TLG 4138 009 :: EPHRAEM SYRUS :: De passionibus animi

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

De passionibus animi

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 1. Thessalonica: Το περιβόλι της Παναγίας, 1988 (repr. Thessalonica: Το περιβόλι της Παναγίας, 1995): 354–361.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 1 Rome (1732) 144b–147.

Citation: Page — (line)

354

(t)

Περὶ τῶν παθῶν
1 Θέλω εἰπεῖν ἐνώπιον τῆς δόξης σου, Χριστὲ Σωτήρ, πᾶσαν πικρότητα ἐμήν, πονηρίαν, ἀλογίαν· ἐρῶ πάλιν πᾶσάν μου τερπνότητα, γλυκύτητα, ἃ μετ’ ἐμοῦ ἐποίησας ἕνεκέν σου, φιλάνθρωπε. Ἐκ κοιλίας μητρὸς ἐμῆς ἐγενόμην πα‐ ροξυντής, ἀθετητὴς τῆς χάριτός σου, ἀπρόθυμος εἰς ἀγαθόν. Αὐτὸς δέ, ὦ Δέ‐
5σποτα, ὑπερεῖδες πᾶσαν ἐμὴν πονηρίαν διὰ τοὺς πολλοὺς οἰκτιρμούς σου, Υἱὲ τοῦ Θεοῦ. Ἡ κεφαλή μου ἀνυψοῦται τῇ χάριτί σου, Δέσποτα· ταπεινοῦται δὲ καθ’ ἑκάστην δι’ ἐμὰς ἁμαρτίας. Ἕλκει με πάλιν αὕτη ἡ χάρις σου εἰς τὴν ζωήν, κἀγὼ μᾶλλον εἰς θάνατον εὐπροθύμως βαδιοῦμαι, ὅτι αὕτη ἡ κακίστη συνήθεια τῆς χαυνότητος ἑλκύει με πρὸς ἑαυτήν, ἐμοῦ αὐτῇ πειθομένου.
10Δεινή ἐστιν ἡ τῶν παθῶν συνήθεια καὶ κακίστη, καὶ γὰρ δεσμεύει ὡς ἐν δε‐354

355

σμοῖς ἀλύτοις τὴν ἔννοιαν, καὶ ποθεινὰ εὑρίσκονται ἀεὶ ἐμοὶ καὶ τὰ δεσμά, ὅτι ἐγὼ οὕτω θέλω δεσμευθῆναι. Συνηθείαις δεδέσμευμαι τῶν παγίδων, καὶ χαίρω δεδεμένος. Βεβύθισμαι ἐν τῷ πικροτάτῳ βάθει, καὶ ἥδομαι. Καθ’ ἑκάστην ἀνα‐ νεοῖ τὰ δεσμά μου ὁ Ἐχθρός· ὁρᾷ γάρ με χαιρόμενον ἐν τοῖς ποικίλοις δεσμοῖς
5μου. Πολύτεχνος τυγχάνει ὁ Ἐχθρός μου· οὐ δεσμοῖ με ἐν τοῖς δεσμοῖς, οἷσπερ ἐγὼ οὐ βούλομαι, ἀλλ’ ἀεὶ προσφέρει μοι τοιαῦτα δεσμὰ καὶ παγίδας, ἅσπερ ἐγὼ μετὰ πολλῆς ἡδύτητος δέχομαι. Γινώσκει γὰρ τὴν πρόθεσιν ἰσχυροτέραν μου εἶναι, καὶ ἐν ῥιπῇ ὀφθαλμοῦ φέρει δεσμὸν ὃν βούλεται. Τοῦτο κλαυθμός· τοῦτο πένθος, ὄνειδος καὶ αἰσχύνη· ὅτε ἐγὼ πεπέδημαι ἐν
10τοῖς ἐμοῖς θελήμασι. Δυνάμενος γὰρ συντρίψαι τὰ δεσμὰ μιᾷ ῥοπῇ, καὶ γενέσθαι ἐλεύθερος ἀπὸ πασῶν τῶν παγίδων, οὐ βούλομαι τοῦτο πρᾶξαι χαυνότητι κρα‐ τούμενος, καὶ πάθεσιν ὡς ἔθεσι δουλούμενος τῇ προθέσει. Τοῦτό ἐστι δεινότερον, καὶ τὸ πένθος τῆς αἰσχύνης, ὅτι ἐγὼ συνέχομαι θελήμασι τοῦ Ἐχθροῦ μου. Δε‐ σμεύομαι ἐν τοῖς δεσμοῖς ἐν οἷς αὐτὸς προσφέρει μοι, καὶ πάθεσι θανατοῦμαι εἰς
15ἃ αὐτὸς ἀγάλλεται. Δυνάμενος γὰρ συντρίψαι καὶ τὰ δεσμά, οὐ βούλομαι. Δυ‐355

