐ φειν εἰθισμένων πρὸς ἐπίδειξιν λόγων, μήτε λόγων τέχνην ἠσκηκότων. Ἀγάπης δὲ ἡμᾶς προτρεπομένης σοί τε καὶ πᾶσι τοῖς μετὰ σοῦ μηνῦσαι, καὶ ὡς ἡμεῖς πάλαι ἐφιλοτιμήθημεν ζητοῦντός σου μαθεῖν περὶ ἀρετῆς, ἐπεδώ‐ καμεν ἑαυτοὺς διὰ τῆς χάριτος, προγυμνασίαν λόγων ἀληθινῶν. Οὕτω καὶ | |
20 | αὐτὸς φιλοτίμως τοῖς λοιποῖς διακονήσεις κατὰ χάριν τὴν ὑπὸ τοῦ Κυρίου | |
σοι δεδομένην εἰς τὸ μηκέτι κατασύρεσθαι τοὺς ἀδελφοὺς ὑπὸ ἀπάτης. | 78 | |
1(t) | Ἀρχὴ τῆς πρώτης παραινέσεως | |
1 | Ἐὰν καθέζῃ ἐν ἐρήμῳ καταμόνας, τὴν ἄσκησιν καὶ προκοπὴν τῶν τε‐ λείων ἀναχωρητῶν ἐξίχνευε· εἰ δὲ ἐν κοινοβίῳ διάγῃς, τῶν κοινοβιακῶν κανόνων μὴ καταφρόνει. Ἑκάτερα γὰρ φυλαττόμενα ἐν ἑκάστῳ τάγματι ἐν καθαρᾷ συνειδήσει εὐπρόσδεκτα ἔσται Θεῷ. Καταμόνας τοίνυν καθεζόμενος, | |
5 | μὴ παραχάραττε τοὺς καλοὺς τύπους τῶν καλῶς προωδευκότων ἀναχωρη‐ τῶν, ἀλλὰ τύπον ὠφελείας πάρεχε σεαυτὸν τοῖς πᾶσιν, ἀνακρίνων ἀεὶ τὸ τοῦ Ἀποστόλου ῥητόν· πάντα μοι ἔξεστιν, ἀλλ’ οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλ’ οὐ πάντα οἰκοδομεῖ· μήποτε διὰ δικαιωμάτων παρασαλεύ‐ σῃ σε ὁ Ἐχθρὸς ἀπὸ τῆς ἰδίας στάσεως. Ἐν κοινοβίῳ καθεζόμενος, μὴ ἐκ‐ | |
10 | κλίνῃς τοῦ ἀποστολικοῦ καὶ ἐνθέσμου κανόνος. Τὰ γὰρ δοκοῦντα μικρὰ εἶ‐ ναι παροράματα, οὐ τὴν τυχοῦσαν βλάβην ἐμποιοῦσιν. Καλὸν τοιγαροῦν, καὶ πάνυ καλόν, τὸ μὴ ὑψηλοφρονεῖν, μηδὲ τὰ τῆς φιλαυτίας ἔργα πράσσον‐ | |
τα ὑπὸ κατάγνωσιν γενέσθαι. Πρέπον τοίνυν τῇ συνάξει ἀπαντᾶν ἅμα τοῖς ὁμοψύχοις ἀδελφοῖς, τῇ ἀγρυπνίᾳ, τῷ ἔργῳ χειρῶν, τοῖς παρέργοις, ὅπερ | 79 | |
15 | ἐστὶν σημεῖον μέγιστον ταπεινοφροσύνης· ὁμοίως τῇ τραπέζῃ, δίχα τῆς σω‐ ματικῆς ἀρρωστίας, καὶ μὴ κρατεῖσθαι θελήματι ἰδίῳ, ὅπερ ἐστὶν φυσήματι κενῷ. Χρὴ οὖν ἕκαστον τελειοῦν τὸ ἔργον, ὃ ἤρξατο οἰκοδομεῖν, μετὰ πάσης ταπεινοφροσύνης καὶ ὑπομονῆς. Τὸ δὲ ἀστατεῖν τοῖς ἤθεσιν καὶ περιφέρε‐ | |
20 | σθαι τῇ γνώμῃ ἀπὸ τόπου εἰς τόπον καὶ ἀπὸ ἔργου εἰς ἔργον ἀώριον τὸν καρπὸν ἀποκαθίστησιν, εἰ ἄραγε καρποφορήσει ὁ τοιοῦτος. Οὐκ ἐν ἑκάστῳ δὲ τόπῳ τὰς αὐτὰς προσβολὰς προσάγει ὁ πολέμιος κατὰ τοῦ ἀδελφοῦ. Ἀλ‐ λ’ ὅπου μὲν προκρίνει τιμᾶν διὰ δικαιωμάτων τὴν ξηροτάτην πολιτείαν καὶ τὸν ἀπεσκληρωκότα βίον, ὅπου δὲ φεύγειν τοὺς ἐπωφελεῖς τόπους παρα‐ | |
25 | σκευάζει, διὰ τὸ μὴ εἶναι, φησί, μικρὰν συγκατάβασιν πρὸς τοὺς ἀσθενεστέ‐ ρους, ὑπονοθεύει τὴν γνώμην, διαστροφὴν ἐπάγων τῷ ἀδελφῷ. Καὶ ἐν μὲν τῷ κοινοβίῳ καθεζόμενον, τὴν ἔρημον φαντάζεσθαι παρασκευάζει, πολλὴν οὖσαν ἐν τῷ τόπῳ ἡσυχίαν· ἐν δὲ τῇ ἐρήμῳ καθεζόμενον, ὡς αὐχμώδεις | |
καὶ ἀπαραμυθήτους τόπους, φεύγειν ὑποτίθησιν. Καὶ ταῦτα συνεχέστερον κι‐ | 80 | |
30 | νεῖ, ἵνα πανταχοῦ ἀσύστατον καὶ περιγέλαστον ποιήσῃ τὸν ἀδελφὸν καὶ μη‐ δεμίαν ἀρετὴν εἰς τελείωσιν ἀγαγεῖν. Ὥσπερ γὰρ ἐάν τις ἄρξηται πύργον οἰ‐ κοδομεῖν, καὶ ἀκηδιάσας περὶ τὴν οἰκοδομὴν εἴπῃ· στοὰν μᾶλλον οἰκοδομή‐ σω· καὶ ὡς ἄρξηται ὀρύσσειν τοὺς θεμελίους εἴπῃ πάλιν· βέλτιόν ἐστι κελ‐ λίον οἰκοδομῆσαι, καὶ τοῦτο ἀφήσει ἡμιτελές, ἀνόνητος εὑρίσκεται αὐτοῦ ὁ | |
35 | σκοπός· οὕτω καὶ μοναχὸς μὴ καρτερῶν ἐν τόπῳ ἑνὶ ἐν συνέσει πνευματικῇ, τέλειον καρπὸν ἀναδοῦναι οὐ δύναται. Ἐν κοινοβίῳ τοιγαροῦν καθεζόμενος τῷ κανόνι ἀκολούθει ἐν πάσῃ εὐλαβείᾳ καὶ φόβῳ Θεοῦ. Κἂν δὶς τῆς ἡμέρας ἐσθίειν παραδίδοται, μετάλα‐ βε τῶν σιτίων μετ’ εὐχαριστίας. Καὶ εἴ τι ποιοῦσιν οἱ εὐλαβέστεροι τῶν | |
40 | ἀδελφῶν, ποίει ἐν καθαρᾷ συνειδήσει, καὶ προκόψεις καλῶς ἐν Κυρίῳ. Εἰ δὲ ἔλθῃ εἰς διάκρισιν ὁ λογισμός, ὡς πολλὰ τὰ παρατιθέμενα ἐπὶ τραπέζης, ἀλ‐ λ’ ἐννοηθῶμεν, ὅτι οὐ διὰ τῆς ἡμῶν διαταγῆς ἡ παρασκευὴ γεγένηται· εἰ δὲ | |
πάλιν πενιχρὰ καὶ στενὰ τὰ εὐκαιρούμενα καὶ ἄρξηται δυσφορεῖν ὁ λογισμὸς ἐπὶ τούτῳ, λόγισαι ὅτι ἐκ τῆς δόξης Κύριος ἐνανθρωπήσας κριθίνους ἄρτους | 81 | |
45 | μεταλαβεῖν οὐκ ἀνηξίωσεν. Δεῖ οὖν ἐν συνέσει πνευματικῇ ἀπαντᾶν τῷ πολεμίῳ δι’ ἑκάστης μεθόδου πρὸς τὸ ἀποκρούσασθαι αὐτοῦ τὰς μαγγανείας διὰ τῆς σταυροφόρου δυνάμεως. Τὸ γὰρ ὑπὲρ μέτρον ἐγκρατεύεσθαι, ὡς οἶ‐ μαι, οὐκ ἐπαινετόν· καὶ τῆς προσηκούσης ἐγκρατείας καταφρονεῖν οὐ χρήσι‐ μον. Ὥσπερ γὰρ τὸ ἀπέχεσθαι ἐπὶ πολὺ τῶν διατεταγμένων σιτίων ἔκλυσιν | |
