TLG 4135 018 :: THEODORUS :: Fragmenta in epistulam ad Hebraeos (in catenis) THEODORUS Theol. Cf. et THEODORUS Heracleensis vel THEODORUS Mopsuestenus Scr. Eccl. (2967) Fragmenta in epistulam ad Hebraeos (in catenis) Citation: Page — (line) | ||
12t | Hebr Prolog | |
---|---|---|
12 | Ὡς οὐκ ἀπίστοις ἔγραφε τοῖς ἄσπονδον πρὸς αὐτὸν μῖσος κεκτη‐ μένοις, ἀλλὰ τοῖς μετεσχηκόσιν ἁπάντων ὧν δεῖ μετεῖναι τοῖς πιστεύου‐ σιν· εἶτα οὐδὲ τοῖς τυχοῦσιν ἁπλῶς, ἀλλὰ γὰρ τοῖς ἐπὶ τῶν ἔργων τῆς | |
15 | πίστεως τὴν βεβαίωσιν καὶ τῆς ἀρετῆς τὴν ἀκρίβειαν ἐπιδειξαμένοις, ὡς καὶ τὰ ἐν τῇ ἐπιστολῇ κείμενα δείκνυσιν. ὥστε καὶ ἀποδεδόσθαι αὐτοῖς ἔδει τὴν ἐπιστολὴν ὡς Παύλου γεγραφότος αὐτοῖς, ὥσπερ οὖν καὶ ἐπὶ τῶν λοιπῶν ἐγίνετο· οὐδὲ γὰρ αὐτοὺς ὠφελεῖν τε τὰ ἀναγεγραμμένα ἐδύνατο μὴ τούτου γιγνομένου. πρὸς δ’ αὖ τούτοις καὶ τὰ πρὸς τῷ | |
20 | τέλει τῆς ἐπιστολῆς γεγραμμένα δείκνυσιν ὅ φημι· παρακαλῶ γὰρ ὑμᾶς, φησίν, ἀδελφοί, ἀνέχεσθαι τοῦ λόγου τῆς παρα‐ κλήσεως· καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν. τίσι δὲ ἔγραφεν ὅτι ἐπέστειλα ὑμῖν, οὐκ ὄντων ἐκείνων οἷς ἀπο‐ δεδόσθαι ἦν ἀνάγκη τὸ γράμμα; εἶτα ἐπάγει· γινώσκετε τὸν | |
25 | ἀδελφὸν Τιμόθεον ἀπολελυμένον, μεθ’ οὗ ἐὰν τά‐ χιον ἔρχηται ὄψομαι ὑμᾶς. ὁρᾷς ὅτι δῆλος ἦν ὁ καὶ τῇ ἐπιστολῇ τοῦ γράμματος διακονησάμενος, μεθ’ οὗ καὶ ὄψεσθαι αὐτοὺς εἰ τάχιον ἐπανέλθοι, σαφῶς ὑπισχνεῖται. τίς οὖν ἡ τούτου αἰτία 〈τοῦ μὴ προ‐ τετάχθαι αὐτοῦ τὸ ὄνομα〉; εὔδηλος καὶ ἄγαν σαφής. διείλοντο Βαρνάβας | |
30 | τε καὶ αὐτὸς μετὰ τῶν περὶ τὸν μακάριον Πέτρον τὸ κήρυγμα, οὐχ ἵνα | |
τὰ μὲν οὗτοι, τὰ δὲ ἐκεῖνοι διδάσκωσιν—εἷς γὰρ ἦν αὐτοῖς ὁ σκοπός— | 200 | |
201 | ἀλλ’ ἵνα οἱ μὲν τοὺς ἀπὸ ἐθνῶν, οἱ δὲ τοὺς ἀπὸ τῶν Ἰουδαίων τῇ πίστει προάγωσιν, διὰ τὴν τότε κρατοῦσαν ἔτι φιλονεικίαν ἀπὸ τῆς ἐν τῷ νόμῳ συνηθείας τῶν Ἰουδαίων τοῖς ἐξ ἐθνῶν ἐπιμίγνυσθαι οὐκ ἀνεχομένων, οἰκονομικώτερον τῇ διαιρέσει ταύτῃ χρησάμενοι. ἐχρημάτιζον οὖν οἱ μὲν | |
5 | ἐθνῶν ἀπόστολοι, οἱ δὲ τῶν ἐκ περιτομῆς· οἱ δέ γε πεπιστευκότες κοινούς, ὡς εἰκός, διδασκάλους τε καὶ ἀποστόλους ἐνόμιζον εἶναι. ὅτε μὲν οὖν ἔγραφε τοῖς ἀπὸ ἐθνῶν, εἰκότως ὡς αὐτῶν ἀπόστολος αὐτοῖς ἐπιστέλλει, ὅτε δὲ πρὸς τοὺς ἀπὸ Ἑβραίων, οὐκέτι. | |
9t | Hebr 1,2—3a | |
9 | Δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν. ὁ αἰὼν φύσις μέν | |
10 | ἐστιν οὐδεμία ἐν ὑποστάσει τὸ εἶναι ἔχουσα, διάστημα δέ τι νοεῖται εἶναι. ἀπό τινος οὖν ἐπινοούμενον ἀρχὴν τοῦ εἶναι ἔχοντος ἄχρις τῆς ἐκείνου τελευτῆς, ἢ ἑτέρου τινὸς ἀρχὴν εἰληφότος ὁμοίως· οὐ γὰρ ἐν ἰδίᾳ ὑποστάσει τὰ χρονικὰ νοοῦμεν διαστήματα, τοῖς δὲ ἀρχὴν τοῦ εἶναι εἰληφόσιν αὐτὰ συνεπινοοῦμεν, ἐκείνοις τῆς τε ἀρχῆς αὐτοῦ καὶ τοῦ | |
15 | τέλους τὴν φαντασίαν δεχόμενοι. οὐχ ὥσπερ ἐπὶ τοῦ θεοῦ λεγόντων ὅτι ἦν μόνον ὃς ἐπειδήπερ ἦν ἀεί, οὐ δυνατὸν ἡμᾶς αὐτοῦ συνόντα ἐπινοεῖν διαστήματα τῇ ζωῇ. τὸ τοίνυν εἰπεῖν «τῶν αἰώνων ποιητὴν» οὐδὲν ἕτερόν ἐστιν εἰπεῖν ἢ ἀΐδιον, παντὸς ὑπερκείμενον διαστήματος, ἀπέραντον ἔχοντα τὴν οἰκείαν ὕπαρξιν. ὁ μὲν γὰρ ποιητὴς πρότερός ἐστι τῶν | |
