TLG 4138 006 :: EPHRAEM SYRUS :: Ad imitationem proverbiorum

EPHRAEM SYRUS Theol., vel Ephraem Graecus
(Syrus: A.D. 4)

Ad imitationem proverbiorum

Source: Phrantzoles, Konstantinos G. (ed.), Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα, vol. 1. Thessalonica: Το περιβόλι της Παναγίας, 1988 (repr. Thessalonica: Το περιβόλι της Παναγίας, 1995): 185–280.

Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 1 Rome (1732) 70d–111c.

Citation: Page — (line)

185

(t)

Κατὰ μίμησιν τῶν Παροιμιῶν
1 Ὁ πιστεύων εἰς τὸν Υἱὸν τοῦ Θεοῦ ἔχει ζωὴν αἰώνιον· ὁ πιστεύων εἰς τὸν Υἱὸν τοῦ Θεοῦ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ· κἂν διὰ πυρὸς διέλθῃ, φλὸξ οὐ κατακαύσει αὐτόν. Ὁ πιστεύων εἰς τὸν Υἱὸν τοῦ Θεοῦ, καθὼς εἴρηκεν ἡ Γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Ξύλα πολλὰ αὔ‐
5ξει φλόγα, καὶ φόβος Θεοῦ πληθύνει γνῶσιν ἐν καρδίᾳ ἀνδρός, ἐργασία δὲ βεβαιοῖ γνῶσιν. Νῆφε σφόδρα ἐν τῷ σὲ σπείρειν τὸν σπόρον τοῦ Κυρίου σου, μήποτε ὁ Ἐχθρὸς τὰ ζιζάνια συμμίξει· ὅτι τῶν ἰδίων ἔθος γὰρ αὐτῷ ἐστι διὰ τοῦ ἀγαθοῦ τὸ κακὸν κατεργάζεσθαι. Παρὰ Κυρίου ζητήσωμεν χάριν, ἵνα ἡμῖν δωρήσηται
γνῶσιν καὶ σύνεσιν τοῦ νήφειν ἐν πᾶσι.185

186

Κάμινος δοκιμάζει ἀργύριον καὶ χρυσίον, καὶ φόβος Κυρίου διαλογισμοὺς τῶν ἀγαπώντων αὐτόν. Ὥσπερ τεχνίτης παρακαθήμενος ἄκμονι καὶ ἀπαλλάσ‐ σων εὔχρηστα σκεύη, οὕτω φόβος Θεοῦ περικαθαίρει πᾶν ἐνθύμημα πονηρὸν ἀπὸ καρδίας, καὶ ἐξάγει μετὰ γνώσεως ῥήματα. Τῷ διδόντι φόβον αὐτοῦ εἰς τὰς καρ‐
5δίας ἡμῶν δῶμεν δόξαν· αὐτὸς γάρ ἐστιν ὁ διδάσκων ἄνθρωπον γνῶσιν. Ἀρχὴ σοφίας φόβος Κυρίου, σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν. Εὐσέβεια δὲ εἰς Θεόν, ἀρχὴ αἰσθήσεως. Σοφὸς τηρήσει ἐντολὰς Χριστοῦ, καὶ ὁ πορευόμενος ἐν αὐταῖς οὐ καταισχυνθήσεται εἰς τὸν αἰῶνα. Ὁ δὲ ἐγκαταλιπὼν αὐτὰς ἄφρων, καὶ ματαία ἡ ἐλπὶς αὐτοῦ· ὁ δὲ τηρῶν αὐτὰς ἐν ἀληθείᾳ μεταβέβηκεν ἐκ τοῦ θανάτου
10εἰς τὴν ζωήν. Εἰς τὸν αἰῶνα οὐκ ὄψεται σκότος, καὶ ἐν ἡμέρᾳ τελευτῆς αὐτοῦ εὑρήσει χάριν. Ἄγγελοι πιστοὶ ὁδηγήσουσι τὴν ψυχὴν αὐτοῦ, καὶ ἐπὶ τὴν ἀσά‐ λευτον πέτραν ὁ θεμέλιος αὐτοῦ ἔσται, καὶ κληρονόμος τῆς αἰωνίου ζωῆς γενή‐ σεται. Οὗτος μακαριστός, ὅτι ἔγνω τοῦ ποιεῖν τὸ θέλημα τοῦ ποιήσαντος αὐτόν.
Σάλπιγγος σημαινούσης, στρατὸς παρασκευάζεται εἰς πόλεμον· ἀλλ’ ἐν186

187

καιρῷ ἀγῶνος οὐ πάντες μαχηταί. Πολλοὶ μοναχοὶ τῷ σχήματι, ὀλίγοι δὲ ἀγω‐ νισταί. Ἐν καιρῷ δὲ πειρασμοῦ ἡ δοκιμὴ τοῦ μοναχοῦ ἀποφαίνεται. Πρὸ τελευ‐ τῆς μὴ μακάριζε μηδένα καὶ πρὸ θανάτου μὴ ἀπελπίσῃς τινά. Μηδὲ λέγε σεαυτὸν δίκαιον καὶ ἄμεμπτον ἔναντι Κυρίου, ἃ γὰρ σὺ ἐπελάθου, Θεῷ πεφανέρωται. Πι‐
5στεύειν δὲ δεῖ ὅτι, ἐὰν ὑπομείνωμεν αὐτόν, ἔστι καρπὸς τῇ ἐργασίᾳ ἡμῶν. Θέλω πρακτικὸς εἶναι καὶ ἐπίσημος ἐν τοῖς ἀδελφοῖς ἢ παραβαίνειν ἐντολὰς καὶ εἶναι αὐτοῖς βδελυκτός. Ὁ μεμαθηκὼς πᾶσαν Γραφὴν καὶ παρορῶν τὰς ἐντολὰς τοῦ Χριστοῦ δαρήσεται πολλά, ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Κυρίου, οὗτος τέλειος ἀνὴρ λογισθήσεται. Οὐχ ὁ τόπος ἀνδρὶ τελείῳ, ἀλλὰ διάκρισις· τοῖς δὲ ἀσθενεστέροις
10εὐκανόνιστος τόπος χρή. Καὶ τίς ὁ τέλειος ἀνήρ; Ὁ ἀγαπῶν τὸν Κύριον ἐν ἀλη‐ θείᾳ, καὶ τὸν πλησίον αὐτοῦ ὡς ἑαυτόν.
12tΠερὶ φόβου τοῦ Θεοῦ
13Φοβοῦ τὸν Κύριον καὶ εὑρήσεις χάριν· φόβος γὰρ Κυρίου γεννᾷ τρόπους καὶ187

188

ἔθη, δι’ ὧν συνίστανται αἱ ἀρεταί· ἡ δὲ ἀφοβία τίκτει ζῆλον πικρὸν καὶ ἐριθείαν, καὶ τὰ ὅμοια τούτων. Φόβος Κυρίου πηγὴ ζωῆς· φόβος Κυρίου ὀχύρωμα ψυχῆς· φόβος Κυρίου κατορθοῖ νοῦν νοερόν· φόβος Κυρίου φυλακτήριον ψυχῆς· φόβος Κυρίου δώσει χάριν ἐν πάσῃ ἀναστροφῇ φοβουμένῳ τὸν Κύριον· φόβος Κυρίου
5κυβερνήτης ψυχῆς· φόβος Κυρίου φωτίζει ψυχήν· φόβος Κυρίου τήκει πονηρίαν· φόβος Κυρίου μειοῖ πάθη· φόβος Κυρίου αὔξει ἀγάπην· φόβος Κυρίου ξηραίνει πᾶσαν ἐπιθυμίαν κακήν· φόβος Κυρίου κόπτει ἡδονήν· φόβος Κυρίου παιδευτήριον τῆς ψυχῆς, καὶ ἐλπίδας ἀγαθὰς εὐαγγελίζεται αὐτῇ· φόβος Κυρίου βραβεύει εἰρή‐ νην· φόβος Κυρίου ἐμπλήσει ψυχὴν νοεροῦ ἁγίου, καὶ σκῆπτρον βασιλείας οὐρα‐
10νῶν ἐπιδώσει αὐτῇ. Οὐκ ἔστιν ἐν ἀνθρώποις μείζων τοῦ φοβουμένου τὸν Κύριον. Ὁ φοβούμενος τὸν Κύριον ἔοικε φωτὶ ὁδηγοῦντι πολλοὺς εἰς ὁδὸν σωτηρίας· ὁ φοβούμενος τὸν Κύριον ἔοικε πόλει τετειχισμένῃ ἐπάνω ὄρους κειμένῃ, καὶ ἀπὸ
προσώπου αὐτοῦ φρίξουσι πονηροὶ δαίμονες. Ψυχὴ φοβουμένη τὸν Κύριον μακα‐188

189

ριστή, ὅτι ἐνώπιον ἑαυτῆς προορᾷ τὸν δίκαιον Κριτὴν διαπαντός. Ἐὰν φοβῇ τὸν Κύριον, τήρησον τὰς ἐντολὰς αὐτοῦ, καὶ οὐ καταισχυνθήσῃ. Ἔστιν ἐγκαταλιμπάνων τόπον ἕνεκεν ἀρετῆς· καὶ ἔστιν ἐγκαταλιμπάνων τόπον χάριν ἀργίας καὶ ἀνυποταγῆς· καὶ ἔστι διώκων διὰ κληρονομίαν. Ἔστιν
5ἐξερευνῶν πολλὰ θέλων μαθεῖν σοφίαν, καὶ ἔστιν ἐξερευνῶν πολλὰ χάριν κενο‐ δοξίας· ἔστι τρέχων καὶ ἀγωνιζόμενος ἕνεκεν ἀγάπης Χριστοῦ, καὶ ἔστι τρέχων καὶ ἀγωνιζόμενος ἕνεκεν κενοδοξίας. Ἔστιν ὑποτασσόμενος ἕνεκεν ἐντολῆς Χρι‐ στοῦ, καὶ ἔστιν ὑποτασσόμενος βαθμοῦ καὶ αἰσχροῦ κέρδους χάριν. Ἔστιν ἐγκω‐ μιάζων τὸν πλησίον ἕνεκεν ἀνθρωπαρεσκείας, καὶ ἔστιν ἐγκωμιάζων τὸν πλησίον
10ἕνεκεν ἐντολῆς Χριστοῦ, καὶ ἔστι καταβάλλων τὸν πλησίον ἕνεκεν γαστριμαρ‐ γίας. Ἔστι ταπεινῶν ἑαυτὸν ἕνεκεν ἐντολῆς Χριστοῦ, καὶ ἔστι καταβάλλων ἑαυτὸν ἀπὸ ἀφροσύνης. Ἔστιν ἐργαζόμενος σφοδρῶς χάριν φιλαργυρίας, καὶ
ἔστιν ἐργαζόμενος πολλὰ περὶ φιλευποιΐας. Ἔστιν ἐργαζόμενος, ὅτε οὐ δεῖ, καὶ189

190

ἐν καιρῷ τοῦ ἔργου οὐκ ἐργάζεται. Ἔστι ψάλλων καὶ κράζων, ὅτε οὐ δεῖ, καὶ ἐν καιρῷ ψαλμῳδίας σιγᾷ, ἢ τῷ πλησίον ἀργολογεῖ. Ἔστιν ἀγρυπνῶν, ὅτε οὐ δεῖ, καὶ ἐν καιρῷ ἀγρυπνίας γογγύζει. Γέγραπται· ᾅδης καὶ ἀπώλεια φανερὰ παρὰ Κυρίῳ· πῶς οὐχὶ καὶ αἱ καρδίαι τῶν ἀνθρώπων; Ἀρχὴ ἀγαθῆς πολιτείας δά‐
5κρυα ἐν προσευχῇ· τὸ δὲ ἀκροᾶσθαι θείας Γραφὰς φρονήσεως δικαίας. Μύριοι βί‐ βλοι ἐν ὠσὶν ἀφρόνων, ὡς οὐδὲν ἡγοῦνται· καὶ τίς ἄφρων, ἀλλ’ ἢ ὁ καταφρονῶν τοῦ φόβου Κυρίου; Γέγραπται· καρδία δὲ σοφοῦ δέξεται ἐντολάς· δίδου σοφῷ ἀφορμὴν καὶ σοφώτερος ἔσται· γνώριζε δικαίῳ καὶ προσθήσει τοῦ δέχεσθαι. Υἱὸς πεπαιδευμένος σοφὸς ἔσται· τῷ δὲ ἄφρονι διακόνῳ χρήσεται. Πλούτου ὀκνηροὶ
10ἐνδεεῖς γίνονται· οἱ δὲ ἀνδρεῖοι ἐρείδονται πλούτῳ. Σοφὸς φοβηθεὶς ἐξέκλινεν ἀπὸ κακοῦ· ὁ δὲ ἄφρων ἑαυτῷ πεποιθὼς μίγνυται ἀνόμοις. Ὀξύθυμος πράσσει μετ’
ἀβουλίας· ἀνὴρ δὲ φρόνιμος πολλὰ ὑποφέρει. Τίμα τὸν Κύριον καὶ εὔοδοι ἔσονται190

191

αἱ ὁδοί σου. Τίμα ἱερέα καὶ πρεσβύτην, ἵνα ἔλθῃ ἐπὶ σὲ εὐλογία στόματος αὐτῶν. Τίμα γέροντας ὡς πολλὰ τῷ Χριστῷ δουλεύσαντας. Τίμα ἀδελφούς σου ὡς δού‐ λους Χριστοῦ, ὅπως ἀγαπηθήσῃ ὑπ’ αὐτῶν. Ἀδελφέ, ἐὰν ἀγαπήσῃς τὴν ἡσυχίαν, διανύσεις τὸν πλοῦν σου ἐν γαληνότητι.
5Ὃς φεύγει τὴν ἡσυχίαν τοῦ κελλίου αὐτοῦ, φαντάζεται τὰ γήϊνα· ὁ δὲ ἐπιμελού‐ μενος τῆς ἔνδον ἐργασίας ὀρέγεται τὰ ἡτοιμασμένα τοῖς ἁγίοις ἐν τοῖς οὐρανοῖς. Προγινώσκει Κύριος ἐνθύμησιν μοναχοῦ ἐπιθυμοῦντος ἱερωσύνην· ἱερωσύνη δὲ μέγας βαθμός, ἐὰν τελῆται ἀσπίλως. Βασιλεὺς φιλόχριστος μακαριστός· κατα‐ λείψει γὰρ εἰς εὐλογίας τὸ μνημόσυνον αὐτοῦ καὶ ὁ ἔπαινος αὐτοῦ ἐν οὐρανῷ καὶ
10ἐπὶ γῆς. Βασιλεὺς ἄπιστος οὐκ ἔγνω σοφίαν ἐν ζωῇ αὐτοῦ· καὶ τελευτήσας κατέ‐ λιπεν εἰς κατάρας τὸ μνημόσυνον αὐτοῦ, καὶ τὸ ὄνειδος αὐτοῦ οὐκ ἐξαλειφθήσεται εἰς τὸν αἰῶνα· τοῦ δὲ πιστοῦ ὁ θρόνος εἰς τὸν αἰῶνα κατορθούμενος. Κριτὴς δίκαιος ζητηθήσεται καὶ στόματα δικαίων εὐλογήσουσιν αὐτόν, ὁ δὲ ἄδικος οὐ
κατελεήσει ψυχὴν αὐτοῦ· οὐ γὰρ ποιήσει κρῖμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. Γέ‐191

192

γραπται· ὁ συκοφαντῶν πένητα πολλὰ ποιεῖ τὰ ἑαυτοῦ κακά. Μὴ ἀποβιάζου πέ‐ νητα, πτωχὸς γάρ ἐστι· καὶ μὴ ἀτιμάσῃς ἀσθενῆ ἐν πύλῃ, ὁ γὰρ Κύριος κρινεῖ αὐτοῦ τὴν κρίσιν· γέγραπται γάρ· ῥῦσαι ἀπαγομένους εἰς θάνατον, καὶ μὴ παρα‐ δῷς οἰκέτην εἰς χεῖρας δεσπότου, μήποτε καταράσηταί σε, καὶ ἀφανισθῇς. Γέγρα‐
5πται· ὁ ἐπιχαίρων ἀπολλυμένοις οὐκ ἀθωωθήσεται, ὁ δὲ ἐπισπλαγχνιζόμενος εὐλογηθήσεται. Τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων· τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός. Δανείζει Θεῷ ὁ ἐλεῶν πτωχόν, κατὰ δὲ τὸ δόμα αὐτοῦ ἀνταποδώσει αὐτῷ. Γέγραπται· στάθμιον μέγα καὶ μικρόν, καὶ μέτρα δισσά, ἀκάθαρτα παρὰ Κυρίῳ ἀμφότερα. Ὁ ὀρύσσων βόθρον τῷ πλησίον, ἐμπεσεῖται ἐν αὐτῷ. Φοβοῦ
10δὲ τὸν Κύριον καὶ ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεταί σε. Βασιλεὺς εὐσεβὴς ἐπιμελήσεται ὅρμων καὶ λιμένων θαλάσσης, καὶ ὁ ἔμπειρος ἐν συνέσει οὐκ ἀμελήσει ὀχυρω‐
μάτων ἐν ὁρίοις αὐτοῦ· ταῦτα δὲ ἀμφότερα ἀνατέλλει ἐν καρδίᾳ βασιλέως διὰ τῆς192

193

πολυπειρίας καὶ φιλανθρωπίας. Πιστὸς βασιλεὺς μνείαν ἔχει διαπαντὸς τῆς αἰω‐ νίου κρίσεως, καὶ ὁ μεμνημένος τοῦ δικαίου Κριτοῦ οὐκ ἐπιλήσεται εὐλυσίας ψυχῶν τῶν ἐν ἀνάγκαις καὶ στενοχωρίαις, τῶν ἐν φυλακαῖς καὶ ἐξορίαις συνε‐ χομένων. Μακάριος ἀνὴρ ὁ κτησάμενος ἐν τῇ προσκαίρῳ ἐξουσίᾳ τὴν μένουσαν
5δόξαν· ὁ γὰρ σήμερον βασιλεύς, αὔριον τελευτήσει, ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Δόκιμος ἰατρὸς ἐκ τῆς πείρας τῶν πραγμάτων καθί‐ σταται. Ἡ πολλὴ τρυφὴ τίκτει πάθη καὶ ἀρρωστήματα, ἡ δὲ ἐπίπονος ἐργασία πρὸς μὲν τὸ παρὸν κάματον ἔχει, μετὰ δὲ τὸν κάματον ὑγιείαν καὶ εὐεξίαν. Μὴ ἐπιθύμει κρέα, μοναχέ, καὶ μὴ πίνε οἶνον εἰς μέθην, ἵνα μὴ παχυνθῇ σου
10ἡ διάνοια, καὶ μέριμναι βιωτικαὶ οὐκ ἐκλείψουσιν ἀπὸ σοῦ. Περίκειρον φοίνικα καὶ δώσει εἰς ὕψος· καὶ ψυχὴν ἀπὸ μεριμνῶν βιωτικῶν, καὶ δώσει εἰς ἀρετήν. Ὁ λοιδορούμενος ἢ καὶ ἀδικούμενος καὶ ἐχόμενος, ὅμοιός ἐστι τῷ κατακλείσαντι ἐν
ζώγρῳ λέοντα· ὁ δὲ ἀντιμαχόμενος ἔοικε τῷ λυμαινομένῳ ἑαυτόν. Ἀπαντᾶν πρὸ193

194

πάντων εἰς τὴν σύναξιν καλόν· καταλιπεῖν δὲ τὴν σύναξιν πρὸ ἀπολύσεως δίχα ἀνάγκης οὐ καλόν. Ἔκδεξαι, ἀδελφέ, καὶ ἄκουε τῶν θείων Γραφῶν ὅπως ὠφε‐ ληθῇς. Ὃν τρόπον γὰρ ἐν καύματι ἀνδρὶ ὁδοιπόρῳ ποτήριον ψυχρὸν προσηνές, οὕτω θεῖοι λόγοι δροσίζουσι ψυχήν. Ἐὰν βούλῃ ἀκούειν, ἔκδεξαι· καὶ ἐὰν ἀκού‐
5σῃς, σοφὸς ἔσῃ· εἰ δὲ τὴν ὑπομονὴν τοῦ ἀκοῦσαι τὸν λόγον βαρέως φέρεις, πόσῳ μᾶλλον τὴν πρᾶξιν. Ἐντεῦθεν τοιγαροῦν ἐπίγνωθι σεαυτόν, ὅτι ἀμελὴς ὑπάρχεις, ὃν τρόπον κἀγώ. Εἰσιόντων δὲ ἡμῶν εἰς οἶκον Θεοῦ, μὴ μετεωρισθῶμεν· ἀλλὰ σχολαζέτω ὁ ἔσω ἡμῶν ἄνθρωπος εἰς θεωρίαν καὶ προσευχήν. Προσευχόμενοι δὲ εἴπωμεν τό,
10Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, μήποτε ἄλλοτε οἱ λογισμοὶ ἐκταράξωσιν ἡμῶν τὴν διάνοιαν. Ἱστάμενος δὲ ἐν προσευχῇ γνῶθι τίνι παρίστασαι· καὶ ἔστω ἡ ψυχή σου καὶ ἡ καρδία σου ὅλη πρὸς αὐτόν. Νόει ὃ λέγω· ἐὰν λαβὼν ἀνὴρ ἔνδεσμον ἀργυρίου ἐν τῇ χειρὶ αὐτοῦ, καὶ πορευθῇ εἰς πανηγύριον, θέλων βόας ἀγοράσαι,
μὴ χοίρους κατανοεῖ; Εἰ δὲ καὶ ὄνους βούλεται ἀγοράσαι, μὴ κύνας καταμανθάνει;194

195

Οὐχὶ πᾶσα ἡ ἔννοια αὐτοῦ ἔγκειται, οἷς ἐπιθυμεῖ, μήποτε χλευασθεὶς καὶ τὰ ἐν χερσὶν ἀπολέσῃ διακενῆς; Εἰ δὲ καὶ ὁ ἔγγιστά σου ἑστὼς ἀδελφὸς ἀσθενὴς ὑπάρ‐ χει τῷ σώματι, καὶ συμβῇ βήσσειν ἢ πολλὰ πτύειν, μὴ σαίνου ἀπ’ αὐτοῦ· ἀλλὰ μνήσθητι, ὅτι πολλοὶ ἑαυτοὺς ἔδωκαν ἀρρώστοις τε καὶ λελωβημένοις ὑπηρετεῖν.
5Ἐὰν ᾖς ὑγιὴς τῷ σώματι, μὴ ἐπαίρου, ἀλλὰ φοβοῦ· ὥσπερ γὰρ κιθάρα πολύ‐ χορδος ἐν χειρὶ ἀνδρός, οὕτω πᾶσα σὰρξ ἐν χειρὶ Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν. Γέγραπται· πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν κακῶν προσδέχονται κακά, οἱ δὲ ἀγαθοὶ ἡσυχάζουσι διαπαντός. Ὁδοὶ ζωῆς διανοήματα συνετοῦ, ἵνα ἐκκλί‐ νας ἐκ τοῦ ᾅδου σωθῇ. Γέγραπται· οὐκ ἀγαπήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας
10αὐτόν, μετὰ δὲ σοφῶν οὐχ ὁμιλήσει· ὁ ἀτιμάζων πένητα ἁμαρτάνει, ἐλεῶν δὲ πτωχοὺς μακαριστός. Γέγραπται· ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς· ἐν δὲ τῷ ὑποσκελίσματι αὐτοῦ μὴ ἐπαίρου· ὅτι ὄψεται Κύριος καὶ οὐκ ἀρέσει αὐτῷ, καὶ
ἀποστρέψει τὸν θυμὸν αὐτοῦ ἀπ’ αὐτοῦ. Ὃς φράσσει τὰ ὦτα αὐτοῦ τοῦ μὴ ἀκοῦσαι195

196

ἀσθενοῦς, καὶ αὐτὸς ἐπικαλέσεται, καὶ οὐκ ἔσται ὁ εἰσακούων. Μὴ καυχῶ τὰ εἰς αὔριον, οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα. Μὴ ποίῃ κακά, καὶ οὐ μή σε κατα‐ λάβῃ κακά. Μὴ ἀγάπα καταλαλεῖν, ἵνα μὴ ἐξαρθῇς. Γέγραπται· ὃς ἀποκρίνεται λόγον πρὶν ἀκοῦσαι, ἀφροσύνη αὐτῷ ἐστι καὶ ὄνειδος. Οὐκ εὐφραίνεται πατὴρ ἐπὶ
5υἱῷ ἀπαιδεύτῳ, υἱὸς δὲ παιδευόμενος σοφὸς ἔσται. Οὐκ ἐν πολυμαθίᾳ γραμμάτων σοφία, ἀλλά, καθὼς γέγραπται, ἀρχὴ σοφίας φόβος Κυρίου· τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς. Πίστις τίκτει διάνοιαν ἀγαθήν, διάνοια δὲ ἀγαθὴ ποταμὸς ὕδατος ζῶντος· καὶ ὁ κτησάμενος αὐτὴν ἐμπλησθήσεται τῶν ὑδάτων αὐτῆς. Ἄτερ ἐλαίου οὐ καύσει λύχνος, καὶ δίχα πίστεως κτᾶται αὐτὴν οὐδείς. Γέγραπται· ὃς
10ἀπωθεῖται παιδείαν μισεῖ ἑαυτόν, ὁ δὲ τηρῶν ἐλέγχους ἀγαπᾷ τὴν ἑαυτοῦ ψυχήν.
Μὴ πρόσπιπτε εἰς μάχην ταχέως, ἵνα μὴ μεταμεληθῇς ἐπ’ ἐσχάτων σου. Αἱρε‐196

197

τώτερον ὄνομα καλὸν ἢ πλοῦτος πολύς, ὑπὲρ δὲ ἀργύριον καὶ χρυσίον χάρις ἀγαθή. Ἄτερ ὑπομονῆς οὐκ οἰκοδομηθήσεται πύργος, καὶ δίχα γνώσεως οὐ κα‐ τορθοῦται ἀρετή. Οὐκ ἔστι σταθμὸς τῇ ὑπομονῇ, ἐὰν συγκεκέρασται τῇ ταπεινο‐ φροσύνῃ. Χάρισμα ὑπομονῆς παρὰ Κυρίου, καὶ τοῖς ἀγαπῶσιν αὐτὸν δωρεῖται
5αὐτήν, καὶ οἱ κρατοῦντες αὐτὴν ῥυσθήσονται ἐκ πολλῶν θλίψεων. Ἄφρων πλη‐ θύνει λόγους, φειδόμενος δὲ χειλέων νοήμων ἔσται. Φρόνιμος μοναχὸς ἀπο‐ στελλόμενος εἰς διακόνημα, οἱ ὁρῶντες αὐτὸν δώσουσι τῷ Κυρίῳ δόξαν· ὁ δὲ ἄφρων καὶ μέθυσος ἀσχημονεῖ ἐν ταῖς κώμαις αἰσχρῶς· οὗτος καταισχυνεῖ ἡγού‐ μενον καὶ ἀδελφούς. Ἀφοβία τίκτει λογισμὸν νεότητος· φόβος δὲ Κυρίου καὶ τοὺς
10νέους γέροντας ἀπεργάζεται. Τίμα τὸν Κύριον καὶ μὴ σκανδάλιζε κοσμικόν. Μί‐ μησαι τὸν προφήτην Σαμουήλ, ὅτι καὶ Θεῷ εὐηρέστησε καὶ ἀνθρώπους ᾠκοδό‐ μησεν· οἱ δὲ υἱοὶ τῆς ἀφοβίας ἐν ῥομφαίᾳ ἔπεσον. Νεωτέρῳ τολμηρῷ μὴ δῷς
θάρσος, καὶ γέροντι πράττειν τὰ μὴ καθήκοντα· ὁ γὰρ φοβούμενος τὸν Κύριον197

