TLG 4138 014 :: EPHRAEM SYRUS :: Sermo paraeneticus

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

Sermo paraeneticus

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 1. Thessalonica: Το περιβόλι της Παναγίας, 1988 (repr. Thessalonica: Το περιβόλι της Παναγίας, 1995): 400–412.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 1 Rome (1732) 166–167c.

Citation: Page — (line)

400

(t)

Λόγος παραινετικός
1 Πρόσεχε σεαυτῷ, ὦ νεότης, ποθοῦσα ἀσκῆσαι, μήποτε παρέλθωσιν αἱ ἡμέ‐ ραι σου ἐν τῷ μετεωρισμῷ. Μὴ καταδέξῃ τοὺς πονηροὺς λογισμούς, ἵνα μὴ ἀτο‐ νήσῃ ἡ δύναμίς σου ἐν τῷ πολέμῳ τοῦ Ἐχθροῦ σου. Ἔχε πάντοτε τὸν γλυκὺν Δεσπότην ἐν τῇ διανοίᾳ σου, ἵνα στεφανωθῇ ὁ δρόμος τῆς ἀσκήσεώς σου. Ὀξυ‐
5πόδησον ἐν τῷ ἀγῶνι τῆς ἀσκήσεώς σου, ὧ νεότης. Ἔφθασε γὰρ ἡ ἡμέρα καὶ ἤγγικεν ὁ καιρός, ὅτε οἱ κάμνοντες στεφανοῦνται, καὶ οἱ ῥᾳθυμήσαντες μεταμε‐ λοῦνται. Κτῆσαι ἀρετὴν ἕως οὗ καιρὸν ἔχεις· εὐλάβειαν εἰς τὸ ὄμμα σου, ἀλή‐ θειαν εἰς τὰς ἀκοάς σου, ῥήματα ζωῆς εἰς τὴν γλῶσσάν σου, ἐπίσκεψιν ἀσθενούν‐ των εἰς τὰ ἴχνη σου, ἐν τῇ καρδίᾳ σου τὴν εἰκόνα τοῦ Κυρίου σου, ἐν τοῖς μέλεσί
10σου κατορθώματα τῆς σωφροσύνης, ἵνα προτιμηθῇς ἔμπροσθεν Ἀγγέλων καὶ400

401

ἀνθρώπων. Ξύλον ἄψυχον τιμᾶται ἔχον εἰκόνα θνητοῦ βασιλέως· πόσῳ μᾶλλον προτιμηθῇ ψυχὴ ἔχουσα τὸν Θεὸν ἐν ἑαυτῇ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι! Πρόσεχε σεαυτῷ, ἀγαπητέ· ἡ ἐπιθυμία νεκρὰ ὑπάρχει, τὸ δὲ σῶμά σου ζῶν ἐστιν. Οὐκοῦν ἀκριβῶς πρόσεχε, μὴ τὸ σῶμά σου ζωὴν παράσχῃ τῷ νεκρῷ· ἐὰν
5δώσῃς αὐτῷ ζωήν, ἀποκτενεῖ σε. Ὢ τοῦ πικροῦ κλαυθμοῦ, ὅτι ὁ νεκρὸς ζωοποιηθεὶς ἀποκτενεῖ τὸν παρα‐ σχόντα αὐτῷ ζωήν. Μάθε ἀκριβῶς τί ἐστιν ἐπιθυμία. Αὕτη ἄνευ τοῦ σώματος νε‐ κρά ἐστιν· ὅταν δὲ ἐγγίσῃ ἡ ὁρμὴ τῆς ἐπιθυμίας τῷ σώματι, ἐζωοποιήθη ἡ ἐπι‐ θυμία, καὶ ἡ διάνοια μελετᾷ εἰς τὴν γλυκύτητα τῆς ἐπιθυμίας, καὶ εὑρίσκεται τὸ
10σῶμα τὸ ζῶν ἀποθνῇσκον εἰς τὴν νεκρότητα τῆς ἐπιθυμίας. Ἕνεκεν τούτου ἀκριβῶς πρόσεχε σεαυτῷ ἀπὸ τοῦ νεκροῦ τούτου. Ἐν τῇ πυρώσει τῆς ἐπιθυμίας αὐτοῦ, φέρε εἰς τὴν διάνοιάν σου τὸ ἄσβεστον πῦρ καὶ τὸν ἀτελεύτητον σκώληκα, καὶ παραχρῆμα σβέννυται ἡ πύρωσις τῶν μελῶν· μήποτε χαυνωθεὶς ἡττηθῇς καὶ μεταμεληθῇς, καὶ καταλάβῃ σε πῦρ λύπης καὶ μεταμελείας, καὶ συνηθίσῃς ἁμαρ‐
15τάνειν καὶ μεταμελούμενος. Κτῆσαι αὐστηρότητα ἀπ’ ἀρχῆς πρὸς πᾶσαν ἐπιθυ‐401

