TLG 4138 008 :: EPHRAEM SYRUS :: Reprehensio sui ipsius et Confessio

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

Reprehensio sui ipsius et Confessio

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 1. Thessalonica: Το περιβόλι της Παναγίας, 1988 (repr. Thessalonica: Το περιβόλι της Παναγίας, 1995): 298–353.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 1 Rome (1732) 119–144a.

Citation: Page — (line)

298

(t)

Ἔλεγχος αὑτοῦ καὶ ἐξομολόγησις
1 Ἐν πολλοῖς ὑμῖν, ἀδελφοί, δοκῶν χρησιμεύειν, ὀφείλω καὶ ἐμαυτῷ εἰς ψυ‐ χὴν λυσιτελῆσαι· ἄλογον γὰρ ἄλλοις παρέχοντα τροφήν, πεῖναν αὐτὸν ὑφίστασθαι· καὶ αἰσχρὸν ἑτέρους ποτίζοντα, δίψῃ με διαφθείρεσθαι. Πῶς δέ ἐστι τοῦτο, εἰ μὴ τὴν ἐμαυτοῦ ἐλέγξω συνείδησιν; Οἶδα γὰρ ὅτι χρήσιμόν μοι γενήσεται εἰς τὸ μέλ‐
5λον κριτήριον. Ἐπειδὴ ἐν πολλοῖς με ὄντα ὁ Ἐχθρὸς παρετάξατο ἐν νεότητι· ἐν γὰρ τῷ μεταξὺ περὶ τοῦ αὐτόματα εἶναι τὰ ἐν τῷ βίῳ, μικροῦ δεῖν, ἐπληροφόρησέ με ἡ νεότης. Ὡς ὅτε δὲ ναῦς δίχα οἰάκων ὑπάρχουσα τὸν κυβερνήτην ἐπὶ τῆς πρῴρας
παρίστησι καὶ βαδίζει εἰς τοὐπίσω, ἢ οὔτε βαδίζει, ἔσθ’ ὅτε δὲ καὶ περιτρέπεται,298

299

εἰ μή τις ἐπισκοπή, ἢ δι’ Ἀγγέλου ἢ δι’ ἀνθρώπου, αὐτῇ βοηθήσειε· τοῦτο δὴ καὶ ἐμοὶ γέγονε· καὶ φερόμενος ἐπὶ κλύδωνος ἀπάτης ἀναισθήτως εἶκον του ἐπηρτη‐ μένου κινδύνου. Τί οὖν ποιεῖ ἡ χρηστότης αὐτοῦ; Ἀποδημοῦντί μοι ἐν τοῖς κλίμασι τῆς
5ἐνδοτέρας Μεσοποταμίας περιτυχεῖν ἐποίησε ποιμένι προβάτων. Ὁ δέ φησι πρός με· ποῦ πορεύῃ, νεανίσκε; Κἀγὼ εἶπον· ὅπου καὶ τύχοιμι. Καὶ λέγει μοι· ἔκδε‐ ξαι, ὅτι πρὸς ἑσπέραν ἡ ἡμέρα κέκλικε. Τί γάρ; Ὑπακούσας ἔμεινα παρ’ αὐτῷ. Καὶ ἐν μέσῃ νυκτὶ λύκοι ἐπελθόντες τὰ πρόβατα διεσπάραξαν, τοῦ ποιμένος ὑπὸ μέθης ἐφυπνώσαντος. Ἐπῆλθον δὲ οἱ δεσπόται, κἀμοὶ τὴν αἰτίαν ἐπέγραφον·
10εἷλκον δέ με καὶ εἰς δικαστήριον· γενόμενος δὲ πρὸς τὸν κριτήν, ἀπελογούμην, ὡς γέγονε. Καὶ μετ’ ἐμὲ εἰσήχθη τις ἐν μοιχείᾳ ἁλούς· ἡ δὲ γυνὴ διαφυγοῦσα ἀφανὴς ἐγεγόνει. Καὶ ὁ δικαστὴς ὑπερθέμενος ἀμφοτέρους ἡμᾶς ἐπὶ τὸ αὐτό, εἰς φυλακὴν παρέπεμψεν· εὕρομεν δέ τινα γεωργὸν ἐν τῇ εἱρκτῇ περὶ φόνου ἐνεχθέν‐ τα· καὶ οὔτε ὁ μετ’ ἐμοῦ προσαχθεὶς μοιχὸς ἦν, οὐδ’ οὗτος φονεύς, ὡς οὐδὲ ἐγὼ
15κλέπτης προβάτων. Ὁ μέντοι νεκρὸς ἐτηρεῖτο διὰ τὸν γεωργόν· καὶ ὁ ποιμὴν δι’299

300

ἐμέ· καὶ ὁ ἀνὴρ διὰ τὸν μοιχόν· ἦσαν οὖν καὶ οὗτοι ἐν οἴκῳ ἑτέρῳ φυλαττόμενοι. Ποιήσας δὲ ἐκεῖ ἡμέρας ἑπτά, τῇ ὀγδόῃ ὁρῶ τινα καθ’ ὕπνους λέγοντά μοι· εὐσέ‐ βησον καὶ συνήσεις τὴν πρόνοιαν. Λόγισαι ἃ ἐνενόησας καὶ ἐποίησας, καὶ νοήσεις ἀπὸ σαυτοῦ μηδὲν ἀδίκως τούτους πάσχειν· οὔτε δὲ οἱ αἴτιοι ἀποδράσουσι. Διυ‐
5πνισθεὶς τοιγαροῦν ἐγὼ ἐπεσκεπτόμην τὴν ὀπτασίαν, καὶ ἐπιζητῶν τὸ ἐμὸν σφάλ‐ μα, εὗρον ὅτι ἐν πεδίῳ, ὡς ἤμην ἐπὶ τῆς χώρας ἔτι, ξένου τινὸς πένητος δάμα‐ λιν κατὰ πονηρίαν τινὰ μέσῃ νυκτὶ ἀπεδίωξα τῆς στάσεως, ἣν θηρίον διέσπασεν ἐκεῖ ἐλθόν, ὑπὸ τοῦ χειμῶνος καὶ τῆς γαστρὸς ἀτονοῦσαν. Ὡς διηγησάμην τὸ ἐνύπνιον τοῖς μετ’ ἐμοῦ, καὶ τὴν αἰτίαν, προτραπέντες
10καὶ αὐτοὶ ἤρξαντο λέγειν. Ὁ μὲν ἄγροικος, ὅτε περ εἶδέ τινα πνιγόμενον ἐν πο‐ ταμῷ, καὶ δυνάμενος αὐτὸν βοηθῆσαι, οὐκ ἐβοήθησεν. Ὁ δὲ πολίτης, γυναικὸς συκοφαντουμένης ἐπὶ πορνείᾳ, συγκατηγόρησε. Χήρα δὲ ἧν, φησίν, αὕτη, καὶ οἱ ἀδελφοὶ αὐτῆς τὴν αἰτίαν αὐτῇ ταύτην ἐπάγοντες τοῦ πατρῴου κλήρου ἀπεστέρη‐ σαν, ἐμοὶ δόντες, καθάπερ συνετάξαντο. Ἐγὼ δὲ ἐπὶ τοῖς λεχθεῖσιν ἠρξάμην κατα‐
15νύττεσθαι, ὅτι πολλή τις ἦν ἡ ἀνταπόδοσις. Καὶ εἰ μὲν ἐγὼ μόνος ἤμην, τυχὸν ἂν300

301

τοῦτο συμβεβηκέναι μοι ἔφασκον ἀνθρώπινον· τρεῖς δέ ἐσμεν ἐν τοῖς αὐτοῖς συνεχό‐ μενοι. Καὶ τέταρτός τις ἔκδικος, οὔτε πρὸς γένος τῶν ἠδικημένων, οὔτε συνίστωρ γενόμενος, ἐπειδὴ οὔτε ἐγὼ εἶδον αὐτόν ποτε, οὔτε μὴν αὐτοί· εἶπον γὰρ αὐτοῖς καὶ τὸ εἶδος τοῦ ὀφθέντος μοι. Καὶ καθυπνώσας πάλιν, ὁρῶ τὸν αὐτὸν λέγοντά
5μοι· αὔριον ὄψει καὶ τοὺς [ὑφ’] ὑμῶν ἠδικημένους, καὶ τὴν ἀπολύτρωσιν τῆς συ‐ κοφαντίας ὑμῶν. Καὶ διυπνισθείς, σύννους ἔμενον. Οἱ δὲ πρός με· τί σκυθρωπὸς εἶ, φασί; Καὶ εἶπον αὐτοῖς τὴν αἰτίαν. Ἐδεδίειν δὲ τὴν ἔκβασιν, καὶ ἐπιλήσμων ἐγενόμην τῶν περὶ αὐτομάτου λογισμῶν, κἀκεῖνοι σὺν ἐμοὶ ἐφρόντιζον. Ὡς δὲ διῆλθεν ἡ νὺξ ἐκείνη, προσαγόμεθα. Καὶ εὐθέως ἀναφορὰ πρὸς τὸν
10ἄρχοντα φέρεται, πέντε δεσμίους συνέχουσα. Πολλὰ οὖν οἱ σὺν ἐμοὶ τυπτηθέντες, εἰς τὴν φρουρὰν ἐμὲ ἀπέλιπον. Εἶτα εἰσήχθησαν δύο ἐν πρώτοις κριθησόμενοι· οὗτοι δὲ ἦσαν οἱ ἀδελφοὶ τῆς ἠδικημένης χήρας ἐν τῇ πατρῴᾳ κληρονομίᾳ· ὁ μὲν εἷς εὕρετο ἐπὶ φόνῳ· θάτερος δὲ ἐπὶ μοιχείᾳ. Καὶ ὁμολογήσαντες ἐφ’ οἷς ἐφωρά‐ θησαν, ᾐκίζοντο καὶ ἐπὶ λοιπαῖς κακουργίαις ὁμολογεῖν. Ὁ τοίνυν φονεὺς ὡμο‐
15λόγησεν, ὅτι ἔν τινι καιρῷ ἐπὶ τῆς πόλεως ἐμπορευόμενος συνήθειαν εἶχε πρός301

302

τινα, ἣν καὶ συνήθως διέφθειρεν· αὕτη δὲ ἦν περὶ ἧς ὁ μετ’ ἐμοῦ ἐφρουρεῖτο. Καὶ πυθομένου πῶς διέφυγεν, ἔφη, ὅτι τὸν γείτονα τῆς μοιχευθείσης ἐγένετο, τηρου‐ μένων ἡμῶν, δι’ ἑτέρας ἀνόδου ἐλθεῖν πρὸς αὐτὴν χάριν τινὸς ἰδίας χρείας· ἡ δὲ δοῦσα ὃ ᾔτησεν, ἐμὲ διὰ θυρίδος ἤδη καθεῖσα, ἀξιοῖ ὡς οἶδεν αὐτόν, ἵνα καὶ
5αὐτὴν διὰ τῆς αὐτῆς θυρίδος χαλάσῃ· ἐπειδή, φησίν, οἱ δανεισταὶ συσχεῖν με θέ‐ λουσιν. Ὁ δὲ τοῦτο μέλλων ποιεῖν κατελήφθη ὑπὸ τοῦ ἀνδρὸς αὐτῆς. Ἡμεῖς δὲ ἀπεδράσαμεν. Καὶ ποῦ, φησίν, ἐστὶν ἡ γυνή; Ὁ δὲ τὸν τόπον ἀναδούς, ἐκελεύθη φυλάττεσθαι ἄχρι παρουσίας τῆς γυναικός. Καὶ ὁ ἕτερος προσθεὶς τῇ περὶ μοι‐ χείας φορᾷ, ὡμολόγησεν ὅτι τὸν φόνον ἐποίησε, περὶ οὗ ὁ σὺν ἐμοὶ ἄγροικος συν‐
10είχετο. Καὶ αὐτὸς δὲ ἔφη ὅτι ὁ ἀνὴρ ἦν ὁ νεκρὸς τῆς ἐρώσης αὐτοῦ γυναικός. Ὡς οὖν προσῆλθε, φησί, τὸ δειλινὸν τὸν ἀγρὸν κατασκέψασθαι, ἤγγισά τε τοῦ ἀσπάσα‐ σθαι αὐτόν, εὐθέως ἀνεῖλον αὐτόν, καὶ ἔφυγον. Ὑπνοῦντος δέ τινος ἀπὸ μόχθου πολλοῦ, πρὸς τὴν βοὴν τοῦ φόνου ἐξελθόντες οἱ παρ’ αὐτοῦ, μήτε εἰδότες τὸν
ἄγροικον μήτε εἰδότα τὸ γεγονός, δήσαντες παρέπεμψαν. Καὶ τίς τούτων ἀπό‐302

303

δειξις; Ἡ γυνή, φησίν. Ὁ δὲ εἶπεν, καὶ ποῦ αὕτη; Καὶ ἀνέδωκε καὶ τὸν τόπον καὶ τὸ ὄνομα ἐν ἑτέρᾳ χώρᾳ, οὐ μήκοθεν τῆς ἑτέρας· καὶ εὐθέως ἀνελήφθη ἐν τῷ δεσμωτηρίῳ. Προσήχθησαν δὲ καὶ οἱ λοιποὶ τρεῖς· ὁ μὲν εἷς περὶ ἐμπρησμοῦ στα‐ χύων ἐγκαλούμενος, οἱ δὲ λοιποὶ περὶ συνιστορήσεως φόνων· καὶ πληγέντες ὀλί‐
5γας, καὶ μηδὲν ὁμολογήσαντες, ἀπήχθησαν εἰς τὴν εἱρκτήν, τοῦ κριτοῦ ἀκούσαν‐ τος ἐπιστασίαν τοῦ διαδόχου αὑτοῦ· κἀγὼ δὲ σὺν αὐτοῖς ἀπείην, μηδεμίαν διαίρεσιν ὑπομείνας ἐξετάσεως. ᾞμεν οὖν οἱ πάντες ἐπὶ τὸ αὐτό. Ὁ δὲ κριτὴς ὁ ἐλθών, ἀπὸ τῆς ἡμετέρας πατρίδος ἐτύγχανε, καὶ ἐπὶ πολὺ ἠγνόουν αὐτοῦ τὴν πόλιν ὅθεν, καὶ τίς ἦν. Ἐν
10δὲ ταῖς μέσαις ἡμέραις, πολὺν ἔχοντες καιρὸν ἀνέσεως, καὶ τοῖς λοιποῖς δεσμίοις συνεφιλιώθημεν. Καὶ ἐπειδὴ οἱ πρόσθεν εὔθυμοι ἐγεγόνεισαν, καὶ τοῖς λοιποῖς ἀπήγγειλαν τὰ γενόμενα, οἳ πάνυ μοι προσεῖχον ὡς εὐσεβεῖ. Κἀκεῖνοι δὲ ἀκού‐ σαντες, οἱ ἀδελφοὶ τῆς χήρας, ἐθαύμασαν, ἐπιγνόντες τὸν συναγορήσαντα ὑπὲρ αὐτῶν. Οἱ πάντες οὖν ἐδέοντό μου, εἴπως αὐτοῖς ἀπαγγέλλω τι ἐπιδέξιον. Πλεί‐
15ονας δὲ ἡμέρας ποιήσας ἐκεῖ, οὐκ ἐθεασάμην τὸν καθ’ ὕπνους μοι ὀφθέντα. Καὶ303

304

δὴ ἐπὶ τέλει τῶν ἡμερῶν, πάλιν ὁρῶ αὐτὸν λέγοντά μοι, ὅτι καὶ οἱ τρεῖς οὗτοι ἐν ἑτέροις ἁλόντες δίκην νῦν εἰσπράττονται. Λέγω δὲ ταῦτα πρὸς αὐτούς, καὶ ὡμολόγησαν ἐπὶ τῇ ἀδικίᾳ τοῦ κλέπτορος συνειδέναι ὡς ἦν ἀνελών τινα δι’ ἀμ‐ πελῶνα προσκείμενον κατὰ τὸν ἀγρὸν περὶ οὗ ἡμεῖς, φησίν, ἐμαρτυρήσαμεν ὅτι
5αὐτῷ κατὰ χρέος ὁ ἀμπελὼν προσοφείλεται· καὶ ὅτι οὐκ αὐτὸς ἀνεῖλεν αὐτόν, ἀλλ’ ὅτι ἀπὸ κρημνοῦ πεσὼν ἐνεκρώθη. Ὁ δὲ ἕτερος ἔφη, ὅτι τινὰ ὤθησα ἄκων ἐν ὀργῇ ἀπὸ τοῦ δώματος, καὶ κατενεχθεὶς ἀπέθανε. Μετὰ δὲ ταῦτα, ὁρῶ πάλιν καθ’ ὕπνους λέγοντά μοι, ὅτι τῇ ἑξῆς ἀπαλλαγήσῃ, οἱ δὲ λοιποὶ τῷ δικαίῳ κρι‐ τηρίῳ ὑποκείσονται· γίνου δὲ πιστὸς καὶ διήγησαι τοῦ Θεοῦ τὴν πρόνοιαν.
10 Τῇ δὲ ἑξῆς καθίσας ὁ κριτὴς ἐπὶ τοῦ βήματος, τοὺς πάντας ἡμᾶς ἀνέκρινε, καὶ ἐπιγνοὺς τὰ πάλαι πεπραγμένα, τὰς γυναῖκας ἐξῄτησε, αἵτινες παρῆσαν ἑτοι‐ μασθεῖσαι, τῶν κατηγόρων χρωμένων τοῖς δικαίοις αὐτῶν· ὁ δὲ ἄρχων τοὺς ἀναι‐ τίους ἀπέλυσε, λέγω δὴ τὸν ἄγροικον καὶ τὸν νομισθέντα μοιχόν· τὰς μέντοι γυ‐ ναῖκας ᾐκίζετο, ἐπιγνῶναι θέλων μή τινι ἑτέρᾳ πράξει συνιστόρησαν. Καὶ εὑρέθη
15ἡ μία τὸν ἐμπρησμὸν ποιήσασα, κατὰ μῆνιν τοῦ προδόντος τὸν μοιχὸν αὐτῆς, ἐν304

