TLG 4138 019 :: EPHRAEM SYRUS :: De timore animarum

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

De timore animarum

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 2. Thessalonica: Το περιβόλι της Παναγίας, 1989: 34–43.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 1 Rome (1732) 183–187a.

Citation: Page — (line)

34

(t)

Περὶ φόβου ψυχῶν
1 Ἐγὼ Ἐφραῒμ ἁμαρτωλός, χαῦνος καὶ ῥᾴθυμος εἰς ἀγῶνα πνευματι‐ κόν, πλὴν λέγω ὑμῖν, ἀγωνισταί, φιλόθεοι ἀδελφοί μου, εἰς ὃ ἐγὼ νικῶμαι διηνεκῶς δι’ ἐμὴν χαυνότητα τοῦ λογισμοῦ. Θέλω ὑμῖν ἐξαγγεῖλαι, ἀγαπη‐ τοί μου, φόβον μέγαν καὶ τρόμον τῆς ψυχῆς μου, ὃς γέγονεν ἐν ἡμέρᾳ μιᾷ
5ἐμοὶ τῷ ἀθλίῳ καὶ μετεώρῳ. Ἐκαθήμην καταμόνας ἐν τόπῳ ἀθορύβῳ καὶ ἡσύχῳ καὶ ὑψηλῷ, καὶ ἐνενόουν ἐν ἑαυτῷ, καὶ ἔλεγον τὰ τοῦ βίου τούτου, τὴν μέριμναν, τὴν σύγ‐ χυσιν, τὸν θόρυβον· καὶ δακρύσας διελεγόμην πρὸς ἐμαυτόν· πῶς ὁ βίος οὗ‐ τος ὥσπερ σκιὰ παράγεται, καὶ ὡς δρομεὺς ὀξύτατος παρατρέχει, καὶ ὡς
10ἄνθος πρωϊνὸν μαραίνεται! Καὶ ἔλεγον λυπούμενος καὶ στενάζων· πῶς ἐκ‐
τρέχει ὁ αἰὼν οὗτος ἀγνοοῦμεν· διατί ἐσμεν δεδεμένοι διὰ τὴν χαυνότητα34

35

ἡμῶν ἐν πράγμασι καὶ λογισμοῖς ἀπρεπέσι. Ταῦτα ὡς εἰς ἐμαυτὸν ἐμελέ‐ των, ἄφνω ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὸν οὐρανόν, καὶ γέγονα ὥσπερ ἐν ἐκστάσει· καὶ φόβος μέγας ἐπέπεσεν ἐπ’ ἐμὲ καὶ ἐθεώρουν ἐν ὀφθαλμοῖς τῆς καρδίας μου τὸν Κύριον μετὰ πολλῆς δόξης καθήμενον καὶ λέγοντα πρὸς
5τὴν ἐμὴν ψυχὴν οὕτως· Διατί, ψυχή, τὸν παστόν σου τὸν οὐράνιον τὸν πλή‐ ρη φωτὸς δόξης ἐβδελύξω; Διατί, ψυχή, νύμφη μου, μισεῖς τὸν ἄχραντον Νυμφίον καὶ ἀθάνατον; Διατί, ψυχή, ἐβδελύξω τὰ ἀγαθὰ ἅπερ ἐγὼ ἡτοίμα‐ σά σοι ἐν φωτὶ ζωῆς; Διατί, ψυχή, ἀλλοτρία μου γέγονας ἐν πράγμασι καὶ λογισμοῖς ἀπρεπέσι; Διατί, ψυχή, οὐ σπουδάζεις εὑρεθῆναι εἰς τὴν παρουσίαν
10μου; Διατί, ψυχή, οὐ κατέχεις τὴν λαμπάδα σου, προσμένουσα εἰς τὴν κραυ‐ γὴν τὴν λέγουσαν, ἰδοὺ ἦλθεν ὁ Νυμφίος, ἐξέλθετε εἰς τὴν ἀπάντησιν αὐτοῦ μετὰ χαρᾶς; Διατί, ψυχή, οὐκ ἔσπευσας ἑτοιμάσαι τὸ ἄξιον ἔνδυμα εἰς τοὺς γάμους; Διατί, ψυχή, οὐκ εἰσέρχῃ μετὰ χαρᾶς εἰς τὸν παστὸν τὸν οὐράνιον καὶ ἅγιον; Διατί, ψυχή, ἐμὲ μισεῖς τὸν Ἀγαθόν, τὸν λυτρωσάμενον τὴν
15ζωήν σου ἐκ θανάτου; Ἐγώ, ψυχή, τῷ θανάτῳ ὡμίλησα ἕνεκέν σου, ἵνα35

