TLG 4138 022 :: EPHRAEM SYRUS :: Quomodo anima cum lacrymis debeat orare deum, quando tentatur ab inimico EPHRAEM SYRUS Theol., vel Ephraem Graecus Quomodo anima cum lacrymis debeat orare deum, quando tentatur ab inimico Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 1 Rome (1732) 193e–198. Citation: Page — (line) | ||
59(1t) | Περὶ ψυχῆς ὅταν πειράζηται ὑπὸ τοῦ Ἐχθροῦ πῶς | |
2t | ὀφείλει μετὰ δακρύων τῷ Θεῷ προσεύχεσθαι | |
---|---|---|
1 | Ψυχὴ τεθλιμμένη προσέρχεταί σοι, ἅγιε Δέσποτα, καὶ μετὰ δακρύων ἐντυγχάνει σοι περὶ τοῦ λυμεῶνος Ἐχθροῦ, καὶ μετὰ πάσης ταπεινώσεως προσπίπτει δεομένη σου περὶ τοῦ θλίβοντος αὐτὴν ἀντικειμένου. Ἐπειδὴ οὖν ἀναιδῶς σοι προσέρχεται, ἐπάκουσον αὐτῆς ἐν τάχει· καὶ καταφυγούσῃ πρὸς | |
5 | σὲ ποθεινῶς, ἐπίσκεψαι αὐτῇ ἐπιμελῶς. Ἐὰν ὑπερίδῃς αὐτὴν τεθλιμμένην, ἀπώλετο· ἐὰν βραδύνῃς ἐπακοῦσαι αὐτῆς συνεχομένης, ἐξέλιπεν. Ἐὰν δὲ διὰ τοὺς οἰκτιρμούς σου ἐπισκέψῃ αὐτήν, εὑρίσκεται· ἐὰν δὲ ἐπιβλέψῃς ἐπ’ αὐτήν, σῴζεται· ἐὰν ἐπακούσῃς αὐτῆς, ἐνδυναμοῦται. Ζήλωσον περὶ αὐτῆς, | |
ὅτι ἁρμοστή σου ἐστί· καὶ γὰρ ὁ ἁρμοσάμενος αὐτήν σοι ἐστὶ Παῦλος ὁ | 59 | |
60 | ἀπόστολος· ὃς εἶπεν ὅτι ἀθάνατος ζηλωτὴς τυγχάνεις. Μὴ ὑπερίδῃς αὐτήν, ἵνα μὴ ὑπολάβῃ ὁ Ἐχθρὸς ὅτι ἀποστάσιον δέδωκας αὐτῇ καὶ ἀπέπεμψας αὐτήν. Παίδευσόν με, Δέσποτα, διὰ τοὺς οἰκτιρμούς σου, καὶ μὴ παραδῷς με | |
5 | εἰς χεῖρας λυμεῶνος. Ἰδοὺ γὰρ συνῆξα τοὺς λογισμούς μου πανταχόθεν, καὶ οὐχ εὑρίσκω ἀγαθόν τι ὑπομνησθῆναι ἔμπροσθέν σου, εἰ μὴ τοῦτο μόνον, ὅτι πλήν σου ἄλλον οὐκ οἶδα. Ἄμετρον πλάτος ὑπάρχει ἡ χάρις τῶν ἰαμάτων σου· καὶ πᾶσι τοῖς προσερχομένοις σοι παρέχει ἴασιν. Καὶ γὰρ τὰ ἐμὰ τραύ‐ ματα συνεχῶς ἰῶνται διὰ τῶν οἰκτιρμῶν σου, καὶ πάλιν σαθροῦνται διὰ τὴν | |
