TLG 4138 003 :: EPHRAEM SYRUS :: Ad eversionem superbiae EPHRAEM SYRUS Theol., vel Ephraem Graecus Ad eversionem superbiae Dup. Assemani, J.S., Sancti patris nostri Ephraem Syri opera omnia, vol. 1 Rome (1732) 23b–28b. Citation: Page — (line) | ||
84(t) | Πρὸς καθαίρεσιν ὑπερηφανίας | |
1 | Ματαία πᾶσα ἄσκησις, πᾶσα ἐγκράτεια, πᾶσα ὑποταγή, πᾶσα ἀκτημοσύνη καὶ πᾶσα πολυμάθεια ταπεινοφροσύνης ἐστερημένη. Ὥσπερ γὰρ ἀρχὴ καὶ τέλος τῶν ἀγαθῶν ὑπάρχει ἡ ταπεινοφροσύνη, οὕτως ἀρχὴ καὶ τέλος κακῶν ὑπάρχει ἡ ὑψηλοφοσύνη. Πολύτροπον δὲ καὶ πολύμορφόν ἐστι τοῦτο τὸ ἀκάθαρτον πνεῦμα. | |
---|---|---|
5 | Ὅθεν καὶ πάντων κατακυριεύειν ἀγωνίζεται καὶ ἕκαστον, δι’ ἧς μετέρχεται με‐ θόδου, ἐν αὐτῇ ἵστησιν αὐτῷ τὴν παγίδα. Τὸν σοφὸν διὰ τῆς σοφίας· τὸν ἰσχυρὸν διὰ τῆς ἰσχύος· τὸν πλούσιον διὰ τοῦ πλούτου· τὸν εὔμορφον διὰ τοῦ κάλλους· τὸν εὔλαλον διὰ τῆς λαλιᾶς· τὸν εὔφωνον διὰ τῆς καλλιφωνίας· τὸν εὔτεχνον διὰ τῆς εὐτεχνίας· τὸν εὔστροφον διὰ τῆς εὐστροφίας. Ὁμοίως δὲ καὶ τοὺς πνευματικοὺς | |
10 | πειράζων οὐ παύεται. Τῷ μὲν ἀποτακτικῷ διὰ τῆς ἀποταγῆς· τῷ δὲ ἐγκρατεῖ διὰ | 84 |
85 | τῆς ἐγκρατείας. Τῷ ἡσύχῳ διὰ τῆς ἡσυχίας· τῷ ἀκτήμονι διὰ τῆς ἀκτημοσύνης· τῷ πολυμαθεῖ διὰ τῆς εὐμαθείας· τῷ εὐλαβεῖ διὰ τῆς εὐλαβείας· καὶ τῷ γνω‐ στικῷ διὰ τῆς γνώσεως· ἡ δὲ ὄντως γνῶσις τῇ ταπεινοφροσύνῃ συνέζευκται. Οὕτως οὖν σπουδάζει εἰς πάντας ἐνσπεῖραι τὰ ἑαυτοῦ ζιζάνια. Διὸ ὁ Κύριος ἐπι‐ | |
5 | στάμενος τὸ χαλεπὸν τούτου τοῦ πάθους (ὅτι ὅπου δ’ ἂν ῥιζώσῃ, ἀχρειοῖ ἐκεῖνον τὸν ἄνθρωπον σὺν τῇ ἑαυτοῦ ἐργασίᾳ) ἔδωκεν ἡμῖν τρόπαιον κατ’ αὐτοῦ, τὴν τα‐ πεινοφροσύνην, εἰπών· ὅταν πάντα τὰ διατεταγμένα ὑμῖν ποιήσητε, λέγετε, ὅτι δοῦλοι ἀχρεῖοί ἐσμεν. Τί οὖν ἐπισπώμεθα εἰς ἑαυτοὺς τὴν κουφότητα καὶ φρενοβλάβειαν, τοῦ | |
10 | Ἀποστόλου λέγοντος· εἰ δέ τις δοκεῖ τι εἶναι μηδὲν ὤν, φρεναπατᾷ ἑαυτόν· τὸ γὰρ ἔργον αὑτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει, καὶ οὐκ εἰς τὸν ἕτερον. Τί οὖν ἀπατῶμεν ἑαυτούς, ἐπαιρόμενοι κατ’ ἀλλήλων, ὡς ἐπίδοξοι κατὰ κόσμον τοὺς μετριωτέρους ἐξουθενοῦντες; Εὑρίσκομεν γὰρ τὸν | |
Κύριον διδάσκοντα, ὅτι τὰ ὑψηλὰ ἐν ἀνθρώποις βδελυκτὰ παρὰ τῷ Θεῷ. Ἀλλ’ | 85 | |
