TLG 4138 005 :: EPHRAEM SYRUS :: Sermo asceticus EPHRAEM SYRUS Theol., vel Ephraem Graecus Sermo asceticus Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 1 Rome (1732) 40b–70c. Citation: Page — (line) | ||
122(t) | Λόγος ἀσκητικός | |
1 | Ὁ πόνος τοῦ λέγειν ἀναγκάζει με· ἡ δὲ ἀναξιότης μου σιωπᾶν ἐπιτιμᾷ μοι. Καὶ αἱ μὲν ὀδύναι φθέγξασθαί με βιάζονται· αἱ δὲ ἁμαρτίαι μου σιγὴν ἔχειν κατε‐ πείγουσιν. Ἐπεὶ οὖν ἐκ τῶν ἑκατέρων συνέχομαι, μᾶλλον τὸ λαλῆσαι συμφέρει μοι, ἵνα ἄνεσιν λάβω τῶν ὀδυνῶν τῆς καρδίας μου· ἡ γὰρ ψυχή μου ἀλγεῖ καὶ οἱ | |
---|---|---|
5 | ὀφθαλμοί μου ἐπιθυμοῦσι δάκρυα. Τίς οὖν δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων, ἵνα κλαύσωμαι ἡμέρας καὶ νυκτὸς περὶ τῶν τραυμάτων τῆς ψυχῆς μου, καὶ διὰ τὴν χαυνότητα τῆς κατηχήσεως τῆς γινομέ‐ νης ἐν ταῖς ἡμέραις ἡμῶν; Ὡς πλήρης ἐστὶ τραυμάτων ἡ ψυχή μου καὶ ἀγνοεῖ! Ἡ γὰρ ἀλαζονεία αὐτῆς οὐ συγχωρεῖ αὐτὴν κατανοῆσαι τοῖς τραύμασιν αὐτῆς, ἵνα | |
10 | ἰαθῇ. Μόνη δὲ κατήχησίς ἐστιν ἡ γινομένη ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν· | 122 |
123 | οἱ μὲν γὰρ ἔλαμψαν, ὡς φωστῆρες, ἐν πάσῃ τῇ γῇ, πολιτευσάμενοι ἐν αὐτῇ, ἐν μέσῳ τριβόλων καὶ ἀκανθῶν, τῶν αἱρετικῶν καὶ ἀσεβῶν ἀνθρώπων, καθάπερ τί‐ μιοι λίθοι καὶ πολυτελεῖς μαργαρῖται· ὧν διὰ τὴν πολλὴν καὶ ἁγνὴν αὐτῶν πο‐ λιτείαν, αὐτοὶ οἱ ἐχθροὶ μιμηταὶ αὐτῶν ἐγένοντο. | |
5 | Τίς γὰρ τὴν αὑτῶν βλέπων ταπεινοφροσύνην οὐ κατενύττετο, ἢ τὴν πρᾳό‐ τητα καὶ ἡσυχίαν αὐτῶν, καὶ οὐκ ἐξίστατο; Τίς φιλοχρήματος τὴν ἀκτημοσύνην αὐτῶν θεασάμενος, τοῦ κόσμου μισητὴς οὐκ ἐγένετο; Τίς ἅρπαξ καὶ ὑπερήφανος ἰδὼν αὐτῶν τὸ σεμνὸν τοῦ βίου, οὐ μετεβλήθη εἰς εὐθύτητα; Ποῖος πόρνος ἢ βέβη‐ λος ἰδὼν αὐτοὺς εἰς προσευχὴν ἑστῶτας, οὐκ εὐθὺς σώφρων καὶ ἁγνὸς ἀνεδείχθη; | |
10 | Τίς ὀργίλος ἢ θυμώδης συντυχὼν αὐτοῖς οὐ μετεβλήθη εἰς πραΰτητα; Ἐνταῦθα τοίνυν ἠγωνίσαντο κἀκεῖ ἀγάλλονται· ὅτιπερ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτοῖς, καὶ ἄν‐ θρωποι ᾠκοδομήθησαν. Ἡ δὲ ἡμετέρα κατήχησις καταλείψασα τὰς εὐθείας ὁδούς, διὰ κρημνῶν καὶ τραχειῶν βαδίζει· οὐ γάρ ἐστιν ὁ διὰ Θεὸν ἀναχωρῶν τῶν χρη‐ | |
μάτων, οὐδὲ ὑποτασσόμενος διὰ τὴν ζωὴν τὴν αἰώνιον. Οὐδεὶς πρᾷος καὶ ταπει‐ | 123 | |
124 | νός, οὐδὲ ἥσυχος καὶ ὕβρεως ἀπεχόμενος ἢ λοιδορίας ὑπομένων. Ἀλλὰ πάντες ὀργίλοι καὶ ἀντίλογοι, καὶ πάντες ὀκνηροὶ καὶ θυμώδεις καὶ ἱματίων καλλωπισταί. Πάντες κενόδοξοί τε καὶ φιλόδοξοι, καὶ πάντες φίλαυτοι. Ὁ γὰρ ἐρχόμενος κα‐ τηχηθῆναι, πρὸ τοῦ κατηχηθῆναι διδάσκει· πρὸ τοῦ μαθεῖν, νομοθετεῖ· καὶ πρὸ τοῦ | |
5 | συλλαβίσαι, φιλοσοφεῖ. Πρὸ ὑποταγῆς, ὑποτάσσει· καὶ πρὶν ἢ κελευσθῆναι, κε‐ λεύει· καὶ πρὶν ἢ παρενεχθῆναι, νομοθετεῖ. Εἰ πρεσβύτης ἐστί, μετὰ αὐθαδείας κε‐ λεύει· εἰ δὲ νέος, ἀντιλέγει. Εἰ πλούσιός ἐστιν, εὐθέως τιμὴν ἀπαιτεῖ· εἰ πτωχός, περὶ ἀναπαύσεως ἐρωτᾷ. Εἰ ἐργάτης ἐστί, τοὺς δακτύλους τρυφεροὺς φιλοκαλεῖ. Τίς οὖν μὴ κλαύσῃ, ἀγαπητοί, τὴν ἡμετέραν κατήχησιν; Τῷ γὰρ κόσμῳ | |
10 | ἀποταξάμενοι, τὰ γήϊνα φρονοῦμεν. Οἱ γηπόνοι κατεφρόνησαν τῆς γῆς, καὶ οἱ δοκοῦντες εἶναι πνευματικοὶ ἐδέθησαν ἐν αὐτῇ. Οὐκ οἴδαμεν ποῦ ἐκλήθημεν, ἀδελφοί· οὐδὲ εἰς τί ἥκαμεν, ἀγαπητοί. Εἰς ἐγκράτειαν ἐκλήθημεν, καὶ βρωμάτων ἐπιθυμοῦμεν φιλοκαλίαν· καὶ εἰς γυμνότητα ἥκαμεν, καὶ περὶ ἐσθῆτος φιλονει‐ | |
κοῦμεν. Εἰς ὑποταγὴν καὶ πρᾳότητα ἐκλήθημεν, καὶ ἀγριαίνοντες ἀντιλέγομεν. | 124 | |
125 | Ἀναγινώσκοντες οὐ γινώσκομεν, καὶ ἀκούοντες εἰς τὰς ἀκοὰς οὐ παραδεχόμεθα. Ἐάν τις ἐν ὁδῷ ἄφνω περιτύχῃ φόνῳ, ἀλλοιοῦται τὸ πρόσωπον, καὶ τὴν καρδίαν πτοεῖται· ἡμεῖς δὲ τοὺς φονευθέντας Ἀποστόλους καὶ λιθοβοληθέντας Προφήτας ἀναγινώσκοντες, εἰκῇ ὑπολαμβάνομεν ταῦτα λέγεσθαι. Καὶ τί περὶ τῶν Προ‐ | |
5 | φητῶν λέγω καὶ Ἀποστόλων; Αὐτὸν τὸν Θεὸν Λόγον κρεμασθέντα ἐπὶ ξύλου διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ ἀναιρεθέντα ἀκούομεν, καὶ γελῶμεν μετεωριζόμενοι. Ὁ ἥλιος μὴ φέρων τὴν ὕβριν τοῦ Δεσπότου, τὴν φαιδρότητα εἰς σκότος μετέβαλε· καὶ ἡμεῖς ἀπὸ τοῦ σκότους τῆς κακίας ἡμῶν οὐ θέλομεν μεταβληθῆναι. Τὸ κα‐ ταπέτασμα τοῦ ναοῦ, μηδὲν ἁμαρτῆσαν, ἑαυτὸ διέρρηξεν, ἡμεῖς δὲ διὰ τὰς ἁμαρ‐ | |
10 | τίας ἡμῶν οὐδὲ τὴν καρδίαν ἡμῶν θέλομεν κατανυγῆναι. Γῆ συνεχῶς φοβουμένη ἀπὸ προσώπου Κυρίου σαλεύεται ὑποκάτω ἡμῶν πρὸς φόβον ἡμέτερον, καὶ οὐδὲ οὕτω δεδίαμεν. Πόλεις κατεπόθησαν, καὶ τόποι ἠρημώθησαν ἀπὸ ὀργῆς τοῦ Θεοῦ, καὶ οὐδὲ οὕτως ἐδειλιάσαμεν. Ὁ ἥλιος ἄπαξ καὶ δὶς ἐν μεσημβρίᾳ ἐσκοτίσθη | |
ἐφ’ ἡμᾶς, καὶ οὐδὲ οὕτως ἐπτοήθημεν. Πόλεμοι Περσῶν καὶ βαρβάρων ἐκινήθη‐ | 125 | |
126 | σαν καὶ ἠρήμωσαν ἡμῶν τὴν χώραν, ἵνα ἡμεῖς τὸν Θεὸν φοβηθέντες εἰς μετά‐ νοιαν ἔλθωμεν, χρῄζοντες μετανοίας οὐχ ἡμερῶν ἁπλῶς ἢ μηνῶν, ἀλλὰ χρόνων πολλῶν, καὶ οὐδὲ οὕτω μετεβλήθημεν. Μετανοήσωμεν τοίνυν, ἀδελφοί, ἵνα τὸν Θεὸν ἱλεοποιησώμεθα ἐπὶ ταῖς | |
5 | ἁμαρτίαις ἡμῶν. Παρακαλέσωμεν αὐτόν, ἐπειδὴ παρωξύναμεν αὐτόν. Ταπει‐ νωθῶμεν, ἵνα ὑψώσῃ ἡμᾶς. Πενθήσωμεν, ἵνα παρακαλέσῃ ἡμᾶς. Ἀπορρίψωμεν ἀφ’ ἡμῶν τὴν κακὴν συνήθειαν, καὶ ἐνδυσώμεθα τὴν ἀρετήν, ὥσπερ ἱμάτιον, μά‐ λιστα ἡμεῖς οἱ καταξιωθέντες εἰς τὴν ἀγγελικὴν ταύτην πολιτείαν. Ναί, ἀγαπητοί μου, λάβωμεν μέτρον καὶ κανόνα τὸν καλὸν ἐκεῖνον καὶ τέλειον τῶν πρὸ ἡμῶν | |
10 | πατέρων. Μὴ σήμερον ἐγκρατεύσῃ, καὶ αὔριον ἀριστοποιήσῃς, μήτε σήμερον ὕδωρ πιών, αὔριον οἶνον ζητήσῃς. Μὴ σήμερον ἀνυπόδετος, αὔριον δὲ τζάγγην ἢ καλίγην ἐπιζητεῖς. Μὴ σήμερον τρίχινα, καὶ αὔριον τρίμιτα. Μὴ σήμερον εὐτέ‐ λειαν, καὶ αὔριον καλλωπισμόν. Μὴ σήμερον πρᾷος καὶ ταπεινός, καὶ αὔριον ἀλαζὼν καὶ ὑπερήφανος. Μὴ σήμερον ἥσυχος καὶ ὑπήκοος, αὔριον δὲ ἀκατάστα‐ | |
15 | τος καὶ ἀντίλογος. Μὴ σήμερον ἐν κλαυθμῷ καὶ ὀδυρμῷ, καὶ αὔριον ἐν γέλωτι | 126 |
127 | καὶ ἀδιαφορίᾳ. Μὴ σήμερον χαμαικοιτήσῃς, καὶ αὔριον κλινοκοιτήσῃς· ἀλλὰ ἕνα κανόνα κάτεχε σεαυτῷ, ἀγαπητέ, δι’ οὗ δυνήσῃ τῷ Θεῷ εὐαρεστῆσαι καὶ σε‐ αυτὸν καὶ τὸν πλησίον χρησιμεῦσαι. Εἰ δὲ σεαυτὸν νεκρώσεις καὶ μόνος εἶ, ἄκουε τοῦ Δεσπότου σου εἰπόντος· καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, 〈καὶ〉 ὑ‐ | |
5 | μεῖς ποιεῖτε αὐτοῖς ὁμοίως. Εἰ δὲ ἀνάγκη σοί ἐστι διὰ παντὸς ὑπηρετεῖσθαι διὰ τὴν νέκρωσιν τοῦ σώματος, πρόσεχε μὴ τὸν πλησίον σου βλάψῃς. Διὰ δὴ τοῦτο οἱ τέ‐ λειοι Πατέρες, θεμελιώσαντες ἑαυτοὺς εἰς ἕνα κανόνα, τὸ ἐναρχθὲν αὐτοῖς ἐπιτε‐ λέσαντες ἕως τῆς τελευτῆς ἀνεμπόδιστον· μέχρι γὰρ τεσσαράκοντα ἢ πεντήκοντα τὸν ἑαυτὸν οὐκ ἤλλαξαν κανόνα, τουτέστιν ἐγκράτειαν καλὴν καὶ ἀνεπίληπτον | |
10 | βρωμάτων τε καὶ γλώσσης, κρατήσαντες χαμαικοιτίαν τε καὶ ταπεινοφροσύνην, πρᾳότητα καὶ πίστιν καὶ ἀγάπην, τὴν δέσιν τῆς τελείας καὶ πνευματικῆς οἰκο‐ δομῆς· πρὸς ἐπὶ τούτοις τὴν ἀκτημοσύνην, καὶ τὴν ἀπὸ παντὸς γηΐνου πράγμα‐ τος ἡσυχίαν, καὶ βίον σεμνόν, ἀγρυπνίαν τε καὶ εὐχήν, μετὰ κλαυθμοῦ καὶ κα‐ | |
τανύξεως· τὸν δὲ γέλωτα, ἄχρι καὶ μειδιάματος· ἡ γὰρ ὑπερηφανία ὑπ’ αὐτῶν | 127 | |
128 | κατεπατήθη, καὶ ἡ ὀργὴ καὶ ὁ θυμὸς ἐν αὐτοῖς ψυγέντες ἐξέλιπον. Ὁ χρυσὸς καὶ ὁ ἄργυρος αὐτοῖς ἐξουδένωται, καὶ ἅπαξ ἁπλῶς ἑαυτοὺς ἐκάθαραν· διὸ καὶ ὁ Θεὸς ἐνοίκησεν εἰς αὐτούς, καὶ ἐδοξάσθη· καὶ οἵτε αὐτοὶ αὐτῶν, οἵτε ἀκούσαντες περὶ αὐτῶν, τὸν Θεὸν ἐδόξασαν. Καὶ γὰρ ἐὰν μή τις καθάρῃ ἑαυτὸν ἀπὸ παντὸς | |
5 | πονηροῦ πράγματος, καὶ ῥυπαρῶν λογισμῶν, ἐπιθυμιῶν τε κακίστων καὶ ὀργῆς, τοῦ τε θυμοῦ καὶ φθόνου καὶ τῆς ὑπερηφανίας, τῆς τε κενοδοξίας καὶ μίσους καὶ τῆς ἀντιλογίας, καταλαλιᾶς τε καὶ φλυαρίας καὶ τῆς ἀδιαφορίας, καὶ τί πάντα νυνὶ κατὰ μέρος ἀπαριθμοῦμεν; Πάντων γὰρ ὧν μισεῖ ὁ Θεὸς ἅπαξ ἁπλῶς, ἵνα ἀποστραφεὶς πόρρω ἀπέχῃ ἀπ’ αὐτῶν, τότε ἐνοικήσει ἐν αὐτῷ ὁ Θεός. | |
10 | Εἰπὲ γάρ μοι, εἴ τις ἠβουλήθη ῥίψαι σε ἐν βορβόρῳ, ὥστε διὰ παντὸς [ῥίψαι] σε ἐκεῖ εἶναι, ἠνέσχου ἂν αὐτοῦ; Εἰ οὖν σὺ σκώληξ ὤν, οὐχ ὑπομένεις τοῦτο παθεῖν, πῶς ἀνέχει τὸν ἀμίαντον Θεόν, τὸν ἄχραντον, τὸν μόνον ἅγιον, τὸν ἐν ἁγίοις ἀναπαυόμενον, κατοικῆσαι ἐν σοί, ὄντι βορβόρῳ δυσωδίας ἀνά‐ πλεῳ; Διὸ δὴ καθαρίσωμεν ἑαυτούς, ἀγαπητοί, ἵνα ὁ Θεὸς ἐνοικήσῃ ἐν ἡμῖν, καὶ | |
15 | ἐπιτύχωμεν τῶν ἐπαγγελιῶν αὐτοῦ. Μὴ ἐνυβρίσωμεν τὸ ἅγιον αὐτοῦ ὄνομα τὸ | 128 |
129 | ἐπικληθὲν ἐφ’ ἡμᾶς. Μὴ βλασφημηθῇ δι’ ἡμᾶς τὸ ὄνομα τοῦ Θεοῦ ἡμῶν. Φεισώ‐ μεθα ἑαυτῶν, καὶ συνῶμεν ὅτι τὸ ὄνομα ἡμῶν συμφωνεῖ τῷ ὀνόματι τοῦ Χριστοῦ· Χριστὸς γὰρ αὐτός, καὶ ἡμεῖς Χριστιανοὶ καλούμεθα. Ὁ Θεὸς τὸ Πνεῦμά ἐστι, καὶ ἡμεῖς πνευματικοὶ γενώμεθα. Ἔνθα γὰρ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία. Σπου‐ | |
5 | δάσωμεν ἐπιτυχεῖν τῆς ἐλευθερίας ταύτης. Ἐννοήσωμεν οἵας πολιτείας ἡμᾶς ἠξίωσεν. Ἐπιγνῶμεν ὅτι εἰς γάμους ἑαυτοῦ ἐκάλεσεν ἡμᾶς. Ἀγαπήσωμεν καὶ ἑαυτούς, καθὼς ἡμᾶς αὐτὸς ἠγάπησε. Ποθήσωμεν αὐτόν, ἵνα ἡμᾶς δοξάσῃ. Προ‐ σέχετε ἑαυτοῖς, ἵνα μὴ διπλῆν δίκην ἀπαιτηθῶμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως· ἀνα‐ χωρήσαντες μὲν τοῦ κόσμου, τὰ δὲ τοῦ κόσμου φρονοῦμεν· καὶ χρημάτων κατα‐ | |
10 | φρονήσαντες, περὶ αὐτῶν μεριμνῶμεν· φυγόντες τὰ σαρκικὰ καὶ αὐτὰ διώκοντες. Φοβοῦμαι μὴ αἰφνιδίως ἐπιθῇ ἡμῖν ἡ ἡμέρα ἐκείνη, καὶ εὑρεθέντες γυμνοὶ καὶ ταλαίπωροι καὶ ἀπαρασκεύαστοι, ἑαυτοὺς μεμψώμεθα. Τὸ αὐτὸ γὰρ ἔπαθον καὶ ἐν ταῖς ἡμέραις τοῦ Νῶε· ἤσθιον καὶ ἔπινον· ἐγάμουν καὶ ἐγαμίσκοντο· ἐπώ‐ | |