402

μίαν τοῦ μὴ νικηθῆναι, καὶ μὴ συνηθίσῃς ἧτταν ἐν τῷ πολέμῳ. Ἡ γὰρ συνήθεια δευτέρα φύσις· καὶ ἡ συνήθεια τῆς χαυνότητος οὐδέποτε κτᾶται αὐστηρότητα· πάντοτε γὰρ οἰκοδομεῖ καὶ καθαιρεῖ· πάντοτε ἁμαρτάνει καὶ μεταμελεῖται. Ἀγαπητέ, ἐὰν συνηθίσῃς χαυνοῦσθαι ἐν τῷ πολεμεῖσθαί σε, ἡ ἐπιγραφὴ
5τοῦ γραμματείου σου μεταμελείας ἐστὶν εἰς αἰῶνα αἰῶνος. Ὁ συνηθίσας ἡττᾶσθαι ἔν τινι τῶν ἐπιθυμιῶν, πάντοτε τὸ συνειδὸς αὐτοῦ ἐλέγχει αὐτόν, καὶ περίλυπός ἐστι πάντοτε, καὶ ἔμπροσθεν τῶν θεατῶν δείκνυσι πρόσωπον εὐλαβείας καὶ ἱλαρό‐ τητος, ἔσωθεν δὲ σκυθρωπάζων τυγχάνει διὰ τὸν ἔλεγχον τῆς συνειδήσεως αὐτοῦ· τοῦτο γὰρ εἴωθεν ἔχειν ἡ ἐπιθυμία, λύπην ὀδυνηρὰν παρέχει τοῖς πράττουσιν αὐ‐
10τήν. Πρόσεχε οὖν ὅλῃ τῇ ψυχῇ, ἔχων τὸν Θεὸν ἐν ἑαυτῷ πάντοτε· ἀθάνατος γὰρ νυμφίος τυγχάνει ὁ Χριστὸς τῇ ψυχῇ. Μὴ οὖν ἐγκαταλίπῃς τὸν ἀληθῆ σου νυμ‐ φίον, ἵνα μὴ ἐγκαταλειφθῇς καὶ σὺ ὑπ’ αὐτοῦ, καὶ ἐγκαταλειφθεὶς ἀγαπήσῃς τὸν ἀλλότριον, τουτέστι τὸν Ἐχθρὸν τὸν δόλιον· δόλῳ γὰρ ἀγαπᾷ βραχὺν χρόνον, καὶ εὐθέως ἐγκαταλιμπάνει· πόρνη γὰρ ἀκάθαρτος τυγχάνει, ὅταν γὰρ ἀναλώσῃ
15τὴν οὐσίαν τινὸς καὶ τὴν δύναμιν, μισητὸς ὑπ’ αὐτῆς εὑρίσκεται. Τίς μὴ κλαύσει,402

