TLG 4135 016 :: THEODORUS :: Fragmenta in epistulam i ad Corinthios (in catenis)

THEODORUS Theol.
(Mopsuestenus: A.D. 4–5)

Cf. et THEODORUS Heracleensis vel THEODORUS Mopsuestenus Scr. Eccl. (2967)

Fragmenta in epistulam i ad Corinthios (in catenis)

Source: Staab, K. (ed.), Pauluskommentar aus der griechischen Kirche aus Katenenhandschriften gesammelt. Münster: Aschendorff, 1933: 172–196.

Citation: Page — (line)

16t1 Kor 1,1—2
16 Ἑκάτερα συνυπακούεται τά τε τῶν γραφόντων προσώπων καὶ τῶν Κορινθίων πρὸς οὓς τὸ γράμμα ἐγίνετο, ἀντὶ τοῦ ἐγώ τε καὶ Σωσθένης γράφομεν μετὰ πάντων τῶν παρ’ ἡμῶν ταύτην ἀσπαζομένων τὴν ἐπίκλησιν, κοινωνούς τε τῆς τοῦ γράφειν αὐθεντίας τοὺς παρ’ ἡμῖν
20τοιούτους ἅπαντας λαμβάνοντες καὶ τὸν τῆς προσηγορίας ταύτης ἀλλότριον εἰς τὴν κοινωνίαν ταύτην οὐκ εἰσδεχόμενοι. ὑμῖν δὲ τοῖς Κορινθίοις ἐπιστέλλομεν ταῦτα, τοῖς ἡγιασμένοις ἐν Χριστῷ καὶ δι’ αὐτοῦ κεκλημένοις μετὰ πάντων ἅπαξ ἁπλῶς τῶν παρ’ ὑμῖν
ταύτην ἀσπαζομένων τὴν προσηγορίαν.172

173

(1t)

1 Kor 1,7—8
1 Λοιπὸν γάρ, φησί, πεπληρωμένους τῶν καλῶν πρὸς τὰ μέλλοντα βλέπειν προσήκει, τὴν δευτέραν παρουσίαν τοῦ Χριστοῦ ἀπεκδεχομένους, ὅτε βεβαίαν ἐστὶν ἁπάντων ὁμοῦ δέξασθαι τῶν καλῶν τὴν ἀπόλαυσιν· ᾐνίξατο γὰρ διὰ τούτου ὡς ἐν τῷ βίῳ τούτῳ καθεστῶτας οὐ δυνατὸν
5ἀφρόντιδας εἶναι ἐπὶ τοῖς δοθεῖσιν ἤδη μεγάλα φρονοῦντας, εἴπερ δὴ τὴν δευτέραν αὐτοῦ παρουσίαν περιμένομεν ἐπὶ κρίσει τῶν βεβιω‐ μένων ἡμῖν.
8t1 Kor 1,12—13
8 Τοῦτ’ ἔστι κατὰ μερίδα τινὲς μὲν τὸν Χριστὸν ἔλαχον λαβεῖν, ἄλλοι δὲ ἄλλον· οἱ μὲν Κηφᾶν, οἱ δὲ Ἀπολλῶ ὃς λέγεται πρῶτος ἐπίσκοπος
10γεγονέναι ἐν Κορινθίοις.
11t1 Kor 1,17—18
11 Ὁ τοῦ σωτῆρος σταυρὸς οὐ κεκένωται, ὅτι μὴ ἐν ψιλοῖς ἔχει λόγοις ἀλλ’ ἐν αὐτῷ τῷ πράγματι τὸ σεπτόν τε καὶ ἀξιάγαστον. πλὴν λελόγισται μωρία παρά γε τοῖς οὐκ εἰδόσι τὴν ἀλήθειαν, ὅτι μὴ ἔνεστιν αὐτῷ τὸ ὡς ἐν λέξει λαμπρὸν καθάπερ ἀμέλει καὶ τοῖς παρ’
15αὐτοῖς λογάσιν. ἀλλ’ ἐκεῖνοι μὲν καλλιλεξίᾳ καταχρωννύντες τὸ ψεῦδος, ἀποδέουσι κατ’ οὐδὲν τῶν τὰ δηλητήρια μέλαι συγκρινόντων· οἱ δέ γε τῶν θείων κηρυγμάτων ἱερουργοὶ γεγονότες ἁπλῆν ὥσπερ καὶ τῶν ἔξωθεν ὡραϊσμῶν ἐλευθέραν προτιθέασι τὴν ἀλήθειαν.
19t1 Kor 1,22—25
19Ἀντὶ τοῦ πρὸς ἅπαντας τοὺς ἐναντίους τῆς εὐσεβείας ἡμεῖς τὸν
20σταυρὸν τοῦ Χριστοῦ προβαλλόμεθα. οἷα δὲ τὰ κατὰ τὸν σταυρὸν ἐξη‐ γούμενός φησιν ὅτι οἱ Ἰουδαῖοι νομίζουσι μὲν αὐτὸν ἀτιμίαν, Ἕλληνες δὲ μωρίαν, ἡμεῖς δὲ καὶ δύναμιν καὶ σοφίαν εἶναι τοῦ θεοῦ
πιστεύομεν αὐτόν, τῶν δι’ αὐτοῦ κατορθωθέντων τὸ μέγεθος ἀκριβῶς173