λουν, ἠγόραζον· ἄχρις οὗ ἐλθὼν ὁ κατακλυσμὸς ἅπαντας ἀπώλεσε. Θαυμαστὸν | 129 | |
130 | γὰρ ἦν τὸ πρᾶγμα, ἀδελφοί, θεωροῦντες τὰ ἄγρια ζῷα συναγόμενα εἰς ἕν· ἐλέ‐ φαντας μὲν ἀπὸ Ἰνδικῆς καὶ Περσίδος ἐρχομένους· λέοντας καὶ παρδάλεις μετὰ προβάτων καὶ αἰγῶν μιγάδας, καὶ μηδὲν ἀδικοῦντας· ἑρπετά τε καὶ πετεινὰ ἄνευ τινὸς διώκοντος ἐρχόμενα καὶ κύκλῳ τῆς κιβωτοῦ αὐλιζόμενα· καὶ ταῦτα ἐπὶ | |
5 | ἡμέρας ἱκανάς· αὐτόν τε τὸν Νῶε μετὰ σπουδῆς κατασκευάζειν τὴν κιβωτόν, καὶ ἐμβοῶντα αὐτοῖς, μετανοεῖτε, καὶ οὐκ ἠνείχοντο. Καὶ τὴν ἄθροισιν τὴν παράδο‐ ξον τῶν ἀλόγων καὶ ἀγρίων ζῴων ὁρῶντες, οὐ κατενύγησαν εἰς τὸ σωθῆναι. Φοβηθῶμεν οὖν, ἀγαπητοί, ἵνα μὴ καὶ ἡμεῖς τὰ αὐτὰ πάθωμεν. Τὰ γὰρ γεγραμμένα λοιπὸν ἐπληρώθησαν, καὶ τὰ εἰρημένα σημεῖα τέλος ἔχει, καὶ οὐκ | |
10 | ἔστιν ἔτι λεῖπον εἰ μὴ τὰ τοῦ ἐχθροῦ ἡμῶν τοῦ Ἀντιχρίστου. Εἰς γὰρ τὸ τέλος τῆς τῶν Ῥωμαίων βασιλείας δεῖ τὰ πάντα πληρωθῆναι. Ὁ τοίνυν θέλων σωθῆναι, σπουδασάτω· καὶ ὁ εἰς τὴν βασιλείαν βουλόμενος εἰσελθεῖν, μὴ ἀμελείτω. Ὁ θέ‐ λων ἐκ τῆς γεέννης τοῦ πυρὸς ῥυσθῆναι, νομίμως ἀθλησάτω· καὶ ὁ μὴ βουλόμενος | |
βληθῆναι ἐν τῷ ἀκοιμήτῳ σκώληκι, νηφέτω. Ὁ θέλων ὑψωθῆναι, ταπεινούσθω· | 130 | |
131 | καὶ ὁ βουλόμενος παρακληθῆναι, πενθείτω. Ὁ ἀγαπῶν εἰσελθεῖν εἰς τὸν νυμ‐ φῶνα καὶ ἀγαλλιασθῆναι, λαμπάδα φαιδρὰν καὶ ἔλαιον εἰς ἀγγεῖον ἀράτω. Ὁ προσδοκῶν εἰς τοὺς γάμους ἐκείνους κατακλιθῆναι, ἐσθῆτα λαμπρὰν κτησάσθω. Ἡ πόλις τοῦ Βασιλέως πλήρης εὐφροσύνης καὶ ἀγαλλιάσεώς ἐστι, πλήρης φωτὸς | |
5 | καὶ γλυκασμοῦ, καὶ ἡδύτητα βρύει μετὰ ζωῆς αἰωνίου τοῖς κατοικοῦσιν ἐν αὐτῇ. Εἴ τις οὖν ἀγαπᾷ συμπολίτης γενέσθαι τοῦ Βασιλέως, ὀξυποδησάτω· ἡ γὰρ ἡμέ‐ ρα κέκλικε, καὶ οὐδεὶς οἶδε τί ἀπαντήσει ἐν τῇ ὁδῷ. Καθάπερ γάρ τις ὁδοιπόρος ἐπιστάμενος τὸ μακρὸν τῆς ὁδοῦ, ἀναπεσὼν καθεύδει ἕως πρὸς ἑσπέραν· εἶτα ἔξυ‐ πνος γενόμενος, βλέπει τὴν ἡμέραν κεκλικυῖαν· καὶ ἀρξαμένου αὐτοῦ βαδίζειν, | |
10 | ἄφνω νεφέλη, χάλαζα καὶ βρονταὶ καὶ ἀστραπαὶ καὶ θλίψεις πανταχόθεν, διὰ τὸ μήτε εἰς τὴν μονὴν αὐτὸν φθάνειν, μήτε εἰς τὸν τόπον αὐτοῦ ὑποστρέφειν δύνα‐ σθαι· οὕτω καὶ ἡμεῖς, ἐὰν ἀμελήσωμεν ἐν τῷ καιρῷ τῆς μετανοίας, ταὐτὸ πει‐ σόμεθα· πάροικοι γάρ ἐσμεν καὶ παρεπίδημοι. Σπουδάσωμεν οὖν μετὰ πλούτου εἰς τὴν πόλιν ἡμῶν εἰσελθεῖν καὶ πατρίδα. | |
15 | Ἔμποροί ἐσμεν πνευματικοί, ἀδελφοί, ζητοῦντες τὸν πολύτιμον μαργαρίτην, ὅς | 131 |
132 | ἐστι Χριστὸς ὁ Σωτὴρ ἡμῶν, καύχημά τε καὶ θησαυρὸς ἄσυλος. Διὸ μετὰ πολλῆς σπουδῆς κτησώμεθα αὐτόν. Μακάριος καὶ τρισμακάριος, ὃς ἐσπούδασε κτήσασθαι αὐτόν, πανάθλιος δὲ ὁ ἀμελήσας τὸν Κτίστην τῶν ἁπάντων ἡμῶν κτήσασθαι, κτηθῆναι δὲ ὑπ’ αὐτοῦ. Ἀγνοεῖτε, ἀδελφοί, ὅτιπερ κλῆμά ἐσμεν τῆς ἀληθινῆς | |
5 | ἀμπέλου, ἥτις τυγχάνει ὁ Κύριος; Ὁρᾶτε οὖν μή τις ἄκαρπος εὑρεθῇ. Ὁ γὰρ τῆς ἀληθείας Πατήρ ἐστιν ὁ γεωργός. Ἐργάζεται δὲ τὴν ἄμπελον ταύτην, καὶ τοὺς μὲν φέροντας καρπὸν φιλοκαλεῖ, ἵνα πλείονα φέρωσι· τοὺς δὲ μὴ ποιοῦντας καρ‐ πὸν ἐκκόπτει καὶ ἔξω τοῦ ἀμπελῶνος ῥίπτει, ἵνα πυρὶ καυθῶσι. Προσέχετε οὖν ἑαυτοῖς μὴ ἄκαρποι εὑρεθῆτε, καὶ ἐκκοπέντες τῷ πυρὶ παραδοθῆτε. Ὁμοίως | |
10 | σπόρος ἐσμὲν καλός, ὃν ἔσπειρεν ὁ Ποιητὴς οὐρανοῦ καὶ γῆς, Χριστὸς ὁ οἰκοδε‐ σπότης. Ὁ ἀμητὸς ἰδοὺ ἔφθασε καὶ οἱ ἀμήσοντες τὰ δρέπανα μετὰ χεῖρας ἔχου‐ σι, τὸ νεῦμα τοῦ Δεσπότου περιμένοντες. Βλέπετε τοίνυν μή τις εὑρεθῇ ζιζάνιον, | |
καὶ εἰς δεσμὰ δεθεὶς καῇ τῷ αἰωνίῳ πυρί. | 132 | |
133 | Οὐ συνίετε, ἀδελφοί μου, ὅτιπερ φοβερὸν μέλλομεν διαπερᾶν πέλαγος; Οἱ οὖν τέλειοι καὶ σοφοὶ ἔμποροι ἕτοιμοι, ἔχοντες τὴν ἐμπορίαν μετὰ χεῖρας, ἐκδέ‐ χονται πνεῦσαι αὐτοῖς τὸν ἄνεμον, ἵνα διαπεράσαντες φθάσωσιν εἰς τὸν τῆς ζωῆς λιμένα. Ἐγὼ δὲ καὶ οἱ ὅμοιοί μου ἀδιαφοροῦντες καὶ μετεωριζόμενοι, μηδὲ ἐν τῇ | |
5 | διανοίᾳ αὐτῶν τιθέμενοι τοῦτο περαιωθῆναι τὸ πέλαγος, φοβοῦμαι, μὴ πνεύσῃ αἰφνιδίως ὁ ἄνεμος, καὶ εὑρεθῶμεν ἀπαρασκεύαστοι, καὶ δήσαντες βάλωσιν ἡμᾶς ἐν τῷ πλοίῳ, καὶ κλαύσωμεν ἐκεῖ τὰς ἡμέρας τῆς ῥᾳθυμίας ἡμῶν, ὁρῶντες ἑτέ‐ ρους ἀγαλλιῶντας καὶ εὐφραινομένους, ἑαυτοὺς δὲ ἐν ὀδύνῃ· ἐν γὰρ τῷ λιμένι ἐκείνῳ, ἕκαστος ἐν τῷ οἰκείῳ πλούτῳ καὶ τῇ ἑαυτοῦ καυχᾶται ἐμπορίᾳ. | |
10 | Οὐκ οἴδατε, ἀγαπητοί, ὅτι εἰς τοὺς γάμους τοῦ νυμφῶνος αὐτοῦ ἐκάλεσεν ἡμᾶς ὁ Βασιλεὺς τῶν βασιλευόντων; Τί ἀμελοῦμεν καὶ οὐ σπουδάζομεν ἐντεῦθεν ἐσθῆτα λαμπρὰν καὶ λαμπάδας φαιδρὰς καὶ ἔλαιον ἐν τοῖς ἀγγείοις ἡμῶν λαβεῖν; Οὐ λογίζεσθε ὅτι γυμνὸς οὐδεὶς εἰσέρχεται ἐκεῖ; Ἐὰν δὲ προπετεύσηταί τις εἰσελ‐ θεῖν μὴ ἔχων ἔνδυμα γάμου, ἐπίστασθε τί πάσχῃ ὁ τοιοῦτος· κελεύσαντος γὰρ τοῦ | |
15 | Βασιλέως, δεσμεύουσιν αὐτοῦ πόδας καὶ χεῖρας, καὶ ἐκβάλλεται εἰς τὸ σκότος τὸ | 133 |
134 | ἐξώτερον, ὅπου ἐστὶν ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Φοβοῦμαι, ἀγαπητοί, μὴ τὰ πάθη τῆς σαρκὸς ἐκβάλωσιν ἡμᾶς ἔξω τοῦ νυμφῶνος, ἔξωθεν σχηματισθέντας· τὸ γὰρ σχῆμα τὸ ἔξωθεν διδάσκει ποῦ ἡμῶν ἐστιν ἡ καρδία καὶ ὁ νοῦς. Ὁ καλλωπισμὸς καὶ ἡ φιλοκαλία τῆς ἐσθῆτος δείκνυ‐ | |
5 | σιν ὅτι γυμνοί ἐσμεν τῆς δόξης ἐκείνης, φρονοῦντες τὰ γήϊνα· καὶ ἡ φιλοδοξία ση‐ μαίνει ὅτι κενόδοξοί ἐσμεν. Ἥ τε τῶν βρωμάτων ἡδύτης δείκνυσιν ὅτι γαστρί‐ μαργοί ἐσμεν· καὶ ἡ ῥᾳθυμία δηλοῖ ὅτι ὀκνηροί ἐσμεν· καὶ ἡ φιλοκτημοσύνη ὅτι τὸν Χριστὸν οὐ ποθοῦμεν. Ὁ φθόνος ἀπαγγέλλει ὅτι ἀγάπην οὐκ ἔχομεν ἐν ἑαυ‐ τοῖς· καὶ τὸ νίπτεσθαι τοὺς πόδας καὶ τὸ πρόσωπον σημαίνει ὅτι δουλοπαθεῖς ἐ‐ | |
10 | σμεν. Διὰ γὰρ τῆς γλώττης κηρύττεται, ἡ καρδία τίνα ποθεῖ· ἃ δὲ ἡ καρδία ποθεῖ, ἡ γλῶττα μελετᾶ. Διὰ τῶν χειλέων τὰ κρύφια τῆς καρδίας ἡμῶν ἐλέγχεται· ἐπειδὴ ἤνοικται τὸ στόμα, μὴ ἔχον θύραν μήτε φυλακήν, ἐκπορεύεται ἡμῶν ὁ λό‐ γος ἀδιαφόρως, καὶ διὰ τῶν λόγων συλᾶται ἡμῶν ἡ καρδία. Τὸ γὰρ στόμα μὴ φυλάσσον μυστήρια καρδίας, κλέπτει τὰς ἐνθυμήσεις αὐτῆς, καὶ νομίζουσα ἔνδον | |
15 | εἶναι ἑαυτῆς, διὰ τοῦ στόματος πομπεύεται ἡ δοκοῦσα μὴ ὁρᾶσθαι. Ἡ τῆς κατα‐ | 134 |
135 | λαλιᾶς ἡδύτης σημαίνει ὅτι πλήρεις μίσους ἐσμέν. Μὴ οὖν πλανηθῇ τις τῇ ἔξωθεν εὐλαβείᾳ, ἑαυτὸν γὰρ ἀπατᾷ καὶ τὸν ἀδελφόν, οἰόμενος τῇ ἔξω πείθειν εὐλαβείᾳ. Διὰ τῆς ἀναστροφῆς δείκνυσι τὸ ψεῦδος τῆς εὐλαβείας αὐτοῦ. Εἰ θέλεις μαθεῖν τὰς ἐνθυμήσεις τῆς καρδίας, πρόσελθε τῷ στόματι, καὶ ἐξ αὐτοῦ μαθήσῃ περὶ τίνος | |
5 | ἔχει τὴν φροντίδα καὶ τὴν σπουδήν· περὶ τῶν γηΐνων ἢ περὶ τῶν ἐπουρανίων· περὶ τῶν πνευματικῶν ἢ περὶ τῶν σαρκικῶν· περὶ ἡδονῆς ἢ περὶ ἐγκρατείας· περὶ πολυκτημοσύνης ἢ περὶ ἀκτημοσύνης· περὶ ταπεινοφροσύνης ἢ περὶ ὑψηλοφροσύ‐ νης· περὶ ἀγάπης ἢ περὶ μίσους. Ἐκ γὰρ τοῦ θησαυροῦ τῆς καρδίας προσφέρει τὸ στόμα τοῖς προσιοῦσι τὰ ἐδέσματα· καὶ τῆς γλώττης ἡ μελέτη δείκνυσι τίνα ποθεῖ | |
10 | ἡ καρδία· τὸν Χριστὸν ἢ τὰ τοῦ παρόντος αἰῶνος. Ἥ τε ἀόρατος ψυχή, διὰ τῶν τοῦ σώματος πράξεων, ὁρᾶται ποία ἐστίν· ἀγαθὴ ἢ κακή· ἀγαθὴ μέν ἐστι φύσει, μεταβάλλεται δὲ εἰς κακίαν διὰ τὴν αὐτεξούσιον προαίρεσιν. Ἀλλ’ ἴσως ἐρεῖ τις τὰ πάθη φυσικὰ εἶναι, καὶ ὅτι ἀνέγκλητοί εἰσιν οἱ πράσ‐ | |
σοντες αὐτά. Πρόσεχε σεαυτῷ μὴ τὴν καλὴν δημιουργίαν τοῦ Θεοῦ τοῦ ἀγαθοῦ | 135 | |
136 | ἀγάγῃς εἰς ἔγκλημα· ἐποίησε γὰρ αὐτὸς τὰ πάντα καλὰ λίαν, καὶ τὴν φύσιν ἅπασι τοῖς ἀγαθοῖς περιεκόσμησεν. Εἴ τις τοίνυν πεινᾷ, οὐκ ἐγκαλεῖται ἐσθίων μεμε‐ τρημένως· ἐπειδὴ κατὰ φύσιν ἐπείνησε. Διψᾷ τις ὁμοίως; Οὐκ ἐγκαλεῖται πιὼν αὔταρκες· φυσικὴ γάρ ἐστιν ἡ δίψα. Καθεύδει τις; Οὐκ ἐγκαλεῖται, εἰ μὴ ἀμέ‐ | |
5 | τρως καθεύδει, καὶ ἑαυτὸν χαυνώσας παραδῷ τῷ ὕπνῳ ὥστε τῇ συνηθείᾳ τοῦ ἀμέτρου ὕπνου νικηθῆναι τὴν φύσιν· ἡ γὰρ φύσις καὶ ἡ συνήθεια κήρυκες ὑπάρ‐ χουσι τῶν ἑκατέρων μερῶν· ἡ φύσις δείκνυσι τὴν δουλαγωγίαν, καὶ ἡ συνήθεια σημαίνει τὴν προαίρεσιν· ἐκ τῶν ἀμφοτέρων γὰρ συνίσταται ὁ ἄνθρωπος. Ἡ προ‐ αίρεσις αὐτεξούσιος ὑπάρχουσα, ὥσπερ γεωργός τις ἐστίν, ἐγκεντρίζουσα ἡμῶν | |
10 | τῇ φύσει συνηθείας κακὰς καὶ ἀγαθάς, καθὼς βούλεται. Τὰς μὲν κακὰς οὕτως ἐγκεντρίζει· διὰ τῆς πείνης τὴν γαστριμαργίαν· διὰ τοῦ δίψους τὴν πολυποσίαν· διὰ τοῦ ὕπνου τὴν χαυνότητα· διά τε τοῦ βλέμματος τὴν κακὴν ἔννοιαν καὶ δι’ ἀληθείας τὸ ψεῦδος. Ὁμοίως ἐγκεντρίζει τὰς ἀγαθὰς ἀρετὰς οὕτω· διὰ τῆς βρώ‐ σεως τὴν ἐγκράτειαν, καὶ διὰ τοῦ δίψους τὴν ὑπομονήν· διὰ τοῦ ὕπνου τὴν ἀγρυ‐ | |
15 | πνίαν, καὶ τὴν ἀλήθειαν διὰ τοῦ ψεύδους· τήν τε σωφροσύνην διὰ τοῦ βλέμματος. | 136 |
137 | Ἐν ῥιπῇ ὀφθαλμοῦ, ὥσπερ γεωργὸς ἡ προαίρεσις ἡμῶν, καθὼς ἔφην, τυγχάνου‐ σα, ἐκριζοῖ τὰς κακὰς συνηθείας· ἐγκεντρίζει δὲ τὰς ἀγαθάς, νικῶσα τὴν φύσιν. Ἡ γῆ τῆς ἐργασίας ἡμῶν ἐστιν ἡ φύσις· γεωργὸς δὲ ἡ προαίρεσις. Αἱ θεῖαι Γραφαὶ σύμβουλοι καὶ διδάσκαλοι, διδάσκουσαι τὸν ἡμέτερον γεωργὸν ποίας μὲν | |
5 | συνηθείας κακὰς ἐκριζώσῃ, ἀρετὰς δὲ ἀγαθὰς ἐμφυτεύσῃ. Ὅσον ἂν μέντοι νηφά‐ λεος καὶ σπουδαῖος ἡμῶν ἦν ὁ γεωργός, ἐκτὸς τῆς τῶν θείων Γραφῶν διδασκα‐ λίας ἄτονός τις καὶ ἰδιώτης ἐστίν. Ἡ γὰρ τῶν θείων Γραφῶν νομοθεσία δίδωσιν αὐτῷ σύνεσιν καὶ δύναμιν, ἀρετάς τε ἀγαθὰς ἐκ τῶν οἰκείων κλάδων, ἵνα ἐγκεν‐ τρίσῃ τῷ τῆς φύσεως ξύλῳ· πίστιν μὲν ἐν τῇ ἀπιστίᾳ καὶ ἐλπίδα ἐν τῇ ἀνελπιστίᾳ, | |