1(50) | καὶ ἀτονίαν πρὸς τὴν λειτουργίαν ποιεῖ, οὕτω καὶ τὸ ἀναβλύζειν τὸν λαιμὸν τοῖς βρώμασιν ὑπὸ κατάγνωσιν. Οὐαὶ γάρ, φησίν, οἱ ἐμπεπλησμένοι νῦν, ὅτι πεινάσετε. Ἀλλὰ καὶ διὰ τῆς ἀκρασίας ταῖς ὑπογαστρίαις ἡδοναῖς πεσεῖται ὁ ἀκρατής. Χρὴ οὖν εὐσεβῶς καὶ προσηκόντως κυβερνᾶν τὸ σῶμα. Ἐν τῇ ἐρήμῳ δὲ καθεζόμενος ἔχε ἀεὶ τὰς πρεπούσας ἀρετάς, τὸ ὀρθόδοξον καὶ τα‐ | |
55 | πεινὸν τοῦ φρονήματος, τὸ γρήγορον καὶ ἀδείλανδρον, τὸ ἀπερίσπαστον καὶ ἀφιλάργυρον, τὸ ὑγιὲς τῆς ἁγιότητος καὶ καρτερικὸν τοῖς πόνοις, τὸ παρα‐ | |
κλητικὸν πρὸς πάντας καὶ περὶ τὴν συγκατάβασιν ἀκριβές, τὸ ἀμετεώριστον τῆς διανοίας τῆς πρεπούσης Θεῷ, ὅπερ ἐστὶν παθῶν μείωσις καὶ δαιμόνων διωγμός, τὸ μὴ δεδιέναι σωματικὴν ἀρρωστίαν ἢ θανάτου παρουσίαν. Ἀλλ’ | 82 | |
60 | οὕτω μετ’ εὐφροσύνης προσδέχεσθαι τὴν ἔξοδον ὡς ἐκ μετάλλων ἢ ἐξορίας ἀνακαλεῖσθαι μέλλων ἐπὶ τὴν οὐρανῶν βασιλείαν, κατὰ τὸν εἰπόντα· ἐπιθυ‐ μίαν ἔχω τοῦ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι. Τὸν ἐν κοινοβίῳ καθεζόμενον τούτων χρὴ ἀντέχεσθαι· τὸ ὑπήκοον εἶ‐ ναι κατὰ Θεὸν δίχα πάσης ἀντιλογίας· τὸ συμπαθὲς καὶ ἀκενόδοξον, τὸ ἀφί‐ | |
65 | λαρχον καὶ ἀτιμητικόν, τὸ ἐν ἀγρυπνίαις καὶ προσευχαῖς εὔτονον, τὸ ἐν ἀσκήσει καὶ ἐργοχείρῳ καρτερικόν· φεύγειν καὶ σιωπᾶν καὶ ἡσυχάζειν· φεύ‐ γειν μὲν τοὺς αἱρετικοὺς καὶ φθοροποιοὺς ἀνθρώπους, σιωπᾶν δὲ τῶν ἀπη‐ γορευμένων καὶ Θεῷ μὴ ἀρεσκόντων, ἡσυχάζειν δὲ τῶν θορύβων καὶ βιωτι‐ κῶν πραγμάτων, μὴ περιέρχεσθαι ἀπὸ κελλίου εἰς κελλίον, μὴ προτιθέναι | |
70 | πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον, μὴ ἀκρίτως ἀποφθέγγεσθαι, μὴ θυμῷ ἢ μήνει δεδουλῶσθαι, μὴ ἐν ἱματίοις καλλωπίζεσθαι, μὴ τὴν σάρκα ἐκτρί‐ βειν πρὸς ὡραϊσμόν, μὴ ἀχαλίνωτον ἔχειν τὸν ὀφθαλμόν. Μὴ ὡς πανοῦργος ὀφθῆναι σπουδαζέτω, ἵνα μὴ εἰς κενοδοξίαν περιπέσῃ, ἥτις πρόξενός ἐστιν ἡδονῆς τε καὶ ὀργῆς καὶ λύπης· ἀλλὰ μᾶλλον ποιεῖν ἑαυτὸν ἁπλοῦν καὶ | 83 |
75 | ἀφελῆ τὰ πολλά. Τὸ φυλάσσειν τὸ σῶμα ἀπὸ ἁμαρτίας εἰς τὸ μὴ ψεύσασθαι τῷ Δημιουργῷ· δῶρον γὰρ προσηγάγομεν ἑαυτοὺς τῷ Κυρίῳ καὶ οὐκέτι ἔ‐ χομεν ἐξουσίαν τοῦ ἑαυτῶν σώματος. Εἴτε γὰρ στενούμεθα, εἴτε πολεμούμε‐ θα, ἀφέλκεσθαι τὸ δῶρον πρὸς ἴδιον θέλημα οὐ δυνατόν. Ὥσπερ γάρ, ἐάν τις εὐξάμενος εὐχὴν τῷ Θεῷ προσενεγκεῖν δῶρον Κυρίῳ, ὃ λαβὼν ὁ ἱερεὺς | |
80 | ἀναθῇ τε ἐν τῷ ναῷ, κἂν μεταμεληθείη μετὰ ταῦτα ὁ τὸ δῶρον προσενέγ‐ κας, οὐκέτι ἐξουσιάζει ἀφελεῖν τὸ δῶρον μετὰ τὸ προσενεγκεῖν αὐτὸ τῷ Κυρίῳ· εἰ δὲ καὶ λαθραίως ἐπιχειρείη τοῦ διακλέψασθαι, οὐχ ὡς τὸ ἴδιον ἀφελόμενος τοῦ ἐγκλήματος ἀπολυθήσεται, ἀλλ’ ὡς ἱερόσυλος κολασθήσε‐ ται· οὕτω καὶ οἱ τῷ Θεῷ ἀφιερώσαντες τὰς ἑαυτῶν ψυχὰς τοῦ ἰδίου σώμα‐ | |
85 | τος οὐκ ἐξουσιάζουσιν. Μακάριοι οἱ ταύτην τὴν ὁδὸν τηρήσαντες καὶ δικαιο‐ σύνην τιμήσαντες· χαίροντες γὰρ καὶ ὑμνολογοῦντες τὸν Θεὸν εἰς βασιλείαν οὐρανῶν εἰσελεύσονται· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. ᾯ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 84 |
2(t) | Παραίνεσις δευτέρα | |
1 | Προσεχετέον ἀπὸ κακῆς συμβουλίας. Ὥσπερ γὰρ δύο τινὲς λαμπρῶς περιβεβλημένοι βαδίζοντες ἐν αὐτῷ κατὰ τὴν ἀγοράν, καὶ ὁ μὲν εἷς μὴ προ‐ σέχων ἑαυτῷ, προσκόψας ἔπεσεν ἐν πηλῷ, καὶ τὴν ἔξαλλον στολὴν παν‐ τοίως ἠρήμωσεν, κινεῖ τοῦτον ὁ φθόνος, ὥστε τὸν πλησίον καταβαλεῖν ἐν | |
5 | βορβόρῳ, ἵνα μὴ αὐτὸς μόνος ἀσχημονῇ· οὕτω καὶ ἐνταῦθα, οἱ τῆς ἀρετῆς ἐκπεσόντες ἀγωνίζονται ὑποσκελίσαι τοὺς λοιπούς, ἵνα μὴ μόνοι ἐν ἀσχημο‐ σύνῃ διατελῶσιν. Λαλοῦσι ταπεινὰ καὶ ἀποκρίνονται γλυκέως, ἵνα τῆς σω‐ φροσύνης ἀποσπάσαντες ἐν ἁμαρτίαις τοὺς ὑπηκόους καταπτήξωσι. Καὶ οὐκ ἐντρέπονται πράσσοντες τὰ φαῦλα, ἀλλὰ προτρέπονται τῷ πλησίον, καί φα‐ | |
10 | σιν· τί ἡμᾶς βδελύσσῃ; Ἐπειδὴ ἁμαρτωλοί ἐσμεν, κατακρίνεις ἡμᾶς; Ὁ δεῖ‐ να καὶ ὁ δεῖνα, οἱ ἀκουόμενοι, οὐ τὰ αὐτὰ πράσσουσιν; Οὐκ οἶδας ὅτι τὸ πρᾶγμα τοῦτο πιπτέγειραί ἐστι; Καὶ οὐκ αἰσχύνονται ταῦτα λαλοῦντες· δια‐ τί; Ὅτι αὐτοὶ μὲν πεσόντες οὐ βούλονται διαναστῆναι· ἀλλὰ καὶ εἰς σκάνδα‐ λον τοῖς πολλοῖς καὶ εἰς πτῶσιν καὶ διαφθορὰν γεγένηνται· καὶ ὥσπερ δέ‐ | 85 |
15 | λεαρ ἐν ἀγκίστρῳ κέχρηται αὐτοὺς ὁ Διάβολος. Ὅτε δὲ ἄρχονται καὶ τοὺς ἁγίους Προφήτας τοῦ διαβάλλειν, τοῦ δελεάσαι ψυχὰς ἀστηρίκτους. Ὦ καρδία διεστραμμένη τῶν τοιούτων ἀνθρώπων. Ὦ στόμα πλῆρες κακίας καὶ δόλου. Ὦ λάρυγξ ἀνεῳγμένος τάφος, ἑτοῖμος διαφθείρων τοὺς ἐμπίπτοντας ἐν αὐτῷ. Δικαίως παραδίδονται εἰς πάθη ἀτιμίας, διότι τὴν | |