20 | ποιηθέντων, τῷ δὲ ἀρχὴν ἔχοντι συνεπινοεῖσθαι διάστημα ἀνάγκη. ὥσπερ δὲ ὅταν λέγῃ ὁ μακάριος Δαυίδ· ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, οὐ τοῦτο βούλεται εἰπεῖν ὅτι τῶν οὐχ ὑφεστώτων προϋπάρχει, ἀλλ’ ἵνα εἴπῃ ὅτι παντός ἐστι διαστήματος ἀνώτερος ἀεὶ τὸ εἶναι ἔχων. οὕτως, ὅταν λέγῃ· δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν, οὐχὶ τῶν οὐχ | |
25 | ὑφεστώτων βούλεται αὐτὸν ποιητὴν εἰπεῖν, ἀλλ’ ἀεὶ ὄντα καὶ τῶν ἀρχὴν ἐσχηκότων αἴτιον ἁπάντων. Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ. καλῶς οὐκ εἶπεν τοῦ θεοῦ ἀλλὰ τῆς δόξης, τῷ καταπληκτικῷ τοῦ ὀνόματος οὐδὲ περιεργάζεσθαι τὰ τῆς φύσεως | |
30 | ἐκείνης ἐπιτρέπων ἡμῖν, ὡς ἂν μόνον δοξάζεσθαι ὀφειλούσης παρ’ ἡμῶν· τῇ μὲν παραβολῇ τοῦ ἀπαυγάσματος χρησάμενος εἰς ὃ μάλιστα ἀναγκαῖον ἐνόμιζεν, τῇ δὲ ἐπαγωγῇ τὸ ἀπεμφαῖνον τῆς παρα‐ βολῆς ἐκλύσας· ἀκριβῆ γάρ, φησί, σώζει τὸν χαρακτῆρα τῆς φύσεως, ὥστε ὅπερ ἂν ἐκείνην νοήσῃς τὴν ὑπόστασιν, τοῦτο νόει καὶ ταύτην εἶναι, | |
35 | ἀκριβεῖς φέρουσαν ἐκείνης τοὺς χαρακτῆρας τῷ κατὰ μηδὲν διαλλάττειν | |
αὐτὴν ἐκείνης. | 201 | |
202(1t) | Hebr 1,3b | |
1 | Τοῦτ’ ἔστιν οὐ ποιητὴν μόνον εἰπεῖν τῶν ὄντων, ἀλλὰ γὰρ καὶ τὸ πολλῇ ποιεῖν αὐτὰ περιουσίᾳ τῆς δυνάμεως ὡς ἂν ἐν τῇ φωνῇ αὐτοῦ πάντων ἐπηρτημένων. οὐδὲν γὰρ διαλλάττει τοῦτο τοῦ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα, ἢ καὶ τῆς τοῦ μακαρίου Μωϋσέως διηγήσεως | |
5 | λέγοντος· καὶ εἶπεν· γενηθήτω φῶς, καὶ ἐγένετο φῶς· γενηθήτω στερέωμα, καὶ ἐγένετο στερέωμα. | |
7t | Hebr 1,7—8 | |
7 | Τὸ μὲν τῆς ὑπηρεσίας τὴν ὀξύτητα σημαίνει, τὸ δὲ τῆς λειτουργίας τὸ δυνατόν. ταῦτα δὲ αὐτοὺς ἐκεῖθεν γεγενῆσθαι εἰπών, παρέστησεν ὡς ἐκεῖθεν καὶ τὸ δύνασθαι ταῦτα ἔχουσιν. διαστέλλεται δὲ πρὸς τὸ ὁ | |
10 | ποιῶν τὸ θεὸς καὶ θρόνος καὶ βασιλείας ῥάβδος, ἃ πάντα τῆς ἀνωτάτω τιμῆς τε καὶ ἀξίας σύμβολα· καὶ γὰρ τὸ θεὸς τὴν ἀνωτάτω σημαίνει φύσιν, καὶ ὁ θρόνος καὶ ἡ ῥάβδος ἀπὸ τῶν ἀνθρωπίνων καὶ τὸ ταύτης βέβαιον παρίστησιν· εἶτα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· τὸ μὲν γὰρ ποιῶν ἀπὸ καιροῦ εἶναι τὸ | |
15 | ἦρχθαι δείκνυσι τοὺς γεγονότας, τοῦτο δὲ τὸ τῆς βασιλείας ἀΐδιον παρίστησιν. | |
17t | Hebr 1,12 | |
17 | Ἐντεῦθεν συνιδεῖν ἐστιν ὅτι περὶ τῆς θείας φύσεως ὅταν ἡμῖν ἡ παλαιὰ διαθήκη διαλέγηται, οὐ περὶ τοῦ πατρὸς ἀφωρισμένως λέγει μόνου, ὥσπερ οἴονται οἱ αἱρετικοί, τὸ ἐγώ εἰμι ὁ θεός, καὶ οὐκ | |
20 | ἔστιν ἄλλος πλὴν ἐμοῦ, καὶ ὅσα τοιαῦτα λαμβάνειν ἐπ’ αὐτοῦ πειρώμενοι μόνου. τοὐναντίον δὲ ὅσα ἂν ὡς περὶ θεοῦ λέγῃ τὴν ἀνω‐ τάτω φύσιν ἐξηγουμένη, οὕτω φησὶν ὡς ἂν καὶ πατρὶ καὶ υἱῷ διὰ τὴν τῆς φύσεως κοινωνίαν ὁμοίως ἁρμόττειν δυνάμενα. ἐπεὶ πῶς ὁ ἀπό‐ στολος τὴν δευτέραν εἵλκυσεν ἐπ’ αὐτοῦ μαρτυρίαν οὐδὲν ἔχουσαν ὃ τῆς | |
25 | ἰδιότητος τοῦ προσώπου σημαντικὸν εἶναι ἠδύνατο, ὡσπεροῦν καὶ τὴν ἀνωτέραν; ἢ οὐχὶ τὸ αὐτὸ καὶ ἐν τῇ πρὸς Ῥωμαίους φαίνεται πεποιηκώς, ἔνθα φησίν· γέγραπται γάρ· ζῶ ἐγώ, λέγει κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ; οὐδὲ γὰρ ἐκείνην τὴν μαρτυρίαν εὕροι | |
ἄν τις τοιοῦτό τι ἔχουσαν ὃ τούτων ἀφωρισμένως ἐδήλου. | 202 | |
203(1t) | Hebr 1,14—2,1 | |
1 | Τὸ μὲν λειτουργικὰ εἶναι πνεύματα ἀπὸ τῆς προκειμένης εἶχε μαρτυρίας, ἐπισυνῆψε δὲ λοιπὸν αὐτὸς τὸ τῆς διακονίας εἶδος, λέγων ὅτι τοῖς ὑπὲρ τῆς ἡμετέρας σωτηρίας διακονούμενοι ἅπαντα πράττουσιν· οὐ γὰρ μικρὸν εἰς προσθήκην εἰδέναι τῆς διακονίας τὴν | |