10 | ἀγάπην ἐν τῷ μίσει καὶ γνῶσιν ἐν τῇ ἀγνωσίᾳ, σπουδὴν ἐν τῇ ἀμελείᾳ καὶ δόξαν καὶ ἔπαινον ἐν τῇ ἀδοξίᾳ, ἀθανασίαν δὲ ἐν τῇ θνητότητι καὶ θεότητα ἐν τῇ ἀνθρω‐ πότητι. Ἐὰν δήποτε βουληθείη ὁ ἡμέτερος γεωργός, τῇ ἑαυτοῦ αὐθαδείᾳ, ἐγκα‐ ταλεῖψαι τὸν διδάσκαλον καὶ σύμβουλον αὐτοῦ, φημὶ δὴ τὰς θείας Γραφάς, εὑρί‐ σκεται πλανώμενος· καὶ εὑρίσκων ἐννοίας πονηράς, συνάγων τε συνηθείας ἀνοή‐ | |
15 | τους καὶ ἐγκεντρίζων ἐν τῇ φύσει τὰ ἐκτὸς τῆς φύσεως, ἀπιστίαν λέγω δὴ καὶ | |
ἀγνωσίαν, μῖσός τε καὶ φθόνον καὶ τὴν ὑπερηφανίαν, κενοδοξίαν τε καὶ φιλοδο‐ | 137 | |
138 | ξίαν καὶ γαστριμαργίαν, φιλονεικίαν τε καὶ ἀντιλογίαν καὶ ἕτερα πολλὰ τοιαῦτα· ἐγκαταλιπὼν γὰρ τὸν Νομοθέτην, ἐγκαταλιμπάνεται ὑπ’ αὐτοῦ. Ἐὰν δὲ μετα‐ μεληθεὶς καταγνῷ ἑαυτοῦ, προπεσὼν τῷ Νομοθέτῃ καὶ εἰπών· ἥμαρτον, ἐγκα‐ τέλιπόν σε· παραχρῆμα τῇ οἰκείᾳ φιλανθρωπίᾳ ὁ Νομοθέτης προσδέχεται αὐτόν, | |
5 | παρέχει δὲ αὐτῷ σύνεσιν καὶ δύναμιν ἀγαθήν, ἐργάζεσθαι πάλιν ἐκ δευτέρου τὴν γῆν τῆς φύσεως αὐτοῦ, ἐκριζῶσαί τε ἐξ αὐτῆς τὰς κακὰς συνηθείας, καὶ ἀντιφυ‐ τεῦσαι ἀρετὰς ἀγαθάς. Ἀλλὰ καὶ στεφάνους παρέχει αὐτῷ, καὶ ἐπαίνους δωρεῖ‐ ται αὐτῷ. Οὕτως, οἷον πεινᾷ κατὰ φύσιν, ἀλλ’ ἐγκρατεύεται· διψᾷ, ἀλλ’ ὁμοίως ὑπομένει· ἐπιθυμεῖ, ἀλλὰ σωφρονεῖ· βαρεῖται τῷ ὕπνῳ ἢ τῷ ὄκνῳ συνέχεται εἰς | |
10 | δοξολογίαν τοῦ Δεσπότου, ἀλλ’ ἀγρυπνῶν βιάζεται ἑαυτὸν εἰς τὴν ὑμνῳδίαν τοῦ Θεοῦ. Καὶ οὕτως στεφανοῦται νικήσας τὴν φύσιν καὶ κτησάμενος τὰς ἀρετάς. Δόξα τοίνυν τῇ αὑτοῦ φιλανθρωπίᾳ, καὶ ἐξομολόγησις τῇ αὑτοῦ ἀγαθότη‐ τι, καὶ προσκύνησις τῇ εὐσπλαγχνίᾳ αὐτοῦ. Ποῖος οὕτω πατὴρ οἰκτίρμων; Ποῖος οὕτω πατὴρ ἐλεήμων; Ποῖος δὲ πατὴρ οὕτως ἀγαπᾷ, καθὼς ὁ ἡμέτερος Δεσπό‐ | |
15 | της, ὁ ἀγαπῶν ἡμᾶς τοὺς αὑτοῦ δούλους; Πάντα παρέχει καὶ πάντα οἰκονομεῖ | 138 |
139 | ὑπερεκπερισσοῦ. Ἰᾶται τῶν ψυχῶν ἡμῶν τὰ τραύματα, καὶ μακροθυμεῖ ὑφ’ ἡμῶν ἀθετούμενος. Θέλει πάντας κληρονόμους ἡμᾶς τῆς αὑτοῦ βασιλείας γενέ‐ σθαι. Θέλει δὲ καὶ τὴν προαίρεσιν ἡμῶν ἐπαινεῖσθαι ὑπ’ αὐτοῦ, τὰ εὐχερῆ νοσή‐ ματα καὶ εὐτελῆ ἰωμένην· τὰ γὰρ βαρέα καὶ δυσίατα αὐτὸς θεραπεύει. Ἰᾶται μὲν | |
5 | τοῦ ὀκνηροῦ τὰ τραύματα διὰ τὸ ἀνοίγειν αὐτὸν εἰς δοξολογίαν τὸ στόμα. Καὶ τοῦ ἁμαρτωλοῦ ἀφίησι τὰς ἁμαρτίας ἐπὶ τὸ εἰς προθυμίαν διεγεῖραι αὐτόν. Τοῦ ἀσθε‐ νοῦς ὑπακούει ταχέως, ἵνα μὴ ὀλιγοψυχήσῃ· τοῖς δὲ μακροθύμοις καὶ ὑπομονητι‐ κῶς κρούουσι τὰς θύρας παρέχει τὰ συναμφότερα, τήν τε ἴασιν καὶ τὸν μισθόν. Ἠ‐ δύνατο μὲν γὰρ ἰάσασθαι τῶν ψυχῶν ἡμῶν πάντα τὰ τραύματα, καὶ μεταβαλεῖν | |
10 | ἡμᾶς βιαίως εἰς ἀγαθότητα, ἀλλ’ οὐ βούλεται, ἵνα ἡμῶν ἡ προαίρεσις μὴ στε‐ ρηθῇ τῶν ἐπαίνων αὐτοῦ. Ἡμεῖς τοίνυν ἀμελοῦμεν ἐπικαλεῖσθαι αὐτὸν εἰς βοή‐ θειαν ἡμῶν καὶ ἀντίληψιν, αὐτοῦ ἡμᾶς ἀγαπῶντος καὶ οἰκτίροντος. Αὐτὸς ἡμᾶς ἐλυτρώσατο καὶ τοὺς ὀφθαλμοὺς τῆς διανοίας ἡμῶν ἐφώτισεν. Αὐτὸς παρέσχεν ἡμῖν τὴν εἰς αὐτὸν γνῶσιν, καὶ ἔγευσεν ἡμᾶς τῆς γλυκύτητος, ἵνα ζητῶμεν αὐτὸν | |
15 | ἀνελλιπῶς. Μακάριος ὁ γευσάμενος τῆς ἀγάπης αὐτοῦ, καὶ παρασκευάσας αὑτὸν | 139 |
140 | ἀεὶ πεπληρῶσθαι· αὐτὸς γὰρ πληρωθεὶς τῆς τοιαύτης ἀγάπης, ἑτέραν οὐκ ἐπιδέ‐ χεται ἀγάπην ἐν ἑαυτῷ. Ἀγαπητοί, τίς μὴ ἀγαπήσει τὸν τοιοῦτον Δεσπότην; Τίς μὴ προσκυνήσει καὶ ἐξομολογήσεται τῇ αὑτοῦ ἀγαθότητι; Ποίαν δὲ ἀπολογίαν ἔχομεν ἐν ἡμέρᾳ | |
5 | κρίσεως, ἐὰν ἀμελήσωμεν; Ἢ τί ἐροῦμεν αὐτῷ, ὅτι οὐκ ἠκούσαμεν; Ἢ ὅτι οὐκ ἔγνωμεν καὶ οὐκ ἐμάθομεν; Τί ἦν ποιῆσαι αὐτὸν καὶ οὐκ ἐποίησεν ἡμῖν; Ἐκ τοῦ ἀμετρήτου ὕψους καὶ εὐλογημένου κόλπου τοῦ Πατρὸς οὐχὶ κατέβη πρὸς ἡμᾶς; Ἀόρατος ὑπάρχων οὐχ ὡράθη ἡμῖν; Καὶ πῦρ ἀθάνατον ὤν, οὐκ ἐσαρκώθη δι’ ἡμᾶς; Καὶ οὐκ ἐρραπίσθη, ἵνα ἡμᾶς ἐλευθερώσῃ; Ὢ τοῦ θαύματος πλήρους φό‐ | |
10 | βου τε καὶ τρόμου. Χεὶρ πηλίνη πλασθεῖσα ἐκ τοῦ χοὸς τῆς γῆς ῥάπισμα δέδωκε τῷ δημιουργήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἡμεῖς δὲ οἱ ἄθλιοι καὶ ταλαίπωροι, χοϊκοὶ καὶ θνητοὶ καὶ σποδὸς ὑπάρχοντες, ἕως λόγου ἀλλήλους οὐ βαστάζομεν. Ἀθάνατος ὤν, οὐκ ἐθανατώθη δι’ ἡμᾶς, ἵνα ἡμᾶς ζωοποιήσῃ; Οὐκ ἐτάφη, ἵνα ἡμᾶς ἐγείρῃ σὺν αὐτῷ; Ἐκ τῶν δεσμῶν τοῦ Ἐχθροῦ ἔλυσεν ἡμᾶς καταδήσας | |
15 | ἐκεῖνον καὶ δοὺς ἡμῖν πατεῖν ἐπάνω αὐτοῦ. Ἐπεκαλεσάμεθά ποτε, καὶ οὐκ ἐπή‐ | 140 |
141 | κουσεν ἡμῶν; Ἐκρούσαμεν, καὶ οὐκ ἤνοιξεν ἡμῖν; Εἰ δὲ καὶ ἐβράδυνέ ποτε, ὑπὲρ τοῦ πλεονάσαι τὸν μισθὸν ἡμῶν. Τί δὲ ἀπετάξω τῷ κόσμῳ, ἀγαπητέ, εἰ ἔτι ἀνάπαυσιν κοσμικὴν ἐπιζητεῖς; Ἀντὶ γυμνότητος, ἐσθῆτα, καὶ ἀντὶ δίψους, οἰνοποσίαν ἐπιζητῶν; Εἰς πόλεμον | |
5 | κληθείς, χωρὶς ὅπλων τοῖς ἐχθροῖς θέλεις παρατάξασθαι. Ἀντὶ ἀγρυπνίας, ὕπνῳ καταφερόμενος, καὶ ἀντὶ κλαυθμοῦ καὶ ὀδυρμοῦ, γέλωτα προϊέμενος, καὶ ἀντὶ ἀγάπης, μῖσος πρὸς τὸν ἀδελφὸν ἔχων. Εἰς ὑποταγήν, καὶ σὺ ἀντιλέγεις· εἰς κληρονομίαν ἐκλήθης τῆς αὑτοῦ βασιλείας, καὶ σὺ τὰ γήϊνα φρονεῖς· ἀντὶ ταπει‐ νοφροσύνης καὶ πρᾳότητος, ἀλαζονείαν καὶ ὑπερηφανίαν περιφέρων. Τί οὖν ἐρεῖς | |
10 | αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ; Ὅτι ἐταπεινώθην διὰ σέ, ἢ ἐπτώχευσα καὶ ἐγυμνή‐ τευσα καὶ ἐπείνασα ἢ ἐδίψησα, ἀγαπήσας σὲ ὅλῃ μου ψυχῇ, καὶ τὸν πλησίον ὡς ἐμαυτόν; Μὴ ἀγνοήσῃς, ὅτι οἱ λόγοι σου καὶ οἱ λογισμοί σου οὔκ εἰσιν ἀνάγρα‐ πτοι, καὶ ἡ συνείδησις δέ σου συνεργὸς ὅτι, ἐὰν ψεύδῃ, οὐκ ἐλέγξει σε. Ἢ οὐκ οἶδας ὅτι πᾶσα ἡ κτίσις, σὺν φόβῳ καὶ τρόμῳ πολλῷ, παρίσταται τῷ βήματι | |
15 | αὐτοῦ, χίλιαι χιλιάδες καὶ μύριαι μυριάδες Ἀγγέλων κύκλῳ αὐτοῦ; Καὶ σὺ λο‐ | 141 |
142 | γίζῃ ψεύδεσθαι καὶ εἰπεῖν, ὡς ταῦτα πάντα ὑπέμεινα διὰ σέ; Βλέπε μὴ πολλὴν δίκην ἀποτίσῃς ὑπὲρ τῶν πονηρῶν σου πράξεων, καὶ ὑπὲρ τοῦ ψεύδους. Νῆψον τοίνυν ἐκ τοῦ ὕπνου σου, καὶ ἐλθὲ εἰς ἑαυτόν. Ἀπόσεισαι τοὺς λο‐ γισμούς σου, καὶ ἴδε ὅτι ἡ ἡμέρα κέκλικε. Σύνες δὲ καὶ τοῦτο, ὦ ἀδελφέ, ὅτι οἱ | |
5 | χθὲς σὺν ἡμῖν ὄντες ἀδελφοὶ ἡμῶν, καὶ λαλοῦντες ἡμῖν, οὔκ εἰσι μεθ’ ἡμῶν σή‐ μερον· ἐκλήθησαν πρὸς τὸν Κύριον αὐτῶν τε καὶ ἡμῶν, ἵνα ἐπιδείξῃ ἕκαστος αὐτῷ τὴν ἑαυτοῦ ἐμπορίαν. Ἰδοὺ δή, καταμάθετε τὰ τῆς χθὲς ἡμέρας καὶ τὰ τῆς σήμερον· πῶς ἡ μὲν χθές, ὥσπερ ἄνθος πρωϊνόν, παρῆλθεν· ἡ δὲ σήμερον, ὥσ‐ περ σκιὰ δειλινή. Ἐπισκόπησον δὲ καὶ τὰ τῆς ἐμπορίας σου, εἰ προκόπτει κατὰ | |
10 | Θεόν. Ὥσπερ γὰρ ὀξυδρόμος, αἱ ἡμέραι ἡμῶν παρέρχονται. Μακάριος οὖν ὁ ἐμπορευσάμενος τὴν ἑαυτοῦ ἐμπορίαν, ἡμέραν καὶ ἡμέραν, καὶ συνάγων εἰς ζωὴν αἰώνιον. Τί δὲ σὺ ἀμελεῖς, ὦ ἀγαπητέ; Τί ῥᾳθυμεῖς; Τί δὲ ἐμεθύσθης τῇ ἀκηδίᾳ, ὡς ἀπὸ οἴνου; Τί παροξύνῃ ἐν ἑαυτῷ; Μονὴν γὰρ ἔχεις ποιῆσαι ἐν τῷ αἰῶνι τούτῳ; Καθάπερ γάρ τινες ὁδοιπόροι δύο ἐν ὁδῷ συντυχόντες ἀλλήλοις, ἀπερ‐ | |
15 | χόμενος ἕκαστος αὐτῶν εἰς τὸν ἴδιον οἶκον, ἑσπέρας δὲ αὐτοὺς καταλαβούσης | 142 |
143 | ἔμειναν ἀμφότεροι εἰς ἣν ἔφθασαν μονήν, καὶ πρωΐας γενομένης διεχωρίσθησαν ἀπ’ ἀλλήλων· ἐπίσταται δὲ ἕκαστος αὐτῶν τί ἔχει ἐν τῷ οἴκῳ αὐτοῦ· ἤτοι πλοῦτον, εἴτε πενίαν, εἴτε ἀνάπαυσιν, εἴτε θλῖψιν. Οὕτως ἐσμὲν καὶ ἡμεῖς ἐν τῷ αἰῶνι τούτῳ. Μονῇ γὰρ ἔοικεν ὁ βίος οὗτος· ἐξ αὐτοῦ δὲ χωριζόμεθα εἰς τὸν ἴδιον | |
5 | τόπον ἀπιόντες, ἐπιστάμενοι τί ἔχομεν ἔμπροσθεν ἡμῶν. Ἕκαστος γὰρ οὐκ ἀγνοεῖ τί προέπεμψεν εἰς τὸν οὐρανόν· οἷόν τι λέγω ἢ εὐχὴν μετὰ δακρύων ἢ ἀγρυπνίαν καθαρὰν ἢ ψαλμῳδίαν μετὰ κατανύξεως ἢ ἐγκράτειαν μετὰ ταπεινοφροσύνης ἢ ἀποταγὴν τῶν γηΐνων πραγμάτων ἢ ἀγάπην ἀνυπόκριτον καὶ ἐπιπόθησιν τοῦ Χριστοῦ. Εἰ προέπεμψας ταῦτα, θάρσει, ὅτι εἰς ἀνάπαυσιν ἀπέρχῃ· εἰ δὲ οὐδὲν | |
10 | τούτων προέπεμψας, τί ἐν τῇ μονῇ παροξύνῃς τὸν πλησίον; Πρωῒ γὰρ ἔχεις χω‐ ρισθῆναι ἀπ’ αὐτοῦ. Τί δὲ ὑπερηφανεύῃ ἢ τί ἀλαζονεύῃ; Τί δὲ εἶ περίλυπος, μὴ θέλων αὐτὴν βαστάζειν τὴν μονὴν καθ’ ἑαυτοῦ; Τί δὲ φροντίζεις περὶ χιτῶνος καὶ περιβολαίου ἢ τροφῆς; Ὁ διδοὺς τοῖς κτήνεσι τροφὴν αὐτῶν σὲ οὐκ ἂν θρέψειε τὸν δοξολογοῦντα αὐτόν; Ὁ προσδοκῶν κληρονόμος τῆς αὑτοῦ βασιλείας γενέ‐ | |
15 | σθαι περὶ χιτῶνος καὶ περιβολαίου φροντίζεις; Ὁ τῷ κόσμῳ νεκρώσας ἑαυτὸν τὰ | 143 |
144 | γήϊνα φρονεῖς; Τί τὸν Ἰατρὸν παροξύνεις, μὴ θέλων ἰαθῆναι; Τῷ καιρῷ τῆς ἰά‐ σεώς σου τὰ τραύματά σου κρύβεις, καὶ τῷ Ἰατρῷ ἐγκαλεῖς, ὅτι οὐκ ἰάσατό σε; Καιρὸς μετανοίας δίδοταί σοι καὶ τῆς μετανοίας ἀμελεῖς; Τί οὖν ἐγκαλεῖς τῷ Νο‐ μοθέτῃ, ὅτι ἐπήγαγε τὸν θάνατον, σοῦ καταφρονοῦντος; Μὴ ἐρεῖς τῷ θανάτῳ, | |
5 | ἔασόν με, ἵνα μετανοήσω; Νῆψον, ἀγαπητέ, νῆψον· ὡς παγὶς γὰρ ἐπελεύσεται ἐπὶ σὲ ἡ ὥρα ἐκείνη. Καὶ τότε ἔκπληξις λάβῃ τὴν σὴν διάνοιαν, λέγων, πῶς μετεωριζομένου μου πα‐ ρῆλθον αἱ ἡμέραι μου; Καὶ πῶς ἐν λογισμοῖς ἀκαίροις παρῆλθον οἱ χρόνοι μου; Καὶ τί τὸ ὄφελος ἐν τῷ καιρῷ τοῦ θανάτου ταῦτα λογίζεσθαι, μὴ συγχωρυμέ‐ | |
10 | νου σου ἔτι ἀναστραφῆναι ἐν τῷ αἰῶνι τούτῳ; Θὲς τοιγαροῦν τὸν νοῦν σου εἰς τὰ λεγόμενα. Εἰσελθέτω εἰς τὰς ἀκοάς σου τὰ παρὰ τοῦ Κυρίου εἰρημένα, εἴ γε πι‐ στεύεις αὐτῷ· ἔφη γὰρ ὅτι καὶ περὶ ἀργοῦ λόγου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀποδώσο‐ μεν τὸν λόγον. Ἱκανὸς δὲ οὗτος ὁ λόγος, ἐὰν νήφῃ ἡμῶν ἡ διάνοια. Ὃς δὲ τὰ γεγραμμένα οὐ συνίει οὔτε μὴν τῶν λεγομένων ἀκούει· ἔοικεν ὁ τοιοῦτος σωλῆνι | |
15 | δεχομένῳ ὕδωρ καὶ μὴ αἰσθανομένῳ ὅτι δι’ αὐτοῦ παρέρχεται. | 144 |
145 | Τίς οὖν ἆρα μὴ κλαύσῃ; Τίς δὲ μὴ λυπηθῇ; Καὶ τίς μὴ καταπλαγῇ, ὅτι ὁ Δεσπότης οἰκουμένης δι’ ἑαυτοῦ τε καὶ τῶν δούλων αὐτοῦ, τῶν Προφητῶν καὶ Ἀποστόλων, κηρύττει καὶ βοᾷ, καὶ οὐκ ἔστιν ὁ ἀκούων; Τίνα δέ ἐστι τὰ κηρυτ‐ τόμενα ὑπ’ αὐτῶν; Ὁ γάμος ἕτοιμος, φησί, καὶ τὰ σιτευτά μου τεθυμένα· ὁ Νυμ‐ | |