174

ἐπιστάμενοι· δύναμιν δὲ θεοῦ νῦν καὶ σοφίαν οὐ τὴν θεότητα τοῦ μονο‐ γενοῦς, ἀλλὰ τὸ περὶ τοῦ σταυροῦ κήρυγμα καὶ οἱονεὶ αὐτὴν τὴν φύσιν τοῦ πράγματος εἰρῆσθαι ὑπολαμβάνοντες. καὶ διελέγχει γε, φασί, τοὺς Ἀρείου καὶ Εὐνομίου κακῶς ἐντεῦθεν πειρωμένους δεικνύναι σοφίαν τὸν θεὸν λόγον
5ὀνομαζόμενον. ἐντεῦθεν γὰρ καὶ τὴν ἐκ τῆς Παροιμιακῆς φωνῆς βλασφημίαν κατασκευάζουσιν. δείξας δὲ ὁ θεῖος ἀπόστολος τὸ τῆς φυσικῆς συνέσεως ἄτονον καὶ τὸ εὔηθες τῶν ἐπ’ αὐτῇ μεγαλοφρονούντων, τοῦτο δὲ ἀπὸ τῆς τῶν πραγμάτων συνεξετάσεως ἐπὶ τὸ καθελεῖν μὲν τὸν τῦφον τοῦ διὰ τοῦτο κατάρχειν καὶ πρωτεύειν βουλομένου τῶν λοιπῶν. ἀποδείξας
10δὲ τὸ εὔηθες τῶν ἐπ’ αὐτῷ μεγάλα φρονούντων, ὡς ἐν ἀγαθοῦ δὴ τίθεσθαι μοίρᾳ τὸ καὶ ἀπ’ αὐτοῦ καλεῖσθαι, ἐπὶ τρίτην ἀπόδειξιν μεθίσταται μάλα ἐντρεπτικὴν τὴν ἀπ’ αὐτῶν.
13t1 Kor 1,26
13Ἵνα εἴπῃ· ἐν ὑμῖν κατὰ τόνδε τὸν βίον.
14t1 Kor 1,23
14Ἐν τῇ πρὸς Ῥωμαίους τὰ ὄντα καὶ μὴ ὄντα ἑτέρως ἐνοήθη
15κατὰ τὴν τοῦ προκειμένου ἀκολουθίαν· ὧδε δὲ τὰ μὴ ὄντα λέγει τὰ εὐτελῆ καὶ παρὰ τοῖς πολλοῖς εὐκαταφρόνητα, ὄντα δὲ τὰ λαμπρὰ καὶ δυνατὰ καὶ εὐδόκιμα.
18t1 Kor 1,29
18 Πᾶσα σάρξ, πᾶς ἄνθρωπος σαρκικὸς ἐπὶ σαρκικοῖς ἔχων τὸ φρόνημα, οἷον πλούσιος σοφός, εἴ τις τοιοῦτος, ἵνα μὴ καυχήσηται
20ὡς διὰ τὴν ἑαυτοῦ δόξαν κατορθῶν τὸ κήρυγμα, ἀλλὰ διὰ τὴν χάριν τοῦ θεοῦ· ἡ γὰρ καύχησις κἂν ἐπὶ καλοῖς ἔργοις γένηται, βλάπτει τοῦ καυχωμένου τὴν ψυχήν. ὁ οὖν ἐπὶ κοσμικοῖς πλεονεκτήμασι καυχώμενος καὶ μὴ ταπεινῶν ἑαυτὸν πάντως σαρκικός ἐστιν.
24t1 Kor 2,6—7
24Σοφίαν λέγει τὸν περὶ τοῦ σταυροῦ καὶ τῆς ὅλης οἰκονομίας
25λόγον, ἥτις ἀπεκρύβη, ἣν καὶ κηρύσσομεν. ἄρχοντας δὲ τοῦ αἰῶνος τούτου λέγει τὰς πονηρὰς δυνάμεις. εἰ δὲ οὗτοι ἠγνόησαν, πολλῷ μᾶλλον οἱ ἄνθρωποι δι’ ὧν οἱ δαίμονες τὸν κύριον ἐσταύρωσαν. ἄλλοι δὲ ἄρχοντας τοῦ αἰῶνος τούτου Ἡρῴδην καὶ
Πιλάτον φασιν.174