20 | γνῶσιν τοῦ Θεοῦ ἀπώσαντο. Ὅθεν καὶ ἐξωθήσονται ἀπὸ τοῦ Θεοῦ διὰ πλῆ‐ θος τῶν ἀσεβειῶν αὐτῶν, ὅτι δὲ οὐ Θεὸν ἐφοβήθησαν, οὐδὲ τῶν Χριστιανῶν εὐλάβειαν προετίμησαν, ψυχὰς νέων ἀπατῶντες. Διὰ τοῦτο φυλάσσου ἀπ’ αὐτῶν, ἀγαπητέ, μὴ καταφλέξωσί σε τοῖς | |
μαλακοῖς αὑτῶν λόγοις. Φεῦγε αὐτῶν τὴν συντυχίαν, ἵνα μὴ πικρανθῇς σὺ | 86 | |
25 | ἐπὶ χολῆς καὶ καταπέσῃς ἐπὶ δίστομον μάχαιραν, κατὰ τὴν ὑποθήκην τοῦ σαλομῶντος. Καὶ πᾶς μὲν ἄνθρωπος κηδόμενος τῆς τοῦ πλησίον σωτηρίας, θεασάμενος αὐτὸν διολισθήσαντα καὶ πεσόντα σπουδάζει τοῦ ἀνεγείρειν, τὸν δὲ ἑστῶτα περικρατεῖ τοῦ μὴ πεσεῖν. Οὗτοι δέ, ὡς λυμεῶνες, τοὺς μὲν ἑστῶτας περισπούδαστον αὐτοῖς ἐστι καταβαλεῖν, τοὺς δὲ πεσόντας καὶ χα‐ | |
30 | μαὶ κειμένους ἐπισφάττουσι διὰ τῆς ἀπογνώσεως. Καὶ ἀντὶ τοῦ λέγειν· ἀγα‐ πητέ, πρόσεχε σεαυτῷ, οὐδὲν ἀνώτερον φόβου Θεοῦ, οὐδὲν τιμιώτερον ἐνα‐ ρέτου βίου· ἥμαρτες, μὴ προσθῇς, ἀλλὰ καὶ περὶ τῶν προτέρων δεήθητί σου ἁμαρτημάτων· ἄρτι ὁμοῦ ἐσμεν, καὶ μετ’ ὀλίγον διαχωριζόμεθα ἀπ’ ἀλλή‐ λων· καὶ ἐὰν βλάψωμεν τὸν πλησίον, μέλλει ἡμᾶς στένων αἰτιᾶσθαι, λέγων· | |
35 | ὅτι με ἔβλαψεν ἡ συντυχία τοῦδε τοῦ ἀνθρώπου, εἴθε μὴ ἐγενόμην αὐτοῦ ἐν γνώσει· ἐσκανδάλισεν γὰρ τὴν ψυχήν μου. Πόσων κακῶν μοι αἰτία ἡ συνά‐ φεια αὐτοῦ! Ἐὰν δὲ ὠφελήσωμεν τὸν πλησίον ἐπ’ ἀγαθοῖς, μνήμην ἡμῶν | |
ποιούμενος λέξει· βοήθησον, Κύριε, τῷδε τῷ ἀδελφῷ, ὡς ἐβοήθησέ μοι διὰ τὸ ὄνομά σου, καὶ ἐστήριξέ μου τὴν ψυχὴν εἰς τὸν φόβον σου· καὶ μέλλοντός | 87 | |
40 | μου ἀπόλλυσθαι διέσωσε διὰ τῆς χάριτός σου. Οὗτοι δὲ τὰ ἐναντία φρονοῦν‐ τες ἀπατεῶνές εἰσι ψυχῶν· οὐ μόνον γὰρ αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδο‐ κοῦσι τοῖς πράσσουσιν. Ὅταν δὲ πάλιν θεάσωνταί τινα ἀπεχόμενον τοῦ μυ‐ σαροῦ ἔργου, προφάσεις ἀλόγους ἐπισωρεύουσι, λέγοντες· ὁ δεῖνα ψυχρᾶς κράσεώς ἐστιν· ἐλέγχονται δὲ καὶ ἐπὶ τοῦτο, μὴ ἐκ διαθέσεως ἀγαθῆς προ‐ | |
45 | σφέρειν τὰ τοιαῦτα. Εἰ ἄραγε τοῦτο ἦν κατὰ τὸν ἐκείνου σκοπόν, οὐκ ἔδει εἰπεῖν τὸν Ἀπόστολον· ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται· ἀλλ’ ἐχρῆν λέ‐ γειν· πᾶς ὁ ἀγωνιζόμενος, θερμῆς κράσεως τυγχάνων, πάντα ἐγκρατεύεται. Εἰ ἄρα οἱ μὲν ἐπεδέοντο τῆς ἐγκρατείας, οἱ δὲ οὔ, τίς τοίνυν τῶν φιλούντων τὸν Κύριον οὐ μέμψεται τὴν ματαίαν ὑπόνοιαν ταύτην; Τίνα γὰρ οὐ πολεμεῖ | |
2(50) | ὁ Ἐχθρός, καὶ θλίβει, εἴτε ἄρρενας εἴτε θηλείας; Ἀναγκαία τοίνυν ἡ ἐγκρά‐ τεια, πλὴν ἐν εὐσεβεῖ λογισμῷ. | |
Πρόσχωμεν τοίνυν ἑαυτοῖς, ἵνα μὴ κατάγνωσιν πολλὴν ἐνέγκωμεν ἑαυτοῖς, καὶ ἐν τῷδε τῷ βίῳ τυγχάνοντες καὶ μετὰ τὴν τοῦ βίου ἔξοδον. Ὁ γὰρ σήμερον εὐειδής, αὔριον ἀειδής· πολλῇ γὰρ ἀσθενείᾳ περίκειται τοῦτο | 88 | |
55 | τὸ σῶμα. Ὅθεν οἱ τὸν ἐνάρετον βίον ποθήσαντες, οὐ μόνον τῆς ἡλικίας αὐ‐ τῶν ἐπανθούσης ἐπαινεθήσονται, δι’ ἧς εἵλοντο σωφροσύνην, ἀλλὰ καὶ ἐν γήρᾳ ὑπερθαυμασθήσονται. Ὁ γὰρ σπόρος ὁ καλὸς οὐ μόνον ἐν τῷ τὴν πε‐ διάδα χλοηφορεῖν τέρπει τοὺς θεατάς, ἀλλὰ καὶ ὅταν αἱ χῶραι λευκαὶ ὦσιν πρὸς θερισμόν, καὶ τὸν ἄσταχυν κυρτὸν ἔχουσιν ἐπὶ τὴν γῆν νενευκότα. Εὐ‐ | |
60 | φραίνει γὰρ λίαν τοὺς ὁρῶντας. Κτῆμα οὖν μέγιστον βίος ἐνάρετος. Πρόσεχε οὖν μὴ παρασυρῆναι ὑπὸ ἀνθρώπων φιληδόνων, οἵτινες διαφόρως καταστρηνιῶντες μολύνουσιν τὰ ἑαυτῶν σώματα, κατὰ τὸν λέγοντα· τὰ γὰρ κρυφῇ γινόμενα ἀπ’ αὐτῶν, αἰσχρόν ἐστι λέγειν. Ἀλλὰ καὶ Παροιμιαστὴς ἐλέγχων τὴν ἄθεσμον πρᾶξιν, | |
65 | λέγει· τοιαύτη ὁδὸς γυναικὸς μοιχαλίδος, ἣ ὅταν πράξῃ, ἀπονιψαμένη οὐδέν | |
φησιν πεπραχέναι ἄτοπον. Οὕτω καὶ οὗτοι τῇ συνηθείᾳ τῶν ἁμαρτημάτων ἀγόμενοι τὰ αἴσχιστα πράττοντες καταφρονοῦσιν, ὡς μηδὲν πεπραχότες κα‐ κόν, ἅπασαν τὴν σπουδὴν ἔχοντες πρὸς διαβολικὴν ἐπιθυμίαν, ὅταν δὲ μάλι‐ στα καὶ τὰς ἁγίας Γραφάς, ὡς ἐν τάξει γελοίων, σκώπτουσιν· ὧν τὸ κρῖμα | 89 | |
70 | ἔνδικόν ἐστιν. Οὗτοι καὶ ἐν καπηλείοις ἔχουσι τὰς διατριβάς, εἰς μέθην τὸν οἶνον πίνοντες· ὅθεν καὶ ἡ εὐλάβεια καὶ ἡ σωφροσύνη ἐβδέλυκται παρ’ αὐ‐ τοῖς. Ἀλλὰ καὶ τῶν ἐν ἐσχάτῃ κακίᾳ ἀναστρεφομένων δημοτῶν ἀναιδέστε‐ ροι οὗτοι μᾶλλον τυγχάνουσιν. Ἐν ἀληθείᾳ πένθους καὶ κλαυθμοῦ ἄξιον τοῦτο, ὅτι τὴν λαμπρὰν καὶ ἐπίδοξον ἀρετὴν εἰς τοσαύτην εὐτέλειαν κατη‐ | |