36

νύμφην σε ἐμαυτῷ ἁρμόσωμαι. Ἐγώ, ψυχή, βασιλείαν σοι ἀφθόνως πα‐ ρέσχον εἰς τὸν κλῆρόν σου. Ἐγώ, ψυχή, πάντα μου τὰ ἀγαθὰ παρέσχον σοι ὡς βασιλεύς. Ἐγώ, ψυχή, καὶ ἄνθρωπος ἐγενόμην διὰ σέ, βουλόμενος λυ‐ τρώσασθαι τὴν ζωήν σου ἐκ φθορᾶς. Ἐγώ, ψυχή, ὑπὲρ πάντα τὰ ἔργα μου
5ἐτίμησα καὶ ὕψωσα τὴν ζωήν σου. Ἐγώ, ψυχή, παστὸν ἐν οὐρανοῖς ἡτοίμα‐ σά σοι, καὶ ἀγγέλους ἐποίησα λειτουργῆσαι ἔμπροσθέν σου ἐν τῷ παστῷ ᾧ‐ περ ἐγὼ ἡτοίμασα τοῦ εἰσελθεῖν σε ἐκεῖ μετὰ χαρᾶς. Σὺ δέ, ψυχή, ἐβδελύξω τὸν οὐράνιον Νυμφίον καὶ τὰ ἄρρητα ἀγαθὰ ἃ ἡτοίμασά σοι. Καὶ τίς ἄρα ἐστὶ ποθούμενος ὑπὲρ ἐμὲ τὸν σῴζοντα πᾶσαν τὴν κτίσιν ἐν τοῖς οἰκείοις οἰ‐
10κτιρμοῖς; Ποῖος πατὴρ ζωὴν δίδωσιν ὥσπερ ἐγώ, ὅτι ἐμὲ κατέλιπες, ψυχή, ποθήσασα τὸν ἀλλότριον καὶ μισητόν. Ἐφοβήθην, ἀδελφοί, φόβον μέγαν ἐν τῇ ὥρᾳ ἐκείνῃ, κατανοῶν ἐν ὀφθαλμοῖς τῆς διανοίας μου τοῦ Κυρίου τὰ ῥήματα τὰ φοβερὰ καὶ τῆς ψυ‐ χῆς μου τὴν αἰσχύνην τὴν μεγάλην, ἐπτοήθην, ἐτρόμασα. Ἐξέλιπον ἀπὸ τοῦ
15φόβου καὶ τῆς μεγάλης ἐντροπῆς· ἐνενόουν τὸ ποῦ ἀποκρυβήσομαι, μὴ φέ‐
ρων τὸ ὄνειδος τῆς αἰσχύνης ἐκείνης. Καὶ ἔλεγον· δεῦτε ὄρη, καλύψατε36

