TLG 4135 017 :: THEODORUS :: Fragmenta in epistulam ii ad Corinthios (in catenis)

THEODORUS Theol.
(Mopsuestenus: A.D. 4–5)

Cf. et THEODORUS Heracleensis vel THEODORUS Mopsuestenus Scr. Eccl. (2967)

Fragmenta in epistulam ii ad Corinthios (in catenis)

Source: Staab, K. (ed.), Pauluskommentar aus der griechischen Kirche aus Katenenhandschriften gesammelt. Münster: Aschendorff, 1933: 196–200.

Citation: Page — (line)

12t2 Kor 1,3
12 Συνετὸν τὸ ἀπ’ εὐχαριστίας καὶ μὴ διηγηματικῶς ἄρξασθαι τῶν συμβεβηκότων αὐτῷ, ὥστε μὴ δοκεῖν μεγάλα φρονεῖν ἐπ’ αὐτοῖς· καὶ οὐδὲ ἀπὸ τῆς θλίψεως ἤρξατο ἀλλ’ ἀπὸ τῆς παρακλήσεως, ὥστε
15φαίνεσθαι τὸ μὲν προκείμενον αὐτῷ τὴν ὑπὲρ τῆς παρακλήσεως εὐχαριστίαν, ὑπὸ δὲ τῆς ἀκολουθίας τοῦ λόγου δοκεῖν εἰς τὸν περὶ τῶν θλίψεων ἐξενηνέχθαι λόγον. Εὐλογητὸς ὁ θεός· ἐνταῦθα ὑποστικ‐ τέον, ἵνα ᾖ κατ’ ἔλλειψιν· νοεῖται γὰρ τὸ ἡμῶν ἀντὶ τοῦ εὐλογητὸς ὁ θεὸς ἡμῶν.
20t2 Kor 1,4
20 Ὁ λόγος ψιλός ἐστι τὸ τῆς ἡμετέρας παρακλήσεως ἀλλ’ ἔργον προειληφώς· πειραθέντες γὰρ τῆς παρὰ τοῦ θεοῦ παρακλήσεως μεμαθήκαμεν ἀφ’ ὧν πεπόνθαμεν παρακαλεῖν.
23t2 Kor 1,6
23Ἀντὶ τοῦ ἀληθῆ περὶ ὑμῶν ἐλπίζοντες πάσχειν αἱρούμεθα.196

197

(1t)