5 | χρείαν. Διὰ τοῦτο δεῖ περισσοτέρως προσέχειν ἡμᾶς τοῖς ἀκουσθεῖσιν, μή ποτε παραρυῶμεν. διὰ τοῦτο, φησί, δεῖ τοῖς παρ’ αὐτοῦ λεχθεῖσιν νέμειν τὴν σπουδήν, φυλαττομένους μή ποτε παρατροπήν τινα ἀπὸ τῶν κρειττόνων δεξώμεθα. | |
10t | Hebr 2,3—4 | |
10 | Ἔδειξε καὶ τοῖς πράγμασι τούτων πολὺ τὸ πρὸς ἐκεῖνα διάφορον, ἐκεῖ μὲν λόγον εἰπών, ἐνταῦθα δὲ σωτηρίαν· ἐπειδὴ γὰρ ἐκεῖνο μὲν νομίμων δόσις ἦν μόνον, ἐνταῦθα δὲ καὶ χάρις πνεύματος καὶ λύσις ἁμαρτημάτων καὶ βασιλείας οὐρανῶν ἐπαγγελία καὶ ἀθανασίας ὑπόσχεσις. ὅθεν καὶ δικαίως τηλικαύτης εἶπεν τῇ προσθήκῃ τὸ | |
15 | μέγεθος αὐτῆς δεικνύς, κἀκεῖ μὲν διὰ τῶν ἀγγέλων δοθείς, ἐν‐ ταῦθα δὲ διὰ τοῦ κυρίου. καὶ ἐπειδὴ θαύματα παρ’ ἐκείνοις ἦν ὥστε μηδὲ κατὰ τοῦτο αὐτῶν ἠλαττῶσθαι δοκεῖν, καλῶς ἐπήγαγε τὸ συνεπιμαρτυροῦντος θεοῦ σημείοις καὶ τέρασι καὶ ποικίλαις δυνάμεσιν, κατ’ αὔξησιν αὐτὸ εἰπὼν ὥστε κἀν | |
20 | τούτῳ φανῆναι τῆς χάριτος τὸ πλέον παρὰ τὸν νόμον· ἐκεῖ μὲν γὰρ πρὸς τὴν χρείαν ἐγίνετο μόνον, ἐνταῦθα δὲ καὶ τῶν ἀλλοτρίων πολλοὶ οἱ θεραπευόμενοι δι’ ἡμῶν, κἂν ὁποιαδήποτε πάθη κατέχειν αὐτοὺς συμβαίνοι. τοσαύτη παρ’ ἡμῖν ἡ τῶν θαυμάτων περιουσία. ἀνίστανται δὲ καὶ νεκροί, καὶ τιμωρούμεθα δέ τινας πολλάκις ἂν δέῃ, ἐπιτιμήσεσι | |
25 | μόναις τυφλοὺς ἐργαζόμενοι, θανάτους ἐπάγοντες τοῖς κακογνώμοσιν. ἀντιπαραθεὶς οὖν τὴν διαφορὰν καὶ δείξας τὴν ὑπεροχὴν τῷ ποικίλῳ καὶ πολυτρόπῳ, ἐπήγαγε τὸ μεῖζον ὃ οὐκέτι τοῖς ἐν νόμῳ προσῆν· καὶ πνεύματος ἁγίου μερισμοῖς· τὸ γὰρ πνεύματος ἕκαστον τῶν πιστευόντων μετέχειν ἴδιον ἦν τῶν ἐν τῇ χάριτι. καὶ καλῶς ἐπὶ | |
30 | πᾶσιν ἐπήγαγε τὸ κατὰ τὴν αὐτοῦ θέλησιν, τοῦτ’ ἔστι τοῦ θεοῦ βουληθέντος ἅπαξ καὶ δοκιμάσαντος πολλῇ χρήσασθαι περὶ ἡμᾶς τῇ φιλοτιμίᾳ, ὥστε καὶ ἀμετάθετον εἶναι τὴν περὶ ἡμᾶς χάριν αὐτοῦ, μηδεμίαν ἅπαξ τοῖς πρωτέροις ὁμοίως ὑφορωμένους τῶν ἅπαξ δοθέν‐ | |
των μεταβολήν. | 203 | |
204(1t) | Hebr 2,9—10 | |
1 | Γελοιότατον δή τι πάσχουσιν ἐνταῦθα τὸ χωρὶς θεοῦ ἐναλλάτ‐ τοντες καὶ ποιοῦντες χάριτι θεοῦ, οὐ προσέχοντες τῇ ἀκολουθίᾳ τῆς γραφῆς, ἀλλ’ ἀπὸ τοῦ μὴ συνιέναι ὅτι ποτὲ ἔφη τὸ χωρὶς θεοῦ, ἀδιαφόρως ἐξαλείφοντες μὲν ἐκεῖνο, τιθέντες δὲ τὸ δοκοῦν αὐτοῖς | |
5 | εὔκολον εἶναι πρὸς κατανόησιν. τί γὰρ ἐνταῦθα προέκειτο τῷ Παύλῳ, ἵνα ἐπαγάγῃ τὸ χάριτι θεοῦ; τίς δὲ αὐτὸν ἦγεν πρὸς τοῦτο ἀκολου‐ θία; οὐ γὰρ ἔθος αὐτῷ χάριτι θεοῦ τιθέναι ἁπλῶς, ἀλλὰ πάντως ἀπό τινος ἀκολουθίας λόγου· ἢ γὰρ τὸ καθ’ ἑαυτὸν λέγων προστίθησι τοῦτο, ὡς τὸ χάριτι θεοῦ εἰμι ὅ εἰμι, 〈ἢ〉 ὅταν πρόκειται αὐτῷ | |
10 | τὴν περὶ τοὺς ἀνθρώπους λέγειν τοῦ θεοῦ φιλανθρωπίαν, καὶ ὅτι ἅπαντα πεποίηκεν οὐχ ἡμῶν ὄντων τοῦ τυχεῖν ἀξίων, οἷόν ἐστι τὸ τῇ γὰρ χάριτί ἐστε σεσωσμένοι, ᾧ ἐπάγει· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, θεοῦ τὸ δῶρον· οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται, σαφῶς διὰ τούτων παριστῶν, ὅτι περὶ τῆς χάριτος | |