198

φροντίσει τοῦ λαοῦ αὐτοῦ. Εὐλάβεια ἐν ταπεινοφροσύνῃ καὶ ἀγάπῃ ὑψοῖ κεφαλὴν μοναχοῦ, καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτοῦ ἀναλάμψει. Μῖσος ἢ φθόνος κεκρυμμέ‐ νος ἐν τῇ εὐλαβείᾳ ὕδωρ ἐστὶ πικρὸν ἐν χρυσείοις σκεύεσιν· ἔμβαλαι εἰς αὐτὸ ξύλον τῆς ζωῆς καὶ γλυκανθήσεται· ἀπὸ γὰρ ξύλου ἐγλυκάνθη ὕδωρ, καὶ πᾶσα ἡ ἐπι‐
5βουλὴ τοῦ δολίου ἠφανίσθη διὰ τοῦ σταυροῦ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀγάπη φωτιεῖ ὀφθαλμοὺς διανοίας, ὁ δὲ ἀγαπῶν ἔχθραν καὶ ἔριν ὅμοιός ἐστι τῷ ἐπιβάλλοντι συνεχῶς τὴν ἑαυτοῦ χεῖρα ἐπὶ τρώγλην ἀσπίδων. Ὥσπερ σκώληξ εἰς ξύλον, οὕτω κενοδοξία εἰς μοναχόν· καὶ ὥσπερ σὴς ἐν ἱματίοις, οὕτω πάθος φι‐ λαργυρίας ἐν καρδίᾳ ἀνθρώπου. Μὴ ὑψώσῃς σεαυτόν, ἵνα μὴ πέσῃς καὶ ἐπα‐
10γάγῃς τῇ ψυχῇ σου ἀτιμίαν. Ἀναλαμβάνων γὰρ πραεῖς ὁ Κύριος, ταπεινῶν δὲ ἁμαρτωλοὺς ἕως γῆς. Ὁ ὑψῶν ἑαυτὸν περιποιεῖται ἑαυτῷ ἀτιμίαν· ὁ δὲ δουλεύων τῷ πλησίον ἐν ταπεινοφροσύνῃ, δοξασθήσεται. Ὁ ἐπισπλαγχνιζόμενος τῷ πλη‐
σίον ἐν ἡμέρᾳ θλίψεως, ἐπισπλαγχνισθήσεται Κύριος διαπαντός· ἐλεημοσύνη γὰρ198

199

ἀνδρὸς σφραγὶς μετ’ αὐτοῦ. Ἔστιν ἀνὴρ καὶ ἐν τῷ μηδὲν ἐξουσιάζειν, πραῢς καὶ ἐλεήμων ἀποφαίνεται· εἶτα ἔτυχεν ἐξουσίας, πρόθυμος ἀποκαθίσταται κελεύειν καὶ προστάσσειν ἀδιακρίτως· ἐὰν δὲ ἀφαιρεθῇ ἀφ’ αὑτοῦ, τὰ προσταχθέντα οὐ δύ‐ ναται· οὗτος, ὡς ἄσοφος, οὐκ ἐπέγνω τὴν ἑαυτοῦ ἀσθένειαν.
5 Ἀδελφέ, ἐν πᾶσι τοῖς ἔργοις σου τὰ ἔσχατά σου μιμνῄσκου, καὶ εἰς τὸν αἰῶνα οὐχ ἁμαρτήσεις. Μὴ ἀλαζονεύου, μηδὲ πλατύνου, ἀλλὰ ταπείνου σεαυτόν· ἡ γὰρ ἐκδίκησις ἀσεβῶν πῦρ καὶ σκώληξ. Κτῆσαι φόβον Θεοῦ, ὅπως καὶ οἱ δαίμο‐ νες φοβηθήσονταί σε. Τὰ ἐπίπλαστα ἀεὶ μάταια. Ἐὰν πάντες κελεύειν θέλωμεν καὶ ἄρχειν, τίς ὁ ὑποτασσόμενος ἢ τίς ὁ ὑπακούων; Ἐὰν πάντες τιμῆς ὀρεγώμεθα,
10τίς ὁ ἀπονέμων τιμήν; Ἀνὴρ σοφὸς παραιτεῖται τοῦ κελεύειν ἢ τοῦ κελεύεσθαι, ἀποπληρῶν τὴν ἐντολὴν τοῦ εἰπόντος· ὃς ἐὰν θέλῃ μέγας γενέσθαι ἐν ὑμῖν, ἔστω ὑμῶν διάκονος, καὶ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν πρῶτος εἶναι, ἔστω ὑμῶν δοῦλος· ὥσπερ γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι καὶ δοῦναι
τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. Ἡγούμενόν σε κατέστησαν; Μὴ ἐπαίρου,199

200

γενοῦ δὲ ἐν αὐτοῖς εἷς ἐξ αὐτῶν, ἀναλογίζου δὲ τοὺς προτέρους σου πόνους, καὶ γνῶθι ὅτι ἐν τοῖς αὐτοῖς πόνοις ἀναστρέφονται, καὶ μὴ ἀμέλει αὐτῶν· ἀλλ’ ἐπι‐ μελοῦ. Γέγραπται· ἐν πολλῷ ἔθνει δόξα βασιλέως, ἐν δὲ ἐκλείψει λαοῦ συντριβὴ δυνάστου. Ἀνὴρ μακρόθυμος πολὺς ἐν φρονήσει, ὁ δὲ ὀλιγόψυχος ἰσχυρῶς ἄφρων.
5Εὐχόμεθα ἀξιωθῆναι χαρίσματος, καὶ ἐν τῷ ἡμᾶς ἀξιωθῆναι καταφρονοῦμεν. Ὁ ἐπιμελούμενος ἀδελφοῦ αὐτοῦ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, εὐάρεστος Κυρίῳ ἡ ψυχὴ αὐτοῦ ἔσται· ὁ δὲ καταφρονῶν τῆς ζωῆς αὐτοῦ ἁμαρτάνει Θεῷ. Μὴ εὐφραίνου ἐπὶ ἀπαιδευσίᾳ ἀδελφοῦ σου, οὐ γάρ ἐστι δόξα πρὸς ἀτιμίαν. Ἐπὶ προ‐ κοπῇ ἀδελφῶν σου μὴ φθόνει· λέγει γὰρ ἡ Γραφή· μείζονα τούτου οὐκ ἔχω χαράν,
10ἵνα ἀκούω τὰ ἐμὰ τέκνα περιπατοῦντα ἐν ἀληθείᾳ. Γέγραπται· οἷς μὴ ὑπάρχει
κυβέρνησις, πίπτουσιν ὥσπερ φύλλα· σωτηρία δὲ ὑπάρχει ἐν πολλῇ βουλῇ. Ἐάν‐200

201

περ ἐστὶ γνωστικὸς ἀδελφός, μὴ λυπήσῃς τὸ πνεῦμα αὐτοῦ, ἐὰν πορεύηται ὁσίως. Ὥσπερ γὰρ Ἰακὼβ Λάβαν τῷ Σύρῳ, οὕτω προόρα σὸν πρόσωπον πρὸς σεαυτόν. Γνωστικὸν σεαυτὸν ἀποκαλεῖς; Ἐκ τῶν ἔργων σου ἐπίγνωθι σεαυτόν· ὥσπερ γὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν, οὕτω καὶ ἡ γνῶσις χωρὶς ἐργασίας ἀργή
5ἐστι. Σημεῖον ἐναρέτου βίου ἐπὶ νεωτέρῳ μοναχῷ ἀπέχεσθαι ἐκ τῆς πολυοινίας καὶ τῆς πολυλογίας ἐν ταπεινοφροσύνῃ· ὁ δὲ ἀγαπῶν ταῦτα οὐ τελέσει βίον ἐνάρετον. Μὴ βιάζου σὸν ἀδελφὸν πίνειν οἶνον εἰς μέθην, κἂν διὰ χρόνου ἐγεύσατο· ἐν πολλῷ γὰρ χρόνῳ κατασκευάζεται ναῦς, καὶ ῥοπῇ προσκρούσασα συντριβήσε‐ ται. Νέον πραῢν ἀγαπάτω σου ἡ ψυχὴ καὶ μὴ ἐπιθῇς αὐτῷ βάρος ὑπὲρ δύναμιν,
10ὅπως τὴν ψυχὴν αὐτοῦ σώσῃς ἐν Κυρίῳ καὶ κομίσῃ τὸν ἀμαράντινον τῆς δόξης στέφανον, φανερωθέντος τοῦ Ἀρχιποίμενος. Περιτείχισον τὴν οἰκίαν πάντοθεν, καὶ μὴ ἄφιες διορυγὴν ἔσεσθαι ἐν τῷ προτειχίσματί σου, μήποτε δι’ αὐτῆς εἰσελθὼν ὁ ἐχθρὸς συλήσῃ σὸν οἶκον, καὶ ἔσῃ αἴτιος τῆς ἀπωλείας. Πάρεχε τῷ χρῄζοντι,
καὶ μὴ λέγε, οὐ χρείαν ἔχει, μήποτε ἡ ἀγαθὴ παιδεία ἔξοδον εὕρῃ τὴν ἔνδειαν.201

202

Ἐξ ὧν ὁ Κύριος ᾠκονόμησε, φρόντισον αὐτῷ, μήποτε ὡς ἄστοργοι καὶ ἀνελεεῖς κριθῶμεν. Ἀκούσωμεν, ἀδελφοί, τοῦ λέγοντος· ἔχοντες διατροφὰς καὶ σκεπάσμα‐ τα, τούτοις ἀρκεσθησόμεθα· οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδας καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς, αἵτινες βυθίζουσι τοὺς
5ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν· ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φι‐ λαργυρία. Ἐν ὅλῃ δυνάμει σου τίμα τὸν πατέρα σου, καὶ μὴ ἀκύρους ποιήσῃς θεσμοὺς γεννήσαντός σε ἐν Κυρίῳ· ἐν τούτῳ γὰρ τῷ τρόπῳ πονηροὶ δαίμονες οὐ κατι‐ σχύσουσι κατὰ σοῦ. Ταπείνωσον σφόδρα τὴν ψυχήν σου ἔναντι Κυρίου, καὶ εὑρήσεις
10χάριν. Οἴκους γὰρ ὑβριστῶν κατασπᾷ Κύριος, ἐφύτευσε δὲ ἀντ’ αὐτῶν πραεῖς. Μὴ ὀνείδιζε ἄνθρωπον ἀποστρέφοντα ἀπὸ ἁμαρτίας, μηδὲ ἀτίμαζε ἄνδρα ἐν γήρει αὐτοῦ, καὶ γὰρ ἐξ ἡμῶν γηράσκουσι. Μὴ ἀμέλει ἀρρώστου, διότι γέγραπται· ὃς φράσσει τὰ ὦτα αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι ἀσθενοῦς, καὶ αὐτὸς ἐπικαλέσεται καὶ
οὐκ ἔσται ὁ εἰσακούων. Μισητὸς ἐν τῇ παροικίᾳ αὐτοῦ γίνεται ὁ μεταφέρων λό‐202

203

γους ἐξ οἰκίας εἰς οἰκίαν· ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει. Μὴ εἰσέλθῃς εἰς κελ‐ λίον ἀδελφοῦ σου, πρὶν κρούσῃς τὴν θύραν· οὐ γὰρ συναρμόζει ταραχὴ τῇ ἡσυχίᾳ. Συνετὸς ἡγούμενος ἐπαλείψει ψυχὰς ἀδελφῶν αὐτοῦ ἐν τῇ νουθεσίᾳ καὶ διδασκα‐ λίᾳ τοῦ Κυρίου· ὁ δὲ καταφρονῶν ζημιωθήσεται. Ἀπόνεμε τιμὴν γέρουσι διὰ τὸν
5κύριον, καὶ διὰ τοὺς γνωστικοτέρους τῶν ἀδελφῶν. Μὴ ἀποβιάζου γέροντας εἰς ἔργον, διότι κατέτριψαν ἐν ἀσκήσει σάρκας νεότητος αὐτῶν· ἀρκεῖ γὰρ ἡ συνεί‐ δησις τῷ φοβουμένῳ τὸν Κύριον. Οὐκ ἀγαθὸν ἀνδρὶ τῷ ἐργάσασθαι δυναμένῳ καὶ ἐσθίοντι ἀργῶς, τοῦ Ἀποστόλου λέγοντος· ἀβαρῆ ἐμαυτὸν ἐτήρησα καὶ τη‐ ρήσω. Γέγραπται· μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Τὸν πλησίον
10μὴ ἀδίκει, τὸν τόπον προφασιζόμενος· οὐ γὰρ ἐν τοῖς στύλοις ἡ ἐκκλησία, ἀλλ’ ἐν τοῖς ἀνθρώποις· διότι γέγραπται· οὐαὶ ὁ πληθύνων ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ ἕως τινός, καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς· ὅτι ἐξαίφνης ἀναστήσονται
οἱ δάκνοντες αὐτόν, καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρπαγὴν αὐ‐203

204

τῶν. Ὁ οἰκοδομῶν οἰκίαν αὐτοῦ ἐξ ἀδικίας, οἰκοδομεῖ ἑαυτῷ μαρτύριον πλεονε‐ ξίας· οἱ γὰρ ἅγιοι πᾶσαν ὁδὸν ἄδικον ἐμίσησαν. Μέγας κίνδυνος παιδίον ἐν κοινο‐ βίῳ, ἐάνπερ ἀκυβερνησία ἐστὶν ἐν τῷ μέσῳ· ὁ δὲ ἐκτρέφων εὐαρέστως τῷ Θεῷ, μακαριστός. Οὐκ ὀλίγην ζημίαν προξενεῖ ἑαυτῷ ποιμὴν κοιμώμενος ἔξω τῆς μάν‐
5δρας τῶν προβάτων· ἡ γὰρ χαρὰ τῶν λύκων ὁ τῶν ποιμένων ὕπνος. Ἐὰν τετα‐ πείνωται ὁ ἀδελφὸς ὑπὸ τὴν χεῖρά σου, νόει ὅτι οὐχ ἕνεκα φόβου σου· μνήσθητι οὖν τοῦ Κυρίου, δι’ ὃν καὶ αὐτὸς ὑπομένει, καὶ μὴ αὐτὸν κακώσῃς. Μὴ φθάσῃ κέρδος, ζημίαν ψυχῆς ἔχον ἐν αὐτῷ. Τί γὰρ ψυχῆς τιμιώτερον; Κρείσσων μο‐ ναχὸς πτωχὸς ἡσυχάζων μετὰ ταπεινοφροσύνης, ἢ πλούσιος μοναχὸς ῥογεύων
10μετὰ ὑπερηφανίας καὶ φυσιώσεως. Μὴ συνδήσῃς σεαυτὸν ὅρκῳ μετὰ ἀδελφοῦ, ἀλλ’ ἔχε ὁμόνοιαν ἐν φόβῳ Θεοῦ. Ὅρα, μοναχέ, μήπως τοῖς τὰ κοσμικὰ φρονοῦσι θέλων ἀρέσαι, τὴν δια‐ γωγὴν τοῦ μοναχοῦ ἀπολέσῃς· ἀλλ’ ἐν φόβῳ Θεοῦ ἴσθι ὅλην τὴν ἡμέραν. Μο‐ ναχὸς γογγυστὴς πολλὰ ζημιωθήσεται· ὁ δὲ ὑποφέρων γενναίως χαρὰν κληρο‐
15νομήσει. Μὴ ὀλιγοψυχῶμεν, ἀγαπητοί, οὐ γὰρ διαπαντὸς δεῖ ἡμᾶς εἶναι ἐν τῷ204

205

βίῳ τούτῳ. Πᾶν ὃ ἐὰν ποιήσῃ τις διὰ τὸν Κύριον, τοῦτο αὐτῷ κέρδος· τὰ γὰρ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν, ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. Μοναχέ, ἐὰν προσέχῃς σεαυτῷ, πρῶτον μὲν σαυτὸν ἐλεεῖς, ἔπειτα δὲ καὶ τοὺς ἀγαπῶντάς σε χαροποιήσεις· τῆς σοφίας λεγούσης· τέκνον, ἐὰν σοφὸς
5ἔσῃ σεαυτῷ, σοφὸς ἔσῃ καὶ τῷ πλησίον· ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἀντλήσεις τὰ κακά. Νόει ὃ λέγω, μοναχέ· μὴ ἔξω εὐλάβειαν, ἐν δὲ τῷ κελλίῳ στρῆνος, ἵνα μὴ παρομοιωθῶμεν τάφοις κεκονιαμένοις, οἳ ἔξωθεν μὲν φαίνονται λευκοί, ἔσωθεν δὲ γέμουσιν ὀστέων ἀνθρώπων καὶ ἀκαθαρσίας. Ἐν παντὶ γὰρ τόπῳ εἷς ἐστιν ὁ Θεός, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
10 Ταπείνωσον τὸν λογισμὸν τῆς ὑπερηφανίας, πρίν σε ἡ ὑπερηφανία ταπεινώ‐ σῃ· κάθελε τὸν λογισμὸν τῆς ὑψηλοφροσύνης, πρὶν αὕτη σε καθέλῃ· ἔκθλιψον τὴν ἐπιθυμίαν, πρίν σε ἡ ἐπιθυμία ἐκθλίψῃ· μὴ ὀνείδιζε ἀδελφὸν ἀκάθιστον, μήποτε
τῷ αὐτῷ πάθει περιπέσῃς. Ἐὰν καθίσῃς μετὰ μεγάλου γέροντος, μὴ μόνον τὰς205

206

ἀρετὰς αὐτοῦ ἐκδιηγοῦ, ἀλλὰ καὶ τὸν βίον διαμιμοῦ· τοῦτο γάρ σου ὠφέλιμον. Μοναχέ, ἐν ἀρχαρίῳ μακροθύμησον, πάντα γὰρ δυνατὰ τῷ Κυρίῳ. Ἀρχάριος δὲ ταπείνωσιν μισῶν, ὅπλον οὐκ ἔχει κατὰ τοῦ ὑπεναντίου· ὁ τοιοῦτος πολλὰ συν‐ τριβήσεται. Ὁ ὀρεγόμενος ἀναπαύσεως σαρκικῆς περιποιεῖται ἑαυτῷ ὀδύνας
5πολλάς· ὁ δὲ μακρόθυμος σωθήσεται. Συνετὸς ἡγούμενος οὐκ ἐξουδενώσει δια‐ κούειν ἀμφιλογίαν ἀρχαρίου μετὰ μειζοτέρου αὐτοῦ· καὶ ὁ γνωστικὸς τὴν ἀκρί‐ βειαν τοῦ πράγματος ἐξερευνήσει, καὶ ἐν φόβῳ Κυρίου μεσάσει αὐτούς. Ὁ πλη‐ θύνων λόγους ἐν κοινοβίῳ, πληθύνει μάχας καὶ μῖσος ἑαυτῷ· ὁ δὲ τηρῶν τὸ στόμα αὐτοῦ ἀγαπηθήσεται. Καλὴ ἡ ὑπακοὴ ἡ διὰ Θεὸν γινομένη, ἀγαπητοί· καὶ ἐν
10τούτῳ γνῶθι τὴν ὑπακοὴν ἐν ᾗ εὐαρεστεῖται ὁ Θεός· ἡ ὑπακοὴ ἡ διὰ [τὸν] Θεὸν γινομένη πλήρης ἐστὶ τοῦ ἁγιασμοῦ ἕως θανάτου. Ἀγωνίζου περὶ τῆς ψυχῆς σου καὶ μὴ ἐντραπῇς εἰς πτῶσίν σου· ἔστι γὰρ αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις.
Ἀγαπητέ, ἐὰν περιπέσῃς ἐν ἀρρωστίᾳ, μνήσθητι τοῦ λέγοντος· τέκνον, μὴ206

207

ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος· ὃν ἀγαπᾷ Κύ‐ ριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. Ὁ κατακεκλεισμένος ἐν τῇ φυλακῇ, καὶ δοκῶν ἀνταίρειν κατὰ τοῦ βασιλέως, τί ἆρα ὠφεληθήσεται; Ὁ δὲ προσπίπτων καὶ παρακαλῶν, οὗτος μᾶλλον οἰκτιρηθήσεται. Ἀδελφὸς ἠσθένησέ
5ποτε καὶ εἶπεν ἐν ἑαυτῷ· οἴμοι τῷ ἁμαρτωλῷ, ὅτι ἐν τούτῳ τῷ πάθει μέλλω πα‐ λαιοῦσθαι· καὶ ὑγιὴς γενόμενος ἐπῆλθεν αὐτῷ πάλιν ἕτερον πάθος τοῦ προτέρου χαλεπώτερον, καὶ πάλιν τὸν αὐτὸν λόγον εἶπε· πλὴν ἀνθρώπῳ ταχὺ οὐκ ἐξέφανε τὸν πόνον αὐτοῦ, ἀλλὰ παρὰ τοῦ Κυρίου ἐζήτει οἰκτιρμοὺς τοῦ παρέχοντος ὑγιείαν ἐκ νόσου καὶ ἐξ ἀσθενείας ἰσχύν.
10 Ἐὰν πνεῦμα ἀκηδίας ἔλθῃ ἐπὶ σέ, οἶκόν σου μὴ ἀφῇς, ἀλλὰ διὰ τῆς ὑπο‐ μονῆς ἀντίστα πρὸς αὐτήν. Μή σε πείσῃ ὁ λογισμὸς λέγων· μέταρον ἀπὸ τόπου εἰς τόπον· ἐὰν γὰρ συγκαταθῇς τούτῳ τῷ λογισμῷ, οὐ καρτερήσεις πώποτε. Γέ‐ γραπται· ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; Ἐν τῷ φυλάξασθαι τοὺς λό‐
γους σου. Ἐν τούτῳ σῴζεται μάλιστα ὁ συναναστρεφόμενος ἀδελφοῖς. Κτήσασθαι207

208

δὲ ὀφείλει φόβον Κυρίου καὶ τὴν σωφροσύνην εἰς ἄκρον, ἐξ ὧν τίκτεται ἀγάπη, χαρά, εἰρήνη, ὑπακοὴ καὶ μακροθυμία, ἐγκράτεια, ὑπομονή, καὶ ὅσα Χριστιανοῖς πρέπει· ἵνα γένηται ταχὺς εἰς τὸ ἀκοῦσαι, βραδὺς εἰς τὸ λαλῆσαι, βραδὺς εἰς ὀργήν· ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην Θεοῦ οὐ κατεργάζεται. Ἔστω δὲ καὶ βλέ‐
5πων ὡς μὴ βλέπων τὰ μὴ συμφέροντα, ἀκούων ὡς μὴ ἀκούων τὰ μὴ ἀνήκοντα, ἵνα καὶ τῶν ἐσχάτων ἐσχατώτερον ἑαυτὸν ποιήσῃ καὶ εὑρήσῃ ἀνάπαυσιν. Ὁ γὰρ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται, ὁ δὲ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται. Ἐὰν γὰρ ἄρξη‐ ται κελεύειν καὶ μὴ συγκοπιᾶν κατὰ δύναμιν, κόπον ἕξει περὶ τὰ τελευταῖα. Οὐ γὰρ πάντοτε ὁ αὐτὸς ἄνεμος φυσᾷ, ἀλλὰ μεταβολαί εἰσι τῶν ἀνέμων. Ὅθεν χρὴ
10ἐθίζειν ἑαυτοὺς εἰς τὸ ἔργον, οὐ γὰρ οἴδαμεν τί τέξεται ἡ ἐπιοῦσα. Ἐχέτω δὲ πρὸ ὀφθαλμῶν ἀεὶ τὸν εἰπόντα· μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· ἐν ᾧ γὰρ κρίματι κρίνετε, κριθήσεσθε, καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ ὀφθαλμῷ σου δοκὸν
οὐ κατανοεῖς; Ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου, ἄφες ἐκβάλω τὸ κάρφος ἐκ τοῦ208

209

ὀφθαλμοῦ σου, καὶ ἰδοὺ ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σου; Ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου. Καὶ πάντως εὑρήσεις χάριν ἐναντίον Κυρίου καὶ ἀνθρώπων. Μὴ ἀπόλυε σοὺς ὀφθαλμοὺς ῥέμβεσθαι, μηδὲ καταμάνθανε κάλλος
5ἀλλότριον, μήποτε διὰ τῶν ὀφθαλμῶν σου καταβάλῃ σε ὁ ὑπεναντίος σου. Μὴ ζήλου τοὺς ἀμελεστέρους, ἀλλὰ τοὺς ἐν πάσῃ ἀρετῇ κεκοσμημένους. Ἀδελφέ, μὴ περπερεύου· τὰ γὰρ ἔξω φόβου Θεοῦ γινόμενα, οὐδὲν ἕτερον ἔχει, πλὴν κατάγνωσιν καὶ μετάμελον. Μακαρία ψυχὴ ἡ δουλεύουσα τῷ Κυρίῳ ἐν ἀληθείᾳ, ὅτι εὑρήσει ἐπ’ ἐσχάτων τὴν ἀνάπαυσιν αὐτῆς παρὰ Κυρίου. Μικρὰ
10ἀμέλεια τίκτει μεγάλην ἁμαρτίαν, καὶ μικρὰ νῆψις ἀποστρέφει πολλὴν ζημίαν. Κρεῖσσον ἐσθίειν ἐν Κυρίῳ καὶ εὐχαριστεῖν τῷ Κυρίῳ, καὶ μὴ ἐσθίειν καὶ κατα‐ κρίνειν τοὺς ἐσθίοντας καὶ εὐχαριστοῦντας τῷ Κυρίῳ. Ἐκάθισας ἐπὶ τραπέζης, φάγε ἄρτον καὶ μὴ καταλάλει τὸν πλησίον, ἵνα μὴ εὑρεθῇς κρεωφαγῶν τὸν ἀδελ‐
φόν σου διὰ τῆς καταλαλιᾶς· διότι γέγραπται· οἱ κατεσθίοντες τὸν λαόν μου ἐν209

210

βρώσει ἄρτου, τὸν Κύριον οὐκ ἐπεκαλέσαντο. Ὑγιαίνων τῇ πίστει, ἔσθιε πᾶν τὸ παρατιθέμενόν σοι ἐν Κυρίῳ· εἰ δὲ παρατεθῇ ὑμῖν τι βρώσιμον, ὃ σὺ μὲν οὐκ ὀρέγῃ φαγεῖν, μὴ αὐτὸ ἀπόστρεφε τῶν πλειόνων βουλομένων ἐσθίειν καὶ εὐχαρι‐ στεῖν τῷ Κυρίῳ. Ἐκάθισας ἐπὶ τραπέζης, φάγε ὡς ἄνθρωπος καὶ μὴ παραβλέπου
5ὡς ἀπαίδευτος. Ἀδελφὸς εἴρηκεν, οὐ παρατηρούμενος, παραιτοῦμαι τῆς κρεω‐ φαγίας· πᾶν γὰρ κτίσμα Θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον μετ’ εὐχαριστίας λαμβανόμενον· ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως. Ἀλλ’ ὅτι γέγρα‐ πται· οὐ συμφέρει ἄφρονι τρυφᾶν· ἀπαιδευσία ἐστὶ μοναχῷ ἐσθίειν τὰ ζῷα. Τῶν κλασμάτων παρατεθειμένων, μὴ ἐξουθένει τὰ κλάσματα· ὁ γὰρ Κύριος εἶπε τοῖς
10ἑαυτοῦ μαθηταῖς συναγαγεῖν τὰ περισσεύσαντα κλάσματα, ἵνα μή τι ἀπόληται. Ἀγαπητέ, ἐὰν ἀδελφὸς ἡττηθεὶς χωρισθῇ τοῦ τόπου αὐτοῦ, καὶ μετὰ ταῦτα μεταμεληθεὶς βουληθῇ ὑποστρέψαι, σὺ μὴ κώλυε, ἀλλὰ μᾶλλον συμπαρακάλει·
οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα. Οὐ δεῖ δὲ ἐξουθενεῖν τοὺς τοιούτους, ὡς ἐμπαι‐210