2 Kor 1,12
1 Τοῦτο εἶπεν, ἐπειδὴ διέβαλλον αὐτὸν οἱ ἐκ περιτομῆς λέγοντες ὅτι καὶ αὐτὸς φυλάττει τὸν νόμον, εἰ καὶ ὑμῖν ὡς ἀπ’ ἐθνῶν οὖσιν ἑτέρως διαλέγεται.
4t2 Kor 1,15
4Ἐντρεπτικώτατον τὸ καὶ ταύτ, ὡς οὐχ ὁμοίως ἔτι θαρρεῖν
5δυνάμενος τῷ μεταβεβλῆσθαι αὐτούς, καὶ οὐχ ὁμοίους εἶναι περὶ αὐτόν. ἐκ τῶν λεγομένων δὲ δῆλον, ὡς πολλὴν περὶ αὐτοὺς ἔσωζε τὴν διάθεσιν.
7t2 Kor 1,20
7 Ἔστι, φησί, τὸ ἀμὴν φωνὴ συγκαταθέσεως ἐπ’ εὐχαριστίας τῆς εἰς τὸν θεὸν γινομένης, ὡς ἐν τῇ προτέρᾳ αὐτός φησιν· ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ ἀμὴν ἐπὶ τῇ σῇ
10εὐχαριστί;
11t2 Kor 1,24
11 Κατὰ τὴν συνθήκην λείπει τὸ μέν, ἵνα ᾖ· τῇ μὲν γὰρ πίστει ἑστήκατε. λέγει δὲ τοῦτο· τῆς μὲν πίστεως ἕνεκεν οὐδαμῶς ὑμῖν ἐπιμέμφομαι—τὴν γὰρ ταύτης ὑγείαν περίκεισθε—ἕτερα δέ τινα παρ’ ὑμῶν πλημμελεῖται, ἅτινα διορθώσεώς τινος δεῖται.
15t2 Kor 2,13
15 Ἄνεσιν τοῦ πνεύματος καλεῖ τὸ δυνηθῆναί τι γενέσθαι κατάλληλον τῆς τοῦ πνεύματος δόσεως, ταῦτα δὲ ἦν ἡ ἑτέρων ὠφέλεια· οὐδὲ γὰρ ἔνεστιν ὑπολαβεῖν ὅτι Παῦλος ἀνθρωπίνης ἕνεκεν θλίψεως τὸ διδάσκειν ὑπερέθετο εὑρηκὼς τοὺς τὸ εὐαγγελικὸν κήρυγμα παρα‐ δέξασθαι δυναμένους.
20t2 Kor 3,7—11
20 Οὐκ εἶπεν ἡ διακονία τοῦ νόμου, ἐπειδὴ εἶχεν ἀξιοπιστίαν τινὰ καθ’ αὑτὴν ἡ τοῦ νόμου προσηγορία, ἀλλ’ ἡ τοῦ θανάτου—ἀπὸ τοῦ ἀποτελέσματος αὐτὸ μᾶλλον εἰρηκώς—ὥστε τὴν περὶ αὐτὴν μειῶσαι φαντασίαν. καλῶς δὲ καὶ τὸ καταργουμένην εἰς αὔξησιν τοῦ πράγματος, ἀντὶ τοῦ καὶ ταῦτα καταργουμένην. καλῶς δὲ καὶ τὸ
25ἔσται, ἐπειδὴ ἀπὸ τῶν μελλόντων πιστοῦται τῶν κατὰ τὸν Χριστὸν τὸ μέγεθος. Εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης. πολλῷ μᾶλλον τὸ μένον ἐν δόξ. καλῶς ἐπὶ μὲν ἐκείνου εἶπεν διὰ
δόξης, ἐπειδὴ πρὸς τῷ μηδένα ἕτερον μετασχεῖν τῶν ὁμοίων, καὶ197