15 | διαλέγεται τοῦ θεοῦ, ἣν περὶ πάντας ἔτυχε τοὺς ἀνθρώπους ἐπιδειξά‐ μενος. ἐνταῦθα δὲ τὸ προκείμενον αὐτῷ δηλονότι περὶ τοῦ Χριστοῦ διαλέγεται, οἷοστίς ἐστιν καὶ τίνα τὴν πρὸς τοὺς ἀγγέλους ἔχων διαφοράν, ἀφ’ ὧν ἐξηνέχθη εἰς τὸ εἰπεῖν, κατὰ τί δὲ αὐτῶν ἠλαττῶσθαι δοκεῖ καὶ ὅτι διὰ τὸν θάνατον. τί οὖν ἔδει ἐνταῦθα τοῦ χάριτι θεοῦ; οὐ γὰρ | |
20 | πρόκειται αὐτῷ τὴν περὶ ἡμᾶς ἀγαθότητα λέγειν αὐτοῦ. Τοῦτο δὲ μᾶλλον δείκνυσιν ἡ τῶν ἑξῆς ἀκολουθία· εἰπὼν γὰρ ὅτι χωρὶς θεοῦ ἐγεύσατο τοῦ θανάτου, οὐδὲν πρὸς τοῦτο παραβλαβείσης τῆς θεότητος, καὶ διὰ τοῦτο ἀπὸ τῆς οἰκείας φύσεως τὴν κατὰ βραχὺ τοῦτο ἐλάττωσιν ἐδέξατο, ὥστε φαίνεσθαι ἐντεῦθεν | |
25 | αὐτὸν καὶ τῆς τιμῆς μετέχοντα διὰ τὴν πρὸς ἕτερον συνάφειαν. ἐπειδήπερ ἀκόλουθον ἦν τοὺς ταῦτα ἀκούοντας περιττὴν ἐν τῷ τοῦ πάθους καιρῷ νομίζειν εἶναι τοῦ θεοῦ λόγου τὴν ἐνοίκησιν, οὐδὲν τοῖς προκειμένοις συμβαλλομένην εἴπερ δὴ χωρὶς ἐκείνου τῆς πείρας ἐγεύσατο τοῦ θανάτου, ἐπάγει· ἔπρεπε γὰρ αὐτῷ, δι’ ὃν τὰ πάντα καὶ | |
30 | δι’ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι. οὐκ ἀσυντελὴς δὲ ἦν οὐδὲ ἡ θεότης, φησίν· ἔπρεπε γὰρ τὰ οἰκεῖα καὶ ἅπερ ἦν αὐτῇ πρέποντα· τὸ γάρ τοι τοῦ πάθους οὐδαμῶς αὐτῇ πρέπον ἦν. τοῦτο τὸ ἔπρεπε σαφῶς τὸ χωρὶς θεοῦ | |
35 | συνέστησεν· ὡς γὰρ ἐκείνου οὐ πρέποντος τὸ πρέπον αὐτός φησιν, δεικνὺς ὁμοῦ καὶ ἅπερ ἔπραττε τότε, τίνα δὲ ταῦτα ἦν. ἔπρεπε γὰρ αὐτῷ, δι’ ὃν τὰ πάντα καὶ δι’ οὗ τὰ πάντα· δηλονότι τῷ θεῷ λόγῳ λέγων, ἐπειδήπερ πολλοῖς τῆς υἱότητος μετέδωκεν καὶ εἰς τὴν δόξαν ἤγαγεν ταύτην, τὸν τῆς ἁπάντων σωτηρίας ἀρχηγόν, | |
40 | τὸν κύριον ἡμῶν καὶ σωτῆρα Ἰησοῦν τὸν Χριστόν, τὸν παρ’ αὐτοῦ | 204 |
205 | ληφθέντα ἄνθρωπον διὰ τῶν παθημάτων τέλειον ἀποφῆναι, ὥστε φαίνεσθαι καὶ τούτου τὴν φύσιν κἀκείνου τὴν χάριν. | |
3t | Hebr 3,12—14 | |
3 | Οὐδὲ γὰρ νῦν, φησί, συμβουλεύειν προσῆκεν ὑμῖν, ὅπως ἂν ἀπο‐ στάντες τῶν χειρόνων ἐπὶ τὸ κρεῖττον ῥέψητε διὰ τῆς ἐπὶ τὸν Χριστὸν | |
5 | πίστεως· πρὸς γὰρ ἤδη πεπιστευκότας ὁ λόγος μοι γίνεται. ὥστε τὰ αὐτὰ παραινεῖν ὑμῖν προσῆκεν, ὅπως ἂν ἐπιμείνητε τοῖς δόξασιν ἅπαξ. τοῦτο οὖν λέγει, ὅτι οἱ πιστεύσαντες καὶ τοῦ πνεύματος μετειληφότες μέτοχοι τῆς ὑποστάσεως τοῦ Χριστοῦ γεγόναμεν, ὥσπερ τινὰ φυσικὴν τὴν πρὸς αὐτὸν κοινωνίαν δεξάμενοι. λείπει δὴ λοιπὸν τὸ τὴν ἀρχὴν | |
10 | ταύτην ἐν ἀκεραίῳ διαφυλάξαι γνώμῃ. | |
11t | Hebr 3,16—18 | |
11 | Βούλεται δεῖξαι ὅτι πάντες οἱ διὰ Μωϋσέως ἐξελθόντες ἀπώλοντο δι’ ἀπιστίαν, ὥστε ἐκ παραλλήλου μειζόνως φοβῆσαι τούτους πρὸς οὓς ἐποιεῖτο τὸν λόγον. 〈οἱ δὲ τούτοις ἀντιλέγοντες προσεῖχον〉 οὔτε τῇ ἀκολουθίᾳ τῶν ἑξῆς, τοῦ τίσιν δὲ προσώχθισεν; καὶ τίσιν δὲ | |
15 | ὤμοσεν; ἀναγινωσκομένων μὲν κατ’ ἐρώτησιν, τὴν αὐτὴν δὲ ἀπ‐ αιτούντων ἀνταπόδοσιν· οὔτε ἐκείνῳ ὅτι τίνες δὲ ἀκούσαντες παρεπίκραναν; τότε λέγεσθαι κατ’ αὐτὴν ἠδύναντο τὴν διάνοιαν, εἴπερ δὴ ὀλίγοι ἀπὸ πολλῶν τοῦτο ὑπομεμενηκότες ἦσαν. λέγομεν γὰρ ἐπὶ τῶν πραττομένων ὅτι τίνες ἐποίησαν; τὸ δὲ μέρος ἀπὸ πλήθους | |
20 | ἀποτεμνόμενοι, ὅταν ἐλάττονας εἶναι τοὺς πεποιηκότας συμβαίνῃ τῶν οὐ πεποιηκότων. ἐνταῦθα δὲ δύο μόνοι, Ἰησοῦς καὶ Χαλέβ· ὥστε οὐδὲ ἀκολουθίαν εἶχέν τινα τὸ λέγειν τίνας εἶναι τοὺς παραπικραίνοντας, δύο μόνων ἀπὸ τοσούτου πλήθους ὄντων. ** οὐδὲν λυμαίνεσθαι τῇ ἀποφάσει τῶν δύο νομίσας τὸν ἀριθμόν. | |
26t | Hebr 4,1—2 | |