211

χθέντας, ἀλλὰ μᾶλλον δεῖ ἀντιλαμβάνεσθαι ὡς ἐξ ἀσθενείας ἀναλαβόντας. Ἐὰν οἰκῇς μετὰ ἀδελφῶν, μὴ γίνου ἀφορμή τινι χωρισθῆναι τῆς ἀδελφότητος, ἵνα μὴ κριθῇς ἐν ἐκείνῳ τῷ κόσμῳ. Φυλάσσου σφόδρα τοῦ μὴ σκανδαλίσαι τινά, καὶ οὐ μὴ ἀφορισθῇς ἐκ τῆς βασιλείας τῶν οὐρανῶν μετὰ τῶν ποιούντων τὰ σκάνδαλα.
5Ἐὰν κακοῦται ὁ ἀδελφός σου, συγκοπίασον αὐτῷ, ἵνα ἀξιωθῇς ἀκοῦσαι παρὰ τοῦ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων ἐποίη‐ σας. Ὁ ἀμελῶν ἀσθενοῦς παροργίζει τὸν παιδεύοντα, καὶ ὁ ἐπιχαίρων πτώματι ἀδελφοῦ ἑαυτοῦ πεσεῖται πτῶμα ἐξαίσιον. Μὴ εἴπῃς, σήμερον ἁμαρτάνω καὶ αὔριον μετανοῶ· ἀλλὰ μᾶλλον, σήμερον μετανοήσωμεν· οὐ γὰρ οἴδαμεν, εἰ κα‐
10ταλαμβάνομεν αὔριον. Ἀγαπητοί, ἡμαρτήκαμεν, μετανοήσωμεν· δέχεται γὰρ ὁ Κύριος τὴν με‐ τάνοιαν τῶν ἐν ἀληθείᾳ μετανοούντων. Μὴ εἴπῃς, μοναχέ, ὧδε πόλεμος καὶ στέ‐ νωσις καὶ πάρα ἐκεῖ δὲ ἀνάπαυσις καὶ ἀμεριμνία. Τίς γάρ ἐστιν ὁ πολεμῶν ἡμᾶς οὐκ οἶδας; Οὐχὶ ὁ ἐχθρὸς ἡμῶν ὁ Διάβολος; Ἄκουε τοιγαροῦν τί λέγει ἐν τῷ
15Ἰώβ· καὶ εἶπεν ὁ Κύριος τῷ Διαβόλῳ· πόθεν σὺ ἔρχῃ; Τότε εἶπεν ὁ Διάβολος211

212

ἔναντι τοῦ Κυρίου· διαπορευθεὶς τὴν ὑπ’ οὐρανὸν καὶ ἐμπεριπατήσας τὴν σύμπασαν πάρειμι. Γίνωσκε οὖν ὅτι ὁ οὐρανὸς ὑψηλότερός σου ἐστίν, ὅπου δ’ ἂν πορευθῇς. Ἔμμεινον οὖν ἐν ᾧ ἐκλήθης τόπῳ, καὶ ἀντίστα τῷ Διαβόλῳ, καὶ φεύξεται ἀπὸ σοῦ· καὶ ἔγγισον τῷ Θεῷ, καὶ ἐγγιεῖ σοι. Ὁ ἀγαπῶν χρυσίον οὐ δικαιωθήσεται, ὁ δὲ
5ἀγαπῶν τὸν Κύριον ἐνευλογηθήσεται. Ὃς πέποιθεν ἐπὶ χρυσίῳ πεσεῖται, ὁ δὲ πε‐ ποιθὼς ἐπὶ Κύριον σωθήσεται. Οὐαὶ οὗ εἰσέλθῃ ἀπιστία, ἀφοβία, ἀγνωσία, ἀφρο‐ σύνη καὶ ἀναίδεια· ὅτι μερὶς ἀλώπεκος ἔσται· μακαρία δὲ ψυχὴ ἐν ᾗ φόβος Θεοῦ ἐνοικεῖ ἐν αὐτῇ. ᾯ οὐκ ἀρέσκει δουλεύειν δεσπότι ἑνί, δουλεύσει πολλοῖς· καὶ ὁ μὴ ἀνεχόμενος ὑποταγῆναι ἡγουμένῳ ἑνί, ὑποταγήσεται πολλοῖς εἰς διαφόρους
10τόπους· καὶ ὁ μὴ ἐμμένων ἐν ἐργοχείρῳ ἑνί, συντριβήσεται ἐν ἀδιαφόροις ἔργοις. Ὁ καλλωπίζων ἱμάτια ἑαυτοῦ, βλάπτει ψυχὴν ἑαυτοῦ· ἱμάτια γὰρ πολυ‐ τελῆ μωμεῖ ψυχὴν μοναχοῦ· ἱμάτια δὲ εὐτελῆ ὠφελεῖ τὸν μοναχόν. Μῶμος πονη‐
ρὸς μοναχῷ ὑπερηφανία, θρασύτης, ἀναισθησία, ἀναίδεια, ἀδιακρισία, ὀξυχο‐212

213

λία, ἀφροσύνη. Μῶμος μοναχῷ ὀφθαλμὸς μετέωρος· ὀφθαλμὸς γὰρ μετέωρος συνάγει ὀδύνας πολλὰς τῷ ἐξακολουθοῦντι αὐτῷ. Ἐὰν μὴ ἐγκρατεύσῃ τοῦ μὴ ῥέμβεσθαι τοῖς ὀφθαλμοῖς, οὐ μὴ ὀρθοτομήσῃς τοὺς αὔλακας τῆς σωφροσύνης. Μῶμος ἀνδρὶ μεθύσκεσθαι ἐν οἴνῳ. Πολλοὺς ἰδὼν οὐχ ὡμοίωσα αὐτῷ. Μοναχὸς
5ὁ καυχώμενος ἐν τῇ ἰδίᾳ ἰσχύϊ πρῶτος ἄφρων. Αἰσχύνη καὶ ὄνειδος μοναχῷ καυχᾶσθαι ἐν τῇ ἰδίᾳ δυνάμει. Ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω. Ἄφρων ἐν γέλωτι ὑψοῖ τὴν φωνὴν αὐτοῦ· ἀφρονέστατος δὲ ὁ ἐμπεριπατῶν καὶ σείων ἐμ‐ παθῶς τοὺς ὤμους αὐτοῦ, ἅμα δὲ καὶ τοὺς βραχίονας. Σημεῖον ἀπαιδευσίας ἐπὶ μοναχῷ ἀναλαβεῖν τὸ ἀριστερὸν μέρος τοῦ καμισίου αὐτοῦ ἐμπαθῶς· ὁ δὲ πε‐
10παιδευμένος ἐν παντὶ εὐλαβηθήσεται. Ἀναιρετικὸν πάθος ἀνδρὶ ἐθίζειν ὅρκους ἐν στόματι αὐτοῦ. Μὴ ἐθίσῃς ὅρκους ἐν τῷ στόματί σου, ἵνα μὴ πληθυνθῶσιν αἱ ἄγνοιαί σου, καὶ ἀντὶ δικαιοσύνης ἁμαρτίας σωρεύσῃς ἑαυτῷ. Δόξα μοναχῷ φο‐
βεῖσθαι τὸν Κύριον καὶ τηρεῖν τὰς ἐντολὰς αὐτοῦ. Δόξα μοναχῷ ταπεινοῦν ἑαυτὸν213

214

μικροῖς τε καὶ μεγάλοις. Δόξα μοναχῷ διάκρισις καὶ ταπεινοφροσύνη. Δόξα μο‐ ναχῷ ἀμνησικακία καὶ ὑπομονὴ καὶ νῆψις εἰς πᾶν ἔργον ἀγαθόν. Μὴ ἐξουθένει γέροντα, ἐὰν βουληθῇ ἐλθεῖν εἰς τὸν κόπον τοῦ μοναδικοῦ βίου· καὶ γὰρ ὁ Κύριος τοὺς περὶ τὴν ἑνδεκάτην οὐκ ἀπεβάλετο· οὐ γὰρ οἶδας μήποτε σκεῦος ἐκλογῆς
5ἐστιν οὗτος. Ἐὰν ἀγαπήσῃς ὑπερηφανίαν, ἔσῃ μερὶς δαιμόνων· ἐὰν ἀγαπήσῃς ταπεινοφροσύνην, ἔσῃ μερὶς τοῦ Δεσπότου Χριστοῦ. Ἐὰν ἀγαπήσῃς τὴν φιλαργυ‐ ρίαν, κενὸς πορεύσῃ ἐντεῦθεν· ἐὰν ἀγαπήσῃς τὴν ἀκτημοσύνην, τοῦ οὐρανίου πλού‐ του οὐ στερηθήσῃ. Ἐὰν κρύψῃς ἐν τῇ καρδίᾳ σου πάθος μνησικακίας, ἔσῃ οἰκη‐ τήριον θυμοῦ καὶ ἀγνωσίας, ἅμα δὲ καὶ τῆς λύπης, καὶ ἡ ὅρασις τοῦ προσώπου
10ἀλλοιωθήσεται ἐπὶ σέ. Ὁδοὶ γάρ, φησί, μνησικάκων εἰς θάνατον. Ὑψηλόφρων ἀνὴρ πολλὰ λυπηθήσεται· ὁ δὲ ταπεινόφρων εὐφρανθήσεται ἐν Κυρίῳ διαπαντός. Ἡ ὑψηλοφροσύνη ἐν παντὶ καιρῷ τιμὴν ἐπιζητεῖ, ἡ δὲ ταπεινοφροσύνη οὔτε ἐπὶ δόξῃ ἐπαίρεται, οὔτε ἐπὶ ἀδοξίᾳ ἀδημονεῖ· τὸν γὰρ μισθὸν παρὰ Κυρίου ἀπεκδέ‐
χεται. Ὁ κρύπτων μνησικακίαν ἐν καρδίᾳ αὐτοῦ ὅμοιός ἐστι τῷ τρέφοντι ὄφιν ἐν214

215

κόλπῳ αὐτοῦ. Μὴ δῷς λύπην σῇ καρδίᾳ· ἡ γὰρ τοῦ κόσμου λύπη θάνατον κα‐ τεργάζεται, ἡ δὲ κατὰ Θεὸν λύπη ζωῆς αἰωνίου πρόξενός σοι γενήσεται. Ζήτησον τὸν Κύριον, ἀγαπητέ, ἐν ὅλῃ τῇ δυνάμει σου, ἵνα σου σωθῇ ἡ ψυχή, καὶ κακία μὴ αὐλιζέτω ἐν τῇ καρδίᾳ σου. Ὥσπερ γὰρ καταρράκτης ἀποστρέφει
5ὁρμὴν ὑδάτων, οὕτω κακία ἀποστρέφει γνῶσιν ἀπὸ καρδίας. Ἐὰν διώξῃς τὸ δί‐ καιον, καταλήψῃ καὶ ἐνδύσῃ αὐτὸ ὡς ποδήριον δόξης. Μοναχὸς ἐμπλεκόμενος ταῖς τοῦ βίου πραγματείαις, πολλὰ ζημιωθήσεται· ὁ δὲ ὑπομένων τοῖς ἀσκητικοῖς πό‐ νοις οὐ ζημιωθήσεται. Ὁ μεταστρέψας τὸν ἑαυτοῦ λογισμὸν εἰς τὰ κοσμικὰ μετὰ τὴν ἀποταγὴν καὶ ἀναχώρησιν τοῦ βίου, τῷ ἀνακείροντι ἑαυτὸν οὐδὲν διαφέρει.
10Ὁ δοκῶν ἐμπαίζειν ἐν ἀμφοτέροις ἑαυτὸν ἀπατᾷ· γέγραπται γάρ· Θεὸς οὐ μυ‐ κτηρίζεται· ὃ γὰρ ἐὰν σπείρῃ τις, τοῦτο καὶ θερίσει.
Μοναχέ, μὴ περιβλέπου ἐν ῥύμαις πόλεως, μηδὲ ἀποπλανῶ ἐν ταῖς πλα‐215

216

τείαις αὐτῆς, μήποτε συναντήσῃ σοι συνάντημα καὶ ὀλισθήσῃ ἡ ψυχή σου εἰς ἀπώλειαν. Τὸ ἔπαρμα ἐκτυφλοῖ ὀφθαλμοὺς διανοίας, ἡ δὲ ταπείνωσις ἐν ἀγάπῃ φωτιεῖ αὐτούς· διδάξει γὰρ πραεῖς ὁδοὺς αὐτοῦ. Ἀδελφέ, ἐπὶ ἰλυῷ πηλοῦ μὴ ἐπιβήσῃ, καὶ ἀπὸ ἀνδρῶν ἐν ἀφοβίᾳ περιπατούν‐
5των μάκρυνον σεαυτόν. Δεινὸν ἀνδρὶ πεποιθέναι ἐφ’ ἑαυτῷ· ὁ δὲ ἐλπίζων ἐπὶ Κύ‐ ριον σωθήσεται. Ὁ καλλωπίζων ἱμάτια ἑαυτοῦ ὑπερήφανος ἔσται, μοναχὸς δὲ ὑ‐ περήφανος ἀετὸς ἀπτέρυγος. Μοναχὸς ταπεινόφρων κοῦφος δρομεύς, καὶ ὥσπερ εὔστοχος τοξότης. Ὥσπερ γὰρ λεπτύνει καὶ δαμάζει ὁ σίδηρος πάντα, οὕτω καὶ ἡ κατὰ Θεὸν ταπείνωσις τὰς μηχανὰς τοῦ Ἐχθροῦ. Ὃν τρόπον γὰρ βήναυλον
10βηνάτορι καὶ ὅπλον στρατιώτῃ, οὕτω τῷ μοναχῷ ἡ ταπείνωσις. Ἀδελφέ, σπεῦσον βαδίζειν ἑκουσίως ἐν τῇ στενῇ ὁδῷ καὶ τεθλιμμένῃ, πρὶν βαδίσῃς ἀκουσίως ταύτην τὴν στενοτέραν. Καύχημα ἀνδρὶ κοσμικῷ ἐν τῷ προϊ‐ έναι, τῷ δὲ μοναχῷ ἐν τῷ μὴ ὑπερβαίνειν τὴν φλιὰν τοῦ κελλίου ἑαυτοῦ ἐν τῷ
λογισμῷ. Ἄκουε, ἀγαπητέ· ἀθλητὴς ἀγωνιζόμενος τὸ στόμα αὐτοῦ σφίγγει, καὶ216

217

σὺ σφίγγε τὸ στόμα ἀπὸ τῶν περισσῶν, καὶ ἕξεις ἀνάπαυσιν. Ὡς μέγας, φησίν, ὁ εὑρὼν σοφίαν, ἀλλ’ οὐκ ἔστιν ὑπὲρ τὸν φοβούμενον τὸν Κύριον. Ὡς μέγας ὁ ἐναρξάμενος, ἀλλ’ οὐχ ὡς ὁ ὑπομείνας. Ὡς μέγας ὁ πρῶτος, ἀλλ’ οὐχ ὡς ὁ τελέ‐ σας. Μὴ ἀγάπα σαρκικὴν ἀνάπαυσιν, ἵνα μὴ εὕρῃς ἐν αὐτῇ ζημίαν πνευματικήν.
5Μὴ περιεργάζου τὰ μὴ σά, ἵνα μὴ τὰ σὰ ἀπολέσῃς. Εἰς ἄμετρον ἐργασίαν μὴ δίωκε σεαυτόν, πάντα γὰρ ἐν μέτρῳ καὶ κατὰ τάξιν ποιεῖν καλὸν καὶ ὠφέλιμον. Ὁ μὴ κεκτημένος φόβον Θεοῦ ἐν τῇ καρδίᾳ αὐτοῦ, κἂν φάγῃ μέλι καὶ γάλα καθ’ ἑκάστην ἡμέραν, ἡσυχάσαι οὐ δύναται· ἀνὴρ δὲ πιστὸς γενναίως ὑποφέρει. Ἔμμενε ἐν τῷ χρηστῷ ζυγῷ τοῦ Κυρίου, ἵνα φεύξῃ τὸν ἄχρηστον καὶ βαρὺν τοῦ
10κόσμου τούτου ζυγόν. Εἰς κελλίον ἀδελφοῦ σου μὴ πύκναζε. Ἐάν ἐστί σοι βιβλίον χρήσιμον, καὶ ἀκούσας ἀδελφὸς βουληθῇ χρήσασθαι τούτῳ, ἀφθόνως πάρεχε. Σὺ δέ, ἀγαπητέ, χρῆσαι ἐπιμελῶς τῷ πράγματι, καὶ ἀπόδος τῷ κυρίῳ αὐτοῦ ἐν εἰρήνῃ. Ἐὰν σχῇς βιβλίον τοῦ κοινοβίου ἐν τῷ κελλίῳ σου, μὴ περίρριπτε αὐτὸ
καταφρονῶν, ἀλλὰ φύλαξον περιπτύσσων ἐπιμελῶς, ὡς τοῦ Θεοῦ ὄν.217

218

Θρασὺς μοναχὸς καταισχύνει ἡγούμενον καὶ ἀδελφούς, ὁ δὲ σοφὸς εὐλαβη‐ θήσεται. Ἐγκράτεια τήκει τὴν σάρκα, ἡ δὲ πολυφαγία παχύνει καὶ τὴν διάνοιαν. Οὐκ ἐν τῷ ἀθλίπτως ἐκτελεῖν τὴν σύναξιν τοῦ ἔργου δίδωσι τῷ μοναχῷ ὑπομο‐ νὴν ἐν τῷ κελλίῳ, ἀλλ’ ὁ τοῦ Θεοῦ φόβος καὶ ἡ τοῦ θανάτου μνεία καὶ τῶν κο‐
5λάσεων. Κρεῖσσον στοιχεῖν τῷ ἔργῳ καὶ τῇ προσευχῇ καὶ τῇ μελέτῃ τῶν θείων Γραφῶν, ἢ καταλύειν ἀπὸ ὥρας καὶ σχολάζειν τῇ ἀργολογίᾳ, ὅθεν τίκτεται ἡ καταλαλιά. Μὴ ἐκπείραζε σὸν ἀδελφὸν συμπεριφερόμενος γελοίοις, μήποτε πα‐ ραδοθῇς εἰς ἀνάγκας· γέγραπται γάρ, ὁ ἐρεθίζων λόγοις οὐ σωθήσεται. Ὅστις τῇ ἑαυτοῦ κακοφροσύνῃ ποιεῖ ἑαυτὸν μισητόν, ὑπὸ τίνος ἀγαπηθήσεται; Καὶ ὁ
10ἀγαπῶν τοὺς ἀγαπῶντας αὐτόν, ποῖον μισθὸν ἔχει, τοῦ Κυρίου εἰπόντος· οὐχὶ καὶ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσιν; Ἀνὴρ θερμὸς ταράξει ψυχὰς ἀδελφῶν, ὁ δὲ μακροθυμῶν ἐν ἀγάπῃ φοβεῖται τὸν Κύριον. Νέῳ πονικῷ μὴ κατεπιβάρει, καὶ
γέροντι ἀσυνέτῳ μὴ συναπάγου· συνετοὶ δὲ γέροντες μετὰ Θεὸν στήριγμα ἀδελ‐218

219

φῶν. Μέγα κατόρθωμα ἐγκράτεια ὀφθαλμῶν, γαστρός τε καὶ γλώσσης, περισ‐ σεύουσα δὲ ἐν ἐλέει ὡς λαμπὰς ἐκλάμψει. Ὥσπερ ὁ ἀποθησαυρίζων ἑαυτῷ ἀγαθά, οὕτως ἀνὴρ ἐγκωμιάζων τὸν πλησίον ἐν τῇ ἀπουσίᾳ αὐτοῦ. Φοβοῦ τὸν Κύριον καὶ κληρονομήσεις ἀγαθά· ἐν ὁδοῖς δὲ ἁμαρτωλῶν μὴ
5ἐπέλθῃς, τρίβους δὲ δικαίων ἴχνευε. Ἐὰν ἀγαπήσῃς ὁδοὺς δικαιοσύνης, εὑρήσεις τὴν αἰώνιον ζωήν. Ἐὰν ἀγαπήσῃς τὴν ἡσυχίαν, διανύσεις τὸν πλοῦν σου ἐν γαλη‐ νότητι. Ἐὰν ἀγαπήσῃς τὴν σιωπήν, ἀγαπηθήσῃ ὑπὸ πλειόνων. Ἐὰν ἀποστρέψῃς τοὺς ὀφθαλμούς σου τοῦ μὴ ἰδεῖν ματαιότητα, εὑρήσεις λογισμοὺς καθαρούς. Ἐὰν ἀγαπήσῃς τὴν ἐγκράτειαν, χαλινώσεις τὸν δαίμονα τῆς πορνείας· ἐὰν ἀγα‐
10πήσῃς τὴν πτωχείαν, φυγαδεύσεις τὸν δαίμονα τῆς φιλαργυρίας. Ὁ ἀποθησαυρί‐ ζων χρυσίον ἐν κελλίῳ αὐτοῦ θησαυρίζει ἑαυτῷ πάθη ὑψηλοφροσύνης καὶ ἀνυπο‐ ταγῆς· ὁ δὲ θησαυρίζων ἑαυτῷ εὐχὰς καὶ ἐλεημοσύνας πλουτεῖ εἰς Θεόν. Ἄλλοι
θησαυρίζουσιν ἑαυτοῖς χρήματα, σὺ δέ, μοναχέ, θησαύρισον σεαυτῷ εὐχὰς καὶ219

220

ἐλεημοσύνας. Ἄλλοι εὐφραίνονται ἐπὶ αὐλῶν καὶ μουσικῶν, σὺ δὲ εὐφραίνου, μοναχέ, ἐν τῇ ψαλμῳδίᾳ καὶ δοξολογίᾳ τοῦ Κυρίου. Ἄλλοι εὐφραίνονται ἐπὶ σπα‐ τάλῃ καὶ μέθῃ, σὺ δὲ εὐφραίνου, μοναχέ, ἐν τῇ ἐγκρατείᾳ καὶ ἁγιότητι. Ἄλλοι εὐφραίνονται ἐπὶ ἡδονῶν, σὺ δὲ εὐφραίνου, μοναχέ, ἐπὶ τῷ Θεῷ τῷ ἑτοιμάσαντί
5σοι καὶ τοῖς ἀγαπῶσιν αὐτὸν τὸν τῆς δόξης στέφανον. Ἀνὴρ φιλόχριστος πύργος ἐστὶν ἀκαταμάχητος· τέλειος δὲ ἐν ἀγάπῃ τεῖχός ἐστιν ἄρρηκτον. Ἐὰν βούλῃ πε‐ ριπατῶν μελετᾶν, σιωπῶν μελέτα, καὶ φεύξῃ κενοδοξίαν. Διορθοῦσθαι τὸν σφα‐ λέντα καλόν, καὶ οὐχὶ γελοιάζειν. Ἀπαρκτίας ἄνεμος ταράσσει θάλασσαν, καὶ ὀξυχολία φρένα ἀνδρός· ἡ δὲ μακροθυμία ἀπελαύνει θυμόν· θυμοῦ δὲ μὴ ὑπάρ‐
10χοντος, πέπαυται ὀργή. Ἀγαπητέ, ἐὰν μὴ βούλῃ οἰκοδομεῖν, τὰ ᾠκοδομημένα μὴ κατάστρεφε· ἐὰν μὴ βούλῃ φυτεύειν, τὰ πεφυτευμένα μὴ ἀνάσπα. Ἀδελφέ, ἐὰν μὴ βούλῃ ἡσυχά‐ ζειν, τοὺς ἡσυχάζοντας μὴ διάστρεφε. Ἀδελφέ, ἐὰν μὴ βούλῃ ὕμνους ἀναπέμπειν τῷ Κυρίῳ, τοὺς ᾄδοντας μὴ κατάργει. Πλούσιος ἐλάλησε καὶ πάντες ἐσίγησαν·
15καὶ τὸν λόγον αὐτοῦ ὕψωσαν ἕως τῶν νεφελῶν· καὶ ὁ Θεὸς λαλεῖ ἡμῖν διὰ τῶν220

221

ἁγίων Γραφῶν, καὶ οὐ θέλομεν σιγᾶν καὶ ἀκούειν, ἀλλὰ ὃς μὲν λαλεῖ, ὃς δὲ νυ‐ στάζει, ὁ δὲ ἕτερος ἔξω ῥέμβεται τοῖς λογισμοῖς. Ἀλλὰ τί λέγει ἡ Γραφή; Ὁ ἀπο‐ στρέφων τὸ οὖς αὐτοῦ τοῦ μὴ εἰσακούειν νόμους Ὑψίστου, καὶ αὐτὸς τὴν προσευ‐ χὴν αὐτοῦ ἐβδέλυκται. Ἀμελὴς μοναχὸς ἐν προσευχῇ σπουδάζει ἀκούειν, ἀμήν,
5ὁ δὲ νηφαλέως προσευχόμενος οὐ ταράττεται. Πόρρω δὲ ἡμῶν γένοιτο τὸ εἰρημέ‐ νον διὰ τοῦ Προφήτου· ἐγγὺς εἶ τῶν χειλέων αὐτῶν, καὶ πόρρω ἀπὸ τῶν νεφρῶν αὐτῶν. Μὴ σκανδάλιζε ἀδελφόν, μηδὲ συνέλθῃς αὐτῷ εἰς ἁμαρτίαν, ἵνα μὴ ὀργισθῇ σοι ὁ Κύριος καὶ παραδώσῃ σε εἰς χεῖρας κακῶν. Μακάριος ἀνὴρ ὁ μὴ σκανδαλί‐ σας τῷ πλησίον ἐν μηδενὶ πράγματι, ὅτι ὁ μισθὸς αὐτοῦ πολὺς ἐν τοῖς οὐρανοῖς,
10ὁ δὲ σκανδαλιζόμενος ἀδιακρίτως σκανδαλίσει πολλούς. Ἐὰν μὴ πρότερον θῇ ὁ ἄνθρωπος τὰς ἁμαρτίας ἑαυτοῦ πρὸ ὀφθαλμῶν αὐτοῦ, ἐν παντὶ τόπῳ ἡσυχάσαι οὐ δύναται. Μακάριος ὁ ἐναρξάμενος βίου καλοῦ καὶ ἐκτελέσας εὐαρέστως τῷ Κυρίῳ. Γέγραπται· ὁ τιμῶν πατέρα εὐφρανθήσεται ἐπὶ τέκνοις, καὶ ἐν ἡμέρᾳ προσευχῆς
αὐτοῦ εἰσακουσθήσεται. Ὁ δοξάζων τὸν πατέρα μακροημερεύσει, καὶ ἐν ἡμέρᾳ221