403

ὅτι ὁ Ἐχθρὸς ἀναλίσκων τὴν δύναμιν ἡμῶν καὶ τὸν χρόνον ἐν ἀκαθαρσίαις αὐτοῦ καὶ ἐπιθυμίαις ταῖς μιαραῖς, τότε ἀφίσταται ἀφ’ ἡμῶν διὰ τὸ μῖσος ὃ ἔχει πρὸς ἡμᾶς; Οὐδέποτε γὰρ ἠγάπησεν ἡμᾶς ὁ μιαρὸς καὶ ἀκάθαρτος. Προσέλθετε, δεῦτε, υἱοὶ φωτός, ἀκούσατε τῆς εὐλογημένης φωνῆς ἐκείνης
5καὶ μακαρίας τοῦ Σωτῆρος ἡμῶν τῆς λεγούσης πρὸς ἡμᾶς· δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν τῶν οὐρανῶν βασιλείαν. Βλέπετε, ἀγαπητοί μου, μηδεὶς ὑμῶν στερηθῇ τῆς μακαρίας ταύτης κληρονομίας· ἰδοὺ γὰρ ἐπὶ θύ‐ ραις ἐστί· Φῶς ἐκ Φωτὸς κατέβη πρὸς ἡμᾶς· καὶ φωτίσαν ἡμᾶς ἀνήνεγκε πρὸς τὸ φῶς. Κατέβη πρὸς ἡμᾶς γενόμενος ὡς ἡμεῖς, ἵνα ἡμᾶς ὁμοίους ἑαυτῷ ποιήσῃ.
10Ὁ ἀθάνατος πρὸς τοὺς θνητοὺς κατῆλθε, καὶ ποιήσας αὐτοὺς ἀθανάτους ἀνέβη πάλιν πρὸς τὸν Πατέρα. Νῦν ἔρχεται μετὰ δόξης τοῦ εὐλογημένου Πατρὸς κρῖναι ζῶντας καὶ νεκρούς. Ὁδὸς ζωῆς γέγονεν ἡμῖν πλήρης φωτὸς καὶ δόξης, ἵνα ἡμεῖς ἐν τῷ φωτὶ βαδίσωμεν ἐν αὐτῷ πρὸς τὸν Πατέρα. Δεῦτε, ἀγαπητοί, βαδίσωμεν εἰς τὴν ὁδόν, ἣν ὁ Κύριος ἔδειξεν ἡμῖν, ἵνα
15μετὰ χαρᾶς φθάσωμεν εἰς τὴν αὑτοῦ βασιλείαν. Λάβωμεν οὖν ἐπισιτισμὸν καὶ403

404

ἔλαιον ἐν τοῖς ἀγγείοις ἡμῶν. Οὐκ ἔστι γὰρ ὀλίγον τὸ διάστημα τῆς ὁδοῦ ἐκείνης. Περιζωσάμενοι οὖν τὰς ὀσφύας ἡμῶν ἐν εἰλικρινείᾳ καὶ ἀληθείᾳ, ὡς ἄνθρωποι, ἐκδεχώμεθα τὸν ἴδιον Δεσπότην. Ἅψωμεν τὰς λαμπάδας ἡμῶν, καὶ γενναίως νήψωμεν· προσδοκῶμεν γὰρ τὸν Κύριον ἡμῶν ἐκ τῶν οὐρανῶν δέξασθαι. Μὴ οὖν
5νυστάξωμεν, ἵνα μὴ σβεσθῶσιν ἡμῶν αἱ λαμπάδες. Ἡ γὰρ κραυγὴ ἐκείνη ἄφνω γίνεται· ἰδοὺ ὁ νυμφίος, ἐξέλθετε εἰς ἀπάντησιν αὐτοῦ πάντες οἱ ἀγαπῶντες αὐτόν, καὶ ἑτοιμάσαντες ἑαυτοὺς ἰδεῖν αὐτὸν μετὰ δόξης. Πάντας γὰρ τοὺς πο‐ θήσαντας αὐτὸν χαροποιήσει ἐν τῷ παστῷ ἐκείνῳ τῷ φωτεινῷ καὶ αἰωνίῳ. Βλέ‐ πετε οὖν, φίλοι μου, βλέπετε μή, γενομένης τῆς κραυγῆς ἐκείνης, εὑρεθῇ τις ὑμῶν
10κατέχων λαμπάδα σκοτεινὴν μὴ ἔχουσαν ἔλαιον, καὶ περιβεβλημένος ἐσθῆτα στυγνὴν καταδικασθῇ εἰς τὸ σκότος τὸ ἐξώτερον καὶ εἰς τὴν τιμωρίαν ἐκείνην τὴν ἀθάνατον καὶ αἰώνιον, ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Ἀσφαλισώ‐ μεθα οὖν ἑαυτούς, ἀγαπητοί μου, ὅτι οὐκ οἴδαμεν πότε ὁ Κύριος ἡμῶν ἔρχεται, ὡς κλέπτης γὰρ ἐν νυκτί, καὶ ὡς παγίς, οὕτως ἡ φοβερὰ ἡμέρα ἔρχεται· καὶ ὡς
15ἀστραπὴ ὀξυτάτη, οὕτως ἡ παρουσία τοῦ Κυρίου γίνεται. Σαλπίσει γάρ, καὶ οἱ404