10 | ἐμὴν ἀμέλειαν. Νῦν ἐπελαθόμην τοῦ ἰατροῦ ἐν τῇ ὑγιείᾳ μου, καὶ ἐπελάθετό μου ὁ ἰατρὸς ἐν τῇ ἀρρωστίᾳ μου. Ὅτι κόπον παρέχουσί σοι αἱ ἁμαρτίαι μου, γινώσκω· καὶ ὅτι ἠλεημένος παροργίζω σε, οὐκ ἀγνοῶ· καὶ ὅτι βαστά‐ ζεις με διὰ τὴν σὴν εὐσπλαγχνίαν, οὐκ ἐπιλανθάνομαι· καὶ γὰρ εὔσπλαγχνος | |
μήτηρ ἀθετουμένη ὑπὸ τοῦ ἰδίου βρέφους, οὐ στέγει ὑπεριδεῖν αὐτό, διότι νι‐ | 60 | |
61 | κᾶται ὑπὸ τῶν σπλάγχνων αὑτῆς. Εἰ οὖν ἐκείνη οὕτω, πόσῳ μᾶλλον ἡ εὐ‐ σπλαγχνία σου. Ἰδοὺ δή, Δέσποτα, καὶ τοῦ πετεινοῦ τὰ σπλάγχνα κέχυται ἐπὶ τοῖς νεοσσοῖς αὐτοῦ, καὶ καθ’ ὥραν ἐπισκέπτεται αὐτά, καὶ βρώματα αὐτῶν φέρει, καὶ κοπιᾷ ἵνα θρέψῃ αὐτά· ἥττηται γὰρ ὑπὸ τῶν σπλάγχνων. | |
5 | Εἰ δὲ τὰ ἄλογα οὕτως εὔσπλαγχνα τυγχάνει, πόσῳ μᾶλλον ἡ χάρις σου, μυριοπλάσιον νικωμένη ὑπὸ τῶν σπλάγχνων, ἐλεήσει τοὺς προσερχομένους αὐτῇ καὶ ζητοῦντας αὐτὴν ἐν ἀληθείᾳ. Ἰδοὺ πάλιν πηγὴ πλήρης ὑδάτων βρύουσα ἀδιαλείπτως ἀφθόνως παρέχει πᾶσι τοῖς προσερχομένοις αὐτῇ, καὶ ἀνενδεὴς ὑπάρχουσα ἐπαίνων ἀνθρωπίνων· οὐ γάρ ἐστιν ἔπαινος τὸ δωρεὰν | |
10 | παρέχειν αὐτῷ τὴν πόσιν, ἀλλὰ τὸ δι’ αὐτῆς σὲ δοξάζειν. Εὔδηλον γάρ ἐστιν ὅτι διὰ τὴν εὐεργεσίαν τῆς χάριτός σου ἐκείνη τὴν πόσιν παρέχει. Ἰδοὺ γὰρ ἱστόρησεν ἡ πηγὴ τὸ ἄπειρον πέλαγος τῶν οἰκτιρμῶν σου. Ἀφθόνως τὰς ἐπουρανίους δυνάμεις τρέφεις, καὶ τὴν ἐπὶ τῆς γῆς πᾶσαν πνοὴν οἰκονομεῖς, ἀνενδεὴς ὑπάρχων ἐπαίνων καὶ δόξης πάσης κτίσεως. Δεδοξασμένος ὑπάρ‐ | |
15 | χεις ἐν τῇ οὐσίᾳ τῆς μεγαλωσύνης σου καὶ τῇ μεγαλοπρεπείᾳ τῆς δόξης | 61 |
62 | σου. Ἡ ἀγάπη σου ποθοῦσα τὴν ἡμετέραν σωτηρίαν, ἑαυτὴν πρὸς ἡμᾶς κλί‐ νει, ἵνα δοξολογούντων ἡμῶν αὐτὴν σωθῶμεν ἐν αὐτῇ δι’ αὐτῆς. Πέπεισμαι γάρ, ὅτι αὐτὴ ἡ ἀγάπη τῆς χάριτός σου ἀντιλαμβάνεται καὶ προσδέχεται τὸν προσερχόμενον αὐτῇ. Καὶ προγνώστης ὤν, ὦ Δέσποτα, βλέπεις ἐὰν ἐξε‐ | |