305

οἷς ἐξ ἀγροῦ πορθουμένου φεύγοντά τινα εὑρόντες τοῦ ἐμπρησμοῦ ἐγγύτερον, συν‐ έλαβον ὡς αἴτιον, ὅστις ἦν μεθ’ ἡμῶν· ὃν ἀνακρίνας ὁ κριτὴς εὗρεν ὡς εἴρηται, καὶ ἀπέλυσεν ὡς ἀναίτιον. Ἡ δὲ θατέρα τῶν μοιχαλίδων ἐν τῇ αὐτῇ κώμῃ οὖσα, ἔνθα ἐτύγχανον οἱ περὶ συνιστορήσεως κατεχόμενοι, ὡμολόγησε τὴν γενομένην
5ἐπίθεσιν· ὁ σφαγεὶς γάρ, φησίν, ἐν τῷ οἴκῳ αὐτῆς κατήχθη, ἀστεῖος ἀνήρ, μεθ’ οὗ κοιταζομένη· εὑρὼν εἷς τῶν δύο ἀδελφῶν τῆς χήρας, ἅτε δὴ ἐραστής, πατάξας ἀνεῖλεν αὐτόν, καὶ ἐπὶ τοῦ ἀμφόδου ἔρριψε. Καὶ γενομένης συνδρομῆς, φησίν, οἱ δύο ἄνδρες κατεδίωκόν τινα ἡρπακότα αὐτῶν χίμαρον, οὓς θεασάμενοι οἱ προὔ‐ χοντες, φεύγειν ἐνόμισαν, καὶ συλλαβόμενοι αὐτούς, ὡς αἰτίους παρέπεμψαν. Ἔφη
10δὲ ὁ ἄρχων, καὶ τί αὐτοῖς ὄνομα ἢ γένους τίνος, καὶ οἷοί εἰσι; Καὶ ἀκριβευσάμενος τὰ κατ’ αὐτούς, ἐπέγνω τὸ σαφές, καὶ τοὺς ἀναιτίους ἠλευθέρωσε. Πέντε δὲ ἦσαν οὗτοι, ὁ γεωργὸς καὶ ὁ νομισθεὶς μοιχὸς καὶ οἱ τρεῖς οἱ ἔσχατοι. Τοὺς δὲ δύο ἀ‐ δελφοὺς καὶ τὰς σὺν αὐτοῖς ἀλητηρίους γυναῖκας, θηρσὶ βορὰν ἐκέλευσε γενέσθαι.
Κελεύει δὲ κἀμὲ εἰς μέσον ἀχθῆναι, καὶ ἐξένεσεν αὐτὸν κἀμὲ ἡ ὁμοιότης. Ὅμως305

306

ἐπύθετο τῆς ὑποθέσεως παρὰ τὴν τάξιν, καὶ ἀνακρίνειν με πειρᾶται, πῶς γέγονε τὰ κατὰ τὰ πρόβατα. Εἶπον δὲ τὴν ἀλήθειαν, ὡς γέγονε· καὶ ἐπιγνούς με ἐκ τῆς φωνῆς καὶ τοῦ ὀνόματος, τὸν ποιμένα εἰς ἀπόδειξιν τῆς ἀληθείας κελεύσας μαστι‐ χθῆναι, ἀπολύει με τοῦ ἐγκλήματος μεθ’ ἡμέρας ἑβδομήκοντα μικρῷ ἔλαττον.
5Ἡ δὲ ἐπίγνωσις ἦν ἐκ συνοικήσεως τῶν ἐμῶν γονέων τοῖς θρέψασι τὸν ἄνδρα ἔξω τῆς πόλεως· καὶ γὰρ ἐπὶ χρόνους τινὰς τὴν οἴκησιν πρὸς αὐτὸν ἠσπασάμεθα. Ἔπειτα κατ’ ἐκείνην τὴν νύκτα, ὁρῶ τὸν ἄνδρα λέγοντά μοι· ὑπόστρεψον εἰς τὸν τόπον σου καὶ μετανόησον περὶ τῆς ἀδικίας, πεισθεὶς ὅτι ἔστι τις ὁ τὰ πάντα ἐφορῶν ὀφθαλμός· καὶ ἀπειλησάμενός μοι βαρέως ἀνεχώρησεν. Ὃν ἄχρι τοῦ νῦν
10οὐ τεθέαμαι. Γενόμενος δὲ ἐναγώνιος ὑπέστρεψα, καὶ πολλὰ δακρύσας οὐκ οἶδα εἰ τὸν Θεὸν ἐπληροφόρησα. Διὸ δὴ πάντων αἰτῶ μοι τὰς εὐχὰς συναγωνίσασθαι, ὅτι τὸ τραῦμά ἐστιν ἀνίατον. Οὐκ ὀφρυῶμαι ἐπὶ ταῖς ὁράσεσιν, ἀλλὰ κατατρύχομαι ἐπὶ
τοῖς ἀσεβέσι λογισμοῖς. Ὤφθη καὶ τῷ Φαραὼ ἄγγελος, περὶ τῶν μελλόντων εἰση‐306

307

γούμενος, ἀλλ’ οὐκ ἀπαλλάσσει τὴν ἀπόφασιν ἡ προφητεία. Λέγει καὶ ὁ Χριστὸς τοῖς προφητεύσασιν εἰς τὸ ὄνομα αὐτοῦ, οὐκ οἶδα ὑμᾶς, ἐργάται τῆς ἀνομίας. Οἶδα ὅτι ἀληθῆ ἑώρακα, καὶ πείρᾳ παρέλαβον, ἀλλ’ ὀδυνᾶται ἡ ὑπερβάλ‐ λουσα τοῦ Θεοῦ λοιδορία. Ὁ γὰρ λέγων αὐτόματα πάντα, ἀνυπαρξίαν ἡγεῖται
5Θεότητος. Ἐλογισάμην καὶ οὐ ψεύδομαι· μετεμελήθην καὶ οὐκ ἐπίσταμαι, εἰ ἐξι‐ λασάμην. Ἐκήρυξα περὶ Θεοῦ, ἀλλ’ ἀγνοῶ, εἰ προσεδέξατο τὰ παρ’ ἐμοῦ. Ἔ‐ γραψα περὶ προνοίας, ἀλλ’ οὐ γινώσκω, εἰ ὁ Θεὸς ἀπεδέξατο. Εἶδον οἴκου καὶ ἐνόησα τὸν οἰκονόμον. Εἶδον τὸν κόσμον καὶ συνῆκα τὴν πρόνοιαν. Εἶδον ναῦν δίχα κυβερνήτου βαπτιζομένην. Εἶδον τὰς τῶν ἀνθρώπων πράξεις μηδὲν περαι‐
10νούσας ἄνευ Θεοῦ τοῦ κυβερνῶντος αὐτάς. Εἶδον πόλιν καὶ πολιτείας διαφόρους εἰς σύστασιν, καὶ συνῆκα ὅτι τῇ τοῦ Θεοῦ διατάξει τὰ πάντα συνέστηκεν. Ἐκ τοῦ ποιμένος τὸ ποίμνιον, καὶ ἐκ Θεοῦ τὸ αὔξειν ἐπὶ τῆς γῆς τὰ σύμπαντα. Ἐκ τοῦ γεωργοῦ τοῦ σίτου ἐκ τῶν ἀκανθῶν διαίρεσις, καὶ ἐκ Θεοῦ τοῖς ἐπὶ γῆς ἡ φρόνη‐
σις εἰς σύστασιν καὶ σύνεσιν. Ἐκ τοῦ βασιλέως ἡ κατάστασις τοῦ στρατιωτικοῦ307

308

τάγματος, καὶ ἐκ Θεοῦ τῶν πάντων ἡ εἰλικρινὴς διατύπωσις. Οὐδὲν ἐπὶ γῆς ἀκέ‐ φαλον, ὅτι πάντων ἀρχή ἐστιν ὁ Θεός. Οἱ ποταμοὶ ἀπὸ τῶν πηγῶν καὶ οἱ νόμοι ἀπὸ τῆς θείας σοφίας. Ἡ γῆ φέρει καρπούς, ἀλλ’ ἐὰν οὐ βρέξῃ ἐξ οὐρανοῦ, οὐδὲν ἀφ’ ἑαυτοῦ γενέσθαι δύναται. Ἡ ἡμέρα περιέχει φωτὸς ὑπόστασιν, ἀλλὰ χρῄζει
5τοῦ ἡλίου εἰς τελείωσιν. Οὕτω καὶ τὰ καλὰ γίνονται δι’ ἀνθρώπων, ἀλλὰ διὰ τοῦ Θεοῦ περαιοῦνται. Ὁ ἥλιος ἔχει τὸ φῶς, ἀλλὰ δέεται τοῦ οὐρανοῦ εἰς τὴν οἰκείαν ἀνάπαυσιν. Καὶ οἱ εὐσεβεῖς χρῄζουσιν ὁμοίως τοῦ Θεοῦ εἰς τὴν ἀποκατάστασιν. Οὔτε φῶς ἐκτὸς πυρός, οὔτε σκότος γνόφου χωρίς· ἀλλήλων γὰρ δέονται τὰ σύμ‐ παντα. Τοῦτο γὰρ ἐκείνου χρῄζει· εἷς δέ ἐστιν ἀνενδεής, ὁ Θεός.
10 Οὐδὲν αὐτόματον ἐν τῇ γενέσει τῶν ὄντων· ἐπειδὴ ἑαυτὸν ποιῆσαί τις οὐ δύναται. Ὁ ποιῶν ἑαυτὸν πρὸ τοῦ ποιῆσαι ἦν· καὶ πῶς ὕστερον ἐγένετο; Ὁ γὰρ ὢν πρὸ τοῦ γενέσθαι, οὐκ ἐδέετο γενέσθαι ὅπερ ἦν. Καὶ πῶς ἐπιδέεται ἄλλου εἰς
σύστασιν ἐκείνου, ὅπερ ἦν; Μόνος τοιγαροῦν ὁ Θεὸς ἀγέννητος. Τὸ γὰρ αὐτό‐308

309

ματον ἑαυτῷ μάχεται. Οὐκ ἀγνοῶν ὁ Θεὸς ὅτι ἐστὶν ἀγέννητος, ἐπειδὴ οὐχ ὡς ἡμεῖς ἀρχὴν ἔσχε νηπιότητος, οὐκ ἐν ἀπειρίᾳ ἐστὶ τῆς οὐσίας τῆς ἑαυτοῦ· οὐ γάρ τις αὐτὴν αὐτῷ παρεχώρησεν. Οἶδεν ὅ ἐστι, καὶ φεύγει πᾶσαν ἔννοιαν ἀνθρώπων, οὐ φθονῶν, ἀλλὰ φειδόμενος. Οὐ γὰρ χωροῦμεν ἀκοῦσαι ἀγεννήτου φύσιν ἢ
5ἀρχήν, ὅτι καὶ φρασθῆναι ἀμήχανον. Οὐκ ἐφικνούμεθα νοῆσαι ἀνάρχου ἀρχήν· οὔτε γὰρ ἔχομεν τοσαύτην σύνεσιν. Ἀπὸ τοῦ Σινᾶ τὰ ἐπίγεια ὁ Θεὸς ἐλάλησε καὶ μυριάδες ἐτάκησαν· τί οὖν ποιήσομεν, ἐὰν λαλήσῃ τὰ ἐπουράνια; Ἀπὸ γῆς ἐλά‐ λησε καὶ μυριάδες ἐτάκησαν· τί οὖν ποιήσομεν, ἐὰν ἐξ οὐρανοῦ προσομιλήσῃ; Ἠξίωσεν ὁ λαὸς μὴ ἀκοῦσαι φωνῆς Θεοῦ, καὶ ὁ Θεὸς ἀπεδέξατο. Μωυσῆς πα‐
10ρεκάλεσε συμπαραμεῖναι τὸν Θεὸν τῷ λαῷ, καὶ πολλοὶ ἀπέθνῃσκον, ἐγγίζειν μὴ φέροντες τῇ θείᾳ φύσει. Ἔδειξεν οὖν, ὅτι ὁ Θεὸς ἐγγίζων ἀνθρώποις διὰ τὸ δί‐ καιον αὐτοῦ γίνεται αὐτοῖς πληγὴ ἀνίατος ἀδικοῦσι. Φειδόμενος δὲ ἡμῶν ὑπο‐ χωρεῖ, ἵνα ζήσωμεν· οὕτω καὶ ἀπόρρητα οὐ λέγει, ἵνα μὴ διαφωνήσωμεν.
Ἤγγισε τῷ Ἀαρών, καὶ εὑρὼν τοὺς υἱοὺς αὐτοῦ ὑπαιτίους, ἀνεῖλεν αὐτούς·309

310

ἤγγισε τῷ λαῷ, καὶ πολλοὺς ἀπώλεσεν ἁμαρτάνοντας. Ἐὰν οὖν εἴπῃ τὰ θεῖα καὶ οὐ πιστεύσωμεν, ἀναιρεῖ πάντας ἡμᾶς. Διὰ δὲ τοῦτο οὐ λέγει, ἐπειδὴ προεῖδε μὴ πιστεύειν ἡμᾶς. Καλῶς οὖν ποιεῖ προνοῶν, ἵνα μὴ ἀποθάνωμεν. Οὐ δίδωσι τοσαύτην σύνε‐
5σιν, ἵνα μὴ σβέσῃ τὴν προαίρεσιν· οὔτε παρέχει πλείονα δύναμιν, ἵνα μὴ κρύψῃ τὴν φύσιν· οὐ κενοῖ τὴν χρηστότητα, ἵνα μὴ ὑπὸ τῆς κακίας ἡττηθῇ· οὐ ποιεῖ τοὺς ἀνθρώπους ἀγγέλους, ἵνα μὴ συγχέῃ αὑτοῦ τὴν δύναμιν· οὔτε τοὺς Ἀγγέλους ποιεῖ Χερουβίμ, ἵνα μὴ ἀνατρέψῃ αὑτοῦ τὴν δημιουργίαν. Ἐποίησε δέ, ὅσον ἐπι‐ δέχεται γεννητὴ φύσις. Ἔταξε τὰς φύσεις καὶ εὗρεν αὐτὰς ἐλέους χρῃζούσας, ὡς
10ἅτε δὴ τρεπτάς· οἶδε δὲ ὅτι πλείονι τῇ χάριτι ὑφίστανται· τῇ γὰρ φύσει ἐπεμέ‐ τρησε τὴν μετουσίαν τὴν ἑαυτοῦ, ἵνα ὑποστῇ· τὸ δὲ πλέον ἐταμιεύσατο φειδόμενος. Πρὸς τὴν δύναμιν ἔταξε καὶ τὴν σύνεσιν, ἵνα μὴ ὑπερηφανίας αὐτοῖς γένηται αἴτιος·
ὥσπερ παῖδας οἱ ἐπαλείφοντες εἰς κακόν, αὐτοὶ μᾶλλον γίνονται οἱ αἴτιοι. Ἔδωκεν310