405

νεκροὶ ἀναστήσονται, καὶ ἡ γῆ ἐκ τῶν θεμελίων αὐτῆς τρέμει, καὶ οἱ οὐρανοὶ σὺν ταῖς δυνάμεσι σαλευθήσονται. Οἴμοι, ἀγαπητοί μου, τίς θαρσήσει τῇ ὥρᾳ ἐκείνῃ; Πᾶσα πνοὴ τρέμει καὶ φρίσσει· ἀλλ’ ἡ χάρις τοῦ Σωτῆρος ἐνισχύει καὶ χαροποιεῖ τὰς καρδίας τῶν δικαίων· καὶ ἁρπάζονται ἐν ταῖς νεφέλαις εἰς ἀπάντησιν αὐτοῦ.
5Οἱ δὲ ὁμοιωθέντες ἐμοί, οἱ ὀκνηροὶ καὶ ἀμελεῖς, τρέμοντες μένουσιν ἐπὶ τῆς γῆς. Κουφίσωμεν οὖν ἑαυτοὺς ὀλίγον ἀπὸ τῆς γῆς, ἀγαπητοί μου, καὶ εὐχερῶς εἰς τὸν οὐρανὸν ἀναβησόμεθα. Τί ἡμᾶς ὠφελήσει ὁ κόσμος οὗτος, ὅτι δεσμεύομεν ἑαυτοὺς εἰς τὰς φροντίδας αὐτοῦ; Ἢ τί κερδανοῦμεν ἀπὸ τοῦ καλλωπισμοῦ τῶν ἱματίων ἡμῶν, εἰ μὴ πῦρ ἄσβεστον; Ἢ τί προξενεῖ ἡμῖν ἡ φιλοκαλία τῶν βρωμά‐
10των, εἰ μὴ κόλασιν αἰώνιον; Γινώσκετε, ἀγαπητοί μου, ὅτι ἐὰν μὴ ἀγωνισώμεθα ἐν τῷ βραχεῖ καιρῷ τούτῳ, ἐκεῖ μέλλομεν μετανοεῖν καὶ ὀδυνᾶσθαι εἰς αἰῶνα αἰ‐ ῶνος. Ἀδελφοί μου ποθεινοί, τί ἀμελοῦμεν; Τί ῥᾳθυμοῦμεν; Ἱνατί ἑαυτοὺς οὐκ εὐτρεπίζομεν; Ἰδοὺ γὰρ ἡ ἡμέρα τοῦ Κυρίου ἡ μεγάλη καὶ φοβερὰ ἤγγικεν ἐφ’
ἡμᾶς. Ἱνατί πᾶσαν φροντίδα ἀνωφελῆ οὐκ ἀπορρίπτομεν ἀφ’ ἡμῶν καὶ κουφίζομεν405

