TLG 4138 020 :: EPHRAEM SYRUS :: Precatio

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

Precatio

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 2. Thessalonica: Το περιβόλι της Παναγίας, 1989: 44–45.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 1 Rome (1732) 187b–187f.

Citation: Page — (line)

44

(t)

Εὐχὴ ἐκ τῆς τοῦ ἁγίου Ἐφραὶμ διδασκαλίας
1 Ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, Κύριε ὁ Θεὸς ὁ Παντο‐ κράτωρ, καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου, οὐδὲ ἀτενίσαι καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ πλήθους τῶν ἀδικιῶν μου, οὐδὲ ὀνομάσαι τὸ ὄνομά σου τὸ ἔνδοξον διὰ τῶν χειλέων μου τῶν ἁμαρτωλῶν· ἀνάξιον γὰρ ἐμαυτὸν
5πεποίηκα καὶ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, σὲ παροργίσας τὸν ἀγαθὸν Δεσπό‐ την. Δέομαι, Κύριε, δέομαι, μή με ἀπορρίψῃς ἀπὸ τοῦ προσώπου σου, μηδὲ ἀποστῇς ἀπ’ ἐμοῦ, ἵνα μὴ ἀπόλωμαι. Εἰ μὴ γὰρ ἡ χάρις σου ἐσκέπασέ με,
ἤδη ἐγὼ ἀπωλόμην καὶ ἤμην νῦν ὡς χοῦς κατὰ πρόσωπον ἀνέμου· καὶ ἐγε‐44

45

νόμην ἂν ὡς μὴ φανεὶς ἐν τῷ βίῳ τούτῳ. Ἀφ’ οὗ γὰρ κατέλιπόν σου τὴν ὁδόν, οὐ συνήντησέ μοι ἡμέρα ἀγαθή. Καὶ γὰρ ἐν ἁμαρτίαις δοκοῦσα ἀγαθὴ ἡμέρα εἶναι, τῶν πικροτάτων πικροτάτη τυγχάνει. Καὶ ἀπὸ τοῦ νῦν ἐλπίζω τῇ χάριτί σου, ὅτι ἐνδυναμώσεις φροντίσαι τῆς ἐμαυτοῦ σωτηρίας. Καὶ νῦν
5προσπίπτω δεόμενος, ἀντιλαβοῦ μου τοῦ πλανηθέντος ἀπὸ ὁδοῦ δικαιοσύ‐ νης· ἔκχεε ἐπ’ ἐμὲ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ὡς ἐν τῷ ἀσώτῳ υἱῷ, ὅτι κατῄσχυνά μου τὸν βίον σκορπίσας τὸν πλοῦτον τῆς χάριτός σου. Ἐλέησόν με, ὁ Θεός, καὶ ἀμνησικάκησον ἐπὶ τῷ πεφαυλισμένῳ μου βίῳ. Ὡς τὴν πόρ‐ νην καὶ τὸν τελώνην καὶ τὸν λῃστὴν οἰκτίρησόν με. Οὗτοι γὰρ ἐπὶ γῆς ὄντες
10ἀπεγνώσθησαν ὑπὸ πάντων· σὺ δέ, Κύριε, προσελάβου αὐτοὺς καὶ παραδεί‐ σου τρυφῆς οἰκήτορας πεποίηκας. Δέξαι οὖν καὶ ἐμοῦ τοῦ ἀχρείου δούλου σου τὴν μετάνοιαν, ὅτι κἀγὼ ἀπεγνώσθην ὑπὸ πάντων. Ἦλθες γάρ, Κύριε, οὐ δικαίους καλέσαι, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Ὅτι σοὶ πρέπει ἡ δό‐
ξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.45