311

ὅπερ ἐχώρουν, καὶ συνέγνω ὃ μὴ ἐχώρουν. Οὐδένα γὰρ ἀπαιτεῖ πλεῖον τῆς δυ‐ νάμεως. Μὴ τοίνυν κατηγορεῖτε τῆς δυνάμεως αὐτοῦ, ὧ ἄνθρωποι· ὅτι οὐκ ἐποίησε χωρῆσαι τὴν φύσιν τὰ μὴ δυνάμενα· οὐχ ὁ δημιουργὸς γὰρ αἴτιος, ἀλλ’ ἡ γένε‐
5σις. Ἔχει τὴν τέχνην ὁ χρυσουργός, ἀλλὰ πλέον τι ἐπιποιῆσαι αὑτῷ οὐ θέλει, ἐπειδὴ οὐκ ἐπιδέχεται· καὶ ὁ Θεὸς δυνάμενος, παύεται· ὅτι ὁ χωρῶν αὐτὸν οὐκ ἔστι. Δὸς ὕλην πλεῖόν τι τοῦ χρυσοῦ ἔχουσαν, καὶ ὁ τεχνίτης ἕτοιμος τὸ οἰκεῖον χαρίεν ἐπιβαλεῖν· οὐδεὶς γὰρ πλείονα νοῶν εἶναι τῆς ὕλης τοῦ χρυσοῦ, ἑαυτὸν ὑποβάλλει ὕλην γενέσθαι εἰς τὸ ὅμοιον. Καὶ ὁ Θεὸς νοήσας πάντα τὰ θαύματα,
10ἔγνω καθ’ ἑαυτοῦ τὴν φύσιν εἶναι ὕλην μὴ δύνασθαι. Ἐν τοῖς γεννητοῖς ὑπερέβαλε τῷ πλούτῳ· ἀγέννητον δὲ γεννητὸν εἶναι οὔτε ἐνενόησεν, οὔτε εὗρεν, οὔτε ἐποίησεν. Εἰ ἔδειξεν ἐκ τοῦ γεννητοῦ ἀγέννητον, κατηγορεῖ τῆς ἰδίας φύσεως, ὅτι καὶ αὕτη γέγονε, καὶ ἅπερ ἐποίησε χρησάμενος, οὐ μὴν δὲ ἐκ τῆς οὐσίας αὑτοῦ παρήγαγεν.
Οὐκ ἔστιν ἂν ἐπίληπτος ὁ Θεὸς τῆς οἰκείας δυνάμεως, ὧ ἄνθρωποι· μείζονα γὰρ311

312

δυνάμενος ἐν τῷ γεννητῷ, ὡς ἐνεχώρουν ἐπραγματεύσατο. Οἶδα ἐμπόρους πολ‐ λοὺς ὅτι καὶ ὑπὲρ ἃ ἔχουσι δύνανται· ἐν τοῖς οὖσι γὰρ πάντα εὐδοκιμοῦσιν· εἰ δὲ μὴ ἐν τοῖς οὖσιν εὐχερῶς ἐμπορεύονται. Καὶ ὁ Θεὸς εἰ μὴ τὰ ὄντα εὐκόλως ἐποί‐ ησεν, εἰκότως ἐνομίζετε οἱ θέλοντες ἐπιλαμβάνεσθαι, ὅτι πλεῖον οὐ δύναται.
5 Θέλετε ἰδεῖν εὐκολίαν ἄφατον; Τοὺς οὐρανοὺς καὶ τὰ ἐν αὐτοῖς λόγῳ ἐποί‐ ησε· δι’ ὧν συνίστησι μᾶλλον καὶ πλέον δύνασθαι· ἀλλ’ ὅτι ἡ γεννητὴ φύσις οὐκ ἐπιδέχεται. Οἶδα τεχνίτας πλείονα τῆς ὕλης ἐπινοοῦντας, καὶ πείθουσιν ἐκ τῶν προχείρων διαπρέποντες· πόσῳ οὖν μᾶλλον ὁ Θεὸς πείσειε δύνασθαι, τοσαύτην εὐπρέπειαν ἐν τοῖς οὖσιν ἀποτυπωσάμενος. Ὅσῳ δὲ λόγου ἔργον θεμελιωδέστερον,
10τοσούτῳ ἀπείρῳ συγκρίσει ἡ τοῦ Θεοῦ δύναμις περιττεύει πρὸς τὰ γινόμενα. Ἐποίησεν οὖν τὰ πάντα πρὸς τὴν ἑκάστου χρείαν, οὐχ ὑπό τινος ἀνάγκης τὰς διαφορὰς εὑρόμενος. Ὁ τὰς φύσεις ποιήσας ἐλέγχει ὅτι καὶ τὰς διαφορὰς αὐτὸς
ἔκτισεν, ἐπειδὴ ἔδωκε πεῖραν ἐν τοῖς δευτέροις περὶ τῶν πρώτων. Οὐκ ἀναγκαία312

313

ἡ αἰτία τῆς τοσαύτης καλλονῆς· ἐπεὶ εὑρεθήσεται τὸ ἔργον ἑτέρου καὶ οὐχὶ τοῦ Θεοῦ· ἡ ἀνάγκη γὰρ ἐκκλείει τὴν προαίρεσιν· ἀλλ’ ὅσα ἠθέλησεν ἐποίησεν ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς, καθὼς εἶπεν ἡ Γραφή. Ἡ ἀταξία τῶν ὄντων, Θεοῦ ἔπαινον ποιεῖ. Οὐκοῦν τὸ κακὸν τοῦ καλοῦ
5αἴτιον, καὶ γίνεται πρόσκομμα τῇ εὐσεβείᾳ; Ἀλλ’ εἰ πρῶτον ἦν τὸ κακόν, οὐκ εἴα γενέσθαι τὸ ἀγαθόν, ἐπεὶ καὶ αὑτοῦ ἦν ἀγαθόν. Εἰ ἡ ὕλη ἠτάκτησε κατὰ Θεοῦ, πολλὴ ἡ πλάνη τὸ οἴεσθαι τὸ ἄψυχον δύνασθαι μάχεσθαι. Εἰ εἶχεν ἡ ὕλη ψυχὴν τῆς ἀταξίας τὴν ἐνέργειαν, πολλὴ ἡ ἀφροσύνη δοκεῖν ψυχὴν πράξεως κίνησιν· οὐδεὶς γὰρ ἡμῶν ὃ ποιεῖ ψυχή ἐστι. Ναί, φησίν· ἡ ἐνέργεια τῆς ὕλης ἔκ τινος συν‐
10αινοῦντος ἐγίνετο. Πολλὴ ἡ εὐήθεια, ἐν τῇ ἀεὶ μειώτῳ καὶ τρεπτῇ ὕλῃ νομίζειν εἶναι τὸ ἀΐδιον. Καὶ πῶς ἀΐδιον τὸ τρεπτόν; Οὐδὲν τοίνυν ἦν ὅτε οὐκ ἦν· οὐδὲν ἀεὶ ἦν, εἰ μὴ μόνος ὁ Θεός· διὰ τοῦτο καὶ τὰ πάντα αὐτοῦ δέεται· αὐτὸς γὰρ ἐποίησεν αὐτὰ θελήσας, οὐκ ἐξ ἀνάγκης. Καὶ
ἕκαστον ἐποίει καθὼς ἠθέλησεν. Εἶχε δὲ τὸ οἰκεῖον θέλημα, οὐχ ὑπὸ ἀνάγκην,313

314

καὶ οὐ συναΐδια αὐτὰ ἐποίησεν. Εἰ γὰρ ἀνάγκην εἶχε τὸ θέλειν, ἦσαν ἄρα συν‐ αΐδια τὰ γεννητὰ καὶ τὸ ἐνεργεῖν εἶχε κατὰ τὸ θέλειν· οὐ γὰρ ἐπ’ ἀνάγκην ἦν αὐτοῦ ἡ ἐνέργεια, ἐπεὶ ἦν συναΐδια τὰ γεννητά· καὶ τὴν ἀπάθειαν εἶχεν, ὡς τὸ θέ‐ λημα, καὶ τὸ εἶναι προσκυνητόν. Διὰ τοῦτο οὐκ ἐξ ἀνάγκης ἐποίησεν αὑτῷ τὴν
5προσκύνησιν, ἵνα διὰ τὸ προσκυνηθῆναι ποιήσῃ συναΐδια τὰ γεννητά· οὔτε γὰρ πάσχει μὴ προσκυνούμενος ὑφ’ Ἑλλήνων, οὔτε πρὸς τὰς διαφορὰς τῶν προσκυνή‐ σεων συνδιατίθεται. Οὔτε ἐν Ἰουδαίοις ἀγανακτεῖ ἀτελῶς προσκυνούμενος, οὔτε ἐν αἱρέσεσι συνταράσσεται, ἐκ μέρους αὐτῷ τὴν προσκύνησιν ποιουμέναις. Ἐν πᾶσι γὰρ ἀπαθῶς διέρχεται, ὁ αὐτὸς ὤν, ὁ καὶ πρὸ τῶν γεννητῶν ἁπάντων καὶ
10ἕως σήμερον καὶ εἰς τὸ ἐφεξῆς τὸ ἀπέραντον. Ἡ χρηστότης αὐτοῦ αἰτία πάντων ἐστί· καὶ ἡ δικαιοσύνη αὐτοῦ ὅρος φύσεως· καὶ ἡ σοφία αὐτοῦ ἐν ταῖς διαφοραῖς δείκνυται. Δίδωσιν οὖν ὃ χωροῦμεν οἱ ἄνθρωποι, ὡς ἔφην, φειδόμενος ἡμῶν τῆς δυ‐
νάμεως. Καὶ ἐπειδὴ προεῖδεν ὅτι οὐδεὶς αὐτὸν ἐν γεννητοῖς χωρῆσαι δύναται,314

315

προήγαγε τὸν Υἱὸν ἀνάρχως ἐκ τῆς οὐσίας αὐτοῦ, [καὶ τὸ Πνεῦμα τὸ Ἅγιον], οὐκ ἔκ τινος ἀνάγκης, οὐδὲ αἰτίᾳ τινί, ᾗπερ εἴπομεν σχηματίζοντες τὸν λόγον, ἵνα τὸ πλήρωμα δειχθῇ τῆς θεότητος αὐτοῦ· ὅτι φυσικῶς αὐτὸν ἐγέννησεν ἐκ τῆς οὐσίας αὑτοῦ. Πᾶσα δὲ φύσις ἀνάγκης καὶ αἰτίας ἀπήλλακται· καὶ μάλιστα ὅτι
5τῷ θελήματι τὴν φύσιν ἐκέρασε, καὶ τὰ ἀμφότερα πρὸς τὴν ἀγαθότητα συνέζευ‐ ξεν. Ἡ μὲν γὰρ ἀγαθότης τὸ πλήρωμα ἔδειξεν, ὅτι ἐγέννησε τὸν χωροῦντα αὐτὴν οὐσιωδῶς· ἡ δὲ φύσις τὸ ἀξίωμα, ὅτι οὐκ ἀνάξιος ὁ χωρῶν, ὡς Υἱός, ὡς ἀγέ‐ νητος. Τὸ δὲ θέλημα τὴν ἀνάγκην ἐξώρισεν, ὅτι οὐ διά τι γέγονεν, ἀλλ’ ἵνα ἀεὶ τελεσθῇ τὸ μυστήριον τῆς ἀϊδιότητος, καὶ ἵνα μὴ εἴπωμεν ὑπ’ ἀνάγκην γε‐
10γενῆσθαι τὸ θέλημα τῆς φυσικῆς γεννήσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ. Τὸ δὲ Ἅγιον Πνεῦμα μὴ γεννηθὲν προῆλθεν ἐκ τῆς οὐσίας τοῦ Πατρός, οὐχ ἡμιτελές, οὐδ’ ἐπιμιγές· οὐ γὰρ ποτὲ μὲν Πατήρ ἐστι, ποτὲ δὲ Υἱός, ἀλλὰ Πνεῦμα Ἅγιον, τὸ πλήρωμα ἔχον τῆς ἀγαθότητος, καὶ προελθὸν εἰς μαρτυρίαν τῆς θεότητος· ὅτι οὐ
πάθει, οὐ χρόνῳ, οὐ τρόπῳ, οὐκ αἰτίᾳ τινὶ ὁ Πατὴρ τὸν Υἱὸν ἐγέννησεν· ἀλλὰ315

316

φύσει ἀνάγκης ἐλευθέρᾳ, ἣν συνιστᾷ διὰ τῆς ὑποστάσεως αὑτοῦ τὸ Πνεῦμα τὸ Ἅγιον ὅτι θελήσαντα τὸν Πατέρα καὶ ἄλλον κοινωνὸν προβαλεῖν οὐχ ὃν ἔτεκεν, ἀλλὰ Πνεῦμα Ἅγιον ἐκ τῆς οὐσίας αὑτοῦ συνέστησεν· οὐ πρὸ τοῦ Υἱοῦ τὸ πνεῦμα προήγαγεν, ἵνα μὴ εἴπωμεν ὑπ’ ἀνάγκην τὸ θέλημα. Οὐδὲ ἐφοβήθη τὸν
5περὶ αὑτοῦ τῶν ἀνθρώπων ἐνδοιασμόν, ὅτι πῶς ἀπαθὴς ὢν ἐγέννησεν, ἔχων ἀπόδειξιν τὸ Πνεῦμα τὸ Ἅγιον, ὅτι μὴ γεννήσας κατ’ αὐτὸν προήγαγεν, οὕτω καὶ γεννήσας Υἱὸν κατ’ αὐτὸν ἀπαθῶς ἐγέννησεν. Οὐ γὰρ ἐμειώθη ὑπὸ τοῦ Ἁγί‐ ου Πνεύματος προερχομένου, ἵνα μὴ καὶ ἐμπαθῆ τὴν τοῦ Υἱοῦ γέννησιν ὑπολά‐ βωμεν. Τὸ δὲ εἰπεῖν ἡμᾶς μετὰ τὸν Υἱὸν τὸ Πνεῦμα τὸ Ἅγιον, οὐ χρόνου ἐστὶ
10σημαντικόν, ἀλλὰ προσώπου. Πνεύματος γὰρ καὶ Λόγου εἷς ὁ χρόνος. Ἐν λόγῳ καὶ ἡμεῖς τὸ πνεῦμα προάγομεν. Οὔτε οὖν ὁ Πατὴρ χρειώδης χρόνου γέγονε προαγαγεῖν τὸν Λόγον· οὐδ’ ἐν χρόνῳ, ὕστερον τοῦ Λόγου, τὸ Ἅγιον Πνεῦμα προήγαγε. Διόπερ καὶ συναΐδιος ἡ θεότης ἐστὶ τῆς Ἁγίας Τριάδος· Πατὴρ καὶ
Υἱὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, τρία μὲν ὄντα πρόσωπα, μιᾶς δὲ οὐσίας ὑπάρχον‐316

317

τα. Διόπερ καὶ εἷς Θεός ἐστιν ἡ ἁγία καὶ ὁμοούσιος Τριάς. Καὶ ὅτι Λόγος ἐν Πνεύματι, λέγει περὶ ἡμῶν ὁ Δαυΐδ, ὅτι πνεῦμά ἐστιν ἐν τῷ στόματι ἡμῶν, οὐ τὴν σύνθεσιν ὁμοίαν λέγων ἐπὶ Θεότητος, ἀλλὰ τὴν παράθεσιν δεικνὺς εἰς ἀπό‐ δειξιν τῶν πρόσθεν εἰρημένων.
5 Ὅσον οὖν χωροῦμεν, νοοῦμεν περὶ Θεοῦ, καὶ ὅσον δυνάμεθα, λαμβάνομεν παρ’ αὐτοῦ. Οὐδεὶς ἔχει τὸ πλήρωμα τῆς γνώσεως αὐτοῦ, εἰ μὴ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον. Ἐὰν γὰρ πλέον ἀκούσωμεν, οὐ πιστεύσομεν· ἐὰν δὲ καὶ πλέον λάβωμεν, ὑπερηφανευόμεθα. Εἰκότως οὖν, οὔτε λέγει οὔτε δίδωσι. Διὰ δὲ τοῦτο τὰ προειρημένα διῆλθον, ἵνα δείξω καὶ ἐν τῇ δόσει τῆς γνώσεως αὐτοῦ τὴν θείαν
10πρόνοιαν. Λέγει γὰρ καὶ αὐτὸς ὁ Χριστός· εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πι‐ στεύετε, τί ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια; Ἐγὼ δὲ ἐπαναβαίνω τῷ λόγῳ, καὶ φημί· εἰ τὰ ἐπουράνια ἀκοῦσαι οὐ δυνάμεθα, τὰ περὶ τῆς θείας φύσεως ἀκούσαντες τί πεισόμεθα; Εἰ οἱ Ἰουδαῖοι ἐπὶ προσκαίροις ἐντολαῖς σφαλλόμενοι ἀπέθνῃσκον,
πόσῳ μᾶλλον οἱ μὴ τηροῦντες ἃ ἤκουσαν περὶ Θεοῦ ἀπολοῦνται; Καὶ εἴθε ὁ θά‐317