5 | φίος μετὰ δόξης καὶ μεγαλοπρεπείας κάθηται ἐν τῷ νυμφῶνι, καὶ δέχεται τοὺς εἰσερχομένους μετὰ χαρᾶς· ἡ θύρα ἀνέῳκται· οἱ ὑπηρέται σπουδάζουσι πρὸ τοῦ κλεισθῆναι τὴν θύραν. Ὀξυποδήσατε μή ποτε ἔξω μείνητε, καὶ οὐκ ἔστιν ὁ εἰσφέ‐ ρων ὑμᾶς ἐπὶ τούτοις. Οὐκ ἔστιν ὁ συνιών, οὐκ ἔστιν ὁ σπουδὴν τιθέμενος, ἀλλ’ ἡ ῥᾳθυμία καὶ ἡ φροντὶς τοῦ αἰῶνος τούτου, ὥσπερ ἅλυσις, ἔδησεν ἡμῶν τὴν διά‐ | |
10 | νοιαν! Τὰς μὲν θείας Γραφὰς ὀρθῶς μὲν γράφομεν καὶ ὀρθῶς ἀναγινώσκομεν, ὀρθῶς δὲ τούτων ἀκοῦσαι οὐ θέλομεν, διὰ τὸ μὴ βούλεσθαι ἡμᾶς τὰ παρ’ αὐτῶν ἐπιτελεῖν. Τίς ἆρα ἀπεδήμησε χωρὶς ἐπισιτισμοῦ μακρὰν ὁδόν, καθάπερ ἡμεῖς βουλόμεθα, ἀφέντες τὸν ἐπισιτισμὸν ἡμῶν ἐνταῦθα, μηδὲν εἰς τὴν ἀποδημίαν ἐπιφέρεσθαι; Μακάριος ὅστις μετὰ παρρησίας ἀπεδήμησε πρὸς τὸν Κύριον, βα‐ | |
15 | στάζων τὸν ἐπισιτισμὸν αὐτοῦ ἀνενδεῆ. | 145 |
146 | Ἰδοὺ δὴ καὶ αἱ δέκα παρθένοι καθεύδουσι, καὶ οἱ δοῦλοι πραγματεύονται προσδεχόμενοι τὸν Δεσπότην ἑαυτῶν, ἐπιγνόντες ὅτι ἔλαβε τὴν βασιλείαν, καὶ ἔρχεται μετὰ δυνάμεως καὶ δόξης πολλῆς, στεφανῶσαι μὲν τοὺς δούλους αὐτοῦ τοὺς καλῶς πραγματευσαμένους ἐν τῷ ἀργυρίῳ, ὃ ἐκομίσαντο παρ’ αὐτοῦ, ἀνε‐ | |
5 | λεῖν δὲ τοὺς ἐχθροὺς αὐτοῦ τοὺς μὴ θέλοντας αὐτὸν βασιλεῦσαι ἐπ’ αὐτούς. Ὃν τρόπον δὲ ἐν μέσῃ νυκτὶ ὕπνῳ κατεχομένης τῆς τῶν ἀνθρώπων φύσεως, αἰφνι‐ δίως ἐκ τοῦ οὐρανοῦ γίνεται ἦχος μέγας καὶ βρονταὶ φρικταὶ καὶ ἀστραπαὶ δειμα‐ τώδεις μετὰ σεισμοῦ, ἐκθροοῦνται δὲ ἐξαίφνης οἱ καθεύδοντες, καὶ μνημονεύει ἕκαστος τὰ ἑαυτοῦ ἔργα, εἴτε ἀγαθὰ εἴτε κακά· οἱ δὲ τὰ κακὰ πράττοντες τύ‐ | |
10 | πτουσι τὰ στήθη αὐτῶν, κείμενοι ἐπὶ τῆς κοίτης, ὅτι οὐκ ἔστι ποῦ φυγεῖν ἢ κρυβῆναι ἢ μεταμεληθῆναι ἐφ’ οἷς ἔπραξαν· ἥ τε γὰρ γῆ σείεται, καὶ αἱ βρονταὶ φοβοῦσιν, αἱ ἀστραπαὶ πτοοῦσι, σκοτία τε βαθεῖα κατέχει αὐτούς· οὕτω καὶ ἐν τῇ ὥρᾳ ἐκείνῃ, ὡς ἀστραπὴ ὀξυτάτη, αἰφνιδίως ἐθρόησε πᾶσαν τὴν γῆν· σάλπιγξ | |
γὰρ μετὰ φόβου σαλπίσει ἐκ τοῦ οὐρανοῦ καὶ ἐγερεῖ τοὺς καθεύδοντας, ἐξυπνίσει | 146 | |
147 | τε τοὺς ἀπ’ αἰῶνος κοιμωμένους. Οὗτοι γὰρ οἱ οὐρανοὶ μετὰ τῶν δυνάμεων αὐτῶν σαλευθήσονται, καὶ ἡ γῆ πᾶσα, ὥσπερ τὸ ὕδωρ τῆς θαλάσσης, τρομάσει ἀπὸ προσώπου τῆς δόξης αὐτοῦ· πῦρ γὰρ φοβερὸν προτρέχει πρὸ προσώπου αὐτοῦ καθαρίζον αὐτὴν τῶν ἀνομιῶν τῶν μιανάντων αὐτήν. Ὁ ᾅδης ἀνοίγει τὰς αἰωνί‐ | |
5 | ους αὐτοῦ πύλας· ὁ θάνατος κατήργηται, ὁ δὲ χοῦς ὁ σαπεὶς τῆς ἀνθρωπείας φύ‐ σεως ἀκούσας τῆς φωνῆς τῆς σάλπιγγος ζωοποιηθήσεται. Θαῦμα γὰρ ἦν ἰδεῖν ἀληθῶς, πῶς ἐν ῥιπῇ ὀφθαλμοῦ ἐν τῷ ᾅδῃ, ὥσπερ πλῆθος ἰχθύων ἐν τῇ θαλάσσῃ στρεφομένων, οὕτως ἀναρίθμητον πλῆθος τὰ ὀστᾶ τῆς ἀνθρωπείας φύσεως ἕκα‐ στον αὐτῶν περιέρχεται ζητοῦν τὰς ἑαυτῶν ἁρμονίας. Ἐγερθέντες κράζουσιν | |
10 | ἅπαντες καὶ λέγουσι· δόξα τῷ συναγαγόντι ἡμᾶς καὶ ἐγείραντι διὰ τὴν αὑτοῦ φι‐ λανθρωπίαν. Τότε οἱ δίκαιοι ἀγάλλονται καὶ οἱ ὅσιοι εὐφραίνονται· οἱ τέλειοι ἀσκηταὶ παρακαλοῦνται ἀπὸ τοῦ μόχθου τῆς ἀσκήσεως αὐτῶν· οἱ Μάρτυρες στε‐ φανοῦνται, Ἀπόστολοι καὶ Προφῆται. Μακάριος ὅστις καταξιωθῇ τὴν ὥραν ἐκεί‐ | |
νην ἰδεῖν, πῶς μετὰ δόξης ἁρπάζονται ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ ἀθανάτου | 147 | |
148 | Νυμφίου πάντες οἱ ἀγαπήσαντες αὐτόν, καὶ σπουδάσαντες ἐπιτελέσαι πάντα τὰ θελήματα αὐτοῦ· ὥσπερ δὲ ἐμεγάλυνεν ἕκαστος ἐντεῦθεν τὸ ἑαυτοῦ πτερόν, οὕτω καὶ πέταται τὰ ὑψηλά· καὶ καθὼς ἐντεῦθεν ἐκάθηρεν ἕκαστος τὴν ἑαυτοῦ διάνοιαν, οὕτω καὶ ὁρᾷ τὴν δόξαν αὐτοῦ· καὶ ὥσπερ ἐπεπόθησεν αὐτὸν ἕκαστος, οὕτω καὶ | |
5 | κορέννυται τῆς ἀγάπης αὐτοῦ. Θαυμάζει δὲ καὶ ὁ πρῶτος Ἀδὰμ ἐν ἐκείνῃ τῇ ὥρᾳ ὁρῶν μεγάλα καὶ φοβερά, πῶς ἀπ’ αὐτοῦ καὶ τῆς ὁμοζύγου αὐτοῦ, ἔθνη ἀμέτρητα καὶ πλῆθος γενεῶν προήχθη. Πλείονα δὲ θαυμάσας δοξάσει τὸν δημι‐ ουργὸν Θεόν, πῶς ἀπὸ μιᾶς φύσεως καὶ ἑνὸς γενομένων κτίσματος, καὶ ἐν τῇ βασιλείᾳ ἀπ’ αὐτῶν καὶ ἐν τῷ παραδείσῳ καὶ ἐν τῷ ᾅδῃ κατεκληρώθησαν. | |
10 | Δόξα τῷ μόνῳ σοφῷ Θεῷ, ἀγαπητοί. Ἐμνήσθην τῆς ὥρας ἐκείνης καὶ ἐτρόμησα· κατενόησα εἰς ἐκείνην τὴν φρικτὴν κρίσιν, καὶ ἐπτοήθην· καὶ εἰς τὴν εὐφροσύνην τὴν ἐν τῷ παραδείσῳ· καὶ στενάξας ἔκλαυσα, ἕως ὅτου οὐκ ἔμεινεν ἰσχὺς ἐν ἐμοὶ τοῦ ἔτι κλαῦσαι· ὅτι ἐν ῥᾳθυμίᾳ καὶ μετεωρισμῷ παρῆλθον τὰς ἡμέ‐ ρας μου, καὶ ἐν λογισμοῖς ῥυπαροῖς ἐτέλεσα τὰ ἔτη μου. Πῶς ἐκλάπησαν, οὐκ | |
15 | ἐνόησα· καὶ πῶς παρῆλθον, οὐκ ᾐσθόμην. Αἱ ἡμέραι μου ἐξέλιπον καὶ αἱ ἀνομί‐ | 148 |
149 | αι μου ἐπληθύνθησαν. Οἴμοι, οἴμοι, ἀγαπητοί μου! Τί ποιήσω τῇ αἰσχύνῃ τῆς ὥρας ἐκείνης, ὅταν παραστῶσι κυκλόθεν οἱ γνωστοί μου, οἱ θεωροῦντές με ἐν τῷ σχήματι τούτῳ τῆς εὐλαβείας, καὶ ἐμακάριζόν με, ἔσωθεν δὲ ἤμην πλήρης ἀνο‐ μίας καὶ ἀκαθαρσίας, καὶ ἐπελαθόμην τὸν ἐτάζοντα καρδίας καὶ νεφροὺς Κύριον; | |
5 | Ὄντως ἐκεῖ ἐστιν ἡ αἰσχύνη. Ἄθλιος εἴ τις ἐκεῖ καταισχύνεται. Φιλάνθρωπε, Ἀγαθέ, εἰς τοὺς οἰκτιρμούς σου ὁρκίζω σε, μὴ στήσῃς με ἐξ εὐωνύμων μετὰ τῶν ἐρίφων τῶν παροξυνάντων σε, μηδέ μοι εἴπῃς, οὐκ οἶδά σε. Ἀλλὰ δός μοι διὰ τὴν εὐσπλαγχνίαν σου διηνεκῆ κλαυθμὸν καὶ κατάνυξιν καὶ ταπείνωσιν τῇ καρδίᾳ μου, καὶ ἅγνισον αὐτήν, ἵνα γένηται ναὸς τῆς ἁγίας σου | |
10 | χάριτος. Εἰ γὰρ καὶ ἁμαρτωλός εἰμι καὶ ἀσεβής, ἀλλὰ διηνεκῶς εἰς τὴν θύραν σου κρούω· καὶ εἰ ὀκνηρὸς καὶ ῥᾴθυμος, ἀλλὰ γοῦν εἰς τὴν ὁδόν σου βαδίζω. Ἀδελφοί μου ἀγαπητοί, παρακαλῶ τὴν ὁμόνοιαν ὑμῶν, σπουδάσατε εὐα‐ ρεστῆσαι τῷ Θεῷ, ὡς καιρός ἐστι. Κλαύσατε ἐνώπιον αὐτοῦ ἡμέρας καὶ νυκτὸς ἐν τῇ προσευχῇ ὑμῶν καὶ ἐν τῇ ψαλμῳδίᾳ, ἵνα ῥύσηται ἡμᾶς ἐκ τοῦ κλαυθμοῦ ἐκεί‐ | |
15 | νου τοῦ ἀτελευτήτου, καὶ τοῦ βρυγμοῦ τῶν ὀδόντων, τοῦ τε πυρὸς τῆς γεέννης | 149 |
150 | καὶ τοῦ ἀκοιμήτου σκώληκος, χαροποιήσῃ τε ἡμᾶς ἐν τῇ αὑτοῦ βασιλείᾳ, ἐν τῇ ζωῇ τῇ αἰωνίῳ, ὅπου ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός· ὅπου οὐ χρῄζει καὶ δακρύων καὶ μετανοίας· ὅπου οὐκ ἔστι φόβος καὶ τρόμος· ἔνθα οὐκ ἔστι διαφθορά· ὅπου οὐκ ἔστιν ἀντικείμενος καὶ πολεμῶν· ἔνθα οὐκ ἔστι παροξυσμὸς καὶ ὀργή· | |
5 | ὅπου οὐκ ἔστι μῖσος καὶ ἔχθρα· ἀλλὰ διόλου χαρὰ καὶ εὐφροσύνη καὶ ἀγαλλίασις· καὶ τράπεζα πλήρης ἐδεσμάτων πνευματικῶν, ἣν ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶ‐ σιν αὐτόν. Μακάριος ὅστις καταξιωθῇ αὐτῆς, ἄθλιος δὲ ὁ στερηθεὶς αὐτῆς. Δέομαι ὑμῶν, ἀγαπητοί, ἐκχέατε ἐπ’ ἐμὲ τὰ σπλάγχνα ὑμῶν, καὶ πρε‐ σβεύσατε περὶ ἐμοῦ προσπίπτοντες τῷ ἀγαθῷ καὶ φιλανθρώπῳ μονογενεῖ Υἱῷ | |
10 | τοῦ Θεοῦ, ἵνα ποιήσῃ μετ’ ἐμοῦ τὸ ἔλεος αὐτοῦ, καὶ ῥύσηταί με ἐκ τοῦ πλήθους τῶν ἀνομιῶν μου, καὶ κατασκηνώσει με κύκλῳ τῶν σκηνωμάτων ὑμῶν εἰς τοὺς φραγμοὺς τοῦ εὐλογημένου παραδείσου, ὅπως γένωμαι γείτων ὑμῶν τῶν κληρο‐ νόμων αὐτοῦ· ἐπειδὴ ὑμεῖς τέκνα ἐστὲ ἀγαπητά, ἐγὼ δὲ ὡς κύων ἐξουδενωμένος· ἵνα ῥίψητε τὰ ψιχία τῶν τραπεζῶν ὑμῶν καὶ πληρωθῇ ἐπ’ ἐμὲ τὸ γεγραμμένον, | |
15 | ὅτι καὶ τὰ κυνάρια ἐσθίει ἀπὸ τῆς τραπέζης τῶν πιπτόντων ψιχίων. | 150 |
151 | Ναὶ οὖν, ἀγαπητοί, ἐκχέατε ἐπ’ ἐμὲ τὰς εὐχὰς ὑμῶν, καὶ δεῦτε σπουδά‐ σωμεν περὶ τῆς ζωῆς ἡμῶν, πάντα γὰρ παρέρχεται ὡς σκιά. Μισήσωμεν δὲ τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ καὶ τὴν μέριμναν τὴν σαρκικήν, καὶ ἄλλην μέριμναν μὴ σχῶμεν πλὴν τῆς σωτηρίας ἡμῶν· καθὼς καὶ ὁ Κύριος ἡμῶν ἔφη· τί γὰρ ὠφε‐ | |
5 | λήσει ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Ἔμποροι ἐσμὲν πνευματικοί, ἀδελφοί· καὶ ἐοίκαμεν τοῖς βιωτικοῖς ἐμπό‐ ροις. Καθ’ ἑκάστην ἡμέραν ψηφίζει ὁ ἔμπορος τὸ κέρδος καὶ τὴν ζημίαν· καὶ ἐὰν ζημιωθῇ, σπουδάζει καὶ μεριμνᾷ πῶς ἀνασώσει αὐτό. Οὕτω καὶ σύ, ἀγαπητέ, | |
10 | καθ’ ἑκάστην ἡμέραν, καὶ ἑσπέραν καὶ πρωΐ, ἀκριβῶς κατανόησον ἕως ἐμπορεύῃ τὴν σὴν ἐμπορίαν. Καθ’ ἑσπέραν τε εἰσελθὼν εἰς τὴν καρδίαν σου, λόγισαι καὶ εἰπὲ ἐν ἑαυτῷ· ἆρα μὴ ἔν τινι παρώξυνα τὸν Θεόν; Μὴ λόγον ἀργὸν ἐλάλησα; Μὴ ἠδιαφόρησα; Μὴ παρώξυνα τὸν ἀδελφόν μου; Μὴ κατελάλησά τινος; Μὴ ἆρα τὸ στόμα μου ἔψαλλεν, ἡ δὲ διάνοιά μου ἐφαντάζετο ἐν τῷ κόσμῳ; Μὴ ἆρα ἐπῆλθέ | |
15 | μοι ἐπιθυμία σαρκική, καὶ ἡδέως ἐδεξάμην; Μὴ ἡττήθην εἰς τὰς γηΐνας φροντίδας; | 151 |
152 | Ἐὰν ἐζημιώθης εἰς ταῦτα, σπούδασον αὐτὰ κερδῆσαι· στέναξον, κλαῦσον, ἵνα μὴ πάλιν εἰς αὐτὰ περιπέσῃς. Πρωΐας δὲ πάλιν μελέτησον καὶ εἰπέ· πῶς ἆρα παρῆλθεν ἡ νὺξ αὕτη; Ἐκέρδησα ἐν αὐτῇ τὴν ἐμπορίαν μου; Ἐγρηγόρησεν ἆρα ὁ νοῦς μου μετὰ τοῦ σώματος; Ἐδάκρυσαν οἱ ὀφθαλμοί μου; Μὴ κατενέχθην | |
5 | ὕπνῳ εἰς τὴν γονυκλισίαν; Μὴ ἐπῆλθόν μοι λογισμοὶ πονηροί, καὶ ἡδέως αὐτοὺς ἐμελέτησα; Ἐὰν ἡττήθης ἐν τούτοις, σπούδασον ἰαθῆναι, καὶ στῆσον φύλακα ἐν τῇ καρδίᾳ σου, ἵνα μὴ πάθῃς τὰ αὐτά. Ἐὰν οὕτω μεριμνήσῃς, σῴζεις τὴν σαυ‐ τοῦ ἐμπορίαν, καὶ οὕτω τῷ Κυρίῳ σου γίνῃ εὐάρεστος, καὶ σεαυτῷ χρησιμεύσῃς. Πρόσεχε δὲ σεαυτῷ, μή ποτε εἰς ῥᾳθυμίαν ἐκδώσῃς σαυτόν· ἀρχὴ γὰρ ἀπωλείας ἡ | |
10 | τυραννὶς τῆς ῥᾳθυμίας. Μίμησαι δὲ τὴν μέλισσαν καὶ ἴδε τὸ θαυμαστὸν αὐτῆς μυ‐ στήριον, πῶς ἐκ τῶν ἐσκορπισμένων ἀνθῶν τῆς γῆς συνάγει τὴν ἑαυτῆς ἐργασίαν. Εἰς ταύτην οὖν τὴν εὐτελῆ κατανόησον. Ἐὰν γὰρ συναχθῶσι πάντες οἱ σοφοὶ τῆς γῆς καὶ οἱ φιλόσοφοι τῆς οἰκουμένης, οὐ μὴ ἰσχύσωσι φράσαι τὴν σοφίαν αὐτῆς, πῶς ἀπὸ τῶν ἀνθῶν μὲν οἰκοδομεῖ τὰ μνήματα, θάπτει δὲ ἐν αὐτοῖς τὰ ἔγγονα | |