5 | δύσατο τὸν κόσμον παντελῶς. Πρὸ τοῦ φθάσαι αὐτὸν πρὸς τὴν θύραν, ἀνοί‐ γεις αὐτῷ· πρὸ τοῦ αὐτὸν προπεσεῖν, χεῖρα ἐπιδίδως· πρὸ τοῦ βρύσαι αὐτὸν τὰ δάκρυα, τοὺς οἰκτιρμούς σου ἐπιρρίπτεις· πρὸ τοῦ ἐξομολογήσασθαι αὐ‐ τὸν τὰ χρεοφειλήματα αὐτοῦ, τὴν συγχώρησιν παρέχεις. Οὐκ ἐγκαλεῖς· οὐ λέγεις, ποῦ ἀνήλωσας τὸν χρόνον; Πῶς παρῆλθες τὸν καιρόν; Οὐ ζητεῖς τὴν | |
10 | ποσότητα τοῦ γραμματείου τῶν ἁμαρτιῶν αὐτοῦ, οὐ μιμνήσκεις τὸν παροργι‐ σμὸν τῆς ἀμελείας αὐτοῦ· οὐκ ὀνειδίζεις τὴν ἀθέτησιν τῶν εὐεργεσιῶν σου, ἀλλὰ τὴν ταπείνωσιν καὶ τὸν κλαυθμὸν καὶ τὴν διάθεσιν τῆς καρδίας | |
προορῶν κράζεις· ἐκβάλετε τὴν πρώτην στολὴν καὶ ἐνδύσατε αὐτόν· θύσατε | 62 | |
63 | τὸν μόσχον τὸν σιτευτὸν εἰς ἀνάπαυσιν καὶ εὐφροσύνην. Συνέλθωσιν ἄγγε‐ λοι καὶ εὐφρανθῶσιν ἐπὶ τῇ εὑρέσει τοῦ ἀπολλυμένου υἱοῦ καὶ ἐπὶ τῇ ἐπι‐ στροφῇ τοῦ πεπλανημένου κληρονόμου· καὶ ὥσπερ ἔμπορον εἰς τὰ ἴδια ἐπι‐ δημήσαντα μετὰ πλούτου πολλοῦ, οὕτω προσδέχεται ἡ χάρις σου τὸν προ‐ | |
5 | σερχόμενον ἁμαρτωλὸν ἐξ ὅλης ψυχῆς· ποθεῖ γὰρ ἰδεῖν τὰ δάκρυα καὶ διψᾷ ἰδεῖν τὴν μετάνοιαν καὶ χαίρει ἐπὶ τῇ σπουδῇ τῶν σπουδαζόντων μετανοῆ‐ σαι. Δεῖξον οὖν καὶ ἐν ἐμοὶ πολλήν σου εὐσπλαγχνίαν καὶ ἄνες μοι ἀπὸ τῆς συνοχῆς τοῦ λυμεῶνος· τραυματίσας γάρ με στήκει ἐκμυκτηρίζων με· | |
10 | καὶ καθὼς ἐν τῇ θαλάσσῃ προσῆλθον οἱ μαθηταὶ καὶ ἐξήγειράν σε, καὶ διὰ τῆς εὐλογημένης φωνῆς τοῦ στόματός σου ἐκόπασεν ἡ λαῖλαψ τοῦ ἀνέμου καὶ ἐγαληνίασεν ἡ ζάλη τῶν κυμάτων, ἐπάκουσον τῶν δακρύων μου, ὅτι ἡμέρας καὶ νυκτὸς διεγείρουσίν σε· ἔτη δώδεκα κάμνοντες οἰκοῦντες ἰατροί, οὐκ ἴσχυσαν ἰάσασθαι τὴν ῥύσιν τοῦ αἵματος, πόνον μᾶλλον παρεῖχον ἢ ἴα‐ | |
15 | σιν· ὅσα δὲ ἐκεῖνοι οὐκ ἴσχυσαν, αὐτὸς παρέσχες· καὶ ὅσα ἐκεῖνοι ἐθριάμβευ‐ | |
σαν, αὐτὸς ὑγίωσας καὶ ἀπόνως τὴν ἴασιν ἐδωρήσω· προσδοκῶσα γὰρ λαν‐ | 63 | |