222

τελευτῆς αὐτοῦ εὑρήσει χάριν. Ἐν λόγῳ καὶ ἔργῳ τίμα τὸν πατέρα σου, ἵνα ἐπέλθῃ σοι εὐλογία παρ’ αὐτοῦ. Μὴ δοξάζου ἐν ἀτιμίᾳ τοῦ πατρός σου· οὐ γὰρ ἐστί σοι δόξα πρὸς ἀτιμίαν· ἡ γὰρ δόξα ἀνθρώπου ἐκ τιμῆς πατρὸς αὐτοῦ, καὶ ὄνειδος τέκνοις μήτηρ ἐν ἀδοξίᾳ.
5 Μοναχέ, ἀντὶ τῶν κατὰ σάρκα γονέων ἔχεις τοὺς κατὰ πνεῦμα γεννήσαν‐ τάς σε ἐν Κυρίῳ, τοὺς ὁδηγοῦντάς σε πρὸς τὴν αἰώνιον ζωήν. Ἄκουε τοῦ λέγοντος· τέκνον, ἐν πραΰτητι τὰ ἔργα σου διέξαγε, καὶ ὑπὸ ἀνθρώπου δεκτοῦ ἀγαπηθήσῃ· ὅσον μέγας εἶ, τοσοῦτον ταπείνου σεαυτόν, καὶ ἔναντι Κυρίου εὑρήσεις χάριν· ὅτι μεγάλη ἡ δυναστεία τοῦ Κυρίου, καὶ ὑπὸ τῶν ταπεινῶν δοξάζεται. Ἐπαγωγῇ δὲ
10ὑπερηφανίας οὐκ ἔστιν ἴασις, φυτὸν γὰρ πονηρίας ἐρρίζωκεν ἐν αὐτῷ. Τρία εἴδη πληθύνουσι ματαιότητα, καὶ τὸ τέταρτον οὐκ ἀγαθόν· ἀνυποταγὴ νεωτέρων, καὶ πρεσβῦται φθονοῦντες ἐπὶ προκοπῇ νεωτέρων, καὶ εὐλαβὴς ἐὰν ἐκκλίνῃ εἰς ἄδι‐ κα, καὶ ἡγούμενος ἐὰν ἐκθλίψῃ ψυχὰς ἀδελφῶν ἐν ἀγνωσίᾳ. Τέσσαρα εἴδη πλη‐
θύνουσι δόξας, καὶ τὸ τέταρτον ἀγαθὸν ἔναντι Κυρίου καὶ ἀνθρώπων· ὁμόνοια222

223

ἀδελφῶν ἐν πραΰτητι καὶ δικαιοσύνῃ, καὶ ἀδελφὸς ἀδελφὸν νουθετῶν εἰς τὸν φόβον τοῦ Κυρίου, καὶ νεώτεροι ὑποτασσόμενοι πρεσβυτέροις ὡς δεσπόταις ἰδίοις, καὶ ἡγούμενος ἀγαπῶν ἀδελφοὺς ἑαυτοῦ ὡς ἑαυτόν, καὶ ἐπιμελούμενος τῆς σωτηρίας τῶν ψυχῶν αὐτῶν ἐν ἀληθείᾳ. Δεινὸν ἀνδρὶ ἡ ὑπερηφανία παντοίῳ τρόπῳ. Μὴ
5ἀγάπα τὴν ὑπερηφανίαν, ἀγαπητέ, ὅτι οὐκ ἔστιν ἐν αὐτῇ ὠφέλημα. Πᾶν πάθος ἐπιμελούμενον τῆς ἰάσεως τυγχάνει, τὸ δὲ πάθος τῆς ὑπερηφανίας δυσθεράπευτον κακὸν ὑπάρχει· ἀπωθεῖται γὰρ τὸ φάρμακον τῆς ἰάσεως, ἑαυτῷ δὲ ἀναπλάττει φάρμακον θανατηφόρον. Μὴ εὑρεθείη ἐν τοῖς δούλοις τοῦ Χριστοῦ. Λόγος πιστὸς καὶ εὔτακτος, καύχημα μοναχῷ· ὁ δὲ ἀγαπῶν εὐτράπελα,
10ἄφρων. Ἑορτὴ μοναχῷ τήρησις ἐντολῶν Χριστοῦ, ἡ δὲ παράκλησις αὐτοῦ μὴ ποιεῖν τὸ πονηρόν. Εὐφροσύνη μοναχῷ ἐκδημία πρὸς Κύριον, καὶ τὸ καύχημα αὐτοῦ φόβος Κυρίου. Μετέχειν τῆς τοῦ κόσμου φιλοσοφίας οὐκ ἠδυνήθην, αἰτοῦμαι
δὲ παρὰ Κυρίου χάριν μετὰ ἀφέσεως ἁμαρτιῶν, ὑπὲρ σμάραγδον καὶ ὑάκινθον,223

224

καὶ ὑπὲρ πίθους μεστοὺς χρυσίου, καὶ τῆς τοῦ κόσμου τούτου πολυμαθίας. Ἐξο‐ μολογοῦμαί σοι, Δέσποτα Πάτερ, ὅτι τοῦ αἰτήματός μου οὐκ ἐστέρησάς με, καὶ οὐχ ὑπερεῖδες τὴν δέησίν μου τοῦ ἀχρείου δούλου σου. Σὺ γὰρ εἶ ἡ ἐλπὶς τῶν ἀ‐ πηλπισμένων, καὶ ἡ βοήθεια τῶν ἀβοηθήτων. Εἴη τὸ ὄνομα τῆς μεγαλωσύνης σου
5εὐλογημένον εἰς τοὺς αἰῶνας. Ἀμήν. Αἴτησαι, μοναχέ, παρὰ Κυρίου τὰ πρέποντα τῷ ἐπαγγέλματί σου, καὶ δώ‐ σει σοι μυριοπλάσιον. Δίχα ὕδατος οὐκ οἰκοδομηθήσεται πύργος, καὶ ἄτερ γνώ‐ σεως οὐ κατορθοῦται ἀρετή. Εἶδον νέον παρακαλοῦντα γέροντα ἐν γνώσει, καὶ ἐν τούτῳ δῶμεν δόξαν τῷ Θεῷ. Μοναχέ, ὀπίσω τῶν ἐπιθυμιῶν σου μὴ πορεύου,
10καὶ ἀπὸ τῶν ὀρέξεών σου κωλύου. Ἐὰν γάρ, φησίν, ἐπιχορηγήσῃς τῇ ψυχῇ σου εὐδοκίαν ἀγαθωσύνης, ποιήσεις ἐπίχαρμα τῷ ἐχθρῷ σου. Ὁ διατρέφων σάρκας σώματος αὐτοῦ, διατρέφει ἐπιθυμίας κακάς, καὶ λογισμοὶ αἰσχροὶ οὐκ ἐκλείψου‐ σιν ἀπ’ αὐτοῦ. Ὑποπίαζε, μοναχέ, τὴν σεαυτοῦ σάρκα καὶ δουλαγώγει, ἵνα μὴ
ἀδόκιμος γένῃ. Ἔργασαι ἐν τῇ σαρκί σου τὸ καλόν, καὶ καρποφορήσεις Θεῷ.224

225

Μοναχέ, ἀδελφοῖς συναναστρέφῃ, βούλει ἀναπαύσεως τυχεῖν; Στοίχει τῇ κοινῇ τραπέζῃ τῶν ἀδελφῶν, καὶ ἔσται ἴασις τῇ σαρκί σου καὶ ἐπιμέλεια τοῖς σοῖς ὀστέοις, καὶ ἡ ψυχή σου οὐ μὴ ζημιωθῇ· ἐὰν δὲ εἰς τὰς φιάλας καὶ εἰς τὰ ποτή‐ ρια δῷς τοὺς ὀφθαλμούς σου, ἔσχατον ὀδυνηθήσῃ ὡς ὑπὸ ὄφεως πεπληγώς. Ἐὰν
5ἴδῃς ἄνδρα εὐλαβῆ βρώματα ἐν χερσὶ κατέχοντα, μὴ αὐτὸν κρῖνε τῇ διανοίᾳ σου, οὐ γὰρ οἶδας τίνι ταῦτα παρατίθησιν. Ἐπιμελοῦ, μοναχέ, τῆς ἔνδον ἐργασίας, καὶ μὴ καλλώπιζε τείχη ἀνωφελῆ· εὐμορφία γὰρ κελλίου ὑπομονὴν μοναχῷ οὐ δίδωσι. Τὰ πρὸς τὴν χρείαν ζητήσωμεν· τὰ γὰρ περισσὰ καὶ περισπασμὸν ἡμῖν διδόντα οὐκ ὠφέλιμα. Ὀκνηρὸς μοναχὸς προφασίζεται καὶ λέγει· σήμερον ὦδε
10οἰκῶ, καὶ αὔριον μεταβαίνω· καὶ ἵνα τί μοι κοπιάσαι. Θές, μοναχέ, ὥσπερ σφῦραν καὶ ἄκμονα ἐν τῷ νοΐ σου, καὶ πρόσφερε λογισμοὺς σῆς καρδίας, καὶ τοὺς ἀδοκίμους ἀποποιοῦ. Ὁ ἐπιχαίρων ἐπὶ πτώματι εὐσεβοῦς, οὗτος δισσῶς πεσεῖ‐ ται· ὁ δὲ ἐπιστρέφων ἄνθρωπον ἐκ πλάνης ὁδοῦ αὐτοῦ σωθήσεται. Ἐὰν ἁμάρτῃ ὁ ἀδελφός, ἡδέως ἐγκαλοῦμεν· ἐὰν δὲ ἡμεῖς ἁμαρτάνωμεν, τὸν ἔλεγχον οὐκ ἡδέως
15ἀποδεχόμεθα.225

226

Ἀδελφέ, μὴ μάχου ὑπὲρ τοῦ Διαβόλου, ἀλλὰ μᾶλλον κατ’ αὐτοῦ. Ἐπιλα‐ βοῦ, ἀδελφέ, παιδείας ἐκ νεότητός σου, καὶ ἕως πολιῶν εὑρήσεις χάριν καὶ φρό‐ νησιν. Μοναχὸς ἀνετοίμως ἔχων ὑπομεῖναι γενναίως τὰ συμβαίνοντα ἐκ μέρους λυπηθήσεται. Οἰκεία προδοσία τυγχάνει ἀμέλεια, ἀμέλεια δὲ δεινὴ αἰχμαλωσία·
5ἡ δὲ νῆψις καὶ τοὺς αἰχμαλωτεύοντας αἰχμαλωτεύει. Ἐν ἀργίᾳ χειρῶν στάξει οἰκία· καὶ ὅτε οὐ βούλεται ὁ ἐν αὐτῇ μένων φεύξεται ἀπ’ αὐτῆς. Ὀκνηρὸς μο‐ ναχὸς οὐδὲ τὸ παραθύριον τῆς κέλλης αὐτοῦ κλείσει, ἄχρι συντριβῇ ῥιπιζόμενον ὑπὸ ἀνέμου· ὁ δὲ νηφάλεος ἀκατάγνωστος ἔσται. Ὁ χαλιναγωγῶν ὀφθαλμοὺς ἑαυτοῦ κουφότερος ἔσται· ὁ δὲ ῥεμβαζόμενος ἐπιθήσει ἑαυτῷ βάρος· ῥεμβασμὸς
10γάρ, φησίν, ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Ἐὰν κατὰ συναρπαγὴν ἀπο‐ λύσῃς τοὺς ὀφθαλμοὺς εἰς ματαιότητα, ταχέως ἀπόκοψον, μήποτε ἐμπέσῃς εἰς τὴν αἰσχρὰν μῖξιν. Ἐν τῷ πυροῦσθαι τὴν σάρκα μὴ ἐφάπτου τοῖς μορίοις, ἵνα μὴ
σφοδροτέραν ἐκκαύσῃς τὴν πύρωσιν. Μακάριος ὁ νικήσας πᾶσαν ἐπιθυμίαν σαρ‐226

227

κικήν. Κακὸν τὸ συναυξάνεσθαι τῇ ψυχῇ λογισμὸν πονηρόν, ὃν τρόπον ἄγρωστις ἐν πρασίᾳ λαχάνων. Μὴ δύναται νῆσος κειμένη εἰς μέσον θαλάσσης ἀποκόπτειν τὰ κύματα τοῦ μὴ προσκρούειν αὐτῇ; Πλὴν ὅτι ἡ νῆσος ἀντιδέρει τοῖς κύμασιν. οὕτω καὶ ἡμεῖς ἀποκόψαι τοὺς λογισμοὺς οὐ δυνάμεθα, ἀντιδέρειν δὲ τοῖς λογι‐
5σμοῖς δυνάμεθα. Ἀλλ’ ἴσως ἐρεῖ τις· καὶ πῶς ποτε μὲν ἡττᾶται ἡ ψυχὴ διὰ τῶν λογισμῶν; Ὅτι οὐκ ἀντιδέρει ἡ ψυχὴ τοῖς λογισμοῖς, ἀλλὰ ἀφίησιν αὐτοὺς ἔνδον εἰσιέναι, καὶ νομὴν λοιπὸν εὑρόντες, κατὰ βραχὺ καταλύουσι τὴν ψυχήν. Τέσσαρα πάθη εἰσίν, ἃ δυσκόλως δέχεται θεραπείαν· ἅτινά ἐστι, φιλαυτία, φιλαργυρία, κενοδοξία καὶ ἡ φιλαρχία· οὐ λέγει γὰρ ἀρκεῖ· ἀλλ’ οὐδὲν τούτων
10ἀδυνατεῖ τῷ Θεῷ ἰάσασθαι. Πρὸ τοῦ ῥιζῶσαι τὸ πάθος ἐν σοί, ἔκτιλον αὐτό· καὶ πρὸ τοῦ βάλλειν τὰς παραφυάδας αὐτοῦ, ἐκ τῶν κατωτάτων βόθρων τὴν ῥίζαν αὐτοῦ ἀνάσπα· ἐὰν γὰρ ἐάσῃς αὐτὸ ῥιζῶσαι ἐν σοί, κατάρξει σου. Ὁ προσευχό‐ μενος νηφόντως καίει τοὺς δαίμονας, ὁ δὲ μετεωριζόμενος ἐμπαιχθήσεται ὑπ’
αὐτῶν. Ὁ συναπαγόμενος ταῖς ἐπιθυμίαις αὐτοῦ καὶ ἡδοναῖς λογισμῶν εὐάλωτος227

228

ἔσται, ὁ δὲ ἐγκρατευόμενος σωθήσεται. Ἡ ἀπιστία τίκτει διψυχίαν, ἡ δὲ διψυχία τὴν ἀμέλειαν· ἡ δὲ ἀμέλεια τὴν λήθην· λήθη δὲ τὴν ἀπόγνωσιν· ἀπόγνωσις δὲ τὸν θάνατον. Πόθεν κατάρχουσιν ἐν ἡμῖν τὰ πάθη; Οὐχὶ διὰ τῆς ἀμελείας ἡμῶν; Μὴ δουλοῦ ὑπὸ τῶν μελῶν σου, μηδὲ τυραννησάτωσάν σου τὰ σὰ μέλη. Ἐργάζου ἐν
5αὐτοῖς τὸ ἀγαθὸν καὶ μὴ τὸ πονηρόν, καὶ ἔσῃ κτῆμα τίμιον τῷ Δεσπότῃ σου. Σημεῖον ψυχῆς ῥᾳθυμούσης τὸ μὴ ἡδέως ἀκούειν τῶν Γραφῶν· ψυχὴ δὲ νήφουσα δέχεται θείους λόγους, ὥσπερ γῆ διψῶσα ὑετόν. Στρωμνὴ καλὴ τρέφει ὕπνον, καὶ ἀφοβία Θεοῦ αὔξει αὐτόν. Πρόβατόν σοι ὑπάρχει, μὴ συναπόκλειε αὐ‐ τῷ λύκον· καὶ ἐν πράγματι ᾧ πολεμεῖ σε ὁ ἐχθρός, μὴ εἰσάγαγε εἰς τὸν οἶκόν σου·
10ἐὰν δὲ καὶ εἰσάξῃς, μὴ χαυνώσῃς τῷ λογισμῷ, ἀλλὰ θοῦ τὸν φόβον τοῦ Θεοῦ πρὸ τῶν ὀφθαλμῶν σου, μήποτε καταγελάσωσί σου οἱ ἐχθροί σου. Οἰκία οἰκο‐ δομηθεῖσα ἐπὶ τῇ ψάμμῳ οὐ σταθήσεται, καὶ ἄσκησις συγκαταμεμιγμένη τινί, οὐ διαμενεῖ· ὁ δὲ κατεργαζόμενος ἐν φόβῳ Θεοῦ τὸν μισθὸν οὐ ζημιωθήσεται. Μὴ παρείσαγε ξένην ὁμιλίαν ἐν καιρῷ προσευχῆς, καὶ οὐ μὴ σκοτισθῇ σου ἡ διάνοια
15ἀπὸ τῆς εὐχῆς.228

229

Ἀδελφέ, ψάλλειν τῷ Θεῷ ἵστασαι, ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ, κατὰ τὸν λέγοντα· ψαλῶ τῷ Θεῷ μου, ἕως ὑπάρχω· μήποτε ἀμελοῦντός σου, ἀλλό‐ τριοι λογισμοὶ ἐκταράξωσί σου τὴν διάνοιαν· ἀλλὰ ψάλλων τῷ πνεύματι ψάλλε καὶ τῷ νοΐ. Μέγα δῶρον δάκρυα ἐν προσευχῇ· τὸ δὲ συναπάγεσθαι τοῖς δαιμο‐
5νιώδεσι λογισμοῖς ἴσον ἐστὶ θανάτῳ. Καρδίαν ἐκπεσοῦσαν ἐκ τῶν οὐρανίων φρο‐ νημάτων συνδήσουσι δαίμονες εἰς γήϊνα πράγματα· ὅταν δὲ καταφρονήσῃ τῶν φθειρομένων, καταλήψεται τὰ μὴ φθειρόμενα. Ἐπὶ θνησιμαίῳ συναχθήσονται γῦπες· καὶ ἐπὶ ψυχῇ ἀπεγνωκυίᾳ ἑαυτῇ ἐπισυναχθήσονται δαίμονες· ὅπου γὰρ τὸ πτῶμα, ἐκεῖ ἐπισυναχθήσονται γῦπες. Ἄνω σχῶμεν τὸν νοῦν, ἀγαπητέ· ἔτι γὰρ
10μικρὸν καὶ ἀπελευσόμεθα ἐνθεῦτεν· καὶ ἃ συνήγαγες, τίνι ἔσται; Ὥσπερ καπνὸς ἐκδιώκει μελίσσας, οὕτω κακία ἐκδιώκει γνῶσιν ἀπὸ καρδίας. Οὐδεὶς εὐφραίνε‐ ται ἐπὶ δικαιοσύνῃ, ἀλλ’ ἐπὶ τῇ πλεονεξίᾳ. Οὐδεὶς χαίρει ὅτι οὐκ ἠδίκησε τὸν
πλησίον, ἀλλ’ ἐὰν ἀγοράσῃ πολλὰ ὀλίγου. Πρὸ προσώπου βροντῆς κατασπεύσει229

230

ἀστραπή, καὶ ἀπὸ προσώπου νεφέλης σκληρᾶς στέλλεται πᾶν ὄρνεον. Ἀπειλὴ συάγρου παραδώσει ἑαυτὸν εἰς σφαγήν, καὶ ὀργὴ ἀνδρὸς παρασκευάσει αὐτῷ πτῶμα. Λέων ζωγρεῖται διὰ τὴν ἑαυτοῦ κοιλίαν, καὶ γαστρίμαργος συντρίβεται δι’ ἡδονὴν γαστρός. Ἵππος σκληρόστομος παραδώσει εἰς χεῖρας κακῶν τὸν ἐπι‐
5βάτην αὐτοῦ, καὶ ἄνθρωπος σκληροτράχηλος ἐμπεσεῖται εἰς κακά. Ἐν καιρῷ τῆς χιόνος ἰχνεύεται θήρ, καὶ ἐν καιρῷ πειρασμοῦ ἰχνεύει ὁ Σατανᾶς τὸν μοναχόν· δοκιμὴ δὲ μοναχοῦ ἐν πειρασμοῖς ἀποφαίνεται. Ἀγωνίζου, ἀγαπητέ, τοῦ κτήσασθαι διάκρισιν, ἐν ᾗ τεθησαυρισμέναι εἰσὶν αἱ ἀρεταὶ τοῦ μοναδικοῦ βίου. Ἡ δὲ διερμηνεία τῆς διακρίσεως τί ἐστι; Τὸ
10ἀσκανδάλιστον διαφυλάξαι τὸν ἕτερον, καὶ ἀναλέγειν τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας. Βούλει μέγας εἶναι; Γενοῦ πάντων ἔσχατος. Βούλει κτήσασθαι ἀγαθὸν ὄνομα; Ἐν πραΰτητι τὰ ἔργα σου διέξαγε. Φοβοῦ δὲ τὸν Κύριον ἐν ἀληθείᾳ, ἵνα εὖ σοι γένηται ἐπ’ ἐσχάτων, ὅτι τοὺς φοβουμένους αὐτὸν δοξάζει. Μοναχέ, μὴ ἐπάκουε τῷ φθόνῳ, μηδὲ ἐνέδρευε τῷ ἀδελφῷ σου καὶ ἐπίθου
15αὐτῷ ὄνομα ἐπονείδιστον, βουλόμενος διῶξαι αὐτὸν τοῦ τόπου αὐτοῦ μετ’ αἰσχύ‐230

231

νης, ἵνα μὴ ὑποστῇς ἃ ἐβουλεύσω κατὰ τοῦ ἑτέρου· ὁ γὰρ ὀρύσσων βόθρον τῷ πλησίον, ἐμπεσεῖται ἐν αὐτῷ. Καὶ ἀκούσεις τὸ γεγραμμένον· πεσοῦνται ἐν ἀμφι‐ βλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί. Καὶ ἐν ἐκείνῳ πληρωθῇ τὸ εἰρημένον· ὅσοι θέλου‐ σιν εὐσεβῶς ζῆν ἐν Χριστῷ, διωχθήσονται. Ἀδελφέ, μὴ προφασίζου λέγων, ὅτι
5βλάπτει τὴν συνοδίαν ὁ ἀδελφός· ἀλλὰ ἄλλον μὴ ποίει κακά, μηδὲ συγκοινώνει κακοποιῶν· ἐτάζει γὰρ καρδίας καὶ νεφροὺς ὁ Θεός. Ἀδελφέ, ἐὰν ἐξέλθῃ ὁ ἀδελφός σου ἀπὸ τοῦ κοινοβίου, μὴ ἐπαίρου κατ’ αὐτοῦ τῇ διανοίᾳ, μηδὲ ἔστω ἠτιμωμένος ἐν ὀφθαλμοῖς σου· οὐ γὰρ οἶδας, τί τέ‐ ξεται ἡ ἐπιοῦσα. Ἄκουε τοῦ λέγοντος· ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ. Καὶ
10πάλιν· οὐ γὰρ ὁ ἑαυτὸν συνιστάνων δόκιμος, ἀλλ’ ὃν ὁ Κύριος συνίστησι. Πολλοὶ γὰρ δόξαντες κεκρατηκέναι καὶ ἄρχειν, καὶ οὗτοι τῶν ἐξωτέρων ἐξώτεροι γεγό‐ νασιν· οἱ δὲ ἀπεγνωσμένοι ἔλαβον χάριν· ὅτι ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται,
ταπεινοῖς δὲ δίδωσι χάριν. Ἐὰν ἴδῃς ἄνδρα ἀνήκοόν τε καὶ ἀκρατῆ, ὑπερήφανόν231

232

τε καὶ σοφὸν ἐν ἑαυτῷ, τούτου ἡ ῥίζα ἡμιθανὴς ὑπάρχει διὰ τὸ μὴ δέξασθαι αὐτὸν τὴν ὑπὸ τοῦ φόβου τοῦ Θεοῦ πιότητα γινομένην· ἐὰν δὲ ἴδῃς ἄνδρα ἥσυχον καὶ ταπεινόν, γίνωσκε ὅτι ἡ ῥίζα τούτου διαμένει, ὅτι ὑπὸ τῆς πιότητος τοῦ φόβου τοῦ Θεοῦ ἀρδεύεται. Ἀδελφοί, ἐὰν καὶ οἱ ἡγούμενοι ἡμῶν μὴ πάρεισιν ἐνταῦθα,
5ἀλλ’ ὁ ποιμὴν ὁ μέγας μεταξὺ ἡμῶν ὑπάρχει· ἀψευδὴς γὰρ ὁ εἰπών, ὅπου γάρ εἰσι συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Πρόσχωμεν οὖν ἑαυτοῖς, ἀγαπητοί. Ἀσχήμων μοναχὸς ἐπιβάλλει χεῖρας αὐτοῦ ἐπ’ ἄνθρωπον, ὁ δὲ ἐλεῶν ἐλεηθήσεται. Ἐργοδοτῶν ἀδελφόν, καλὸν ἔργον ἐπιτελεῖς, ἐάνπερ ἀποδιδῷς τὸν μισθὸν αὐτοῦ ἐν ἀγάπῃ Θεοῦ· εὐλάβεια γάρ ἐστι
10τὸ μὴ βλάψαι τὸν ἕτερον. Ὁ εὑρὼν τὴν ὁδὸν τῆς μακροθυμίας καὶ ἀνεξικακίας εὗρεν ὁδὸν ζωῆς. Ἀνὴρ μετέωρος ἐν ἡμέρᾳ εὐσήμῳ ἐργάζεται καὶ ἐν ἐργασίμῃ διακονεῖ. Στρουθίον στρουθία προσκαλεῖται εἰς εἱρκτήν, καὶ ἁμαρτωλὸς τὸν ὅμοιον
αὐτοῦ εἰς βάθη κακῶν.232

233

Παραιτοῦ, μοναχέ, εἶναι μετὰ τῶν ἀγαπώντων τὴν ἀργίαν, καὶ ἡσυχάσαι μὴ προαιρουμένων. Φεῦγε, μοναχέ, τοὺς ἀγαπῶντας τὰ συμπόσια καὶ λέγοντας· ποιῶ ἐγὼ σήμερον, σὺ δὲ ποιήσῃς τῇ ἐπιούσῃ· ἐὰν γὰρ τοῖς λόγοις τούτοις συγ‐ καταθῇς, οὐ τελέσεις βίον ἐνάρετον. Ἀλλὰ μιμοῦ τοὺς ζέοντας τῷ πνεύματι, τοὺς
5περιπατοῦντας ἐν τῇ στενῇ ὁδῷ καὶ τεθλιμμένῃ, ἵνα καταλάβῃς τὴν ζωὴν τὴν αἰώνιον· ἡ γὰρ πλατεῖα καὶ εὐρύχωρος ὁδὸς εἰς ἀπώλειαν ὁδηγεῖ τοὺς ἐν αὐτῇ περιπατοῦντας. Ὀλίγωρος μοναχὸς καὶ ἀκηδιαστής, λογισμοῦ τινος ἐπελθόντος, κλείσας τὴν θύραν τοῦ κελλίου αὐτοῦ, αὐτὸς περιφέρεται ὧδε κἀκεῖ, ὡς πλοῖον ἀπηδάλωτον· ὁ δὲ μεθ’ ὑπομονῆς καθεζόμενος οὐ συναπάγεται τοῖς ματαίοις λο‐
10γισμοῖς. Ὁ φθονῶν ἐπὶ προκοπῇ ἀδελφοῦ αὐτοῦ χωρίζει ἑαυτὸν τῆς αἰωνίου ζωῆς, ὁ δὲ συνεργὸς κοινωνὸς αὐτοῦ ἔσται. Εἰ γὰρ οἱ συντρέχοντες τοῖς τὰ φαῦλα πράσσουσι, τοὺς ἀμφοτέρους κολάζει ἡ δίκη, οὐ πολλῷ μᾶλλον ὁ Κύριος μισθὸν παρέχει τῷ συνεργοῦντι εἰς τὸ θέλημα αὐτοῦ; Γέγραπται· πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος. Πολλαὶ δὲ αἱ μάστιγες
15τοῦ ἁμαρτωλοῦ, καὶ θάνατος ἁμαρτωλοῦ πονηρός. Οὐκ ἔστιν αὕτη ἀρετὴ ἀτιμά‐233