406

ἑαυτοὺς ἀπὸ τοῦ βάρους τῶν γηΐνων πραγμάτων; Οὐκ οἴδατε ὅτι ἡ θύρα στενὴ καὶ τεθλιμμένη ἐστί, καὶ πολυκτήμων δι’ αὐτῆς εἰσιέναι οὐ δύναται; Ἀγαπᾷ γὰρ τοὺς ἀκτήμονας καὶ τοὺς θλίψαντας ἑαυτοὺς ἑκουσίως διὰ τὸν Χριστὸν ἐν ἀσκήσει καὶ ἀγρυπνίᾳ καὶ κακοπαθείᾳ πολλῇ, καὶ τοὺς εὐτρεπίσαντας ἐαυτοὺς ἰδεῖν τὸν ἀ‐
5θάνατον Νυμφίον μετὰ δόξης· οἵτινες κληρονομήσουσι τὴν βασιλείαν τῶν οὐρανῶν. Ἰδού, ἀγαπητοί, ἡ θύρα ἡμᾶς φωνεῖ· ἥκατε, ὀξυποδήσατε πρός με· ἰδοὺ καὶ ἡ μήτηρ ἡμῶν Ἱερουσαλὴμ μετὰ πόθου λέγει πρὸς ἡμᾶς· δεῦτε, τέκνα μου ποθεινά, δεῦτε πρός με, πληθυνθείη ὁ ἀριθμὸς ὑμῶν, καὶ ἐν τῷ νυμφῶνι τοῦ Κυ‐ ρίου μεγαλυνθῶσιν οἱ χοροὶ ὑμῶν ἐν τῷ φωτὶ μετὰ τῶν Ἀγγέλων τῶν ἁγίων.
10Ἴδω ὑμᾶς μετὰ δόξης καὶ εὐπρεπείας, μετὰ χαρᾶς καὶ ἀγαλλιάσεως. Ποθήσατέ με, τέκνα μου, καθάπερ ποθῶ ὑμᾶς. Μηδὲν κτήσησθε ἐπὶ τῆς γῆς, μηδὲ μερι‐ μνήσητε, ἀλλὰ σπουδάσατε ἐμπόνως. Ἰδοὺ γὰρ ὁ Νυμφίος [ἔρχεται] ἕτοιμος τοῦ ἐξελθεῖν ἐν ταῖς νεφέλαις τοῦ οὐρανοῦ μετὰ δόξης τοῦ εὐλογημένου Πατρός,
καὶ κατ’ ὄνομα ἕκαστον ὑμῶν φωνήσει, καὶ ἀνακλινεῖ αὐτὸν ἐν τάγματι τῶν406

407

Ἁγίων ἐν τῷ φωτὶ τῷ ἀνεκλαλήτῳ, ἐν τῇ ἀκηράτῳ ζωῇ καὶ ἀθανάτῳ καὶ αἰω‐ νίᾳ, κατὰ τοὺς καμάτους αὐτοῦ· ὅπου ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός. Ταῦτα οὖν πάντα εἰδότες, σπουδάσωμεν, παρακαλῶ ὑμᾶς, τέκνα μου, σπου‐ δάσωμεν εἰς τὸν βραχὺν καιρὸν τοῦτον. Μὴ ἀμελήσωμεν ἐνταῦθα, ἀγαπητοί μου,
5ἵνα μὴ μεταμεληθῶμεν εἰς ἀτελευτήτους αἰῶνας, ὅπου οὐκ ὠφελήσουσιν ἡμᾶς δάκρυα καὶ στεναγμοί· ὅπου οὐκ ἔστι μετάνοια λοιπόν. Ἐν τῇ σπουδῇ ὑμῶν, ἀγα‐ πητοί μου, Ἄγγελοι καὶ Ἀρχάγγελοι χαίρουσιν· ἐν δὲ τῇ ῥᾳθυμίᾳ ὑμῶν ὁ Ἐχθρὸς χαίρει καὶ εὐφραίνεται. Σπουδάσατε οὖν, τέκνα μου ποθεινά, παρακαλῶ ὑμᾶς, σπουδάσατε, ἵνα ἐγὼ εὐφρανθῶ εἰς ὑμᾶς καὶ ὑμεῖς ἐν ἐμοὶ εἰς τὸν αἰώνιον χρόνον.
10Προσπίπτω σοι, Κύριέ μου Ἰησοῦ Χριστέ, Υἱὲ τοῦ Θεοῦ τοῦ ζῶντος, δώρησαι κἀμοὶ καὶ πᾶσι τοῖς ἀγαπῶσί σε, ἰδεῖν σε μετὰ δόξης καὶ χαρᾶς ἐν τῇ βασιλείᾳ σου, καὶ κληρονομῆσαι αὐτὴν μετὰ τῶν ποθούντων καὶ ἀγαπώντων σε. Ἀγαπητοί μου, ἐὰν ἀμελήσωμεν ἐνταῦθα, οὐκ ἔχομεν ἀπολογίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῇ φοβερᾷ. Πρόφασιν γὰρ οὐχ εὑρήσομεν περὶ τῶν ἁμαρτιῶν ἡμῶν. Τοῦ
15γὰρ Κυρίου καὶ Σωτῆρος ἡμῶν καταβάντος πρὸς ἡμᾶς, πᾶσα πρόφασις ἡμῶν407