75 | γάγομεν. Ὁ δὲ Θεός, ὁ μέγας καὶ φιλάνθρωπος, ὁ πλούσιος ἐν ἐλέει καὶ δυ‐ νατὸς τοῖς ἔργοις, ἀντιλάβοιτο τῆς ἀσθενείας ἡμῶν, καὶ συντρίψοι τὸν Σα‐ τανᾶν ὑπὸ τοὺς πόδας ἡμῶν, καὶ δοίη ἡμῖν ἰσχὺν καὶ σύνεσιν πνευματικήν, ἵνα ἐν ἀληθείᾳ τὸν ἐπίλοιπον ἡμῶν χρόνον καταβιώσαντες εὕρωμεν χάριν παρ’ αὐτοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τῇ μεγάλῃ καὶ φοβερᾷ τῆς κρίσεως. Ὅτι | |
80 | αὐτῷ ἡ ἐξομολόγησις καὶ δυναστεία καὶ τὸ κράτος εἰς πάσας τὰς γενεὰς | |
τῶν γενεῶν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Γίνου τοιγαροῦν φρόνιμος ὡσεὶ ὄφις καὶ ἀκέραιος ὡς περιστερά, διότι μέσον λύκων διατρίβεις. Νόει ἃ λέγω, ἀγαπητέ. Μὴ φοβηθῇς τεθνᾶναι ὑπὲρ Χριστοῦ· κἂν πνιγμός σοι ἐπέλθῃ, κἂν μάχαιρα, κἂν εἰς λάκκον σε ἐπεμβα‐ | 90 | |
85 | λοῦσιν, εἴτε εἰς ῥεῦμα ποταμοῦ, εἴτε εἰς βυθὸν θαλάσσης, μὴ προδῷς τὴν σωφροσύνην δι’ ἀνθρώπινον φόβον, ὃς μετ’ ὀλίγον εἰς κονίαν καταλύσῃ. Μὴ καταφρονήσῃς τῆς ἐντολῆς τοῦ Θεοῦ, κἂν γὰρ μὴ πάρεισιν οἱ ἐλέγχοντες, ἀλλ’ οὐδὲν λάθῃ Κύριον, τοῦ Ἄβελ ἔκδικον. Εἴτε οὖν ἐν κοινοβίῳ διάγεις, εἴτε ἐν ἐρήμῳ, τῆς ἁγνείας καὶ σωφροσύνης μὴ καταφρόνει· ἅγιοι γὰρ ἔσε‐ | |
90 | σθαι, διότι ἐγὼ ἅγιός εἰμι, ἔφη ὁ Κύριος· καὶ ὁ ταπεινῶν ἑαυτόν, ὑψωθήσε‐ ται. Ταπεινὸς δὲ ἐκεῖνος, ὁ ἐν ἔργῳ τὴν ἀρετὴν κηρύσσων. Ὁ τοίνυν τούτων ἀντεχόμενος, τῷ ὄντι ταπεινὸς κατὰ τὸ βούλημα τοῦ Κυρίου ἔσται. Ὀλίγα τοίνυν περὶ ταύτης βούλομαί σοι παραθέσθαι, ὅπως ἐπὶ τούτων | |
ἐπιγνῷς ἐκ μέρους τὴν δύναμιν αὐτῆς κατὰ τὴν χάριν τοῦ Θεοῦ. Ὁ ταπεινὸς | 91 | |
95 | οὐ κενοδοξεῖ, οὐχ ὑπερηφανεύεται δουλεύειν τῷ Κυρίῳ διὰ τὸν φόβον αὐτοῦ. Ὁ ταπεινὸς οὐχ ἱστᾷ τὸ ἴδιον θέλημα τῇ ἀληθείᾳ ἀντιλέγων, ἀλλὰ πείθεται τῇ ἀληθείᾳ. Ὁ ταπεινὸς οὐ ζηλοῖ ἐπὶ προκοπῇ τοῦ πλησίον, οὐδὲ χαίρει ἐπὶ τῷ καταρραγέντι, χαίρει δὲ μᾶλλον μετὰ χαιρόντων καὶ κλαίει μετὰ κλαιόντων. Ὁ ταπεινὸς οὐκ ἐν τῷ μὲν ὑστερεῖν καὶ ἀπορεῖν ταπεινοῦται, | |
2(100) | καὶ ἐν εὐημερίᾳ καὶ δόξῃ σοβαρὸς οὐκ ἀποφαίνεται, ἀλλ’ ἐν τῇ αὐτῇ ἀρετῇ ἕστηκε διηνεκῶς. Ὁ ταπεινὸς οὐ διαβάλλει ἀδελφὸν ἀδελφῷ, ὅπερ ἐστὶ σα‐ τανικόν, ἀλλ’ εἰρηνοποιὸς ὑπάρχει, μὴ ἀποδιδοὺς κακὸν ἀντὶ κακοῦ. Ὁ τα‐ πεινὸς οὐ μόνον τοὺς μειζοτέρους αὑτοῦ τιμᾷ, ἀλλὰ καὶ τοὺς μικροτέρους. Ὁ ταπεινὸς πάσῃ δυνάμει τὴν εὐλάβειαν μεταδιώκει. Ὁ ταπεινὸς οὐ συνα‐ | |
105 | πάγεται θυμῷ, οὐχ ὑβρίζει, οὐδὲ κραυγάζει, ἀλλὰ πάντα καταπτήσσει δι’ εὐλάβειαν. Ὁ ταπεινὸς οὐ κακοηθεύεται οὐδὲ ὀκνεῖ, κἂν ἐν μεσονυκτίῳ κληθῇ εἰς ἔργον, ὑπήκοον γὰρ ἑαυτὸν παρέστησε τῶν ἐντολῶν τοῦ Κυρίου. | |
Ὁ ταπεινὸς οὐκ οἶδε πικρίαν οὐδὲ δολιότητα, ἀλλ’ ἐν ἁπλότητι καὶ ἀκακίᾳ δουλεύει τῷ Κυρίῳ ἐν ἁγιασμῷ καὶ εἰρήνῃ καὶ χαρᾷ πνευματικῇ. Ὁ ταπει‐ | 92 | |
110 | νὸς οὐ μεθύσκεται οἴνῳ, οὐδὲ σχολάζει τῇ γαστριμαργίᾳ, φοβούμενος τὴν ἐντολὴν τοῦ Κυρίου. Ὁ ταπεινὸς ἐὰν ἀκούσῃ λόγον ἐπιτιμίας, οὐ γογγύζει, οὐδ’ ἂν λάβῃ ῥάπισμα, δυσφορεῖ· μαθητὴς γάρ ἐστι τοῦ ὑπομείναντος σταυ‐ ρὸν ὑπὲρ ἡμῶν. Ὁ ταπεινὸς φιλαυτίαν μισεῖ, ὅθεν οὐδὲ πρωτεύων ἀντιποιεῖ‐ ται, ἀλλ’ ὡς ἐπιβάτην ἡγεῖται ἑαυτὸν ἐν πλοίῳ ἐν τῷδε τῷ βίῳ. Ὁ ταπει‐ | |
115 | νὸς ἀκούειν φιλεῖ λόγους πνευματικούς, καὶ τὸν ἑαυτοῦ νοῦν οὐκ ἀφίστησι τῶν ἐντολῶν τοῦ Ὑψίστου· ἠρνήσατο γὰρ ἑαυτὸν διὰ τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐλπίδα. Ἐν ἀληθείᾳ, μακάριοι οἱ τοιοῦτοι, ὅτι πρὸς αὐτοὺς ἐρεῖ ὁ Κύριος, οὐκέτι ὑμᾶς καλέσω δούλους, ἀλλὰ φίλους καὶ ἀδελ‐ φούς. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. | |
3(t) | Παραίνεσις τρίτη | |
1 | Περὶ δὲ ὧν μοι λελάληκας, τῶν κατὰ διάνοιαν λογισμῶν, οὐ λέληθέ μοι· καὶ γὰρ ἐγὼ αὐτὸς ὑπὸ τῶν αὐτῶν ἐνοχλοῦμαι παθῶν, καὶ οὐκ ἀπο‐ κρύπτω τὴν ἐμαυτοῦ ἀσθένειαν. Χρὴ οὖν ἡμᾶς ἀδιαλείπτως προσεύχεσθαι, ἵ‐ να ἡμᾶς ῥύσηται ὁ Κύριος τῆς τῶν δαιμόνων ἐπιβουλῆς. Οὐ μόνον γὰρ ἐν | 93 |
5 | ἡσυχίᾳ καὶ μονίᾳ ὄντων ἡμῶν ἐκθλίβουσιν, ἀλλὰ καὶ ἐν οἴκῳ Κυρίου συνελ‐ θόντων ἡμῶν ἐπανίστανται σφοδρῶς, καὶ τῶν ἀρρένων τὰ σώματα αἰσχρῶς καθορᾶν παρασκευάζουσιν καὶ ἀσέμνως, καὶ ἄχρι αὐτῆς μυσαρᾶς πράξεως φαντάζει ἡμᾶς ὁ Δράκων, καὶ συμφυρμούς τινας λογισμῶν ὑποσπείρας πρὸς τὸ διασκεδάσαι τὸν ἀδελφὸν τοῦ μὴ προσέχειν καθαρῷ νῷ τοῖς ἀχράντοις | |
10 | μυστηρίοις τοῦ Σωτῆρος ἡμῶν Θεοῦ. Ἀλλ’ ὅμως διὰ τῆς φυλακῆς τῶν ὀφθαλμῶν καὶ διὰ τῆς τοῦ νοῦ προσοχῆς περιγενήσεται τοῦτον ὁ ἐγκρατής, τῆς τοῦ Θεοῦ χάριτος συνεργούσης. Χρὴ οὖν πάσῃ φυλακῇ τηρεῖν τὴν ἑαυτῶν καρδίαν καὶ τὰς αἰσθήσεις· καθότι ἐν μεγάλῳ πολέμῳ ἐσμὲν ἐν τῷδε τῷ βίῳ, καὶ ὁ Ἐχθρὸς μαίνεται· | |