37

ἁμαρτωλὸν καὶ ἀσεβῆ. Καὶ ἐπάρας τὴν φωνήν, ἔκλαυσα κλίνας κάτω τὴν κεφαλήν μου αἰδούμενος, καὶ θρηνήσας ἐμαυτὸν εἶπον οὕτως· διατί ἐγὼ ἐκ κοιλίας ἐξῆλθον παροξῦναι τὸν Κύριον τὸν ἅγιον καὶ ἀγαθὸν καὶ εὔσπλαγ‐ χνον; Ἠθέτησα τῆς γαστρὸς τὴν σύλληψιν καὶ τὴν αὔξησιν τοῦ σώματος·
5ἠθέτησα οὐράνια χαρίσματα καὶ ἅγια ἰάματα τῆς χάριτός σου. Ὅμως κλαίων προσέπεσον· ἐδεήθην μετ’ ὀδύνης καὶ ὀδυρμοῦ τῆς καρδίας μου, καὶ ἐβόησα ἐν δάκρυσι λέγων οὕτως· εἰσάκουσον, ὦ Δέσποτα, τοῦ κλαυθμοῦ μου, καὶ πρόσδεξαι τῆς δεήσεώς μου τὰ ῥήματα, ἃ προσφέρει ὁ ἁμαρτωλὸς αἰδούμενός σε, μακρόθυμε, ἐλεῆμον καὶ οἰκτίρμον· μὴ ποιήσῃς κατὰ πάντα
10τὰ ἔργα μου, μηδὲ μνησθῇς τῶν κακίστων παροξυσμῶν μου, ὧν ἐγὼ παρώ‐ ξυνα τὴν χάριν σου, ὦ Δέσποτα ἀγαθέ· ἀλλὰ μᾶλλον δώρησαί μοι τῷ ἁμαρ‐ τωλῷ χρόνον μικρόν, ἵνα εὕρω καιρὸν μετανοίας, φιλάνθρωπε ἀγαθέ. Ἐβά‐ στασεν ἡ χάρις σου νεότητος ἀνομίας πλῆθος πολύ· καὶ τοῦ γήρως νῦν βα‐ στάσει ἡ χάρις σου ἀθέτησιν, παροξυσμόν, προπέτειαν. Ἐγὼ αὐτὸς ἐπίστα‐
15μαι, μακρόθυμε, τὸν ὅρκον σου ὃν ὤμοσας κατὰ σεαυτοῦ λέγων· ζῶ ἐγώ,
λέγει Κύριος, ὅτι οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ καὶ ἀσεβοῦς,37

38

ἀλλὰ μᾶλλον τοῦ σωθῆναι ἁμαρτωλὸν ἀπὸ πασῶν ἀνομιῶν ὧν ἔπραξε. Δέ‐ σποτα οἰκτίρμον, φιλάνθρωπε, ἀγαθέ, ὤμοσας ἐν τοῖς σοῖς οἰκτιρμοῖς μὴ θε‐ λῆσαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν. Οἰκτί‐ ρησόν με τὸν ἁμαρτωλὸν ὁρκίζοντά σε ἐν τῇ εὐσπλαγχνίᾳ σου· ἱλάσθητί
5μοι, οἰκτίρησον, συγχώρησον· καὶ μὴ λογίζου προπέτειαν τῶν ὅρκων μου, ὁ ἐτάζων καρδίας καὶ νεφροὺς τῶν ἀνθρώπων, ἔτι δὲ καὶ τὰς ἐνθυμήσεις ἁπά‐ σας. Αὐτὸς οἶδας, ὦ Δέσποτα, ἀπὸ πικροῦ πόνου τῆς ψυχῆς ἐτόλμησα ταῦτα φθέγξασθαι ἐνώπιόν σου. Ἴδε, Χριστὲ σῶτερ, πηγὰς δακρύων ἐμῶν καὶ συν‐ τρίμματα καὶ στεναγμοὺς τῆς ἀναξίας ψυχῆς μου· καὶ ἔλθῃ τὸ πρόσταγμα
10τὸ φοβερὸν καὶ σκεπάσῃ με, πρὸ τοῦ ἐλθεῖν τὸ πρόσταγμα τὸ φοβερὸν καὶ λάβῃ με ἀνέτοιμον καὶ ᾐσχυμμένον. Ἀλλὰ μᾶλλον ἡ χάρις σου παράσχῃ μοι χρόνον μικρὸν μετανοίας ἀληθινῆς. Οὐ δύναται ἡ χάρις σου, πολυεύ‐
σπλαγχνε, ὑπεριδεῖν ἁμαρτωλὸν δακρύοντα, πάσῃ ψυχῇ προσελθούσῃ καὶ38