318

νατος οὗτος ἐκείνῳ ἦν παραπλήσιος· ἀλλ’, ὡς οἶμαι, οὗτός ἐστι τῆς ψυχῆς ὁ φρι‐ κώδης θάνατος. Μαρτυρεῖ δὲ ὁ Ἀπόστολος· πόσῳ χεῖρόν ἐστιν ἀθετῆσαι τὸν Υἱὸν τοῦ Θεοῦ; Νοήσατε, ἀδελφοί, ὅτι πάντα τὰ προειρημένα ἔγραψα δι’ ἐμαυτόν, ἆρα τί
5βουλόμενος; Λυποῦμαι μὴ ὑπὸ τὸν χείρονα γένωμαι θάνατον. Περὶ γὰρ γνώσεως διῆλθον, ἵνα δείξω ὅτι ἐν γνώσει ἥμαρτον. Εἶπέ τις ἐν Σοφίᾳ, ὅτι δυνατοὶ δυνα‐ τῶς ἐτασθήσονται. Ἡ γνῶσις δύναμίς ἐστι θείας χάριτος, κἀγὼ γνοὺς τὸν Χριστόν, μετὰ τὴν γνῶσιν γέγονα ἐν τοῖς περὶ αὐτομάτου λογισμοῖς. Δέδια οὖν, μὴ ἡ με‐ τάνοιά μου ἀπόβλητος γένηται, κατὰ τὸν Ἠσαῦ. Ἐπίσταμαι ὅτι ἐπιμένων τῇ
10κακίᾳ ὁ Ἠσαῦ ἀπεβλήθη· ἀλλὰ φοβοῦμαι μὴ ἡ μετάγνωσις παραπτώσει ὁμοίως κρίνεται. Ἤκουσα μέγεθος Θεότητος, καὶ τοῦτό με φοβεῖ, μὴ τοσαύτην με τοῦ μεγέθους αὐτοῦ ἐπαρτήσῃ ἀποβολήν. Ἠκούσατε ἄπειρον πλῆθος δυνάμεως; Εἰς τοῦτο γὰρ διῆλθον, ἵνα γνῶτε τὰ συνέχοντά με. Ἠκούσατε σοφίας πέλαγος; Καὶ
διὰ τί ἀναμένετε περὶ ἐμοῦ πηγὰς δακρύων ἐκχέειν πρὸς αὐτόν; Ἠκούσατε δικαι‐318

319

οσύνης ἄπειρον ὑπόστασιν; Καὶ ἵνα τί τὰ σπλάγχνα ὑμῶν περὶ ἐμοῦ οὐ προβάλ‐ λεσθε; Οἶδα ὅτι πολλοὺς ἠλέησε μετανοήσαντας, ἀλλὰ τοὺς πλείονας ἐν ἀγνοίᾳ ὑπάρχοντας. Οἶδα ὅτι πολλοὺς συνεχώρησεν, ἀλλὰ πολλοὺς ἔχοντας προε‐ στῶτας παρ’ αὐτῷ. Ἀναγινώσκω τὰ κατὰ τὸν Κορὲ καὶ Δαθάν, καὶ λύομαι· καὶ
5διὰ Μωυσῆν πῶς αὐτοὺς ἐτιμωρήσατο. Διέρχομαι τὰ κατὰ τὴν Μαριὰμ τὴν ἀδελ‐ φὴν αὐτοῦ, ὅτι δι’ ἕνα λόγον, ὃν εἶπε πρὸς αὐτόν, ἐλεπρώθη σύμπασα. Εἰ δι’ ἄνθρω‐ πον ἅγιον τοσαύτη ἐκδίκησις, πόση τις ἔρευνα γένηται διὰ Θεὸν αἰώνιον; Ὁ Κάϊν ἀνελὼν τὸν ἀδελφόν, ἐπὶ τοσοῦτον κολάζεται. Τί ἄρα ποιήσουσιν οἱ Θεῷ προσ‐ κρούσαντες; Πολλὴ γέγονεν ἐπὶ τοῦ κατακλυσμοῦ ἡ ἀπόφασις, καὶ δειλιῶ, μὴ τῆς
10ἐκείνων μερίδος γένωμαι. Περὶ οἰκοδομῆς πύργου μὴ δυναμένου τελεσθῆναι, ὁ Θεὸς ἠγανάκτησε· περὶ τῆς οἰκείας τί ποιήσει καθαιρέσεως; Συνέλθετέ μοι, ἀδελφοί, αἰτουμένῳ ἄφεσιν, ἵνα καὶ ὑμῖν, ἐν οἷς ἕκαστος συνέχεσθε, συνέλθωσιν ὑμῖν οἱ Ἅγιοι. Ὁ γὰρ λέγων αὐτόματα πάντα εἶναι, ἀνυ‐
παρξίαν ἡγεῖται Θεότητος. Ἐλογισάμην, καὶ οὐ ψεύδομαι. Μετεμελήθην, καὶ οὐκ319

320

ἐπίσταμαι, εἰ ἐξιλασάμην. Ἀξιῶ καὶ τοὺς Ἁγίους, ἀλλὰ τάχα οὐ προσδέχονται. Ἤκουσα γὰρ τοῦ Ἰεζεκιὴλ λέγοντος, ὅτι οὔτε Νῶε, οὔτε Ἰώβ, οὔτε Δανιὴλ ἀνύ‐ σουσιν αἰτούμενοι. Παρακαλῶ τοὺς Προφήτας ἅπαντας, ἀλλὰ δέδια μὴ κατὰ τοὺς ἐν Ἰσραὴλ ἀσεβεῖς ἀποβληθῶ. Λέγει γὰρ πρὸς τὸν Ἱερεμίαν ὁ Θεός· μὴ
5προσεύχου περὶ τοῦ λαοῦ τούτου. Τί οὖν; Ἐν ξενίοις ἱλάσομαι Κύριον; Ἀλλὰ φο‐ βοῦμαι μὴ εἴπῃ κἀμοὶ ὡς τοῖς Φαρισαίοις, ἐπεὶ εἵνεκα τῆς ἰδίας χρείας δέομαι. Ἐὰν νηστεύσω, τάχα λέγει μοι, ὅτι οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην. Ἐὰν ἐλεήσω πένητας, τάχα ἐρεῖ πρός με, ἔλεον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κε‐ φαλήν μου. Ἐὰν τοὺς ἱερεῖς αὐτοῦ ἀποδέξωμαι, ἴσως ἐρεῖ κἀμοί, ὅτι τοὺς ναζι‐
10ραίους μου οἶνον ποτίσας ἀπόβλητος ἔσῃ. Ἀλλ’ αὐτῷ προσοίσω δῶρα; Ἀλλὰ φόβος με ἔχει, μὴ κἀμοὶ εἴπῃ, ἐὰν προσαγάγῃς σεμίδαλιν, μάταιον, θυμίαμα βδέλυγμά μοι ἐστίν. Ἀλλὰ καὶ ἐκκλησίαις προσεδρεῦσαι δειλιῶ, μὴ κἀμὲ ἐκτέμῃ
λέγων, πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθε.320

321

Πάντοθεν οὖν συνέχομαι, ἀδελφοί, καὶ πρὸς τὴν ἐμαυτοῦ συνείδησιν ἐπι‐ στρέφω. Ἐὰν πάλιν ἀσεβήσω, οἴμοι. Ἐὰν ἀξιώσω ἀναιδῶς, φοβοῦμαι μὴ γνόφῳ με ἐκτρίψῃ. Οἷδα ὅτι καὶ ὁ Ναβουχοδονόσορ μετανοήσας ἐδέχθη, ἀλλ’ ἀπελογή‐ σατο περὶ αὐτοῦ καὶ ἡ ἄγνοια καὶ ἡ δυναστεία, ἐγὼ δὲ ἐν ἑκατέροις συνέχομαι.
5Ἤμην ἤδη μετασχὼν τῆς χάριτος, ἤμην περὶ Χριστοῦ ὑπὸ πατέρων προπαιδευθείς· οἱ κατὰ σάρκα γεννήσαντές με τὸν φόβον τοῦ Κυρίου ἐνουθέτησαν. Ἐθεώρουν τοὺς γείτονας ἐν εὐσεβείᾳ· ἤκουον πολλοὺς ὑπὲρ Χριστοῦ παθόντας. Οἱ πατέρες οἱ ἐμοὶ ὡμολόγησαν ἐπὶ τοῦ δικαστοῦ· μαρτύρων συγγενής εἰμι· οὐκ ἔχω ἀπολο‐ γίαν συνερωμένην τινά. Ἐὰν εἴπω τὸ κατὰ σάρκα γένος κοινόν, οὐδὲν διενεχθή‐
10σομαι, ὧν ὁ μακάριος Ἰὼβ ἐμνημόνευσεν. Οἱ πρόγονοί μου ἀλῆται ἐξ ἐράνου διατρεφόμενοι. Οἱ πάπποι εὐμοιρήσαντες ἐν βίῳ γεωργοὶ γεγόνασιν. Οἱ πατέρες ἐν τούτοις ὄντες, [καὶ] πρὸς πολιτείαν εὐτελῆ ἦγον τὴν συγγένειαν. Ἐν ποίῳ οὖν
φρυάγματι ἐμαυτὸν ὅμοιον τῷ Ναβουχοδονόσορ ἡγήσομαι; Ἐν ποίᾳ πολυτελείᾳ;321

322

Ἀλλ’ ἰσχὺν ἔσχον κατὰ τοὺς γίγαντας; Ἀλλὰ φύσιν κάλλει χαίρουσαν; Οὐ θέλω λέγειν τὰ ἐν παιδίῳ μοι πεπραγμένα, ἵνα μὴ βδελυκτὸν ὑμῖν ἐμαυτὸν παραστή‐ σω. Ἔτι νέος ὢν ἐν τῇ ἐπαγγελίᾳ γέγονα· πλὴν ἐν τοῖς βραχέσιν ἔτεσιν ἐκείνοις λοίδορος, πλήκτης, συγκρούστης ὑπῆρχον καὶ μάχιμος ἐπὶ γείτοσι καὶ φθονερός,
5ἐπὶ ξένοις ἀπάνθρωπος, ἐπὶ φίλοις σκληρός, ἐπὶ πτωχοῖς τραχύς, ἐπὶ προχειρή‐ σεσιν εὐτελέσι μάχιμος, ἄφρων, κακαῖς ἐπινοίαις ἐντρεφόμενος, καὶ ἐν πορνείᾳ παρὰ τὸν καιρὸν τῆς κινήσεως. Ἀλλὰ περὶ τούτων ἁπάντων οἶδά μοι γεγενῆσθαι ἄφεσιν ἐπὶ τοῦ βήματος. Τί πρὸς τὰ μετὰ ταῦτα, μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας; Διὸ χρῄζω σφόδρα τῆς συμμαχίας ὑμῶν.
10 Συνέλθετέ μοι, ὦ φίλοι, καὶ ἢ ὡς νεκρὸν πενθήσατε, ἢ ὡς ζῶντα καὶ ἡμι‐ θανῆ οἰκτιρήσατε. Ἐκχέατε ἐπ’ ἐμὲ τὸ ἔλεος ὑμῶν, ὡς αἰχμάλωτον καὶ ὡς τραυ‐ ματίαν σεσηπότα, τὴν σπουδὴν παράσχεσθε, πλήρης γάρ εἰμι μωλώπων. Ὑπερ‐ βάλλω τοὺς Ἰουδαίους. Ἐκείνοις οὐκ ἦν τόπος εἰς καταδέσμους, ἐμοῦ δὲ καὶ ἡ
ψυχὴ διεφθάρη. Ἐκεῖνοι ἀπὸ κεφαλῆς ἕως ποδῶν συνείχοντο πόνοις, ἐμοῦ δὲ καὶ322

323

τὰ ἐντὸς ὑφ’ ἓν ἐσάπησαν. Ἐκεῖνοι ἐν πλάνῃ κολακευόντων παρήχθησαν, ἐμὲ δὲ οὐδεὶς ἐπλάνησεν. Ἀπ’ ἐμαυτοῦ ἐλογισάμην τὴν κατὰ Θεοῦ λοιδορίαν, μόνον τὸν Διάβολον ἔχων κοινωνόν, ὅστις μου τὸν νοῦν ἀπετύφλωσε. Φοβοῦμαι, ἄνδρες ἀδελφοί, μὴ κατ’ αὐτὸν ὑπάρξῃ μοι τὸ ἀμετανόητον. Μίαν ταύτην ἔχω ἀπολο‐
5γίαν, ὅτι αὐτός μοι ὑπέθετο· ἀλλ’ οὐδὲ τῷ Ἀδὰμ ὠφέλησεν ἀπολογουμένῳ τοῦτο. Ἐκεῖνος ὑπέβαλε, πείθομαι· ἀλλ’ οὐκ ἐξέφυγεν ἡ Εὔα τὴν ἀπόφασιν. Περὶ τῆς ἀποφάσεως καὶ ὁ Ἠσαῦ εἰς τὸ ἀναπολόγητον κατέστη· ἵνα μάθωμεν ὅτι ἔχει ὁμοίους ὁ Διάβολος. Ὅσους εἶπεν ὁ Παῦλος εἶναι σκεύη ὀργῆς, τῆς ἐκείνου με‐ ρίδος εἰσί. Δειλιῶ μὴ κἀμὲ ἕνα ἐξ αὐτῶν ἔταξεν εἶναι ὁ Θεός. Ἐκείνους διὰ τὴν
10καταφρόνησιν εἰς πάθη ἀτιμίας παρέδωκε· δέος οὖν μὴ κἀμοὶ τοιαύτην ἀπόφασιν ἐξενέγκοι. Ἔτι δὲ καὶ νῦν πολύς εἰμι ἐν ῥυπαροῖς λογισμοῖς, ἐν φθόνῳ, ἐν κακοθε‐ λείᾳ, ἐν παροξυσμοῖς, ἐν φιλαυτίᾳ, ἐν γαστριμαργίᾳ, ἐν κακότητι, ἐν μισοπτω‐
χίᾳ, ἐν ὀνειδισμοῖς πενήτων. Μηδὲν ὢν αὐτός, εἶναί τι ἐμαυτὸν λογίζομαι· ἐν323

324

τούτοις ἐξεταζόμενος, ἁγιότητος ἐπισπῶμαι δόξαν· ἐν ἁμαρτίαις διατρίβων, ὡς δίκαιος θέλω νομίζεσθαι· ψευδόμενος, ἐπὶ τοὺς ψευδόμενος, ἐπὶ τοὺς ψεύστας ἄχθομαι· ῥυπῶν τε ἐν τῷ νῷ, κατὰ τῶν πόρνων ἀποφαίνομαι· κρίνων τοὺς κλέπτας, ἀδικῶ τοὺς πένητας. Δικαστήριον ἱστῶ πρὸς τοὺς λοιδόρους, ἄτιμος ὢν αὐτός. Φαιδρὸς προέρχομαι,
5ὅλος ὢν ἀκάθαρτος. Ἐπὶ ἐκκλησίᾳ πρῶτος ἵσταμαι, μηδὲ τελευταῖος ὑπάρχων. Τιμὴν ἀπαιτῶ, χρεωστῶν αἰσχύνην. Ἀσπασμοὺς εἰσπράττομαι, ὀφείλων ἐμ‐ πτύεσθαι. Ὁρῶ μοναχοὺς καὶ σεμνύνομαι, κοσμικοὺς βλέπω καὶ ἀλαζονεύομαι. Γυναιξὶν ὀφθῆναι θέλω χαρίεις, καὶ πλουσίοις εὐσεβής· ξένοις ὠφρυωμένος καὶ οἰκείοις σύννους καὶ φρόνιμος· συγγενέσιν ἐπίδοξος καὶ φρονίμοις τελειότερος.
10Πρὸς τοὺς εὐσεβεῖς ὡς σοφώτερος γίνομαι· ἀφρόνων δὲ ὡς κτηνῶν καταφρονῶ. Ἐὰν ὑβρισθῶ, ἀμύνομαι· ἐὰν μὴ τιμηθῶ, βδελύττομαι· ἐὰν κατὰ τὸ δίκαιον ἀπαιτηθῶ, δικάζομαι καὶ τοὺς τἀληθῆ μοι λέγοντας, ὡς ἐχθροὺς λογίζομαι. Ἀναξιοπαθῶς ἐλεγχόμενος· μὴ κολακευόμενος ὀργίζομαι. Οὐ θέλω καμεῖν, καὶ
εἰ μή τις λειτουργεῖ μοι, ὀργίζομαι αὐτῷ. Οὐ θέλω συνελθεῖν, κἂν μή τις μοι324