15 | ἀλλ’ οὐ παραιτητέον τὸν ἀγῶνα. Πλὴν σωματικῶς νικήσωμεν τὰς φαντα‐ | |
σίας αὐτοῦ, καὶ ἀφῶμεν αὐτὸν διαρρήγνυσθαι, οἶδε γὰρ ὁ Κύριος τὸν θλί‐ βοντα ἡμᾶς ἡλίκους καυτῆρας προσάγειν ταῖς ἡμῶν καρδίαις διὰ τῶν λογι‐ σμῶν. Οὐ γὰρ ὡς ἄνθρωπος ὁρᾷ ὁ Κύριος· ὁ γὰρ ἄνθρωπος ὁρᾷ εἰς πρόσω‐ πον, ὁ δὲ Θεὸς εἰς καρδίαν ὄψεται. Πλὴν τῶν πυκτευόντων ἐστίν, τὸ μὴ | 94 | |
20 | ὑποδέξασθαι πυγμήν· ὁ δὲ εἰρηνεύων πρὸς τὰ πάθη πῶς πολεμήσει πρὸς αὐ‐ τά, ἤδη ἑαυτὸν δοῦλον πεπραχὼς ἡδοναῖς καὶ μετὰ πάσης εὐνοίας φόρους συντελῶν τῷ Τυράννῳ; Ὅπου γὰρ ἔχθρα, ἐκεῖ καὶ πόλεμος· καὶ ὅπου πόλε‐ μος, καὶ ὁ ἀγὼν ἐκεῖ· καὶ ἔνθα ἀγών, ἐκεῖ οἱ στέφανοι· εἰ δέ τις βουληθείη ἐλευθερωθῆναι τῆς πικρᾶς δουλείας, πόλεμον συνάψει πρὸς τὸν Διάβολον. | |
25 | Τοῦτον τὸν πόλεμον νικήσαντες οἱ Ἅγιοι τῶν ἐπουρανίων ἀγαθῶν ἠξίων‐ ται. Ἀλλ’ ἴσως παρελθών τις λέξει, εἰ ἄρα γε ὅπου ἔχθρα κατὰ τῶν παθῶν ἐκεῖ καὶ ὁ πόλεμος πέφυκε γίνεσθαι, πῶς θεωροῦμεν τοὺς φιληδόνους σφό‐ δρα πολεμουμένους ὑπὸ ἀχρείων παθῶν καὶ μὴ συγχωρουμένους μετανοεῖν; | |
30 | Οὐκ οἶμαι ἐγώ, ἀγαπητέ, τοῦτον τὸν πόλεμον εἶναι κατὰ ἀρετὴν καὶ κατὰ ἀντίστασιν τοῦ Τυράννου, ἀλλὰ δουλοπαθείας καὶ φιληδονίας πάθος· ὅθεν οὐδὲ διῄρηνται κατὰ τοῦ Ἐχθροῦ τῇ προαιρέσει· οἱ γὰρ πολεμοῦντες οὐδε‐ μίαν ἔχουσι πρὸς ἀλλήλους συμφωνίαν ἢ σπουδήν, ὥς φησι τῷ Σαοὺλ ὁ ἀλ‐ λόφυλος· δότε μοι ἄνδρα, καὶ μονομαχήσομεν, καὶ ἐὰν πατάξῃ με, ἐσόμεθα | 95 |
35 | ὑμῖν εἰς δούλους· εἰ δὲ ἐγὼ πατάξω αὐτόν, ἔσεσθε ἡμῖν εἰς δούλους. Τούτων οὖν ἤδη δούλων ἑαυτοὺς πεπραχότων τοῖς τοῦ Ἐχθροῦ θελήμασι καὶ ταῖς ἡδοναῖς, πῶς πόλεμος κληθείη τὰ κατ’ αὐτούς; Εἰ δὲ καὶ πολεμοῦνται, οὐχ ὡς ἀρετῆς ἀντιποιούμενοι, ἀλλ’ ἀπορίᾳ εἰκότως τοῦ συναλλάσσοντος τὸ συ‐ νάλλαγμα τῆς παρανομίας· ὅθεν καὶ ἑαυτοὺς ἐπιρρίπτουσιν οἱ πᾶσαν σχολὴν | |
40 | περὶ τὰ τοιαῦτα ἔχοντες· καὶ ἐξαρεσκόμενοι προσχαρίζονται καὶ μισθοὺς παρέχουσιν, ἵνα τὸ θέλημα τοῦ ἀποπλανήσαντος αὐτοὺς ἐπιτελέσωσιν. Ὅθεν ἐπιτυχόντες τοῦ κακοῦ, οὐδεμία ἑαυτοῖς διάκρισις ἢ ἐγκράτεια ἢ τοῦ κακοῦ ἀποχή. Τῶν δὲ Ἁγίων ὁ πόλεμος καὶ ὁ ἀγὼν οὐχ οὕτως· πολεμούμενοι | |
γὰρ ἀντιπολεμοῦσιν, καὶ πυρούμενοι ἐγκρατεύονται, καὶ θλιβόμενοι ὑπομέ‐ | 96 | |
45 | νουσι, καὶ αὐτῆς τῆς ὕλης παρούσης ἀποστρέφονται διὰ τὸν φόβον τοῦ Κυ‐ ρίου. Ἐκεῖνοι δὲ πολεμοῦνται, οὐχ ὡς τὰ ἐναντία φρονοῦντες τῷ Τυράννῳ, ἀλλ’ ὅπως τοὺς συνήθεις φόρους ἀποδώσωσι, καὶ μὴ ἀνανεύωσι τὰς λει‐ τουργίας τῶν κακῶν ἐπιθυμιῶν. ᾯ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται. Τῶν δὲ ἀγωνιστῶν ἐάν τις καὶ ὑποσκελισθῇ, θᾶττον ἀνίσταται· οἱ γὰρ | |
3(50) | συσχεθέντες ὑπὸ βαρβάρων καὶ ὑπὸ τυραννικὴν γενόμενοι χεῖρα, οὐ πάντες ἥδονται τῇ δουλείᾳ τῶν αἰχμαλωτισάντων, ἀλλ’ ὅσοι τοῦ διαρπάζειν καὶ φονεύειν τοὺς ἀπαντῶντας προαιροῦνται· οὗτοι μόνοι γεγηθότες προσμένου‐ σιν ἄνευ δεσμῶν καὶ φυλακῆς τὰ πάθη κρατούμενοι, ὅθεν καὶ ὑπερμάχονται τῶν βαρβάρων καὶ κατάσκοποι καθίστανται κατὰ τῶν ὁμοφύλων, ἥνωνται | |
55 | γὰρ τῷ κακίας ἤθει. Ὅσοι δὲ ἀνιῶνται ἐπὶ πορθήσει καὶ ἐρημώσει τῶν ὁμο‐ γενῶν ἀπωλείᾳ τῆς ἑαυτῶν ψυχῆς πενθοῦντες, οὗτοι φεύγειν κατεπείγονται, | |
δυσαρεστοῦντες ἐπὶ τῇ ἀθέσμῳ πολιτείᾳ, καὶ καιρὸν ἐπιτηροῦσι καταλαβεῖν ἐκείνην τὴν ἐλευθερίαν, ἧς ποτε ἀπέλαυον, καὶ οὐδεμίαν εὔνοιαν φέρουσι τοῖς ἐξεναντίοις· ὅθεν διασωθέντες τῆς χειρὸς ἐκείνων, ἀντίπαλοι ἔσονται | 97 | |
60 | τῶν ἀσεβῶν, σύμμαχοι γενόμενοι τῆς εὐσεβείας. Καιρὸς τοιγαροῦν τῆς μετανοίας ὁ ἐνεστώς· ὅσοι τοίνυν βούλονται τῆς ὕβρεως ἐκείνης ἀπαλλαγῆναι, καὶ τῆς πικρᾶς δουλείας ἐλευθερωθῆναι, ἀντι‐ τάξασθαι αὑτοὺς χρὴ τοῖς τοῦ Τυράννου θελήμασιν καὶ πολεμεῖν αὐτὸν διὰ τὴν ἀγάπην τοῦ Δημιουργοῦ, τότε καὶ γὰρ λήψονται πεῖραν ἐναρέτου ἀγῶ‐ | |
65 | νος, τοὺς τῆς ἀρετῆς καταστάζοντες ἱδρῶτας, ὅταν μὴ χείλεσι μόνον εἴπωσι πρὸς αὐτόν, ἀλλὰ διαθέσει καρδίας· γνωστὸν ἔστω σοι, Διάβολε, ὅτι ἡμεῖς τῆς φωνῆς σου οὐκ ἀκουσόμεθα καὶ ταῖς ἡδοναῖς σου οὐκέτι λατρεύσομεν. Χρὴ δὲ ἐν τῷ ἀγῶνι ἱκετηρίους φωνὰς ἀναπέμπειν τῷ Θεῷ μετὰ τῶν λε‐ γόντων, ὅτι οὐκ ἔστιν αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σοί· καὶ νῦν ἐξακολου‐ | |