39

αἰτούσῃ συγχώρησιν διδοῦσα ἁμαρτιῶν, ὧν ἔπραξεν. Εἰσήκουσεν ὁ Ἅγιος καὶ Ἀγαθὸς τῆς φωνῆς μου καὶ τοῦ κλαυθμοῦ τῶν δακρύων μου, καὶ ἠλέη‐ σέ με. Καὶ νῦν ἴδε, Μακρόθυμε, ὡς ἀγαθός, ἵνα κἀγὼ ποιήσω καρπὸν μετα‐ νοίας. Διὰ τοῦτο ἱκετεύω σε χαρισθῆναί μοι χρόνον μετανοίας. Ὑπομιμνή‐
5σκει πάντοτε ὁ Σωτήρ, καὶ ἕλκει με πάντοτε εἰς τὴν ζωήν, ἵνα σωθῶ. Ὅταν μνησθῶ τῆς ἡμέρας καὶ τῆς ὥρας ἐκείνης, ἐν ᾗ γέγονεν ὁ φόβος οὗτος αἰφνίδιος, δειλιῶ καὶ δακρύω ἐν στεναγμοῖς. Πάλιν εὐθὺς λανθάνω πάντα ὁμοῦ, τὴν δέησιν, τὰ δάκρυα, τὸν φόβον καὶ τὸν χρόνον τῆς μετα‐ νοίας τὸν δοθέντα μοι χάριτι Θεοῦ. Διατί ἄρα συμβαίνει μοι ταῦτα, σκληρό‐
10της καὶ ἀμέλεια καὶ λησμοσύνη; Καὶ γίνομαι αἰφνιδίως ἀναίσχυντος καὶ ἄ‐ φοβος, μετέωρος καὶ ὀργίλος, μὴ ἔχων ὁλοσχερῶς πρὸ ὀφθαλμῶν μήτε φό‐ βον, μήτε κρίσιν τὴν μέλλουσαν. Μὴ ἄδικος ὁ Θεός, εἰ βούλεται ὑπεξελθεῖν τοῖς ἔργοις μου; Μὴ γένοιτο. Πάντας ὑμᾶς παρακαλῶ, φιλόθεοί μου φίλοι, πρεσβεύσατε ὑπὲρ ἐμοῦ
15τοῦ ἁμαρτωλοῦ καὶ ἐλαχίστου πρὸς τὸν οἰκτίρμονα καὶ φιλάνθρωπον Θεόν.
Τούτου χάριν ἀνήγγειλα τὸ συμβάν μοι, ὅπως ἂν ἐπιτύχω τοῦ ἐλέους τοῦ39