408

ἀνῄρηται. Ἐχαρίσατο γὰρ ἡμῖν ζωὴν τὴν αἰώνιον. Ἐχθροὶ ἦμεν, καὶ κατηλλάγη ἡμῖν ὁ Κύριος ἡμῶν· γήϊνοι ἦμεν, καὶ γεγόναμεν ἐπουράνιοι· θνητοί, καὶ ἀθάνα‐ τοι γεγόναμεν· υἱοὶ σκότους, καὶ υἱοὶ φωτὸς γεγόναμεν· αἰχμάλωτοι, καὶ εὑρέ‐ θημεν δοῦλοι ἁμαρτίας, καὶ ἠλευθερώθημεν· ἀπολλύμενοι καὶ ἐσκορπισμένοι,
5καὶ συνήχθημεν· ἀσθενεῖς, καὶ ἰάθημεν· οὐκ ἠλεημένοι, καὶ ἠλεήθημεν· ἁμαρτω‐ λοί, καὶ ἐσώθημεν· γῆ καὶ σποδός, καὶ υἱοὶ Θεοῦ γεγόναμεν· γυμνοί, καὶ ἐσκε‐ πάσθημεν· γεγόναμεν καὶ κληρονόμοι τοῦ Υἱοῦ τοῦ Θεοῦ. Ἰδοὺ ταῦτα πάντα ἐχα‐ ρίσατο ἡμῖν ὁ Κύριος ἡμῶν κατελθὼν ἐπὶ τῆς γῆς σαρκωθεὶς δι’ ἡμᾶς. Πρὸς ταῦτα πάντα τί ἀνταποδώσομεν αὐτῷ ἡμεῖς, ἀγαπητοί; Τὸν ἐμπτυσθέντα δι’ ἡμᾶς, τὸν
10μαστιγωθέντα, τὸν σταυρωθέντα, τὸν κολαφισθέντα, τὸν ἐμπαιχθέντα ὑπὸ τῶν μιαρῶν ἐκείνων καὶ ἀνόμων καὶ ἁμαρτωλῶν καὶ παναθλίων; Τί οὖν δυνάμεθα
ἀνταποδοῦναι ἡμεῖς οἱ ταλαίπωροι καὶ ἁμαρτωλοὶ τῷ Κυρίῳ ἡμῶν πρὸς ταῦτα408

