TLG 4138 007 :: EPHRAEM SYRUS :: Ad correctionem eorum qui vitiose vivunt et honores appetunt EPHRAEM SYRUS Theol., vel Ephraem Graecus Ad correctionem eorum qui vitiose vivunt et honores appetunt Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 1 Rome (1732) 111d–118. Citation: Page — (line) | ||
281(1t) | Πρὸς διόρθωσιν τῶν ἐμπαθῶς διαγόντων | |
2t | καὶ τιμὰς ἀπαιτούντων | |
---|---|---|
1 | Ἀγωνιῶ, ἀδελφοί μου, καὶ φρίττω, καὶ τῇ λύπῃ κατατιτρώσκομαι διὰ τὸν Προφήτην τὸν λέγοντα· ἴδετε οἱ καταφρονηταὶ καὶ θαυμάσατε καὶ ἀφανίσθητε. Καὶ πρῶτόν γε μάλιστα διὰ τὴν ἐμαυτοῦ ἀπαιδευσίαν· πάσης γὰρ ἀνομίας ὁδὸς γεγένημαι, καὶ πάσῃ ἁμαρτίᾳ κατέδησέ μου ἕκαστον μέλος ὁ Ἐχθρός. Καὶ ὤφει‐ | |
5 | λον ἐμαυτὸν κόψασθαι καὶ θρηνῆσαι διὰ τὴν προσοῦσάν μοι αἰσχύνην, καὶ οὕτω τὰ τῶν ἄλλων μεριμνᾶν· ὤφειλον πρῶτον τὴν ἐμαυτοῦ δοκὸν ἐκκόψαι, καὶ οὕτω τὰ τῶν ἄλλων διαβλέπεσθαι κάρφη. Ἀλλ’ ἡ νῦν γινομένη καταφρόνησις ἐν τοῖς | |
ἡμετέροις καιροῖς βαπτίζει με τῇ λύπῃ σφόδρα. Βλέπω γὰρ τὴν ἀμέλειαν τῆς νῦν | 281 | |
282 | κατηχήσεως καὶ οὐ δύναμαι φέρειν, κατὰ τὸν λέγοντα Προφήτην· εἶδον ἀσυνε‐ τοῦντας καὶ ἐξετηκόμην. Ποῖον γὰρ ὄργανον τοῦ Ἐχθροῦ οὐκ ἔστιν ἐν ἡμῖν; Ἢ ποίᾳ πολυτρόπῳ τέχνῃ οὐκ ἐκράτησεν ἡμῶν; Οἴμοι, τίς μὴ πενθήσει τὰ ἐπηρτη‐ μένα ἡμῖν κακά; Ἀλλὰ προσέχετε τοῖς λεγομένοις, παρακαλῶ, οἱ τὸν βίον | |
5 | τοῦτον ἐπανῃρημένοι, καὶ τρομήσατε. Ἀγγέλων γὰρ σχῆμα φοροῦντες τῷ Δια‐ βόλῳ συναμιλλώμεθα. Τὸ σχῆμα ἀγγελικὸν καὶ ἡ πολιτεία κοσμική. Ἆρα οἱ Ἄγγελοι ἐν οὐρανῷ ἐν ἔριδι καὶ ζήλῳ διάγουσι, καθὼς νῦν ὁρῶμεν ἐν τοῖς μο‐ ναχοῖς; Ἐρρίζωσε γὰρ ἐν αὐτοῖς ὁ ζῆλος καὶ ὁ φθόνος καὶ ἡ καταλαλιά. Δια‐ φορῶν γὰρ ὁ πανοῦργος ἐρράντισεν αὐτοῦ τὰ φάρμακα εἰς ἕνα ἕκαστον ἡμῶν, καὶ | |
10 | διὰ τέχνης ἕκαστον ὑποσκελίζει. Καὶ ὁ μέν τις κατώρθωσε νηστείαν, καὶ τῷ ζήλῳ καὶ φθόνῳ κεκράτηται· ἕτερος πάλιν ἐκράτησεν ἑαυτὸν ἀπὸ τῆς ἐπιθυμίας τῆς ἀτόπου, καὶ τῇ κενοδοξίᾳ πεπέδηται· ἄλλος κατώρθωσεν ἀγρυπνίαν, καὶ τῇ κα‐ ταλαλιᾷ πεπαγίδευται· ἄλλος τῆς καταλαλιᾶς ἀπέστη καὶ τῇ ἀνυποταξίᾳ καὶ | |
ἀντιλογίᾳ μεμέστωται· ἄλλος ἀπὸ βρωμάτων ἐγκρατεύεται, καὶ τῷ τύφῳ καὶ τῇ | 282 | |