40

Θεοῦ. Ἐπίσταμαι ὅτι, ἐὰν βουληθῆτε, δυνήσεσθε συνελθεῖν ἁμαρτωλῷ ἐν πρεσβείαις καὶ ἱκεσίαις πρὸς τὸν Θεόν. Οἶδα ἐγὼ τῶν πολλῶν τὴν δέησιν δυναμένην καὶ ἀποστόλους ῥύσασθαι ἐκ φυλακῆς καὶ δεσμῶν καὶ θανάτου. Πόσῳ μᾶλλον ἁμαρτωλὸν καὶ ἀσεβῆ δυνήσεσθε ῥύσασθαι ἐκ θανάτου! Συ‐
5νέλθετε οἱ φοβούμενοι τὸν Κύριον· ἐκχέατε τὴν δέησιν ὑμῶν ὑπὲρ ἐμοῦ, ἵνα λάμψῃ ἡ θεία χάρις ἐν τῇ ψυχῇ μου, καὶ φωτίσῃ σκοτισθεῖσαν διάνοιαν, καὶ γένωμαι εὐχῶν ὑμῶν συνεργίᾳ εὐπρόθυμος καὶ ἄξιος μετανοίας· καὶ πᾶσά μου ἡ πικρότης γλυκανθῇ γενομένης τῆς χάριτος ἐν τῇ ψυχῇ μου· χάριτος γὰρ παρουσία φέρει γλυκάσματα, ἡσυχίαν καὶ κατάνυξιν. Καὶ ἡδύνονται ἐν
10τῇ καρδίᾳ τὰ κύματα τῆς χάριτος καὶ τοῦ φωτισμοῦ τοῦ Ἁγίου Πνεύματος, καὶ λανθάνει ἄφνω ψυχὴν τὰ γήϊνα καὶ τὰ πάθη τὰ σαρκικὰ καὶ βλαβερά. Καὶ λοιπὸν θάλπουσι τὰ κύματα τῆς χάριτος τὴν ἔννοιαν καὶ τὴν ψυχήν. Ἐοίκασι τὰ κύματα τῆς χάριτος ἐν τῇ ψυχῇ παραδείσῳ βασιλικῷ πλήρει ὄντι καρπῶν καλῶν καὶ φυτῶν καρποφόρων, ἐχόντων δὲ καὶ τὰς γεύσεις
15διαφόρους, εὐωδίαν καὶ τερπνότητα, καὶ τοῖς ὀφθαλμοῖς ἡδύτητα καὶ τῷ40

41

στόματι καὶ τῇ ὀσφρήσει ἐράσμια. Οὕτως εἰσὶ τὰ κύματα τῆς χάριτος· φωτί‐ ζουσι, γλυκαίνουσιν, εὐφραίνουσι. Μακάρια τὰ ἔργα τῆς ψυχῆς ἐκείνης τῆς ἐχούσης τὰ κύματα τῆς χάριτος ἐν αὐτῇ· φωτίζεται, γλυκαίνεται, εὐφραίνε‐ ται, θεωρίας καὶ εὐωδίας ἐμπιμπλᾶται. Πάλιν ἐρῶ· μακαρία ἡ ψυχὴ ἡ ἔ‐
5χουσα πάντα τὰ χαρίσματα· οὐδὲν ὁρᾷ ἡ τοιαύτη ἐπὶ τῆς γῆς, ἀλλ’ ἔστιν αἰχμάλωτος πρὸς τὸν Θεόν· οὐ γὰρ ἀφίησιν αὐτὴν τοῦ ῥέμβεσθαι ἡ ἡδύτης καὶ ἡ χάρις τοῦ νυμφῶνος. Ἰδοὺ πάλιν προσπίπτω ἐπὶ θύραις τοῦ ἐμοῦ Δεσπότου, ἱκετεύων, πα‐ ρακαλῶν, προσκυνῶν καὶ λέγων ἀεί· συγχώρησόν μοι τὰ πλημμελήματά
10μου, Μακρόθυμε· συμφέρει γὰρ τῷ οἰκέτῃ μὴ ἐκφυγεῖν τὰς χεῖρας τοῦ δε‐ σπότου αὑτοῦ, ὅταν αὐτῷ ἁμάρτῃ, ἀλλὰ μᾶλλον παραμένειν ἐν πάσῃ ταπει‐ νοφροσύνῃ τῆς καρδίας αὑτοῦ. Οὕτω γὰρ καὶ ἄνθρωποι εἰώθασι συγχωρεῖν τοῖς οἰκέταις τὰ παραπτώματα. Εἰ δὲ ἄνθρωποι θνητοὶ ὄντες καὶ πονηροὶ συγχωροῦσι τοῖς συνδούλοις τὰ σφάλματα, πόσῳ μᾶλλον ὁ Δεσπότης ὁ ἅ‐
15γιος καὶ ἀγαθός, πάντων ἡμῶν δημιουργὸς καὶ Κύριος, ὁ πολυεύσπλαγχνος
καὶ οἰκτίρμων, ὁ μακρόθυμος καὶ πολυέλεος, συγχωρήσει ἀνομίας καὶ41