409

πάντα; Οὐαὶ ἡμῖν ἐὰν ἀμελήσωμεν, ὅτι ἀπολογίαν οὐκ ἔχομεν ἐνώπιον αὐτοῦ. Δεῦτε οὖν, ἀγαπητοί μου, ἀπορρίψωμεν ἀφ’ ἡμῶν πᾶσαν φροντίδα καὶ μέ‐ ριμναν τοῦ ματαίου αἰῶνος τούτου καὶ παρερχομένου, καὶ μετὰ σπουδῆς μεγάλης καὶ προθυμίας δουλεύσωμεν αὐτῷ μόνῳ, ὅτι αὐτὸς Κύριος ἡμῶν ἐστι καὶ Δεσπό‐
5της. Ἰδοὺ γὰρ ἡ ἡμέρα αὐτοῦ ἤγγικεν ἀληθῶς, καὶ ἡ παρουσία αὐτοῦ ἔφθασεν ἐφ’ ἡμᾶς ἀκριβῶς. Δεῦτε οὖν, φίλοι μου, ἑαυτοὺς ἑτοιμάσωμεν καὶ γρηγορήσωμεν, ἐκδεχόμενοι τὸν Κύριον ἡμῶν τὸν ἀθάνατον Νυμφίον. Ἰδοὺ ἀνέτειλεν, ἰδοὺ ἦλθεν· ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν· υἱοὶ φωτός, φθάσατε εἰς τὸ φῶς· ἐξέλθετε μετὰ χαρᾶς· ἀπαντήσατε εἰς τὸ φῶς τοῦ Κυρίου ἡμῶν· δείξατε αὐτῷ τὰς
10ἀρετὰς ὑμῶν· προσενέγκατε αὐτῷ τὴν ἄσκησιν ὑμῶν, τὰ δάκρυα ὑμῶν καὶ πά‐ σας τὰς θλίψεις, ἃς ὑπεμείνατε διὰ τὸν πόθον καὶ τὴν ἀγάπην αὐτοῦ. Μὴ οὖν ῥᾳθυμήσητε, μηδὲ ὀκνήσητε· ἀλλὰ ὑπομείνατε μικρόν, καὶ μηδεὶς ὑμῶν εἰς τὰ ὀπίσω βλεπέτω· εἰς τὸ κάλλος ἐκεῖνο τὸ ἐπουράνιον ἄνω ἐχέτω τὸ ὄμμα, εἰς τὴν χαρὰν ἐκείνην τοῦ ἀθανάτου Νυμφίου, ἵνα καὶ ἡ ψυχὴ ἡμῶν κορέννυται ἀπὸ τῆς
15δόξης τῆς θεωρίας αὐτοῦ καὶ τῆς λαμπρότητος καὶ εὐμορφίας αὐτοῦ.409

410

Ὁ τοίνυν ἐγκρατὴς μὴ ὀλιγοψυχήσῃ, ὅτι ἡ τράπεζα τῆς βασιλείας ἐκδέχεται αὐτόν, καὶ ὁ διψῶν καρτερήσῃ· ἰδοὺ γὰρ ἡ τρυφὴ τοῦ παραδείσου ἡτοίμασται αὐτῷ. Ὁ ἀγρυπνῶν καὶ ψάλλων καὶ εὐχόμενος καὶ κλαίων ἐνδυναμωθήτω, ὅτι ἡ χάρις τοῦ νυμφῶνος τοῦ Κυρίου αὐτοῦ παρακαλέσει αὐτόν.
5 Ταῦτα οὖν πάντα εἰδότες, μηδὲν ἐπὶ τῆς γῆς κτησώμεθα, ἀδελφοί μου ἀγαπητοί· ἕκαστος γὰρ ἡμῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔχει δεῖξαι, ποίαν ἀρετὴν ἐκτή‐ σατο ἐντεῦθεν, ἢ ποίους πόνους, ἢ ποίαν ἄσκησιν, ἢ ποίαν ἀγρυπνίαν. Ἆρα, ἀδελφοί μου, ὅταν δεικνύωσιν οἱ μάρτυρες τὰ τραύματα τῶν αἰκισμῶν καὶ τῶν βασάνων, καὶ οἱ ἀσκηταὶ τὴν ἄσκησιν καὶ τὴν ἐγκράτειαν, καὶ τὴν ὑπομονὴν
10αὐτῶν καὶ τὰς θλίψεις, καὶ τὴν ἀκτημοσύνην αὐτῶν καὶ τὰ δάκρυα, ἆρα οἱ ῥᾴθυ‐ μοι καὶ ὀκνηροί, καὶ οἱ ἀνωφελῶς ἀπολέσαντες τὴν ζωὴν αὐτῶν, ἐν τίνι καυχή‐ σονται; Ἀληθῶς οὐαὶ αὐτοῖς ὅτι ἐρρᾳθύμησαν· οὐαὶ αὐτοῖς ὅτι κατεφρόνησαν. Δεῦτε, φίλοι μου, δεῦτε, σπουδάσωμεν· δεῦτε, προσπέσωμεν αὐτῷ· πενθή‐ σωμεν καὶ κλαύσωμεν ἐνώπιον αὐτοῦ ἡμέρας καὶ νυκτὸς ἀναιδῶς ἐν τῇ προσευχῇ
15ἡμῶν καὶ ἐν τῇ ψαλμῳδίᾳ ἡμῶν, ἵνα δωρήσηται ἡμῖν φωτισμὸν ψυχῆς συνιέναι τὰς
μεθοδείας τοῦ Ἐχθροῦ ἡμῶν καὶ ἀντικειμένου μισοκάλου· ὅτι βάλλει ἔμπροσθεν410