283 | ἀλαζονείᾳ πεπόντισται· ἄλλος ἐν ταῖς εὐχαῖς καρτερικὸς ὑπάρχει, καὶ τῷ θυμῷ καὶ τῇ ὀργῇ ἡττᾶται· ἄλλος κατώρθωσέ τι μικρόν, καὶ ἐπαίρεται κατὰ τῶν ἀμε‐ λεστέρων· ἄλλον οὖν ἄλλως ἐδέσμευσεν ἡ κακία, καὶ οὐκ ἔστιν ὁ συνιών. Διὰ τοῦτο ἔριδες καὶ διχοστασίαι εἰσὶν ἐν τοῖς μοναχοῖς. | |
5 | Οἴμοι, τίς μὴ στενάξει; Τίς μὴ πενθήσει, ὅπως τὴν ἀγγελικὴν ταύτην πο‐ λιτείαν συνεχέαμεν; Κατελείψαμεν γὰρ τὸν κόσμον, καὶ τὰ τοῦ κόσμου φρο‐ νοῦμεν. Τὰς κτήσεις ἀπεβαλόμεθα, καὶ τοῦ φιλονεικεῖν οὐκ ἐπαυσάμεθα. Τοὺς οἴκους κατελίπομεν, καὶ τῇ μερίμνῃ καθ’ ἑκάστην τηκόμεθα. Πλοῦτον οὐκ ἔχο‐ μεν, καὶ τῆς ὑπερηφανίας οὐκ ἀπέστημεν. Γάμον ὑπερείδομεν, καὶ τῆς ματαίας | |
10 | ἐπιθυμίας οὐ μεθιστάμεθα. Ἔξωθεν ταπεινοφρονοῦμεν, καὶ τῇ ψυχῇ τιμὰς ἀπαι‐ τοῦμεν. Τῷ δοκεῖν ἀκτήμονες, καὶ τῇ πλεονεξίᾳ κρατούμεθα. Τῷ λόγῳ ἀκτή‐ μονες, καὶ τῇ διανοίᾳ πολυκτημοσύνην νοσοῦμεν. Τίς οὐκ ἂν πενθήσῃ τὴν ἡμετέραν κατήχησιν; Ἔστι γὰρ ἰδεῖν καὶ θαυμάσαι τὰ ἐπιτηδεύματα τῶν μοναχῶν, μάλιστα τῶν νεωτέρων καὶ ἀρχαρίων· οὔπω | |
15 | γὰρ κατὰ λόγον ἀπετάξαντο, καὶ ἤδη τετύφωνται· οὔπω ἐνέτυχον τῷ σχήματι, | 283 |
284 | καὶ ἤδη ἀλαζονεύονται· οὔπω ἤκουσαν τοῦ μαθήματος, καὶ ἤδη ἄλλους νουθετοῦ‐ σιν· οὔπω τὰ πρόθυρα εἶδον, καὶ ἤδη τὰ ἔνδον φαντάζονται· οὔπω ἐπέβησαν τῷ βαθμῷ, καὶ ταῖς νεφέλαις ἴσα πέτονται· οὔπω ἐγεύσαντο τῆς ἀσκήσεως, καὶ ἤδη τῇ κενοδοξίᾳ καθωπλίσθησαν· οὔπω φωνὴν ἤκουσαν παιδείας, καὶ ἤδη ἐπιπλήτ‐ | |
5 | τουσιν· οὔπω συνηθροίσθησαν εἰς ἀδελφότητα, καὶ ἤδη αὐθεντοῦσιν· οὔπω εἰσήλ‐ θοσαν τὰς θύρας τοῦ μοναστηρίου, καὶ ἤδη ἐπιλαμβάνονται καὶ καταγινώσκουσι καὶ ἀηδίζονται. Καὶ τί δὴ τὸν καιρὸν ἀναλίσκω; Πολλὰ γάρ εἰσι τὰ ἐπιτηδεύματα αὐτῶν. Οὐκ ἔστιν οὖν ὁ συνιών, οὐκ ἔστιν ὁ διὰ τὸν Θεὸν ἀποτασσόμενος, ἵνα διὰ τῆς ὑπακοῆς δοῦλον ἑαυτὸν παράσχῃ τοῖς ἀδελφοῖς· ἀλλ’ ἐὰν ἐπιτιμηθῇ, δικαιό‐ | |
10 | τερα νομίζει ἀντιρρητορεύειν· ἐὰν ἐπιταγῇ, διατυποῖ. Εἰς τὸ ἀγαθὸν οὐ ζηλοῦσι καὶ εἰς τὰ ἀνωφελῆ ἑαυτοὺς ῥυθμίζουσι. Τρεῖς ἡμέρας οὐκ ἔχει ἀποταξάμενος, καὶ τῷ γεγηρακότι ἐν τῷ σχήματι φιλονεικεῖ. Μὴ θέλοντες ὑποτάσσεσθαι τέχνας ἑαυτοῖς μανθάνειν ἐπινοοῦσι· τὴν πύρωσιν τοῦ σώματος μὴ φέροντες ἀλλήλοις | |
ὑποβλέπονται· ὑπὸ ζυγὸν εἰσῆλθε, καὶ διατάσσεται, ἐπιτιμᾷ, ὀργίζεται. Ποίησον | 284 | |