25 | Προσῆκεν φοβεῖσθαι, φησίν, ὅπως ἂν μὴ αὐτοὶ τῆς εἰς τὴν κατά‐ παυσιν εἰσόδου τὴν ἐπαγγελίαν δεξάμενοι ὑστερήσωμεν μοχθηρίᾳ γνώμης· μηδὲ γάρ τις οἰέσθω ἀρκεῖν αὐτῷ τὴν ἐπαγγελίαν τῶν μελλόν‐ των, ὥσπερ οὐδὲ ἐκείνοις· οὐ γὰρ ἦσαν κατὰ τὴν πίστιν τοῖς ἐπαγγελθεῖσι συνημμένοι. ὅθεν οὕτως ἀναγνωστέον· μὴ συγκεκερασμένους | |
30 | τῇ πίστει τοῖς ἀκουσθεῖσιν, ἵνα εἴπῃ, ταῖς πρὸς αὐτοὺς | |
γεγενημέναις ἐπαγγελίαις τοῦ θεοῦ διὰ Μωϋσέως. | 205 | |
206(1t) | Hebr 4,4—7 | |
1 | Ἀληθινῆς καταπαύσεως τοῦτο τὸ ἔργον, τὸ μὴ πάλιν ἐπὶ τὰ παλαιὰ ἀνατρέχειν μεταβολὴν ὑπομένοντας καὶ μετάθεσιν. ὥσπερ γὰρ ὁ θεὸς λέγεται πεπαῦσθαι τοῦ ποιεῖν τὸν κόσμον, ἅπαξ αὐτοῦ τῇ κατασκευῇ τέλος δεδωκώς, οὕτω προσῆκεν καὶ τὸν εἰς κατάπαυσιν | |
5 | εἰσιόντα μὴ παλινδρομεῖν ἐπὶ τὰ παλαιά, πόνους ὑφορώμενον τοὺς τῆς ἀρετῆς 〈ἐπὶ〉 παράβασιν νομίμων· τούτοις γὰρ ἀκολουθεῖν ἀνάγκη τὴν μεταβολὴν καὶ τὴν ἀπὸ τῆς καταστάσεως μετάστασιν. Τὸ δὲ σήμερον, φησίν, οὔτε ἀόριστόν ἐστιν, οὔτε μὴν ἐπὶ τοῦ ἐκτὸς ἡμέρας διαστήματος λέγεσθαι δύναται ὡς ἂν ἐφ’ ἑκάστης ἡμέρας | |
10 | τοῦ σήμερον ἁρμόττοντος. τοῦτο δὲ οὐ τῆς ἀποστολικῆς σαφηνείας ἕνεκεν μόνον ἐπισημήνασθαι δίκαιον ᾠήθην, ἀλλὰ καὶ τῶν βουλομένων ἐπὶ τῆς γεννήσεως τῆς τοῦ μονογενοῦς θεότητος λαμβάνειν τὸ ἐγὼ σήμερον γεγέννηκά σε, οἳ τὸ σήμερον ἀόριστον εἶναι ἀποφαίνονται, οὐδὲ τοῦτο ἐννοοῦντες ὅτι τὸ σήμερον λέγεσθαι οὐκ | |
15 | ἂν δύναιτο μὴ οὔσης ἡμέρας. ὅτι γὰρ οὐδὲ ἀόριστον λέγοιτο ἂν τὸ σήμερον, σαφῶς ὁ ἀπόστολος ἐδήλωσεν εἰπών· πάλιν τινὰ ὁρίζει ἡμέραν ἐν Δαυὶδ λέγων, ἢ δὲ καὶ ἑτέρωθι· παρα‐ καλεῖτε ἑαυτούς, ἔφη, καθ’ ἑκάστην ἡμέραν ἄχρις οὗ τὸ σήμερον καλεῖται. πρῶτον μὲν ἔδειξεν ὅτι οὐκ ἔξω τῶν | |
20 | ἡμερῶν τὸ σήμερον λέγοιτο, τῷ εἰπεῖν καθ’ ἑκάστην ἡμέραν, καὶ οὕτως ἐπαγαγεῖν τὸ ἄχρις οὗ τὸ σήμερον καλεῖται. ἔπειτα οὐδὲ οὕτω φαίνεται περὶ τοῦ σήμερον ὡς ἂν ἀορίστου διαλεγόμενος, καὶ δυναμένου μὲν τοῖς παρεληλυθόσιν, δυναμένου δὲ καὶ τοῖς μέλλουσιν ἁρμόττειν. τί γὰρ φησίν; καθ’ ἑκάστην ἡμέραν τὸ σήμερον | |
25 | λέγεσθαι πρὸς ὑμᾶς νομίσαντες, οὕτως ἐπιμελεῖσθε τοῦ μένειν ἐπὶ τῆς πίστεως· ὡς γὰρ τοῦ σήμερον τὴν παροῦσαν σημαίνοντος ἡμέραν, οὕτως αὐτοῖς συνεβούλευσεν, καταχρησάμενος τῇ σημασίᾳ μᾶλλον πρὸς τὸ τῆς παραινέσεως ὠφέλιμον. | |
29t | Hebr 6,18 | |
29 | Τὸ διὰ δύο ἀμεταθέτων, τῷ τε θεὸν εἶναι τὸν ἐπαγγειλάμενον | |
30 | οὐδαμῶς οἷόν τε ψεύσασθαι, καὶ τῷ μεθ’ ὅρκου ποιήσασθαι τὴν | |
ἐπαγγελίαν. | 206 | |
207(1t) | Hebr 6,20 | |
1 | Προσθεὶς ὅτι αἰώνιος ἡμῖν γέγονεν ἀρχιερεὺς ὁ Χριστὸς τῷ πάντας τοὺς καθ’ ἑκάστην γενεὰν πιστεύοντας δι’ ἑαυτοῦ προσάγειν τῷ θεῷ ἐπὶ τῇ τῆς ἀναστάσεως ἐλπίδι. | |
4t | Hebr 7,3 | |
4 | Διηγεῖτο ὕστερον ὅπως ὁ ναὸς κατεσκεύαστο, καὶ λέγει δύο εἶναι τὰς | |
5 | σκηνάς, ἀλλ’ εἰς μὲν τὴν πρώτην διὰ παντὸς τοὺς ἱερεῖς εἰσιόντας τὰ νενομισμένα ἐπιτελεῖν, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ τὸν ἀρχιερέα μόνον. καὶ δὴ τὸ ἀπὸ τούτων σημαινόμενον διδάσκειν βουλό‐ μενος ἐπάγει· τοῦτο δηλοῦντος τοῦ πνεύματος τοῦ ἁγίου, μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδόν. | |