86 | ὡς ἐγκρατεῖς κατὰ τῶν ἀσθενεστέρων ἐπαιρόμεθα; Πάλιν ἐλεγχόμεθα ὑπὸ τοῦ Ἀποστόλου λέγοντος· οὐ γὰρ ὁ ἑαυτὸν συνιστάνων, ἐκεῖνος δόκιμός ἐστιν, ἀλλ’ ὃν ὁ Κύριος συνίστησιν. Ἀλλ’ ὡς περισσῶς κοπιῶντες ἐν τῇ διακονίᾳ, μέγα φρονοῦ‐ μεν κατὰ τῶν ἡσυχαζόντων; Ἀλλ’ εὑρίσκομεν τὸν Κύριον τὴν Μαρίαν ἐπαινοῦντα | |
5 | μᾶλλον, ὅτι τὴν ἀγαθὴν μερίδα ἐξελέξατο. Ἀλλ’ ὡς ἥσυχοι ἐπαιρόμεθα κατὰ τῶν περισπωμένων ἐν τῇ διακονίᾳ; Εὑρίσκομεν πάλιν τὸν Κύριον διδάσκοντα καὶ λέ‐ γοντα· οὐκ ἦλθον διακονηθῆναι, ἀλλὰ διακονῆσαι καὶ θεῖναι τὴν ψυχήν μου λύτρον ἀντὶ πολλῶν. Ὥστε παντάπασι παραιτητέον τὴν ὑψηλοφροσύνην. Ἀλλ’ ὡς ἐν ἐρήμῳ τόπῳ καὶ ἐν κεκονιαμένοις καθεζόμενοι μεγαλοφρονοῦμεν; Ἀλλ’ οὐδὲν ἡ‐ | |
10 | μᾶς ὀνήσει τὸ ἔργον τοῦ τόπου μὴ ἐργασαμένους ἐν ταπεινοφροσύνῃ, τοῦ Ἀπο‐ στόλου λέγοντος, μὴ σκοπεῖν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια. Ἀλλ’ ὡς ἐν λάκκῳ ἢ σπη‐ | |
λαίῳ οἰκοῦντες φυσιούμεθα; Σύμβολα ταῦτά ἐστι νεκρώσεως, καὶ τῶν γηΐνων | 86 | |
87 | πραγμάτων ἀμεριμνία. Ὃ οὖν ἐπελέξω σαυτῷ πρὸς κατόρθωσιν ἀρετῆς, μὴ ἔστω σοι εἰς ἔκπτωσιν ὑπερηφανίας· καὶ ὁμοιωθεὶς ἀσυνέτῳ χαλκεῖ τὸ ἑαυτοῦ ἔργον μὴ ἐπισταμένῳ, καὶ ἀντὶ βώλου σιδήρου ξύλον πειρωμένῳ πυρῶσαι. Δέον οὖν ἰσχυρῶς ἐπιλαβέσθαι τῆς ταπεινοφροσύνης. Ἀλλὰ πλούσιος εἶ, καὶ δικαίου | |
5 | μέτρα ἐπέχεις; Ἀλλ’ οὐκ ἀφίκου εἰς τὰ μέτρα τοῦ Ἀβραάμ, ὃς ἔλεγεν ἑαυτὸν γῆν καὶ σποδόν. Ἀλλὰ φροντίδα λαοῦ ἐγκεχείρισαι; Καὶ Μωυσῆς ἀνεδέξατο φροντίδα λαοῦ· μετὰ γὰρ τὸ πατάξαι τὸν Θεὸν τὴν Αἴγυπτον ἐν χειρὶ Μωυσῇ καὶ Ἀαρών, καὶ καταξηρᾶναι τὴν ἐρυθρὰν θάλασσαν, καὶ ἀβρόχως διαγαγεῖν τὸν Ἰ‐ σραήλ, καὶ διαπεράσαι αὐτοὺς ἐκείνην τὴν φοβερὰν ἔρημον, ἦλθον πλησίον ὁρίων | |
10 | Μωάβ, καὶ θεασάμενοι τὸ πλῆθος τοῦ λαοῦ οἱ Μωαβῖται, καθὼς γέγραπται, εἶπε Μωὰβ τῇ γερουσίᾳ Μαδιάμ· νῦν ἐκλείξει ἡ συναγωγὴ αὕτη πάντας τοὺς κύκλῳ ἡμῶν, ὡς ἐκλείχει ὁ μόσχος τὸ χλωρὸν ἐκ τοῦ πεδίου. Ἦν γὰρ ἡ ἐπίσκεψις τοῦ λαοῦ χωρὶς γυναικῶν καὶ παιδίων καὶ τῆς φυλῆς τῶν Λευϊτῶν, ὁ ἀριθμὸς αὐτῶν | |
ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐξ Ἰσραήλ, ἑξα‐ | 87 | |
88 | κόσιαι χιλιάδες καὶ τρισχίλιοι καὶ πεντακόσιοι καὶ πεντήκοντα· καὶ πάντων τού‐ των αὐτὸς ἦν ὁ ἡγούμενος· καὶ συνόμιλος τοῦ Θεοῦ γενόμενος, καὶ τὴν δόξαν Κυρίου θεασάμενος, οὐχ ὑψώθη τῇ καρδίᾳ, οὐκ ἠμέλησε τῆς ταπεινοφροσύνης. Ὅθεν καὶ ἡ ἁγία Γραφὴ μαρτυρεῖ λέγουσα· καὶ ὁ ἄνθρωπος Μωυσῆς πραῢς σφό‐ | |