285 | τοῦτο, ἀδελφέ· καὶ οὐ ποιῶ, φησίν, ἐὰν μὴ καὶ ὁ δεῖνα μετ’ ἐμοῦ ἔλθῃ. Ὁ δεῖνα τῇ μελέτῃ τῶν θείων Γραφῶν σχολάζει· ὤφειλον κἀγὼ σχολάσαι. Καὶ πολλάκις, καὶ πρὸ τοῦ ἀποτάξασθαι ἐργατικῶς ἔζη, καὶ μὴ γινώσκων πρότερον ποία αὑτοῦ ὑπάρχει ἡ δεξιὰ ἢ ἡ ἀριστερά, ἐν τῷ μοναστηρίῳ ἐλθὼν φιλομαθὴς καὶ ἑρμηνευ‐ | |
5 | τὴς ἀνεφάνη. Ὁ δεῖνα ὁ ἀδελφὸς ἀναπαύεται, ὀφείλω κἀγώ. Ὁ ἀδελφὸς ἐστό‐ λισται, ὀφείλω κἀγὼ στολισθῆναι. Ὁ ἀδελφὸς εἰς συντυχίαν πατέρων ἀπῆλθεν, ὀφείλω κἀγὼ συντυχεῖν. Ὁ ἀδελφὸς τιμὴν ἔλαβεν, ὀφείλω κἀγώ. Ὁ δεῖνα τήν‐ δε τὴν ἐξουσίαν ἐνεχειρίσθη, ἆρα κἀγὼ οὐκ ἤμην ἄξιος τόδε ἢ τόδε πιστευθῆναι; Ταῦτα τῶν νεωτέρων τὰ ἀριστεύματα, αὗται τῶν ἀρχαρίων αἱ ταπεινοφροσύναι, | |
10 | οὗτοι οἱ πόνοι· διὰ τούτων σπουδάζουσι κληρονομῆσαι τὴν βασιλείαν, οὐκ εἰδό‐ τες ὅτι ταῦτα κατάγουσι τὴν ψυχὴν εἰς ἀπώλειαν, οὐκ εἰδότες ὅτι διὰ τούτων ἐχθροὶ τοῦ Θεοῦ καθεστήκασι. Διὰ τούτων φανεροί ἐσμεν λοιπὸν ὅτι οὔτε κἂν πρὸς βραχὺ ἀπεταξάμεθα τῇ ἔξωθεν πολιτείᾳ, λέγω δὴ τῷ κόσμῳ. Τῷ δοκεῖν γὰρ ἀπεταξάμεθα, τῇ δὲ ἀλη‐ | |
15 | θείᾳ τὰ τοῦ κόσμου φρονοῦμεν καὶ οὐκ ἔστιν ἐν ἡμῖν οὐδεμία ἀπολογία. Τῷ σχή‐ | 285 |
286 | ματι μονάζοντες καὶ τῷ τρόπῳ ὠμοί τινες καὶ ἀπάνθρωποι· τῷ σχήματι ταπεινοὶ καὶ τῷ τρόπῳ λοιμοί· τῷ σχήματι εὐλαβεῖς καὶ τῷ τρόπῳ φονεῖς· τῷ σχήματι ἀγαπητοὶ καὶ τῷ τρόπῳ ἐχθροί· τῷ σχήματι φιλικοὶ καὶ τῷ τρόπῳ μισηταί· τῷ σχήματι ἀσκηταὶ καὶ τῷ τρόπῳ σπόνδυλοι ἀθλητῶν· τῷ σχήματι νηστευταὶ καὶ | |
5 | τῷ τρόπῳ πειραταί· τῷ σχήματι σώφρονες καὶ τῇ καρδίᾳ μοιχοί· τῷ σχήματι ἡσυχασταὶ καὶ τῷ τρόπῳ ῥεμβασταί· τῷ σχήματι πραεῖς καὶ τῷ τρόπῳ ἀλαζόνες· τῷ σχήματι παρακλήτορες καὶ τῷ τρόπῳ ὑβρισταί· τῷ σχήματι σύμβουλοι καὶ τῷ τρόπῳ διασυρταί· τῷ σχήματι ἀφελεῖς καὶ τῷ τρόπῳ δεινοί· τῷ σχήματι ἄφθο‐ νοι καὶ τῷ τρόπῳ φθονεροί· τῷ σχήματι ἀντιλήπτορες καὶ τῷ τρόπῳ προδόται. | |
10 | Καὶ πόθεν ἄρα συμβαίνει τοιούτους εἶναι ἡμᾶς; Ἐκ τοῦ μὴ ἔχειν ἡμᾶς ἀλη‐ θινὴν ταπείνωσιν· ἐκ τοῦ μὴ ἔχειν ἡμᾶς πρὸ ὀφθαλμῶν τὸν φόβον τοῦ Θεοῦ· ἐκ τοῦ καταφρονεῖν ἡμᾶς καὶ παραλογίζεσθαι καὶ λῆρον δοκεῖν εἶναι τὸ σωτήριον παράγ‐ | |
γελμα. Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ ἡμεῖς οὐδὲ κἂν ὡς ἀδελ‐ | 286 | |
287 | φὸν αὐτὸν δεχόμεθα. Τὸ στόμα ἐκεῖνο τὸ φοβερὸν καὶ ἀκατάληπτον καὶ φρικῶδες ἐλάλησεν, ὅτι ὁ θέλων ἐν ὑμῖν εἶναι μέγας, ἔστω πάντων ἔσχατος καὶ πάντων διά‐ κονος. Καὶ ἡμεῖς μὴ ἑωρακότες κἂν τὰ πρόθυρα τοῦ σχήματος, ἀλαζονευόμεθα, καὶ εἷς κατὰ τοῦ ἑτέρου ἐπαιρόμεθα καὶ ἀλλήλους προπηδῶμεν. Καὶ πάντες ἐσμὲν | |