234

ζεσθαι καὶ ἀναισθητεῖν, ἀλλὰ μᾶλλον συνιεῖν καὶ ἀπορρίπτειν δι’ εὐσέβειαν· ὀκνηρὸς γάρ, φησίν, ὀνειδιζόμενος οὐκ ἐντρέπεται. Κρεῖσσον διὰ μειδιασμοῦ ἀπο‐ κόπτειν τὸν θυμὸν ἢ θηριοῦσθαι ἀνημέρως· ἀνδρὶ δὲ σοφῷ ἡδὺς κλαυθμὸς ὑπὲρ γέλωτα. Τίς δώσει μοι ἐπὶ στόματος φυλακὴν καὶ ἐπὶ τῶν χειλέων μου σφραγίδα
5πανοῦργον, ἵνα μὴ πταίω δι’ αὐτῶν, καὶ ἡ γλῶσσά μου ἀπολέσῃ με; Δέσποτα ζωῆς μου, μὴ ἐγκαταλίπῃς με ἐν βουλῇ αὐτῶν καὶ μὴ ἀφῇς με πεσεῖν ἐν αὐτοῖς. Σὺ γὰρ εἶπας, Κύριε, ὅτι ἐκ τῶν λόγων σου δικαιωθήσῃ καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ· εἰ γὰρ ὁ Προφήτης εἴρηκεν, ὡς ῥάκος ἀποκαθημένης πᾶσα ἡ δι‐ καιοσύνη ἡμῶν, τί εἴπω ἐγὼ ὁ ἐν ἁμαρτίαις γεννηθείς; Καὶ νῦν, Δέσποτα, πᾶσα
10ἡ ἐλπίς μου εἰς τοὺς οἰκτιρμούς σου ἀποκρέμαται. Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. Κύριε, μετεωρισμὸν ὀφθαλμῶν μή μοι δῷς, καὶ ἐπιθυμίαν κακὴν ἀπόστρεψον ἀπ’ ἐμοῦ.
Ἀγαπητέ, μὴ πίστευε τοῖς ἀπατηλοῖς ἐνυπνίοις, πολλοὺς γὰρ ἠπάτησαν τὰ234

235

ἐνύπνια, καὶ ἐξέπεσον ἐλπίζοντες εἰς αὐτά. Εἰς ποῖα γὰρ μέτρα ἐφθάσαμεν, ἵνα ὀπτασίας Ἀγγέλων ἴδωμεν; Μεγάλη προκοπὴ καὶ δόξα ἡ ταπεινοφροσύνη, καὶ οὐκ ἔστιν ἐν αὐτῇ πτῶμα. Σημεῖον ταπεινοφροσύνης τὸ ταῖς δυσὶ χερσὶν ἐπιδιδόναι ἐν παντὶ εἰς χρείαν ἀδελφοῦ, ὡσαύτως καὶ ἀποδέχεσθαι. Μοναχὸς ἐπιζητῶν κλη‐
5ρονομίαν τῶν κατὰ σάρκα γονέων, πεσεῖται εἰς πειρασμούς, ὁ δὲ ἐκζητῶν τὸν Κύριον σωθήσεται. Μὴ εἴπῃς, ἐὰν γηράσω, πόθεν διατρέφομαι; Περὶ τῆς αὔριον οὐκ ἐπετράπη ἡμῖν μεριμνῆσαι, καὶ περὶ τοῦ γήρατος ἤδη μεριμνᾷς; Τὴν βασι‐ λείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην ζητήσωμεν, καὶ ταῦτα πάντα προστεθήσονται ἡμῖν· αὐτὸς γὰρ εἴρηκεν· οἶδεν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ὧν χρείαν ἔχετε πρὸ
10τοῦ ὑμᾶς αἰτήσασθαι αὐτόν. Ἐὰν δὲ ταῦτα πρῶτον μὴ ζητήσωμεν, φανεροί ἐσμεν ὅτι οὐ περὶ τούτων ἀγωνιζόμεθα. Ἐπίρριψον οὖν ἐπὶ Κύριον τὴν μέριμνάν σου καὶ αὐτός σε διαθρέψει. Ἐὰν ὁ Κύριος εὐοδώσῃ εἰς χεῖράς σου τι, ὡς αὐτοῦ μέλ‐ λοντος λόγους ποιεῖν, φρόντιζε. Ὁ ἐλεῶν πτωχοὺς πλησθήσεται ἀγαθῶν, ὁ δὲ
ἀνελεήμων ἀποκλεισθήσεται τοῦ ἐπουρανίου νυμφῶνος. Ὃς πέποιθεν ἐπ’ ἄνθρω‐235

236

πον οὐκ ὄψεται τὰ ἀγαθά, ὁ δὲ ἐλπίζων ἐπὶ Κύριον σωθήσεται. Μὴ γίνου τραχὺς ἐν γλώσσῃ σου, ὅτι στόμα δικαίου ἀποστάζει χάριτας. Βρώματα πολλὰ παχύνει διάνοιαν, ἐγκράτεια δὲ ἀγαθὴ καθαρεύει αὐτήν. Πρόσεχε, μοναχέ, πρόσεχε συντυγχάνων γυναιξίν. Ὅρα, ἀγαπητέ, μήποτε
5ἐν προφάσει κουκουλλίου ἢ ἀναλάβου ἢ τῇ τῶν λοιπῶν περιβολῇ θηρευθῇ σου ἡ ψυχή· πολλὰ γὰρ τὰ ἔνεδρα τοῦ Δολίου. Κρεῖσσον παλαιὰ φορεῖν καὶ τῆς ψυχῆς ἐπιμελεῖσθαι φόβῳ Κυρίου, ἢ περιβάλλεσθαι λαμπρῶς καὶ περιπατεῖν ἀσέμνως. Ὁ συντηρῶν ἐντολὰς ἀγαπᾷ ἑαυτόν, ὁ δὲ καταφρονῶν ζημιοῖ τὴν ψυχὴν ἑαυτοῦ. Ἀνὴρ μέθυσος καὶ θυμώδης ταράσσει ψυχὰς ἀδελφῶν καὶ τὸ ὄνειδος αὐτοῦ μεθ’
10αὑτοῦ ἐνδελεχῶς. Ἐπίδες μώλωπι μάλαγμα καὶ νεωτέρῳ εὐλάβειαν ἀνυπόκριτον. Ἔρημος ἀποκαθίσταται νεώτερος μοναχὸς ἐξακολουθῶν τῷ ἰδίῳ λογισμῷ καὶ νουθεσίαν ἐμπείρων μὴ ἀποδεχόμενος. Πλάνη κακὴ νεωτέρῳ μοναχῷ ἡ ἀνυπο‐ ταγή· ἡ δὲ ὑποταγὴ ἐν Κυρίῳ σκέπη κραταιά. Ἀνὴρ ὑπερήφανος καὶ ἀνυπότακτος
ὄψεται ἡμέρας πικράς, ὁ δὲ ταπεινόφρων καὶ ὑπομονητικὸς εὐφρανθήσεται ἐπὶ236

237

Κύριον διαπαντός. Μέγα εὑρεῖν ἄνδρα ὑπομονητικὸν καὶ ταπεινόφρονα, καὶ τῆς καλλονῆς αὐτοῦ οὐκ ἔστι σταθμός. Μὴ ἀντίλεγε τῇ ἀληθείᾳ, καὶ περὶ τῆς ἀπαι‐ δευσίας σου ἐντράπηθι. Μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφ’ ἁμαρτίαις σου, καὶ μὴ εἴπῃς, ἥμαρτον καὶ τί μοι ἐγένετο· ὁ γὰρ Κύριός ἐστι μακρόθυμος. Μὴ ἀνάμενε
5ἐπιστρέψαι πρὸς Κύριον, καὶ μὴ ὑπερβάλλου ἡμέραν ἐξ ἡμέρας. Μνήσθητι, ὀργὴ οὐ χρονιεῖ. Μὴ ἔστω ἡ χείρ σου ἐκτεταμένη εἰς τὸ λαβεῖν, καὶ ἐν τῷ ἀποδιδόναι συνεσταλμένη. Μοναχὸς φρόνιμος ἐν ἀγάπῃ περιτειχίσει ἑαυτόν, ὁ δὲ ἄφρων πληθυνεῖ μῖσος ἑαυτῷ. Ὁ ἐπαιρόμενος κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ ὑπὸ δαιμόνων ἐμπαίζεται. Μὴ ἐξουθένει ἀδελφὸν εἰς τὸν αἰῶνα, διότι γέγραπται· πολλοὶ τύ‐
10ραννοι ἐκάθισαν ἐπὶ ἐδάφους, ὁ δὲ ἀνυπονόητος ἐφόρεσε διάδημα. Γενοῦ φαιδρὸς ἐν δικαιοσύνῃ, στυγνάζων δὲ μᾶλλον πρὸς τὴν ἁμαρτίαν. Ἀρρώστημα ψυχῆς φι‐ λοδοξία, πάθος πονηρόν. Μοναχέ, ἐξῆλθες τοῦ κελλίου σου πρὸς διακονίαν; Τήρει τὰς αἰσθήσεις, ἵνα
μὴ συνάξῃς σεαυτῷ πολέμους καὶ ταραχὰς διαλογισμῶν. ᾯ οὐκ ἔστι φραγμός.237

238

διαρπαγήσεται κτῆμα, καὶ ὅπου οὐκ ἔστιν ὑπομονή, στενάξει πλανώμενος. Πολ‐ λὰς προφάσεις σωρεύει αὑτῷ ὀκνηρὸς μοναχός, καὶ ὁ ὑπνώδης περιπεσεῖται κα‐ κοῖς. Μοναχὸς φιλοκτήμων φοῖνιξ ἄκαρπος, ὁ δὲ ἀκτήμων ὡς κεκαρμένος φοῖνιξ ἀνατρέχων εἰς ὕψος. Μοναχὸς φιλόϋλος ἔοικεν ἱέρακι ἐκπετασθέντι, λαβόντι λώ‐
5ρους εἰς τοὺς πόδας, καὶ ὅπου δ’ ἂν καθίσῃ, ἐμπλακήσεται· ὁ δὲ ἄϋλος ὥσπερ εὔστολος ὁδοιπόρος. Πολλοὶ δοκοῦσι φρόνιμοι εἶναι ἐν ἑαυτοῖς, καὶ οὐ δύνανται νοεῖν ὅτι, ἣν δοκοῦσι φρόνησιν, ζημία ψυχῆς αὐτοῖς ἀποβήσεται. Οὐκ ἔστι σοφία, οὐκ ἔστι φρόνησις, οὐκ ἔστι βουλὴ ἀγαθὴ ἐν ψυχῇ μισούσῃ τὸν φόβον τοῦ Θεοῦ. Σοφία ἀληθῶς πάντα κατὰ Θεὸν πράττειν. Λάρυγξ γλυκὺς πληθυνεῖ φίλους, καὶ
10ὁ ἀγαπῶν τὸν Κύριον συντηρήσει τὰς ὁδοὺς αὐτοῦ. Τίμα ἀδελφὸν ἔναντι γνωρί‐ μων αὐτοῦ, καὶ ἐναντίον Κυρίου τίμιος ἔσῃ. Πιστὸς οἰκονόμος κερδήσει ψυχὰς ἀδελφῶν αὐτοῦ, γνώμη δὲ μνησικάκου διασκορπίζει αὐτούς. Φρόνιμος οἰκονόμος δικαίως μερίσει, ὁ δὲ ἄφρων παρα‐
σκευάσει μάχας. Μοναχῷ ἀπλήστῳ οὐκ ἀρκέσει τὸ δίκαιον, καὶ ὁ γλωσσώδης238

239

ταραχὰς συνίστησιν· ὁ δὲ φοβούμενος τὸν Κύριον ἡσυχίαν ἄγει. Οἰκονόμος μέθυ‐ σος καθελεῖται ἀπὸ δόξης, ὁ δὲ ἐγκρατὴς καὶ ἐπιεικὴς καὶ ταπεινόφρων προκό‐ πτει ἐν δόξῃ. Μοναχέ, μὴ προφασίζου σεαυτῷ ἀσθένειαν ὑγιὴς ὤν· διότι γέγραπται· καὶ
5τὴν ἐπιθυμίαν αὐτῶν ἔδωκεν αὐτοῖς. Μὴ ἀθετῶμεν, ἀδελφοί, τὴν χάριν τοῦ Κυ‐ ρίου τοῦ ἐπιχορηγοῦντος ἡμῖν τὴν ἰσχὺν πρὸς τὸ ἐργάζεσθαι τὸ ἀγαθόν· ἀλλ’ αὐτὸ ἐν αὐτῇ ἐργαζόμενοι, εὐχαριστήσωμεν τῷ Κυρίῳ διαπαντός. Ὁ γελοιάζων τὸν πλησίον, ὡς κατάλαλος· καταλαλιὰ δὲ μισητὴ παρὰ Θεῷ καὶ ἀνθρώποις. Ὁ πα‐ ροξύνων τὸν πλησίον διεγείρει θυμόν, ὁ δὲ εἰρηνοποιῶν μακαριστός, ὅτι υἱὸς Θεοῦ
10κληθήσεται. Τίμα γέροντας διὰ τὸν Κύριον, καὶ νέῳ ὑστερουμένῳ συμπάθησον, καὶ ἀπὸ Κυρίου λήψῃ τὸν μισθόν. Γέγραπται· μὴ ἐργάζεσθε τὴν βρῶσιν τὴν ἀπολλυμέ‐ νην, ἀλλὰ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον. Αἱ χεῖρές σου ἐργαζέσθωσαν τὸ ἀγαθόν, ἵνα καὶ τῷ χρείαν ἔχοντι μεταδιδῷς· καὶ ἡ καρδία σου ἔστω πρὸς Κύριον διαπαν‐
τός, καὶ ἔσῃ ἐργαζόμενος τὴν βρῶσιν τὴν μένουσαν καὶ οὐ τὴν ἀπολλυμένην.239

240

Ἀδελφέ, ἐργάζου καὶ μὴ ἀναπάτει· πολλὴν γὰρ κακίαν ἐδίδαξεν ἡ ἀργία. Μοναχὸς γογγυστὴς πολλὰ ζημιωθήσεται, ὁ δὲ ὑποφέρων γενναίως ἐπ’ ἐσχάτων εὑρήσει τὸν πλοῦτον αὐτοῦ. Διακονητὴς φρόνιμος οὐκ ἀμελήσει τῆς ἐργασίας αὐτοῦ, καὶ ὁ φοβούμενος τὸν Κύριον οὐ σκανδαλίσει ἀδελφοὺς αὐτοῦ.
5 Φεύγεις, ἀγαπητέ, τοὺς τοξεύοντας τὸ σῶμα, φεῦγε μᾶλλον τοὺς τοξεύον‐ τας τὴν ψυχήν. Φεύγεις ὄφιν δάκνοντα τὸ σῶμα, φεῦγε μᾶλλον γυναῖκα δά‐ κνουσαν ψυχήν. Ὁ καταμανθάνων κάλλος γυναικὸς ἐμφυτεύει ἐν τῇ ἰδίᾳ ψυχῇ ἐπιθυμίαν κάλλους αὐτῆς, καὶ ὁ ἐνδελεχῶν πρὸς θύραις οἴκων αὐτῆς, ὅμοιός ἐστι τῷ ἐπὶ κρυστάλλου ἀναπατοῦντι, ὅτι οὐ μακρὰν τὸ ὀλίσθημα ἀπ’ αὐτοῦ. Φεύγεις,
10ἀγαπητέ, τὸ πῦρ, ἵνα μὴ καῇ σου τὸ σῶμα, φεῦγε τὴν ἁμαρτίαν, ἵνα μὴ καῇ σου τὸ σῶμα σὺν τῇ ψυχῇ ἐν τῷ πυρὶ τῷ ἀσβέστῳ. Ὥσπερ δύο μαχηταί, οὕτω μοναχὸς συντυγχάνων γυναῖκα· καὶ ὁ νήφων σκυλεύσει καὶ οὐ σκυλευθήσεται. Θυράριος πιστὸς μετὰ Θεὸν φύλαξ ψυχῶν, ὁ δὲ ἄπιστος καὶ τὴν ἑαυτοῦ ψυχὴν πορθήσει.
Τὸν χρόνον ὃν διήξαμεν ἐν τῷ μονήρει βίῳ ἀριθμοῦμεν, τὴν δὲ ἀμέλειαν ἣν240

241

κατειργασάμεθα ἐν αὐτῷ ἀγνοοῦντες ἐπαιρόμεθα. Ἔπαινος ἀνδρὶ οὐχ ὁ χρόνος μόνον, ἀλλ’ ἡ προκοπή· προκοπὴ δὲ οὐ πολιαί, ἀλλὰ τὸ ἐνάρετον βίον κεκτῆσθαι. Ἀρχὰς στρατιώτῃ ὅπλον, ῥομφαία, περικεφαλαία τίκτει, ἀρχαρίῳ δὲ μοναχῷ πίστις, μετάνοια, ἀγάπη. Πίστις τίκτει τὴν ἁγνείαν καὶ τὴν ταπεινοφροσύνην, τὴν
5ὑπακοὴν καὶ μακροθυμίαν καὶ τὴν ἐγκράτειαν· ἡ δὲ μετάνοια τὰ δάκρυα· ἡ δὲ ἀγάπη τὴν ὑπομονὴν καὶ ἐλπίδα. Ὁ μεταβαίνων συνεχῶς ἀπὸ κελλίου εἰς κελλίον ἕτερον κτᾶται κενοὺς λογισμούς, ὁ δὲ ὑπομένων ἐν τόπῳ ἑνὶ μᾶλλον ἡσυχάσει. Ἀγαπητέ, ἐκ νεότητός σου ἐπίλεξε παιδείαν, καὶ ἕως πολιῶν εὑρήσεις φρό‐ νησιν. Ἐκ νεότητός σου σπεῖρον τὸν ἀγρόν σου, καὶ φρόντισον αὐτοῦ μήποτε
10ἀναβῇ εἰς αὐτὸν ὡς εἰς χέρσον ἄκανθα. Ποίησον ἐν αὐτῷ καρπὸν καλόν, καὶ τῷ ἐπιχορηγοῦντι τὴν ἰσχὺν δὸς δόξαν. Ὕδατα χύουσι χόρτον, καὶ συντυχία κο‐ σμικῶν πάθος ὑψηλοφροσύνης· ὁ δὲ φοβούμενος τὸν Κύριον οὐκ ἐπαίρεται. Ἐὰν ἀξιωθῇς χαρίσματος, μὴ ὑψηλοφρόνει· οὐδὲν γὰρ ἔχεις καλὸν ὃ μὴ παρὰ Θεοῦ
ἔλαβες· καὶ ἐὰν μὴ πορεύῃ κατὰ τὴν ἐντολὴν καὶ βουλὴν αὐτοῦ, ἀφελεῖται τὸ241

242

ἴδιον ἀπὸ σοῦ, καὶ τῷ χρηστοτέρῳ δωρεῖται αὐτό· καὶ τότε ὁμοιωθήσῃ τῷ ἀπο‐ βιάζοντι κάλαμον τελέσαντα τὴν ἐμβαφήν. Ὥσπερ ἀλεκτορίδες δύο ἐπὶ τὸ αὐτό, οὕτω δύο λογισμοὶ ἐν καρδίᾳ μοναχοῦ. Ἀποχώρει τῶν ἀλλοτρίων, καὶ ἡσυχάσει σου ἡ ψυχή. Φρόνιμος ἀνὴρ συντηρήσει ἐντολάς, καὶ ὁ συντηρῶν αὐτὰς ἐκτήσατο
5παράδεισον τρυφῆς αἰωνίου. Κρεῖσσον ὄνομα ἀγαθὸν ὑπὲρ πλοῦτον πολύν· ὑπὲρ δὲ χρυσίον καὶ ἀργύριον χάρις ἀγαθή. Ψυχῇ ὀλιγωρούσῃ δὸς λόγον παρακλήσεως, καὶ Κύριος στηρίξει σὴν καρδίαν. Ἐὰν εὐκαιρίσῃ ποτήριον οἴνου, μετὰ τὴν εὐχὴν σπουδαίως εἰς τὸ κελλίον σου πορεύθητι, καὶ κλείσας τὴν θύραν εὐχαρίστει τῷ Κυρίῳ τῷ οἰκονομήσαντι
10καὶ οἰκονομοῦντι. Τὸ γὰρ ἀπὸ ἀρίστου πληθύνειν λόγους, ἔποπτα καὶ συντρίμ‐ ματα γεννᾷ. Ἀνὴρ μέθυσος πράττει καὶ λαλεῖ ἑσπέρας ὃ μὴ δεῖ, καὶ ὄρθρου με‐ ταμελεῖται· καὶ ἐὰν πάλιν εὕρῃ οἶνον, τοῖς αὐτοῖς πάλιν χρᾶται. Ἐὰν πειρασθῇς ἅπαξ, παραφύλαξαι τοῦ λοιποῦ. Γέγραπται γάρ· ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ τη‐
ρεῖ ἑαυτόν, καὶ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ. Μὴ πῖνε οἶνον εἰς μέθην, ἀγαπητέ,242

243

κἂν δυσωπῶσί σε οἱ παρόντες φίλοι· ἐὰν γὰρ ὑπερνικήσῃ σε ὁ οἷνος, πρὸ πάντων οἱ προτρεψάμενοι σκανδαλισθήσονται εἰς σέ. Πρόσεχε δὲ σφοδρῶς μὴ κατακυριευ‐ θῆναι ὑπὸ τῆς λήθης. Κοπιᾷ γαστρίμαργος καὶ συντρίβεται ἐμπλῆσαι γαστέρα αὐ‐ τοῦ ἐδεσμάτων· καὶ φαγὼν ὀδυνᾶται περὶ τὴν πέψιν· τῇ δὲ ἐγκρατείᾳ ἀκολουθεῖ
5ὑγίεια καὶ νηφαλεότης. Μοναχὸς κυκλευτὴς οὐκ ἄτρωτος ἔσται, ἐὰν μὴ νήψῃ· ὁ δὲ ὑπομένων ἐν ᾧ ἐκλήθη τόπῳ μᾶλλον εὑρήσει ἀνάπαυσιν. Ὁ ἐξουθενῶν τὰ ὀλίγα κατὰ μικρὸν πεσεῖται, καὶ ἡ ὀκνηρία κατὰ μικρὸν τίκτει ἀκούσιον πενίαν. Μὴ ἀπαναίνου νουθεσίαν ἁγίων ἀνδρῶν κἂν γνωστικὸς τυγχάνῃς· καὶ τοῦτο γὰρ καρπὸς γνώσεως. Ἥττημα μοναχῷ συγκοινωνεῖν φατρίᾳ καὶ ὁ μισθὸς αὐτοῦς λύπη
10καὶ μετάμελος. Γέγραπται· δικαίων ἐγκωμιαζομένων, εὐφρανθήσονται λαοί, ὄνομα δὲ ἀσεβῶν σβέννυται. Καὶ πάλιν· ἐγκωμιαζέτω σε ὁ πέλας καὶ μὴ τὸ σὸν στόμα· ἀλλότριος καὶ μὴ τὰ σὰ χείλη. Καὶ πάλιν· δοκίμιον ἀργυρίου καὶ χρυσίου,
πύρωσις· καὶ ἄνθρωπος δοκιμάζεται διὰ στόματος ἐγκωμιαζόντων αὐτόν. Φυ‐243

244

λάσσει νόμον υἱὸς συνετός, ὁ δὲ ἐπιμένων ἀσωτίᾳ ἀτιμάζει πατέρα. Τίμα πάντας διὰ τὸν Κύριον, τιμὴν μὴ ἀπαιτῶν, καὶ παρὰ Κυρίου εὑρήσεις χάριν. Γέγραπται· ὃς οὐκ αἰσχύνεται πρόσωπα δικαίων, οὐκ ἀγαθός. Ὁ τοιοῦτος ψωμῷ ἄρτου ἀπο‐ δώσεται ἄνδρα. Πάλιν γέγραπται· μακάριος ἀνήρ, ὃς καταπτήσσει πάντα δι’ εὐλά‐
5βειαν, ὁ δὲ σκληρὸς τῇ καρδίᾳ πεσεῖται κακοῖς. Ἀνδρὸς φιλοῦντος σοφίαν, εὐφραί‐ νεται ὁ πατὴρ αὐτοῦ, ὁ δὲ ποιμαίνων πόρνας ἀπολεῖ πλοῦτον. Κρεῖσσον ποιμαί‐ νεσθαι ἐπιμελῶς ἢ ποιμαίνειν ἀμελῶς. Κρεῖσσον μανθάνειν ἐπιμελῶς ἢ διδάσκειν καὶ πράττειν ἃ μὴ δεῖ. Ὁ παιδεύων ἑαυτόν, [καὶ] παιδεύει τὸν ἕτερον· καὶ ὁ δι‐ δάσκων ἑαυτόν, διδάσκει τὸν πλησίον. Μὴ ἐπιβάρει σὸν ἀδελφόν· ἐὰν γὰρ ἐπιθῇς
10γόμον τῷ κτήνει σου ὑπὲρ δύναμιν, κατὰ μέσον τῆς ὁδοῦ συγκάθηται. Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, ἐμπείρως ἔχε, καὶ μνήσθητι τὴν παρὰ τοῦ Θεοῦ σοι βοήθειαν γενο‐ μένην. Μὴ δῷς σὴν ἀκοὴν φθόγγοις αἰσχροῖς, ἵνα μὴ μολυνθῇ σου ὁ νοῦς. Ὥσπερ
γὰρ καπνὸς ὄμμασιν, οὕτω λόγος αἰσχρὸς βλάπτει ψυχήν.244