175

(1t)

1 Kor 2,12
1 Κόσμον γὰρ τὴν σύμπασαν ὀνομάζει κτίσιν, καθὼς ἑτέρωθί φησιν ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις.
4t1 Kor 2,12—13
4Οἱ τὸ πνεῦμα τοῦ κόσμου ἔχοντες οὐ δύνανται εἰδέναι τὰ
5τοῦ θεοῦ μυστήρια, ἀλλ’ ἡ μεῖς οἱ τὸ ἐκ θεοῦ πνεῦμα λαβόν‐ τες. ἃ καὶ λαλοῦμεν, τὰ ἀποκαλυφθέντα ἡμῖν καὶ χαρισθέντα εἰς σωτηρίαν τῆς οἰκονομίας μυστήρια, πνευματικοῖς ἀνθρώποις τὰς πνευματικὰς διδασκαλίας σαφηνίζοντες.
9t1 Kor 2,13
9Ἀντὶ τοῦ διὰ τῶν τοῦ πνεύματος θαυμάτων τὴν τοῦ πνεύματος
10διδασκαλίαν πιστούμεθα· τὸ γὰρ συγκρίνοντες οὐκ ἀντὶ τοῦ παρεξετάζοντες λέγει, ἀλλ’ ἀντὶ τοῦ ἀποδεικνύντες, συγκρίνειν τὸ ἀποδεικνύναι εἰρηκὼς ἐπὶ τοῦ παρόντος ἐκ μεταφορᾶς τῶν τῇ συγκρίσει μείζονα τοῦ δοκιμωτέρου τὴν ἀπόδειξιν ποιουμένων.
14t1 Kor 3,9
14Συνεργο, ἀντὶ τοῦ ὑπουργοὶ καὶ ὑπηρέται.
15t1 Kor 3,14—15
15 Τὰ κάλλιστα τῶν διδαγμάτων οὐ συγκαταλύεται τῷ παρόντι βίῳ μένει δὲ λαμπρότερα ἐπὶ τῶν ἔργων τότε δεικνύμενα. ὃς ἂν οὖν ταῦτα διδάσκῃ, φησίν, ἃ καὶ τότε δύναται μένειν μειζόνως τοῦ δεσπότου φανέντος κυρίου, κομιεῖται τὸν ὑπὲρ τούτων πάντως μισθόν· ὃς δ’ ἂν τὰ ἐναντία διδάσκῃ, φησίν, ἄχρι μὲν τοῦ παρόντος βίου δύναταί πως
20κρατεῖν, ἀφανίζεται δὲ πάντως τῷ τῆς συντελείας καιρῷ. οὐ μόνον ζημιοῦται τῶν ἐνταῦθα πόνων τὸν μισθὸν ὃν ἠδύνατο καρποῦσθαι πονεῖν ὑπὲρ τῶν καλλίστων αἱρούμενος, ἀλλὰ κἂν σώζηται διά τινα ἑτέραν αἰτίαν σώζειν αὐτὸν δυναμένην, οὐ διαφυγὼν τὴν διὰ πυρὸς ἐξέτασιν, ἣν ὑποσχεῖν αὐτὸν ὑπὲρ τῶν χειρίστων ἀνάγκη διδαγμάτων·
25τοῦτο γὰρ λέγει τὸ οὕτως δὲ ὡς διὰ πυρός.175