5 | παρ’ ἐαυτοῖς φρόνιμοι, πάντες ἐξουσιασταί, πάντες διατάκτορες, πάντες ἐπι‐ πλῆκται, πάντες νομοθέται, πάντες φιλόλογοι, πάντες διερμηνευταί, πάντες δι‐ δάσκαλοι, πάντες κελεύοντες, πάντες φροντισταί, πάντες οἰκονόμοι, πάντες πρῶτοι, πάντες δεύτεροι. Ἄρα κἂν ὁ Ἀπόστολος οὐ πείθει ὑμᾶς ὅτι εἰ ὅλον τὸ σῶμα ἀκοή, ποῦ ἡ | |
10 | ὄσφρησις; Εἰ οὖν ὅλοι πρῶτοι, ὅλοι ἡγούμενοι, ὅλοι διατάκτορες, ποῦ λοιπὸν ἡ διαφορὰ τῆς τοῦ Θεοῦ διαταγῆς; Ὅμως κἂν οὐ πείθεσθε τῷ λέγοντι, οὐδεὶς ἑαυτῷ λαμβάνει τιμήν, εἰ μὴ ὁ καλούμενος ὑπὸ τοῦ Θεοῦ· ἢ πάλιν ὅπως λέγει, μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, διὰ τοῦτο ἀρχὰς καὶ ἐξουσίας ἔταξεν ὁ Θεός. Εἰ γὰρ καὶ ἐν τοῖς οὐρανοῖς πάντες ἄφθαρτοι καὶ ἀθάνατοι, λειτουργικὰ πνεύματα | |
15 | ὄντα, οὐκ εὐδόκησεν ὁ Θεὸς πάντα ἐν ἑνὶ τάγματι εἶναι, ἀλλὰ καὶ ἐν τοῖς θείοις | 287 |
288 | καὶ ἀθανάτοις λειτουργοῖς ἀρχαὶ καὶ ἐξουσίαι καὶ ὑπεροχαὶ εἶναι ἐπετάγησαν, καὶ ἕκαστος αὐτῶν οὐχ ὑπερβαίνει τὴν ἑαυτοῦ τάξιν. Πάντων τάξει καὶ τρόπῳ γεγο‐ νότων, διατί ἡμεῖς ἀδίκους φιλονεικίας ἐν ἀλλήλοις φιλονεικοῦμεν; Ἄγγελοι καὶ Ἀρχάγγελοι τὰ προσταχθέντα οὐχ ὑπερβαίνουσι, καὶ ἡμεῖς ἀλλήλους ὑπερβαί‐ | |
5 | νομεν καὶ ὠθοῦμεν, καὶ εἷς τὸν ἕνα ὑπερακοντίζομεν, καὶ προπηδᾶν ἀλλήλους καὶ ἐξουθενεῖν καὶ σμικρύνειν ἐπειγόμεθα, ὡς πλεῖόν τι δυνάμενοι κατορθῶσαι. Ὢ πώρωσις διανοίας μὴ πείθεσθαι τῷ λέγοντι ἀνεχομένη, ἕκαστος ἐν ᾧ ἐκλήθη, ἐν τούτῳ μενέτω. Πῶς κἂν οὐ δεδοίκασι τὸν λέγοντα, ὅτι παρ’ οἷς πολὺ δοθήσεται, πολὺ ζητηθήσεται, ἵνα κἂν οὕτω τὴν ταπεινοφροσύνην κτῶνται. Μὴ | |
10 | οὕτω τὸν βίον ἡμῶν ἐν χυδαιότητι διατελῶμεν. Μὴ οὕτως ἀδεῶς ὡς μὴ ἔχοντες τῆς δίκης τῆς φοβερᾶς ἐπακοῦσαι. Μὴ οὕτω διάγωμεν, ὥσπερ μὴ ἔχοντες λόγον μετὰ ἐπείξεως ἀποδοῦναι. Μὴ οὕτω, δέομαι ὑμῶν. Μὴ γινώμεθα πρόσκομμα καὶ σκάνδαλον τοῖς ἔξωθεν. Μὴ ἁμαρτίας ἐφ’ ἁμαρτίαις συντιθῶμεν. Μὴ βλασφη‐ | |
μείσθω τὸ καλὸν σχῆμα δι’ ἡμῶν, ἀλλὰ μᾶλλον εὐφημείσθω. Ἥξει γάρ, ἥξει καὶ | 288 | |
289 | οὐ χρονιεῖ ἡ φοβερὰ ὥρα ἐκείνη, ἐν ᾗ ἀναπολόγητα ἡμῖν ἔσται ἐξεταζομένοις. Τί γὰρ αὐτῷ καὶ ἐρεῖν δυνάμεθα; Τί γὰρ ἦν αὐτὸν ποιῆσαι ἡμῖν καὶ οὐκ ἐποίησεν; Ὅτι αὐτὸν τὸν Θεὸν Λόγον ἐν δούλου μορφῇ ταπεινὸν οὐκ εἴδομεν, ἵνα καὶ ἡμεῖς ταπεινοὶ γενώμεθα; Ἢ ὅτι ἐμπτυσμένον τὸ ἀπερινόητον αὐτοῦ πρόσωπον οὐκ | |