411

ἡμῶν ὀλισθήματα καὶ σκάνδαλα καὶ βλάβην καὶ πολυκτημοσύνην καὶ μετεωρισμὸν τοῦ αἰῶνος τούτου καὶ ἡδονὴν σαρκικὴν καὶ πολυχρόνιον τὴν παροῦσαν ζωήν, δειλίαν εἰς τὴν ἄσκησιν καὶ ὀκνηρίαν εἰς τὰς εὐχάς, καὶ εἰς τὴν ψαλμῳδίαν ὕπνον καὶ ἀνάπαυσιν σαρκικήν. Ὅσον δὲ ἐκεῖνος σπουδάζει, τοσοῦτον ἡμεῖς ῥᾳθυμοῦ‐
5μεν· καὶ ὅσον ἐκεῖνος ἐνεδρεύει, τοσοῦτον ἡμεῖς καταφρονοῦμεν, ἐπιστάμενοι ὅτι αἱ ἡμέραι ἡμῶν ἐκολοβώθησαν, καὶ ὁ καιρὸς ἔφθασε, καὶ ὁ Κύριος τῆς δόξης ἔρχεται μετὰ εὐπρεπείας τῆς ὡραιότητος αὐτοῦ, καὶ μετὰ δυνάμεως φοβερᾶς τῆς βασι‐ λείας αὐτοῦ, ἀποδοῦναι ἑκάστῳ κατὰ τὰς πράξεις αὐτοῦ. Φοβοῦμαι, ἀγαπητοί, μήποτε ἐφ’ ἡμᾶς πληρωθῇ ὁ λόγος τοῦ Κυρίου ὁ λέγων· ὅτι ἥξουσιν ἀπὸ ἀνατο‐
10λῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὑμεῖς δὲ ἐκβληθήσεσθε ἔξω εἰς τὸ σκότος τὸ ἐξώτερον. Παρακαλῶ οὖν σε τὸ φῶς τῆς ἀληθείας, Χριστέ, γέννημα τοῦ εὐλογημένου Πατρός, χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, ὁ καθήμενος ἐν δεξιᾷ τῆς μεγαλωσύ‐
15νης αὐτοῦ, ἀκατάληπτε Υἱὲ τοῦ Θεοῦ, ἀνεξερεύνητε Χριστέ, καύχημα καὶ χαρὰ τοῖς411

412

ποθοῦσι καὶ ἀγαπῶσί σε, ἀγαλλίαμα καὶ εὐφροσύνη τοῖς προσδοκῶσί σε, ζωή μου Χριστέ, σῶσόν με τὸν ἁμαρτωλὸν ἐν τῇ βασιλείᾳ σου, τὸ φῶς μου Κύριε. Ὁ κο‐ πιῶν ἐργάτης προσδοκᾷ τοὺς μισθοὺς κομίσασθαι· οἴμοι ὅτι κοπιᾷ ἡ γλῶσσά μου εἰς τὴν ὑμνολογίαν, Σῶτερ, ἀλλ’ ὡς ἐποίησα μὴ ἀνταποδώσῃς μοι, μηδὲ κατὰ τὰ
5ἔργα μου μηνίσῃς μοι· ἀλλὰ σῶσόν με διὰ τὴν χάριν σου· καὶ οἰκτίρησόν με διὰ τὴν εὐσπλαγχνίαν σου· ὅτι σὺ εὐλογημένος εἶ μετὰ τοῦ εὐλογημένου σου Πατρὸς καὶ τοῦ Πνεύματός σου τοῦ ἁγίου καὶ ζωοποιοῦ καὶ παρακλήτου, νῦν καὶ ἀεὶ καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.412