5 | δρα παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας ἐπὶ τῆς γῆς. Ἀλλ’ ὡραῖος εἶ τῷ εἴδει, καὶ τῇ δυνάμει ἰσχυρός, καὶ διάδημα περίκεισαι; Ἀλλ’ οὐκ ἀφίκου εἰς τὰ μέτρα τοῦ βασιλέως Δαυΐδ, ὃς ταπεινοφρονῶν ἔλεγεν· ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος. Ἀλλὰ γνῶσιν ἔχεις καὶ σοφίαν καὶ ἐγκράτειαν; Ἀλλ’ οὐκ ἀφίκου εἰς τὰ μέτρα τῶν τριῶν παίδων, καὶ τοῦ προφήτου Δανιήλ· ὧν ὁ μὲν ἔλεγε· σοί, | |
10 | Κύριε, ἡ δικαιοσύνη, καὶ ἡμῖν αἰσχύνη τοῦ προσώπου, ὡς ἡ ἡμέρα αὕτη· οἱ δέ· ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν. Καὶ εἰ οἱ δίκαιοι τοσαύτην ἐπεδείξαντο ταπείνωσιν, ποταποὺς δεῖ εἶναι | |
ἡμᾶς τοὺς ἁμαρτωλούς; Τὸ γὰρ ὑπεραίρεσθαι καὶ μέγα φρονεῖν, τῆς σαρκός ἐστι | 88 | |
89 | φρόνημα· καὶ κατὰ τὸ λόγιον τοῦ Ἀποστόλου, εἰ κατὰ σάρκα ζῆτε, μέλλετε ἀπο‐ θνῄσκειν· εἰ δὲ πνεύματι τὰς πράξεις τῆς σαρκὸς θανατοῦτε, ζήσεσθε. Καὶ οὐ δυ‐ νατὸν τῶν παθῶν κατακρατεῖν, μὴ πρότερον τὴν ἀρετὴν κατορθωσάμενοι. Οὐκ ἀκήκοας δὲ οἷα ὑπέστη καὶ ὁ μακάριος Παῦλος ὑπὲρ τῆς εὐσεβείας; Γράφει γὰρ ἐν | |
5 | τῇ πρὸς Κορινθίους· ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ὑπὸ Ἰ‐ ουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον· τρὶς ἐρραβδίσθην, ἅπαξ ἐλιθά‐ σθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα, ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευ‐ | |
10 | δαδέλφοις· ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψῃ· ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι· καὶ τὰ ἑξῆς. Ἆρα δυνάμεθα πρὸς ταῦτα ἀναχᾶναι; Καὶ ὅρα ἀρετήν· μετὰ τοσούτους κινδύνους καὶ μετὰ τοσαῦτα κατορθώματα, | |
ταπεινοφρονῶν ἔλεγεν· ἀδελφοί, ἐγὼ ἐμαυτὸν οὔπω λογίζομαι κατειληφέναι. | 89 | |
90 | Ταῦτα δὲ ἔλεγεν ἐξορίζων τὴν ἔπαρσιν, ἐπιστάμενος οἵαν ὀργὴν κατασκευάζει τοῖς ἐρασταῖς αὐτῆς. Τί δέ ἐστιν ὑψηλοφροσύνη; Ὅμοιόν ἐστι τὸ ἐπαίρεσθαι, ὡς τὸ ὀνειδίσαι Θεὸν ἐπὶ τοῖς ἰδίοις κατορθώμασι. Καθάπερ γὰρ εἰς τὰ ἀνθρώπινα, ἐάν τις δῷ δόμα τῷ πλησίον, ἄρξηται δὲ ὑπεραίρεσθαι κατ’ αὐτοῦ, αἱ μὲν χάριτες | |