356

νάμενος καὶ ἐκφυγεῖν τῶν παγίδων, οὐκ ἐπείγομαι. Ἔστιν ἄρα πικρότερόν τι τοῦ πένθους τούτου καὶ τοῦ κλαυθμοῦ; Ἔστιν ἑτέρα αἰσχύνη ταύτης χαλεπωτέρα; Οὕτω γὰρ λέγω, ὅτι οὐκ ἔστι πικρότερον τῆς αἰ‐ σχύνης ταύτης, ὅταν ποιῇ ἄνθρωπος τὰ τοῦ Ἐχθροῦ θελήματα. Γινώσκων γὰρ τὰ
5δεσμά μου, κρύπτω αὐτὰ καθ’ ὥραν ἀπὸ πάντων τῶν θεατῶν ἐν σχήματι εὐλα‐ βείας· καὶ ἡ ἐμὴ συνείδησις ἐλέγχει με ταῦτα πράττειν, λέγουσά μοι καθ’ ἑκάστην· εἰς τί οὐ νήφεις, ἄθλιε; Ἢ οὐκ οἶδας ὅτι ἦλθε καὶ ἤγγικεν ἡ ἡμέρα τῆς κρίσεως τῆς φοβερᾶς, ἐν ᾗ πάντα φανεροῦνται; Ἀνάστηθι ὡς δυνατός· διάρρηξον τὰ δεσμά σου· ἐν σοί ἐστιν ἡ δύναμις τῆς λύσεως καὶ δέσεως. Ταῦτα ἀεὶ καὶ λέγει μοι καὶ
10ἐλέγχει με ἡ συνείδησις, καὶ οὐ θέλω ἐκ τῶν δεσμῶν καὶ παγίδων ἀπαλλαγῆναι. Ὀδύρομαι καὶ στενάζω περὶ τούτων καθ’ ἡμέραν, καὶ ἐν αὐτοῖς εὑρίσκομαι δεδε‐ μένος τοῖς πάθεσι. Τάλας ἐγὼ καὶ ῥᾴθυμος, ἀπρόκοπος εἰς ἀγαθὸν ἐμῆς ψυχῆς, μὴ φοβεῖσθαι ἐν παγίσι τοῦ θανάτου. Τὸ σῶμά μου περίκειται σχῆμα καλὸν εὐλαβείας, ἡ δὲ ψυχὴ πεπέδηται ἐν λογισμοῖς ἀπρεπέσιν. Ἐνώπιον τῶν θεατῶν
15μετὰ σπουδῆς εὐλαβοῦμαι, καὶ ἔνδοθέν εἰμι σχεδὸν ὡς θηρίον ἀνήμερον. Γλυ‐356