198

αὐτὸς Μωϋσῆς πρὸς ὀλίγον τοιοῦτος ἐγένετο· ἐνταῦθα δὲ τὸ ἐν δόξ, ἅτε δὴ αὐτοῦ τε τοῦ Χριστοῦ καὶ τῶν κοινωνούντων τῆς δόξης ἀεὶ ἐν τοῖς αὐτοῖς ἐσομένων.
4t2 Kor 3,17
4Εἰ τὸν κύριον πνεῦμα εἰπεῖν ἠβούλετο, πνεῦμα ἂν εἶπεν ἁπλῶς,
5οὐ τὸ πνεῦμα μετὰ τῆς τοῦ ἄρθρου προσθήκης. ὥστε πνεῦμα ὁ θεός, εἰ καὶ τὰ μάλιστα εὔηθες τοῦτο εἰπεῖν. οὐ γὰρ ὥσπερ ἐν ἐκείνοις πρὸς τὴν Σαμαρεῖτιν διαλεγόμενος οἰομένην ἐν τόπῳ εἶναι τὸ θεῖον, ἀναγκαίως ἔφησεν αὐτὸ πνεῦμα εἶναι ἀσώματον, οὕτω κἀνταῦθα δεῖξαι ὅτι ἀσώματος ὁ κύριος, τῷ ἀποστόλῳ προέκειτο· φανερὸς γὰρ ὁ ἐν
10τούτοις σκοπὸς αὐτοῦ. ἐπειδὴ δὲ οὐ «πνεῦμα» εἶπεν ἀλλὰ τὸ πνεῦμα μετὰ τοῦ ἄρθρου, δηλονότι μὴ τὸν κύριον πνεῦμα λέγει ἀλλὰ τὸ πνεῦμα κύριον. οὐδὲ γὰρ ἔχοι ἄν τις διὰ πάσης δεῖξαι τῆς καινῆς διαθήκης τῇ τοῦ πνεύματος φωνῇ τὸν πατέρα ἢ τὸν υἱόν που σημαινόμενον, ἐπεὶ καὶ ὅταν λέγῃ πνεῦμα ὁ θεός, οὐ τῇ τοῦ πνεύματος αὐτὸν σημαίνει
15προσηγορίᾳ, ἀλλὰ θεὸν μὲν ὀνομάζει· πνεῦμα δὲ εἶναί φησιν οὐκ ἐπὶ σημασίᾳ τῇ κατὰ τὴν ὀνομασίαν αὐτὸ τεθεικώς, ὡς τὸ θεὸς καὶ κύριος καὶ πατὴρ καὶ υἱὸς καὶ ὅσα τοιαῦτα ἐπὶ τῆς θείας κεῖται γραφῆς, ἀλλ’ εἰς διδασκαλίαν τοῦ μὴ περιγραπτὸν ἐν τόπῳ εἶναι.
19t2 Kor 4,7
19Τὸ ἵνα οὐκ ἐπ’ αἰτίας λέγεται, ἀλλὰ συνήθως τὸ ἑπόμενον.
20t2 Kor 4,14
20 Καλῶς τὸ εἰδότες, ὡς ὅτι δὴ ὁμολογουμένης παρ’ αὐτοῖς τῆς τοῦ Χριστοῦ ἀναστάσεως, ᾗ πάντως εἵπετο τὰ ὅμοια καὶ ἐπὶ τῶν λοιπῶν πιστεύειν αὐτούς. συνῆψε δὲ καὶ σὺν ὑμῖν, ὡς ἂν μὴ νομισθῇ ἴδιον αὐτοῦ μόνου εἶναι τὸ πρᾶγμα λέγειν.
24t2 Kor 5,9
24Τὸ φιλοτιμούμεθα τέθεικεν πολλὴν ἐμφαίνων σπουδὴν ἣν
25περὶ τοῦτο ἐπιδείκνυσθαι ἡμᾶς βούλεται.
26t2 Kor 5,11
26Ἀπὸ τοῦ εἰδότες οὖν τὸν φόβον τοῦ κυρίου καθαπτό‐
μενος αὐτῶν παρενέθηκεν, λοιπὸν δὲ τὰ ἀκόλουθα τοῖς προκειμένοις198