5 | τούτου ἐκχυθήσονται καὶ τὴν φιλίαν διαλύσει τοῦ πλησίον. Ὅθεν βδελυκτός ἐστιν ὁ τοιοῦτος. Διὸ καὶ ὁ Κύριος καὶ κηδεμὼν τῆς ἡμετέρας ζωῆς, ξένους ἡμᾶς τού‐ του τοῦ ὀλεθρίου πάθους ποιῆσαι βουλόμενος, ἐδίδαξεν εἰπών· ὅταν πάντα τὰ διατεταγμένα ὑμῖν ποιήσητε, λέγετε, ὅτι δοῦλοι ἀχρεῖοί ἐσμεν. Μὴ ποιησάντων δὲ ἡμῶν, οὐδὲ καλεῖσθαι δοῦλοι ἀχρεῖοι ἐσμὲν ἱκανοί· διότι μέγας ὁ Κύριος | |
10 | ἡμῶν καὶ μεγάλαι καὶ ἰσχυραὶ αἱ δωρεαὶ αὐτοῦ. Ἵνα δὲ μάθῃς ὅτι οὐ ταπεινολο‐ γεῖν μόνον ἐδίδαξεν ἡμᾶς ὁ Κύριος, ἀλλὰ καὶ ταπεινοφρονεῖν ἔργῳ ἡμᾶς ἐπαίδευ‐ σε, λέντιον περιζωσάμενος καὶ τοὺς τῶν Ἀποστόλων πόδας νιψάμενος. Διὸ λέγει· μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρήσετε ἀνάπαυσιν | |
ταῖς ψυχαῖς ὑμῶν. Ὅταν δὲ τὰ λυπηρὰ παρὰ γνώμην, ὡς κατὰ γνώμην, ὑπο‐ | 90 | |
91 | μείνῃς, τότε γίνωσκε σεαυτὸν εἰς μέτρα ἀνδρὸς ἐναρέτου καὶ ταπεινοῦ ἀφικέσθαι. Ἐξεπλάγην δὲ μαθὼν πῶς ἠνέσχου τῷ ἀπατηλῷ λογισμῷ τῷ ὑποβάλλοντί σοι τὰ ἀθέμιτα. Καὶ φημί· μέλλεις ἐν ταύταις ἀναλαμβάνεσθαι; Μᾶλλον, ὅσοι ἐφρενητίασαν ἐν ταύτης τῆς ὑποθέσεως. Εἶπον σεαυτῷ· σὺ τίς εἶ; Εἰς ποῖα μέτρα | |
5 | ἀφίκου; Ἠλίας εἶ; Μὴ κατ’ ἐκεῖνον θαύματα πεποίηκας; Οὗτος γὰρ διὰ προσευ‐ χῆς τὸν οὐρανὸν ἔκλεισε καὶ οὐκ ἔβρεξεν ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ· καὶ πάλιν διὰ προσευχῆς ὁ οὐρανὸς ὑετὸν ἔδωκε· καὶ πάλιν διὰ προσευχῆς τρὶς πῦρ κατήγαγεν ἀπ’ οὐρανοῦ. Ἀλλὰ τὴν πίστιν πᾶσαν κέκτησαι; Δὸς δοκιμήν. Δεῖξον σημεῖα καὶ τέρατα· ἔγειρον νεκροὺς διὰ προσευχῆς· ἄνοιγε ὀφθαλμοὺς τυφλῶν· ἀπέλασον | |
10 | δαίμονας· καθάρισον λεπρούς· θεράπευσον χωλούς· βάδιζε ἐπὶ θαλάσσης, ὡς ἐπὶ ξηρᾶς γῆς· μετάβαλε ὕδωρ εἰς οἶνον· χόρτασον ἐκ πέντε ἄρτων καὶ δύο ἰχθύων πλήθη ἱκανὰ διὰ προσευχῆς. Ἀψευδὴς γὰρ ὁ εἰπών· ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων | |
εἰς ἐμέ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει. Ἀλλ’ ἴσως παρελθών τις λέξει· | 91 | |
92 | ἐὰν οὖν [, φησί,] μὴ ποιήσῃ τις ἐκεῖνα τὰ θεοπρεπῆ πράγματα, οὐκ ἔχει ἐλπίδα σωτηρίας; Ἔχομεν ἐλπίδα σωτηρίας καὶ τούτων μὴ κατεργασθέντων δι’ ἡμῶν, ἐὰν ὁμολογῶμεν τὴν ἑαυτῶν ἀσθένειαν καὶ ὀλιγοπιστίαν. Ὁ γὰρ ἀσθενὴς ἐλέους ἐπιδέεται, καὶ οὐχὶ ἐπάρσεως. Εἰ δὲ ἐλέους ἐπιδεόμεθα, χρήσομεν τῆς ταπεινο‐ | |