325

ὑπηρετεῖ, κακολογῶ αὐτὸν ὡς ὑπερήφανον. Ἐν ἀνάγκαις τὸν ἀδελφὸν ἀγνοῶ· εἰ δὲ ὑγιαίνει, προτρέπομαι αὐτόν. Ἀσθενοῦντα μισῶ, καὶ ἀσθενῶν ἐγὼ φιλεῖσθαι βούλομαι· μειζόνων περιφρονῶ καὶ συντυγχάνων ὑποκρίνομαι· ἀπὼν καταλαλῶ καὶ παρὼν κολακεύω· οὐ θέλω τιμῆσαι τὸν ἄξιον, καὶ ἀνάξιος ὢν τιμὰς ἀπαιτῶ.
5 Ἐῶ γὰρ λέγειν περὶ τῶν ἐν διανοίᾳ λογισμῶν, περὶ τοῦ Νόμου καὶ τῶν Προ‐ φητῶν, περὶ τοῦ Εὐαγγελίου, ὅσα ἐπιλαμβάνομαι, καὶ τῶν Ἀποστόλων, περὶ τῶν ἐν ἐκκλησίᾳ διδασκάλων καὶ κηρυττόντων καὶ λειτουργούντων, ἀναγινω‐ σκόντων, οἰκονομούντων, ἐπισκοπούντων· τὰς καθ’ ἡμέραν τῶν λογισμῶν ἐφευ‐ ρέσεις, τὰς φροντίδας τῆς ματαιότητος, τὰς ἐν ταῖς εὐχαῖς ὀλιγωρίας, τὰς ἐν ταῖς
10καταλαλιαῖς εὐτονίας. Ὅπως ἐάν τις μυθολογῇ, τέρπομαι, ἀηδίζομαι δὲ τὸν περὶ ἐγκρατείας λέγοντα; Πῶς ἀνατρέπομαι, ἐάν τις ἀναγινώσκῃ θείαν Γραφήν, τοὺς δὲ ἐν ζητήσεσι καὶ μάχαις διηγουμένους ἥδομαι; Τὰς ἐπιπλάστους κολακείας, ἵνα μὴ ἐν ταῖς εὐχαῖς ἐγείρωμαι, τὰς εἰς ἐκκλησίαν βαναύσους ὁδούς, τὰς ἐξεπί‐
τηδες βραδυτῆτας, τὰς ἐν ταῖς συνάξεσι φλυαρίας, τὰς τῶν τραπεζῶν ἐπιμελείας,325

326

τὰς ἐν αὐτοῖς τοῖς ἁγίοις καταλαλιάς, τὰς περὶ τὰς εὐχὰς ῥᾳθυμίας, τὰς ἐπὶ σχή‐ ματος ψαλμῳδίας, τὰς ἐπιτετηδευμένας ἀπαντήσεις, τὰς ἐπικερδεῖς συναλλαγάς, ὑποκρινομένας τῶν εὐσεβῶν γυναικῶν συντυχίας, τὰς συνεχεῖς κλήσεις, τὰς τῶν χρῃζόντων παροράσεις, τὰς ἀποστερήσεις τῶν κιχρώντων, τὰς ὀργὰς τῶν μὴ
5καλῶς ὑπηρετούντων, τὰς ἀλλοιώσεις τῶν ἐπαγγελιῶν, τὰς προτρεπομένας τῶν φίλων χάριτας ὡς ὀφειλομένας, τὰς ἀπληστίας τῶν δωροληψιῶν, τὰς κοινωνίας τῶν ἀλλοτρίων σφαλμάτων, τὰς εἰς οὐδὲν χρήσιμον ἐπιβουλάς, τὰς ἐπὶ τοῦ πλεί‐ ονος λήψεσι κολακείας, τὰς διαφοράς, τὰς ἱκεσίας, τὰς ματαίας μνήμας, τὰς ὀλε‐ θρίους φιλονεικίας, τὰς ἀχρήστους ἐνστάσεις, τὰς ἀνακολούθους συντυχίας;
10 Οὗτός μου ἐστὶν ὁ βίος, ἀδελφοί· ταῦτά ἐστι τὰ ἐλαττώματά μου. Εἰ δύνα‐ σθε πρὸς τοσοῦτον ὄχλον παρατάξασθαι, εἰκότως ποιεῖτε ἐλεοῦντές με. Εἰ ἰσχύετε τοσούτων κακῶν πάθεσιν ἀνταγωνίσασθαι, καὶ μὴ σπουδάσητε τοῦ ἐπαμύνειν, κακῶς ποιεῖτε. Εἰ πάρεστιν ὑμῖν δύναμις τοσούτων λογισμῶν φάλαγγα κατα‐ πραΰναι, ὑμεῖς ὄψεσθε μὴ συμμαχοῦντες. Ἀλλ’ ἴσως ἐρεῖτε μὴ δεῖν περὶ λογισμῶν
15ἀκριβεύεσθαι. Καὶ πῶς, λογισαμένου περὶ αὐτομάτου, τοσαύτη γέγονε τάσις; Ἔ‐326

327

χω ὑμῖν καὶ ἐκ τῆς θείας Γραφῆς περὶ τοιούτων παραγαγεῖν ἀποδείξεις. Προσέ‐ φερεν Ἰὼβ ὑπὲρ τῶν τέκνων αὐτοῦ, λέγων, μή τι κακὸν ἐλογίσαντο ἐν ταῖς καρ‐ δίαις αὐτῶν. Εἰ μὴ τῶν λογισμῶν ἦν ἐξέτασις, διατί τὸν ἕνα μόσχον προσέφερεν ὑπὲρ τῶν ἐν λογισμοῖς παραπτώσεων; Ἐκρίθησαν καὶ οἱ ἐν τῇ συναγωγῇ Κορέ·
5κακῶς νοήσαντες ἐνεπρήσθησαν κακολογισάμενοι. Ὅταν δὲ ἀκούωμεν, ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσί· αἱ τρίχες τῆς κεφαλῆς οἱ λο‐ γισμοί εἰσι, καὶ ἡ κεφαλὴ αὐτῶν ἡ διάνοια, ἐν ᾗ ἔχει τὸ λογίζεσθαι. Ἔκρινεν ὁ Θεὸς μοιχείαν ἐν συγκαταθέσει, καὶ πρᾶξιν ἐν ἐπιθυμίᾳ γυναικός, καὶ φόνον ἐν ὀργῇ, καὶ μῖσος ὡς ἀνδροφονίαν. Λέγει γὰρ ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ
10αὐτοῦ εἰκῇ, ἔνοχος ἔσται τῇ κρίσει, καὶ ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, ἀνθρωπο‐ κτόνος ἐστί. Μαρτυρήσει δὲ καὶ ὁ μακάριος Παῦλος περὶ ἐτάσεως λογισμῶν, λέ‐ γων, ὅτι ἀποκαλύψει Κύριος τὰς βουλὰς τῶν καρδιῶν καὶ τὰ κρυπτὰ τοῦ σκό‐ τους. Καὶ πάλιν λέγει, ὅτι κατηγορούντων τῶν λογισμῶν ἢ καὶ ἀπολογουμένων
ἐν τῇ ὥρᾳ ἐκείνῃ.327

328

Μὴ οὖν μοι λέγετε μηδὲν εἶναι τοὺς λογισμούς, ὅτι αἱ συγκαταθέσεις αὐτῶν ὡς πράξεις κρίνονται. Οὐ τὸ πλῆθος τῶν λογισμῶν τῶν ἐν μιᾷ συναινέσει ὀφείλομεν νοεῖν καὶ ἐξετάζεσθαι, ἀλλὰ τὴν διάγνωσιν ἐν ᾗ λογισάμενος ἔκρινέ τι ἀρεσθῆναι. Ὁ γεωργὸς σπείρει ἐν τῇ γῇ, ἀλλ’ οὐ πάντα δράσσεται· οὕτω καὶ ἡ
5διάνοια σπείρει ἐν τῇ προαιρέσει, ἀλλ’ οὐ πάντα παραδέχεται. Ὅσα ἐδράξατο ἐν τῇ γῇ, ἀπαιτεῖται παρὰ τοῦ γεωργοῦ τὸν καρπόν· καὶ ὅσα ἡ προαίρεσις παρεδέ‐ ξατο, ἀπαιτεῖται παρὰ τοῦ Θεοῦ τὸν λόγον. Εἶπε καὶ ὁ Σωτήρ, ὅτι ὁ Πατήρ μου ἐστὶν ὁ γεωργός· λέγει καὶ ὁ Παῦλος, ὅτι Θεοῦ γεώργιόν ἐστε. Μὴ τοίνυν ἐμβά‐ λητέ με εἰς ἀμεριμνίαν, ἀλλὰ μᾶλλον καὶ ὑμεῖς ὑπὲρ ἐμοῦ φροντίσατε. Ἔχει καὶ
10ἐν ἑτέρῳ, λόγος τοῦ Θεοῦ κριτικός ἐστιν ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας, καὶ χωρεῖ ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος. Εἰ κρίνει ἐνθυμήσεις, τί μοι οὐ συμ‐ βάλλετε εἰς ἀπολογίαν ὡς ὑπευθύνῳ; Θέλετε γνῶναι ψυχὴν καὶ πνεῦμα; Ἐκ τῆς γεωργίας πάλιν μαθήσεσθε.
Ἴσασιν οἱ γεωργοὶ τὰς φύσεις τῶν γαιῶν, καὶ πρὸς τὰς χώρας καὶ τὴν σπορὰν328

329

καταβάλλουσι καὶ διαροῦσι, φρονήσει γεωργικῇ ἑκάστου, καὶ ἑκάστης γῆς δύνα‐ μιν. Καὶ ὁ Θεὸς ἡμῶν οἶδε διαιρῆσαι τοὺς φυσικοὺς λογισμοὺς καὶ τοὺς προαιρετι‐ κούς· διὰ τοῦτο λέγει καὶ ὁ Ἐκκλησιαστής, τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος. Ἐν τῇ ματαιότητι τὴν φύσιν εἰπών, καὶ ἐν τῇ προαιρέσει τὴν παρὰ τὰ
5φυσικὰ πρᾶξιν. Διὸ λέγει, ὅτι τὸ τῆς ματαιότητος παρελεύσεται, τὰ δὲ τῆς πρά‐ ξεως εἰς κρίσιν ἄξει ὁ Θεός. Τοὺς κατὰ φύσιν ἀνθρώπους καὶ ὁ Ἀπόστολος ψυ‐ χικοὺς ἐκάλεσε, τοὺς δὲ παρὰ φύσιν σαρκικούς· οἱ δὲ πνευματικοί εἰσιν οἱ καὶ τὴν φύσιν εἰς τὸ πνεῦμα μεθαρμοζόμενοι. Οἶδε γὰρ ὁ γεωργὸς Θεὸς ἑκάστου τὴν φύσιν καὶ τὴν προαίρεσιν καὶ τὴν δύναμιν, καὶ σπείρει τὸν λόγον αὐτοῦ, καὶ πρὸς τὴν
10δύναμιν ἡμῶν ἀπαιτεῖ τὴν πρᾶξιν· οὐχ ἡττᾶται τοῖς γηπόνοις τοῖς ἑκάστῃ χώρᾳ τὸν σπόρον ἐπιβάλλουσι, μᾶλλον δὲ ὑπὲρ φύσιν αὐτοὺς νικᾷ, ὑπὲρ σύγκρισιν χωρῶν μέσον ψυχῆς καὶ πνεύματος, φύσεως καὶ προαιρέσεως. Καὶ ἐὰν ἐν τοῖς φυσικοῖς
ἐστιν αὐτάρκης, οἶδε μὴ εἰσπράττεσθαι· μέτρον γὰρ ὥρισε τῇ φύσει, καὶ ὅρον ἔθετο329

330

αὐτῇ πρὸς ὑπόστασιν. Ἐὰν δὲ ἡ προαίρεσις ἡττηθῇ τῇ φύσει, εἰσπράττει ὡς ἄπλη‐ στον καὶ ἀδικοῦσαν τὸν ὅρον τοῦ Θεοῦ. Ναί, ἀδελφοί, αἱ συγκαταθέσεις ὡς ἔργα κρίνονται, ὅτι ἐκ προαιρέσεως ἡ ὑπόστασις τῶν πράξεων συνίσταται. Καὶ ὁ Κύριος εἶπε τὰς συγκαταθέσεις τῶν λογισμῶν κοινοῦν τὸν ἄνθρωπον· οἶδε γὰρ ὅτι ψυχή
5ἐστιν ἐνεργοῦσα τῷ σώματι. Ἔχω δὲ καὶ ἐκ τοῦ Νόμου παρασχεῖν ὑμῖν περὶ τούτων ὑποδείγματα, οἷον ὁ ἀκάθαρτος, ἐὰν ἅψηται καθαροῦ, κοινοῖ αὐτὸ καὶ χρῄζει κατ’ ἐκείνου καθαρι‐ σμοῦ. Ἡ δὲ πορνεία καὶ ὁ φθόνος καὶ ἡ ἀδικία ἀκάθαρτα εἰκότως εἰσίν. Ἐὰν οὖν ποιῇς τὸ κακόν, καὶ ἄλλους κοινοῖς· ἐὰν δὲ συγκαταθῇ διὰ λογισμῶν τῇ πράξει,
10κοινώσῃ ἐν αὐτῇ τῇ ἀκαθαρσίᾳ. Ἐπεσκέψω ὅτι ὁ κοινωθείς, ἄλλον κοινῶσαι οὐκ εἴρηται· ὁ δὲ κοινώσας, πάντα ὅσα ἂν ἅψηται, ὑπ’ αὐτοῦ κοινοῦνται. Αὕτη ἡ δια‐ φορὰ καὶ παρ’ ἡμῖν ἐστιν· ἐὰν γάρ τις πράξῃ πορνείαν ἢ σκανδαλίζων ἢ τύπος γι‐ νόμενος, πολλοὺς ποιεῖται κοινωνούς· ἐὰν δὲ ἐν μόνοις ἐμπέσῃ τοῖς λογισμοῖς,
ἄλλους μὲν οὐ κοινοῖ, διότι οὐκ εἶδον· αὐτὸς κοινοῦται καὶ κρίνεται. Τίς οὖν ἡ330

331

τῆς κρίσεως ἐν τοῖς δυσὶ διαφορά; Πολλή· ὅτι ὁ πράξας κοινωνεῖ πᾶσι τοῖς σκαν‐ δαλισθεῖσι καὶ μιμησαμένοις· ὁ δὲ λογισάμενος περὶ ἑαυτοῦ μόνον δίδωσι τὴν ἀπολογίαν. Καὶ οἱ παρ’ Ἕλλησιν ὁμοίως τοὺς συνίστορας κατακρίνουσι καὶ τοὺς πράξαντας. Ἡ γὰρ συγκατάθεσις συμπράττειν ἐπίσταται. Καὶ ἐν τοῖς οἴκοις δὲ
5καὶ λίθοις ὁ Νόμος δίδωσιν ἕτερον ὑπόδειγμα. Ἐὰν εἰσέλθῃ, φησίν, ὁ ἱερεύς, καὶ ἐπίδῃ τὴν λέπραν τοῦ οἴκου, πάντα τὰ ἐν αὐτῷ κοινά ἐστι. Παρ’ ἐμοὶ τοίνυν ἐστὶν ὁ ἱερεὺς ὁ Νόμος καὶ ἡ γνῶσις. Ἐὰν οὖν τις πρὸ τοῦ γνῶναι τὸν Νόμον ἁμαρ‐ τωλὸς ᾖ, ὑπὲρ ἄλλων λόγον οὐκ εἰσπράττεται, ὅτι γνώσει οὐκ ἔπραξε πλὴν ὅτι κοινός ἐστι, τύποις ἀκαθαρσίας μιανθέντα αἰσχρῶς.
10 Ἔχει δὲ καὶ ἡ προκειμένη θεωρία δευτέραν δύναμιν· ὀφείλω γὰρ ὑμῖν ἀ‐ σφαλῶς τὰ κατ’ ἐμαυτὸν διελθεῖν, ἵνα γνῶτε ὅτι ὑπεύθυνός εἰμι ἁμαρτίαις πολλαῖς, οἱ μήπω κοινωθέντες, κοινοὶ δὲ ὄντες διὰ τὴν μετουσίαν. Εἰσὶ κοινοὶ οἱ καὶ τῇ συγ‐
καταθέσει ἀγνοοῦντες ὃ πράττουσιν. Ἐὰν οὖν ἀναχωρήσωσι τάχιον καὶ παύσωνται,331