245

Ἐὰν πνεῦμα πορνείας ἐνοχλήσῃ σοι, ἐπτίμησον αὐτὸ λέγων· ὁ Κύριος κα‐ ταργήσει σε, μεστὲ τῆς δυσωδίας, ὁ δαίμων τῆς ἀκαθαρσίας. Οἴδαμεν γὰρ τὸν εἰπόντα· τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν. Οὐκ ἔστι σοφία, οὐκ ἔστι φρόνη‐ σις, ἔνθα φόβος Θεοῦ οὐχ ὑπάρχει· πλησμονὴ γὰρ σοφίας φοβεῖσθαι τὸν Κύριον.
5Γέγραπται· φῶς δικαίοις διαπαντός· φῶς δὲ ἀσεβῶν σβέννυται. Δένδρον ζωῆς ἐπιθυμία δικαίου, ὁ δὲ μισῶν ἐλέγχους ἄφρων. Ἀπὸ πολυλογίας οὐκ ἐκφεύξεται ἁμαρτία, φειδόμενος δὲ χειλέων νοήμων ἔσῃ. Λογισμοὶ δικαίων κρίματα, κυ‐ βερνῶσι δὲ ἀσεβεῖς δόλους. Ὁ προηγούμενος τιμῇ τὸν πλησίον εὑρήσει τιμήν, ὁ δὲ μὴ εὐλαβούμενος πρόσωπον ἀδελφοῦ αὐτοῦ κόπῳ παιδευθήσεται.
10 Ἐὰν συνεσθίῃς ἀδελφοῖς κατὰ κανόνα, χάλα ἐν τῷ πίνακι· καὶ γὰρ τρυγὼν καὶ χελιδών, ἀγροῦ στρουθία, ἐφύλαξαν καιροὺς εἰσόδου αὐτῶν. Χάλα καὶ μὴ ἐννέαζε διὰ τοὺς μικροτέρους σου. Σὺ δέ, ἀγαπητέ, ὅλην τὴν ἡμέραν διετέλεσας
νήστης, καὶ περὶ στιγμῆς ὥρας ταράττῃ! Ἡδεῖά σοι ἐστὶν ἡ ἀργία, ἀλλὰ πικρὰ245

246

αὐτῆς τὰ τελευταῖα. Πονεῖς ἐργαζόμενος, ἀλλ’ ὕστερον εὐφρανθήσῃ. Γέγραπται· βδέλυγμα Κυρίῳ χείλη ψευδῆ, ὁ δὲ ποιῶν πίστιν δεκτὸς αὐτῷ ἐστιν. Ὁ πληθύνων λόγους αὐτοῦ βδελυχθήσεται, ὁ δὲ κρατῶν τὸ στόμα αὐτοῦ ἀγαπηθήσεται. Ἐὰν ἴδῃς ἄνδρα ἀμελῆ πρὸς ἀρετὴν ἀνανήψαντα, σὺ μὴ χαυνώσῃς τῷ λογισμῷ· ἀλλὰ
5μᾶλλον ἀνδρίζου, καὶ ἐν καιρῷ πειρασμοῦ περισσῶς ἀγωνίζου. Μοναχοί, μὴ ὑπερβαίνωμεν τὰ μέτρα τῆς ταπεινοφροσύνης, μήπως δο‐ κοῦντες εὔλογα ἔχειν διαφθείρωμεν τὴν ἑαυτῶν εὐλάβειαν. Τοιγαροῦν καὶ ζημίας καταφρονήσωμεν διὰ τὸν λέγοντα· δοῦλον Κυρίου οὐ δεῖ μάχεσθαι, καὶ μακάριος ὃς καταπτήσσει πάντα δι’ εὐλάβειαν. Καί, μὴ σπεῦδε τῷ πνεύματί σου τὸ θυ‐
10μοῦσθαι· θυμὸς γὰρ ἐν κόλπῳ ἀσεβῶν ἀναπαύσεται. Γέγραπται· υἱὸς πανοῦργος ὑπήκοος πατρί, υἱὸς δὲ ἀνήκοος ἐν ἀτιμίᾳ. Ὁ φυλάσσων τὸ ἑαυτοῦ στόμα τηρεῖ τὴν ἑαυτοῦ ψυχήν, ὁ δὲ προπετὴς χείλεσι πτοήσει ἑαυτόν. Υἱῷ δολίῳ οὐδὲν ἔσται
ἀγαθόν, ὁ δὲ συντηρῶν ἐντολὰς μακαριστός. Νόμος σοφοῦ πηγὴ ζωῆς, ὁ δὲ246

247

ἄνους ὑπὸ παγίδος θανεῖται. Ὁ πορευόμενος ὀρθῶς φοβεῖται τὸν Κύριον, ὁ δὲ διαστρέφων τὰς ὁδοὺς αὐτοῦ ἀτιμασθήσεται. Ζητήσεις σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις, αἴσθησις δὲ παρὰ φρονίμοις εὐχερής. Παράδεισος φραγμὸν μὴ ἔχων πατούμενος ἐρημοῦται, καὶ ὃς οὐ φυλάττει τὸ στόμα αὐτοῦ ἀπολεῖ τοὺς καρπούς.
5Ὃς πέποιθεν ἐπὶ πλούτῳ πεσεῖται, ὁ δὲ ἀντιλαμβανόμενος δικαίων, οὗτος ἀνα‐ τελεῖ. Ὁ διασκορπίζων ὑπάρχοντα αὐτοῦ ἐν ἀφροσύνῃ ἐνδεὴς γίνεται, ὁ δὲ σκορ‐ πίζων ἐν πίστει τοῦ Κυρίου οὐκ ἐγκαταλειφθήσεται εἰς τὸν αἰῶνα· γέγραπται γάρ, ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ. Ὁ πληθύνων τὸν πλοῦτον αὐτοῦ
10μετὰ τόκων καὶ πλεονασμῶν, τῷ ἐλεοῦντι πτωχοὺς συνάγει αὐτά. Ὅσον ἐπαρθῇ ἀνὴρ ἐν ὑπερηφανίᾳ καρδίας αὐτοῦ, γῆν πατεῖ ἐξ ἧς ἐλήφθη καὶ εἰς γῆν πορεύεται· ὑψοῖ δὲ Κύριος τοὺς ταπεινούς. Καπνὸς διώκει μελίσσας, καὶ μνησικακία γνῶσιν
ἀπὸ καρδίας. Δεήθητι τοῦ Κυρίου καὶ ἔκχεε δάκρυα ἐνώπιον τῆς ἀγαθότητος αὐ‐247

248

τοῦ, καὶ μνησικακία μὴ αὐλιζέτω ἐν τῇ ψυχῇ σου, καὶ ἔσται ἡ προσευχή σου ὡς θυμίαμα ἐνώπιον αὐτοῦ. Γέγραπται· ἀκάθαρτος παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος, προπορεύεται δὲ ταπεινοῖς δόξα. Καὶ πάλιν· πρόφασιν ζητεῖ ἀνὴρ βουλόμενος χωρίζεσθαι ἀπὸ φίλων· ἐν παντὶ δὲ καιρῷ ἐπονείδιστος ἔσται. Οὕτω καὶ μοναχὸς
5χωριζόμενος ἀπὸ μονῆς αἰτιᾶται ἡγούμενον καὶ ἀδελφούς. Γέγραπται· ἔστιν ὁδὸς ἣ δοκεῖ ὀρθὴ εἶναι παρὰ ἀνθρώποις, τὰ δὲ τελευταῖα αὐτῆς ἔρχεται εἰς πυθμένα ᾅδου. Καὶ πάλιν λέγει· τῶν ἑαυτοῦ ὁδῶν πλησθήσεται θρασυκάρδιος, ἀπὸ δὲ τῶν νοημάτων αὐτοῦ ἀνὴρ καθαρός. Ἀλλήλους παρακαλέσωμεν, ἀγαπητοί, ἀλλήλους δουλεύσωμεν, ἀλλήλους
10νουθετήσωμεν εἰς τὸν φόβον τοῦ Κυρίου, ἄχρις οὗ καταντήσωμεν εἰς τὸν τῆς ζωῆς λιμένα. Γαστρίμαργος μοναχὸς πολλὰ μεριμνήσει, ὁ δὲ ἐγκρατὴς ἔοικε δορκάδι ἐν ἀγρῷ. Ὥσπερ ἰχθύσιν ὕδωρ, οὕτω μοναχῷ ἡσυχία ἐν ταπεινοφρο‐
σύνῃ καὶ ἀγάπῃ. Ἐπισιτισμὸς μοναχῷ ἐν ὁδῷ εὐλάβεια ἐν φόβῳ Θεοῦ. Φόβος248

249

δὲ Κυρίου χρυσίον δόκιμον, καὶ ὁ κτησάμενος αὐτὸν οὐκ ἐγκαταλειφθήσεται. Μοναχέ, ἐπιχειροῦσιν οἱ ἐχθροὶ συνέχειν σου τὸν λογισμὸν ἐν τῷ σὲ ἀκούειν περὶ τῶν κατὰ σάρκα γονέων· ἀλλ’ ὑπερεκπερισσεύσει σοι ἡ χαρὰ καὶ ἡ παρά‐ κλησις ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἐὰν ὑπομείνῃς εἰς τέλος δουλεύων τῷ Κυρίῳ.
5Ὁ βουλόμενος εἰρηνικῶς ζῆν ἐν παντὶ τόπῳ μὴ ἐπιζητείτω τὴν ἰδίαν ἀνάπαυσιν, ἀλλὰ τὴν τοῦ ἑτέρου ἐν Κυρίῳ, καὶ εὑρήσει ἀνάπαυσιν· ὁ δὲ ἐρεθιστὴς καὶ κακό‐ φρων οὐχ ἡσυχάσει πώποτε. Πρὸ τοῦ καταφρονῆσαί τις τοῦ φόβου τοῦ Θεοῦ, οὐχ ἁμαρτήσει πώποτε. Θέλεις μὴ ἁμαρτάνειν, φύλασσε τὸν φόβον τοῦ Θεοῦ. Νόμιζε δὲ τὴν ἁμαρτίαν ὡς ὄρη τὰ ὑψηλὰ ἢ ὡς πέλαγος θαλάσσης πλῆρες κλυ‐
10δώνων ἢ ὡς φλόγα πυρὸς κατεσθίουσαν τὸν ἐμπεσόντα εἰς αὐτήν. Ἡ γὰρ σπουδὴ τοῦ Ἐχθροῦ σμικρύνει αὐτὴν ἐν ὀφθαλμοῖς σου, ἕως οὗ περιπέσῃς ἐν αὐτῇ. Μὴ θέλε ἁμαρτάνειν, τὸν δὲ σὸν πατέρα μὴ προφασίζου· Σαμουὴλ γὰρ τῷ Ἠλεὶ πα‐ ρέμεινε, καὶ Γιεζὶ τῷ Ἐλισσαίῳ.
Ποιμένα σε κατέστησε, μὴ εἰσάγαγε εἰς τὸ ποίμνιον αὐτοῦ λύκους διαφθεί‐249

250

ροντας, ἵνα μὴ ἔρημον ἀποκαταστήσωσί σου τὴν ποίμνην, καὶ ἐλθὼν ὁ Ἀρχι‐ ποίμην οὐκ ἀρέσει αὐτῷ. Ἀποσόβει ἐκ τῶν προβάτων πᾶν πρᾶγμα ἐναντιούμενον αὐτοῖς, καὶ οὐ μὴ κληθῇς ἐργάτης δόλιος. Ἐν μέσῳ ἀδελφῶν ὁ ἡγούμενος ἔντι‐ μος, καὶ οἱ φοβούμενοι Κύριον ἐν ὀφθαλμοῖς αὐτοῦ. Πρὸ τοῦ ἐνάρξαι εἰς πρᾶγμα
5νόει τὴν ἔκβασιν αὐτοῦ· καὶ πρὸ μάχης προφασίζου τὸν Σατανᾶν. Γέγραπται γάρ, ὅτι ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ τηρεῖ ἑαυτὸν καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ. Οὐ χαλεπὸν μὲν τὸ συμβαίνειν, ἀλλὰ δεινὸν καὶ χαλεπὸν τὸ ἐμμένειν τῇ αὐτῇ πονηρίᾳ. Ἐὰν συμβῇ μάχη μεταξὺ δύο ἀδελφῶν, ὁ πρώτως μετανοῶν λήψε‐ ται τὸν στέφανον τῆς νίκης. Στεφανοῦται δὲ καὶ ὁ δεύτερος, ἐὰν μὴ ἀποβάληται
10τὴν μετάνοιαν, ἀλλὰ προθύμως ποιήσῃ τὰ πρὸς εἰρήνην. Σημεῖον ἀπαιδευσίας ἐπὶ μοναχῷ καθημένῳ μέσον ἀδελφῶν γυμνοῦν τὰς κνήμας αὐτοῦ· ὁ δὲ εὐλαβὴς εὐσχημόνως καθιεῖται. Περὶ τῆς πολυλογίας νόει, μοναχέ, ὅτι μυρίων λόγων τὸ τέλος σιγή· προλαβὼν οὖν τὸ κέρδος, φεῦγε τὰς
ζημίας. Καταφρόνει, μοναχέ, τῆς κοιλίας, καὶ ἕξεις ἀνάπαυσιν. Καταβάλλει ἡ250

251

ὑψηλοφροσύνη, ἡ δὲ ταπεινοφροσύνη κατέλαβε τὸ βραβεῖον. Ἀγαπητέ, ἐὰν εἰσάξῃς τινὰ εἰς τὸ κελλίον σου, ἀγωνίζου ἀσκανδάλιστον αὐτὸν ἐκπέμπειν· τουτέστι, μηδὲν ἔξωθεν φόβου Θεοῦ πράττειν, ἵνα μὴ ἔσῃ αὐτῷ τύπος ἔργου ἀνοσίου. Λέγει γὰρ ὁ Ἀπόστολος· ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις
5καὶ Ἕλλησι καὶ τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ. Μοναχέ, τίμα πάντας μὴ δι’ ἀμοιβήν, ἀλλὰ διὰ τὸν Κύριον. Ἄτερ σήψεως οὐκ ἀναθάλλει σκώληξ καὶ ἄτερ ἐπιμελείας οὐ τήκεται. Ἄτερ ἀμελείας οὐκ ἀναθάλλει καταφρόνησις, καὶ δίχα ἐπιμελείας οὐκ ἐκριζωθήσεται. Φοβοῦ δὲ τὸν Κύριον, καὶ εὑρήσεις χάριν. Μή σε εὕρῃ ὁ Ἐχθρός, μοναχέ, ποιοῦντά τι ἔξω τοῦ ἐπαγγέλματός σου, καὶ οὐ μή σε πτοήσῃ
10ποτὲ ἀνὴρ ἀνθρωπάρεσκος. Πολλοῖς ἀρέσαι σπούδασαι, ἀλλὰ διὰ τὸν Κύριον, ὁ δὲ φοβούμενος τὸν Κύριον οὐ προσκόψει, ὅτι τῷ φωτὶ τῶν ἐντολῶν αὐτοῦ πο‐ ρεύεται. Θυμὸς ἀνδρὶ βόθυνος αὐτῷ, καὶ ὁ ὑπερβαίνων θυμὸν ὑπερέβη βόθυνον. Ὁ παιδεύων τὸν λαὸν αὐτοῦ ἔχει εἰρήνην πρὸς τοὺς ἔξω, ὁ δὲ θαρρῶν ἑαυτῷ
πληθύνει ἔχθραν ἑαυτῷ. Μακάριος ἀνὴρ ὃς ἐν πρᾳότητι εἵλκυσε τὸν ζυγὸν τοῦ δε‐251

252

σπότου Χριστοῦ ἕως τέλους· δεινὴ γὰρ ἡ ὑπερηφανία. Ἐν ὁμονοίᾳ ἀδελφῶν ἐνοι‐ κεῖ Κύριος, τέρπει δὲ τὸν δόλιον ἡ τούτων ἔχθρα. Ἕως τίνος κατακρύψει ἡ γῆ τὸν ἐσπαρμένον αὐτῇ σπόρον; Ἕως οὗ λάβῃ τὴν ὀσμὴν τοῦ ὕδατος. Ἔργασαι κρυπτῶς, ἀγαπητέ, τὰς ἐντολὰς τοῦ Κυρίου, καὶ ἀποδώσει σοι ἐν τῷ φανερῷ.
5Μοναχὸς ὀκνηρὸς καὶ φίλαυτος θεασάμενος ἔργον, κατέκρυψεν ἑαυτόν, καὶ ἐν δείπνῳ εἰς τοὺς πρώτους ἑαυτὸν καταριθμεῖ. Φρόνιμος μοναχὸς οὐ προκρίνει ἑαυτὸν τῶν ταπεινῶν ἀδελφῶν, ἀλλὰ τύπος γίνεται τῶν πιστῶν. Ἀνελεήμων ὁ μὴ συμπάσχων ἀσθενεῖ. Μακάριοι γὰρ οἱ ἐλεήμονες ὅτι αὐτοὶ ἐλεηθήσονται. Οἰκονόμος πιστὸς οὐ πλεονεκτήσει ἀδελφοὺς αὐτοῦ, καὶ ὁ ἐνάρετος πάντα
10κατὰ Θεὸν πράττει. Μὴ κακώσῃς μίσθιον διδόντα τὴν ψυχὴν ἑαυτοῦ, καὶ μισθὸν ἐργάτου μὴ παρελκύσῃς· μνήσθητι ὅτι δεδούλευκέ σοι. Ἀπόδος μισθὸν ἐν καιρῷ, καὶ ἀπολήψῃ μισθὸν ἐν καιρῷ. Ὁ ἐλεγχόμενος καὶ σιωπῶν ἐν πονηρίᾳ κρύπτει
μνησικακίαν ἐν καρδίᾳ, ὁ δὲ ἀνταποκρινόμενος ἐν πραΰτητι εἰρηνικῇ ἀμνησίκα‐252

253

κος ἔσται. Ἀπαίδευτος μυκτηρίζει γέροντας, ὁ δὲ πεπαιδευμένος ἀγαπηθήσεται· καὶ ὁ ἀγαπῶν παιδείαν ἀγαπᾷ ζωήν. Ὥσπερ πάχναι καὶ χιόνες μαραίνουσι χλόην, οὕτως ἡ ἁμαρτία μαραίνει τὴν καρδίαν τοῦ ἐργαζομένου αὐτήν. Ὥσπερ θάλλει σπόρος, τοῦ ὑετοῦ ἐπελθόντος, οὕτως ἀναθάλλει ἡ καρδία ἐπὶ ἔργοις ἀγα‐
5θοῖς. Ἀνὴρ θυμώδης καὶ κραυγάρης πολύοργος ἔσται, ὁ δὲ ἡσυχάζων συνετός. τί δέ ἐστι θυμός; Θυμός ἐστι πάθος ἀναιδὲς καὶ ἀναίσχυντον, ὃν διαδέχεται λύ‐ πη καὶ μετάμελος. Λύπη δὲ κατεσθίει τὴν καρδίαν τοῦ ἐμπεσόντος ἐν αὐτῇ. Μὴ δῷς λύπην σῇ καρδίᾳ, ἀλλὰ παρακάλει σεαυτὸν ἐν Κυρίῳ. Ἡ ἀπιστία ἐγέννησε τὴν διψυχίαν, ἡ δὲ διψυχία παρεισήγαγε τὴν αἵρεσιν,
10τῇ δὲ αἱρέσει ἀκολουθεῖ πλάνη· ὁ οὖν πλανηθεὶς βοησάτω μεγάλῃ τῇ φωνῇ πρὸς τὸν Ἀρχιποίμενα καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν, ἵνα ἐπιστρέψας συνάξῃ αὐτὸν εἰς τὴν αὐλὴν τῶν προβάτων αὐτοῦ. Μὴ περιεργάζου, ἀγαπητέ, λέγων, πῶς τοῦτο ἢ ἐκεῖνο; Ἀλλὰ πίστευε τῷ Κυρίῳ, καὶ αὐτὸς φωτιεῖ σου τὴν διάνοιαν. Κατὰ τὴν ἀναλογίαν γὰρ τῆς πίστεως καὶ ἡ χάρις ἐνοικεῖ ἐν τῇ ψυχῇ. Πιστὸς γὰρ
15Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. Σάλπιγγες253

254

ἐλαταὶ ἤχησαν ἐν ταῖς παρεμβολαῖς τῶν υἱῶν Ἰσραὴλ ἐν τῇ ἐρήμῳ· τὸ δὲ κήρυ‐ γμα τῶν Ἀποστόλων εἰς πάντα τὰ ἔθνη. Ὥσπερ σάλπιγξ σημασίας ἀνὴρ πιστός. Κλῆμα Χριστοῦ ἀνὴρ πρακτικός. Ὥσπερ βότρυς συρόμενος εἰς γῆν ἄχρηστος γίνεται, οὕτω καὶ λογισμὸς περισπώμενος περὶ γήϊνα πρὸς ἀρετὴν ἀδόκιμος. Ὁ
5διώκων ταραχὰς ἐξάπινα ἥξει αὐτοῦ ἡ ἀπώλεια, διακοπὴ καὶ συντριβὴ ἀνίατος, ὅτι χαίρει ἐπὶ πᾶσιν οἷς μισεῖ ὁ Κύριος, ὁ δὲ ἀγαπῶν εἰρήνην κληρονομήσει εἰρή‐ νην· πρᾳότης δὲ ἀνθρώπου ἀποστρέφει θυμόν. Ἐὰν συμβῇ σοι συκοφαντία, καὶ μετὰ ταῦτα φανερωθῇ τὸ καθαρὸν τῆς συνειδήσεώς σου, μὴ ὑψηλοφρόνει, ἀλλὰ δούλευε τῷ Κυρίῳ ἐν ταπεινοφροσύνῃ τῷ λυτρουμένῳ σε ἀπὸ συκοφαντίας ἀνθρώ‐
10πων, ἵνα μὴ πέσῃς πτῶμα ἐξαίσιον. Ὥσπερ βάλανοι τρέφουσι χοίρους, οὕτω λο‐ γισμοὶ κακοὶ τρέφουσιν ἐπιθυμίας κακάς. Ὥσπερ ἰὸς ἀσπίδων ἔοικεν ὁ θυμὸς καὶ ἡ μνησικακία, ὅτι καὶ τὴν μορφὴν ἀλλοιοῖ καὶ τὴν φρένα ἐκταράσσει καὶ τὰ νεῦρα διαλύει καὶ πρὸς τὸ ἐργάζεσθαι ἀδυναμίαν παρέχει· ἡ δὲ πρᾳότης καὶ ἡ ἀγάπη
ταῦτα πάντα ἀπορρίπτει.254

255

Ἐν τίνι δὲ διαλυθήσεται ἡ μνησικακία; Ἐν τῷ μνημονεύειν τοῦ φόβου Κυ‐ ρίου, καὶ τῆς ἡμέρας τῆς τελευτῆς. Ἀγαπητέ, μνήσθητι τὰ ἔσχατά σου καὶ παῦσαι μηνίων. Τοῦ θανάτου μνημονεύων μὴ ἐπαίρου· ἔτι γὰρ μικρὸν καὶ εἰσα‐ χθήσῃ εἰς τάφον· καὶ ἡ κακοπραγία αὕτη τί σε ὠφελήσει; Ἀγαπητέ, βάσταζε τὸν
5ἀσθενῆ· ὁ γὰρ ἰσχύων οὐ χρείαν σου ἔχει· γέγραπται γάρ· οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες· καί, ὑμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζετε. Ἐὰν ἴδῃς ἄνθρωπον μεγάλης ἀξίας ἐπιτυχόντα ἐπὶ γῆς, μὴ θαύμαζε ἐπὶ τούτῳ, ἀλλὰ θαύμαζε ἐπὶ τῷ μισοῦντι τὴν ἐπίγειον δόξαν. Ἐὰν φανῇς ἐνώπιον τῶν
10ἀδελφῶν σου ὡς τὸ χρυσίον καθαρός, σὺ ἡγοῦ σεαυτὸν ὡς τὸ ἀχρεῖον σκεῦος, καὶ φεύξῃ ὑπερηφανίαν μισητὴν ὑπὸ Θεοῦ καὶ ἀνθρώπων. Νεώτερος μοναχὸς περιερχόμενος τὰς κέλλας τῶν μοναχῶν οὐ μόνον ἀργὸς μανθάνει, ἀλλὰ καὶ φλύαρος καὶ περίεργος λαλῶν τὰ μὴ δέοντα· ὁ δὲ ἡσυχάζων
ἐν ταπεινοφροσύνῃ ἀγαπηθήσεται. Μετὰ ἀδελφοῦ ἔχοντος κακὴν φήμην μὴ πῖνε255

256

οἶνον κατὰ μόνας, μηδὲ πρόσπαιζε ἀπαιδεύτῳ, μηδὲ ὀνείδιζέ τινα. Σεαυτὸν ἁγνὸν τήρει, φεῦγε δὲ τὰ συμπόσια, ἵνα μὴ ὀδυνηθῇς ἐπ’ ἐσχάτων σου. Ἐὰν ᾖς ἀσθενὴς τοῖς τρόποις, μὴ σύναπτε σεαυτὸν τῷ ἀσθενοῦντι τῷ λογισμῷ· τοῦτο δὲ λέγω οὐχ ἵνα βδελύξῃ τινὰ ὡς ἁμαρτωλόν, ἀλλὰ μήποτε ἀμφοτέρων τῶν μερῶν
5ἀσθενούντων βλαβήσῃ σὺ δι’ ἐκεῖνον, κἀκεῖνος διὰ σέ. Εἰ δὲ εἶ δυνατὸς παρακα‐ λεῖν ἐν Κυρίῳ, πρόσελθε καὶ μισθὸν εὑρήσεις. Ἐὰν ἴδῃς ἀδελφὸν ἁμαρτάνοντα, καὶ τῇ ἐπαύριον θεάσῃ αὐτόν, μὴ σχῇς αὐτὸν ἐν σεαυτῷ ὡς ἁμαρτωλόν· οὐ γὰρ οἶδας εἰ ἀπόντος σου εἰργάσατό τι ἀγαθὸν μετὰ τὸ πτῶμα, καὶ μετὰ στεναγμῶν καὶ πικρῶν δακρύων τὸν Κύριον ἐδυσώπησεν. Ὅθεν χρὴ ἀπέχεσθαι τοῦ κρίνειν τὸν
10ἕτερον· χρὴ δὲ ἕκαστον ἡμῶν ταπεινοῦν ἑαυτόν, κατὰ τὸν λέγοντα· ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμέ. Πάντα τὰ ξύλα τοῦ δρυμοῦ οὐκ ἀρκέσει τῷ πυρί, καὶ ἡ σὰρξ οὐ κορέννυται ἀναπαύσεως. φόβος Κυρίου παράδεισος τρυφῆς, τὴν δὲ ἀφοβίαν ἀλώπεκες κληρονομήσουσι.
Μοναχέ, ἐὰν πολεμηθεὶς ὁ ἀδελφὸς φύγῃ τοῦ μοναστηρίου, καὶ ἐξέλθῃς εἰς256