70 | θοῦμεν ἐν ὅλῃ καρδίᾳ, καὶ φοβούμεθά σε, καὶ ζητοῦμεν τὸ πρόσωπόν σου· μὴ καταισχύνῃς ἡμᾶς, ἀλλὰ ποίησον μεθ’ ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου | |
καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου· ἐξελοῦ ἡμᾶς κατὰ τὰ θαυμάσιά σου, καὶ δὸς δόξαν τῷ ὀνόματί σου, Κύριε, καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύ‐ μενοι τοῖς δούλοις σου κακά, καὶ καταισχυνθείησαν ἀπὸ πάσης δυναστείας, | 98 | |
75 | καὶ ἰσχὺς αὐτῶν συντριβείη, καὶ γνώτωσαν ὅτι σὺ εἶ, Κύριε, ὁ Θεὸς μόνος καὶ ἔνδοξος ἐφ’ ὅλην τὴν οἰκουμένην. Κἂν ὑπερμανὴς γενόμενος ὁ Τύραννος ἐκκαύσῃ τὴν κάμινον τῶν ἡδονῶν ἑπταπλασίως, ἀλλὰ θαρσείτωσαν οἱ ἐπὶ Κύριον πεποιθότες, ὅτι ἡ κάμινος μετ’ ὀλίγον εἰς δρόσον μεταβληθήσεται, καὶ ὃν πάλαι ἐδεδοίκεισαν Τύραννον, αὐτὸς τοῦ λοιποῦ τὴν σκιὰν αὐτῶν | |
80 | τρομάσει διὰ τὴν ἐξ ὕψους ἐπιγενομένην αὐτοῖς βοήθειαν. Μακάριοι τοίνυν τὸν ἁγιασμὸν φυλάσσοντες ἐν ταπεινοφροσύνῃ καὶ ἐλέει, ὅτι βαθείας εἰρήνης ἀπολαύσουσιν αὐτῶν τὰ μέλη, τῆς ψυχῆς αὐτῶν εὐφραινομένης ἐν Πνεύματι Ἁγίῳ. Μηδεὶς δὲ πεποιθέναι ἀνέσεως ἐπιτεύξα‐ σθαι, ὑπήκοον ἑαυτὸν παριστῶν τοῖς τοῦ Ἐχθροῦ θελήμασι· διότι αὐτὸς ὁ | |
85 | Τύραννος ὡς δορυαλώτοις καταχρήσεται αὐτοῖς, περισπῶν εἰς πᾶν ἔργον | |
δυσσεβείας, καὶ τῶν μὲν τὰ σώματα ἐν σοδομιτικαῖς πράξεσι διαφθείρων καὶ καταμολύνων αἰσχρῶς· ὡς γυναικός, φησί, πεῖραν οὐκ εἰληφότων, παρ‐ θενίαν ἑαυτοῖς ἐπιφημίζειν παρασκευάζει, ἐσπιλωμένοις οὖσιν ὅλῳ τῷ σώ‐ ματι. Καὶ ἐν τούτοις ὡς ἐλευθέρους τῆς ἁμαρτίας παρασκευάζει σεμνύνεσθαι | 99 | |
90 | ὁ Ἐχθρός, τῆς χολερᾶς σταφυλῆς καὶ τοῦ πικροῦ βότρυος ἐμφορῶν αὐτούς. Ὦ, τί δεινὸς ὁ πόλεμος! Ὦ, τί χαλεπός! Διὰ πόσων τρόπων παρασκευά‐ ζει ἡμᾶς τοὺς ἀνθρώπους παροργίζειν τὸν Κύριον ὁ κάκιστος θηρευτής! Μα‐ κάριοι οἱ μὴ πεσόντες ἐν ἀμφιβλήστρῳ αὐτοῦ· εἴγε καὶ ἐμπεσοῦντες διέρρη‐ ξαν τὰ δίκτυα αὐτοῦ καὶ ἐξείλαντο ἀποδράντες αὐτοῦ, ὥσπερ ἰχθὺς ἐκ σα‐ | |
95 | γήνης διασωθείς. Ὁ γὰρ ἰχθὺς ἐν τοῖς ὕδασιν ὑπάρχων, ἐὰν ἀγρευθεὶς διαρ‐ ρήξῃ τὸ δίκτυον καὶ ἑαυτὸν κατὰ τοῦ βυθοῦ ἐλάσῃ, σῴζεται· ἐπὰν δὲ ἑλκυ‐ σθῇ ἐν τῇ ξηρᾷ, βοηθῆσαι ἑαυτῷ οὐ δύναται. Οὕτω καὶ ἡμεῖς, ἐφ’ ὅσον ἐσμὲν ἐν τῷ βίῳ τούτῳ, ἐξουσίαν ἔχομεν ἐκ Θεοῦ διαρρῆξαι ἀφ’ ἑαυτῶν τὰ δεσμὰ τῶν θελημάτων τοῦ Ἐχθροῦ καὶ ἀπορρίψαι τὸ φορτίον τῶν ἁμαρ‐ | |
3(100) | τιῶν διὰ τῆς μετανοίας καὶ διασωθῆναι εἰς τὴν τῶν οὐρανῶν βασιλείαν. Εἰ | |
δὲ καταλάβῃ ἡμᾶς τὸ πρόσταγμα τὸ φοβερὸν ἐκεῖνο, καὶ ἡ ψυχὴ ἐξέλθῃ ἐκ τοῦ σώματος, καὶ εἰσαχθῇ τὸ σῶμα ἐν τῷ τάφῳ, οὐκέτι δυνάμεθα ἑαυτοῖς βοηθῆσαι, ὥσπερ οὐδὲ ὁ ἰχθὺς ἀνελκυσθεὶς τῶν ὑδάτων καὶ καταγγισθεὶς ἐν ἀγγείῳ οὐ δύναται ἔτι ἑαυτῷ βοηθῆσαι. | 100 | |
105 | Σπουδάσωμεν τοιγαροῦν, ἀγαπητοί, ἐκφυγεῖν τὰς παγίδας τοῦ Ἐχθροῦ δι’ ἔργων ἀγαθῶν, πρὶν ἐλθεῖν τὴν ἡμέραν ἐκείνην τὴν μεγάλην καὶ ἐπιφανῆ, ἐν ᾗ ἀποκαλύπτονται ἃ ἐπράξαμεν ἐν κρυπτῷ καὶ σκότει. Μὴ οὖν ἀναμείνωμεν ἕως οὗ ἔλθοι ὁ θάνατος, ἵνα μὴ αἰσχυνθῶμεν ἐν τῇ ἀναστάσει τῶν νεκρῶν, ὅτε ἐνδύονται οἱ Ἅγιοι στολὴν λαμπράν, ἣν κατεσκεύασαν αὑ‐ | |
110 | τοῖς δι’ ἔργων ἀγαθῶν. Ἐὰν ἴδωμεν ἑαυτοὺς τότε γυμνοὺς οὐ μόνον τῆς ἐξαστραπτούσης δόξης, ἀλλὰ καὶ μεμελανωμένους καὶ πλήρεις δυσωδίας ὄν‐ τας, οἵα αἰσχύνη ἆράγε λήψεται ἡμᾶς; Καταφρονήσωμεν τὸ τῆς κακῆς ἐπι‐ θυμίας ἔργον καί, ὡς οὐδὲν ἡγεῖται, νικήσωμεν τὸ μικρὸν τοῦτο δι’ εὐσέ‐ βειαν, καὶ μὴ ἐν τῷ ἐλαχίστῳ ὀφθῶμεν ἀδόκιμοι. | |
115 | Μέγα ναυάγιον τὸ τῆς ἁμαρτίας ἔργον· ἀγωνισώμεθα οὖν μὴ ὑποπε‐ | |
σεῖν τηλικούτῳ κινδύνῳ. Ἡμεῖς γὰρ τῇ ἑαυτῶν ἀμελείᾳ ὑπὸ παθῶν καταδυ‐ ναστευόμεθα, ἀπονητὶ βιοῦν θέλοντες καὶ προφάσεις ἀκαίρους ἐν ἑαυτοῖς ἀναπλάττοντες. Καὶ ὁ μέν φησιν, ἀπὸ βρέφους ἐν μοναστηρίῳ τὴν οἴκησιν ἔ‐ χω, καὶ τούτου χάριν σφοδρῶς μοι τὰ πάθη ἐπίκεινται. Ἀλλ’ ἀκουέτω ὁ | 101 | |
120 | τοιοῦτος ὅτι πολλοὶ τῶν Ἁγίων ἐκ νεαρᾶς ἡλικίας τὸν καλὸν ἀγῶνα ἀγωνι‐ σάμενοι τὰς ἡδονὰς κατεπάτησαν. Ἕτερος δὲ πάλιν φησίν, ἐν κόσμῳ ἀνα‐ τέθραμμαι, καὶ πολλῶν κακῶν πεπείραμαι, ὅθεν ἡ συνήθεια συνωθεῖ με πρὸς τὰς ὀρέξεις. Ἀκουέτω καὶ αὐτός, ὅτι πολλοὶ τῶν Ἁγίων, τῶν φαύλων φαυλότερον βίον ἐσχηκότες, ἔσχατον μεταβαλλόμενοι τὸν τρόπον ἄριστοι | |