199

ἀποδέδωκεν· καὶ γὰρ συνεχόμεθα, φησίν, ὑπὸ τῆς περὶ τὸν Χριστὸν ἀγάπης εἰς τὸ πάντα πράττειν κατὰ τὸ δοκοῦν αὐτῷ.
3t2 Kor 6,6
3 Ἵνα εἴπῃ· καὶ περὶ τοὺς ἀγνώστους καὶ περὶ τοὺς γνωρίμους σπουδάζοντες εἶναι μακρόθυμοι· ἀγνότητι γάρ, οὐκ ἀγνείᾳ ἀλλ’
5ἀγνοίᾳ φησίν.
6t2 Kor 7,8
6 Προάγομαι, φησί, περὶ πάντων γράφειν καὶ ὧν οὐδένα ποιοῦμαι λόγον, εἰς μείζονα διάθεσιν ὑμᾶς τῇ βαρύτητι τῶν ῥημάτων ἐξελκόμενος.
8t2 Kor 8,23
8 Τὸ δὲ εἴτε καὶ εἴτε ἐνταῦθα οὐ κατ’ ἀκρίβειαν διαιρέσεώς τινος ἕνεκεν τέθεικεν ἀλλὰ συνήθως, ἀδιαφορίαν πολλὴν ἐπὶ τῆς φράσεως
10ἐνδεικνύμενος.
11t2 Kor 10,3—4
11 Σάρκα πᾶν τὸ πρόσκαιρον λέγει καὶ εὐδιάλυτον. ἐπειδὴ τοίνυν τῆς κατὰ νόμον ἀγωγῆς τὰ προστάγματα θνητοῖς ἁρμόζειν δύναται μόνον κατὰ τὸν παρόντα βίον—ἐπὶ γὰρ τοῦ μέλλοντος αἰῶνος ὅτε πάντες ἄφθαρτοί τε καὶ ἀθάνατοι μέλλομεν εἶναι, οὐδεμία τούτων
15φυλακὴ τῶν νομίμων παρείσδυσιν ἔχει—κατὰ σάρκα λέγει περι‐ πατεῖν τὸ κατὰ νόμον ζῆν. καὶ πάλιν φησίν· εἰ γὰρ καὶ θνητοὶ ἔτι τυγχάνομεν, ἀλλ’ οὐ θνητὴν στρατιὰν στρατευόμεθα.
18t2 Kor 10,5—6
18 Ἀντὶ τοῦ ἐπὶ τῷ πληρωθῆναι ὑμῶν τὴν ὑπακοήν· βούλεται γὰρ εἰπεῖν ὅτι καὶ τοὺς ἀπειθεῖς εἴτε τῶν ἀλλοτρίων εἴτε καὶ τῶν οἰκείων
20τιμωρούμεθα ταῖς τοῦ πνεύματος ἐνεργείαις, ἐπὶ τῷ διὰ πάντων ὑμῶν τῶν πιστευόντων τὴν ὀφειλομένην τῷ Χριστῷ πληροῦσθαι ὑπακοήν.
22t2 Kor 11,29
22 Ἀσθενοῦντας μὲν λέγει τοὺς ἁμαρτάνοντας, οἷον εἰπεῖν ὡς τὸν παρὰ Κορινθίοις ἡμαρτηκότα· σκανδαλιζομένους δὲ τοὺς ἐν
αὐτῷ τῷ τῆς εὐσεβείας παρατρεπομένους λόγῳ.199

200

(1t)

2 Kor 12, 1—4
1 Ἐπειδὴ τοῦ θεοῦ δείκνυται τὰ γενόμενα, φησίν· ὑπὲρ τοῦ τοιούτου καυχήσομαι. εἰ δὲ ὑπὲρ ἐμαυτοῦ καυχᾶσθαι ἀναγκαζοίμην, τὰς ἀσθενείας προβαλοῦμαι μόνον. τὸ δὲ ἤκουσεν ὡς ἀπὸ τῆς ἀπο‐ καλύψεως εἶπεν, ὡς ἂν δίκην ἀκοῆς τὴν γνῶσιν αὐτῶν δεξάμενος,
5οἷόν ἐστι τὸ τοῦ προφήτου· τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; ἀκοὴν λέγοντος τὴν ἀποκάλυψιν δι’ ἧς ὥσπερ διά τινος ἀκοῆς τῶν προσηκόντων τὴν γνῶσιν ἐλάμβανεν. τὰ δὲ ῥήματα πράγματα εἶναί φησιν· ἑωρακέναι γὰρ αὐτὸν τοῦ παραδείσου τὸ κάλλος εἰκός, καὶ τὰς ἐν ἐκείνῳ τῶν ἁγίων χορείας καὶ τὴν παναρμόνιον τῆς ὑμνῳδίας φωνήν.
10t2 Kor 13,11
10Ταῦτα οὐχ ὡς συμβουλεύων ἀλλ’ ἐπευχόμενος αὐτοῖς φησιν, ἀντὶ
τοῦ εἴη ὑμᾶς χαίρειν, προκόπτειν καὶ τὰ ἑξῆς.200