5 | φροσύνης, ὅπως διὰ ταπεινοφροσύνης ἐπισπασώμεθα ἑαυτοῖς οἰκτιρμοὺς παρὰ Κυρίου. Γέγραπται γάρ, ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος, καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Καὶ πάλιν· ἐταπεινώθην καὶ ἔσωσέ με. Εἰ δὲ ἐπερειδόμενοι ἀνέμοις μέγα φρονοῦμεν, οὐδὲν ἕτερον ποιοῦμεν ἢ ἑαυτοὺς κατακρημνίζομεν κατὰ τῆς ἀβύσσου. | |
10 | Μὴ οὖν παραδέχου τὴν νόσον τῆς ὑπερηφανίας, μήποτε τὰς φρένας σου ἐξάπινα ἀποσυλήσῃ ὁ Ἐχθρός. Ἀνάνηψον οὖν ἐκ τοῦ μετεώρου λογισμοῦ τῆς αὐ‐ ταρεσκείας. Μὴ ἐπίβαλε δίκτυα τοῖς ἑαυτοῦ ποσί. Διάσμηξον τὴν σεαυτοῦ διάνοιαν τούτου τοῦ θανατηφόρου ἰοῦ διὰ τῆς ταπεινοφροσύνης. Παιδεύσει σε ὁ τύπος τοῦ σαροῦντος τὴν ἑαυτοῦ οἰκίαν, ἐπικεκυφότος ἐπὶ τοῦ ἐδάφους καὶ καθαρεύοντος. | |
15 | Πόσῳ μᾶλλον χρὴ ἐπιμελέστερον κύπτειν καὶ ταπεινοῦσθαι πρὸς τὴν τῆς ψυχῆς | 92 |
93 | κάθαρσιν, καὶ μὴ ἐᾶν ἐν αὐτῇ ἃ μισεῖ ὁ Θεός· ἐν γὰρ τῇ ταπεινῇ ψυχῇ οἰκεῖ ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Ἅγιον Πνεῦμα. Γέγραπται γάρ· τίς μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ, ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; Τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ Βελίαλ, ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; Τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ | |
5 | εἰδώλων; Ἡμεῖς γὰρ ναὸς Θεοῦ ἐσμεν ζῶντος· καθὼς εἶπεν ὁ Θεός· ὅτι ἐνοική‐ σω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω· καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτὶ ἔσονταί μοι λαός. Διὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος· καὶ ἀκαθάρ‐ του μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς· καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ. Ταύτας οὖν ἔχοντες τὰς | |
10 | ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ. Ὅταν οὖν ἀγωνισάμενος ἐξέλθῃς τῶν βιωτικῶν πραγμάτων, καὶ ἀφορισθῇς τῶν κλυδώνων τοῦ μοχθηροῦ βίου, τότε περισσοτέρως ἀγωνίζου τοῦ μὴ κοινω‐ | |
νεῖν τῷ ἀκαθάρτῳ πνεύματι τῆς ὑπερηφανίας, ὅπως σε εἰσδέξηται ὁ Κύριος. | 93 | |
