TLG 4138 023 :: EPHRAEM SYRUS :: Confessio seu Precatio ad deum EPHRAEM SYRUS Theol., vel Ephraem Graecus Confessio seu Precatio ad deum Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 1 Rome (1732) 199–201c. Citation: Page — (line) | ||
71(t) | Ἐξομολόγησις, ἤγουν προσευχὴ πρὸς Θεόν | |
1 | Ἴασαί με, Κύριε, καὶ ἰαθήσομαι, ὁ μόνος σοφὸς καὶ εὔσπλαγχνος Ἰα‐ τρός. Ἱκετεύω τὴν σὴν ἀγαθωσύνην, ἴασαι τὰ τραύματα τῆς ψυχῆς μου, καὶ φώτισον τοὺς ὀφθαλμοὺς τῆς διανοίας μου, ἵνα κατανοήσω τὴν οἰκονομίαν σου τὴν γινομένην εἰς ἐμὲ διαπαντός. Καὶ ἐπειδὴ ἐμωράνθη ἡ καρδία μου | |
---|---|---|
5 | καὶ ἡ διάνοιά μου, ἡ χάρις σου, τὸ ἅλας τῆς ἀληθείας, ἀρτυσάτω αὐτήν. Καὶ τί ἐρῶ σοι, ὦ Προγνῶστα, τῷ ἐτάζοντι καρδίας καὶ νεφρούς; Μόνος γὰρ οἶδας ὅτι ὥσπερ γῆ ἄνυδρος διψᾷ σε ἡ ψυχή μου, καὶ ποθεῖ σε ἡ καρδία | |
μου. Τὸν δὲ ἀγαπῶντά σε ἡ χάρις σου διαπαντὸς ἀνεπλήρωσεν. 〈Ὥσπερ οὖν | 71 | |
72 | διαπαντὸσ〉 ἤκουσάς μου, καὶ τὸ νῦν μὴ ὑπερίδῃς τὴν δέησίν μου. Ἰδοὺ γὰρ ὥσπερ αἰχμάλωτός ἐστιν ἡ διάνοιά μου, σὲ τὸν μόνον Σωτῆρα τῆς ἀληθείας ζητοῦσα. Τοιγαροῦν πέμψον τὴν χάριν σου ταχεῖαν ἐλθεῖν εἰς τὴν βοήθειάν μου, ὅπως κορέσειε τὴν ἐμὴν πεῖναν καὶ ποτίσειέ μου τὴν δίψαν. Σὲ γὰρ | |
5 | ποθῶ τὸν ἀκόρεστον Δεσπότην. Τίς γὰρ δύναταί σου κορεσθῆναι, ἐξ ἀλη‐ θείας ἀγαπῶν σε καὶ διψῶν τὸ φῶς τῆς ἀληθείας σου; Δοτὴρ τοῦ φωτός, δός μοι τὰ αἰτήματά μου, καὶ δώρησαί μοι τὴν δέησίν μου· καὶ στάξον ἐν τῇ καρδίᾳ μου μίαν σταγόνα τῆς χάριτός σου. Κατακαυθήτω ἐν τῇ καρδίᾳ μου ἡ φλὸξ τῆς ἀγάπης σου ὥσπερ πῦρ ἐν δρυ‐ | |
10 | μῷ, καὶ καταφαγέτω ὡς ἀκάνθας καὶ τριβόλους τοὺς πονηροὺς λογισμούς. δὸς δέ μοι πλουσίως καὶ ἀμέτρως ὡς Θεὸς ἀνθρώπῳ, καὶ δώρησαί μοι ὡς βασιλεὺς τῶν βασιλευόντων, καὶ πλήθυνον ὡς ἀγαθὸς πατήρ. Εἰ δὲ ἠθέτησα καὶ ἀθετῶ, ὡς χοϊκός, ἀλλ’ ὁ πληρώσας τὰς ὑδρίας ἀπὸ τῆς εὐλογίας σου, πλήρωσόν μου τὴν δίψαν ὑπὸ τῆς χάριτός σου· καὶ ὁ ἐμπλήσας χιλιάδας | |
15 | πέντε, ἔμπλησόν μου τὴν πεῖναν ἀπὸ τῆς σῆς ἀγαθότητος, Δέσποτα. Δώρη‐ | 72 |