15 | αὐτῆς, καὶ ζωοποιήσασα αὐτὰ μετὰ ταῦτα, αὐτοῖς βάλλει φωνήν, ὥσπερ ἀρχι‐ | 152 |
153 | στράτηγος· τὰ δὲ ὁμοθυμαδὸν διακούουσι τῆς φωνῆς αὐτῆς καὶ ἐκπετάζουσιν· ὅταν δὲ ἐκπετασθῶσιν, ἐργάζεται καὶ πληροῖ αὐτὰ τὰ μνήματα ἐδεσμάτων τῆς γλυκύ‐ τητος αὐτῆς· ὥστε πάντα συνετόν, ἰδόντα τοὺς πόνους αὐτῆς, δοξάζειν τὸν δημι‐ ουργὸν Θεόν, ἐκπληττόμενον ὅτι διὰ ποίας εὐτελοῦς πηλίκην σοφίαν παρέχεται. | |
5 | Ὁμοίως οὖν καὶ σύ, ἀγαπητέ μου, γενοῦ καθάπερ κἀκείνη, καὶ ἐκ τῶν θεί‐ ων Γραφῶν συνάγαγέ σοι πλοῦτον καὶ θησαυρὸν ἀσύλητον, πρόπεμψόν τε εἰς τὸν οὐρανόν. Καὶ γὰρ οἱ ἄρχοντες τῆς γῆς, ὅταν τις αὐτῶν θελήσῃ ἀποδημῆσαι εἰς χώραν μακράν, προπέμπει τοὺς οἰκέτας σὺν τῷ πλούτῳ αὐτοῦ, ἵνα εἰς ἑτοίμην ἀνάπαυσιν ἐπανελθὼν καταπαύσῃ. Οὕτω καὶ σύ, ἀγαπητέ, πρόπεμψον τὸν σαυ‐ | |
10 | τοῦ πλοῦτον εἰς τὸν οὐρανόν, ἵνα δεχθῇς εἰς τὰς σκηνὰς τῶν Ἁγίων. Μὴ ἀμε‐ λήσῃς τὸν βραχὺν καιρὸν τοῦτον, ἵνα μὴ μεταμεληθῇς εἰς αἰῶνας ἀτελευτήτους. Τοῦ Κυρίου ἡμῶν οὐκ ἀκούεις εἰπόντος· ἐν τῷ κόσμῳ τούτῳ θλῖψιν ἕξετε; Καὶ πάλιν δὲ ἔφη, ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν. Ἐὰν δὲ σὺ διὰ τὴν σὴν χαυνότητα καὶ ῥᾳθυμίαν, τὴν θλῖψιν τοῦ αἰῶνος τούτου ποθήσας φυγεῖν καὶ | |
15 | τὴν ὑπομονήν, ἡδονὴν σαρκικὴν ἐπιθυμήσῃς, τί τὸν ζυγὸν τοῦ Χριστοῦ τὸν καλὸν | 153 |
154 | καὶ χρηστὸν διὰ τὴν σὴν χαυνότητα κακολογεῖς, ὅτι σκληρὸς καὶ βαρύς ἐστι καὶ μὴ δυνάμενος βασταχθῆναι; Σεαυτὸν ἐκδίδως εἰς ἀπώλειαν, καὶ τίς σε ἐλεήσει; Σεαυτὸν ἀποκτείνεις, τίς σε οἰκτιρήσει; Λαβὼν γὰρ τὰ ὅπλα τοῦ Χριστοῦ, δέον σε τὸν Ἐχθρὸν πολεμῆσαι· σὺ δὲ κατὰ τῆς σεαυτοῦ καρδίας ἔπηξας τὸ ξίφος. Ἐὰν | |
5 | ἐν τῇ ζωῇ ταύτῃ καυχᾶσαι, ματαία ἡ ἐλπίς σου καὶ κενὴ ἡ προσδοκία σου. Τί τὸ στόμα σου εὔχεται τῷ Θεῷ; Καὶ τίνα ἐστὶν ἃ αἰτῇ παρ’ αὐτοῦ; Τὴν τοῦ αἰῶνος τούτου ἀνάπαυσιν ἢ τὴν ἀθάνατον καὶ ἀγήρω ζωήν; Ἐὰν ταῦτα ἐπιζητῇς, τὰ πρόσκαιρα καὶ μὴ μένοντα, βελτίων σου ἐστὶν ὁ κλέπτης καὶ ὁ πόρνος· ἐκεῖνοι εὔχονται ἵνα σωθῶσι, καὶ σὲ μακαρίζουσιν, ὅταν μετὰ ψεύδους πολιτεύῃ εἰς τὴν | |
10 | καλὴν ταύτην πολιτείαν· τὸ γὰρ φῶς μισήσας, ἠγάπησας τὸ σκότος· καὶ τὴν τῶν οὐρανῶν ἀπολείψας βασιλείαν, τὰ γήϊνα καὶ πρόσκαιρα ἐπεπόθησας. Ἐφοβήθης, ὦ ἄθλιε, ὅτι ὁ ἀγαθὸς Θεὸς καὶ φιλάνθρωπος ἀθετεῖ σου τὸν κάματον; Αὐτός σοι εἰς τοῦτον δύναμιν καὶ ἡ χάρις αὐτοῦ παρέχει, τήν τε καρ‐ δίαν σου αὐτὸς κατανύσσει, καὶ τὸν μισθόν σοι αὐτὸς δίδωσι. Τὰ πάντα παρ’ | |
15 | αὐτοῦ, καὶ σὺ ἀλαζονεύῃ; Τὸν μισθὸν τοῦ μισθωτοῦ ἐκζητεῖ παρὰ τῶν ἀποστε‐ | 154 |
155 | ρούντων αὐτόν, καὶ τῶν σῶν δακρύων τὸν μισθὸν στερήσει; Εἴθε μὴ γένοιτο. Ὁ εἰπών, ζητεῖτε καὶ εὑρήσετε, κρούετε καὶ ἀνοιγήσεται ὑμῖν, ψεύστης γίνεται; Μη‐ δαμῶς. Ὕπαγε, ἄθλιε. Τίς σε ἐζήλωσε; Τίς σοι ἐφθόνησεν; Ὁ ἀντίδικος καὶ μι‐ σόκαλος. Ἐκείνου ἡ σπουδὴ αὕτη ἐστίν, ἵνα μή τις τῶν ἀνθρώπων σωθῇ. Ἐλθὲ | |
5 | τοιγαροῦν εἰς σεαυτὸν καὶ μὴ μισήσῃς τὴν ψυχήν σου. Ἄνοιξον τοὺς ὀφθαλμοὺς τῆς διανοίας σου, καὶ ἴδε τοὺς μετὰ σοῦ, πῶς ἀγωνίζονται, πῶς σπουδάζουσι καὶ τὰς λαμπάδας αὐτῶν κατέχουσι, καὶ τὸ στόμα αὐτῶν ὑμνεῖ καὶ δοξολογεῖ τὸν ἀθάνατον Νυμφίον. Οἵ τε ὀφθαλμοὶ αὐτῶν κατανοοῦσιν εἰς τὸ κάλλος αὐτοῦ, καὶ ἡ ψυχὴ αὐτῶν θάλλει καὶ ἀγάλλεται. Κατανόησον ὅτι ἤγγικε καὶ οὐ βραδύνει· | |
10 | ἔρχεται γὰρ εὐφράναι τοὺς προσδοκῶντας αὐτὸν αἰφνιδίως. Ἔστι φωνή· ἰδού, ὁ Νυμφίος ἔρχεται, καὶ οἱ μετὰ σοῦ ἔρχονται μετὰ χαρᾶς, ἔχοντες τὰς λαμπάδας αὐτῶν φαιδρὰς καὶ τὴν ἐσθῆτα λαμπράν. Ἀκούουσι δὲ φωνῆς αὐτοῦ λεγούσης· δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βα‐ σιλείαν ἀπὸ καταβολῆς κόσμου. Γενομένης δὲ τῆς φωνῆς, ἐρεῖ αὐτοῖς· ἀδελφοί | |
15 | μου, χαρίσασθέ μοι ὀλίγον ἔλαιον, ἰδοὺ γὰρ σβέννυται ἡ λαμπάς μου. Ἀκούσῃ | 155 |
156 | δὲ παρ’ αὐτῶν, μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ σοί· ὕπαγε πρὸς τοὺς πωλοῦντας καὶ ἀγόρασον. Καὶ ὑπάγεις μεταμελόμενος, καὶ μηδαμοῦ εὑρίσκων ἀγοράσαι. Πᾶσα γὰρ ἡ γῆ τρομάσει, ὥσπερ τὸ ὕδωρ τῆς θαλάσσης, ἀπὸ τῆς δόξης αὐτοῦ. Καὶ τότε ὀδυρόμενος ἐρεῖς· ὑπάγω, κρούω, καὶ τίς οἶδεν, εἰ ἀνοίξουσί μοι; Ἐπανελθὼν δὲ | |
5 | κρούεις· καὶ οὐδεὶς ὁ ἀποκρινόμενος. Καὶ πάλιν ἐπιμένων κρούεις, καὶ ἀποκρί‐ νεταί σοι ἔσωθεν, λέγων· ἀμὴν λέγω σοι, οὐκ οἶδά σε τίς εἶ· ὕπαγε ἀπ’ ἐμοῦ, ἐργάτα τῆς ἀνομίας. Ἑστῶτος δέ σου ἐκεῖ, ἐλεύσεται εἰς τὰς ἀκοάς σου φωνὴ εὐφροσύνης καὶ ἀγαλλιάσεως· καὶ γνωρίζεις τὴν φωνὴν ἑνὸς ἑκάστου τῶν ἑταί‐ ρων σου, καὶ στενάξας ἐρεῖς· οἴμοι, οἴμοι τῷ ἀθλίῳ· πῶς ἐστερήθην ἀπὸ τῆς το‐ | |
10 | σαύτης δόξης τῶν ἐμῶν ἀδελφῶν, καὶ ἐστερήθην τῶν ἑταίρων μου; Τὸν πάντα χρόνον τῆς ζωῆς μου μετ’ αὐτῶν ἤμην, καὶ νῦν ἐχωρίσθην ἀπ’ αὐτῶν. Δικαίως ἔπαθον. Ἐκεῖνοι γὰρ ἐνεκρατεύοντο, ἐγὼ δὲ ἠδιαφόρουν· ἐκεῖνοι ἔψαλλον, ἐγὼ δὲ μετεωριζόμενος ἐσίγων· ἐκεῖνοι ἐσπούδαζον εἰς τὰς γονυκλισίας, ἐγὼ δὲ ἐκοι‐ | |
μώμην· ἐκεῖνοι ηὔχοντο, ἐγὼ δὲ ἐμετεωριζόμην· ἐκεῖνοι ἐταπείνουν ἑαυτούς, | 156 | |
157 | ἐγὼ δὲ ὑπερηφανευόμην· ἐκεῖνοι κατευτέλιζον ἑαυτούς, ἐγὼ δὲ ἐκαλλωπιζόμην. Διὰ τοῦτο νῦν ἐκεῖνοι εὐφραίνονται, ἐγὼ δὲ ὀδύρομαι· ἐκεῖνοι ἀγάλλονται, ἐγὼ δὲ κλαίω. Νῆψον τοίνυν, ὦ ἄθλιε, μικρόν, καὶ κατανόησον εἰς τὴν ἀπέραντον αὐτοῦ | |
5 | φιλανθρωπίαν, καὶ μὴ ἀμελήσῃς τῆς σῆς σωτηρίας. Ζήτησον αὐτόν, καὶ γίνεταί σοι ταχὺς εἰς σωτηρίαν· ἐπικάλεσαι αὐτὸν καὶ ὑπερασπιεῖ σου· δὸς αὐτῷ, ἵνα λάβῃς ἑκατονταπλασίως. Εἰ ὁ ἄψυχος χάρτης διὰ γραμμάτων κράζων ἀποδίδωσι τὰ ἐν αὐτῷ χρεωφειλήματα, πόσῳ μᾶλλον ὁ ἀγαθὸς Θεὸς δίδωσι χάριν τοῖς ἐκζη‐ τοῦσιν αὐτόν. Ὁ χάρτης διὰ γραμμάτων αὔξει τόκον ἐπὶ τόκῳ· καὶ ὁ θησαυρὸς | |
10 | τῆς χάριτος τοῦ Θεοῦ πληθύνει τὸν μισθὸν τῶν εὐχῶν καὶ τῶν δεήσεων ἡμῶν. Μὴ οὖν ῥᾳθυμήσῃς, μὴ οὖν κατακυριεύσῃ σου ἡ φροντὶς τῶν γηΐνων πραγ‐ μάτων, μηδὲ εἰς ἀπόγνωσιν σεαυτὸν βάλῃς. Ὁ γὰρ Θεὸς διὰ τὴν ἑαυτοῦ εὐ‐ σπλαγχνίαν προσδέχεταί σε καὶ ὑπερασπίζει σου, καὶ πάντων δὲ τῶν ἐξ ὅλης καρδίας ἐκζητούντων αὐτόν. Πρόσελθε οὖν αὐτῷ ἀναιδῶς, πρόσπεσαι, στέναξον, | |
15 | κλαῦσον καὶ εἰπὲ αὐτῷ· Κύριέ μου, ὁ Σωτήρ μου, ἵνα τί με ἐγκατέλιπες; Οἰκτί‐ | |
ρησόν με, ὅτι σὺ εἶ μόνος φιλάνθρωπος· σῶσόν με τὸν ἁμαρτωλὸν ὅτι σὺ εἶ μό‐ | 157 | |
158 | νος ἀναμάρτητος· σκέπασόν με ἐκ τοῦ βορβόρου τῶν ἀνομιῶν μου, ἵνα μὴ ἐμπαγῶ εἰς αἰῶνας αἰώνων. Ῥῦσαί με ἐκ στόματος τοῦ Ἐχθροῦ· ἰδοὺ γὰρ ὡς λέων ὠρύεται, θέλων καταπιεῖν με· ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαί με· ἄστραψον δὲ τῇ ἀστραπῇ σου, καὶ διασκόρπισον αὐτοῦ τὴν δύναμιν. | |
5 | Πτοηθήτω καὶ σκορπισθήτω ἀπὸ τοῦ προσώπου σου· ἀσθενὴς γὰρ ὑπάρχει τοῦ στῆναι ἐνώπιόν σου, οὔτε πρὸ προσώπου τῶν ἀγαπώντων σε· ὁρᾷ γὰρ τὸ σημεῖον τῆς χάριτός σου καὶ πτοεῖταί σε, καὶ καταισχυνόμενος ἀναχωρεῖ ἀπ’ αὐτῶν. Καὶ νῦν, Δέσποτα, σῶσόν με, ὅτι πρὸς σὲ κατέφυγον. Ἐὰν οὕτω προσεύξῃ αὐτῷ, καὶ ἐπικαλέσῃ αὐτὸν ἐξ ὅλης τῆς καρδίας, πα‐ | |
10 | ραχρῆμα, ὡς πατὴρ ἀγαθὸς καὶ εὔσπλαγχνος, πέμπει τὴν χάριν αὐτοῦ εἰς τὴν βοήθειαν τὴν σήν, καὶ πάντα τὰ θελήματά σου πληροῖ. Ἀγαπητέ μου, ναὶ πρόσ‐ ελθε καὶ μὴ ἀμελήσῃς, μήτε μὴν πρόσχῃς εἰς ἐμὲ τὸν ῥᾴθυμον. Ἐμοὶ γὰρ αὐτάρ‐ κης ἐστὶν ἡ αἰσχύνη τοῦ προσώπου μου, λέγοντι καὶ μὴ ποιοῦντι, νουθετοῦντι καὶ | |
μὴ συνιέντι. Ἀλλὰ γενοῦ μιμητὴς τῶν τελείων καὶ πνευματικῶν πατέρων, καὶ | 158 | |
159 | τῷ κανόνι αὐτῶν ἐπακολούθησον· μήτε ὑπὲρ τὸ μέτρον εἰς τὰ πάνυ ὑψηλὰ ἐγχει‐ ρήσῃς, μὴ δυνάμενος ἐπιτελέσαι, μήτε εἰς τὰ πάνυ εὐτελῆ, ἵνα πληθυνθῇ ὁ μι‐ σθός σου. Μὴ θρέψῃς τὸ σῶμά σου, ἵνα μή σε πολεμήσῃ· μηδὲ συνηθίσῃς αὐτὸ ἐν ἡδοναῖς σαρκικαῖς, ἵνα μὴ γένηται βάρος τῇ ψυχῇ σου, καὶ κατάξῃ αὐτὴν εἰς τὰ | |
5 | κατώτατα τῆς γῆς. Ἐὰν γὰρ ἐπιδῷς σεαυτὸν τοῦ ἐπιτελέσαι τὰς ἐπιθυμίας αὐτοῦ, ἐγκαταλείπει αὐτὴν καὶ διὰ κρημνῶν βαδίζει, πάντα τε λογισμὸν ῥυπαρὸν εὐχερῶς δέχεται καὶ οὐκέτι σωφρονεῖ. Καὶ ἐὰν πάλιν ὑπὲρ μέτρον καταπονήσῃς αὐτό, γίνεται καὶ οὕτω βάρος τῆς ψυχῆς κατακυριευομένης ὑπὸ τῆς ἀθυμίας καὶ τῆς ἀκηδίας κατεχομένης· γίνεται δὲ καὶ ὀργίλη καὶ ὀκνηρὰ εἰς τὴν ὑμνολογίαν | |
10 | τε καὶ προσευχὴν καὶ εἰς τὴν ἀγαθὴν ὑπακοήν. Μέτρῳ οὖν καλῷ καὶ σταθμῷ κυβέρνησον σεαυτόν. Θεατὴς οὐδέποτε, εἰπέ μοι, ἐγένου τοῦ ἱπποδρόμου; Ἢ πάλιν σκάφην ἐν τῷ πελάγει οὐκ ἐθεάσω; Τοὺς μὲν γὰρ ἵππους ἐὰν ἀμέτρως ἐλαύνῃ τις, μονόψηφοι τίθενται· καὶ ἐὰν ἀμέτρως χαυνώ‐ σωσι πάλιν αὐτοὺς καὶ τὸν ἡνίοχον καταβαλόντες σύρουσιν. Ὁμοίως καὶ σκάφος | |
15 | ἐν τῷ πελάγει ὑπὲρ τὸ σήκωμα, ἐὰν φορτοῦται, ὑπὸ τῶν κυμάτων βαπτίζεται καὶ | 159 |
160 | καταποντοῦται καὶ κουφοῦται· ἄνευ φόρτου ἐὰν πλέῃ, καὶ ὑπὸ τῶν ἀνέμων τάχιον καταστρέφεται. Ὁμοίως ἥ τε ψυχὴ καὶ τὸ σῶμα, ἐὰν αὐτὰ ὑπὲρ τὸ μέτρον βαρη‐ θῶσι, τοῖς προρρηθεῖσι περιπίπτουσι. Διὰ τοῦτο καλόν ἐστι τὸ ἄρξασθαι καὶ ἐπι‐ τελέσαι, καὶ τῷ Θεῷ εὐαρεστῆσαι, σεαυτῷ δὲ καὶ τῷ πλησίον σου χρησιμεῦσαι. | |
5 | τὸ εὐλογημένον τοῦ Χριστοῦ ποίμνιον καὶ φωστῆρες τῆς οἰκουμένης καὶ τὸ ἅλας τῆς γῆς ὑμεῖς ἐστε, οἱ τέλειοι ἀσκηταί, οἱ τὴν ἀγγελικὴν πολιτείαν ἐπὶ γῆς ἀγαπήσαντες. Ὁ ἀγὼν ὑμῶν πρόσκαιρος, ἡ δὲ ἀνταπόδοσις καὶ ὁ ἔπαινος αἰώνιος. Καὶ ὁ μὲν κόπος ὑμῶν βραχύς, ἡ δὲ ἀνάπαυσις καὶ ἡ τελειότης ἀγήρω. Ὅσον δὲ προθύμως ὑμεῖς ἀγωνίζεσθε τὴν ἀρετὴν κατορθοῦντες, τοσοῦτον ὁ Ἐχθρὸς ὑμῶν | |
