TLG 4138 017 :: EPHRAEM SYRUS :: Sermo tetrasyllabus

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

Sermo tetrasyllabus

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 2. Thessalonica: Το περιβόλι της Παναγίας, 1989: 29–31.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 1 Rome (1732) 181–182b.

Citation: Page — (line)

29

(t)

Λόγος τετρασύλλαβος
1 Νικηθεὶς δὲ κατὰ κράτος ὁ πονηρὸς Διάβολος καθίσας ἀπωδύρετο καὶ ἔλεγε μετὰ κλαυθμοῦ. Οὐαί μοι τῷ ταλαιπώρῳ· τί πέπονθα ὁ ἄθλιος; Πῶς ἡττηθεὶς ἀνεχώρησα; Τῆς αἰσχύνης δὲ ταύτης ἐγώ εἰμι αἴτιος ὁ συνάψας μετ’ αὐτῶν πόλεμον ἐπὶ πολύ. Νικηθεὶς γὰρ ἐκ πρώτης καὶ δευτέρας
5προσβολῆς, εὐθὺς ἐχρῆν με νοῆσαι, ὅτι Χριστὸς ἦν μετ’ αὐτῶν. Νυνὶ δὲ φι‐ λονεικήσας τοῖς ἁγίοις, τὸν μισθὸν αὐτῶν ηὔξησα εἰς τὴν ἐμὴν ἀτιμίαν, νι‐ κηθεὶς δὲ ἀνεχώρησα μετ’ αἰσχύνης μεγάλης, τραυματισθεὶς τὴν κεφαλὴν ἐκ τῶν τραυμάτων τῶν ἐμῶν. Τὰς γὰρ παγίδας ἔστησα, ὥστε αὐτοὺς παγιδεῦ‐
σαι, αὐτοὶ δὲ λαβόντες αὐτὰς τὴν κεφαλήν μου ἔθλασαν. Τὰ βέλη μου τὰ29

30

ὀξέα, ἅπερ ἔπεμπον κατ’ αὐτῶν, λαβόντες αὐτοὶ δι’ αὐτῶν με ἀπέκτειναν. Ἐγὼ αὐτοὺς ἐπολέμουν ἐν πάθεσι διαφόροις, αὐτοὶ δὲ ἐτροποῦντό με τῇ δυ‐ νάμει τοῦ σταυροῦ. Δικαίως οὖν ταῦτα πάσχω ἐγὼ ὁ ἀφρονέστατος, εὐδοκί‐ μους ἀναδείξας καὶ ἄκων τοὺς ἀγωνιστάς. Ἔδει με γὰρ σωφρονισθῆναι ὃ ἔ‐
5παθον ἀπὸ Χριστοῦ· πῶς πᾶσά μου ἡ δύναμις καθῃρέθη ὑπ’ αὐτοῦ. Πάντα γὰρ τότε ἔπραξα, ὥστε αὐτὸν σταυρωθῆναι, καὶ ὁ ἐκείνου θάνατος θανάτῳ με παρέδωκε. Τὸ αὐτὸ πάλιν ἔπαθον ὁμοίως ἐπὶ μαρτύρων, ὀνειδισμὸς καὶ αἰσχύνη καὶ γέλως γεγενημένος. Ἐκίνησα γὰρ βασιλεῖς καὶ εὐτρέπισα τὰς βασάνους, ἵνα ἰδόντες πτήξωσι καὶ ἀρνήσωνται τὸν Χριστόν· οἱ δὲ οὐ μόνον
10οὐκ ἔπτηξαν τὰς διαφόρους κολάσεις, ἀλλὰ καὶ μέχρι θανάτου τὸν Χριστὸν ὡμολόγησαν. Οὕτως καὶ νῦν θέλων τούτους νικῆσαι διὰ πολέμων, νικηθεὶς ἀνεχώρησα μετ’ αἰσχύνης μεγάλης. Οὐκέτι δύναμαι φέρειν τὸ ὄνειδος, ὃ ὑπέστην· κομπάζων μεγάλα, ὑπὸ ἀνθρώπων εὐτελῶν καθῄρηταί μου τὸ κρά‐ τος καὶ πᾶσα ἡ δυναστεία. Οὐκ οἶδα λοιπὸν τί πράξω ἢ τί ἀπολογήσομαι.
15Οἱ εὐτελεῖς καὶ ἀμαθεῖς στέφανον νίκης ἔλαβον, ἐγὼ δὲ ὁ ταλαίπωρος
αἰσχύνην ἐκομισάμην. Ἐσκοτίσθην, ἐπτοήθην, ἐξέλιπεν ἡ ἰσχύς μου· τί οὖν30

31

ποιήσω ὁ ἄθλιος καὶ τί πράξω, οὐ γινώσκω. Ἀποδράσας ἀπὸ τούτων τῶν γενναίων ἀγωνιστῶν ἀπέλθω πρὸς τοὺς φίλους μου τοὺς ῥᾳθύμους τῇ προ‐ θέσει, ὅπου οὐκ ἔστι μοι κόπος, οὐδὲ πάλιν τεχνάσματα. Παρ’ αὐτῶν γὰρ λαβὼν δεσμά, δεσμεύω τούτους ἐν αὐτοῖς. Δήσας δὲ αὐτοὺς ἐν δεσμοῖς ἐν
5οἷς αὐτοὶ εὐδοκοῦσι, τοῦ λοιποῦ ὑποχειρίους ἔχω αὐτοὺς ὥσπερ δούλους ποιοῦντας ἀεὶ τὰ ἐμὰ θελήματα ἑκουσίως, ἵνα κἂν οὕτως νικήσας, μικρὸν ἔλθω εἰς ἑαυτὸν καὶ καυχήσωμαι ἐν αὐτοῖς ὡς ἀριστεὺς καὶ νικητής. Εἰ γὰρ καὶ αὐτοὶ προθέσει πίπτουσιν εἰς τὸ βάραθρον, ἀλλ’ ὅμως ἐγὼ χαίρομαι ἐπὶ τῇ ἀπωλείᾳ αὐτῶν· χαιρόμενος δὲ ὁδηγῶ εἰς ὁδὸν τῆς ἀπωλείας, ἵνα ἔχω
10κοινωνοὺς ἐν πυρὶ τῷ ἀσβέστῳ.31