10 | ὥσπερ τοίνυν οὐχ ἡ τοῦ τόπου φύσις ἦν ἄβατος, ἐφ’ οὗ δὴ τὸν ἐνδότερον οἶκον κατεσκευάσθαι συνέβαινεν, ἀλλ’ ἡ κατασκευὴ καὶ τὸ νόμιμον καὶ ἡ τοῦ τόπου ἀφιέρωσις ἄβατον ἐποίει τὸν τόπον, ὅμως σύμβολον ἔφη εἶναι τοῦτο τῶν οὐρανῶν, οὕτω κἀνταῦθα βουλόμενος τὸν Χριστὸν ἀρχιερέα δεῖξαι κατὰ τὴν τάξιν Μελχισεδέκ, λέγει τὰ | |
15 | κατ’ ἐκεῖνον οὐ τὴν φύσιν ἐξηγούμενος, ἀλλὰ τὴν κατ’ αὐτὸν διήγησιν ἀπὸ τῆς θείας τιθεὶς γραφῆς καὶ ἀπ’ ἐκείνης ἐμφαίνων τὸ ὅμοιον. Ἀπάτορα τοίνυν καὶ ἀμήτορα καλεῖ, ὡς τῆς θείας γραφῆς γονέας αὐτοῦ μὴ διηγουμένης· ὅθεν ἐπήγαγε τὸ ἀγενεαλόγητος, δεικνὺς ὅτι οὐ φύσιν λέγει τοῦ ἀνδρὸς ἀλλὰ τῆς θείας γραφῆς διήγησιν. | |
20 | εἶτα ἐπισυνάπτει· μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων, οὐκ ἐν τῇ φύσει, ἀλλ’ ἐν τῇ θείᾳ γραφῇ. καὶ ἐπειδὴ ταῦτα δυνατὸν ἦν καὶ ἐπ’ ἄλλου λέγεσθαι—ἐμνημόνευσε γὰρ ἡ θεία γραφὴ πολλῶν οὔτε τοὺς γονέας εἰποῦσα οὔτε τὴν γενεαλογίαν ἐκθεμένη, καὶ μάλιστα ὅσους ἔξω τοῦ Ἰσραηλιτικοῦ γένους γεγονότας μεμαθήκαμεν | |
25 | —καλῶς ἐπήγαγε τὸ ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές· οὐκέτι γὰρ καὶ τοῦτο μετὰ τῶν λοιπῶν ἦν ἐπ’ ἄλλου. ἐμφαίνει δὲ ἀπὸ τῆς κατὰ τὴν γραφὴν διηγήσεως, ὅπως αὐτῷ καὶ τὰ λοιπὰ προσῆν ἃν δὴ καὶ τοῦτο. καὶ γὰρ ὁ Χριστὸς ἦν μὲν ἀπάτωρ γεννήσει τῆς ἀνθρωπείας φύσεως, ἀμήτωρ δὲ τῇ | |
30 | γεννήσει τῆς θείας ὑπάρξεως, ἀλλὰ μὴν καὶ ἀγενεαλόγητος· τίς | |
γὰρ ἂν γενεαλογία τοῦ ἐκ πατρὸς ὄντος μόνον; ὅτι δὲ οὔτε ἀρχὴν | 207 | |
208 | ἡμερῶν ἔχει οὔτε ζωῆς τέλος, καὶ τοῦτο δῆλον, ἀλλ’ ἐν‐ ταῦθα μὲν ἐπὶ τῶν πραγμάτων, ἐκεῖ δὲ ἐπὶ τῆς διηγήσεως. τὸ μὲν ἱερέα μένειν εἰς τὸ διηνεκὲς ἀπὸ τῆς θείας ἔλαβε γραφῆς τῷ εἰπεῖν· σὺ εἶ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν | |
5 | Μελχισεδέκ, ὡς ἂν κἀκείνου διηνεκῶς ἱερατεύοντος. διηνεκῆ δὲ αὐτὸν ἱερέα ἐκάλεσεν ὡς ἂν οὐ παραπέμψαντα τὴν ἱερατείαν εἰς διαδόχους, ὅπερ ἐν νόμῳ συνέβαινε γίνεσθαι. ὅθεν καὶ εἶπεν· ἀφω‐ μοιωμένος δὲ τῷ υἱῷ τοῦ θεοῦ, καίτοι γε τὸ ἀκόλουθον ἦν τοῦτον ἀφωμοιῶσθαι λέγειν ἐκείνῳ—οὐ γὰρ ὁ πρῶτος ἀφομοιοῦται | |
10 | τῷ δευτέρῳ—ἀλλ’ ἐπειδὴ παρὰ τούτῳ μέν ἐστιν ἡ ἀλήθεια τῶν πραγμάτων, ἐκείνῳ δὲ πρόσεστιν οὐδὲν τοιοῦτον, τῷ δὲ εἴδει τῆς διηγήσεως καλῶς ἀφωμοιῶσθαι ἐκεῖνον ἔφη, ὡς ἂν τῆς θείας γραφῆς ἐπὶ τῆς διηγήσεως ὁμοίωμα τοῦ ἐσομένου δεῖξαι βουληθείσης ἡμῖν. | |
14t | Hebr 7,20—22 | |
14 | Δείκνυται, φησί, τούτου πρὸς ἐκεῖνον τὸ διάφορον ἀπὸ τοῦ μεθ’ | |
15 | ὅρκου λαβεῖν τὴν ἱερατείαν· οἱ μὲν γὰρ ἄνευ ὅρκων ἐγίνοντο διὰ τὸ δεῖν αὐτοὺς καὶ παύεσθαί ποτε τῆς ἱερατείας, οὑτοσὶ δὲ μεθ’ ὅρκων, ἐπειδὴ μένειν ἔμελλεν ἐπὶ τῆς ἀξίας. οὕτω μείζονα πολλῷ τῶν ἐν νόμῳ τὴν ἀξίαν ἐδέξατο, ἐπειδὴ μείζονα καὶ παρέχειν τοῖς προσιοῦσιν ἔμελλεν. τὸ γὰρ ἔγγυος οὕτως λέγει ὡς ἂν τῷ καταστῆναι ἐγγυω‐ | |
20 | μένου ἡμῖν τὸ κέρδος, ἐπεὶ καὶ οὕτως ἔχει· τὸ γὰρ ἀναστῆναι πρῶτος, καθὰ καὶ ἀρχιερέα αὐτὸν καλεῖ, ἐγγυᾶται ἡμῖν τὴν τῆς ἀναστάσεως ὁμοιότητα. | |
23t | Hebr 9,1—2 | |
23 | Ἄρχεται ἐντεῦθεν λέγειν, ὅπως τὰ ἐν νόμῳ σύμβολα καὶ τύποι τῶν ἐν τῇ χάριτι, καὶ ὅπως ἐν ἐκείνοις ταῦτα προθεωρούμενα διϊδεῖν | |
25 | δυνατόν, ὁμοῦ τῇ παραθέσει καὶ τὴν ὑπεροχὴν τούτων δεικνύς, ὅση τίς ἐστιν. ἐν ἀφηγήσει δὲ τῆς διδασκαλίας ποιεῖται τὴν καταρχήν. λέγει οὖν ὅτι καὶ ἡ πρώτη διαθήκη εἶχεν ὅρους καὶ προστάγματα λειτουργίας τῆς θεῷ ἀποδίδοσθαι ὀφειλούσης· δικαιώματα γὰρ λατρείας | |