64 | θάνειν σε, λάθρα προσῆλθε τῷ κρασπέδῳ τῶν ἱματίων σου· προσῆλθεν, οὐχὶ τοῦ ἁγίου σώματος ἥψατο, καὶ ἡ περιβολή σου ἴασιν αὐτῇ παρέσχεν, καὶ ἀπαλλαγὴν ἀσινῆ πολλῶν ἰατρῶν. Ἀπάλλαξον καὶ ἐμοῦ τὴν τεθλιμμένην ψυχὴν ἀπὸ τῆς αἰσχύνης καὶ τοῦ ὀνείδους τοῦ θλίβοντός με Ἐχθροῦ, εὔ‐ | |
5 | σπλαγχνε Ἰατρέ· δεῖξον εἰς τὰ μέλη μου τὴν πολλήν σου σοφίαν· καὶ ἄσπιλα ποίησον τὰ τραύματά μου, καὶ ἔθου ἐν αὐτοῖς κάλλος ἀρετῆς, καὶ κηρυχθή‐ τω ἡ χάρις σου, ὅτι αὐτή με ἐρρύσατο· ὁ ἀναμάρτητος Ἀμνός, ὁ σφαγεὶς ὑπὲρ τῆς σωτηρίας τῆς οἰκουμένης, καὶ εἰρηνοποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν, μή με ἀπορρίψῃς, ὅτι ἀναιδῶς σοι προσῆλθον, καὶ μὴ εἴπῃς μοι, τί | |
10 | ὑπέμεινες ἕνεκεν ἐμοῦ; Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῇ φοβερᾷ καὶ φρικτῇ ἐρεῖς ἡμῖν τοῖς ἁμαρτωλοῖς· οἴδατε τί ὑπέμεινα ὑπὲρ ὑμῶν; Ἀόρατος ὤν, ὡράθην ὑμῖν· ἀθάνατος ὤν, δι’ ὑμᾶς κατεκρίθην· ἀναμάρτητος ὤν, δι’ ὑμᾶς ἐρραπί‐ σθην· καὶ οὕτως σταυρούμενος οὐκ ὠργίσθην· μυκτηριζόμενος οὐ κατηρασά‐ | |
μην. Ἐγὼ ὁ Δεσπότης, ἀνώτερος ὢν πάντων τῶν ἁμαρτημάτων καὶ ἐγκλη‐ | 64 | |
65 | μάτων, δι’ ὑμᾶς ταῦτα ὑπέμεινα· ὑμεῖς ὑπεύθυνοι ὑπὲρ ἐμοῦ τί ὑπεμείνατε; Ἕνεκεν τούτου ἀπολογίαν οὐκ ἔχει τὶς ἐξ ἡμῶν. Μνήσθητι, Κύριε, ὅτι ταῦτα πάντα ὑπέμεινας ὑπὲρ ἡμῶν διὰ τὴν σὴν εὐσπλαγχνίαν καὶ διὰ τὴν σὴν ἀγαθωσύνην καὶ δικαιοσύνην, καὶ οὐ διὰ τὰ | |
5 | ἡμέτερα κατορθώματα· ὡς γὰρ παρεδόθης τότε ὑπὲρ ἡμῶν ἅγιος, ἀναμάρ‐ τητος, καὶ νῦν ὁ αὐτὸς εἶ, Δέσποτα, οὐ γὰρ μετεβλήθη ἡ εὐσπλαγχνία τῆς θεότητός σου, ἣν ἔχεις κατὰ φύσιν, ἡμεῖς δὲ καὶ τότε ἀσεβεῖς καὶ πονηροί, καὶ νῦν ἁμαρτωλοὶ καὶ ἀσθενοῦντες. Τὸ χάρισμα οὖν, ὃ ἐχαρίσω διὰ τὴν εὐσπλαγχνίαν σου, μὴ ἀφέλῃς αὐτὸ ἀφ’ ἡμῶν· εἰ μὲν γὰρ τότε διὰ τὴν δι‐ | |