10 | εἰς μανίαν ἐξάπτεται, ποικίλας παγίδας κρύπτων καθ’ ὑμῶν. Προσέχετε τοίνυν ἑαυτοῖς ἀπὸ τῶν ἐνεδρῶν αὐτοῦ· ἄνευ γὰρ ἀγῶνος οὐδεὶς στεφανοῦται· ἀλλ’ οὐδὲ ἡ χάρις τοῦ Θεοῦ ἐγκαταλείψει τὸν προθύμως πολεμοῦντα καὶ ἀγωνιζόμενον. Εἰ δέ τις χαυνώσας ἑαυτὸν ὤκνει τὸ στόμα αὐτοῦ διανοῖξαι καὶ ἐπικαλέσασθαι εἰς | |
ἀντίληψιν τὴν χάριν, ἑαυτὸν αἰτιάσθω καὶ μὴ αὐτήν, ὡς μὴ βοηθούμενος ὑπ’ αὐ‐ | 160 | |
161 | τῆς. Καθάπερ γάρ τις ὑγιεῖς τὰς χεῖρας ἔχων, προκειμένης ἀφθονίας ἐδεσμάτων, ὀκνεῖ ἐκτεῖναι αὐτὰς καὶ πληρῶσαι τῶν προκειμένων ἀγαθῶν· οὕτω καὶ ὁ μονα‐ χὸς ὁ ἔχων πεῖραν τῆς χάριτος καὶ ἀμελῶν ἐπικαλέσασθαι αὐτὴν καὶ ἐμπλησθῆναι τῶν ἐδεσμάτων τῆς γλυκύτητος αὐτῆς. Ἔοικεν ὁ μοναχὸς στρατιώτῃ ἰόντι εἰς | |
5 | πόλεμον καὶ φράσσοντι αὐτοῦ τὸ σῶμα τῇ παντευχίᾳ πάντοθεν· νήφων ἕως τῆς νίκης, καὶ ἀγωνιῶν μὴ ἄφνω ἐπιρρίψῃ αὐτῷ ὁ πόλεμος καὶ ἀφύλακτος εὑρεθεὶς ληφθῇ ὑπ’ αὐτοῦ. Ὁμοίως καὶ ὁ μοναχὸς ἐὰν χαυνώσας ἑαυτὸν ἀπορρᾳθυμήσῃ, εὐχερῶς ἁλίσκεται ὑπὸ τοῦ Ἐχθροῦ· ἐμβάλλει γὰρ αὐτῷ λογισμοὺς ῥυπαρούς, οὓς ἡδέως παραδέχεται, τοὺς τῆς ὑψηλοφροσύνης, φημί, καὶ κενοδοξίας, φθόνον | |
10 | τε καὶ καταλαλιάν, γαστριμαργίαν καὶ ὕπνον ἀκόρεστον, καὶ πρὸς τούτοις εἰς ἀπόγνωσιν τοῦτον ἄγει καὶ ἀπελεγμὸν τῶν κακῶν. Ἐὰν δὲ νήφῃ διαπαντός, ἐπι‐ σπᾶται τὴν χάριν τοῦ Θεοῦ εἰς βοήθειαν· ἀντιλαμβάνεται ὑπ’ αὐτοῦ, πῶς ἀρέσει αὐτῷ· γίνεταί τε ἐν αὐτῷ ἐπαινετὸς καὶ ἐπαινέτης. Καθάπερ γάρ τις κατανοῶν | |
εἰς ἔσοπτρον, ὁ αὐτὸς καθορῶν ἐστι καὶ ὁρώμενος· ὁμοίως καὶ ἡ χάρις, ὅπου δ’ | 161 | |
162 | ἂν εὕρῃ ἀνάπαυσιν καὶ ἐνοικήσῃ ἐν ἀνθρώπῳ, καὶ δοξάζει αὐτὸν καὶ δοξάζεται ὑπ’ αὐτοῦ. Χωρὶς δὲ τῆς παρ’ αὐτῆς βοηθείας οὐκ ἰσχύει ἡ καρδία ἐπαρκέσαι ἑαυτῇ, οὔτε κατανύξεως πληρωθῆναι, ἐξομολογήσασθαι δεόντως τῷ Δεσπότῃ· ἀλλὰ πτωχή τις καὶ ἐνδεὴς τῶν καλῶν ὑπάρχει, καὶ οἰκοῦσιν ἐν αὐτῇ οἱ ἀπευ‐ | |
5 | κταῖοι καὶ ῥυπαροὶ λογισμοί, ὥσπερ νυκτικόραξ ἐν οἰκοπέδῳ. Ἀνθρώπου τοίνυν ἐστὶν ἐπικαλέσασθαι αὐτήν, ἵνα ἐλθοῦσα φωτίσῃ τὴν διάνοιαν αὐτοῦ, καὶ ἁγνίσας ἑαυτόν, ἔνοικον αὐτὴν καὶ βοηθὸν κτήσηται ἑαυτοῦ, δι’ αὐτῆς δὲ κατορθώσῃ πᾶσαν ἀρετήν, καὶ φωτισθεὶς ὑπ’ αὐτῆς δυνηθῇ κατανοῆσαι τὴν ποικιλίαν καὶ εὐμορφίαν τοῦ μέλλοντος αἰῶνος· γίνεταί τε αὐτῷ τεῖχος καὶ ὀχύρωμα, καὶ φυ‐ | |
10 | λάσσει αὐτὸν ἐκ τοῦ αἰῶνος τούτου εἰς τὴν ζωὴν τοῦ μέλλοντος αἰῶνος. Κλῖνον τοίνυν τὸ οὖς σου, καὶ γίνομαί σοι σύμβουλος ἀγαθῶν, ἀγαπητέ, εἰ ἐπιποθεῖς ζωὴν τὴν αἰώνιον καὶ τὸν μακαρισμὸν τοῦ Κυρίου σου. Εἰπέ μοι, τί νί‐ πτεις τὸ πρόσωπόν σου ὕδατι; Ἵνα τῷ πλησίον σου ἀρέσῃς; Ὡς οὖν ἔοικεν, οὐ δι‐ | |
έπτυσας παθῶν τῆς σαρκός σου, ἀλλ’ ἐν αὐτοῖς δεδούλωσαι· εἰ δὲ θέλεις νίψασθαί | 162 | |
163 | σου τὸ πρόσωπον, νίψον αὐτὸ δάκρυσι, καὶ πλῦνον αὐτὸ κλαυθμῷ, ἵνα λάμψῃ μετὰ δόξης ἐνώπιον τοῦ Θεοῦ καὶ τῶν ἁγίων Ἀγγέλων· πρόσωπον γὰρ νιπτό‐ μενον δάκρυσι, κάλλος ἐστὶν ἀμάραντον. Ἀλλ’ ἴσως ἐρεῖς μοι ἐρυθριᾶν τε τὸν ῥύ‐ πον τοῦ προσώπου. Ὁ ῥύπος τῶν ποδῶν, ἴσθι, καὶ τοῦ προσώπου σου μετὰ ἁγνῆς | |
5 | καρδίας ὑπὲρ ἥλιον λάμπει μεταξὺ τοῦ Θεοῦ καὶ τῶν ἁγίων Δυνάμεων. Τί δὲ καὶ γελᾷς ἀδιαφόρως; Πενθῆσαι δὲ προσταχθεὶς κατεκυριεύθης ὑπὸ τοῦ γέλωτος. Πόθεν δὲ τοῦτο; Τὸν μακαρισμὸν αὐτοῦ ἐπειδὴ οὐκ ἐπόθησας, οὐδὲ αἱ τιμωρίαι αὐτοῦ φοβοῦσί σε. Ὁ πειρασθεὶς δύναται παραινέσαι τοῖς ἀπείροις, καὶ ὁ λῃσταῖς περιπεσὼν | |
10 | ἔμπορος τοῖς ὁδοιποροῦσι τὴν ἀσφάλειαν ὑποτίθεται. Ἐπειδὴ οὖν ἐκ μέρους ἐπει‐ ράσθην, λέγω τῇ συνέσει σου· διὰ γὰρ τὴν ἐμὴν χαυνότητα πρὸς ὀλίγον ἠσφαλι‐ σάμην, καὶ πάλιν ἡ ῥᾳθυμία με εἰς τὸ αὐτὸ κατέστησε. Διὸ συμβουλεύω ὑμῖν, ἀγαπητὸν ποίμνιον τοῦ Θεοῦ, μὴ διὰ τὰ πάθη τῆς σαρκὸς καὶ τὴν τοῦ βίου ἡδονὴν στερηθῇς ἀπὸ τῆς δόξης τοῦ Θεοῦ, καὶ ξενωθῇς τῆς ἀκηράτου εὐφροσύνης | |
15 | καὶ ἀγαλλιάσεως τοῦ νυμφῶνος. Ἴστε γὰρ ὅτι ὁ μὲν κόπος τῆς ἀσκήσεως, ὥσπερ | 163 |
164 | ὕπνος, παριών ἐστιν, ἡ δὲ ἀνάπαυσις τῆς ἀμοιβῆς ἀτελὴς καὶ ἀδιήγητος ὑπάρχει. Πρόσεχε σεαυτῷ, μὴ εὑρεθῇς τῶν ἑκατέρων ἐκπίπτων μερῶν, καὶ δίκην ὑπὲρ τῶν ἀμφοτέρων ἀπαιτηθήσῃ. Ἀλλὰ σπούδασον τὴν τελείαν ἀρετὴν κτήσασθαι τὴν κε‐ κοσμημένην πᾶσιν, οἷς ἀγαπᾷ ὁ Θεός. Ἐὰν γὰρ κτήσῃ ταύτην, οὐδὲ τὸν Θεὸν | |
5 | παροξυνεῖς ποτε, οὐδὲ τὸν πλησίον σου κακοποιήσεις. Καλεῖται δὲ αὕτη μονο‐ ειδὴς ἀρετή, ἔχουσα ἐν ἑαυτῇ τὸ κάλλος καὶ τὴν ποικιλίαν πᾶσαν τῶν ἀρετῶν. Καθάπερ διάδημα βασιλικὸν ἄνευ λίθων τιμίων ἐκλεκτῶν μετὰ μαργαριτῶν πλε‐ χθῆναι οὐ δύναται, οὕτω καὶ ἡ μονοειδὴς ἀρετὴ ἄνευ τοῦ κάλλους τῶν ποικίλων ἀρετῶν οὐ συνίσταται· καὶ γὰρ ἔοικε πλήρης τῷ βασιλικῷ διαδήματι. Ὥσπερ δὲ | |
10 | ἐν ἐκείνῳ, ἐὰν λίπῃ εἷς λίθος ἢ μαργαρίτης, ἐπὶ κεφαλὴν βασιλέως λάμψαι οὐ δύναται, οὕτω καὶ ταύτῃ τῇ μονοειδεῖ ἀρετῇ, ἐὰν λίπῃ ἓν κάλλος τῶν λοιπῶν ἀρετῶν, τελεία ἀρετὴ οὐκ ὀνομάζεται. Ἔοικε δὲ πάλιν πολυτίμοις ἐδέσμασιν ἠρτημένοις ἐν πᾶσιν ἐκλεκτοῖς ἀρώμασι, καὶ ὑστερημένοις ἅλατος. Καθάπερ οὖν τὰ πολύτιμα ἐδέσματα ἄνευ ἁλὸς βρωθῆναι οὐ δύνανται, οὕτω καὶ αὕτη ἡ μονο‐ | |
15 | ειδὴς ἀρετὴ εἰς πᾶν κάλλος κεκοσμημένη τῶν ποικίλων ἀρετῶν, ἐὰν ὑστερῆται ἀπὸ | 164 |
165 | τῆς Χριστοῦ ἀγάπης καὶ τοῦ πλησίον, καθόλου βδελυκτή ἐστιν. Ὁμοία πάλιν ἐστὶ τῷ τελείῳ καὶ καλῷ σώματι τοῦ ἀλφαβήτου τελειουμένου καὶ περικεκοσμη‐ μένου ἐν τοῖς οἰκείοις γράμμασιν, ἐὰν δὲ ἀφέληται ἓν τῶν γραμμάτων αὐτοῦ, τὸ ὅλον εἰς οὐδὲν καθίσταται. Οὕτω καὶ αὕτη ἀτελὴς καὶ ἀδόκιμός ἐστι, λειπομένη | |
5 | ἑνὶ τῶν κατ’ ἀρετὴν κατορθωμάτων. Ἔοικε δὲ μεγάλῳ καὶ ὑψιπέτῃ ἀετῷ, ὃς θε‐ ωρήσας βρῶμα ἐν παγίδι μετὰ σφοδρότητος κατέπτη ἐν αὐτῇ, καὶ βουλόμενος ἐξαρπάσαι τὴν θήραν τῷ ἄκρῳ συνελήφθη τοῦ ὄνυχος, καὶ διὰ τοῦ μικροῦ ἐκεί‐ νου ἡ πᾶσα ἰσχὺς αὐτοῦ δεσμεῖται· καὶ ὅλον μὲν ἔχει τῷ δοκεῖν τὸ σῶμα αὐτοῦ ἐλεύθερον καὶ τῆς παγίδος ἐκτός, ἡ δὲ δύναμις αὐτοῦ πᾶσα ὑπ’ αὐτῆς πεπέδηται. | |
10 | Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡ ἀρετὴ αὕτη, ἐὰν δεθῇ ἔν τινι τῶν γηΐνων πραγμάτων, νεκροῦται καὶ ἐξασθενεῖ καὶ ἀπόλλυται, εἰς ὕψος μὴ δυναμένη ἀρθῆναι, τῷ γηΐνῳ προσηλωμένη πράγματι. Τίς ὁ μὴ ἔχων δάκρυα ἐλθέτω καὶ κλαυσάτω· καὶ ὁ μὴ εὐπορῶν κατανύξεως παρελθὼν στεναξάτω. Ὤ, πῶς εἰς τὸν οὐρανὸν ἀνελθοῦσα ἡ ἀρετὴ καὶ εἰς αὐτὰς | |
15 | τῆς βασιλείας φθάσασα τὰς πύλας οὐκ ἴσχυσεν εἰσελθεῖν! Οἷόν τι λέγω, ἀγαπητέ; | |
Κατώρθωσάν τινες τὴν ἀρετὴν ταύτην πόνοις μυρίοις καὶ κατεκόσμησαν αὐτήν, | 165 | |
166 | ὥσπερ διάδημα βασιλέως· καὶ δεθέντες ἐν πράγμασι γηΐνοις ἀπώλοντο, καὶ ἐκτὸς τῆς οὐρανίου βασιλείας κατέστησαν. Σκόπησον τοίνυν σαυτόν, μὴ ἐμπαγῇς εἴς τι τοιοῦτον, καὶ παραδοὺς σεαυτὸν τῷ Ἐχθρῷ καταλύσῃς τὴν οὕτω θαυμαστὴν ἀρε‐ τήν, ἣν ἐκτήσω μετὰ τοσούτων πόνων· μηδὲ κωλύσῃς αὐτὴν εἰς τὸν οὐρανὸν | |
5 | ἀνελθεῖν, καὶ μὴ παραστήσῃς αὐτὴν κατῃσχυμμένην πρὸ τοῦ νυμφῶνος· ἀλλὰ δὸς αὐτῇ παρρησίαν μετὰ φωνῆς ὑψηλῆς εἰσελθεῖν ἀγαλλιωμένην καὶ τοὺς μισθοὺς ἀπαιτοῦσαν. Ὢ τοῦ θαύματος· καθάπερ γὰρ λέων τριχὶ δεθείς, τῇ γηΐνῃ φροντίδι, ἐν τῇ γῇ κατεσάπη καὶ ἐταπεινώθη· λέοντι γὰρ ἔοικεν ἡ τοιαύτη ἀρετή. Νῆψον τοίνυν, ἀγαπητέ, καὶ κινήσας σαυτὸν ἀπόκοψον τὴν εὐτελῆ τρίχα, | |
10 | ἵνα μὴ γελασθῇς, καθάπερ ἐκεῖνος ὁ ἰσχυρός, ὃς διὰ τῆς σιαγόνος ἐν ῥιπῇ ὀφθαλ‐ μοῦ χιλίους ἀνεῖλε, καὶ ἑαυτὸν ἐλευθερώσας τοὺς ἐχθροὺς ἐθανάτωσε. Τήν τε νί‐ κην τῷ Θεῷ προσήγαγε καὶ ἡ δέησις αὐτοῦ τὴν σιαγόνα εἰς πηγὴν μετέβαλε. Τοιαῦτα καὶ τοσαῦτα κατορθώσας, διὰ τῆς ἀφαιρέσεως τῶν τριχῶν ἐπειδὴ ἐχθροῖς ἑαυτὸν διὰ τῆς ἀφροσύνης παρέδωκε, τὴν φοβερὰν καὶ λίαν θαυμαστὴν | |
15 | ἰσχὺν κατέδησε. Καὶ σὺ τοίνυν πρόσεχε, μὴ καταδήσῃς τὴν τοιαύτην ἀρετὴν ἔν | 166 |
167 | τινι γεώδει κακοπραγίᾳ· ἀλλ’ ἀπὸ πάντων τῶν βλαπτόντων αὐτὴν ἐλευθέρωσον, καὶ πρόπεμψον εἰς τὸν οὐρανόν. Καθάπερ κάτεισιν εἰς βυθόν τις ἐπὶ τὸ εὑρεῖν πο‐ λύτιμον καὶ πολύφημον μαργαρίτην, καὶ τοῦτον εὑρὼν ἄνεισιν εἰς τὸ ὕψος τῶν ὑδάτων, γυμνὸς ὁρμήσας ἐπὶ τὴν γῆν σὺν πολλῷ πλούτῳ· ὁμοίως οὖν καὶ σὺ γύ‐ | |
5 | μνωσον σαυτὸν ἀπὸ πάντων τῶν τοῦ βίου σπίλων, καὶ ἔνδυσαι τὴν ἀρετὴν ταύτην κοσμηθεὶς ὑπ’ αὐτῆς. Νῆψόν τε ἡμέρας καὶ νυκτός, ἵνα μὴ γυμνωθῇς ἀπ’ αὐτῆς. Ἡ γὰρ κτησαμένη αὐτὴν ψυχὴ ὑπ’ οὐδενὸς κακοῦ δύναται περιτραπῆναι, οὐχ ὑπὸ λιμοῦ ἢ γυμνότητος ἢ ἀκηδίας ἢ νόσου ἢ πτωχείας ἢ διωγμοῦ ἤ τινος ἑτέρου πει‐ ρασμοῦ διαβολικοῦ. Ἐὰν γὰρ νήφῃ, διὰ τῶν τοιούτων πλέον αὔξεται καὶ στεφα‐ | |
10 | νοῦται, ἀεὶ κατὰ Θεὸν προκόπτουσα καὶ λαμπρυνομένη· οὔτε δὲ αὐτὸς ὁ θάνατος ἰσχύει αὐτὴν κακῶσαι, ἀλλὰ τοῦ σώματος ἐξελθοῦσαν Ἄγγελοι ἐν οὐρανοῖς ἀγαλλομένην αὐτὴν ὑποδέχονται, καὶ προσάγουσιν αὐτὴν τῷ Πατρὶ τῶν φώτων. | |
Θλῖψις γὰρ ὑπομονὴν κατεργάζεται· ἥ τε πτωχεία καὶ ἡ ἀκτημοσύνη γῆ ἐστι τῆς | 167 | |
168 | ἐργασίας αὐτῆς· ἀπ’ αὐτῶν γὰρ καρποφορεῖ καρπὸν τῆς δικαιοσύνης. Οὔτε μὴν ἡ ἀρρωστία δύναται αὐτὴν ἀδικῆσαι· ἐξ αὐτῆς γὰρ δύναμιν ἐνδέδυται καὶ καύχημα πρὸς τὸν Θεόν. Ὁμοίως οἱ πειρασμοὶ οὐκ ἰσχύουσιν αὐτὴν ἐλαττῶσαι, ἀπ’ αὐτῶν γὰρ κτᾶται ἔπαινον καὶ δόξαν εἰς ζωὴν αἰώνιον. Διωγμὸς πτοῆσαι αὐτὴν οὐ δύ‐ | |