257

ἐπιζήτησιν αὐτοῦ καὶ εὕρῃς, εἰρηνικῶς ἀποκρίθητι αὐτῷ, ἵνα μὴ προσθῇς ἄλγος ἐπὶ τὸ ἄλγος τῆς ψυχῆς αὐτοῦ, σκοπῶν σεαυτὸν μὴ καὶ σὺ πειρασθῇς. Ἀγαπητέ, ἐὰν ἔμπειρος ᾖς τῆς ἰατρικῆς καὶ θεραπεύῃς, νηφάλιος γίνου, μήποτε ἄλλους θε‐ ραπεύων σεαυτὸν ἐμπαθῆ ἀποδείξεις· ἀκούων τοῦ Ἀποστόλου λέγοντος, μὴ βλα‐
5σφημείσθω ὑμῶν τὸ ἀγαθόν. Ἔβαλες καλὰς ἀρχάς, ἀγωνίζου καλῶς ἐκτελέσαι, ἵνα μισθὸν πλήρη ἀπολάβῃς. Δέσποτα τῶν ἁπάντων, καρδίαν μισοῦσαν ὑπο‐ ταγὴν καὶ παιδείαν πατρὸς μή μοι δῷς, καὶ λογισμοὺς ὑπερηφανίας ἀπόστησον ἀπ’ ἐμοῦ· σὺ γάρ, Κύριε, ἐπετίμησας ὑπερηφάνοις. Γέγραπται· προσφιλῆ συνα‐ γωγῇ σεαυτὸν ποίει, καὶ μεγιστᾶνι ταπεινοῦ τὴν κεφαλήν σου, καὶ περὶ τῆς
10ψυχῆς σου μὴ αἰσχυνθῇς· ἔστιν αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις. Μὴ παρόξυνε ἀδελφὸν κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ διαβάλλων, οὐ γάρ ἐστιν αὕτη ἀγάπη διεγείρειν τὸν πλησίον ἐπὶ ἀπωλείᾳ ψυχῆς. Εἰρηνοποιὸς
γίνου, ἵνα ἀξιωθῇς κληθῆναι υἱὸς Θεοῦ. Θέλε ἀγαπᾶσθαι, ἀγαπητέ, ἐν τῇ ἀγάπῃ257

258

τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ μίσει τὴν σαρκικὴν ἀγάπην, ἥτις περιέχει ταῦτα, γαστριμαργίαν, οἰνοφλυγίαν, ἀσωτίαν, φθόνον, κακίαν, ἀσέλγειαν, πάθος, συντριβήν, λύπην καὶ τὰ ὅμοια τούτοις· τέλος δὲ τούτων θάνατος. Ἡ δὲ ἐν Χρι‐ στῷ ἀγάπη ταῦτα περιέχει, χρηστότητα, παιδείαν καὶ γνῶσιν· τέλος δὲ τούτων
5ζωὴ αἰώνιος. Ἀγαπητέ, κολλήθητι ἀνθρώπῳ φοβουμένῳ τὸν Κύριον, μετὰ δὲ τῶν κατα‐ φρονούντων μὴ ἀγάπα συνδιατρίβειν. Ὑπόμεινον, ἀγαπητέ, τὸν Κύριον, ἵνα αὐτός σε ὑψώσῃ· ἡ γὰρ δόξα τοῦ κόσμου τούτου οὐ διαμένει. Τὸν Κύριον ἔχε πρὸ ὀφθαλ‐ μῶν σου διαπαντός, ὅτι σῴζει τοὺς ἐλπίζοντας ἐπ’ αὐτόν. Ἀνὴρ τεθωρακισμένος
10φοβερὸς ἐν πολέμῳ, καὶ ὁ ἐνδεδυμένος πίστιν φοβερὸς τοῖς ἀοράτοις ἐχθροῖς. Ἀ‐ νὴρ ἄφρων ἐρεῖ, τίς με πτοήσει· ὁ δὲ ταπεινόφρων εὑρίσκεται φρόνιμος. Ὕλη πυρὸς ξύλα, ὕλη δὲ θυμοῦ ὑψηλοφροσύνη. Θέλεις ἐξημεροῦν τὸν θυμόν; Ἐπιλαβοῦ τῆς ταπεινοφροσύνης καὶ βάδιζε ἐν τῇ ὁδῷ τῶν πραέων καὶ ταπεινῶν. Ἐὰν συμβῇ παροξυσμὸς μεταξὺ ἀδελφῶν, ὁ εἰρηνοποιῶν μακαριστός, ὁ δὲ προσανάπτων οὐκ
15ἀτιμώρητος ἔσται. Λίθος ψαμμώδης καὶ ψυχὴ ἄπιστος καταβραχὺ διαλυθήσον‐258

259

ται, ἐν ψυχῇ δὲ πιστοῦ λογισμὸς ἀμετακίνητος. Ἐν ἀνδρὶ πρᾴῳ καὶ ταπεινῷ ἀναπαύσεται πνεῦμα σοφίας· φιλεῖ γὰρ Κύριος τοὺς ἐν σοφίᾳ περιπατοῦντας. Ὅρα, ἀγαπητέ, μήπως περισσοτέρας τιμῆς ὀρεγόμενος ἐπισπάσῃ σεαυτῷ ἀτι‐ μίαν. Ἀληθῶς τιμὴ ἀνδρὶ πάντα κατὰ Θεὸν πράττειν, ἀτιμία δὲ μεγάλη παρα‐
5βαίνειν ἐντολάς. Ποιμὴν μέθυσος οὐ διασώσει τὰ πεπιστευμένα αὐτῷ πρόβατα, καὶ ὁ ὑπνώδης καὶ αὐτὸς θηριάλωτος γενήσεται. Ἐν χερσὶ γὰρ μεθύσου φύουσιν ἄκανθαι, ψυχὴ δὲ ἐγκρατοῦς ἐνδελεχῶς προσπίπτει Θεῷ. Χρυσίον ὑπομονὴν οὐ δίδωσι, πίστις δὲ θεμελιοῖ τὸν κεκτημένον αὐτήν. Πλάνη ἀνδρὶ τὸ μὴ εἰδέναι τὰς Γραφάς, δισσῶς δὲ πλανᾶται ὁ ἐπιστάμενος καὶ καταφρονῶν.
10 Ἀγαπητέ, σεαυτὸν παρακάλει, ὑπόμεινον ἐν πάσῃ θλίψει, μήποτε συνεχῶς ὑφ’ ἑτέρων παρακαλούμενος ὑψηλόφρων γένῃ. Λέγει γὰρ ὁ Ἀπόστολος· παρα‐ καλεῖτε ἑαυτοὺς καθ’ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ τις ἐξ ὑμῶν ἀπάτῃ τῆς ἁμαρτίας. Μέτοχοι γὰρ τοῦ Χριστοῦ γεγόνα‐
μεν, ἐάνπερ τὴν ἀρχὴν κατάσχωμεν. Ἀρχὴ πάσης ἀρετῆς πίστις. Βίον ἐνάρετον259

260

κτᾶται μοναχὸς ἐπακούων νουθεσίαν πατρός. Γυμνὸς ἀποκαθίσταται μοναχὸς ἀγαπῶν τὴν ἀνυποταγὴν καὶ τὴν ὁδὸν πλατεῖαν. Διαβολικὸν ἐνθύμημά ἐστι μο‐ ναχῷ ὀρέγεσθαι ἀλλότριον βαθμόν. Εὐάλωτος γίνεται μοναχὸς ἐμπλεκόμενος ταῖς τοῦ βίου πραγματείαις. Ζωὴν αἰώνιον κληρονομήσει πραῢς μοναχὸς καὶ
5ἡσύχιος. Ἥλιος καὶ σελήνη καὶ πάντα τὰ ἄστρα χαίρει ἐπὶ τοῖς ὀρθῶς δουλεύουσι τῷ Δεσπότῃ Χριστῷ. Θησαυρὸν θησαυρίζει ἑαυτῷ ἐν οὐρανοῖς πᾶς ὁ ἀγαπῶν τὴν ἡσυχίαν ἐν ἀγάπῃ. Ἰατρὸς γίνεται τῶν παθῶν ὁ φοβούμενος τὸν Κύριον ἐν ἀλη‐ θείᾳ. Κατάσκοπός ἐστι κατὰ τῶν παθῶν πραῢς μοναχός. Λαοὶ αἰνέσουσι Κύριον ἐν ἀνθρώπῳ μὴ ἀμελοῦντι τῆς ἑαυτοῦ σωτηρίας, ἀλλὰ φροντίζοντι τῆς ἐξόδου
10αὐτοῦ καὶ τῆς παραστάσεως τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ. Μονὴ γίνεται τοῦ Ἁγίου Πνεύματος πᾶς ὁ ἀγαπῶν τὴν ἑαυτοῦ σωτηρίαν. Ναὸς Θεοῦ γίνεται πᾶς ὁ ἀγαπῶν τὴν σωφροσύνην καὶ ἁγνείαν. Ξίφος ἐστὶ κατὰ τοῦ δαίμονος τῆς ἀκη‐ δίας ἡ τοῦ θανάτου μνεία καὶ τῶν κολάσεων. Οὐ κατακρίνει τὸν πλησίον φρόνιμος μοναχός. Ῥήματα ζωῆς αἰωνίου πιστευθήσεται ἀνὴρ φιλόχριστος. Σῖτός ἐστι κα‐
15θαρὸς ἀνὴρ φιλόξενος, τὸ δὲ μέμφεσθαί τινα ἑαυτὸν ἐν παντὶ καιρῷ καθαίρεσις260

261

ἁμαρτιῶν. Ὑπομονῆς νεῦρόν ἐστιν ἡ ἐγκράτεια. Φονοκτονεῖ τὴν ἑαυτοῦ ψυχὴν ὁ ἐκκλίνων ἀπὸ τῶν ἐντολῶν τοῦ Κυρίου· χαρὰν δὲ ἀνεκλάλητον κληρονομήσει πᾶς ὁ τηρῶν αὐτὰς ἐν ἀληθείᾳ. Ψάλλε, ἀγαπητέ, τῷ πνεύματι, ψάλλε καὶ τῷ νοΐ· ὡς γλυκέα τῷ λάρυγγί
5μου τὰ λόγιά σου, ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου. Ἀρχὴ καὶ τέλος τῶν πιστῶν, πίστις, ἐλπίς, ἀγάπη· τῶν δὲ χαλεπῶν χαλεπωτέρα ὑπάρχει ἡ ἀκηδία, μάλιστα δὲ ἐὰν σχῇ σύμμαχον τὴν ἀπιστίαν· πλήρεις γὰρ οἱ καρποὶ αὐτῆς ἰοῦ θα‐ νατηφόρου. Μνημόνευε, ἀγαπητέ, τοῦ φοβεροῦ βήματος τοῦ Θεοῦ διαπαντός, καὶ ἔσται σοι στήριγμα καὶ ἀντιπολεμήσεις τοὺς ἐπιβουλεύοντας κατὰ τῆς ψυχῆς
10σου. Φρόνιμος μοναχὸς ἀποστελλόμενος εἰς διακόνημα, τὴν ἑαυτοῦ ψυχὴν θήσει περὶ τῆς εἰρήνης, ὁ δὲ ἄφρων καὶ ἀπαίδευτος παρασκευάζει μάχας. Κύριε καὶ Δέ‐ σποτα ζωῆς μου, πνεῦμα ἀργίας καὶ περιεργίας καὶ φιλαρχίας μή μοι δῷς· πνεῦμα δὲ σωφροσύνης καὶ ὑπομονῆς χάρισαι τῷ σῷ δούλῳ. Κρεῖσσον ῥύπος ποδῶν ἐν καθαρᾷ καρδίᾳ ἕνεκεν ἀρετῆς ἢ προφασίζεσθαι κα‐
15θαρότητα καὶ νίπτεσθαι ἐμπαθῶς. Ὁ φθείρων τὸν ναὸν τοῦ Θεοῦ, φθερεῖ τοῦτον261

262

ὁ Θεός, ἡ θεία Γραφὴ λέγει. Ὥσπερ ἐπὶ κυνὶ ἐμβριθῶς ἀντίλεγε τῷ δαίμονι τῆς πορνείας. Ὅλως μὴ θελήσῃς συναπαχθῆναι τῷ τοιούτῳ λογισμῷ· ἀπὸ γὰρ σπιν‐ θῆρος πληθυνθήσεται ἀνθρακιά, καὶ ἀπὸ ἐνθυμήσεως κακῆς πλεονάζουσιν ἐπιθυ‐ μίαι κακαί· ἀποτίναξον τὴν μνήμην αὐτῶν μᾶλλον ἢ δυσωδίαν βορβόρου. Ὥσπερ
5θυμίαμα εὐφραίνει ὄσφρησιν, οὕτω καὶ ἐπὶ τῇ ἁγνείᾳ εὐφραίνεται τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ κατοικεῖ ἐν τῷ ἀνθρώπῳ. Ὥσπερ ὗς τέρπεται εἰς κύλισμα βορβόρου, οὕτω καὶ οἱ δαίμονες τέρπονται ἐπὶ τῇ πορνείᾳ καὶ ἀκαθαρσίᾳ. Φῶς μέγα καὶ χαρὰ καὶ εἰρήνη καὶ ὑπομονὴ κατοικεῖ ἐν τῇ ἁγνείᾳ· λύπη δὲ καὶ ἀκηδία καὶ ὕπνος ἀκόρεστος καὶ σκότος ζοφερὸν κατοικεῖ ἐν τῇ σῇ πορνείᾳ. Ἀγάπα, μοναχέ, τὴν
10ἁγνείαν ἐν ἀγάπῃ Χριστοῦ· ἁρμόζει γὰρ τῇ σῇ πολιτείᾳ καθ’ ὃν τρόπον σκέπαρνον τέκτονι. Ἀδελφός τις πολεμηθεὶς ὑπὸ τῆς πορνείας, ἐπιτιμῶν τῷ δαίμονι ἔλεγεν· ὕπαγε εἰς τὸ σκότος, σατανᾶ· ἆράγε οὐκ οἶδας ὅτι, εἰ καὶ ἀνάξιός εἰμι, μέλη Χρι‐ στοῦ βαστάζω; Καὶ εὐθὺς καὶ παραχρῆμα ἐπαύετο ἡ πύρωσις, ὃν τρόπον τις φυ‐
σήσας σβέσει λύχνον, ὥστε αὐτὸν ἐν ἑαυτῷ θαυμάζειν ἐπὶ τούτῳ καὶ δοξάζειν τὸν262

263

Κύριον. Μεγάλη ἡ ἁγνεία ἐν ἀγάπῃ Χριστοῦ· μεγάλη δὲ ἀτιμία ἡ πορνεία. Ἀδελφέ, οὕτω σεαυτὸν ἀφόβως φιλοκαλεῖς καλλωπίζων; Ἄκουε τοῦ Ἀπο‐ στόλου λέγοντος· τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε. Οὐκ οἶδας οἵῳ ἐχθρῷ προσ‐ παλαίεις; Οὐκ οἶδας ὅτι χαλεπόν ἐστιν εἶναι παγίδας ἑτέρας ψυχῆς; Οὐκ ἀναλογί‐
5ζῃ οἵαν σαπρίαν καὶ σῆψιν μέλλουσι κληρονομεῖν οἱ τὰ τοιαῦτα πράσσοντες; Καὶ τοῦτο γινώσκειν σε βούλομαι, ὅτι ἐὰν καὶ ὁ ἔξωθεν ἄνθρωπός ἐστι πιθανός, τὸ δὲ οἰκητήριον τῆς ψυχῆς ἐρρυπωμένον, οὐ χρονιεῖ τούτου τὸ κάλλος διαφθαρῆναι. Ἐὰν δὲ κτήσῃ κάλλος ψυχῆς, σιφωνίσει ἐκ τοῦ κάλλους αὐτῆς καὶ τοῦ φέγγους καὶ εἰς τὸν ἔξω ἄνθρωπον, καὶ τοῦτο τὸ κάλλος σοι διαμενεῖ. Ὁ καλλωπίζων ἱμάτια
10ἑαυτοῦ καὶ πληρῶν γαστέρα ἑαυτοῦ, πολλὰ πολεμηθήσεται, ὁ δὲ νήφων φοβερὸς ἔσται τοῖς ὑπεναντίοις. Ψυχὴ πονηρὰ κολακευομένη ὑπαίρεται, καὶ ὑβριζομένη μαίνεται· ἡ δὲ ἀγαθὴ κολακευομένη οὐ χαίρεται, καὶ ὑβριζομένη οὐ δυσχεραίνει. Σιγὴ νεωτέρῳ, ὥσπερ ἵππῳ χαλινός· ὁ δὲ ἀχαλίνωτος πεσεῖται κακοῖς.
Ἔστω ὁ φόβος τοῦ Θεοῦ ἐν τῇ καρδίᾳ σου, ἀγαπητέ, ὃν τρόπον ὅπλον ἐν263

264

χειρὶ στρατιώτου, ἀπολαμβάνων ἐν αὐτῷ ἐν ταπεινοφροσύνῃ τοὺς πειρασμοὺς τοὺς φερομένους κατὰ σοῦ ὑπὸ τοῦ Διαβόλου, ὅπως λεπτυνθῶσιν ὡσεὶ χνοῦς οἱ ἐχθροί σου ἀπὸ προσώπου σου. Θάρσει· οὐ μὴ γὰρ ἡττηθῇς ἔχων τοιοῦτον ὅπλον. Ὁ μὴ ἀγαπῶν τὸν Κύριον ἐκπειρᾷ οἰκονόμον καὶ παροργίζει ἡγουμένους αὐτοῦ, ὁ δὲ
5ἀγαπῶν τὸν Κύριον τηρεῖ τὰς ἐντολὰς αὐτοῦ. Θυράριος σοφὸς οἶδεν ἀποκριθῆναι πτωχῷ καὶ ὀλιγοψυχοῦντι, ὁ δὲ ἄσοφος ὑπερήφανος ἔσται. Ναί, ἀδελφέ, οὐδὲν παρέχωμεν, κἂν λόγον ἀγαθόν, σκοπῶν σεαυτὸν μὴ τοῖς αὐτοῖς περιπέσῃς. Ἐν πᾶσι γάρ, φησί, τοῖς ἔργοις σου τὰ ἔσχατά σου μιμνῄσκου, καὶ εἰς τὸν αἰῶνα οὐχ ἁμαρτήσεις. Θυράριος ὀκνηρὸς πολλὰ ζημιωθήσεται, ὁ δὲ ζέων τῷ πνεύματι πε‐
10ριποιεῖται ἑαυτῷ στέφανον. Μοναχέ, οἱ ἀδελφοὶ ἐν τῇ συνάξει ἑστῶτες εὐλογοῦσι τὸν Θεόν, καὶ σὺ ἔξω μετεωρίζῃ; Οὐκ οἶδας ὅτι σεαυτὸν ζημιοῖς; Εἶπον τῷ λογισμῷ, ἆράγε εἰ ἦν δό‐ σις, οὐχὶ ἐσπουδάζομεν πρὸ πάντων ἀπαντῆσαι; Καὶ εἰ εἰς τὰ σαρκικὰ τοσαύτη
σπουδή, πόσῳ μᾶλλον εἰς τὰ πνευματικά; Ἴσθι ζέων τῷ πνεύματι, ὡς οἱ Ἅγιοι,264

265

ὅπως συναυλισθῇς αὐτοῖς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ὁ ἀργολογῶν ἐργαζόμε‐ νος ὑποσύρεται εἰς τὸ ἔργον, ὁ δὲ μελετῶν ὁσίους λόγους μᾶλλον προκόψει. Ἐὰν ἐργαζομένου σου ἐνοχλήσῃ σοι τὸ πνεῦμα τῆς πορνείας, μὴ ὀκνήσῃς ἐκτεῖναί σου τὰς χεῖρας εἰς προσευχήν· εἰ δὲ καὶ σφοδροτέρως ἐπιθῇ σοι, κλῖνον καὶ γόνυ εἰς
5προσευχήν, καὶ ἡ εὐχὴ τῆς πίστεως ἀντιπολεμήσει ὑπὲρ σοῦ. Μὴ κοιμηθῇ ἔχων κατά τινος, ἵνα μὴ φαντασίαι αἰσχραὶ ταράξωσί σε τὴν νύκτα. Μὴ μόνον κάτω ἡ ὄψις, ἀλλὰ καὶ ἡ καρδία μὴ ἐπαιρέσθω κατὰ τοῦ ἑτέρου. Ῥῦσαι ἀδελφόν σου ἀπὸ ἁμαρτίας, καὶ σὲ Κύριος ἐν ἡμέρᾳ ὀργῆς. Πονικὸς ἐν κοινοβίῳ οὐδὲ τοῦ ἀφε‐ δρῶνος ἀμελήσει, οὐ γάρ ἐστιν ἀναξιοπαθεῖν παρ’ εὐσεβῶν. Μὴ φοβοῦ τὸν κό‐
10πον, λέγων μήποτε ἀσθενήσω· ἐννόησον δὲ μᾶλλον ὅτι οἱ Ἅγιοι πάντες διὰ τῶν παθημάτων Θεῷ εὐηρέστησαν. Μοναχὸς ὀκνηρὸς οὐδὲ ἑαυτῷ χρήσιμος, οὐδὲ τῷ πλησίον· ὁ δὲ ἄοκνος τοὺς ἀμελεστέρους διεγείρει πρὸς ἀρετήν. Ὁ καταφρονῶν ἡγουμένου ἁμαρτάνει, ὁ δὲ ὑπακούων ἐν Κυρίῳ δόξαν κληρονομήσει. Μὴ διά‐
στρεφε ἀρχάριον καὶ ψυχὴν διψῶσαν πρὸς Κύριον, ὅτι ὄψεται Κύριος καὶ οὐκ265

266

ἀρέσει αὐτῷ. Υἱὸς πονηρὸς κακολογήσει τὸν γεννήσαντα αὐτόν, καὶ οἱ ἀκούοντες αὐτοῦ καταγνώσονται αὐτοῦ. Ἀνελεήμων, ὁ ἀποδιδοὺς πονηρὰ ἀντὶ ἀγαθῶν, τί παθεῖται; Μὴ ἀγάπα ἀκούειν πταίσματα ἀλλότρια, ἵνα μὴ καὶ τὸ σὸν ἁμάρτημα ἐξάκουστον γένηται πᾶσιν. Ὁ σιωπῶν ἐπὶ τραπέζης ὅμοιός ἐστι τῷ μετὰ μέλιτος
5ἐσθίοντι τὸν ἑαυτοῦ ἄρτον· ὁ δὲ πληθύνων λόγους ἐκταράσσει καὶ τὸν ἥσυχον. Μετὰ καταστάσεως ἔσθιε ἰχθύν, καὶ τὸ πόμα σου ἔστω ἀθόρυβον. Σκολιάζοντι μοναχῷ οὐκ ἀρέσει πιστὸς θυράριος, καὶ ὁ διώκων τὸ δίκαιον οὐ σκανδαλίσει τὸν πλησίον. Στένωσον τὴν ἐπιθυμίαν, ἀγαπητέ, πρὸ τοῦ σε στενωθῆναι δι’ αὐτήν· κατάγει γὰρ εἰς πυθμένα ᾅδου τοὺς ἐξακολουθοῦντας αὐτῇ. Οὐκ ἔστι σταθμὸς τῇ
10ὑπομονῇ, ἐάνπερ συγκεκέρασται τῇ ἀγάπῃ. Κύριε Βασιλεῦ, δώρησαί μοι ὁρᾶν τὰ ἐμὰ πταίσματα, τοῦ μὴ κατακρῖναι τὸν ἀδελφόν μου. Ἐὰν οἰκοῦσι δύο ἀρχάριοι μετὰ γέροντος, τίς τῶν δύο μείζων ἐστὶ πρὸς Κύριον; Ὁ ταπεινῶν ἑαυτὸν τῷ ἀδελφῷ αὐτοῦ ἐν φόβῳ Θεοῦ. Ἀψευδὴς γὰρ ὁ
εἰπών· ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. Ὁ ἔχων δύο ἀρχαρίους νήψεως πολλῆς266

267

ἐπιδέεται, μήποτε εὑρὼν χώραν ὁ ἐξεναντίας κατεργάσηταί τι τῶν ἰδίων ἐν αὐτοῖς. Ἀρχάριος δὲ ἀγαπῶν γέλωτα καὶ παρρησίαν, συντρίμματα καὶ ταλαιπωρίαν πε‐ ριποιεῖται ἑαυτῷ. Μὴ θέλε τὰ εὐτράπελα, ἃ οὐκ ἀνῆκεν, ἀλλὰ μᾶλλον εὐχαρι‐ στίαν. Μὴ γίνου ἀνήκοος, σκληρός τε καὶ καταφρονητής, ἵνα μὴ καὶ σεαυτὸν
5βλάψῃς, καὶ τοὺς ἀκούοντάς σου. Ἐὰν γένῃ ἀληθινός, εὐλαβὴς καὶ ταπεινόφρων, καταχέει ἐπὶ σὲ Κύριος τοὺς οἰκτιρμοὺς αὐτοῦ. Ἄκουε, ἀγαπητέ, τοῦ νουθε‐ τοῦντός σε ἐν Κυρίῳ, ὅπως καρποφορήσῃς Κυρίῳ τῷ Θεῷ. Φοβοῦ τὸν Κύριον, καὶ ἔσται σοι τεῖχος, καὶ ἐν ἡμέρᾳ τελευτῆς εὑρήσεις χάριν. Μὴ ἐξουθένει κοσμι‐ κόν, μοναχέ, ἐν τῇ διανοίᾳ σου, μόνος γὰρ ὁ Κύριος γινώσκει τὰ κρύφια τῆς καρ‐
10δίας. Τίμα πάντας διὰ τὸν Κύριον, ὅπως καὶ σὲ ὁ πάντων Κύριος τιμήσῃ. Ὁ βου‐ λόμενος μεταστῆσαι πέτραν ὑποκάτω ὑποτίθησι τὸν μοχλόν, οὐχὶ ἐπάνω· τότε γὰρ εὐχερῶς κυλίσει αὐτήν· τοῦτο δέ ἐστιν ὑπόδειγμα ταπεινοφροσύνης. Μοναχέ, τὸ κελλίον κατέλιπες καὶ ἐν τῷ κόσμῳ ἀναπατεῖς; Οὐ φοβῇ τὴν ἀνομίαν καὶ τὴν ἀντιλογίαν τὴν ἐν τῇ πόλει; Ὁ ἀποδυσάμενος τελείως τὸ φρόνη‐
15μα τοῦ κόσμου ἄτρωτος διαμένει· ὁ δὲ μὴ ἀποδυσάμενος συνεχεῖς δέχεται πληγάς.267

268

Ἐὰν συμβῇ στενωθῆναι τὸ μοναστήριον ἔνθα οἰκεῖς εἰς τὰ ἐπὶ χρείαν τοῦ σώματος, μὴ κατάλιπε τὸν τόπον, ὅτι τότε εὑρήσεις ἐργασίαν πολλὴν ἐν τῷ τόπῳ. Οὐκ ἀρέσει ἀνοσίοις ὅσιος ἡγούμενος, οὐδὲ δικαίῳ πᾶν ἄδικον. Συγχώρησον τῷ ἀδελ‐ φῷ σου, ἐὰν ἥμαρτεν εἰς σέ, καὶ ὁ Κύριος συγχωρήσει σοι τὰ παραπτώματά σου.
5Πρόλαβε εἰς τὸ κελλίον τοῦ λυπήσαντός σε ἀδελφοῦ, καὶ μετανόει αὐτῷ ἐν κα‐ θαρᾷ καρδίᾳ διὰ τὸν εἰπόντα, μὴ μόνον ἕως ἑπτάκις ἀφιέναι τῷ ἀδελφῷ, ἀλλ’ ἕως ἑβδομηκοντάκις ἑπτά. Δέξαι τὴν μετάνοιαν τοῦ ἀδελφοῦ, ἀγαπητέ, ὡς παρὰ θεοῦ ἀποσταλέντος, ἵνα μὴ τὸν ἀποστείλαντα ἀθετήσας κινήσῃς αὐτὸν κατὰ σοῦ εἰς ὀργήν. Εἰρήνην ἀγάπα καὶ τὸν ἁγιασμόν, ὅπως καταξιωθῇς τοῦ προσώπου
10Κυρίου τοῦ Θεοῦ. Μὴ κατάτρεχε ἀδελφόν σου ἐν ἡμέρᾳ θλίψεως αὐτοῦ, καὶ μὴ προσθήσῃς ἄλγος ἐπὶ τὸ ἄλγος τῆς ψυχῆς αὐτοῦ. Πονικὸς ἡγούμενος εὐταξία ἀδελφῶν, καὶ φρόνιμοι γέροντες παράκλησις νεωτέρων. Οὐ δεῖ ἐμπιστεύειν τοῖς κακολογοῦσι, πολλάκις γὰρ γίνεται ἐκ φθόνου διαβολή· ἀλλὰ χρὴ μᾶλλον τὰ τῆς
ἀληθείας ἐπιζητεῖν. Δεῖ ἐπιστομίζειν τοὺς θρασυνομένους καὶ ἀκαταστατεῖν ἐπι‐268