332

οὐδὲ περὶ τῶν συγκαταθέσεων ἀπολογοῦνται. Καὶ γὰρ καὶ ὁ νόμος τοὺς παριόντας οὐ κρίνει συνίστορας, ἀλλὰ τοὺς ἑκουσίως συνεσομένους. Ὅ τε οὖν νόμος καὶ ὁ Διδάσκαλος ἡμῶν, ὥς φημι, ἐλθοῦσα ἡ κρίσις, ὅντινα εὕρῃ σὺν τῷ πράξαντι ὡς ἐθελοντὶ ὄντα, ὑπεύθυνον ποιεῖ. Οἶδε καὶ ὁ Ἀπόστολος χρᾶσθαι τοιούτοις νόμοις·
5ἄξιοι γάρ, φησί, θανάτου εἰσίν, οὐ μόνον οἱ ποιοῦντες τὰ κακά, ἀλλὰ καὶ οἱ συν‐ ευδοκοῦντες αὐτοῖς. Ἐμοὶ δὲ πρὸς τοῖς εἰρημένοις καὶ ὁ ἔλεγχος τῶν ἐν ἀρχῇ τοῦ λόγου συμβάλλεται πρὸς ἀπόδειξιν ὅτι τοὺς συνίστορας τῶν κακῶν, διὰ τὸ μὴ πρᾶξαι θανάτου τι, ἠλευθέρωσε. Πάσας δὲ αἰτίας ὑποστῆναι πεποίηκε. Μή τις οὖν ὑμῶν παραμυθείσθω με μηδὲν εἶναι τὴν ἐν λογισμοῖς συγκατά‐
10θεσιν, ἀλλὰ ἀκούσας τὸ σαφὸν μᾶλλον συμπονείτω μοι ἐν προσευχαῖς· καὶ γὰρ αὐτὸ τοῦτο, τὸ λέγειν με, μὴ διορθούμενον, ἁμαρτία ἐστί. Λέγει γὰρ ἡ Γραφή· εἰδότι καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστι. Καὶ τὸ ἐλεγχόμενον
ἀναισχυντεῖν φοβερὰν ἔχει τὴν κόλασιν· ὅτι εἰς θυμὸν ἄγει τὸν Διδάσκαλον.332

333

Ἐμαυτὸν μὲν ἐλέγχω, ἀλλ’ ἐπιμένω τοῖς κακοῖς, καὶ οὐ παύομαι ἐξομολογού‐ μενος, τοῦτο μόνον εἰδὼς εἰς ἀπολογίαν συναίρεσθαι, βλέπων οὐχ ὁρῶ, ἐπειδὴ μετανοῶν πάλιν πλημμελῶ. Οὐ γνωσιμαχῶ πρὸς τὴν διάγνωσιν τῶν γινομέ‐ νων, ἀλλὰ τῆς ἐμῆς κατηγορῶ μετανοίας. Ἐπειδὴ ὡς δοῦλός εἰμι τῆς ἁμαρτίας,
5καὶ μὴ θέλων ποιῶ τὸ κακόν· καὶ ὡς στρατευθεὶς τῇ ἁμαρτίᾳ ὑποτάσσομαι, ὅτι καὶ μὴ δυνάμενος τελοῦμαι αὐτῇ, διὰ τὸ ἦθος τὸ βασιλεῦσάν μου τῆς διανοίας· ὀψώνια λαμβάνω τῆς σαρκός, τῶν παθῶν ἐπιμελούμενος. Οἶδα τὴν ἐν ἐμοὶ πρόσ‐ ληψιν τῆς φθορᾶς καί, ὅτε κελευσθῶ, ἐργάζομαι αὐτήν. Φεύγω τὸν μέλλοντα πόνον, καὶ ὡς κύων ἁλυσίδετος ἐπιστρέφω πρὸς τὸν ἐπιτάσσοντα. Μισῶ μὲν τὴν
10ἁμαρτίαν, ἀλλ’ ἐπιμένω τῷ πάθει. Καὶ ἀποδιδράσκω μὲν τῆς παρανομίας, κρα‐ τοῦμαι δὲ καὶ μὴ θέλων ὑπὸ τῆς ἡδονῆς. Ἐδούλωσα τὴν φύσιν πρὸς ἁμαρτίαν, καὶ πηγάζει κατ’ ἐμοῦ τὴν ἀνάγκην ὠνηθεῖσα τὴν προαίρεσιν. Ἀναβρύουσι κατ’
ἐμοῦ τὰ πάθη, τὴν γὰρ διάνοιαν ἥνωσα τῇ σαρκί, καὶ χωρισμὸν οὐ παραδέχεται.333

334

Σπεύδω τὴν προαίρεσιν μεταβαλεῖν καὶ ἡ προλαβοῦσα κατάστασις ἀνθίσταταί μοι. Ἐπείγομαι τοῦ ἐλευθερῶσαί μου τὴν ψυχήν, καὶ πολύ με χρέος συνωθεῖ. Κακὸς δανειστὴς ὁ Διάβολος, ὅτι οὐχ ὑπομιμνῄσκει τὴν ἀπόδοσιν· φιλοτίμως κιχρᾷ, μηδέποτε ἀπολαμβάνειν βουλόμενος. Μόνον τὴν δουλείαν αἱρεῖται καὶ περὶ χρέους
5οὐ διαφέρεται· δίδωσιν, ἵνα πλουτήσωμεν ἐν τοῖς πάθεσι, καὶ τὸ χρέος οὐκ εἰσ‐ πράττεται. Θέλω ἀποδοῦναι ἐγώ, κἀκεῖνος προστίθησιν. Ὅτε δὲ αὐτὸν βιάσομαι, δίδωσιν ἕτερα, ἵνα ἐκ τῶν αὐτοῦ ὀφθῶ καταβαλλόμενος αὐτῷ. Καινοποιεῖ κατ’ ἐμοῦ τὰ χρέα, ἐπειδὴ ξένοις πάθεσι τὰ πρῶτα διαρρήξει. Τὰ παλαιὰ δοκεῖ πε‐ πληρῶσθαι, καὶ νέα ποιεῖ παθῶν χειρόγραφα. Ὁρᾷ ὅτι ἡ συνέχεια τοῦ χρέους
10πείθει με εἶναι ἁμαρτωλόν, καὶ εἰσάγει μοι νεωτέρας ἐπιθυμίας. Ποιεῖ με ἐπι‐ λανθάνεσθαι τῶν παθῶν, ἵνα μὴ ἐξομολογήσωμαι, καὶ πείθει με προστρέχειν τοῖς νέοις ὡς μὴ ἀδικοῦσι. Συντυγχάνω τοῖς ξένοις πάθεσι, καὶ ἀπασχολούμενος εἰς λήθην τῶν προτέρων ἔρχομαι. Συνδιατίθεμαι τοῖς ἐπελθοῦσι καὶ πάλιν χρεώ‐ στης εὑρίσκομαι. Προστρέχω αὐτοῖς ὡς φίλοις, καὶ κιχρῶντές μοι πάλιν ὡς
15δεσπόται εὑρίσκονται. Θέλω δὲ ἐλευθερωθῆναι, καὶ γίνομαι δι’ αὐτῶν δοῦλος334

335

πολύπρατος. Σπεύδω ἐκκόψαι αὐτῶν τοὺς δεσμούς, καὶ ὑπὸ ἑτέρων δεσμῶν κα‐ τέχομαι. Καὶ σπουδάζων ἀπαλλαγῆναι τῆς στρατείας τῆς ἐν τοῖς πάθεσι διὰ τῶν προκοπῶν καὶ τῶν παροχῶν ὡς οἰκονόμος αὐτῶν εὑρίσκομαι. Ὢ τοίνυν ἀπὸ τῆς δουλείας τοῦ Δράκοντος, ὅτι δουλεύουσα κυριεύει· ὢ ἀπὸ
5τῆς ἐξουσίας τῶν παθῶν, ὅτι κολακείᾳ καταδουλοῦνται πάντας· ὢ ἀπὸ τῆς ἁμαρ‐ τίας τῆς τριβακῆς, ὅτι πρὸς τὴν φύσιν καὶ τὰς συνωνὰς πεποίηκεν. Αὕτη δὲ καὶ τοὺς ἀρραβῶνας δέδωκεν, ἵνα πωλήσῃ αὑτῇ τὴν διάνοιαν. Ἐκολάκευσε τὴν σάρκα, ἵνα παραστήσῃ αὑτῇ εἰς λειτουργίαν τὴν ψυχήν· τὴν νεότητά μου προκατέλαβεν, ἵνα μὴ γνῷ ὁ νοῦς τὸ γινόμενον· πρὸς ἑαυτὴν ἥνωσε τὴν ἀτελῆ ἔννοιαν καὶ κρατεῖ
10δι’ αὐτῆς, ὡς ἐν σχοινίῳ χαλκῷ, τὴν εὐτελῆ διάνοιαν· θέλουσαν δὲ φυγεῖν οὐκ ἐᾷ διὰ τὸν σύνδεσμον, καὶ βουλομένην κλέψαι τὴν σάρκα, ὀνειδίζει ὡς ἀγνώμονα. Ἀ‐ σφαλίζεται ἡ ἁμαρτία τὴν διάνοιαν, καὶ κλείει τὴν θύραν τῆς γνώσεως· ἀεὶ τηρεῖ τὸν νοῦν ἡ κακία, ἵνα μὴ πρὸς τὸν Θεὸν συμφωνήσας κωλύσῃ πραθῆναι τὴν σάρ‐
κα. Ὄμνυσιν ὅτι οὐ κακόν ἐστι τῇ σαρκὶ προσεδρεύειν, καὶ ὅτι οὐκ ἔσται περὶ τοῦ335

336

μικροῦ τούτου ἔτασις. Παράγει τὸ πλῆθος τῶν συμπεπλεγμένων λογισμῶν, καὶ πείθει ὅτι οὐ δυνατὸν γνῶσιν εἶναι περὶ αὐτῶν. Προβάλλεται τὴν λεπτότητα καὶ πληροφορεῖ ὅτι λήθη τὰ τοιαῦτα παραβληθήσεται. Ὅταν νικήσω, τὴν δίκην προ‐ βαλλόμενος, ἀναδέχεται τὴν κόλασιν· καὶ ὅτε εἴπω ὅτι ἁμαρτία ἐστί, λέγει ὅτι
5ἐγὼ ἀπολογήσομαι. Ὅτε εἴπω ὅτι ἐμοὶ ἐπήρτηται ἡ κόλασις, λέγει, πῶς ὅτι ἐγὼ ὑπέβαλον; Ἐὰν εἴπω ὅτι ἐγὼ κρίνομαι ὡς ὑπακούσας, λέγει μοι, ὅτι ἀμε‐ ρίμνει, ὅτι ἐγώ σε βιάζομαι, φησί, καὶ πῶς ὑπακούεις ὃ προαιρέσει οὐ ποιεῖς; Τούτοις με συνέχει, τούτοις με καταδεσμεῖ, τούτοις με πωλεῖ καὶ ἀγορά‐ ζει, τούτοις με πλανᾷ καὶ περιφέρει, τούτοις με κολακεύει καὶ ὑποτάσσει. Εἶπε
10Παῦλος περὶ τοῦ κατ’ ἐμὲ ἁμαρτωλοῦ, ὅτι σάρκινός ἐστι. Ἁμαρτία συμφώνοις διαπέπραται, τὰ δὲ ἔθη ἐστὶ τὰ τῇ φύσει καὶ τῇ ἁμαρτίᾳ μεσιτεύοντα· καὶ τὰ πάθη ἐστὶν ἡ δόσις τῆς ἁμαρτίας καὶ ἡ λῆψις τῆς φύσεως. Ἡ χρῆσίς ἐστιν ἡ ὑποταγὴ τῆς ψυχῆς, καὶ ἡ διαφορὰ τῆς διανοίας δουλεία ἐστίν. Ἡ γὰρ ἁμαρτία ἐν τῇ σαρκὶ
οὖσα δεσπόζει τῆς διανοίας καὶ κρατεῖ τῆς ψυχῆς, δι’ αὐτῆς αὐτὴν ὑποτάσσουσα.336

337

Ἐπιτρόπῳ τῇ σαρκὶ ἡ ἁμαρτία κέχρηται· ἔτι δὲ τὴν ψυχὴν δι’ ἑαυτῆς καταπονεῖ, καὶ ἔστιν αὐτῆς ὥσπερ οἰκονόμος, ὅτι δίδωσι, καὶ τὸ ἔργον εἰσπράττεται. Ἐὰν δεήσῃ μαστίξαι, δι’ αὐτῆς αὐτὴν καταπονεῖ. Ἐποίησε γὰρ τὴν σάρκα ὡς ἰδίαν ἅλυσιν, καὶ κρατεῖ ἐν αὐτῇ τὴν ψυχὴν ὡσεὶ πρόβατον ἐπὶ σφαγήν, καὶ ὡσεὶ πε‐
5τεινὸν ὑψιπετὲς ἐν αὐτῇ ταύτην κατέδησε, καὶ ὡς ἰσχυρὸν γίγαντα δι’ αὐτῆς τέ‐ ως ἐν ξίφει ἔτεμε πόδας καὶ χεῖρας αὐτοῦ. Οὔτε φυγεῖν δύναμαι, οὔτε βοηθῆσαι ἐμαυτῷ. Νεκρὸς γάρ εἰμι ὁ ζῶν, καὶ τυφλὸς ὁ βλέπων· γέγονά τε ὡς κύων ὁ ἄνθρωπος, καὶ νοερὸς ὡς κτῆνος παραδέχομαι. Ἐλεήσατέ με οὖν, ὦ φίλοι μου· ψυχῇ με κουφίσατε ἐκ τῆς γῆς, καὶ ὅσοι τὴν
10φύσιν τοῦ σώματος τῇ φύσει τοῦ πνεύματος συνεκεράσατε, σπεύσατε δέομαι πρὸ τῆς ἀποφάσεως, καὶ πρὸ τοῦ ἀποθανεῖν με ἐπείχθητε, ἵνα μὴ ἀποκλεισθῶ σὺν ταῖς μωραῖς παρθένοις, πρὸ τοῦ με ἀπελθεῖν εἰς γῆν, ὅπου οὐκ ἔστιν ἰδεῖν ζωὴν βροτῶν, ἢ λογίζεσθαι περὶ ἀδικίας ἢ δικαιοσύνης· ὅπου οὐκ ἔστι σῶμα δι’ οὗ ζωὴ
καὶ θάνατος ἐπιγίνεται τῇ ψυχῇ, οὐδὲ σὰρξ δι’ ἧς ὁ Ἐχθρὸς μυκτηρίζεται ὑπὸ τῆς337

338

ἀσθενείας αὐτῆς ὀνειδιζόμενος. Ἐὰν γάρ μοι βοηθήσῃ ὁ Κύριος, θέλω ἀπαλλα‐ γῆναι τῆς οἰκτρᾶς τῶν παθῶν διαθέσεως· καὶ ἐάν με ἐλεῇ, ποθῶ τὴν πρὸς αὐτὸν ἄρασθαι ὑπακοήν. Ἐὰν ποιήσῃ κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ, λυτρώσεταί με τῆς ἁμαρτίας· καὶ ἐὰν ἐκχέῃ ἐπ’ ἐμὲ τὴν χρηστότητα αὐτοῦ, σωθήσομαι.
5 Πείθομαι ὅτι δύναται, καὶ οὐκ ἀπαγορεύω τῆς ἐμαυτοῦ σωτηρίας. Οἶδα ὅτι νικᾷ τὸ πλῆθος τῶν αὑτοῦ οἰκτιρμῶν τὴν πληθὺν τῶν ἐμῶν ἁμαρτημάτων. Οἶδα ὅτι πάντας ἠλέησε παραγενόμενος, καὶ ἐδωρήσατο ἐν τῷ βαπτίσματι ἄφεσιν ἁμαρτιῶν. Ὁμολογῶ, κἀγὼ γὰρ ἀπέλαυσα τῆς χάριτος. Ἀλλ’ ἔτι χρῄζω ἰάσεως τῶν μετὰ τὸ βάπτισμα· ἀλλ’ ὁ νεκροὺς ἐγείρας οὐκ ἀδυνατεῖ κἀμὲ ἰάσασθαι. Τυ‐
10φλός εἰμι γενόμενος, ἀλλὰ καὶ ἐκ γενετῆς τυφλὸν οὗτος ἐθεράπευσε. Πρόβατόν εἰμι λεοντόβρωτον, ἀλλ’ ἐκ στόματος τοῦ Ὄφεως τὸν Ἀδὰμ ἐλυτρώσατο. Κύων ταῖς ἁμαρτίαις γέγονα, ἀλλ’ υἱὸς γενήσομαι ἰαθείς, κατὰ τὴν Συροφοινίκισσαν. Ἀπεβλήθην ὡς λεπρός, ἀλλ’ ἐὰν θελήσῃ, καθαρισθήσομαι. Οἶδα ὅτι μετὰ τὴν
γνῶσιν ἥμαρτον, ἀλλ’ ἔχω τὸν ὅσιον Δαυῒδ ὑπὲρ ἐμοῦ πρεσβεύοντα· ἐκεῖνος338