5 | ναται· ἀπ’ αὐτοῦ δὲ πλέκει στέφανον, τέλειόν τε καὶ εὔμορφον, καὶ τῷ Θεῷ τῆς δόξης μετὰ χαρᾶς προσφέρει. Ἀλλ’ οὔτε ἡ γυμνότης ἰσχύει αὐτὴν ἀτιμίᾳ περι‐ βαλεῖν, ἐπειδὴ ἐξ αὐτῆς ὑφαίνει στολὴν δόξης. Λιμὸς ὁμοίως οὐ δύναται αὐτὴν εἰς ὀλιγοψυχίαν καταστῆσαι, ἐξ αὐτοῦ δὲ τράπεζα ἑτοιμάζεται αὐτῇ ἐν τῇ βασι‐ λείᾳ τῶν οὐρανῶν. Ἀλλ’ οὔτε ἡ δίψα ἰσχύει αὐτὴν τῇ ἀκηδίᾳ περιβαλεῖν· ἀπ’ | |
10 | αὐτῆς γὰρ ἑτοιμάζεται αὐτῇ εὐφροσύνη τοῦ παραδείσου. Οὔτε μὴν ἡ πτωχεία δύ‐ ναται δελεᾶσαι αὐτὴν εἰς τὸν πλοῦτον· δι’ αὐτῆς γὰρ κληρονομεῖ τὸν μακαρισμὸν τοῦ Κυρίου. Ἡ ἀγρυπνία τε καὶ ὁ κλαυθμὸς στέφανος τῆς τελειότητος αὐτῆς. Ἡ ταπεινοφροσύνη καὶ ἡ πρᾳότης θεμέλιοι τῆς οἰκοδομῆς αὐτῆς εἰσιν. Ὁ θάνατος οὐκ ἰσχύει αὐτὴν θανατῶσαι, ἀλλ’ οὐδὲ μνῆμα περικλεῖσαι αὐτὴν δύναται οὐδὲ | |
15 | κατασχεῖν. Αὐτοί τε οὐρανοὶ οὐκ ἰσχύουσι τὰς πύλας ἐκ τοῦ ἔμπροσθεν κλεῖσαι | 168 |
169 | τῆς ἐναρέτου ψυχῆς· ἀλλ’ ὁρῶντες αὐτὴν μετὰ χαρᾶς ἀνοίγονται. Μύριαί τε μυ‐ ριάδες καὶ χίλιαι χιλιάδες Ἀγγέλων καὶ Ἀρχαγγέλων, Θρόνων καὶ Κυριοτή‐ των, Ἀρχῶν τε καὶ Ἐξουσιῶν, οὐκ ἰσχύουσι τοῦ ἐπιτιμῆσαι αὐτῇ, ἀλλὰ μετὰ χαρᾶς τοῦ προσώπου αὐτῶν προσδέχονται αὐτήν, καὶ ἐπὶ τῶν χειρῶν αὐτῶν | |
5 | ἄραντες αὐτὴν ἔμπροσθεν τοῦ θρόνου τῆς δόξης προσάγουσιν αὐτήν. Ἀγάλλεται ἐπ’ αὐτῇ ὁ Πατὴρ καὶ ὁ Υἱὸς σὺν τῷ Ἁγίῳ Πνεύματι. Καὶ ἀγάλλεται μὲν ἐπ’ αὐτῇ ὁ Πατήρ, ὅτι αὐτὸν ἠγάπησεν, καὶ πλὴν αὐτοῦ ἄλλον οὐκ ἠγάπησεν. Ἀγάλλεται ἐν αὐτῇ ὁ μονογενὴς αὐτοῦ Υἱός, ὅτι αὐτὸν ἐπεπόθησε, καὶ πλὴν αὐτοῦ οὐδένα ἐκτήσατο. Ἀγάλλεται ἐν αὐτῇ τὸ Ἅγιον Πνεῦμα, ὅτι ἐγενήθη ἐν | |
10 | αὐτῷ ναὸς ἅγιος καὶ ἐνῴκησεν ἐν αὐτῇ. Ἀγάλλονται ἐν αὐτῇ οἱ οὐρανοὶ μετὰ τῶν δυνάμεων αὐτῶν, καὶ ὁμοθυμαδὸν προσπίπτουσι. Δοξάζουσι τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Ἅγιον Πνεῦμα, θεασάμενοι αὐτὴν ἀρετῇ ἀγγελικῇ περικεκο‐ σμημένην εἰς πᾶν κάλλος δικαιοσύνης. Ἀγάλλεται ἐν αὐτῇ ὁ παράδεισος, ὅτι αὐτὸν ἔλαχεν εἰς κληρονομίαν. Δόξα καὶ μεγαλοπρέπεια τῷ μόνῳ ἀγαθῷ καὶ φι‐ | |
15 | λανθρώπῳ Θεῷ, τῷ παρέχοντι ἡμῖν τὴν αὑτοῦ βασιλείαν διὰ τῆς αὑτοῦ χάριτος. | 169 |
170 | Ἴασαί με, Κύριε, καὶ ἰαθήσομαι, ὁ μόνος σοφὸς καὶ εὔσπλαγχνος. Ἱκετεύω τὴν σὴν ἀγαθότητα· ἴασαι τὰ τραύματα τῆς ψυχῆς μου, καὶ φώτισον τοὺς ὀφθαλ‐ μοὺς τῆς διανοίας μου, ἵνα κατανοήσω τὴν σὴν οἰκονομίαν τὴν ἐν ἐμοὶ γενομέ‐ νην. Καὶ ἐπειδὴ ἐμωράνθη ἡ διάνοια, τὸ ἅλας τῆς χάριτός σου ἀρτυσάτω αὐτήν. | |
5 | Τί δὲ ἐρῶ σοι, ὦ προγνῶστα, τῷ ἐτάζοντι καρδίας καὶ νεφρούς; Σὺ μόνος ἐπί‐ στασαι, ὅπως ὡς γῆ ἄνυδρος διψᾷ σε ἡ ψυχή μου, καὶ ποθεῖ σε ἡ καρδία μου. Τὸν γὰρ ἀγαπῶντά σε διηνεκῶς ἡ χάρις σου κορέννυσι. Καθὼς δὲ ἀεὶ ἤκουσάς μου, καὶ τὸ νῦν μὴ ὑπερίδῃς τὴν δέησίν μου· ὥσπερ γὰρ αἰχμάλωτός μου ἐστὶν ἡ διάνοια, σὲ μόνον τὸν Σωτῆρα ζητοῦσα τῆς ἀληθείας. Πέμψον τοίνυν τὴν χάριν | |
10 | σου, ἵνα ἐλθοῦσα κορέσειε τὴν ἐμὴν πεῖναν, καὶ ποτίσειέ μου τὴν δίψαν. Σὲ γὰρ ποθῶ καὶ διψῶ τὸ φῶς τῆς ἀληθείας καὶ δοτῆρα τῆς σωτηρίας. Δὸς οὖν μοι τὰ αἰτήματά μου, καὶ στάξον ἐν τῇ καρδίᾳ μου σταγόνα μίαν τῆς ἀγάπης σου, ἵνα καυθῇ ὡς φλὸξ ἐν τῇ καρδίᾳ μου, καὶ καταφάγῃ τὰς ἀκάνθας καὶ τριβόλους αὐτῆς, τοὺς πονηροὺς λογισμούς. Δὸς τοίνυν πλουσίως καὶ μετρίως ὡς Θεὸς | |
15 | ἄνθρωπος, καὶ πλήθυνον ὡς Υἱὸς ἀγαθὸς ἀγαθοῦ Πατρός. Εἰ δὲ ἐγὼ ἠθέτησα | 170 |
171 | καὶ ἀθετῶ, καθάπερ χοϊκὸς καὶ υἱὸς χοϊκοῦ, ἀλλ’ ὁ πληρώσας τὰς ὑδρίας ἐκ τῆς εὐλογίας σου, πλήρωσον τὴν δίψαν μου, καὶ κόρεσον τὴν πεῖνάν μου, ὁ κορέσας τὰς πέντε χιλιάδας ἐκ τῶν πέντε ἄρτων. Φιλάνθρωπε ἀγαθέ, εἰ περὶ χόρτῳ καὶ ἄνθει καὶ παντοίῳ χλωρῷ τῆς γῆς | |
5 | κέχυται ἀφθόνως ἡ χάρις σου ἐν τῷ καιρῷ τούτῳ, πόσῳ μᾶλλον δωρήσεται αἰτήματα τῷ δούλῳ σου τῷ ἱκετεύοντι· ἰδοὺ γὰρ καὶ ὁ ἀὴρ λαμπρύνεται καὶ τὰ πετεινὰ ἀλλάσσει τὰς φωνὰς αὐτῶν ἀπὸ τῆς δόξης τῆς πολλῆς σου σοφίας. Ἰδοὺ δὴ καὶ ἡ γῆ πᾶσα διπλοΐδα περιβάλλεται τῶν ποικίλων ἀνθῶν, ἥτις ὑφαίνεται ἄνευ χειρῶν ἀνθρώπων. Ἀγάλλεται καὶ ἑορτάζει δύο ἑορτάς· μίαν μὲν ὑπὲρ τοῦ | |
10 | υἱέος τοῦ πρωτοτόκου Ἀδάμ, ὅτι ἐζωοποιήθῃ, μίαν δὲ ὑπὲρ τοῦ Δεσπότου αὐτῆς, ὅτι κατελθὼν ἐβάδισεν ἐπ’ αὐτήν. Ἰδοὺ καὶ ἡ θάλασσα πληθύνεται ἀπὸ τῆς χά‐ ριτός σου, καὶ πλουτίζει τοὺς πλέοντας ἐν αὐτῇ. Ἡ χάρις σου δίδωσι καὶ ἐμοὶ παρρησίαν τοῦ λαλῆσαι πρὸς σέ, καὶ ὁ πόθος | |
ὃν ἔχω πρὸς σὲ ἀναγκάζει με 〈ἰέναι〉. Εἰ δὲ ὁ ἀπ’ ἀρχῆς ἀνθρωποκτόνος ἐν τῷ | 171 | |
172 | καιρῷ τούτῳ προσερχόμενος, ὁ ἀρχέκακος Ὄφις, ἀνοίγει τὸ στόμα αὐτοῦ, πόσῳ μᾶλλον ἀνοίξεις τὸ στόμα τοῦ δούλου σου τοῦ ποθοῦντός σε εἰς δόξαν καὶ ἔπαι‐ νον τῆς χάριτός σου; Φιλάνθρωπε ἀγαθέ, ὁ τὰ δύο λεπτὰ δεξάμενος καὶ ἐπαινέσας τῆς χήρας προαίρεσιν, πρόσδεξαι τὴν δέησίν μου τοῦ δούλου σου, καὶ αὔξησον | |
5 | τὴν εὐχήν μου, καὶ δός μοι τὰ αἰτήματά μου, ἵνα ναὸς γένωμαι τῆς χάριτός σου, καὶ οἰκήσῃ ἐν ἐμοὶ καὶ αὐτή με διδάξῃ, πῶς ἀρέσω αὐτῇ, ὅπως τε κρούσῃ εἰς τὴν κινύραν μου μέλη κατανύξεως καὶ εὐφροσύνης, ἄγξῃ τε τὴν διάνοιάν μου ὥσπερ ἐν χαλινῷ, ἵνα μὴ πλανηθεὶς ἁμάρτω σοι, καὶ ἐκβληθῶ τοῦ φωτὸς ἐκείνου. Εἰσάκουσόν μου, Κύριε, εἰσάκουσόν μου, καὶ δός μοι ἵνα κληθῶ ἐν τῇ βα‐ | |
10 | σιλείᾳ σου, καὶ συναχθῶ ὁ πεπλανημένος καὶ καθαρισθῶ ὁ ἀκάθαρτος, καὶ σοφι‐ σθῶ ὁ ἄφρων, καὶ χρήσιμος γένωμαι ὁ ἀχρήσιμος. Τὸ ποίμνιον τὸ ἐκλεκτόν σου, τῶν ἀσκητῶν καὶ πάντων τῶν Ἁγίων τῶν εὐαρεστησάντων σοι, οἱ ἐν τῷ παραδείσῳ ἀγαλλόμενοι, αὐτοὶ πρεσβεύουσιν ὑπὲρ ἐμοῦ, καὶ παρακαλέσουσί σε τὸν μόνον φιλάνθρωπον. Εἰσακούσῃ τε αὐτὸς τῆς δεήσεως αὐτῶν καὶ σώσεις με | |
15 | ταῖς αὐτῶν παρακλήσεσιν. Ἐγὼ δὲ δι’ αὐτῶν δόξαν σοι προσενέγκω, ὅτι τῶν | 172 |
173 | εὐχῶν αὐτῶν εἰσήκουσας καὶ ᾠκτίρησάς με καὶ οὐχ ὑπερεῖδες τὴν δέησιν αὐτῶν, τὴν γενομένην ὑπὲρ τῆς ἐμῆς σωτηρίας. Σὺ δέ, Κύριε, διὰ τοῦ Προφήτου σου εἶπας· ἄνοιξον τὸ στόμα σου, καὶ πληρώσω αὐτό. Ἰδοὺ τοιγαροῦν ἀνέῳκται μετὰ τῆς καρδίας τὸ στόμα τοῦ δούλου σου· πλή‐ | |
5 | ρωσον αὐτὸ τῆς χάριτός σου, ἵνα διαπαντὸς εὐλογήσω σε, Χριστὲ Σωτὴρ ἡμῶν. βρέξον εἰς τὴν καρδίαν μου, φιλάνθρωπε ἀγαθέ, τὴν δρόσον τῆς χάριτός σου. Καθάπερ γὰρ οὐκ ἰσχύει γῆ ἐσπαρμένη θρέψαι αὑτῆς τὰ γεννήματα ἄνευ τῆς ἐπι‐ σκέψεως τῆς ἀγαθότητός σου, οὕτως οὐδὲ ἡ καρδία μου ἰσχύει φθέγξασθαι τὰ εὐάρεστά σοι δίχα τῆς χάριτός σου, καὶ καρποφορῆσαι καρπὸν δικαιοσύνης. Ἰδοὺ | |
10 | δὴ ὁ ὑετὸς τρέφει τὰ γεννήματα καὶ τὰ δένδρα στεφανοῦνται τοῖς ποικίλοις ἄνθεσι· καὶ ἡ δρόσος τῆς χάριτός σου ποτισάτω μου τὴν διάνοιαν, καὶ περικοσμησάτω αὐτὴν τοῖς ἄνθεσι τῆς κατανύξεως καὶ τῆς ταπεινώσεως, τῆς τε ἀγάπης καὶ ὑπο‐ μονῆς. Καὶ τί ἐρῶ; Ἰδοὺ γὰρ ἡ εὐχή μου ἀσθενὴς ὑπάρχει, καὶ αἱ ἀνομίαι μου μεγάλαι καὶ ἰσχυραί· αἱ ἁμαρτίαι μου θλίβουσί με, καὶ αἱ ἀσθένειαί μου ἀναγ‐ | |
15 | κάζουσί με· νικησάτω αὐτὰς ἡ χάρις σου, Κύριε. Ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ | |
τυφλοῦ, ἄνοιξον τοὺς ὀφθαλμοὺς τῆς διανοίας μου, ἵνα διαπαντὸς εἰς τὸ κάλλος | 173 | |
174 | σου κατανοῶ. Ὁ ἀνοίξας τὸ στόμα τοῦ ὑποζυγίου, ἄνοιξον τὸ στόμα μου εἰς δόξαν καὶ ἔπαινον τῆς χάριτός σου. Ὁ θέμενος ὅριον τῇ θαλάσσῃ τῷ λόγῳ τοῦ προστά‐ γματός σου, θὲς ὅριον καὶ τῇ καρδίᾳ μου διὰ τῆς χάριτός σου, ὅπως μὴ ἐκκλίνῃ δεξιὰ ἢ ἀριστερὰ ἀπὸ κάλλους σου. Ὁ δούς γε ὕδωρ ἐν τῇ ἐρήμῳ λαῷ ἀπειθεῖ καὶ | |
5 | ἀντιλέγοντι, δός μοι κατάνυξιν καὶ τοῖς ὀφθαλμοῖς μου δάκρυα, ἵνα κλαύσω ἡμέ‐ ρας καὶ νυκτὸς τὰς τῆς ζωῆς μου ἡμέρας μετὰ ταπεινοφροσύνης καὶ ἀγάπης καὶ καρδίας καθαρᾶς. Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε, καὶ δώρησαί μοι ἐκ τοῦ σπόρου τοῦ ἁγίου σου, ἵνα σοι προσενέγκω δράγματα κατανύξεως πλήρη καὶ ἐξομολογήσεως. Καὶ ἐρῶ· δόξα τῷ δεδωκότι, ἵνα αὐτῷ προσενέγκω, καὶ | |
10 | προσκυνήσω τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, εἰς αἰῶνας. Ἀμήν. Νήψωμεν οὖν, παρακαλῶ, ἐν τῷ βραχεῖ τούτῳ καιρῷ, καὶ ἀγωνισώμεθα εἰς τὴν ἑνδεκάτην ὥραν ταύτην· ἡ γὰρ ἑσπέρα ἤγγικε, καὶ ὁ μισθαποδότης μετὰ δόξης ἔρχεται ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Προσέχετε μή τις ὑμῶν | |
ἀμελήσῃ κατορθώσας καὶ ἀπωλέσῃ τὴν ἄμετρον μισθαποδοσίαν τοῦ Σωτῆρος. | 174 | |
175 | Ἔοικε γὰρ ὁ μοναχὸς χώρᾳ τινὶ ἐσπαρμένῃ, ἥτις αὐξήσασα ὑετοῖς καὶ δρόσοις διαφόροις καὶ καρποφόροις καρποφορεῖ καρπὸν εὐφροσύνης, καὶ φθάσασα εἰς τὴν ὥραν τοῦ καρποῦ, εἰς πλείονα φροντίδα τὸν γεωργὸν καθίστησι, μὴ χάλαζα ἢ ἄγρια ζῷα ταύτην διαφθείρωσιν· ἐπὰν δὲ ἐν τῷ ἀμητῷ τύχῃ τῶν ἀμοιβῶν, συγ‐ | |
5 | κομίσας εἰς ἀποθήκην τῶν καρπῶν τῶν λῃΐων χαίρει καὶ εὐφραίνεται εὐχαριστῶν τῷ Κυρίῳ. Ὁμοίως καὶ ὁ μοναχός, ἐν ὅσῳ ἐστὶν ἐν τῷ σώματι τούτῳ μερι‐ μνῆσαι ὀφείλει περὶ τῆς αἰωνίου ζωῆς, πονῶν ἐν τῇ ἀσκήσει μέχρι τελευταίας ἡμέρας, ἵνα μὴ ἀμελήσας δράμῃ εἰς ἀνόνητον· ἀλλὰ τὸν δρόμον τελέσας, τοὺς καρποὺς τῶν πόνων, κατὰ τὸν γεωργόν, εἰς οὐρανὸν ἀποκομίσῃ, χαρὰ καὶ | |
10 | εὐφροσύνη τῶν Ἀγγέλων γενόμενος. Μηδεὶς τοίνυν ἀπορρᾳθυμήσῃ ἢ πτοηθῇ τοὺς πειρασμούς· ἀλλ’ ὁ ἰσχυρὸς τοὺς ἀσθενεῖς ἀντιλαμβανέσθω· ὁ πρόθυμος τὸν ὀλιγόψυχον παρακαλεσάτω, καὶ ὁ νήφων τὸν ὕπνῳ κατεχόμενον διεγειράτω. Ὁ καταστάμενος τὸν ἀκατάστατον νουθετείτω, καὶ ὁ ἐγκρατὴς τῷ ἀδιαφόρῳ καὶ ἀ‐ τάκτῳ ἐπιτιμάτω. Καὶ οὕτως ἀλλήλοις συγκοπιῶντες ὁμοθυμαδὸν καὶ νικῶντες, | |
15 | τὸν ἀντίπαλον ἡμῶν Ἐχθρὸν καταισχυνοῦμεν, καὶ τὸν Θεὸν ἡμῶν δοξάσομεν, | 175 |