5 | εἴδομεν, ἵνα καὶ ἡμεῖς ὑβριζόμενοι ἢ ἐπιπληττόμενοι μὴ ἀγριαίνωμεν; Ἀλλ’ ὅτι οὐκ εἴδομεν τὸν ἅγιον αὐτοῦ νῶτον διδόμενον εἰς μάστιγας, ἵνα καὶ ἡμεῖς ὑπεί‐ κωμεν κατὰ πάντα τοῖς ἡγουμένοις ἡμῶν; Ἢ οὐκ εἴδομεν τὸ πρόσωπον αὐτοῦ τὸ ἐπιβλέπον ἐπὶ τὴν γῆν καὶ ποιοῦν αὐτὴν τρέμειν, πῶς ἐρραπίζετο, ἵνα καὶ ἡμεῖς ἐξουθενούμενοι μὴ θηριώμεθα; Ἀλλ’ ὅτι οὐκ ἠκούσαμεν αὐτοῦ λέγοντος, ὅτι ἐγὼ | |
10 | ἀπ’ ἐμαυτοῦ οὐδὲν ποιῶ, ἵνα καὶ ἡμεῖς μὴ γενώμεθα αὐθάδεις καὶ αὐτοθελεῖς καὶ αὐτεξούσιοι; Ἀλλ’ ὅτι οὐκ ἠκούσαμεν αὐτοῦ λέγοντος, ἐγὼ δὲ οὐκ ἀπειθῶ, οὐδὲ ἀντιλέγω, ἵνα καὶ ἡμεῖς μὴ ὦμεν ἀντιλόγοι καὶ ἀπειθεῖς; Ἀλλ’ ὅτι οὐκ ἠκούσα‐ | |
μεν αὐτοῦ λέγοντος, μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τὴν καρδίαν, | 289 | |
290 | ἵνα καὶ ἡμεῖς πραεῖς γενώμεθα καὶ ταπεινοί, καὶ μὴ ἀλλήλους φθονοῦντες, ἀλλή‐ λους δάκνοντες καὶ κατεσθίοντες; Ἀλλὰ ποίαν ἀπολογίαν δοῦναι αὐτῷ ἔχομεν; Μή, ἀδελφοί μου, μὴ οὕτω, παρακαλῶ· μὴ διὰ τὰ πάθη τὰ σαρκικὰ ἐκ‐ βληθῶμεν τῆς ἀθανάτου μακαριότητος· μὴ διὰ πρόσκαιρον τιμὴν ἀπολέσωμεν τὴν | |
5 | αἰώνιον δόξαν· μὴ δι’ ἔριν ἢ ζῆλον ἢ φθόνον καταδικασθῶμεν εἰς τὴν φοβερὰν γέ‐ ενναν. Ἐὰν ἅπαξ σωθῆναι ζητῇς, τί περιεργάζῃ τὸν πλησίον; Ἅπαξ ὑπὸ ζυγὸν εἰσῆλθες, τί παραδιατάσσῃ; Ἵνα πῶς ὁ καρπὸς τῆς ὑπακοῆς σου φανῇ; Θάρσει, θάρσει, ἀγαπητέ, ὅτι οὔτε ἀξία, οὔτε τιμή, οὔτε μεγαλειότης, οὔτε τὸ λέγεσθαι πρῶτον ἢ δεύτερον, οὔτε τὸ ὀνομάζεσθαι ἡγούμενον, οὔτε τὸ ἀκούειν ἔνδοξον, οὔτε | |
10 | τὸ ἐγχειρισθῆναι τιμήν, οὔτε τὸ πιστευθῆναι ἀξίαν εἰς βασιλείαν οὐρανῶν εἰσάγει, ἢ ἄφεσιν ἁμαρτιῶν δωρεῖται. Οὐ ῥύεται ἐκ τῆς κολάσεως, ἀλλὰ καταδικάζει· ἡ ταπείνωσις δὲ καὶ ἡ ὑπακοή, ἀγάπη τε καὶ ὑπομονὴ καὶ μακροθυμία, ταῦτά εἰσι τὰ σῴζοντα ἄνθρωπον. Ἀδύνατον γὰρ ἄλλως εὐδοκιμῆσαι καὶ σωθῆναι, εἰ μὴ ἐν | |
τῷ μιμήσασθαι τὸν Κύριον ἐν παντί. Οὐκ ἠκούσατε λέγοντος αὐτοῦ· οὐκ ἦλθον | 290 | |
291 | διακονηθῆναι, ἀλλὰ διακονῆσαι· καὶ πάλιν· ἦλθον οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός· καὶ πάλιν· ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται, καὶ ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται; Οὐκ ἠκούσατε αὐτοῦ λέγοντος· μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν; Οὐκ | |