176

Τὸ καθ’ ἑξῆς τοῦ νοήματος οὕτως θέλει· οὕτως δὲ καυθήσεται ὡς διὰ πυρός. ἤτοι ἐπειδὴ εἶπεν· αὐτὸς δὲ σωθήσεται, τοῦτο λέγει ὅτι τῶν διδαχθέντων ἡ ἀπείθεια οὐ κατακρίνει τὸν διδάσκαλον· εἰ γὰρ καὶ μὴ μισθὸν λήψεται ἀλλὰ κατακριθήσεται, ἀλλὰ σωθήσεται πλὴν εἰ
5μὴ ἐπ’ ἰδίοις πταίσμασι τὸ πῦρ ἀποκατασχεῖ παριόντα. οὕτως οὖν, φησί, σωθήσεται, οὐχ ὡς πάντως διαφευξόμενος τὴν δίκην, ἀλλ’ ὡς ἐπὶ τοῖς ἰδίοις ἔργοις διὰ πυρὸς δοκιμασθησόμενος.
8t1 Kor 3,16
8 Ὁ εἰς τὸν Χριστὸν πιστεύων διὰ τῆς τοῦ λουτροῦ παλιγγενε‐ σίας ἔνοικον δέχεται τὸ ἅγιον πνεῦμα καὶ πνευματικός
10ἐστιν. ἐὰν δὲ δουλεύσωσι κοσμικοῖς πάθεσιν, κατὰ τοῦτο σαρκικοί εἰσιν. φησὶν οὖν ὅτι πνευματικοὶ γεγονότες κατὰ τὴν ὁμολογίαν, σαρκικῶς ζῆτε τὸ ἐνοικῆσαν ἐν ὑμῖν ἅγιον πνεῦμα ὑβρίζοντες. οὕτως οὖν καὶ πνεύματος ἁγίου τυχόντες ναὸς θεοῦ εἰσιν, καὶ κοσμικοῖς ἐνεχόμενοι καλοῦνται σαρκικοὶ καὶ οὐ μάχεται ἑαυτῷ
15ὁ ἀπόστολος τοὺς αὐτοὺς καὶ τοῦ θεοῦ καλῶν καὶ σαρκικοὺς ὀνομάσας.
17t1 Kor 3,18—19
17 Ὥσπερ εἶπεν ὅτι τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν, οὕτως ἐκ τοῦ ἀντιστρόφου τὴν σοφίαν τοῦ κόσμου μωρίαν εἶναι παρὰ τῷ θεῷ φησιν, ἐπειδὴ
20διὰ δεινότητος λόγων τὴν φύσιν τῶν ὄντων εὑρεῖν προσεδόκησαν. διὸ εἴ τις δοκεῖ εἶναι σοφός, ἑλέσθω μᾶλλον εἶναι μωρὸς κατὰ θεόν, ὅτι τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώ‐ πων ἐστίν.
24t1 Kor 3,21
24Πάντα 〈ὑμῶν〉 ἀντὶ τοῦ δι’ ὑμᾶς. ἢ πάντα ὑμῶν εἶπεν
25κατὰ τὸ ἔχειν ἐξουσίαν αἱρεῖσθαι ὃ βουλόμεθα ἢ τὰ βελτίω ἢ τὰ χείρω.
26t1 Kor 4,6
26Καὶ εἰς Κηφᾶν μετασχηματίσας ἄνω, ἀλλὰ ὧδε οὐκ ἐμνήσθη
αὐτοῦ αἰδούμενος τὸν ἄνδρα.176

177

(1t)