176 | καὶ τοὺς ἁγίους Ἀγγέλους εὐφρανοῦμεν, τούς τε ὁρῶντας ἡμᾶς καὶ ἀκούοντας περὶ ἡμῶν, ἐν Χριστῷ τῷ Σωτῆρι ἡμῶν μεγάλως οἰκοδομήσομεν. Ὥσπερ γὰρ Ἀγγέλων παρεμβολὴ ἁγίων, οὕτω μοναχῶν πλῆθος ἐπὶ τὸ αὐτὸ διαπαντὸς ἐχόν‐ των τὴν διάνοιαν πρὸς τὸν Θεόν. Καὶ ὥσπερ μέλι καὶ κηρίον ἐν στόματι, οὕτως | |
5 | ἀπόκρισις μετὰ ἀγάπης ἀδελφοῦ πρὸς τὸν πλησίον. Ὡς ὕδωρ ψυχρὸν ἐν καύματι διψῶντι, οὕτω παρακλήσεως λόγος ἐν θλίψει τῷ ἀδελφῷ. Καὶ ὥσπερ ἐὰν δῷ χεῖρα πεπτωκότι τις καὶ ἐγερεῖ αὐτόν, οὕτως ἐγείρει παραινέσεως λόγος καὶ ἀλη‐ θείας ῥᾴθυμον ψυχὴν καὶ ὀλίγωρον. Καὶ ὥσπερ σπόρος καλὸς καὶ εὐθαλὴς ἐν γῇ πίονι, οὕτως ἀγαθοὶ λογισμοὶ ἐν ψυχῇ μοναχοῦ. Καὶ ὥσπερ δέσις ὀχυρὰ ἐν οἰκο‐ | |
10 | δομῇ, οὕτω μακροθυμία ἐν καρδίᾳ μοναχοῦ, ἐν καιρῷ ψαλμῳδίας αὐτοῦ. Καὶ ὥσπερ γόμος ἅλατος ἀνδρὶ ἀσθενεῖ, οὕτως ὕπνος μοναχοῦ ἢ μέριμνα τοῦ κό‐ σμου. Ὡς ἄκανθαι καὶ τρίβολοι ἐν σπόρῳ καλῷ, οὕτω ῥυπαροὶ λογισμοὶ ἐν ψυχῇ μοναχοῦ. Ὡς γάγγραινα ἰωμένη καὶ τέλος μὴ λαμβάνουσα τῆς ἰάσεως, οὕτω | |
μνησικακία ἐν ψυχῇ μοναχοῦ. Ὥσπερ ξύλον διαφθείρει σκώληξ, οὕτως ἔχθρα | 176 | |
177 | καρδίαν μοναχοῦ. Ὥσπερ σὴς ἱμάτια διαφθείρει, οὕτω καταλαλιὰ μολύνει ψυχὴν μοναχοῦ. Ὥσπερ δένδρον ὑψηλὸν καὶ ὡραῖον καὶ καρπὸν μὴ ἔχον, οὕτω μονα‐ χὸς ὑπερήφανος καὶ ἀλαζών. Ὥσπερ καρπὸς ὡραῖος μὲν ἔξωθεν, ἔσωθεν δὲ σεση‐ πώς, οὕτω μοναχὸς φθονερὸς καὶ βάσκανος. Ὥσπερ τις ἀκοντίσας λίθον εἰς πηγὴν | |
5 | καθαρὰν ταράσσει αὐτήν, οὕτως ἀπόκρισις μετὰ ὀργῆς μοναχοῦ διάνοιαν ταράσσει τοῦ πλησίον. Ὥσπερ τις μεταστήσας ἐκ ῥιζῶν ἔγκαρπον δένδρον, φθείρει τὸν καρ‐ πὸν καὶ τὸ φύλλον αὐτοῦ μαραίνει, οὕτω μοναχὸς καταλιπὼν τὸν τόπον αὐτοῦ καὶ εἰς ἕτερον μετερχόμενος. Ὥσπερ οἰκοδομὴ μὴ ἔχουσα θεμέλιον ἐπὶ πέτραν, οὕτω μοναχὸς μὴ ἔχων ἐν θλίψεσιν ὑπομονήν. Ὥσπερ τις παρεστὼς καὶ ὁμιλῶν βασι‐ | |
10 | λεῖ, καλέσαντος αὐτὸν συνδούλου, καταλείπει τὴν θαυμαστὴν καὶ ἔνδοξον τοῦ βα‐ σιλέως ὁμιλίαν καὶ τῷ συνδούλῳ ὁμιλεῖ, οὕτως ὁ λαλῶν ἐν καιρῷ ψαλμῳδίας. Συνῶμεν, ἀγαπητοί, τίνι παριστάμεθα· ὃν τρόπον γὰρ οἱ Ἄγγελοι μετὰ | |
πολλοῦ τρόμου παρεστῶτες ἐκτελοῦσι τὴν ὑμνολογίαν τῷ Κτίσαντι, οὕτω καὶ ἡ‐ | 177 | |
178 | μεῖς ὀφείλομεν ἐν ἀγῶνι ἐν καιρῷ τῆς ψαλμῳδίας παρίστασθαι. Μὴ τὰ μὲν σώματα ἡμῶν παριστάσθω, ἡ δὲ διάνοια ἡμῶν φανταζέσθω. Ὥσπερ σκάφος ἐπὶ κυμάτων θαλάσσης, οὕτω καὶ ὁ μοναχὸς εἰς τὰ τοῦ βίου πράγματα. Ἀλλ’ ἐπισυνάξωμεν ἡμῶν τοὺς λογισμούς, ἵνα σχῶμεν καύχημα πρὸς τὸν Θεὸν ἡμῶν, καὶ ὑπομεί‐ | |
5 | νωμεν τοὺς πειρασμοὺς τοῦ Ἐχθροῦ ἡμῶν, ἵνα δοξασθῶμεν. Καύχημα μοναχῷ ὑπομονὴ ἐν θλίψεσι· καύχημα μοναχῷ ἀκτημοσύνη καὶ ταπεινοφροσύνη καὶ ἁπλότης δοξάζουσα αὐτὸν ἐνώπιον Θεοῦ καὶ Ἀγγέλων· καύχημα μοναχῷ ἡσυ‐ χία καὶ ἀγρυπνία μετὰ κατανύξεως καὶ δακρύων· καύχημα μοναχῷ ἀγαπᾶν τὸν θεὸν ἐξ ὅλης καρδίας καὶ τὸν πλησίον ὡς ἑαυτόν· καύχημα μοναχῷ ἐγκράτεια | |
10 | βρωμάτων μετὰ γλώσσης καὶ ὅταν συμφωνῶσιν οἱ λόγοι τοῖς ἔργοις αὐτοῦ· ἐγκαρτερῶν τῷ τόπῳ καὶ μὴ περιφερόμενος, ὥσπερ φρύγανον ὑπὸ ἀνέμου. Οἴμοι, ἀγαπητοί μου, ὅτι ἐγενόμην ὥσπερ μηχανὴ χαλκέως πληρουμένη καὶ ἐκκενουμένη καὶ τοῦ ἀνέμου μηδὲν καρπουμένη, διηγησάμενος τὰς ἀρετὰς τῆς Χριστοῦ ποίμνης καὶ μηδὲν ἐμαυτῷ ἐπιγινώσκων. Δόξα τῇ αὑτοῦ μεγαλωσύνῃ | |
15 | καὶ ἀγαθότητι. | 178 |
179 | Ἀδελφοί, ἐάν τις ὑμῶν προληφθῇ τοῖς ῥυπαροῖς καὶ αἰσχροῖς λογισμοῖς, μὴ ἀμελήσας ἐκδῷ ἑαυτὸν εἰς ἀπόγνωσιν, ἀλλ’ ἐχέτω αὐτοῦ τὴν καρδίαν ἐνώπιον τοῦ Θεοῦ, καὶ στενάξας μετὰ δακρύων εἰπάτω· ἐξεγέρθητι, Κύριε, καὶ πρόσχες τῇ κρίσει μου, ὁ Θεός μου καὶ ὁ Κύριός μου εἰς τὴν δίκην μου· κρῖνόν με κατὰ | |
5 | τὴν δικαιοσύνην σου, Κύριε, ἔργον τῶν χειρῶν σου εἰμὶ ἐγώ· διὰ τί με ἐγκατέ‐ λιπες καὶ ὑπερεῖδές με; Καὶ ἵνα τί ἀποστρέφῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ καὶ ἐπιλανθάνῃ τῆς ταπεινώσεώς μου; Ὅτι κατεδίωξεν ὁ Ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου· ἐνεπάγην εἰς ἰλὺν βυθοῦ καὶ οὐκ ἔστιν ὑπό‐ στασις· καταλαβέτω με ἡ χείρ σου, ἵνα μὴ ἀπόλωμαι. | |
10 | Ἐὰν οὕτως ἐγκαρτερήσῃς, καὶ ἐπικαλέσῃ αὐτόν, εὐθέως ὁ Φιλάνθρωπος τὴν χάριν αὐτοῦ πέμψας ἐν τῇ καρδίᾳ σου, παρακαλέσει σε ἀπὸ τοῦ ἐπωδύνου καὶ ἐπι‐ μόχθου πολέμου. Μὴ τοίνυν ἀμελῶμεν, μὴ ἀπορρᾳθυμῶμεν, τοιοῦτον εὔσπλαγ‐ χνον Δεσπότην ἔχοντες. Ἐν ὅσῳ γὰρ ὧδέ ἐσμεν, καὶ οἰκτίρει καὶ σῴζει καὶ τὰς | |
ἀνομίας ἡμῶν ἀφίησι. Τίς μὴ θαυμάσῃ, ὅτι διὰ τῶν δακρύων τῆς βραχείας ὥ‐ | 179 | |
180 | ρας, ὅτι καὶ ἐν αὐτῇ τῇ ἑνδεκάτῃ ὥρᾳ, μυρία συγχωρεῖ παραπτώματα, καὶ μυρία ὁμοίως ἰᾶται ἡμῶν τραύματα· καὶ ἰώμενος πάλιν μισθὸν παρέχει τῶν δακρύων; Τοῦτο γὰρ τὸ εἰωθὸς τῆς αὑτοῦ χάριτος· μετὰ τὸ ἰάσασθαι μισθὸν ἐπιδαψιλεύεται. Σπουδάσωμεν οὖν ἰαθῆναι, ἀδελφοί· ὧδε γὰρ ἐλεεῖ καὶ οἰκτίρει τῇ αὑτοῦ | |
5 | χάριτι· ἐκεῖ δὲ οὐκέτι· ἀλλὰ δικαιοκρισία καὶ ἐκδίκησις καὶ ἀνταπόδοσις τῶν πε‐ πραγμένων· ἐκεῖ ὁ εὔσπλαγχνος Ἀβραάμ, ἄσπλαγχνος καὶ ἀνελεήμων ἀπεδείχθη τῷ πλουσίῳ· καὶ ὁ παρακαλέσας περὶ Σοδόμων ἐκεῖ περὶ ἑνὸς ἁμαρτωλοῦ οὐ πα‐ ρεκάλει, ἵνα οἰκτιρηθῇ. Μὴ οὖν ἡ διάνοια ἡμῶν ἐνδεθῇ τοῖς γηΐνοις πράγμασιν, ἀλλὰ σπουδάσωμεν μιμηταὶ γενέσθαι τῶν ἁγίων Πατέρων. Μὴ ὑστερήσωμεν τῆς | |
10 | πολιτείας αὐτῶν, ἵνα μὴ στερηθῶμεν τῆς δόξης αὐτῶν· ἀλλὰ σπουδάσωμεν, ἵνα μετὰ τῶν τελείων στεφανωθῶμεν· εἰ μὴ μετὰ τῶν τελείων, μετὰ τῶν ἐσχάτων ἵνα ἐπαινεθῶμεν. Μακάριος ὁ μετὰ τῶν τελείων ἀγωνισάμενος στεφανωθῆναι· ἄθλιος δὲ ὁ μηδὲ μετὰ τῶν ἐσχάτων ἐπαινεθείς. Μακάριος ὁ καταξιωθεὶς τοῦ στε‐ | |
φάνου καὶ τῆς κληρονομίας τῶν Ἁγίων, καὶ τῆς λεγούσης φωνῆς· δεῦτε οἱ εὐλο‐ | 180 | |
181 | γημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ποίαν ἀπολογίαν ἔχομεν, ἐὰν ἀμελήσωμεν, ἀδελφοί; Ὁ βιωτικὸς ἴσως ἔχει ὡς ἐν τῷ κόσμῳ φυρώμενος· ἡμεῖς δὲ τί ἐροῦμεν; Φοβοῦμαι μήπως οἱ ἐπαι‐ | |
5 | νοῦντες ἡμᾶς ἐνταῦθα ἐκεῖ ἡμᾶς μυκτηρίσωσι. Μὴ γλυκανθῇ ἡμῖν ἡ ῥᾳθυμία καὶ ἡ τοῦ κόσμου μέριμνα, ἵνα μὴ πικρανθῇ ἡμῖν τὸ πῦρ τὸ αἰώνιον καὶ ὁ ἀκοίμητος σκώληξ. Ἀνανήψωμεν ὀλίγον καὶ κλαύσωμεν, ἵνα ῥυσθῶμεν ἀπὸ τοῦ αἰωνίου πυρός. Οὐ πιστεύετε τῷ λόγῳ τοῦ Σωτῆρος, ὅτι ἐξαίφνης ὥσπερ ἀστραπὴ ἔσται ἡ παρουσία αὐτοῦ; Φοβηθῶμεν μὴ αἰφνιδίως ἀπαρασκευάστοις καταλάβῃ· καὶ | |
10 | μεμψόμεθα ἑαυτοὺς ὑπὲρ τῆς ἀμελείας ἡμῶν, μηδὲν ὠφελοῦντες. Πιστεύσατέ μοι, ἀγαπητοί, ὅτι ἐσχάτη ὥρα ἐστί. Βλέπετε οὖν μὴ πληρωθῇ ἐφ’ ἡμῖν τὸ λό‐ γιον τοῦ Προφήτου· οὐαὶ τοῖς ἐπιθυμοῦσι τὴν ἡμέραν Κυρίου. Καὶ προσέχετε ἑαυ‐ τοῖς, μὴ εὑρεθῶμεν ὡς ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ Κύριος εὗρε τρυφῶντα, καὶ | |
μετὰ τῶν ἀπίστων τὸ μέρος αὐτοῦ τάξας ἐδιχοτόμησεν αὐτόν. Ἀλλὰ ἀναιδῶς δο‐ | 181 | |
182 | ξάσωμεν αὐτόν, ἵνα ῥύσηται ἡμᾶς τοῦ σκότους καὶ τοῦ βρυγμοῦ τῶν ὀδόντων, καὶ καταξιώσῃ ἡμᾶς τῆς βασιλείας αὐτοῦ. Ἱκετεύω σε, Σωτὴρ τοῦ κόσμου Χριστέ, ἐπίβλεψον ἐπ’ ἐμὲ καὶ ῥῦσαί με τοῦ πλήθους τῶν ἀνομιῶν μου. Πάντα ἠθέτησα τὰ ἀγαθὰ ἃ ἐποίησας μετ’ ἐμοῦ | |
5 | ἐκ νεότητός μου· ὅτιπερ ἰδιώτην με ὄντα καὶ ἀσύνετον ἐποίησας σκεῦος πλῆρες γνώσεως καὶ σοφίας. Ἐπληθύνθη ἐπ’ ἐμὲ ἡ χάρις σου καὶ ἐνέπλησε τὴν πεῖνάν μου, καὶ τὴν δίψαν μου ἀνέψυξεν· ἐφώτισέ τε τὴν σκοτεινήν μου διάνοιαν, καὶ ἐπεσύναξεν ἀπὸ πλάνης τοὺς λογισμούς μου. Νυνὶ δὲ προσκυνῶ καὶ παρακαλῶ τὴν ἄφατόν σου φιλανθρωπίαν, ὁμολογῶν τὴν ἐμὴν ἀσθένειαν· ἄνες ἀπ’ ἐμοῦ τὰ | |
10 | κύματα 〈τῆς χάριτός σου〉 αὐτῆς, καὶ φύλαξόν μοι αὐτὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ μή μοι ὀργισθῇς, ὦ πανάγαθε· μὴ φέρων γὰρ αὐτῆς τὰ ῥεύματα ἐτόλμησα προ‐ πετεύσασθαι. Χαρακτὴρ τοῦ Πατρὸς καὶ ἀπαύγασμα τῆς ἀπορρήτου δόξης, ἄνες μοι ἀπ’ αὐτῆς· ὥσπερ γὰρ πῦρ καταφλέγει τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου· ἐκεῖ δέ μοι αὐτὴν δώρησαι, καὶ σῶσόν με ἐν τῇ βασιλείᾳ σου, ποιήσας παρ’ | |
15 | ἐμοὶ μονὴν ἐν τῇ ἐπιφανείᾳ σου μετὰ τοῦ εὐλογημένου Πατρὸς τῆς σῆς ἀγαθότη‐ | 182 |
183 | τος. Ναί, Χριστέ, ὁ μόνος δοτὴρ τῆς ζωῆς, δώρησαί μοι τὴν δέησίν μου, καὶ ἐπι‐ κάλυψον τὰς ἀνομίας μου ἀπὸ τῶν γνωστῶν μου, μνησθεὶς τῶν δακρύων μου ὧν ἐδάκρυσα ἐνώπιον τῶν ἁγίων μαρτύρων σου, ἵνα οἰκτιρηθῶ ἐν τῇ φρικτῇ ὥρᾳ ἐκείνῃ καὶ σκεπασθῶ ὑπὸ τὰς πτέρυγας τῆς σῆς χάριτος. Ναί, Δέσποτα, εἰς ἐμὲ | |
5 | τὸν ἁμαρτωλὸν δεῖξον τὴν ἄφατόν σου φιλανθρωπίαν, καὶ συμμέτοχόν με ποίη‐ σον τοῦ λῃστοῦ ἐκείνου, ὃς διὰ λόγου ἑνὸς κληρονόμος ἐγένετο τοῦ παραδείσου. Εἰσάγαγέ με ἐκεῖ καὶ ἴδω ποῦ ἐκρύβη ὁ Ἀδάμ, καὶ προσενέγκω δόξαν τῇ φι‐ λανθρωπίᾳ σου, ὅτι εἰσήκουσας τῶν δακρύων μου καὶ ἀπώλεσας πάσας τὰς ἀνο‐ μίας μου. Ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου, Κύριε, ὡς καὶ ἐν τῇ ἐπαγγελίᾳ | |
10 | σου, ἵνα καταισχυνθῇ ὁ Ἐχθρός μου, ὅταν ἴδῃ με ἐν τόπῳ ζωῆς, ὃν ἡτοίμασάν μοι οἱ οἰκτιρμοί σου, καὶ σκοτισθῇ ἀποτυχὼν ὁρᾶν με ἐν τόπῳ, ὃν ἡτοίμασάς μοι διὰ τὰς ἁμαρτίας μου. Ναί, Δέσποτα, ὁ μόνος ἀναμάρτητος καὶ φιλάνθρωπος, ἔκχεε ἐπ’ ἐμὲ τὴν ἄφατόν σου ἀγαθότητα· δώρησαί μοι καὶ πᾶσι τοῖς ἀγαπῶσί | |
σε, προσκυνῆσαι τὴν δόξαν σου ἐν τῇ βασιλείᾳ σου, καὶ ἐντρυφῶντας εἰπεῖν τῷ | 183 | |
184 | κάλλει σου· δόξα τῷ Πατρὶ τῷ ποιήσαντι ἡμᾶς, καὶ δόξα τῷ Υἱῷ τῷ σώσαντι ἡμᾶς, καὶ δόξα τῷ ἀνακαινίσαντι ἡμᾶς παναγίῳ Πνεύματι, εἰς τοὺς σύμπαντας | |
αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 184 |