269

χειροῦντας, ἵνα ἡ ἀδελφότης ἀτάραχος διαμείνῃ. Ἐὰν θεάσῃ ἀδελφοὺς ὁμονο‐ οῦντας εἰς κακόν, μὴ συγκοινώνει τῇ ἀταξίᾳ αὐτῶν, ἀλλ’ ἐκκλίνας εἴσελθε εἰς τὸ κελλίον σου, μιμνῃσκόμενος τοῦ εἰπόντος, δοῦλον Κυρίου οὐ δεῖ μάχεσθαι. Ἐὰν δὲ ἴδῃς ἀδελφὸν ὀλιγωροῦντα ἢ ἀρρωστοῦντα, τούτῳ συμπάσχειν καλόν. Δικαιο‐
5σύνη χαροποιήσει τὴν καρδίαν τοῦ ἐργαζομένου αὐτήν. Ἀδελφέ, κωλύου ἐκ τῶν εὐτραπέλων, μήποτε ἀναιδῆ σε ἀπεργάσωνται· ἀναίδεια δέ ἐστι μήτηρ ἀκολασίας. Μὴ περιέρχου τὰς κέλλας οἰνοφλύγων, μή‐ ποτε ἄφνω ἀπολέσῃς σου τὸν πλοῦτον τῆς σωφροσύνης. Μὴ ἴσθι μνησικακῶν τῷ ἀδελφῷ σου· γέγραπται γάρ, ὁδοὶ μνησικάκων εἰς θάνατον. Οὐ δύνῃ φέρειν ὕβριν;
10Σίγα καὶ ἀνάπαυε. Οὐ δύνῃ εἰδέναι ἀποβλεπόμενόν σε τινά; Μηδὲ σὺ ἀποβλέπου τινά. Μὴ συγκαταθῇ τῷ ὑποβάλλοντί σοι τὰ τοιαῦτα· ἕως πότε ἀνέχῃ τραπεύων ἕνα ἕκαστον ἀδελφόν; Εἴπωμεν δὲ πρὸς αὐτόν· τὴν σήμερον σπεύδω ἐλεύθερος γε‐
νέσθαι, καὶ περὶ τῆς αὔριον Κυρίῳ μελήσει· αὐτὸς γὰρ εἴρηκε, μὴ μεριμνήσητε269

270

περὶ τῆς αὔριον. Μακάριος ὁ εὑρὼν ἀγαθὴν συνοδίαν καὶ μισήσας τὰ ἑαυτοῦ θελή‐ ματα. Ἄδολον ἐπιτέλει τὸ ἔργον σου, ἀδελφέ· οὕτω γὰρ πρέπει πιστοῖς, ὅπως καὶ χάριν εὕρῃς ἐν τοῖς καμάτοις σου. Μὴ πῖνε οἶνον εἰς μέθην αἰσχυνόμενος πρόσωπον, τότε γὰρ ἔσται σοι αἰσχύνη μεγάλη, ὅταν ὡς μέθυσος φωραθῇς. Ὥσπερ μανιάκιον
5χρυσοῦν ἐπὶ τραχήλῳ ἀνδρός, οὕτω πρέπει μοναχῷ ἡ εὐλάβεια. Ὥσπερ μέλι γλυκάζον ἐν στόματι ἀνθρώπου, οὕτω θεῖοι λόγοι ἐν ψυχῇ φοβουμένου τὸν Κύριον. Σοφοὶ γέροντες στήριγμα ἀδελφῶν, οἱ δὲ ἄσοφοι μάχιμοι ἔσονται. Μισητὴ παρὰ θεῷ καὶ ἀνθρώποις ἡ ὑπερηφανία, τοὺς δὲ ἀγαπῶντας τὴν ταπείνωσιν ἀνυψοῖ ὁ Κύριος. Λιμὴν εὔδιός ἐστιν εὐκανόνιστος τόπος· οἷς δὲ μὴ ὑπάρχει κυβέρνησις,
10πίπτουσιν ὥσπερ φύλλα· ὅτι δεῖ τὸν ὑπηρετοῦντα ὑπηρετεῖν ὡς τῷ Κυρίῳ καὶ οὐκ ἀνθρώποις, παρ’ οὗ καὶ τὸν μισθὸν ἀπολήψεται· ὅτι δεῖ τὸν ὑπηρετούμενον ταπει‐ νοφρόνως φέρειν, ὡς ὑπὸ Κυρίου ὑπηρετούμενον. Ἔφαγες ἄρτον καὶ ἐνεπλήσθης;
Δὸς δόξαν τῷ χορτάσαντί σε Θεῷ. Εἰ δὲ παρὰ μικρὸν τῆς κοιλίας σου βούλει μεῖ‐270

271

ναι, δὸς δόξαν τῷ ἐνισχύσαντί σε Θεῷ, καὶ μὴ λέγε ἐνώπιον πάντων, εἰ μὴ τηλι‐ κοῦτον ἄρτον οὐκ ἔφαγον. Τί οὖν ἀποδίδως σεαυτῷ ἢ τοὺς ἐσθίοντας καὶ εὐχαρι‐ στοῦντας κατακρίνεις; Ὑπόμεινον τὸν Κύριον ἐν ἡμέρᾳ θλίψεως, ὅπως σκεπάσῃ σε ἐν ἡμέρᾳ
5ὀργῆς. Μὴ γέλα ἐπὶ θλιβομένῳ, μηδὲ χαῖρε ἐπὶ διαστρεφομένῳ, μήποτε ὀργισθῇ σοι ὁ Κύριος, καὶ οὐ μὴ εὕρῃς ἀντίληψιν ἐν ἡμέρᾳ θλίψεως. Μὴ καταδίωκε ἀδελ‐ φοὺς χάριν φιλαρχίας· ἐὰν γὰρ μὴ ᾖ ἐκ Θεοῦ ἡ βουλὴ αὕτη, οὐ σταθήσεται· ἐὰν δὲ ἐκ Θεοῦ ἐστι, κἂν κρυβήσῃ εἰς τὰ σκεύη, καθάπερ Σαούλ, ἐκεῖθεν λήψεταί σε Κύριος καὶ καταστήσει σε ἡγούμενον ἐπὶ τὸν λαὸν αὐτοῦ. Τίς μὴ στενάξει ἐπὶ τού‐
10τοις, ὅτι οὔπω μίαν ἀρετὴν ἐνδειξάμενοι τοῦ μοναδικοῦ βίου ἀρχὰς διώκομεν; Πόθεν οὖν ἡμεῖς καὶ ἐπὶ ξηρᾶς ὄντες ναυαγοῦμεν συνεχῶς; Οὐχὶ ἀπὸ ἀπειθίας καὶ ἀπαιδευσίας; Κωπηλατεῖν γὰρ μὴ ἐπιστάμενοι κυβερνᾶν ἐπιχειροῦμεν. Τίς πονηρότερος τοῦ ἔχοντος ὕδωρ γλυκὺ καὶ μὴ ποτίζοντος ψυχὴν διψῶσαν; Ἢ τίς
φθονερώτερος τοῦ ἔχοντος βιβλίον ὠφέλιμον καὶ μὴ μεταδιδόντος τῷ ἀδελφῷ271

272

πρὸς οἰκοδομήν; Τίς δὲ ὀκνηρότερος τοῦ διψῶντος, καθημένου δὲ πλησίον πηγῆς καὶ τὰς χεῖρας μὴ ἐκτείνοντος, ὅπως λαβὼν ὕδωρ παύσῃ τὴν δίψαν; Ἢ τίς ἀμε‐ λέστερος τοῦ κεχρημένου βιβλίον, καὶ τῆς ἀναγνώσεως ἀμελοῦντος; Συγκοπίασον τῷ ἐπιδεομένῳ μαθεῖν γράμματα, ὅπως ἀναγινώσκων τὰ θαυμάσια τοῦ Θεοῦ
5εὐλογῇ τὸ θαυμαστὸν ὄνομα, καὶ αὐτὸς ἔσται σοι μισθαποδότης. Ἀκηδιαστῇ μοναχῷ ἡ ὀλιγωρία ἀνθίσταται, κατὰ δὲ τοῦ ἔχοντος ὑπομονὴν ἡ ὑψηλοφροσύνη· ὁ δὲ ἀγαπῶν τὸν Κύριον ἐν ἀληθείᾳ παραιτεῖται τὰ ἀμφότερα. Μοναχὸς ὀκνηρὸς πολλὰ ζημιωθήσεται, ὁ δὲ νήφων οὐδὲ μιᾶς ὥρας καταφρονή‐ σει. Μοναχὸς ὀκνηρὸς καὶ ἐριστικὸς οὐ δοξασθήσεται, ὅτι παραπικραίνων ἐστί.
10Μοναχὸς ἀνυπότακτος πολλοὺς τόπους δοκιμάσει, ὁ δὲ ταπεινόφρων ὑποταγή‐ σεται ἐν Κυρίῳ. Ἀρχάριος συνετὸς ὑπήκοος μειζοτέρων ἐν Κυρίῳ, ὁ δὲ ἀνήκοος ἐν ἀτιμίᾳ ἔσται. Ὁ συντηρῶν τὴν ἁγνείαν τοῦ σώματος αὐτοῦ θαυμασθήσεται ὑπὸ πολλῶν, ὁ δὲ ταύτης καταφρονῶν καταγνωσθήσεται ὑπὸ πλειόνων. Σκόπει, ἀγαπητέ, τὰ μέτρα ἑκάστου τῶν ὑποτεταγμένων διὰ τὸν εἰπόντα· ὃς
15δὴ καρποφορεῖ καὶ ποιεῖ, ὁ μὲν ἑκατόν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα. Μοναχὸς272

273

γαστρίμαργος τὴν νηστείαν κακημερίαν ἀποκαλεῖ· ὁ δὲ ἐγκρατὴς οὐ σκυθρωπάσει. Μὴ ποίει πρᾶγμα λυποῦν τὸν πλησίον, ἀλλ’ ἴσθι πεπαιδευμένος ἐν πάσῃ ἀναστρο‐ φῇ σου. Ἀνὴρ ἀπαίδευτος κατασκοπεῖ τὸν γείτονα αὐτοῦ, ὁ δὲ ἐν τῷ φωτὶ περι‐ πατῶν οὐ λογίζεται τὸ κακόν. Ὁ ἀγαπῶν τὸν Κύριον οὐ παροργίζει τὸν πλησίον,
5ἀλλὰ τηρεῖ ἑαυτὸν διὰ τὸν εἰπόντα· καὶ ἃ θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, ποιεῖτε αὐτοῖς καὶ ὑμεῖς ὡσαύτως· οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται. Κάμε, μοναχέ, ἐν τῷ χειμῶνι, ἵνα εὐφρανθήσῃ εἰσελθὼν εἰς τὸν λιμένα τῆς ζωῆς. Τοὺς ἀμελεστέρους ἀδελφοὺς κατὰ τῶν σπουδαιοτέρων ἐφοπλίζει ὁ Ἐ‐ χθρός· οἱ δὲ σπουδαιότεροι διὰ τῶν ἀμελεστέρων εὑρίσκουσιν ἐργασίαν, βαστά‐
10ζοντες αὐτῶν τὰ ἀσθενήματα διὰ τὸν Κύριον. Ὁ ποιῶν ἔλεος τῷ πλησίον, εὑρήσει ἔλεος παρὰ Κυρίου· ἀνίλεος δὲ ἡ κρίσις τῷ μὴ ποιήσαντι ἔλεος. Μὴ συνέλθῃς
ἀδελφῷ σου εἰς ἁμαρτίαν, ἀλλὰ μᾶλλον καὶ αὐτὸν ῥῦσαι ἐξ αὐτῆς, ὅπως ζήσεται273

274

ἡ ψυχὴ ὑμῶν ἐν Κυρίῳ. Ἔστω ὁ φόβος τοῦ Θεοῦ πρὸ ὀφθαλμῶν σου διαπαντός, καὶ ἁμαρτία σοῦ οὐ κυριεύσει. Μὴ εἴπῃς, σήμερον ἁμαρτάνω καὶ αὔριον μετα‐ νοῶ· οὐ γὰρ ἔχεις τὸ ἀσφαλὲς περὶ τῆς αὔριον· ἀλλὰ σήμερον μετανοήσωμεν, καὶ περὶ τῆς αὔριον Κυρίῳ μελήσει.
5 Ἔστιν ἀναπατῶν, καὶ ἐν τῷ ἀκούειν τὸν φωνοῦντα εἰς προσευχὴν ἐπιλαμβά‐ νεται τοῦ ἔργου. Μὴ ἀμέλει τῆς συνάξεώς σου, ἀγαπητέ, ἵνα φωτισθῇ ὁ ὀφθαλ‐ μὸς τῆς διανοίας σου. Μῶμος τῷ κεκτημένῳ στόμα θρασύ· ὁ δὲ φοβούμενος τὸν Κύριον εὐλαβηθήσεται. Ἴσθι πεποιθὼς ἐν ὅλῃ καρδίᾳ σου πρὸς Κύριον, καὶ ἐν παντὶ καιρῷ εὑρήσεις χάριν. Ἐὰν ὑπομείνῃς ἐν αὐτῷ, οὐ μὴ ἀπολέσῃς σου τὸν
10μισθόν. Σίφωνες προσάγονται ἐν ἡμέρᾳ ἐμπρησμοῦ, καὶ δάκρυα ἐν καιρῷ πειρασμοῦ. Ὕδωρ σβέννυσι φλόγα ἀνημμένην ἐν οἰκίᾳ, καὶ δάκρυα ἐν προσευχῇ ἐπιθυμίας πονηράς. Ὥσπερ φοῖνιξ θάλλων ἐν αἰγιαλοῖς, οὕτως ὁμόνοια ἀδελφῶν ἐν Κυρίῳ. Ὁ τιμῶν μειζοτέρους εὐφρανθήσεται ὑπὸ μικροτέρων, καὶ ἐν ἡμέρᾳ προσευχῆς αὐτοῦ εἰσακουσθήσεται. Ἐὰν χρήσῃς τῷ ἀδελφῷ σου τι, καὶ διασύρῃ περὶ τὴν ἀπό‐
15δοσιν, καὶ βούλει ὑπομιμνῄσκειν αὐτόν, ἅπαξ ὑπόμνησον, πολλάκις γὰρ γίνεται274

275

λήθη· ἐὰν χρήσῃ τι παρὰ τοῦ ἀδελφοῦ σου, κἀκεῖνος εὐλαβείᾳ φερόμενος μὴ ὑπο‐ μνήσῃ σε, ἀλλὰ σὺ ὡς τὸν Θεὸν φοβούμενος μὴ ἀποστέρει αὐτὸν τοῦ αὑτοῦ, διότι γέγραπται, μηδενὶ μηδὲν ὀφείλετε εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾶν. Πάντων τῶν φθει‐ ρομένων δεῖ καταφρονεῖν, ἀδελφοί, μόνης δὲ τῆς ζωῆς ἀντιποιεῖσθαι. Ἐὰν προ‐
5χειρισθῇς μεσάζειν τι, μὴ ἀμέλει τῆς ἑαυτοῦ σωτηρίας προφασιζόμενος προφάσεις ἐν ἁμαρτίαις· ὅτι καὶ Ἰωσὴφ ἐμέσασε πράγματος ἐν Αἰγύπτῳ, καὶ οὐ μόνον μιᾶς οἰκίας ἀνεδέξατο φροντίδα, ἀλλὰ καὶ πάσης Αἰγύπτου, καὶ οὐκ ἔκλινεν ἐξ ὁδοῦ ἀληθείας, καὶ ὁ Κύριος ἐδόξασεν αὐτόν. Ἐὰν ἡ ψυχή σου ὑγιὴς ὑπάρχῃ πρὸς Κύριον, ἐν πᾶσιν ὠφεληθήσῃ. Ἐὰν ἴδῃς
10πραγματευτήν, εἶπον ἐν σεαυτῷ· ψυχή, οὗτος τὰ πρόσκαιρα ἐπιθυμῶν, τοσαῦτα ὑπομένει, ἵνα συνάξῃ τὰ μὴ διαμένοντα· σὺ δὲ τῶν μὴ παρερχομένων ἀμελεῖς; Ἐὰν θεάσῃ ἄνδρας δικαζομένους, εἶπον ἐν σεαυτῷ· ψυχή, οὗτοι ἐπ’ οὐδὲν χρήσι‐ μον τοσαύτην σπουδὴν καὶ φιλονεικίαν ἔχουσι πρὸς ἀλλήλους· σὺ δὲ τῶν μυρίων
ταλάντων ὀφειλέτις οὖσα, οὐ προσπίπτεις τῷ Θεῷ, ὡς δεῖ, ἵνα τῆς ἀφέσεως ἐπι‐275

276

τύχῃς; Ἐὰν θεάσῃ τοὺς οἰκοδομοῦντας οἰκίας πηλίνας, εἶπον ἐν σεαυτῷ· καὶ οὗτοι, ψυχή, οἰκίας πηλίνας οἰκοδομοῦντες, σπουδῇ κέχρηνται τελειῶσαι τὸ ἔργον· σὺ δὲ καταφρονεῖς τῶν αἰωνίων σκηνῶν; Καὶ ἵνα μὴ καθ’ ἓν λέγοντες μη‐ κύνωμεν τὸν λόγον, εἴ τι ἂν ἴδωμεν ἐν τῷ βίῳ, τοὺς κοσμικοὺς λογισμοὺς καὶ τὰ
5βιωτικὰ φρονήματα εἰς τὰ πνευματικὰ μεταλλάξωμεν, καὶ πάντως ὠφελείας τυγχάνομεν, τῆς χάριτος ἡμῖν συνεργούσης. Τί δέ ἐστιν ὁ μοναχός; Ἔοικεν ὁ μοναχὸς ἀνδρὶ καταφερομένῳ ἐξ ὕψους, ὃς εὑρὼν σχοινίον κρεμάμενον ὑψηλῷ διαθέματι, δραξάμενος ἀπεκρέμασεν ἑαυτόν, καὶ βοᾷ ἀδιαλείπτως πρὸς Κύριον τοῦ βοηθῆσαι, εἰδὼς ὅτι ἐὰν ἐξατονήσας ἀπο‐
10λύσῃ τὰς ἀμφοτέρας χεῖρας, πίπτει καὶ θανατοῦται. Ἐπιλαβοῦ, μοναχέ, τῆς αἰωνίου ζωῆς εἰς ἣν ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων· ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ. Διὰ τὸ μὴ βούλεσθαι ἡμᾶς μικρὰν θλῖψιν ὑπομεῖναι διὰ τὸν Κύριον, περιπίπτομεν
ἀκουσίως εἰς πολλὰς θλίψεις καὶ κακάς. Καὶ διὰ τὸ μὴ θέλειν ἡμᾶς καταλιπεῖν276

277

τὸ ἴδιον θέλημα διὰ τὸν Κύριον, ἑαυτοῖς προξενοῦμεν ζημίαν ψυχῆς. Καὶ διὰ τὸ μὴ ἀνέχεσθαι ἡμᾶς ἐν ὑποταγῇ καὶ ἐξουδενώσει εἶναι διὰ τὸν Κύριον, ἑαυτοὺς ἀποστεροῦμεν τῆς παρακλήσεως τῶν δικαίων. Καὶ διὰ τὸ μὴ πειθαρχεῖν ἡμᾶς τῇ νουθεσίᾳ τῶν νουθετούντων ἡμᾶς διὰ τὸν Κύριον, ἑαυτοὺς ποιοῦμεν ἐπίχαρμα τοῖς
5πονηροῖς δαίμοσι. Καὶ διὰ τὸ μὴ ἀποδέχεσθαι ἡμᾶς τὴν ἐν ῥάβδῳ παιδείαν, ὁ λέ‐ βης ἡμᾶς διαδέχεται, ἔνθα οὐκ ἔσται ὁ παρακαλῶν. Τίς δῴη τῇ κεφαλῇ μου ὕδωρ καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ φαιδρὸν πρόσωπον πρὸς τοὺς ἔξω, καὶ κλαύσομαι τὰς ἁμαρτίας μου ἡμέρας καὶ νυκτός; Εἶπον τῷ γέλωτι, πόρρω γενοῦ ἀπ’ ἐμοῦ, καὶ τοῖς δάκρυσιν, ἔλθετε πρός με, ὅτι πολλὴ ἡ ἁμαρτία
10μου ἐνώπιον Κυρίου σφόδρα, καὶ οὐκ ἔστιν ἀριθμὸς τοῖς παραπτώμασί μου. Εἴδετε ὅτι τρεῖς διαφοραί εἰσι δακρύων ἐν ἀνθρώποις; Ἔστι δάκρυα τῶν φαινομένων πραγμάτων, καὶ αὐτά εἰσι πικρὰ σφόδρα καὶ μάταια· καὶ ἔστι δά‐ κρυα τῆς μετανοίας, ὅταν ἐπιποθῇ ἡ ψυχὴ τῶν αἰωνίων ἀγαθῶν, καὶ αὐτά εἰσι γλυκέα καὶ ὠφέλιμα σφόδρα· καὶ ἔστι δάκρυα τῆς μετανοίας, ἔνθα ὁ κλαυθμὸς
15καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, καὶ ταῦτά εἰσι πικρὰ καὶ ἀνωφελῆ. Οὐδὲν γὰρ ἀνύ‐277

278

ουσι τότε, ὅτε οὐκ ἔστιν ὁ καιρὸς τῆς μετανοίας. Ἀγαπητέ, νῆφε τῇ νεότητί σου, ὅπως εὑρεθῇς δόκιμος καὶ ἐπ’ ἐσχάτων σου· καὶ μὴ καταθάρσει σεαυτὸν τῷ Πονηρῷ ὑποβάλλοντί σοι ἀπατηλοὺς λογι‐ σμοὺς καὶ φάσκοντι· τέως νεώτερος εἶ, δεῖ σε ἄλλα πολλὰ ἔτη ζῆσαι· ὅθεν νῦν
5εὐφραίνου καὶ μὴ λυπήσῃς τὴν σεαυτοῦ ψυχήν, καὶ περὶ τὸ γῆράς σου δεῖ σε με‐ τανοῆσαι. Οὐκέτι γινώσκεις, ὦ ἀδελφέ, οὐδὲ κἂν ὡς ἄφρων, ὅτι ἀπατᾶσαι ἐν τούτοις; Εἰ γὰρ ἔτι νεωτέρου σου ὑπάρχοντος, καὶ τῆς ἡλικίας σου σφριγώσης, ὅτε δύνῃ ὑπομεῖναι πάντα πόνον καὶ ἄσκησιν φέρειν, οὐ μετανοεῖς, ἐὰν γηράσῃς, οὐ τὴν ἀδυναμίαν τοῦ γήρως προφασίζῃ; Εἰ δὲ καὶ ἐν τῇ νεότητί σου καταλη‐
10φθῇς, τί ποιήσεις; Ἀπόλιπε οὖν τὴν ὁδὸν τοῦ Ἐχθροῦ, καὶ ἄκουε τὴν φωνὴν τοῦ ἀληθινοῦ Δεσπότου εἰπόντος· γρηγορεῖτε οὖν καὶ προσεύχεσθε, ὅτι οὐκ οἴδατε τὴν ὥραν, οὐδὲ τὴν ἡμέραν. Κύριε Ἰησοῦ Χριστέ, Βασιλεῦ τῶν βασιλευόντων, ὁ ἔχων ἐξουσίαν ζωῆς καὶ θανάτου, ὁ γινώσκων τὰ ἄδηλα καὶ τὰ κρύφια, ὃν οὐ λανθάνει ἐνθύμησις καὶ δια‐
15λογισμός, καθάρισόν με ἐκ τῶν κρυφίων μου, ὅτι τὸ πονηρὸν ἐνώπιόν σου ἐποί‐278

279

ησα· ἰδοὺ γὰρ αἱ ἡμέραι μου ἐκλείπουσιν, ἡμέρᾳ καὶ ἡμέρᾳ· καὶ αἱ ἁμαρτίαι μου πληθύνονται. Σύ, Κύριε, ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, γινώσκεις τὴν πολλὴν ἀσθένειαν τῆς ψυχῆς μου καὶ τοῦ σώματος· δός, Κύριε, ἰσχὺν ἐν τῇ ἀδυναμίᾳ μου, καὶ ἀντιλαβοῦ μου τοῦ ταλαιπώρου. Σὺ γὰρ γινώσκεις, ὅτι ὡσεὶ
5τέρας ἐγενήθην τοῖς πολλοῖς, καὶ σὺ βοηθός μου κραταιός. Δός μοι καρδίαν, Κύ‐ ριε, εὐγνωμονοῦσαν, τοῦ μνημονεύειν τῶν εὐεργεσιῶν σου διαπαντός, ἀγαθὲ Κύ‐ ριε, καὶ μὴ μνησθῇς τῶν πολλῶν μου ἁμαρτιῶν, ἀλλὰ ἀμνησικάκησον ἐπὶ τοῖς παραπτώμασί μου. Μὴ παρίδῃς, Κύριε, τὴν δέησίν μου τοῦ εὐτελοῦς καὶ ἁμαρ‐ τωλοῦ, ἀλλ’ ὡς ἐσκέπασέ με ἡ χάρις σου ἄχρι τοῦ νῦν, καὶ ἕως τέλους μὴ ἀφέ‐
10λῃς αὐτὴν ἀπ’ ἐμοῦ. Αὕτη γὰρ ἐσόφισέ με τοῦ συνιέναι ταῦτα, καὶ μακάριοι οἱ συντηροῦντες τὰς ὁδοὺς αὐτῆς, ὅτι ἔσται αὐτοῖς εἰς στέφανον δόξης. Ἐξομολο‐ γοῦμαί σοι, Κύριε, καὶ αἰνῶ ἐγὼ ὁ ἀνάξιος τὸν ἐνδειξάμενον ἐν ἐμοὶ πλῆθος οἰκτιρμῶν, ὅτι σκεπαστὴς καὶ βοηθὸς ἐγένου μοι, ἐπεὶ τὸ ὄνομα τῆς μεγαλωσύ‐ νης σου εὐλογημένον εἰς τοὺς αἰῶνας· σοὶ γὰρ πρέπει μεγαλωσύνη Κυρίῳ τῷ
15Θεῷ ἡμῶν.279

280

Ἀγαπητέ, δίδασκε σὸν ἀδελφὸν ὁδόν, μὴ τὴν ἀπάγουσαν εἰς τὸν κόσμον ἀλλὰ τὴν εἰσάγουσαν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Φοβοῦ δὲ τὸν Κύριον ἐν ὅλῃ δυνάμει σου, καὶ μὴ ζηλοῦ τὰ ἔργα τῶν ἀσεβῶν, ὅτι τὸ πῦρ αὐτῶν οὐ σβε‐
σθήσεται, καὶ ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει.280