94 | Ἀκάθαρτος γὰρ παρὰ Κυρίῳ πᾶς ὑψηλοκάρδιος. Οὐκ ἐννοεῖ δὲ τὸ πῦρ ἐκεῖνο, δι’ οὗ μέλλομεν διέρχεσθαι; Ὅταν οὖν διελθόντες δι’ ἐκείνου τοῦ πυρός, φωραθῶμεν καθαροὶ καὶ ἄμεμπτοι, τότε ἐπιγνώσομεν ἑαυτούς, ὁποῖοί ἐσμεν. Ἡ γὰρ ἡμέρα δηλώσει ἑκάστου τὸ ἔργον, καθὼς γέγραπται· ὅτι ἐν πυρὶ δοκιμασθήσεται. | |
5 | Δεηθῶμεν οὖν τοῦ Κυρίου ἐν ταπεινοφροσύνῃ πολλῇ, ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ φόβου τοῦ μέλλοντος, καὶ ἀξιώσῃ ἡμᾶς τῆς ἁρπαγῆς ἐκείνης, ὅτε οἱ δίκαιοι ἁρπάζονται ἐν νεφέλαις εἰς ἀέρα εἰς ἀπάντησιν τοῦ Βασιλέως τῆς δόξης, καὶ κλη‐ ρονομήσωμεν μετὰ πραέων καὶ ταπεινῶν τὴν βασιλείαν τῶν οὐρανῶν. Ὡς γὰρ γέγραπται· μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν | |
10 | οὐρανῶν, οὕτως οὐαὶ τοῖς ὑπερηφάνοις καὶ ὑψηλόφροσιν, ὅτι αὐτῶν ἐστιν ἡ κά‐ μινος τοῦ πυρός. Ἐν γὰρ τῇ ὑπερηφανίᾳ κατοικεῖ ὁ εἰπών· τῇ ἰσχύϊ ποιήσω καὶ τῇ σοφίᾳ τῆς συνέσεως ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω· καὶ | |
σείσω πόλεις κατοικουμένας, καὶ τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρί μου | 94 | |
95 | ὡς νοσσιάν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ· καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με ἢ ἀντείπῃ μοι. Ἀλλὰ ἀποστελεῖ Κύριος ὁ Θεὸς Σαβαὼθ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν, καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται. Καὶ πάλιν· σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου· εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἄστρων οὐρανοῦ θήσω τὸν | |
5 | θρόνον μου, καθίσω ἐν ὄρει ὑψηλῷ, ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ τὰ πρὸς βορρᾶν· ἀνα‐ βήσομαι ἐπάνω τῶν νεφελῶν καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ. Νυνὶ δὲ εἰς ᾅδου καταβήσει καὶ εἰς τὰ θεμέλια τῆς γῆς. Φύγωμεν τοιγαροῦν τὴν ὑπερηφανίαν, ἣν μισεῖ ὁ Κύριος· ἀγαπήσωμεν δὲ τὴν ταπεινοφροσύνην, ἐν ᾗ πάντες οἱ δίκαιοι εὐηρέστησαν τῷ Κυρίῳ. Μέγα γὰρ | |
10 | δῶρον ἡ ταπεινοφροσύνη· μεγάλη δόξα, μεγάλη προκοπὴ καὶ τιμὴ τοῖς κεκτημέ‐ νοις αὐτήν. Ἔστι γὰρ ἐν αὐτῇ ἄπτωτος δρόμος καὶ ὁλόκληρος σοφία. Διὰ γὰρ τῆς ὑψηλοφροσύνης ἐταπεινώθη ἐκεῖνος ὁ Φαρισαῖος· καὶ διὰ ταπεινοφροσύνης ὑψώθη ὁ Τελώνης, μεθ’ οὗ ἀξιώσαι ἡμᾶς ὁ Κύριος τῆς ἀφθάρτου μερίδος σὺν πᾶσι τοῖς | |
δικαίοις· ὅτι αὐτῷ πρέπει δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. | 95 |