42

ἁμαρτίας τοῖς πάντοτε προσπίπτουσιν αὐτῷ ἁμαρτωλοῖς; Καὶ γὰρ αὐτὸς ὁ θησαυρὸς τοῦ ἐλέους τὴν παρ’ ἡμῶν ζητεῖ μικρὰν προθυμίαν, καὶ εὐθέως χαρίζεται καὶ πλουτίζει τοὺς ζητοῦντας αὐτὸν μετὰ παντὸς συντρίμματος. Ἔοικε γὰρ ὁ θησαυρὸς πηγῇ πλήρει, εὐθηνούσῃ ἐν βλύσμασι καὶ ἀφθόνως
5παρεχούσῃ τοῖς θέλουσιν ὑδρεύεσθαι. Πρέπον ἐστὶ τοῖς περὶ πηγῆς λέγειν, ὅ τι ἔοικε τοῖς οἰκτιρμοῖς τοῦ Θεοῦ. Ὥσπερ γὰρ ἡ πηγὴ οὐ κωλύει τὸν θέλον‐ τα, οὕτως πάλιν ὁ θησαυρὸς τῆς χάριτος οὐ κωλύει τοῦ μετασχεῖν αὐτῆς τι‐ να ἐν ἀνθρώποις. Οὐκοῦν ἐστιν ἡ βούλησις τοῦ λαβεῖν τὴν χάριν; Μικρὸν ἐὰν ποθῇ τις λαβεῖν τοῦ θησαυροῦ, ὅλος ὁ θησαυρὸς τῆς χάριτος εὑρίσκεται
10τῷ ζητοῦντι. Ὑδρεύσασθε, ἀγαπητοί, χαρίσματα ἐκ τῆς πηγῆς, οὐράνια νά‐ ματα βρυούσης. Καιρὸς γὰρ καὶ ἡμέρα ἐλεύσεται, ὅτε οὐκέτι δυνήσεταί τις παντελῶς πιεῖν ἐξ αὐτῆς. Διό, Δέσποτα ἅγιε, δεόμεθα τῆς ἀμέτρου σου φιλανθρωπίας πάντες ἄνθρωποι, παράσχου ἡμῖν μετανοίας καιρὸν καὶ συγχώρησιν ἁμαρτιῶν,
15πρὸς τὸ δουλεῦσαί σοι ἐν καθαρᾷ καρδίᾳ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν,42

43

ἵνα ἀξιωθῶμεν, εὐαρεστήσαντές σοι ἐν ἔργοις ἀγαθοῖς, διελθεῖν τὸν βίον ἡμῶν καὶ εἰσελθεῖν εἰς τὴν αἰώνιόν σου ἀπόλαυσιν, ἣν ἡτοίμασας πᾶσι τοῖς ἁγίοις σου τοῖς καθ’ ἑκάστην γενεὰν εὐαρεστήσασί σοι. Μέμνησθέ μου, κληρονόμοι Θεοῦ, ἀδελφοὶ τοῦ Χριστοῦ, ἐκτενῶς ὑπὲρ
5ἐμοῦ τὸν Σωτῆρα δυσωπήσατε, ἵνα ῥυσθῶ διὰ τοῦ Χριστοῦ ἀπὸ τοῦ πολε‐ μοῦντός με καθ’ ἑκάστην ἡμέραν· ὅτι τῇ Ἁγίᾳ Τριάδι δόξα εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.43