5 | ἠκούσατε, ὅτι καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ πῶς ἐπαγγέλ‐ λεται ἐλέγχειν κατὰ πρόσωπον; Οὐκ ἠκούσατε, ὅτι ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ σκότει ἐστίν; Οὐκ ἠκούσατε, ὅτι ὁ Διάβολος διὰ τὴν ὑπερηφανίαν ἐκ τῶν οὐρανῶν ἐξέπεσεν; Οὐκ ἠκούσατε, πῶς διὰ τὴν ἀντιλογίαν τὴν πρὸς τὸν Θεόν, ποίας καὶ πηλίκης δόξης ἐξέπεσεν; Οὐκ ἠκούσατε, πῶς δι’ ἕνα λόγον λοιδορίας | |
10 | ἐλεπρώθη Μαριὰμ ἡ ἀδελφὴ Μωσῆ; Διατί οὖν τοσούτων ὑποδειγμάτων ὄντων, ἡμεῖς ὡσεὶ ἀσπίδες τὰ ὦτα φράσσομεν, οὐ λέγω τὰ σωματικά, ἀλλὰ τὰ τῆς καρ‐ δίας ἡμῶν; Ταῦτα γὰρ ἀκούουσιν, ἀλλ’ ἐκεῖνα οὐ μνημονεύουσι. Διατί οὐ πι‐ | |
στεύομεν τῷ λέγοντι, ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει; | 291 | |
292 | Παρακαλῶ οὖν ὑμᾶς, τὸ ποίμνιον τὸ ἐκλεκτὸν τοῦ Χριστοῦ, νήψωμεν, ὡς καιρὸν ἔχομεν· σωφρονήσωμεν, ὥς ἐσμεν ἐν ἀνέσει, μήποτε αἰφνιδίως ἔλθῃ ἡ ὥρα ἐκείνη ἡ φρικτὴ καὶ ὀδυνηρά, καὶ πενθήσωμεν πικρῶς μετανοοῦντες ἀνόνητα. Νήψωμεν, ἵνα μὴ αἰσχυνθῶμεν τὴν αἰσχύνην ἐκείνην τὴν μεγάλην, ἐνώπιον Θεοῦ | |
5 | καὶ Ἀγγέλων καὶ ἀνθρώπων. Παυσώμεθα τῶν φιλονεικιῶν, καὶ μάλιστα ἡμεῖς οἱ ἀκμαζούσας ἔχοντες τὰς ἡλικίας. Ταπεινώθητε, ὅση δύναμις, ἵνα δυνηθῆτε κατα‐ λαβεῖν τὴν τελειότητα. Ἐπὶ τῶν πατέρων ἡμῶν ἄνεσιν εἶχον μᾶλλον οἱ καιροί. Καὶ μάθετε πόση ἦν παρ’ αὐτοῖς ἡ ἀκρίβεια, πόση ταπείνωσις καὶ εὐτέλεια, κα‐ κουχία τε καὶ ἐξουθένωσις· νυνὶ δὲ μέγας ὑπάρχει ὁ πόλεμος. Μὴ καταφρονεῖτε, | |
10 | μηδὲ νομίζετε πεφθακέναι εἰς τὴν τελειότητα. Πολλοῦ καμάτου χρεία εἰς τὸ σωθῆ‐ ναι, καὶ πολλοῦ αἰῶνος. Μὴ νομίσητε ὅτι τὸ ζώσασθαι βαθέα καὶ σύρειν τὰ ἱμά‐ τια ἐκεῖνό ἐστι τὸ μονάζειν, ἢ τὸ ἔχειν λαμπρὰς χεῖρας ἐκεῖνο σῴζει, ἢ τὸ εὐδιάλε‐ κτον εἶναι, ἢ ἑρμηνέα Γραφῶν, ἐκεῖνό ἐστι τελειότης, ἢ τὸ ξυρᾶσθαι τὰς κεφαλάς, | |
ἢ τὸ πάλιν τρίχας φιλοκαλεῖν, καὶ μὴ ἔχειν τὰς ἀναλόγους καὶ ἁρμοζούσας ἀρε‐ | 292 | |
293 | τάς. Οὐ τὸ σχῆμα σμικρύνων λέγω, μὴ γένοιτο· ἀλλ’ ὅτι τῷ σχήματι ὀφείλει ἐπακολουθεῖν ὁ τρόπος καὶ τὰ ἔργα. Σχῆμα γὰρ χωρὶς ἔργων οὐδέν ἐστι. Μὴ οὖν ἀμεριμνᾶτε, μηδὲ χαυνοῦσθε· πολλοῦ γὰρ κόπου χρεία τὴν νεότητα καὶ τὰς ὁρμὰς τοῦ σώματος χαλιναγωγῆσαι· εἰ γὰρ καὶ ἄχθεσθε ἐπὶ τοῖς λεγομένοις, | |