1 Kor 4,7
1Διακρίνει· διερευνᾶ καὶ ἀντεξετάζει πρὸς ἄλλον.
2t1 Kor 4,8
2 Τοῦτ’ ἔστιν ἡμῶν μηδέπω βασιλευσάντων ὑμεῖς ἐφθάσατε βασιλεῦ‐ σαι, ὁπότε καὶ κριταὶ τῶν ἄλλων κατέστητε· ἐν γὰρ τῷ καιρῷ τῆς βασι‐ λείας τῶν οὐρανῶν οἱ ἅγιοι τὸν κόσμον κρινοῦσιν.
5t1 Kor 4,10
5 Αἱρούμεθα ἡμεῖς εἶναι μωροὶ διὰ Χριστόν, ἵνα ὑμεῖς γένησθε φρόνιμοι ἐν Χριστ.
7t1 Kor 4,12—13
7 Τὸ γὰρ ἐπὶ τοσούτοις μηδεμίαν ἔχειν ἔξωθεν παραμυθίαν ἀλλὰ καμάτῳ πορίζεσθαι τὴν ἐφήμερον τροφήν, ἀνύποιστον ἐποίει τῶν κακῶν τὴν πεῖραν. λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι
10ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν. λοι‐ δορίαν λέγει τὰς εἰς αὐτὸν ὕβρεις, βλασφημίαν δὲ τὰ παρὰ τῶν ἐναντίων λεγόμενα ἐπὶ διαβολῇ βίου· ὅθεν ἐπὶ μὲν τοῦ πρώτου τὸ εὐλογοῦμεν τέθεικεν ἀντὶ τοῦ εὐχόμεθα ὑπὲρ τῶν ὑβριζόντων, ἐπὶ δὲ τοῦ δευτέρου παρακαλοῦμεν ἀντὶ τοῦ ἠπίως τοῖς διαβάλλουσι
15διαλεγόμεθα παρακαλοῦντες μὴ καταψεύδεσθαι ἡμῶν. Τὸ περίψημα ἐκ μεταφορᾶς εἴρηται τῶν τὰς τραπέζας μετὰ τὸν τοῦ φαγεῖν καιρὸν ἀποψώντων καὶ ἀπορριπτούντων ὡς περιττὰ ψήγματα. Διὰ τὸν Χριστὸν ταπεινοῦντες ἑαυτούς, ἐσμὲν πάντων
20ἀπόψημα καὶ ἀπόμαγμα, εὐτέλεια καὶ περιύβρισμα.
21t1 Kor 4,14
21Ἐντρέπων ὑβρίζων.
22t1 Kor 4,18—19
22 Ἐπειδὴ ἦσάν τινες ἐπὶ σοφίᾳ κοσμικῇ πεφυσιωμένοι, ἐκ προοιμιῶν διαβάλλει τούτους καὶ φανερώτερον αὐτοὺς σκώπτει ὡς
καταπατοῦντας τοὺς κατὰ θεὸν σοφούς. ἐπεὶ οὖν, φησίν, οὕτως διετέθη‐177

178

σαν ὡς ἐμοῦ μὴ ἐρχομένου καὶ ἐλέγξοντος αὐτούς, καὶ τὴν τού‐ των ἀσθενῆ καὶ ἀνενέργητον σοφίαν, ἔφη, σεμνύνονται· οὐ γὰρ λόγον αὐτοὺς ἀλλὰ δύναμιν σοφίας ἀπαιτήσειν ἐλεύσομαι ταχέως, φησίν.
5t1 Kor 5,5
5 Ἐδυσώπησε τῇ μνήμῃ τοῦ Χριστοῦ ὥστε μὴ τῇ χάριτι τῇ πρὸς ἐκεῖνον παριδεῖν τὸ δέον· παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστο. τὸ μὲν παραδοῦναι τῷ σατανᾷ οὐχ ὡς αὐτὸς τοῦτο γενέσθαι ὁρίζων
10εἶπεν, ἀλλ’ ὡς ἂν τῷ τῆς ἐκκλησίας ἐξεωθῆναι διὰ τῆς τοῦ θεοῦ ἀλλοτριώσεως ὑπὸ τὴν τοῦ σατανᾶ γενομένου ἐξουσίαν· ἡ μὲν γὰρ παρ’ αὐτοῦ τιμωρία ἦν τὸ τῆς ἐκκλησίας αὐτὸν ἐξῶσαι, ἐκ δὲ τούτου πάντως ἐκεῖνο συνέβαινεν. ὁ μέντοι ἀπόστολος ἀντὶ τῆς τιμωρίας τὸ ἀποβαῖνον εἶπεν ὥστε φοβῆσαι μᾶλλον. ἐξεῶ δέ, φησίν, αὐτόν, οὐκ ἀλλοτριῶσαι
15πάντη βουλόμενος, ἀλλ’ 〈ἵνα〉 τοῦ οἰκείου αἰσθόμενος πλημμελήματος μεταμελείᾳ τινὶ κατὰ τὸν παρόντα βίον συντρίψας ἑαυτὸν δυνηθῇ τῆς μελλούσης σωτηρίας ἄξιον ἑαυτὸν καταστῆσαι. ὄλεθρον εἶπε σαρκὸς τὴν κατὰ τὸν παρόντα βίον διὰ τῆς μεταμελείας συντριβήν. καὶ ἐπειδὴ ἡ ἀνάστασις ἡμῶν τῇ τοῦ πνεύματος δυνάμει γενέσθαι μέλλει, πολλάκις
20ἐπὶ τῆς ἀναστάσεως καὶ τῆς ἀθανασίας τὴν τοῦ πνεύματος λαμβάνει σημασίαν· οὕτως ἐν τῇ πρὸς Ῥωμαίους φησίν· ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ’ ἐν πνεύματι, ἀντὶ τοῦ ἔξω τῆς τοῦ θανά‐ του γεγονότες ἀποφάσεως, ἐν ἐλπίδι τῆς ἀθανασίας καθεστήκατε. Ὁμονύμως τῷ πνεύματι καὶ τὸ πνευματικὸν χάρισμα λέγεται
25οὗ τις τυγχάνει ἐν τῷ λουτρῷ τῆς παλιγγενεσίας, ὅπερ κατα‐ φρονηθὲν σβέννυται. διό φησιν· δεῖ μετανοίας, ἵνα κἂν οὕτως ἐπανα‐ δράμῃ αὐτῷ τὸ πνευματικὸν χάρισμα, καὶ διασωθῇ αὐτὸς ἐν ἡμέρᾳ κρίσεως.
29t1 Kor 5,7
29Παλαιὰν τὴν ἁμαρτίαν λέγει ᾗ ὁ παλαιὸς συζῇ ἄνθρωπος·
30ζύμην δὲ ὅτι ἐξ ὀλίγου συνεξομοιοῖ τοὺς πλησιάζοντας.
31t1 Kor 5,8
31Ἀκολούθως καὶ νῦν ἐχρήσατο τῇ ἐπαγωγῇ μετὰ τὴν ἀπόφασιν·
ὡς γὰρ παρὼν καὶ ἐξώσας αὐτὸν οὕτω πρὸς τοὺς παρόντας λοιπὸν178