73 | σαι, φιλάνθρωπε, αἴτημα τῷ δούλῳ σου τῷ ἱκετεύοντί σε. Ἰδοὺ γὰρ καὶ ὁ ἀὴρ λαμπρύνεται, καὶ τὰ πετεινὰ ἀλλάσσει τὰς φωνὰς αὐτῶν ἀπὸ τῆς δόξης τῆς πολλῆς σου σοφίας. Ἰδοὺ καὶ ἡ γῆ πᾶσα διπλοΐδα περιβάλλεται τῶν ποικίλων ἀνθῶν, ἥτις ὑφαίνεται ἄνευ χειρῶν ἀνθρώπων. Ἀγάλλεται καὶ | |
5 | ἑορτάζει δύο ἑορτάς· μίαν ὑπὲρ τοῦ υἱοῦ αὐτῆς τοῦ πρωτοτόκου Ἀδάμ, ὅτι ἐζωοποιήθη· μίαν δὲ ὑπὲρ τοῦ Δεσπότου αὐτῆς. Ἰδοὺ καὶ ἡ θάλασσα πληθύ‐ νεται ἀπὸ τῆς χάριτός σου, καὶ πλουτίζει τοὺς πλέοντας ἐν αὐτῇ. Ἡ χάρις σου δέδωκέ μοι παρρησίαν τοῦ λαλῆσαι πρὸς σέ, καὶ ὁ πόθος ὃν ἔχω πρὸς σὲ ἀναγκάζει με ἰέναι. Ὁ ἀπ’ ἀρχῆς ἀνθρωποκτόνος ὄφις ἐν | |
10 | τῷ καιρῷ τούτῳ προσερχόμενος ἀνοίγει τὸ στόμα αὐτοῦ· πόσῳ μᾶλλον ἀνοίξει τὸ στόμα αὐτοῦ ὁ δοῦλός σου ὁ ποθῶν σε εἰς δόξαν καὶ ἔπαινον τῆς χάριτός σου; Ὁ δεξάμενος καὶ ἐπαινέσας τὰ δύο λεπτὰ τῆς χήρας ἐκείνης, | |
πρόσδεξαι τὴν δέησιν τοῦ δούλου σου καὶ αὔξησον τὴν εὐχήν μου· καὶ δώ‐ | 73 | |
74 | ρησαι τὰ αἰτήματά μου, ἵνα ναὸς γένωμαι τῆς χάριτός σου, καὶ ἐν ἐμοὶ οἰ‐ κήσῃ, καὶ αὕτη με διδάξῃ πῶς ἀρέσω αὐτῇ, ὅπως τε κρούσῃ αὕτη εἰς τὴν κινύραν μου μέλη κατανύξεως καὶ πλήρη εὐφροσύνης, ἄγξῃ τε τὴν διάνοιάν μου, ὥσπερ ἐν χαλινῷ, ἵνα μὴ πλανηθεὶς ἁμάρτω σοι καὶ ἐκβληθῶ τοῦ φω‐ | |
5 | τὸς ἐκείνου. Εἰσάκουσον, Κύριε, εἰσάκουσον τῆς δεήσεώς μου, καὶ δός μοι ἵνα κλη‐ θῶ ἐν τῇ βασιλείᾳ σου, ὁ πεπλανημένος, ἀκάθαρτός τε ὢν καὶ καθαρθείς, καὶ ἄφρων καὶ σοφισθείς, καὶ ἀχρήσιμος καὶ χρήσιμος γενόμενος τῷ ποι‐ μνίῳ τῶν ἐκλεκτῶν σου, τῶν ἀσκητῶν καὶ πάντων τῶν ἁγίων τῶν εὐαρε‐ | |
10 | στησάντων σοι· οἳ ἐν τῷ παραδείσῳ ἀγαλλόμενοι αὐτοὶ πρεσβεύουσιν ὑπὲρ ἐμοῦ, καὶ παρακαλοῦσί σε τὸν μόνον φιλάνθρωπον. Εἰσακούσεις τε αὐτὸς τῆς δεήσεως αὐτῶν, καὶ σώσεις με ταῖς παρακλήσεσιν αὐτῶν. Ἐγὼ δὲ δι’ αὐτῶν προσφέρω σοι δόξαν, ὅτι τῶν εὐχῶν αὐτῶν εἰσακούσας ᾠκτίρησάς με καὶ οὐχ ὑπερεῖδες τὴν δέησίν μου. Σύ, Κύριε, διὰ τοῦ Προφήτου σου εἶπας, | |
15 | ἄνοιξον τὸ στόμα σου καὶ πληρώσω αὐτό· ἰδοὺ τοίνυν ἤνοικται μετὰ τῆς | 74 |
