TLG 4138 018 :: EPHRAEM SYRUS :: Sermo heptasyllabus

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

Sermo heptasyllabus

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 2. Thessalonica: Το περιβόλι της Παναγίας, 1989: 32–33.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 1 Rome (1732) 182c–182f.

Citation: (Line)

tΛόγος ἑπτασύλλαβος
1 Εἰδότες οὖν, ἀδελφοί, τὴν ἀσθένειαν αὐτοῦ, ἑαυτοῖς προσέχωμεν, ζη‐ λοῦντες τοὺς πατέρας. Εἰ τὴν ὁδὸν βαδίσωμεν, ἣν αὐτοὶ ἐβάδισαν, εὑρήσο‐ μεν ἐν αὐτῇ τὸν Κύριον Ἰησοῦν, ὁδηγὸν καὶ συνεργὸν ἡμῶν γεγενημένον. Ὅταν ἴδῃ ὁ Ἐχθρὸς Χριστὸν ὄντα μεθ’ ἡμῶν, τὸ φῶς τὸ ἀληθινόν, οὐ τολ‐
5μᾷ ἀντιβλέψαι τὸ σύνολον εἰς ἡμᾶς. Τὸ γὰρ φῶς τὸ ἐν ἡμῖν τυφλοῖ ὀφθαλ‐ μοὺς αὐτοῦ. Καθὼς οὖν καὶ προεῖπον, φιλόχριστοι ἀδελφοί, σπουδάσωμεν ἑαυτῶν τὰς καρδίας καθάραι, ὥστε ἐπισπάσασθαι εἰς ἡμῶν βοήθειαν τὴν χάριν τοῦ Πνεύματος, καὶ οὐκέτι καθ’ ἡμῶν ἰσχύει ὁ Πονηρός. Ἰσχὺν δὲ
αὐτῷ δίδομεν οἱ ἄφρονες ἐν τῷ ἡμᾶς μακρύνειν ἑαυτοὺς ἀπὸ Θεοῦ διὰ ἀθε‐32
10τησίας τῶν ἁγίων ἐντολῶν. Λαβὼν δὲ ἡμᾶς γυμνοὺς τῆς χάριτος ὁ Ἐχθρός, ὁδηγεῖ ἡμᾶς αὐτὸς εἰς τὴν ἑαυτοῦ ὁδόν. Παρακαλῶ οὖν ὑμᾶς καὶ δέομαι πάντοτε· φύγωμεν τὸν Πονηρόν· ἀποστῶμεν ἀπ’ αὐτοῦ· λύσωμεν καὶ τὰ δεσμὰ ἅπερ ἔδησεν ἡμᾶς τῇ ἡμῶν προαιρέσει. Προσφύγωμεν τῷ Χριστῷ βαστάζοντες τὸν ζυγὸν τὸν χρηστὸν
15καὶ ἐλαφρὸν τῆς αὐτοῦ εὐσπλαγχνίας, ἵνα περιπατοῦντες ἐν τῇ ἀγαθῇ ὁδῷ τῶν ἐντολῶν τοῦ Χριστοῦ, φθάσωμεν εἰς τὴν πόλιν ἣν ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Αὐτῷ πρέπει ἡ τιμὴ καὶ ἡ μεγαλοπρέπεια, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.33