339

διωρθώσατο ὑπ’ αὐτοῦ βοηθηθείς, καὶ ἐγὼ ἰαθήσομαι ἐπισκεφθεὶς παρ’ αὐτοῦ. Ὑπερβάλλω ταῖς ἁμαρτίαις, ἐπίσταμαι, ἀλλ’ οὐχ ἡττᾶταί μοι ἡ χρηστότης αὐ‐ τοῦ. Ὁ δεδωκὼς τῷ τελώνῃ προτέρημα, δῴη κἀμοὶ πλείονα πεποιηκότι κακά. αὐτὸς τὸν Ζακχαῖον ἠλέησεν ὡς ἄξιον, ἐμὲ δὲ ἐλεήσει ὡς ἀνάξιον. Λύκος ἦν ὁ
5Παῦλος διώκων τὰ πρόβατα τῆς ποίμνης αὐτοῦ, καὶ γέγονε πρόβατον, ἀποδυ‐ σάμενος τὴν ὠμότητα αὐτοῦ· θηρίον ὑπῆρχε τὰ πρόβατα διασπῶν, καὶ γέγονε ποιμὴν θεραπεύων τὰ πρόβατα· καὶ οἶδα ὅτι αὐτὸς ἐν ἀγνοίᾳ ἐποίησεν· ἀλλὰ συγ‐ κρίνων τὴν ἐμὴν ἐν γνώσει ἁμαρτίαν τῇ ὑπερβαλλούσῃ αὐτοῦ χάριτι, ἄφεσιν αἰτῶ μόνον, αὐτὸς δὲ ἀγνοήσας καὶ ἀφέσεως ἔτυχε καὶ πλείονος χάριτος.
10 Ἀδελφοί, δέομαι ὑμῶν σπουδὴν δοῦναι ἐπὶ τῷ πράγματι· οὐ γὰρ τὴν κρί‐ σιν φοβοῦμαι μόνον, ἀλλὰ καὶ τὸν γέλωτα προσκοπῶ. Αἰδοῦμαι τοὺς νῦν αἰδου‐ μένους με, ἵνα μὴ τότε αἰσχυνθῶ διὰ τὰς κρυπτάς μου ἁμαρτίας. Αἰσχύνομαι
τοὺς γεννήσαντάς με, μήποτε ἐκεῖνοι διάγοντες ἐν βίῳ κατακρίνωσι τὸν ἐπηγ‐339

340

γελμένον τὰ ὑπὲρ τὸν βίον. Πάλιν ὑμῖν ἐνοχλεῖν δοκῶ, ἀλλ’ εἰδέναι ὀφείλετε ὅτι ἡ ἀνάγκη πρόξενός ἐστι τῆς ὀχλήσεως· κατ’ ἐκείνην βούλομαι τὴν χήραν γενέσθαι, ἥτις ἐπὶ πολὺ ὀχλήσασα τῷ κριτῇ τοῦ σκοποῦ ἐπέτυχε· καὶ ὡς ὁ φίλος ὁ ἀναιδὴς θέλω ὀφθῆναι πρὸς ὑμᾶς, ἵνα ἐγερθέντες ἐκ τῆς στρωμνῆς ὑπὲρ ἐμοῦ πρὸς τὸν
5Θεὸν δεηθῆτε. Ἐκεῖνος ἄρτον ἐζήτει εἰς παραμυθίαν, ἐγὼ δὲ ψυχῆς λυσιπόνιον· ἐκεῖνος τροφὴν σαρκὸς ᾔτησεν, ἐγὼ δὲ ψυχῆς ἀνάκτισιν. Ἐὰν θέλητε, δυνήσομαι ἐπιτυχεῖν, ὅτι δυσωπεῖται ῥᾳδίως ὁ εὔσπλαγχνος. Ὡς ὑπὲρ φίλου προσεύξασθε, καὶ οἶδα ὅτι ἡ σπουδὴ ὑμῶν πείσει τὸν Κύριον, καὶ γὰρ αὐτὸς μεταβληθῆναι θέλει, ἀλλὰ τὸν καρπὸν ἐπιζητεῖ τῆς ὑμῶν διαθέσεως· καὶ ἔστι μὲν πρόχειρος εἰς 〈τὸ〉
10ἐλεῆσαι, προσμένει δὲ ἡμᾶς κοινωνοὺς τῆς αὑτοῦ χρηστότητος γενέσθαι· ἐλεῶν γὰρ διδάξαι βούλεται, καὶ συγγινώσκων θέλει κτήσασθαι κοινωνούς. Ἡ ἀγαθότης αὐτοῦ ἐν πᾶσι πείθεται. Ἐὰν ὁ ἀπολογούμενος ποιῶν ἐν γνώσει τὸ κακὸν μὴ ποιῇ πρὸς ἕτερον σκάνδαλον, καὶ εἰ μὴ πρὸς ἐποξυσμὸν ἁμαρτάνει, τάχιστα με‐
ταμελεῖ τὸν Κριτήν. Οἶδεν ἑκάστου αὐτὸς τὴν συνείδησιν, καὶ τῶν ἁμαρτιῶν οὐ340

341

τὴν ποσότητα κρίνει μόνον, ἀλλὰ καὶ τὴν ποιότητα. Ὁ Ἠσαῦ τόπον μετανοίας οὐχ εὗρεν, ἐπειδὴ πρὸς ἐρίθειαν τὴν ἁμαρτίαν ἐπεσπάσατο· μὴ συναρπαγεὶς ἥμαρ‐ τεν, οὐ γὰρ κατὰ πλάνην, ἀλλὰ κατὰ γνῶσιν, ὅτι καὶ τοὺς γονεῖς παρεπίκρανε καὶ Θεὸν οὐκ ᾐσχύνθη. Καὶ Ἰούδας ὁ προδότης τόπον οὐχ εὗρε μετανοίας, ὅτι μετὰ
5τοῦ Κυρίου ὢν ἥμαρτε, καὶ διὰ καταφρονήσεως Θεοῦ παρεδίδου τὸν Δίκαιον. Οὐκοῦν ἐπὶ ταῖς ἐν γνώσει ἁμαρτίαις, πολλή τις ἐστὶν ἡ διαφορὰ ἡ μεταξὺ τοῦ ποιοῦντος αἰσθητῶς καὶ τοῦ πράττοντος λογισμῷ διὰ συγκαταθέσεως. Καθὼς ἐπὶ τούτου, οὕτω καὶ ἐπ’ ἐκείνου. Καὶ ἔστιν ὁ λογισάμενος μόνον χείρων τοῦ πρά‐ ξαντος, ὅτι καὶ αὐτὸς τόπον μετανοίας οὐκ ἔχει. Ὀφείλω δὲ ὑμᾶς περὶ τῶν προ‐
10τεθέντων μοι πεῖσαι· ἵνα μὴ δῷ ὑμῖν καινότερα ἐπεισάγειν ἐφευρήματα. Ὁ Χὰμ ἐννοήσας γέλωτα πατρὸς ἀπεβλήθη· καὶ ὁ Δαυῒδ ἐν γνώσει πράξας ἀπολέλυται. Οἱ τῷ Κορὲ συναινέσαντες ἐκαύθησαν μηδὲν εἰπόντες τὸ σύνολον ἢ πράξαντες.
Καὶ οἱ ἐπὶ τοῦ Ἠλιοῦ δὲ ὁμοίως ἔπαθον. Ὅλην δὲ πάλιν τὴν συναγωγήν, μοσχο‐341

342

ποιήσαντας, μετὰ παιδείαν ὁ Θεὸς ἠλευθέρωσε. Καὶ Σαοὺλ ἀπεβλήθη λογισμοῖς εἰδωλολατρίας συνθέμενος· καὶ Μανασσῆς ἐπὶ εἰδωλολατρίᾳ μετανοήσας προσε‐ δέχθη. Καὶ Ἄχαβ ἐν γνώσει ἡμάρτανε τῇ συνηθείᾳ καὶ προσεδέχθη. Καὶ Ἀχι‐ τόφελ μόνον συμβουλεύσας ἐν τῇ ἁμαρτίᾳ ἀπέθανεν. Ἔχω καὶ ἑτέρους εἰς ἀπό‐
5δειξιν, οὓς ἐπισχόντες μαθήσεσθε. Ῥουβὴν προσκρούων τῷ πατρὶ οὐκ ἠγνόησε, καὶ ἀποβληθεὶς μετὰ τὸ αὐτὸν ἀποθανεῖν τοῦ ἐγκλήματος ἀπαλλάττεται. Ὁ Συ‐ μεὼν καὶ Λευῒ ἐπὶ τραχύτητι καὶ γνώσει κακίας, ἐπὶ καιρὸν κατακριθέντες, ἐπὶ τέλει προσεδέχθησαν. Καὶ αὐτὸς Ἀαρὼν τῇ μοσχοποιΐᾳ λειτουργήσας ἀπελογή‐ σατο· καὶ διὰ τῆς ἱερωσύνης, τοῦ ῥύπου τῆς ἀνάγκης ἀποκαθαίρεται. Οἱ μέντοι
10υἱοὶ αὐτοῦ πλημμελήσαντες ἀποθνῄσκουσι, καὶ μηδὲ γενομένης διορίας, ἵνα ἀπο‐342

343

λογήσωνται. Καὶ Ὀφνὶ καὶ Φινεὲς ἑρμηνεύουσι τούτους, ὅτι προδιέτριβον ἐν κατα‐ φρονήσει τῇ αὐτῇ ῥοπῇ τῆς κρίσεως ὑποβληθέντες. Ἐν δὲ τῷ Εὐαγγελίῳ ὁ Σίμων ἀσεβήσας, ἐπιγνώσει τῆς πλάνης ἀναμφιβόλως τῆς συγγνώμης καταξιοῦται. Ὁ δὲ Ἐλύμας ἀνθιστάμενος τῷ κηρύγματι, ἄχρι καιροῦ τυφλωθείς, ἀπαλλάττεται.
5Ὅμοιοι τοῖς ἱερεῦσιν οἱ περὶ τὴν Σάπφειραν γεγόνασι, καὶ οὗτοι γὰρ οὐκ ἔτυχον καιροῦ πρὸς ἀπολογίαν, πάντως δὲ ὅτι ἔν τινι κρυφίᾳ καταφρονήσει συνδιέτριβον. Ὥσπερ εἶναι ἔφαμεν ἐν συλλογισμῷ ἁμαρτίαν διὰ συγκαταθέσεως, εὕροις ἂν καὶ ἐν τοῖς προειρημένοις τοιαύτην ὑπῆρχθαι ἔννοιαν. Ὁ τῷ σατανᾷ παραδοθείς, τῷ Ῥουβήν ἐστι παραπλήσιος, ἐπειδὴ παιδευθεὶς ἀγάπης ἠξιώθη· ἀλλ’ ἔχει διαφοράν,
10ὅτι ὁ μὲν ζῶντος τοῦ πατρός, ὁ δὲ θανόντος ἥμαρτε. Διὰ τοῦτο ὁ Ῥουβὴν πλεῖον τῇ καταδίκῃ ὑποβάλλεται. Καὶ Ἰούδας ὁ προδότης τῷ Ἠσαῦ γέγονεν ὅμοιος· ὅτι ἐπώλησε τὴν χάριν αὐτοῦ, ὡς ἐκεῖνος τὰ πρωτοτόκια· ὅθεν καὶ οἱ δύο ἀπεβλή‐
θησαν. Ἤδει Ἰούδας ὃ ἔπραττεν, ἐπειδὴ ἔσχε πεῖραν τῆς χάριτος. Εἶπε καὶ ὁ Κύ‐343

344

ριος πρὸς αὐτόν, ὅτι φιλήματί με παραδίδως; Καὶ συνειδὼς τῇ Θεότητι συνείχετο τῇ φιλαργυρίᾳ. Καὶ Ἠσαῦ νουθετούμενος τοὺς γονεῖς παρώξυνε. Πολλὴ οὖν τις ἐστὶν ἡ διαφορά, ἀδελφοί· καὶ ἐν αὐτῇ τῇ γνώσει τῆς ἁμαρ‐ τίας πολύ ἐστι τὸ διάφορον, ἀλλὰ καὶ ἐν αὐτῇ τῇ δυνάμει τῆς ἀποφάσεως διαφορά.
5Κατανόησον τὴν πρᾶξιν καὶ γνώσεις τὴν διαίρεσιν· ἀπόβλεψον πρὸς τὴν συγκα‐ τάθεσιν καὶ εἴσῃ τῆς δικαιοσύνης τὴν ῥοπήν· σύνες τῆς πράξεως τὸν χρόνον καὶ ἐρεῖς δικαίαν σαφῶς εἶναι τὴν ἐπιτιμίαν. Μὴ ἐπειδὴ οὐχ ὁρῶμεν τὰ γινόμενα, τὸ σχῆμα πλανάτω ὑμᾶς. Ἀπ’ ἐμοῦ μάθετε, ὅτι καλῶς οἱ Φαρισαῖοι ἔπασχον ἐλεγ‐ χόμενοι· ἔλεγε γὰρ ὁ Χριστός, ἐπίπλαστον εἶναι αὐτῶν τὸ σχῆμα· κἀκεῖνοι συνει‐
10δότες αὑτοῖς εἰς ἐπιβουλὴν ἐτρέποντο. Κἀμοὶ δὲ συμβαίνει ὡς ἐπὶ τὸ πλεῖστον ἡ τοιαύτη δυσκολία, ὅτι ὑπὸ τῆς συνειδήσεως ἐλεγχόμενος ἀηδίζομαι. Πικρὸν γὰρ ἡ ἀλήθεια τοῖς λανθάνειν σπουδάζουσι, καὶ τραχὺς εἶναι ὁ ἔλεγχος δοκεῖ, μάλιστα
τοῖς δημοχαρέσιν ἀνθρώποις. Ἀποκαλύψατέ μου τὸ σχῆμα, καὶ φανήσονται οἱ344

345

σκώληκες· καὶ διέλετε τὸ προσωπεῖον τοῦ κονιάματος, καὶ ὄψεσθε τοῦ τάφου τὴν ἐπίθεσιν. Ἐπισκέψασθε τὴν δύναμιν τῆς ἐμῆς πράξεως, καὶ πεισθήσεσθε τὴν φαρι‐ σαϊκὴν ὁμοιότητα. Ἐν τούτῳ μόνῳ διαφέρω, ὅτι καὶ ὑμῖν ὁμολογῶ τὴν ἐπίθεσιν. Διὸ καὶ ταῖς ὑμετέραις εὐχαῖς μακρὰν ἔσομαι τῆς κολάσεως· μέγα γάρ ἐστιν ἐν
5καιρῷ παρανομίας μὴ παροξύνειν τὸν νομοθέτην ὁμολογοῦντα. Οὐ μικρὸν γάρ ἐστι τὸ τὸν κριτὴν εἰς οἶκτον μεταβαλεῖν μὴ ἀρνούμενον. Οἱ τοίνυν Φαρισαῖοι ἐπιμένοντες, μετὰ τῆς Ἱερουσαλὴμ ἑάλωσαν· καὶ ἀλα‐ ζονευόμενοι ἐπὶ ἐσχηματισμένῃ δικαιοσύνῃ τῶν ἐξομολογουμένων ἁμαρτωλῶν ἥττονες ὤφθησαν· διὸ καὶ ἀπ’ ἀρχῆς ὁ Χριστὸς εἶπεν, ὅτι ἐν σχήματι πορεύονται.
10Ἀλλὰ καὶ ἐν τῷ Ἠσαΐᾳ προεῖπε τὴν ἐπίθεσιν αὐτῶν, ὅτι παραγενόμενος ἐλέγξει αὐτούς. Τί οὖν λέγει; Ἐπισκέψομαι ἐπὶ τοὺς φοροῦντας τὰ ἀλλότρια ἐνδύματα· καὶ τοῦτο ἀεὶ πρὸς αὐτοὺς ἔλεγεν, ὅτι τὴν δικαιοσύνην ὑπεκρίνοντο. Εἰ ἦν ἄλλων, τίνων ὤφειλεν εἶναι; Εἰ ἀλλότρια εἴρηνται, ἆρα τίνος ἐτύγχανε τῶν Φα‐
ρισαίων τὰ ἐνδύματα; Ἐγὼ οὕτω πείθομαι, ὅτι τῶν Προφητῶν, ἐπειδὴ ἐν αὐτοῖς345