75 | καρδίας τὸ στόμα τοῦ δούλου σου· πλήρωσον αὐτὸ τῆς χάριτός σου, ἵνα διαπαντὸς εὐλογήσω σε, Χριστὲ ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν. Βρέξον εἰς τὴν καρ‐ δίαν μου, φιλάνθρωπε ἀγαθέ, τὴν δρόσον τῆς χάριτός σου. Καθάπερ γὰρ οὐκ ἰσχύει ἡ γῆ ἐσπαρμένη θρέψαι ἀφ’ ἑαυτῆς τὰ γεννήματα ἄνευ τῆς ἐπισκέ‐ | |
5 | ψεως τῆς ἀγαθωσύνης σου, οὕτως ἡ καρδία μου οὐκ ἰσχύει φθέγξασθαι τὰ εὐάρεστά σοι, διὰ τῆς χάριτός σου, εἰ μὴ καρποφορήσῃ καρπὸν δικαιοσύνης. Ἰδοὺ δὴ ὁ ἀμητὸς τρέφει τὰ γεννήματα καὶ τὰ δένδρα στεφανοῦνται τοῖς ποικίλοις ἄνθεσι· καὶ ἡ δρόσος σου τῆς χάριτος ποτισάτω μου τὴν διάνοιαν, καὶ περικοσμησάτω αὐτὴν τοῖς ἄνθεσι τῆς ταπεινώσεως καὶ τῆς κατανύ‐ | |
10 | ξεως, τῆς τε ἀγάπης καὶ τῆς ὑπομονῆς. Καὶ τί ἐρῶ; Ἰδοὺ γὰρ ἡ εὐχή μου ἀσθενὴς ὑπάρχει, καὶ αἱ ἀνομίαι μου μεγάλαι καὶ ἰσχυραί· αἱ ἁμαρτίαι μου θλίβουσί με, καὶ αἱ ἀσθένειαί μου ἀναγκάζουσί με· σὺ δὲ πλούσιος καὶ ἀγα‐ θός, ἐλεήμων καὶ οἰκτίρμων ὑπάρχεις. Ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ἄνοιξον τοὺς ὀφθαλμοὺς τῆς | |
15 | διανοίας μου, ἵνα διαπαντὸς εἰς τὸ κάλλος σου κατανοήσω. Καὶ ὁ ἀνοίξας | 75 |
76 | τὸ στόμα τοῦ ὑποζυγίου ἄνοιξον τὸ στόμα μου εἰς τὸν ἔπαινόν σου καὶ δό‐ ξαν τῆς χάριτός σου. Ὁ θέμενος ὅριον τῇ θαλάττῃ τῷ λόγῳ τοῦ προστάγ‐ ματός σου, θὲς ὅριον καὶ τῇ καρδίᾳ μου διὰ τῆς χάριτός σου, ὅπως μὴ ἐκ‐ κλίνῃ δεξιὰ ἢ ἀριστερὰ ἀπὸ τοῦ κάλλους σου. Ὁ δοὺς ὕδωρ ἐν ἐρήμῳ λαῷ | |
5 | ἀπειθεῖ καὶ ἀντιλέγοντι, δός μοι κατάνυξιν καὶ τοῖς ὀφθαλμοῖς μου δάκρυα, ἵνα δακρύσω ἡμέρας καὶ νυκτός, τὰς τῆς ζωῆς μου ἡμέρας μετὰ ταπεινο‐ φροσύνης καὶ ἀγάπης καὶ καρδίας καθαρᾶς. Ἐγγισάτω ἡ δέησίς μου ἐνώ‐ πιόν σου, Κύριε, καὶ δώρησαί μοι ἐκ τοῦ σπόρου τοῦ ἁγίου, ἵνα σοι προσε‐ νέγκω δράγματα πλήρη κατανύξεως. | |
10 | Δόξα τῷ δεδωκότι, ἵνα αὐτῷ προσενέγκω. Εἰσάκουσον, Κύριε, τῆς προσευχῆς τοῦ δούλου σου, πρεσβείαις πάντων τῶν ἁγίων σου, ὁ ὢν ἐπὶ | |
πάντων εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. | 76 |