5 | ἀλλ’ ἐμὲ τοῦτο οὐ λυπεῖ· θέλω γὰρ ὑμᾶς καυτῆρας δέξασθαι, ἵνα τῆς σηπεδόνος ἀπαλλαγῆτε. Μηδὲ γάρ, ἐπειδὴ κρύπτετε ὑμῶν τὰ πάθη, οἴεσθε τὸν Θεὸν λαν‐ θάνειν· λέγω γὰρ ὑμῖν, ὅτι τὰ κρυφῇ παρ’ ὑμῶν γενόμενα, αἰσχρόν μοι τὸ δια‐ γράφειν. Εἰ γὰρ διαγράψω, οὐ στήσεσθε, ἀλλ’ ἀποφεύξεσθε! Διὸ δὴ παρακαλῶ ὑμᾶς, ταπεινώσατε ἑαυτοὺς τῇ ὑπακοῇ, τῇ ἀγάπῃ, τῇ εὐ‐ | |
10 | τελείᾳ, τῇ ἐξουδενώσει. Διὰ τούτων ὑποτάσσεσθε ἀλλήλοις καὶ ὑπείκετε ἑαυτοῖς τῇ νηστείᾳ ὁπλιζόμενοι, τῇ εὐχῇ, τῇ ἀγρυπνίᾳ. Μὴ εἰς τὸ φιλονεικεῖν δυνατοὶ καὶ εἰς τὴν ψαλμῳδίαν ἐκλελυμένοι· μὴ εἰς τοὺς λογισμοὺς ἄγρυπνοι καὶ ὡς θῆρες ἐμβλέποντες, καὶ ἐν τῇ εὐχῇ νυστάζοντες καὶ τοὺς ὀφθαλμοὺς καμμύοντες· μὴ εἰς τὴν ἀργολογίαν ἰσχυροὶ ὡς ταῦροι, καὶ εἰς τὴν τοῦ Θεοῦ δοξολογίαν ἀσθενεῖς | |
15 | ὥσπερ αἱ ἀλώπεκες· μὴ εἰς τὸ λογομαχεῖν ἀήττητοι, καὶ εἰς τὰ πνευματικὰ χα‐ | 293 |
294 | σμώμενοι· μὴ ἐν τῷ παίζειν ἱλαροί, καὶ ἐν τῷ νουθετεῖσθαι ὑμᾶς σκυθρωποί· μὴ τὴν ἡμέραν εἰς τὴν γαστριμαργίαν ὑγιεῖς, καὶ ἐν τῇ νυκτερινῇ εὐχῇ ἀσθενάριοι καὶ νωθεῖς· μὴ ἐν ταῖς συντυχίαις ἱταμοί, καὶ ἐν τοῖς ἔργοις ἐκλελυμένοι· μὴ ἐν τῷ ἐπιτάσσειν τίμιοι, καὶ ἐν τῷ ἐπιτάσσεσθαι ἄτιμοι· μὴ εἰς τὸ ὑπακούεσθαι | |
5 | ἡδεῖς, καὶ εἰς τὸ ὑπακούειν ἀηδιζόμενοι· μὴ εἰς τὸ ἐπιτάσσειν αὐστηροί, καὶ εἰς τὸ ἐπιτάσσεσθαι στυγνοί τε καὶ γόγγυσοι. Μὴ τὰ χειρίδια ἕως τῶν δακτύλων, καὶ αἱ γλῶσσαι ἕως αὐτοῦ τοῦ στήθους· μὴ εἰς τὴν τράπεζαν γοργοὶ καὶ πρόθυμοι, καὶ εἰς τὰ ἔργα ἀμελεῖς καὶ ἐκλελυμένοι· μὴ εἰς πολυφαγίαν δυνατοί, καὶ εἰς νη‐ στείαν ἀδύνατοι· μὴ εἰς οἰνοποσίαν χαίροντες, καὶ εἰς ὑδροποσίαν στυγνοί τε καὶ | |
10 | κατηφεῖς· μὴ εἰς τὸ περιβλέπεσθαι διεγηγερμένοι, καὶ εἰς τὸ διακρῖναί τι ἀγαθὸν ἐσκοτισμένοι· μὴ ἐνώπιον θηλειῶν σεμνοί, καὶ μετὰ τῶν ἀδελφῶν ἠγριωμένοι. Ἀλλὰ παρακαλῶ ὑμᾶς, τέκνα Θεοῦ ἠγαπημένα, τὸν ζῆλον τῶν καλῶν ἀναλά‐ βετε, εἴ τι σεμνόν, εἴ τι οἰκοδομῆς οἰκεῖον, εἴ τι εὔφημον· πρὸ πάντων τὴν ταπεί‐ | |
νωσιν, τὴν ἀγάπην, τὴν χρηστότητα, τὴν πρᾳότητα, τὴν ἐπιείκειαν, παραχω‐ | 294 | |
295 | ροῦντες ἀλλήλοις καὶ μὴ φιλονεικοῦντες εἰς οὐδὲν χρήσιμον. Τῇ νηστείᾳ καὶ τῇ προσευχῇ ἄοκνοι, ἵνα δυνηθῆτε τὰ τῆς σαρκὸς πάθη νικῆσαι· ἵνα μὴ διὰ τὰ μηδα‐ μινὰ πάθη τοσούτων ἀγαθῶν στερηθῶμεν. Μὴ τὰ πρόσκαιρα ζητοῦντες, τὴν ἀθά‐ νατον δόξαν ἀπολέσωμεν. Σπουδάσωμεν, παρακαλῶ, ὡς ἔτι ἐσμὲν ἐν σαρκί, τὰ | |