10 | καιοσύνην ἡμῶν ἐλυτρώσω ἡμᾶς, νῦν δὲ ἐπειδὴ ἡμάρτομεν, διὰ τοῦτο ὀργί‐ ζῃ καὶ ἀφέλεις τὴν χεῖρά σου, εἰκότως εἴποιμεν, ἅγιος, ὅτι διὰ τὴν δικαιο‐ σύνην ἡμῶν τότε ἐλυτρώσω ἡμᾶς, καὶ νῦν δὲ ὅτι ἡμάρτομεν, ἀπέστης ἀφ’ ἡμῶν· ἀλλὰ καθὼς προεῖπον, ἡμεῖς καὶ τότε ἀσεβεῖς καὶ νῦν ἁμαρτωλοί· τὸ | |
οὖν δῶρον, ὃ ἐδωρήσω ἡμῖν διὰ τὴν σὴν φιλανθρωπίαν, ἕως τέλους βεβαιω‐ | 65 | |
66 | θήτω εἰς ἡμᾶς. Ἐγὼ μὲν τεθλιμμένη ψυχὴ ἔτι καὶ ἔτι βοῶ πρός σε, Δέσπο‐ τα, καὶ ἐντυγχάνειν σοι περὶ τοῦ Ἐχθροῦ μου ἀναγκάζομαι· ἴδε, Δέσποτα, καὶ γενοῦ μοι καταφυγή, καὶ ἐπιτίμησον τοῖς πειραταῖς αὐτοῦ, ὅτι κατὰ πᾶ‐ σαν ὥραν περιπτοοῦσίν μου καὶ οὐ συνιῶ, κλέπτουσίν μου καὶ οὐ γινώ‐ | |
5 | σκω, μετεωρίζουσίν με καὶ οὐ κατανύσσομαι· ἐμποδίζουσίν με, ἵνα παρα‐ καλέσω σε, γινώσκουσι γάρ, ὅτι ἐὰν βοήσω πρὸς σὲ μετὰ δακρύων καὶ κλαυθμοῦ, οὐχ ὑφήσεις· οἴμοι, οἷον ἀντίπαλον ἔχω ἐν τῷ σκάμματι· μακα‐ ρία εἰμί, οἷον λυτρωτὴν ἔχω καὶ μισθαποδότην τοῦ ἀγῶνος. Ὁ μὲν βασιλί‐ σκος, τὸ θηρίον, εἰς τὰ ἑκάτερα δεινὸς τυγχάνει, ἐν τῷ βλέμματι καὶ ἐν τῇ | |
10 | πικρότητι, καὶ οὗτος ὁ δράκων εἰς τὰ ἀμφότερα πονηρότερος αὐτοῦ ὑπάρ‐ χει, ἐν τῇ πάλῃ καὶ ἐν τῇ ἀναιδείᾳ· ἡ δύναμις ἡ ἁγία, ἡ καταπιοῦσα τὰς ῥάβδους τὰς μεταβληθείσας εἰς δράκοντας, ἐπιτίμησον καὶ τούτῳ τῷ δρά‐ κοντι, ὅτι ἀναιδῶς μοι προσέρχεται, καὶ τῇ ἀναιδείᾳ τῆς πάλης αὐτοῦ τοῖς ὑπομένουσι θησαυρὸν κατεργάζεται, καὶ ἡ θλῖψις, ἣν φέρουσιν αἱ ἀπειλαὶ | |
15 | αὐτοῦ, μακαρισμὸν ἔχουσιν ἐγκεκρυμμένον· ἡ γὰρ χαρὰ τοῦ αἰῶνος τούτου | 66 |
67 | ἀνάμεστος λύπης ἐστίν· ἡ δὲ θλῖψις καὶ ὁ στεναγμὸς χαρὰν καὶ ζωὴν αἰώ‐ νιον προξενεῖ. Πάντοτε μὲν ἠσθένησα καὶ ἀσθενῶ, Δέσποτα, καὶ ἀδιαλείπτως ἐπι‐ σκέπτεταί με ἡ χάρις σου καὶ ἴαταί με· καὶ καθ’ ὥραν ἠθέτησα τὸν μισθὸν | |