346

ὁ λαὸς ἐπαιδεύετο. Ἀλλ’ ὁ Ἀπόστολος εἶπεν ὅτι ἐν μηλωταῖς, ἐν αἰγείοις δέρ‐ μασι διέτριβον· ἀκολούθως εἴρηκεν ἐπὶ τῆς ἐρήμου αὐτοὺς οὕτω ποιεῖν. Ἐν γὰρ ταῖς πόλεσιν εἰσιόντες, ἤλλασσον τὸ σχῆμα· οὔτε γὰρ ἤθελον τοὺς ἀνθρώπους εἰδέναι, ὅπερ ἔπραττον. Ἀλλότριον οὖν ἦν τὸ σχῆμα τῶν Φαρισαίων, ἐπειδὴ
5ἄφρονες ὄντες, σοφῶν διδασκάλων τρόπον περιεβάλλοντο. Αἱ μέντοι δερματιναὶ αὐτῶν στολαὶ ἦσαν αὐτοῖς εἰς περιβολήν, οὐ γὰρ ἤθελον τῷ λαῷ εἶναι καταφα‐ νεῖς. Εἶχον δὲ τὰς δερματινὰς ὡς πρὸς τὴν ἄσκησιν συναιρομένας· ἡ γὰρ ἐγκρά‐ τεια θάλπουσα δέεται, καὶ αἱ στολαὶ ἦσαν εὐπρόσδεκτοι, κατ’ οἶκον καὶ πρόοδον· τῇ γὰρ ἐγκρατείᾳ συμβάλλεται ἡ ἀκτημοσύνη. Σαφῶς δὲ ὁ λόγος διὰ μελέτης
10ἔχει τὴν προκοπήν, καὶ ἡ σύνεσις δι’ ἐγκρατείας· τούτων ἑκατέρων ἔχρῃζον οἱ σοφοὶ ὡς καὶ οἱ Προφῆται· ἐκεῖνοι μὲν διὰ τὸ διδάσκειν, οὗτοι δὲ διὰ τὸ ἐλέγ‐ χειν. Οὐκοῦν καὶ τοῦ σχήματος ἔχρῃζον ἀμφότεροι· ἀλλ’ οἱ Φαρισαῖοι οὐδενὸς
ἔσῳζον τὸν βίον, οὔτε σοφοὶ ὄντες, οὔτε προορατικοί· εἰκότως οὖν αὐτοὺς ὁ Κύ‐346

347

ριος ἤλεγξεν, ὅτι ἐμπορίαν ἐπετήδευον καὶ οὐκ ἀλήθειαν. Ἐγὼ δὲ ὑμῖν προβάλλω τὸν ἐμὸν ἔλεγχον, ἵνα ἐπὶ τῆς διαγνώσεως τοῦ Θεοῦ, μὴ ἐξαίφνης γελάσητε. Καὶ γὰρ ὁ Ἀπόστολος εἶπεν, ὅτι τὸ ἔργον ἑκάστου τὸ πῦρ δοκιμάσει. Εἰ τοίνυν τὸ ἔργον οἶδε διελεῖν, πόσῳ μᾶλλον τὸ σχῆμα δια‐
5κρινεῖ; Ἐὰν γάρ τις ἐνδέδυται τὸ τῶν δικαίων σχῆμα δίκαιος ὤν, οὐκ ἀποβλη‐ θήσεται. Ἐὰν δέ τις ἐπισπῶται αὐτὸς ἀνάξιος ὤν, γυμνωθήσεται· οὗτός ἐστι περὶ οὗ λέγει τὸ Εὐαγγέλιον, ὅτι διχοτομήσει αὐτόν· τὸ γὰρ διαιρεθῆναι τὸ σχῆμα, καὶ τὸ ἀξίωμα αἰνίττεται. Εἴ τις τοίνυν ἐπίσκοπός ἐστι, διαιρεῖται τοῦ σχήματος καὶ τοῦ ἀξιώματος· εἴ τις πρεσβύτερος ἢ διάκονος, ὡσαύτως δὲ καὶ οἱ λοιποί, οἱ
10ὄντες ἀνάξιοι, γυμνωθήσονται. Οὐ λέγει ἐπὶ τῶν ἔργων διχοτομήσειν, ἐπειδὴ τὸ πῦρ αὐτὰ καταφλέξει μετὰ τοῦ πράξαντος· περὶ ὀνόματος νῦν εἴρηται καὶ σχήματος. Ἀπόλλυσι γὰρ τὴν εὐπρέπειαν, καὶ αἰσχύνην ἐνδύεται. Ἐὰν οὖν ἐστιν ἱμάτιον,
αἰσχύνης ἐστὶ καὶ δόξης. Καὶ ἐν τῷ κόσμῳ ἴδιον σχῆμα ἔχουσιν οἱ ἐπὶ θάνατον347

348

ἀγόμενοι, καὶ ἴδιον οἱ ἐν ἀξιώματι προκόπτοντες. Ἐκ τῶν ἐπιγείων γάρ ἐστι μα‐ θεῖν τὰ οὐράνια καὶ ἐκ τῶν ταλάντων τῶν δοθέντων τοῖς ὑπηρέταις τοῦ Χριστοῦ νοήσωμεν καὶ τὰ σχήματα καὶ τὰ ἀξιώματα. Οὐ πᾶσι δέδωκε τάλαντον ὁ Θεός, ἀλλὰ τοῖς ὑπηρετοῦσιν αὐτῷ δούλοις. Ἄρα οὖν καὶ οἱ μοναχοὶ τάλαντον ἔλαβον,
5ὡς ἐμοὶ καταφαίνεται· τῇ προαιρέσει γὰρ κατελήφθησαν. Τί οὖν καὶ τῷ σχήματι διαφέρονται πρὸς τοὺς ἐν τῷ κόσμῳ διάγοντας; Τὴν εὐσχημοσύνην διὰ τούτου σημαίνουσι καὶ τὴν οἰκείαν προαίρεσιν καταγγέλουσι. Κρίσις οὖν ἐστι περὶ τοῦ σχήματος, ἐπειδήπερ ἔχει ἐπαγγελίας δύναμιν. Ἐάν τις οὖν μὴ ποιήσῃ ὃ ἐπηγ‐ γείλατο, καὶ αὐτὸς ἀλλότριον σχῆμα ἐμπορεύεται. Τίνος δέ ἐστι τοῦτο τὸ σχῆμα
10ἀλλότριον, ἀλλ’ ἢ τῶν ποιούντων αὐτὸ ἀλλότριον; Ἐπειδὴ περὶ ἀργοῦ λόγου κρινόμεθα, τί ἐστιν ἀργὸς λόγος; Ἐπαγγελία πίστεως ἔργον οὐκ ἔχουσα. Πιστεύει μὲν καὶ ὁμολογεῖ Χριστόν, ἀλλ’ ἀργεῖ μὴ
ποιῶν ὃ προσέταξεν. Ἔστι καὶ ἐν ἑτέρῳ ἀργὸς λόγος, ὅτε τις ἐξομολογεῖται καὶ348

349

οὐ διορθοῦται· ὅτε μετανοεῖν λέγει, καὶ πάλιν ἁμαρτάνει. Καὶ ἡ καταλαλιὰ δὲ ἀργὸς λόγος ἐστίν, ὅτι ὁρᾷ τὸν διασυρέντα καὶ σιωπᾷ. Καὶ ὁ μὴ ἐλέγχων δὲ μετὰ παρρησίας, καὶ οὗτος καταλαλεῖ, ἐπειδήπερ ὃ λαλεῖ οὐκ ἔχει ὑπόστασιν. Καὶ ὁ ἀφ’ ἑαυτοῦ ψεῦδος συντιθείς, ἀργολογίαν ἐργάζεται, ἐπειδὴ τὸ μὴ πραχθὲν ἢ
5ὁραθὲν διηγήσατο. Ἐν πᾶσι δὲ τούτοις ἐνεχόμεθα, ἀδελφοί· οὐ γὰρ ματαίως μοι τούτων παρῆ‐ κται ἡ ἔρευνα. Λέγω δὲ ἃ πάσχω ὡς ἰατροῖς, ἵνα πρὸς τὸ τραῦμα τὴν ἔμπλαστρον διὰ προσευχῆς εἰς θεραπείαν κατασκευάσητε. Σπεύδω τοίνυν ἐπιδιελθεῖν ὑμᾶς τὰς πράξεις τὰς ἐμαυτοῦ· ἐὰν γὰρ μὴ εἴπω τὴν ἀλήθειαν, ἐμαυτὸν ἀδικῶ. Εἰσὶ γὰρ
10πολλοὶ διὰ τὴν αἰδῶ κρύφια πάθη ποιοῦντες ἀνίατα· ἀλλ’ ἔσχατον λυποῦνται μὴ διηγησάμενοι. Εἰ δὲ μὴ λάθω ἐγὼ ἀπὸ τοῦ πλήθους τῶν ὄντων μοι ἀδικημάτων, οὐ κρύπτω μου τὴν αἰσχύνην. Κρεῖττον γάρ ἐστιν ἐπαιτοῦντα ζῆν ἢ αἰδούμενον λιμῷ ἀποθνῄσκειν οἰκτρῶς. Καὶ συμφερώτερόν ἐστι πονέσαντα ζῆν ἢ πρὸς βραχὺ ἀναπαέντα αὖθις ἐν ἀνιάτοις πόνοις γενέσθαι. Νεκρὸν ἄρα καὶ ὁ ἀεργὴς λόγος ἐν
15ἐμοὶ τόπον ἔχει τινά· οἶμαι ὅτι ὁ λόγος ἐν ἐμοὶ κατακέκρυπται. Τίς οὖν ἐστιν ὁ349

350

λόγος ὁ ἀεργής; Ὁ ἐν τῷ σχήματι διατρίβων, ὁ ἐν κακοῖς μετὰ ἐπίγνωσιν δια‐ μένων, ὁ διδάσκων καλὸν ποιεῖν, αὐτὸς δὲ μὴ ποιῶν. Οἶδα μὲν οὖν ὅτι πολλὰ ἔγραψα καὶ πρὸς ὑμᾶς, ἀδελφοί, καὶ πρὸς ἄλλους πλείονας, ἀλλὰ καὶ ἐν τῷ γράφειν ἐνόουν, ὅτι εἰς κατάκρισίν μου ἔφερον τὴν ἀκρί‐
5βειαν· καὶ ἐν τῷ πράττειν τὸ κακὸν ᾔδειν ὅτι πράττω, καὶ ποιῶν ἐπέμενον. Καὶ ἐσχηματισάμην ποιήσας τὸ δίκαιον ἄδικον, καὶ μοναχοὺς ἔκρινον περιφέρων τὸ σχῆμα ἐν ἐμοί. Ἀλλ’ ἔχω ἀπολογίαν τινὰ ἐν τοῖς εἰρημένοις, ὅτι οὐδένα ἐσκαν‐ δάλισα. Κακὸν μὲν ἔπραξα, μάρτυρες δὲ τούτου οὔκ εἰσιν ἄνθρωποι· ἤλεγξα γρά‐ φων, ἀλλ’ οὐκ ἐβάρησα· τὴν ἀλήθειαν ἠδίκησα ἐν ἐλέει προσκλινόμενος, ἀλλ’ εἰς
10ἐμαυτὸν οὐκ ἐδαπάνησα τὸ τοιοῦτον· ἐδιοίκησα τροφὰς κακῶς ἀδελφοῖς, ἀλλὰ γένει οὐ προσένειμα· γαστέρας ἐπληροφόρησα, ἀλλ’ οὐκ ἐν πολυτελείᾳ· νηστείαν ἔλυσα, ἀλλ’ οὐχὶ καταφρονήσας· ψυχῆς ἐγκράτειαν ἠκριβωσάμην, πρὸς δὲ τὸν
καιρὸν μετεβαλόμην· ψεύδει ἐπεσπόμην μενοῦνγε, ἀλλ’ οὐ τερπόμενος· εὐχῆς350

351

κατεφρόνησα, οὐ μέντοι τῇ ἀσεβείᾳ πεισθείς· ψαλμῳδίας ἠμέλησα, ἀλλ’ οὐκ ἐπὶ ἑτέροις κοσμικοῖς μετεωριζόμενος· ἔργου χειρῶν οὐκ ἐφρόντισα, τὸ δὲ βαρῆσαι παρῃτησάμην· ἐν πολλοῖς τόποις περιεφρόνησα τῆς ἀληθείας, ἀλλ’ οὐδένα ὅλως ἐσκανδάλισα.
5 Αἰτοῦμαι τοίνυν ὀρέξαι μοι χεῖρα ἐν ἐδάφει κυλινδουμένῳ. Θέλων γὰρ ἀνα‐ στῆναι, οὐ δύναμαι, ὅτι τὸ φορτίον τῆς ἁμαρτίας κατεβάρησέ με. Θέλω μὲν ἀνα‐ στῆναι, ἀλλ’ ἡ συνήθεια τῆς γῆς κατέχει με. Καὶ βλέπω μέν, ἀλλ’ ὡς ἐν γνόφῳ περιπατῶ καὶ ἐν σκοτώσει πολλῇ. Κινῶ τέ μου τὴν χεῖρα, ἀλλ’ ὅμως εἰμὶ ὥσπερ παράλυτος· καὶ εὔθυμος μέν εἰμι, ἀλλ’ ἀηδίζομαι. Εὔχομαι ἀπαλλαξείων, καὶ
10νηστεύων συνέχομαι. Προαίρεσιν καλὴν ἔχω, ἀλλ’ ὑπό τινος βίας ἐμποδίζομαι. Φιλάδελφός εἰμι ἐπαισχυνόμενος, καὶ φιλόξενος οὐ δίκαιος. Εὐσεβής εἰμι θαλ‐ πόμενος, καὶ εὐεργετούμενος ἀγάπης ἀντιποιοῦμαι. Πρὸς ἐχθρούς εἰμι χαῦνος, ἀλλ’ οὐκ οἰκτίρμων, καὶ πρὸς ἀδικοῦντάς με μοχθηρός, ἀλλ’ οὐ κακὸν αἰνιττό‐ μενος. Πρὸς ἔγκλησιν ἀδιάφορος, καὶ οὐκ ἀμυνόμενος. Πρὸς δόξαν φιλόπονος,
15ἀλλ’ οὐκ εἰσπραττόμενος. Ἐν πᾶσι δὲ τοῖς ἔργοις μου, οὔτε σπουδαῖός τις εἰμί,351

352

οὔτε ἀκριβής. Διὰ τοῦτο καὶ ἐλέους ἐπιδέομαι ὡς παράλυτος. Τὸ γὰρ καλὸν ἔχων, μακρὰν αὐτοῦ ἵσταμαι, καὶ ποθῶν τὸ λυσιτελές, πλησίον αὐτοῦ οὐκ ἔρχο‐ μαι. Καὶ τὴν βραχεῖαν κατανόησιν ἐκτρεπόμενος μήκοθεν οὐχ ἵσταμαι. Ἐν τούτοις οὖν μοι τυγχάνοντι πολλὴ ἐπιμέλεια ὀφείλεται. Ἐὰν οὖν σπεύ‐
5σητε, οἶδα τοῦ Θεοῦ τὸ φιλάνθρωπον. Ἐξείλετο δήποτε καὶ Μωσῆς Μαρίαν τὴν ἀδελφὴν αὐτοῦ ἀπὸ τῆς λέπρας· καὶ Δαυῒδ τὸ γένος Ἰωνάθαν ἀπὸ κρίσεως Θεοῦ διὰ διάθεσιν· καὶ Ἠλίας τὸν υἱὸν τῆς χήρας ἀπὸ θανάτου· καὶ Ἐλισσαιὲ τὴν χή‐ ραν ἀπὸ πενίας, καὶ τὴν Σωμανῖτιν ἀπὸ πένθους. Ἀλλὰ καὶ ἐν τῷ Εὐαγγελίῳ πολλοὺς δι’ εὐχῶν ἐλυτρώσαντο πολλοί. Περὶ δὲ τοῦ Σωτῆρος τί χρὴ καὶ λέγειν;
10Ὅτιπερ τὰ ἀδύνατα δυνατὰ κατέστησεν· ἐλυτρώσατο γὰρ ψυχάς, τὰς ἰσχυσάσας μὲν ἄλλοις παρασχεῖν παραμυθίαν, ἑαυτὰς δὲ ῥύσασθαι μὴ δυνηθείσας διὰ τὴν
παράβασιν. Πάντα ἃ ἠκούσατε, ἅπερ δὲ καὶ ἐποιήσατε, ἀδύνατα καὶ δυνατά. Ἐν352

353

οἷς δύνασθε ἡμῖν βοηθῆσαι, ὡς ἐκεῖνοι, βοηθήσατε. Οἶδα γὰρ ὅτι καὶ τὰ ἀδύνατα συγχωρηθήσεται καὶ χαρισθήσεται τῷ πελάγει τῆς αὑτοῦ χάριτος. Ποιήσει δὲ δι’ ὑμᾶς δυσωπούμενος. Ὅσῳ γὰρ ὁ Θεὸς παρὰ τοὺς ἀνθρώπους ἀσύγκριτος, το‐ σοῦτον καὶ ὑμεῖς μὴ ἡττηθῆτε ἀξιούμενοι. Αὐτὸς γὰρ νικήσει πᾶσαν φιλανθρω‐
5πίαν τῆς κτίσεως, τῇ αὑτοῦ χρηστότητι. Ἔργον γὰρ ὑμῖν ἐστιν, ἅγιοι, πρεσβεύ‐ ειν ὑπὲρ ἁμαρτωλῶν, Θεοῦ δὲ ἔργον ἐστὶ τοὺς ἀπεγνωσμένους ἐλεεῖν καὶ εἰσά‐ γειν εἰς τὴν συναρίθμησιν τῆς ποίμνης αὐτοῦ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ παναγίῳ Πνεύματι, νῦν
καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.353