τὰ περὶ τούτων λέγει προστάγματα. | 208 | |
209 | Τό τε ἅγιον κοσμικόν. ἅγιον ἐνταῦθα καλεῖ τὸν ναὸν εἰκότως ἐν ᾧ τὴν λειτουργίαν ἀποδίδοσθαι τῷ θεῷ συνέβαινεν, εἴτε καὶ τὴν σκηνήν, ἐπειδὴ ταύτην ἐν τάξει τοῦ ναοῦ πρότερον εἶχον· ὁμοίως γὰρ ἐκείνην τε ναὸν ἐκάλουν ὡς ἂν ἐν αὐτῇ τοῦ θεοῦ τυγχάνοντος, καὶ | |
5 | τὸν παρὰ τοῦ Σολομῶντος ὕστερον. καὶ τοῦτο μαθεῖν ἀπὸ τῆς πρώτης τῶν Βασιλειῶν ἔνεστι σαφῶς λεγούσης· καὶ Σαμουὴλ ἐκάθευ‐ δεν ἐν τῷ ναῷ τοῦ κυρίου οὗ ἦν ἡ κιβωτὸς τοῦ θεοῦ, μήπω τοῦ ναοῦ ὑπὸ Σολομῶντος οἰκοδομηθέντος. ὥσπερ δὲ σύμβολον τοῦ κόσμου κατασκευάσαι κατά τινα τύπον τὴν σκηνὴν τῷ Μωϋσεῖ | |
10 | κελεύων, ὁ θεὸς προσέταξεν αὐτῷ περίβολον ποιῆσαι ἀπὸ τῶν κατα‐ πετασμάτων μέσῳ διειλημμένον ἑτέρῳ· οὕτω δὲ καὶ ὁ ναὸς κατὰ τὸν αὐτὸν ὕστερον ἐγένετο τύπον. | |
13t | Hebr 9,28 | |
13 | Νῦν, φησίν, ὀφθείς, ὅτε τὴν ἁμαρτίαν κρατεῖν συνέβαινεν, ἀναγκαίως τὸν διὰ τὴν ἁμαρτίαν κρατοῦντα θάνατον ἐδέξατο, τότε δὲ | |
15 | τῆς ἁμαρτίας ὡς εἰκὸς λελυμένης, ἀνάγκη καὶ αὐτὸν ἀπαθῶς ὀφθῆναι· τὸ γὰρ χωρὶς ἁμαρτίας τοῦτο λέγει ὅτι μὴ κρατούσης ἔτι τῆς ἁμαρτίας, οὕτω καὶ αὐτὸς ἔξω παντὸς ἀνθρωπίνου πάθους ὀφθή‐ σεται τότε. | |
19t | Hebr 10,5 | |
19 | Ταῦτα εἴρηται μὲν τοῖς ἐν Βαβυλῶνι πρὸς τὸν θεὸν βουλομένοις | |
20 | εἰπεῖν ὅτι θυσίας με οὐκ ἀπῄτησας ἀλλὰ μόνον τὸ ὑπακούειν σου καὶ τὸ θέλημά σου ποιεῖν· καὶ εὐθύ μοι τὰ τῆς ἐπανόδου λοιπὸν ἀναμφίβολα ἦν. μεταλλάξας οὖν αὐτὴν ὡς ἐκ προσώπου τοῦ Χριστοῦ ταύτῃ φησίν, ἀντὶ τοῦ ὠτία, σῶμα, εἰπών, κατηρτίσω μοι. | |
24t | Hebr 10,26—27 | |
24 | Ἀνάγκη τοὺς ἐνταῦθα πρὸς τὰ χείρω μεταστάντας ἀπὸ τῶν | |
25 | κρειττόνων, ἀναστάντας τῇ κολάσει παραδοθῆναι λοιπόν, οὐκ ἐπιδεχο‐ μένους τότε μετάνοιαν. οὐδὲ γὰρ ἐπὶ τοῦ παρόντος βίου τὴν μετάνοιαν ἀναιρεῖ, ἀλλὰ τῷ μὴ εἶναι τότε συγχώρησιν λαβεῖν τὸν ἐπὶ τῷ πταίειν ἐνταῦθα μεμενηκότα καὶ μηδεμίαν ἐπὶ τὸ πταίειν δεξάμενον αἴσθησιν, | |
ἀλογίᾳ τινὶ μετὰ πολλῆς ἡδονῆς ἅπαν ἐπιτελοῦντα ἁμάρτημα. | 209 | |
210(1t) | Hebr 11,1—2 | |
1 | Τὸ περὶ τῆς πίστεως ζητούμενον παρὰ Ἰουδαίοις μάλιστα εἰδὼς ἀπό τινος ἀκολουθίας, πολλαῖς ταῖς περὶ αὐτοῦ κέχρηται ἀποδείξεσιν. ἐκεῖνοι μὲν γὰρ προεβάλοντο τὸν νόμον καὶ τὴν ἐκ τῶν ἔργων αὐτοῦ δικαίωσιν, οὗτοι δὲ τὴν πίστιν, τοῦτο λέγοντες ὅτι κἂν μυρίοις τις | |
5 | ἐνέχηται κακοῖς, πιστεύσας μόνον τῷ Χριστῷ σύντομον ἁπάντων δέχεται· τὴν ἀπαλλαγήν, τῆς παρ’ αὐτοῦ δικαιώσεως ἀξιούμενος. ὅθεν ὁρισά‐ μενος αὐτήν, ὁμοῦ μὲν ὥστε οἰκειῶσαι τοῖς προειρημένοις, ὁμοῦ δὲ ὥστε καὶ μᾶλλον αὐτὴν δυνηθῆναι δεῖξαι παρὰ πᾶσι φαινομένην τοῖς ἐναρέτοις καὶ παλαιοῖς ἀνδράσιν, ἐπάγει· ἐν ταύτῃ γὰρ ἐμαρτυ‐ | |
10 | ρήθησαν οἱ πρεσβύτεροι. | |
11t | Hebr 11,19 | |
11 | Ἀκολούθως ἔτυχε τῇ ἑαυτοῦ πίστει· τῇ γὰρ ἀναστάσει πιστεύσας διὰ συμβόλων τινῶν ἀποθανόντα αὐτὸν ἐκομίσατο. τὸ γὰρ ἐν πολλῇ τοῦ θανάτου προσδοκίᾳ γενόμενον μηδὲν παθεῖν, τοῦ ἀληθῶς ἀναστησο‐ μένου σύμβολον ἦν, ὅσον τοῦ θανάτου πρὸς βραχὺ γευσά‐ | |
15 | μενος ἀνέστη μηδὲν ὑπὸ τοῦ θανάτου παθών. τὸ γοῦν ἐν παρα‐ βολῇ ἀντὶ τοῦ ἐν συμβόλοις. | |