5 | τῶν ἰαμάτων αὐτῆς καὶ ἀθετῶ. Ἐπειδὴ ἀτίμητά εἰσιν τὰ ἰάματα τῆς χάρι‐ τός σου, δωρεὰν αὐτὰ παρέχεις, καὶ ἐπειδὴ διὰ τῶν δακρύων χαρίζῃ αὐτά, χάρισαι καὶ ἐμοὶ διὰ τῶν δακρύων μου τὰ ἰάματα τῆς ψυχῆς μου. Εὔδηλόν ἐστι πᾶσιν, ὅτι ὁ αἰὼν οὗτος σκάμματι ἔοικεν, καὶ ὁ δράκων ὁ ἰσχυρὸς πᾶσιν ἀνταγωνίζεται. Ὑπό τινων μὲν νικᾶται καὶ καταπατεῖται, | |
10 | τινὰς δὲ νικᾷ καὶ καταπατεῖ· ὑπό τινων καταβάλλεται καὶ ἐκμυκτηρίζεται, τινὰς δὲ αὐτὸς καταβάλλει καὶ ἐκμυκτηρίζει· οἱ μὲν διὰ τῆς πάλης αὐτοῦ στεφανοῦνται, οἱ δὲ διὰ τῆς πάλης αὐτοῦ ἡττῶνται· οἱ μὲν διὰ τῆς πικρότη‐ τος αὐτοῦ, τῆς γλυκύτητος τῆς αἰωνίου ζωῆς ἐπιτυγχάνουσιν, οἱ δὲ διὰ τῆς | |
γλυκύτητος αὐτοῦ καὶ χαυνότητος τὴν πικρότητα τῆς αἰωνίου κολάσεως εὑ‐ | 67 | |
68 | ρίσκουσιν· οἱ μὲν διὰ τῆς αὐτῶν ἄκρας ἀκτημοσύνης εὐχερῶς αὐτοῦ περιγί‐ νονται, τῶν δὲ διὰ τὴν περιβολὴν τῶν γηΐνων πραγμάτων αὐτὸς περιγίνε‐ ται· τοῖς δὲ ποθοῦσι τὸν Θεὸν ἐξ ὅλης ψυχῆς, ὁ πόλεμος αὐτοῦ ὡς οὐδέν ἐ‐ στιν· τοῖς δὲ ποθοῦσι τὸν κόσμον δυσχερὴς καὶ ἀβάστακτος. | |
5 | Μακάριοι οἱ τὸν Θεὸν ἀγαπήσαντες, καὶ διὰ τῆς ἀγάπης αὐτοῦ κατα‐ φρονήσαντες πάντων· μακάριοι οἱ δακρύοντες ἡμέρας καὶ νυκτός, ἵνα ῥυ‐ σθῶσιν ἀπὸ τῆς μελλούσης ὀργῆς· μακάριοι οἱ ταπεινώσαντες ἑαυτοὺς ἑκου‐ σίως, ὅτι ἐκεῖ ὑψωθήσονται· μακάριοι οἱ ἐγκρατεῖς, ὅτι ἡ τρυφὴ τοῦ παρα‐ δείσου αὐτοὺς μένει· μακάριοι οἱ καταπονήσαντες ἑαυτῶν τὰ σώματα ἐν | |
10 | ἀγρυπνίαις καὶ ἀσκήσει, ὅτι ἡ ἀγαλλίασις τοῦ παραδείσου αὐτοῖς ἡτοίμα‐ σται· μακάριοι οἱ γενόμενοι ἑκουσίως ναὸς τοῦ Ἁγίου Πνεύματος, ὅτι αὐτοὶ ἐκ δεξιῶν σταθήσονται· μακάριοι οἱ κτησάμενοι τὴν ἀγάπην τοῦ Θεοῦ ἐν ταῖς ψυχαῖς αὑτῶν, ὅτι αὐτοὶ φιλόχριστοι κληθήσονται· μακάριοι οἱ σταυ‐ ρώσαντες ἑαυτούς, ὅτι ἐν Θεῷ ἐγένετο ἡ μελέτη αὐτῶν ἡμέρας καὶ νυκτός· | |
15 | μακάριοι οἱ περιεζωσμένοι τὰς ὀσφύας αὑτῶν ἐν ἀληθείᾳ, καὶ ἑτοίμους ἔ‐ | 68 |