125 | ἀνεφάνησαν Θεῷ εὐαρεστήσαντες. Ὑπήκουσαν γὰρ ἐκ ψυχῆς τῷ εἰπόντι· μὴ παραζήλου ἐν πονηρευομένοις μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν, ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται, καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπε‐ σοῦνται. Ὁ Πονηρὸς φαντάζει ἡμᾶς, πρὸς τὰ βλαβερὰ πάντα κινῶν, πρὸς καταφρόνησιν ἡμᾶς ἀγαγεῖν τοῦ φόβου Κυρίου. Ἡμεῖς δὲ δριμυτέροις νοή‐ | |
130 | μασι τὸν ἰὸν αὐτοῦ ἀποκρουσώμεθα, τῆς χάριτος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ συνεργούσης· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 102 |
4(t) | Παραίνεσις τετάρτη | |
1 | Εἶπέ τις τῶν Ἁγίων· μελέτα καλά, ἵνα μὴ κακὰ μελετήσῃς, ὁ γὰρ νοῦς ἀργῆσαι οὐκ ἀνέχεται. Δῶμεν τοιγαροῦν τὸν ἑαυτῶν νοῦν εἰς μελέτην λογίων Θεοῦ καὶ εἰς προσευχὰς καὶ ἔννοιαν ἀγαθήν· ἡ γὰρ ματαία μελέτη ἔργα ματαιότητος ἀναφύει· ἡ δὲ ἀγαθὴ μελέτη καρπὸν ἀγαθὸν ἀποδίδωσιν. | |
5 | Ἔχωμεν κατὰ διάνοιαν καὶ τοῦτο, ὅτι πολλοὶ τύραννοι ἐκράτησαν χωρῶν καὶ ὀχυρωμάτων, καὶ ἐσβέσθη αὐτῶν τὸ κλέος, καὶ ἐγενήθησαν ὡς οὐχ ὑπάρξαντες. Πόσοι βασιλεῖς ἦρξαν ἐθνῶν πολλῶν ἀνεγείραντες ἑαυτοῖς εἰκό‐ νας τε καὶ στήλας, λογισάμενοι διὰ τούτων ὀνομάζεσθαι μετὰ τὴν ἔξοδον τοῦ βίου· καὶ ἐπῆλθον ἕτεροι καὶ κατέστρεψαν τὰς εἰκόνας καὶ συνέτριψαν | |
10 | τὰ ἀγάλματα, καὶ τῶν μὲν τὰ πρόσωπα περιελόντες τὴν ἰδίαν ἐτυπώσαντο ὄψιν· ἀλλὰ καὶ αὐτῶν τὰ ἔργα ὑφ’ ἑτέρων καταλυθήσεται. Ἕτεροι δὲ περι‐ φανεῖς τάφους κατεσκεύασαν ἑαυτοῖς, δόξαντες διὰ τούτων στηρίζειν ἑαυτοῖς ὄνομα αἰώνιον, διαγραψάμενοι ἐν τῷ ἐπιταφίῳ τὸν ἑαυτῶν χαρακτῆρα· ἦλ‐ θεν ἑτέρα γενεά· ἐδόθη νομὴ ὑπὸ ἑτέρου ἐξουσίαν· οὗτοι δὲ τὸν σωρὸν ἐκ‐ | 103 |
15 | καθᾶραι εἰκότως βουλόμενοι, χαλίκων δίκην, τὰ ὀστᾶ αὐτῶν μετήγαγον. Καὶ τί ὠφέλησεν αὐτοῖς ὁ πολύτιμος σωρός, ἥ τε πυραμίς; Πάντα οὖν τὰ τῆς ματαιότητος ἔργα εἰς οὐδὲν καταλύει. Οἱ δὲ εἰς Θεὸν πλουτοῦντες, καὶ ἐν αὐτῷ δοξασθέντες, οὐχ οὕτως· ζωὴν γὰρ αἰώνιον καὶ δόξαν ἀκατάλυτον ἡτοίμασαν ἑαυτοῖς. Ὥσπερ γὰρ τὸ φῶς τοῦ ἡλίου καὶ τῆς σελήνης καὶ τοῦ | |
20 | χοροῦ τῶν ἀστέρων, ἄχρι τοῦ νῦν οὐκ ἠμαυρώθη οὐδὲ μετεβλήθη εἰς πα‐ λαίωσιν ἀπὸ κτίσεως αὐτῶν ἄχρι τοῦ νῦν· καὶ πᾶσα μὲν γενεὰ σαρκὸς καὶ αἵματος, ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμενος, συστέλλεται, τὸ δὲ φῶς τοῦ ἡλίου καὶ τῆς σελήνης καὶ τῶν ἀστέρων ὡσαύτως νεάζει καὶ ἀκμά‐ ζει καὶ φαιδρύνεται διὰ τὸν ὅρον τοῦ Δημιουργοῦ, ὃν ὥρισεν αὐτοῖς ἄρχειν | |
25 | τῆς ἡμέρας καὶ τῆς νυκτός· οὕτω καὶ τοῖς ἀγαπῶσιν αὐτὸν ὥρισεν βασι‐ λείαν οὐρανῶν καὶ χαρὰν ἀκατάλυτον. Καὶ ὥσπερ ἐν τούτῳ ἀψευδής, οὕτω καὶ ἐν ἐκείνῳ ἀληθής· καὶ ταῦτα μὲν παρελεύσεται, ὁπηνίκα βουληθείη ὁ Δημιουργός, τῆς δόξης τῶν Ἁγίων οὐκ ἔσται τέλος. Σπουδάσωμεν τοιγα‐ ροῦν ποιῆσαι καρποὺς μετανοίας, ἵνα μὴ ἀποκλεισθέντες τῆς χαρᾶς ἐκείνης | 104 |
30 | παραπεμφθῶμεν εἰς γῆν σκοτεινὴν καὶ γνοφεράν, εἰς γῆν σκότους αἰωνίου. Εἴσελθε, εἰ δοκεῖς, ἐν τῷ κοιτῶνί σου καὶ ἀπόκλεισον τὰς θυρίδας, ἔμ‐ φραξον δὲ καὶ τὰ διαυγάζοντα καὶ κάθου ἔσω καὶ ὄψῃ ὁποίαν ὀδύνην ἔχει ἡ σκοτία, ὅπου δίχα πόνου καὶ βασάνου καθεζόμενος, καίτοι ἐν ἐξουσίᾳ σου κεῖται, ὁπόταν βουληθῇς, ἀνοῖξαι καὶ ἐξελθεῖν. Ὁποίαν οὖν δοκῇ σοι ὀδύνην | |
35 | ἔχειν τὸ σκότος ἐκεῖνο τὸ ἐξώτερον, ἔνθα ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων; Κατανόησον ἔνδον τοὺς καπνοδόχους τῆς ἑαυτοῦ ἑστίας καὶ ἀνά‐ τεινον τοὺς ὀφθαλμοὺς τῇ ἀνατολῇ τοῦ ἡλίου καὶ ἴδε τὴν διαφορὰν καὶ φεῦγε τὰ ἔργα τοῦ σκότους. Ἡ κακία σκότος ἐστίν, ἡ δὲ ἀρετὴ φῶς· ἡ κα‐ | |
κία ἐξερευνωμένη μελανεῖ τοὺς ἑαυτῆς ἐργάτας, ἡ δὲ ἀρετὴ γυμναζομένη | 105 | |
40 | λαμπροὺς ἀποκαθίστησι τοὺς κατωρθωκότας. Μὴ νόμιζε, ἀγαπητέ, ὅτι σὺ μονώτατος θλίβῃ παρὰ πάντας, πᾶσα γὰρ κεφαλὴ εἰς πόνον, καὶ πᾶσα καρδία εἰς λύπην. Καὶ ὥσπερ οὐ δυνατόν τινα τὸν ἀέρα τοῦτον ἐκφυγεῖν ἐπὶ γῆς ὑπάρχοντα, οὕτως ἀδύνατον ἀνθρώπῳ μὴ πειρασθῆναι θλίψεων καὶ πόνων ἐν βίῳ ὑπάρχοντι. Καὶ οἱ μὲν περὶ τὰ γήϊνα | |
45 | περισπώμενοι ἐν τοῖς τοιούτοις θλιβήσονται, οἱ δὲ τὰ πνευματικὰ διώκοντες ἐν τοῖς πνευματικοῖς πονοῦσιν· οὗτοι μακάριοι ἔσονται, ὁ γὰρ καρπὸς αὐτῶν πολὺς ἐν Κυρίῳ. Ἔχε ὑπομονὴν τελείαν ἐν ᾧ ἐκλήθης ἔργῳ. Ἀσφαλίζου τὰς ἀγκύρας καὶ τὰ σχοινίσματα, ἵνα μὴ κατὰ βραχὺ ἐξωθῇ σου τὸ σκάφος εἰς τὸ πέλαγος, καὶ τότε ἡ πεῖρά σε διδάξει ὁποίας εἰρήνης ἀπέλαβες ἐν τῷ λι‐ | |