357

καίνω μου τὴν λαλιὰν τοῖς ἀνθρώποις μεταδιδούς, πικρὸς αὐτὸς ἐγὼ ἀεὶ καὶ πο‐ νηρὸς τυγχάνων τῇ προθέσει. Καὶ τί ἄρα ποιήσω ἐν ἡμέρᾳ διαγνώσεως, ὅταν ὁ Θεὸς δηλοῖ πάντα ἐπὶ βήματος; Ἐγὼ αὐτὸς ἐπίσταμαι ὅτι ἐκεῖ κολάζομαι, ἐὰν μὴ ὧδε δυσωπήσω ἐν δάκρυσι τὸν Δικαστήν. Χάριν τούτου οὐ συνέχει τοὺς οἰ‐
5κτιρμοὺς ἐν τῇ ὀργῇ, ὅτι αὐτὸς ἐκδέχεται εἰς τὴν ἐμὴν ἐπιστροφήν. Οὐ γὰρ θέλει τινὰ ἰδεῖν ἐν τῷ πυρὶ καιόμενον, ὅτι πάντας τοὺς ἀνθρώπους θέλει εἰσελθεῖν εἰς τὴν ζωήν. Θαρρῶν οὖν τοῖς οἰκτιρμοῖς σου, Κύριε, Υἱὲ Θεοῦ, προσπίπτω σοι δεόμενος, ἐπίβλεψον καὶ ἐπ’ ἐμέ. Ἐξάγαγε τὴν ψυχήν μου ἐκ φυλακῆς ἀνομιῶν, καὶ
10ἐκλάμψῃ ἀκτὶς φωτὸς ἐν τῇ ἐμῇ διανοίᾳ, πρὶν ἀπέλθω εἰς τὴν κρίσιν τὴν φοβερὰν καὶ ἀποκειμένην μοι, ὅπου παντελῶς οὐκ ἔστι περὶ κακῶν μετανοεῖν. Ἰδοὺ γὰρ συνέχομαι ἐν ἑκατέροις λογισμοῖς τοῦ ἐκδημεῖν τοῦ σώματος, τοῦ μηκέτι ἁμαρτά‐ νειν· φόβος πάλιν λαμβάνει με τὸν ἄθλιον καὶ ἀσεβῆ, πῶς ὑπάγω ἀνέτοιμος, ὅλος γυμνὸς τῶν ἀρετῶν; Φόβος μέγας βασανίζει τὴν καρδίαν μου συνεχῶς τοῦ μένειν
15ἐν τῇ σαρκὶ καὶ ἐκδημεῖν ἐκ τῆς σαρκός, καὶ εἰς ποίαν τῶν θατέρων παρακλιθῆναι357

358

οὐ γινώσκω. Ὅτι ὁρῶ ἐμαυτὸν ἀπρόθυμον εἰς ἀγαθόν· καὶ γὰρ τὸ ζῆν ἐν τῇ σαρκὶ φόβος ἐστὶ καὶ δειλία. Ἀνὰ μέσον γὰρ παγίδων βαδιοῦμαι καθ’ ἑκάστην, καὶ ἔοικα ἐμπόρῳ ῥᾳθύμῳ καὶ ὀκνηρῷ ζημιουμένῳ καθ’ ὥραν κεφάλαιον μετὰ κέρδους. Οὕτως ἐγὼ ζημιοῦμαι τὰ οὐράνια ἀγαθὰ ἐν τοῖς πολλοῖς περισπασμοῖς ἑλκόντων
5με εἰς τὰ κακά. Αἰσθάνομαι γὰ εἰς ἐμαυτὸν πῶς κλέπτομαι κατὰ ὥραν, καὶ μὴ θέλων εὑ‐ ρίσκομαι εἰς πράγματα ἅπερ μισῶ. Ἐξίσταμαι ἐν τῇ κτίσει, πῶς ὡραία ἐστὶν ἀεί, καὶ ἀπρεπής μου ἡ γνώμη ἀνὰ μέσον τῶν καλλίστων. Ἐξίσταμαι ἐν τῇ ἐμῇ προ‐ αιρέσει τῇ κακίστῃ ἐν θλίψεσιν ἐν αἷς ἀεὶ ἁμαρτάνει διαφόρως. Ἐξίσταμαι ἐν τῇ
10ἐμῇ μετανοίᾳ καθ’ ἡμέραν, πῶς οὐκ ἔχει τὸν στερεὸν θεμέλιον οἰκοδομῆς. Καθ’ ἑκάστην τίθημι θεμέλιον οἰκοδομῆς, καὶ πάλιν ταῖς ἐμαῖς χερσὶ καταλύω τὸν κά‐ ματον. Οὐκ ἔβαλεν ἀρχὴν καλὴν ἡ καλή μου μετάνοια. Τέλος πάλιν οὔπω ἔχει ἡ κακίστη ἀμέλεια. Δεδούλωμαι χαυνότητι, θελήματι τοῦ Ἐχθροῦ μου, εὐπρο‐ θύμως ἐπιτελῶν πάντα αὐτοῦ τὰ ἐράσμια.
15Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ πολὺ ἀμύθητον, καὶ τοῖς ὀφθαλμοῖς πηγάς,358