5 | ἀρεστὰ Κυρίῳ ἐργασώμεθα. Σπουδάσωμεν, ἐπειχθῶμεν, μέγας χειμὼν ἐπίκει‐ ται, μὴ ἀμεριμνήσωμεν. Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς τοὺς ὁρωμένους ἀνθρώπους, ἵνα διαβλεπόμενοι ἀσφαλισώμεθα. Ἀόρατοί εἰσιν οἱ πολεμοῦντες ἡμᾶς· διὰ τοῦτο καὶ μέγας ὁ κίνδυνος τοῖς ἀμελεστέροις, νικῶσι δὲ μεγάλη μισθαποδοσία. Δι’ ἐπινοιῶν οὖν νικήσωμεν καὶ ἀντιπαραταξώμεθα αὐτῷ· οἷόν τι λέγω· | |
10 | ἐὰν εἰς γαστριμαργίαν ἐρεθίσῃ, διὰ νηστείας πολεμήσωμεν· ἐὰν εἰς ἐπιθυμίαν γυ‐ ναικὸς ἡμᾶς γαργαλίζῃ, τῇ ὑπομονῇ χρησάμενοι κρατήσωμεν τῆς αἰσθήσεως καὶ παραχρῆμα φεύξεται· ἐὰν εἰς ὀργὴν ἡμᾶς διεγείρῃ, τὴν εἰρήνην ὁπλισώμεθα· ἐὰν θυμοῦσθαι ἡμᾶς παρασκευάσῃ, τὴν πρᾳότητα ἀναλάβωμεν· ἐὰν εἰς μῖσος ἐξάπτῃ, τῇ ἀγάπῃ κολληθῶμεν· ἐὰν εἰς τιμὴν ἐρεθίζῃ, τὴν ἐξουδένωσιν ἐπιδειξώμεθα· ἐὰν | |
15 | εἰς δόξαν, τὴν εὐτέλειαν ἀναλάβωμεν· ἐὰν εἰς ὕψος φαντάζῃ, τοῦ Κυρίου τὴν τα‐ | 295 |
296 | πείνωσιν διαγράψωμεν· ἐὰν εἰς ζῆλον πρὸς τὸν ἀδελφὸν ἐρεθίζῃ, ἐννοήσωμεν τὴν ἔκπτωσιν τοῦ Κάϊν· ἐὰν εἰς φθόνον, τὴν ἀπώλειαν τοῦ Ἠσαῦ· ἐὰν εἰς καταλαλιὰν κινῇ, τῇ σιωπῇ ἑαυτοὺς περιφράξωμεν. Ἐὰν γὰρ οὕτως αὐτῷ ἀντισταθῶμεν, φεύξεται καὶ οὐ στήσεται. Ἐπανελεύσεται δὲ ἡ χάρις. | |
5 | Πιστεύσατε, ἀδελφοί μου, ἀπὸ πάντων ὧν παρῄνεσα ὑμῖν φυλάττεσθαι, ἔνο‐ χος αὐτῶν εἰμι ἐγώ· ἀλλὰ κἂν ὑμεῖς καθαροὶ γένησθε, ἐγὼ γὰρ βεβορβόρωμαι ταῖς ἁμαρτίαις, ἀλλὰ σπουδάσατε διὰ τῆς καλῆς ὑμῶν μετανοίας κἀμὲ ἐξαγορά‐ σαι. Πιστεύσατε, ἀφ’ ὧν ἐλάλουν, οὐδὲν ἐφύλαξα· ἀλλ’ ὑμεῖς τῷ ἔργῳ κοσμήσατε τοὺς ἐμοὺς λόγους. Πιστεύω γὰρ ὑμᾶς ἀμώμους εὑρεθῆναι· ἐγὼ δὲ κατακέκρι‐ | |
10 | μαι ὑπὲρ ὧν λέγω καὶ οὐ ποιῶ. Μὴ οὖν ἀμελήσωμεν τῆς ἑαυτῶν σωτηρίας, μηδὲ ὡς ἐν παροιμίαις νομίσωμεν τὰ λεχθέντα· οὐδὲ γὰρ ἔξωθέν τι τῶν γε‐ γραμμένων παρεισηγάγομεν, ἀλλ’ οὐδὲ ψευδῆ τὰ ῥηθέντα. Γένοιτο δὲ πάντας ὑμᾶς δεξαμένους τὸν σπόρον τοῦ λόγου, ὥσπερ γῆν ἀγαθήν, καρποφορῆσαι· τὸν | |
μὲν τριάκοντα, τὸν δὲ ἑξήκοντα, τὸν δὲ ἑκατόν· ἵνα τοῖς καρποῖς κομοῦντες καὶ | 296 | |
297 | ταῖς ἀρεταῖς λαμπροφοροῦντες, εὐφρανῆτε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Καὶ αὐτὸς εὐφρανεῖ ὑμᾶς ἐν τῇ ἀναπαύσει τῆς βασιλείας αὐτοῦ εἰς τοὺς αἰῶνας | |
τῶν ἰώνων. Ἀμήν. | 297 |