4(50) | μένι τυγχάνων· ὁ κόσμος παρωμοίωται τῷ πελάγει, λιμένι δὲ ὁ ἀσκητικὸς βίος. Μὴ ἀγάπα περιπολεύειν, ἀλλὰ μᾶλλον τῇ ὑπομονῇ κέρδησον τὰ σκάν‐ | |
δαλα τῆς ἀποδημίας. Ἵνα δὲ καὶ τοῦτο εἴπω, ὅταν περιέλθωμεν ὅλον τὸν κόσμον, ἔσχατον οὐχὶ τὸ κελλίον ἡμᾶς περιμένει, ἐάνπερ σωθῆναι θέλωμεν; | 106 | |
55 | Εἰ δὲ ἐν κοινοβίῳ οὐ καρτερῶμεν καὶ καταμόνας οὐχ ἡσυχάζωμεν, ποῦ λοιπὸν ἔσται ἡμῶν τὸ καταγώγιον; Ὅμοιόν ἐστι τοῦτο τῷ λέγοντι, μήτε τὴν θέρμην τοῦ ἡλίου δύνασθαι ὑποφέρειν, μήτε τὴν σκιὰν βαστάζειν, καὶ ποῦ λοιπὸν στῶμεν; Φοβοῦμαι μὴ ἡ κάμινος ἐκείνη διαδέξηται ἡμᾶς. Μὴ ὦμεν τοίνυν ἀκηδιασταί, μισοπονίαν ἀγαπῶντες. | |
60 | Εἰ δέσμιοί ἐσμεν τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, μὴ ἐπαισχυνθῶμεν τὴν ἅ‐ λυσιν τῶν θλίψεων, ἀλλὰ μετὰ χαρᾶς ταύτην ὑπομείνωμεν, τὴν ἔλευσιν αὐ‐ τοῦ προσδοκῶντες τὴν ἐξ οὐρανῶν, ἵνα ἡμᾶς συναριθμήσῃ τῷ χορῷ τῶν Ἁγίων· οἱ γὰρ κοινωνήσαντες τοῖς παθήμασιν αὐτοῦ, κοινωνοὶ ἔσονται καὶ τῆς παρακλήσεως. Εἰ δὲ καὶ περὶ τοῦ κόπου τοῦ ἔργου δυσφορεῖ τις, πόσοι | |
65 | εἰσὶν κατὰ τὸν κόσμον χειραλγοὶ καὶ ποδαλγοί, ἄνδρες πλούσιοι καὶ ὑπὸ πολλῶν δορυφορούμενοι, οὐδὲ νύκτα οὐδὲ ἡμέραν ἔχουσιν ἀνάπαυσιν ὑπὸ | |
τῆς ἀνάγκης τῶν πόνων τρυχόμενοι καὶ ὡς ὑπὸ ἁλύσει τινὶ καὶ δεσμῷ πε‐ πέδηνται. Κτησώμεθα τοιγαροῦν ἑκούσιον πόνον καὶ αὐθαίρετον ὑπομονὴν διὰ τὸν τοῦ Θεοῦ φόβον, καὶ μὴ ἀμελήσωμεν τῆς ὑπομονῆς, τῆς ταπεινο‐ | 107 | |
70 | φροσύνης, τῆς ἐγκρατείας, τῆς συμπαθείας· συμπάθειαν δέ φημι, οὐχ ἵνα ἐπὶ κακίᾳ συνέλθῃς τῷ πλησίον, ἀλλ’ ἵνα εἰς τὰ πνευματικὰ συνεργήσῃς τῷ ἀδελφῷ κατάνυξιν ἔχειν καὶ δάκρυα. Κἂν μὴ πάρεστι τὸ φαινόμενον δά‐ κρυον, ἀλλ’ ὁ συντριμμὸς τῆς καρδίας διαμενέτω, καὶ γὰρ ἐν τοῖς δάκρυσίν ἐστι διαφορά. Μακάριος δὲ ὁ ἐνοπτριζόμενος τὸν Κύριον ἐν τῇ ἰδίᾳ ψυχῇ, | |
75 | καὶ ἐκχέων τὴν δόξαν αὐτοῦ μετὰ κλαυθμοῦ ἐνώπιον τῆς ἀγαθότητος αὐ‐ τοῦ, ὅτι ἡ προσευχὴ αὐτοῦ εἰσακουσθήσεται. Παρατίθημί σοι παρακαταθήκην ἑτέραν ἐν Κυρίῳ, ὡς ἀνθρώπῳ τοῦ Θεοῦ καὶ σωθῆναι βουλομένῳ· ἀπὸ παρακλήσεως τοίνυν ἀνιστάμενος, μὴ περιέρχου τὰ κελλία, ἀλλ’ ἡσύχαζε ἐν τῷ σῷ κελλίῳ· πολλοὺς γὰρ ἠπάτη‐ | |
80 | σεν ὁ Διάβολος διὰ τοῦ οἴνου. Τοιγαροῦν ἀπὸ παρακλήσεως ἀνιστάμενος, | |
εὑρεθῆναι εἰς ἕτερον κελλίον σημεῖόν ἐστιν ἀφοβίας καὶ διαστροφῆς· ἐκ γὰρ τῶν τοιούτων συγκαθισμάτων γίνονται καταπτώσεις ψυχῶν, καὶ μάλιστα ὅ‐ ταν ἐφησυχάζῃ ἡ βακτηρία τοῦ προεστῶτος. Οἱ γὰρ μὴ βουλόμενοι τῷ θείῳ φόβῳ χαλινοῦν τὴν ἑαυτῶν διάνοιαν, χρῄζουσιν ἀνθρωπίνου φόβου, ἵνα διὰ | 108 | |
85 | τούτου ἀποσχῶνται τῶν ἀνωφελῶν, ὃν τρόπον δοῦλος σωφρονεῖ δι’ αὐστη‐ ρίαν δεσπότου. Πρόσεχε οὖν σεαυτῷ, καὶ μὴ ἴσθι καταφρονῶν, διότι ἐν οἴνῳ σοφιζό‐ μενος οὔτε ὠφελήσεις, οὔτε ὠφεληθήσῃ. Ἐὰν ἐξέμαθες πᾶσαν θείαν Γραφήν, ὅρα μήποτε ἐν τούτῳ ἐπαιρέτω σε ὁ λογισμός, καθότι πᾶσα Γραφὴ θεόπνευ‐ | |
90 | στος ταπεινοφροσύνην ἐκδιδάσκει· ὁ δὲ τὰ ἐναντία φρονῶν ἢ πράττων ᾧ με‐ μάθηκε, παραβάτην ἑαυτὸν ἐν τούτῳ συνίστησιν. Ἐὰν πνεῦμα ὑπερηφανίας ἢ φιλαρχίας ἢ πλούτου σοι ἐνοχλῇ, μὴ συναρπάζου, ἀλλὰ μᾶλλον στῆθι γεν‐ ναίως πρὸς ἀντιπαράταξιν τοῦ πονηροῦ καὶ ἀπατηλοῦ πνεύματος. Ἀναλόγι‐ | |
σαι τὰς ἀρχαίας οἰκοδομὰς καὶ τὰς πεπαλαιωμένας εἰκόνας καὶ τὰς ὑπὸ τοῦ | 109 | |
95 | ἰοῦ κατεσθιομένας στήλας, καὶ ἐνθυμήθητι ἐν σεαυτῷ καὶ ἴδε ποῦ οἱ κτισά‐ μενοι, εἴτε οἱ τεχνασάμενοι τὰ προειρημένα, καὶ σπούδασον ἀρέσαι Κυρίῳ, ἵνα καταξιωθῇς τῆς βασιλείας τῶν οὐρανῶν, διότι πᾶσα σὰρξ χόρτος καὶ πᾶσα δόξα ἀνθρώπου, ὡς ἄνθος χόρτου. Τί μεῖζον ἢ ἐνδοξότερον βασιλείας; Ἧς τινες ὀρεγόμενοι ἔτυχον, καὶ | |
4(100) | διὰ τὰς ἐν αὐτῇ περιστάσεις τῆς δόξης κατεφρόνησαν, καὶ ἑαυτοῖς ἐπεβού‐ λευσαν, τὸν θάνατον ὑπὲρ τὸ ζῆν ἑλόμενοι, ὅτι τὸν Θεὸν οὐκ ἐξεζήτησαν, οὐδὲ ἤλπισαν ἐπὶ τὸ σωτήριον αὐτοῦ. Οἱ δὲ καταξιούμενοι τῆς βασιλείας τῶν οὐρανῶν οὐδενὸς τούτων πειρασθήσονται, ἐν εἰρήνῃ καὶ ἀγαλλιάσει ἐν οὐρανῷ μετὰ Ἀγγέλων διάγοντες χωρὶς ὀδύνης καὶ λύπης καὶ στεναγμοῦ, | |
105 | μετὰ χαρᾶς καὶ εὐφροσύνης αἰνοῦντες καὶ ὑπερυψοῦντες καὶ μεγαλύνοντες τὸν Βασιλέα τῶν οὐρανῶν καὶ Κύριον πάσης τῆς γῆς· ᾧ πρέπει ἡ αἴνεσις | |
καὶ ἡ δόξα καὶ ἡ μεγαλωσύνη εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 110 |