359

ἵνα ἀεὶ βρύωσι δάκρυα, καὶ κλαύσωμαι διαπαντὸς πρὸς τὸν οἰκτίρμονα Θεόν, ἵνα πέμψας χάριν αὐτοῦ ἀνασπάσῃ ἁμαρτωλὸν ἐκ θαλάσσης μαινομένης ἐν κύμασιν ἁμαρτιῶν, χειμαζούσης τὴν ψυχήν μου ἐν ζάλαις κατὰ ὥραν; Τὰ γὰρ ἐμὰ θελή‐ ματα ἐνίκησαν τὰ τραύματα μὴ παντελῶς δεχόμενα ἐπιδέσμους ἰάσεως. Ἐπ’ ἐλ‐
5πίδι μετανοίας ἐστί μου ἡ προσδοκία· κλεπτόμενος ἐν τῇ αὐτῇ ὑποσχέσει τῇ μα‐ ταίᾳ καὶ μέχρις ὅτου ἐκλείψω. Ταύτην ἔχω προσδοκίαν· ἀεὶ λέγων μετανοεῖν, οὐδέποτε μετανοῶ. Τοῖς ῥήμασι μετανοῶ μετὰ σπουδῆς, τοῖς δὲ ἔργοις μῆκος πολὺ ἀπέχω τῆς μετανοίας. Ἐάν εἰμι ἐν ἀνέσει, λανθάνω μου καὶ τὴν φύσιν. Ἐὰν πάλιν ἐν θλίψεσιν, εὑρίσκομαι καὶ γογγυστής.
10 Οἱ ἅγιοι γὰρ πατέρες γενόμενοι φιλόθεοι, ἐν θλίψεσι καὶ πειρασμοῖς ἐγέ‐ νοντο εὐδόκιμοι, καὶ στέφανον ἀμάραντον παρὰ Θεοῦ οὐρανίου ἐδέξαντο μετὰ δό‐ ξης καὶ ἐπαίνων· καὶ ἔπαινον καὶ ὄνομα κτησάμενοι ἐκ θλίψεως, εἰκὼν καλὴ γε‐ γόνασι ταῖς ἐρχομέναις γενεαῖς. Κατανοῶ καὶ συνεχῶς, σὺν πατράσι καὶ ἁγίοις,
καὶ τὸν σεμνὸν καὶ εὐπρεπῆ σωφρονέστατον Ἰωσὴφ πλήρη κάλλους οὐρανίου σὺν359