17t | Hebr 12,1 | |
17 | Οὐχ ἁπλῶς εἶπεν ὅτι εἷς πᾶσι τῆς ἀνταποδόσεως καιρός—οὐ γὰρ τοῦτο ἦν αὐτῷ προκείμενον—ἀλλ’ ἵνα δείξῃ ὅτι καὶ τοσαῦτα μὲν πεποιηκότες, τοσαῦτα δὲ καὶ πεπονθότες διὰ πίστεως, ὅμως ἔτι περι‐ | |
20 | μένουσι τῶν ἐπαγγελθέντων τὴν ἀπόδοσιν, οὐ δυσχεραίνοντες, εἴ γε μεθ’ ἡμῶν κομιοῦνται τῶν ὑστέρων, ὅπερ τὴν ὑπομονὴν αὐτῶν ἐδείκνυ μείζονα, εἴπερ δὴ καὶ μετὰ θάνατον ἔτι περιμένουσι τοὺς ἀγωνίσασθαι ὁμοίως αὐτοῖς ὀφείλοντας ὥστε μετ’ ἐκείνων τυχεῖν τῆς τῶν καλῶν ἀπολαύσεως. μαρτύρων δὲ ἐνταῦθα οὐ τῶν πεπονθότων λέγει, ἀλλὰ | |
25 | τῶν μαρτυρούντων πρὸς τὴν πίστιν. | |
26t | Hebr 12,12—13 | |
26 | Ποῦ εἰσιν οἱ λέγοντες τὸν ἀπόστολον ἐν ταύτῃ τῇ ἐπιστολῇ ἀναιρεῖν τὴν μετάνοιαν διὰ τοῦ λέγειν· ἀδύνατον γὰρ τοὺς φωτισθέν‐ τας καὶ τὰ ἑξῆς πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν; πῶς ἄρα ταῦτα νοοῦσιν; πῶς τὰς παρειμένας χεῖρας καὶ τὰ | |
30 | παραλελυμένα γόνατα ἀνορθωθῆναι κελεύει; χωλοῦ | 210 |
211 | δὲ ἴασιν ποίαν βούλεται γενέσθαι ὁ μετάνοιαν τῶν ἡμαρτηκότων οὐ προσιέμενος; ὅτι γὰρ ταῦτα πιστοῖς γράφει, δῆλον ἐξ ὧν φησι πρὸς αὐτούς· ἀναμιμνήσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθη‐ | |
5 | μάτων. | |
6t | Hebr 12,17 | |
6 | Οὐ τὴν μετάνοιαν ἀνελεῖν διὰ τούτων βούλεται, ἀλλὰ διδάξαι ὡς οὐκ ἔνεστιν ἐν καιρῷ τὴν προσήκουσαν διόρθωσιν 〈μὴ〉 ἐπιδειξαμένους ὕστερον αὐτὴν ἀνακτᾶσθαι, ὅταν ὁ τῆς ἀνταποδόσεως καιρὸς καταλλήλως ἐπάγεσθαι τῷ ἑκάστου τρόπῳ μέλλῃ· οὐ γὰρ ἐναντία λέγειν ἐσπούδακεν | |
10 | ἑαυτῷ, καὶ ταῦτα οὕτως ἐκ τοῦ σύνεγγυς. γνοίη δ’ ἄν τις ἐκ τοῦ παρα‐ δείγματος ὅ φησιν. πρῶτον μὲν γὰρ ἐμνημόνευσε τοῦ Ἠσαῦ, τότε μὲν ἀθυμήσαντος ὅτε τῆς εὐλογίας οὐκ ἔτυχεν, μείναντος δὲ ἐπὶ τῆς τοῦ τρόπου κακίας ὁμοίως καὶ μετὰ τοῦτο. ἔπειτα οὐχὶ συγχωρήσεως ἁμαρ‐ τημάτων μετανοήσας οὐκ ἔτυχεν ἐκεῖνος· οὐ γὰρ τοῦτο ᾔτει τότε, ἀλλ’ | |
15 | εὐλογίαν ἣν κατὰ τὴν ἀξίαν τοῦ τρόπου τῷ ἀδελφῷ δοθεῖσαν ἀφαιρεθῆναι αὖθις οὐδαμῶς οἷόν τε ἦν καὶ δοθῆναι τούτῳ πάλιν. ἔστι μέντοι καὶ τοῦτο εὑρεῖν, ὡς οὐκ ἀνόνητα αὐτῷ πάντη τὰ δάκρυα ἐγένετο. ἀμέλει φαίνεται ὁ πατὴρ μετὰ τοῦτο παθὼν ἐπ’ αὐτῷ, καί τινας εὐλογίας αὐτῷ δεδωκώς. οὕτως οὐ τὴν μετάνοιαν ἀνελεῖν διὰ τούτων βούλεται. | |
20t | Hebr 12,26 | |
20 | Καλῶς ἀπὸ τῆς τοῦ προφήτου φωνῆς τῶν τε νῦν τὴν μεταβολὴν καὶ τῶν ὑστέρων τὸ βέβαιον συνίστησιν· τὸ μὲν γὰρ σείειν ἐπαγγεί‐ λασθαι τὴν μετάθεσιν αὐτῶν δηλοῖ πάντως ὡς ἐσομένην, τῇ δὲ τοῦ ἅπαξ προσθήκῃ τῶν μετὰ τοῦτο δηλοῖ τὸ ἀμετάθετον. | |
24t | Hebr. 13,7 | |
24 | Ἡγουμένους τοὺς παρ’ αὐτοῖς καταγγείλαντας τὸν λόγον τῆς | |
25 | εὐσεβείας καὶ τελειωθέντας ὑπὸ Ἰουδαίων αὐτόθι. πολλοὶ δὲ ἦσαν, οὐ Στέφανος μόνον καὶ Ἰάκωβος ὁ μαχαίρᾳ ἀναιρεθείς, ἀλλὰ καὶ ὁ τοῦ κυρίου ἀδελφὸς Ἰάκωβος, ἕτεροι δὲ πλεῖστοι σιωπῇ παραδεδομένοι. | |
28t | Hebr 13,16 | |
28 | Εὐποιΐαν εἶπεν εἰς ἔπαινον τοῦ γινομένου, κοινωνίαν δὲ | |
διὰ τὸ περὶ ὁμοπίστους γίνεσθαι ὡς ἂν δέον κοινωνοὺς ἡγεῖσθαι τοὺς | 211 | |
212 | τοιούτους τῶν προσόντων ἡμῖν, οὕτω μετὰ σπουδῆς ταῖς χρείαις αὐτῶν ἀρκεῖν αἱρουμένους. | |
3t | Hebr 13,22 | |
3 | Ἀντὶ τοῦ προσκαρτερήσατε τῇ ἀναγνώσει, ἐνέγκατε τῆς προσοχῆς | |
τὸν πόνον. | 212 |