69 | χοντες τὰς λαμπάδας αὐτῶν, καὶ προσδοκῶντες τὸν ἑαυτῶν Νυμφίον, πότε ἀναλύσει ἐκ τῶν γάμων· μακάριος ὁ κτησάμενος νοεροῖς ὀφθαλμοῖς τὴν θεωρίαν τῶν μελλόντων ἀγαθῶν καὶ τῆς αἰωνίου κολάσεως, καὶ σπουδάσας καμεῖν, ἵνα ἐπιτύχῃ τῶν αἰωνίων ἀγαθῶν· μακάριος ὁ ἔχων πρὸ ὀφθαλμῶν | |
5 | διηνεκῶς τὴν φρικτὴν ὥραν ἐκείνην, καὶ σπουδάσας εὐαρεστῆσαι ἕως ὥρα ἐστίν· μακάριος ὁ γενόμενος ἐπὶ γῆς ἀπαθὴς ὡς ἄγγελος, ἵνα σὺν Ἀγγέλοις χαρῇ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Σπουδάσωμεν οὖν, ἀδελφοί, τὰ ἄνω βλέπειν, τὰ ἄνω διανοεῖσθαι, τὰ ἄνω ἐνθυμεῖσθαι, τὰ ἄνω διαλογίσθαι, τὰ ἄνω μνημονεύειν, τὰ ἄνω μελε‐ | |
10 | τᾶν, τὰ ἄνω φρονεῖν, τὰ ἄνω λαλεῖν, τὰ ἄνω ποιεῖν, τὰ ἄνω πραγματεύε‐ σθαι· ὅλα δι’ ὅλου τοῖς ἄνω προσομιλεῖν, καὶ μὴ νεύειν πρὸς τὰ κάτω, ὅπου αἱ ἡδοναὶ καὶ αἱ ἐπιθυμίαι τοῦ αἰῶνος τούτου τοῦ ματαίου καὶ θανατηφό‐ ρου· ἀλλὰ καλόν ἐστι πάντοτε βλέπειν τῷ τῆς καρδίας ὄμματι, μή τι ἐμπέ‐ | |
σῃ εἰς τὴν κόρην τοῦ ὀφθαλμοῦ, ἢ λογισμὸς πονηρός, ἢ ἄλλο τι τῶν μὴ ἀρε‐ | 69 | |
70 | σκόντων τῷ Δεσπότῃ Θεῷ, καὶ σκοτήσῃ τὸν νοῦν· ἀλλ’ ἄκουσον σὺ ὁ ἀνα‐ γινώσκων, περὶ ἐμαυτοῦ λέγω, ἔχομεν τί διανοεῖσθαι πάντοτε, ἔχομεν τοὺς Ἀγγέλους, ἔχομεν τοὺς Ἀρχαγγέλους, ἔχομεν τὰς Δυνάμεις, ἔχομεν τὰς δό‐ ξας τῶν Κυριοτήτων, ἔχομεν τὰ Χερουβείμ, ἔχομεν τὰ Σεραφείμ, ἔχομεν | |
5 | ἑαυτούς, ἔχομεν τὸν τῶν ἁπάντων Δεσπότην Θεόν, τὸ καλὸν καὶ ἅγιον ὄνο‐ μα, ἔχομεν τοὺς Προφήτας, ἔχομεν τοὺς Ἀποστόλους, ἔχομεν τὰ ἅγια Εὐαγγέλια, τοὺς λόγους τοῦ Κυρίου, ἔχομεν τοὺς Μάρτυρας, ἔχομεν πάντας τοὺς Ἁγίους, ἔχομεν τοὺς Ὁμολογητάς, ἔχομεν τοὺς ἁγίους Πατέρας, Πα‐ τριάρχας, ἔχομεν τοὺς Ποιμένας, ἔχομεν τοὺς Ἱερεῖς, ἔχομεν τοὺς οὐρανοὺς καὶ | |
10 | πάντα τὰ ἐν αὐτοῖς. Ταῦτα καὶ ἐν τούτοις διανοοῦ, καὶ ἔσῃ υἱὸς τοῦ Δεσπότου [τοῦ] Θεοῦ, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ | |
δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 70 |