360

ἀγάπῃ τοῦ Ὑψίστου, ποίαν καλὴν ὑπομονὴν ἐκτήσατο ἐν πειρασμοῖς· οὐ γὰρ ἴσχυσεν ἀδικῆσαι ὁ τῶν ἀδελφῶν δεινὸς φθόνος τῆς ἐκείνου ψυχῆς τὸ κάλλος. Οὔτε πάλιν ἀσπὶς δεινὴ ἐν φωλεῷ τῷ ἰδίῳ ἐδυνήθη ἐκμαρᾶναι κάλλος ἀνθοῦν τὸ τοῦ παιδός· ἐν τῷ ἄνθει κατὰ ὥραν τοῦ σώφρονος ἐπέβλεπεν, ἵνα ἐκχέῃ πικρὸν ἰὸν
5περὶ αὐτὸν μαινομένη. Οὔτε πάλιν ἡ φυλακὴ ἢ τὰ δεσμὰ ἐμάραναν εὐπρέπειαν ψυχῆς καὶ ἄνθος παιδὸς φιλοθέου. Εἰ δὲ ἐγὼ ὁ ἄθλιος ἐκτός τινος τῶν πειρασμῶν ἁμαρτάνω, παροξύνω καὶ πικραίνω τὸν Δεσπότην. Πεῖραν οὖν λαβὼν τῶν πολλῶν σου, Κύριε, καὶ ἀμυθήτων οἰκτιρμῶν, πα‐ ρακαλῶ τὸ μέγεθος τῶν οἰκτιρμῶν σου, σῶσόν με, καὶ δώρησαι σῷ οἰκέτῃ αἰτή‐
10ματα ψυχῆς αὐτοῦ, ἃ αἰτεῖται ἐκ θησαυροῦ εὐσπλαγχνίας σου, Δέσποτα, ἵνα βρύῃ διηνεκῶς ὥσπερ πηγὴ ἡ χάρις σου ἐν καρδίᾳ καὶ στόματι ἐμοῦ αὐτοῦ τοῦ δούλου σου· ἵνα ἐστὶ καρδία μου καὶ στόμα μου ναὸς ἁγνὸς τῇ χάριτι καὶ ἄμω‐ μος, δεχόμενος Βασιλέα οὐράνιον, ἵνα μή ἐστιν ὡς φωλεὸς πονηροῖς λογισμοῖς καὶ
σπήλαιον λῃστῶν κακῶν πονηραῖς ἐνθυμήσεσιν. Ἀλλ’ ἀεὶ ὁ δάκτυλος τῆς χάριτος360

361

κινησάτω τὴν γλῶσσάν μου ὥσπερ νευρὰν τῆς κιθάρας εἰς δόξαν σου, φιλάνθρωπε, ἵνα ἀπαύστως δοξάζω καὶ εὐλογῶ μετὰ πόθου ἐν καρδίᾳ καὶ στόματι ὅλον τὸν χρόνον τῆς ζωῆς μου. Ὁ γὰρ ὀκνῶν ὑμνολογεῖν καὶ δοξάζειν σε, Δέσποτα, οὗτος αὐτὸς ἀλλότριος τῆς μελλούσης ζωῆς ἐστι. Χριστὲ Σωτήρ, δώρησαί μοι αἴτησιν
5τῆς καρδίας μου, ἵνα ἐστὶν ἡ γλῶσσά μου ὡς κινύρα τῆς χάριτος, ἵνα δυνηθῶ ἀποδοῦναι ἐντεῦθεν τῆς διαθήκης ἐκ τῶν πολλῶν γραμματίων κἂν ὀλίγα ἐγκλή‐ ματα· κἀκεῖ πάλιν σωθήσομαι ἐν τῇ σκέπῃ τῶν χειρῶν σου, ὅταν τρέμῃ πᾶσα ψυχὴ ἐκ δόξης σου τῆς φοβερᾶς. Ναί, Δέσποτα, Υἱὲ μονογενές, εἰσάκουσον καὶ πρόσδεξαι, ὥσπερ δῶρον, τὴν δέησιν τοῦ δούλου σου. Ἁμαρτωλός εἰμι ἐγὼ τῇ
10χάριτι σῳζόμενος. Δόξα πρέπει τῷ σῴζοντι ἁμαρτωλὸν ἐν οἰκτιρμοῖς.361