179

διαλέγεται καί φησιν· ὁ τῷ κακῷ συνημμένος κατὰ διάθεσιν ἀναγκαίαν δέχεται τῷ χρόνῳ τὴν πρὸς αὐτὸν κοινωνίαν. καὶ ἀκολουθῶν τῷ παρα‐ δείγματι, ἀπὸ τῶν πραγμάτων τὴν πρὸς αὐτοὺς ποιεῖται παραίνεσιν.
4t1 Kor 6,1—3
4Ζητήσειεν ἄν τις τίνος ἕνεκεν ἐν τῇ πρὸς Ῥωμαίους πᾶσαν
5ἐξουσίαν ἀπὸ θεοῦ φάσκων εἶναι καὶ σφόδρα γε ἐπαίρων, ἐν‐ ταῦθα ἀδίκους αὐτοὺς ἐκάλεσε καθ’ ὅλου. ὅτι ἐκεῖ μὲν περὶ τοῦ δεῖν τὰ ὀφειλόμενα κἀκείνους πληροῦν διαλεγόμενος, ὑπὸ θεοῦ κἀκεῖνα εἰκότως τετάχθαι λέγει αὐτὰ καθ’ αὑτὰ ἀπὸ τοῦ σκοποῦ καθ’ ὃν τέτακται κρίνων αὐτά· ἐνταῦθα δὲ πρὸς τοὺς †† διὰ τὸ βούλεσθαι τῷ
10τε χρόνῳ καὶ τῇ περιουσίᾳ καὶ τῇ δυναστείᾳ συντρίβειν αὐτούς· πρὸς γὰρ οὐδὲν τούτων οἱ πένητες ἐξαρκεῖν δυνάμενοι, οὐ ῥᾳδίως τοῦ δικαίου τυγχάνειν δύνανται. ἀδίκους ἐκάλεσεν ἀπὸ τῆς τούτων γνώμης, ἀντὶ τοῦ καταφεύγειν ἐπ’ ἐκείνους παρ’ οἷς δύνῃ συγκαλύψαι τὴν κατὰ τοῦ πένητος ἀδικίαν διὰ πολλῶν· ὅθεν καὶ καλῶς εἶπεν τολμ. οὐκ
15οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσιν; παραιτεῖσθε, φησί, τούτους ὑμεῖς, ὧν ἡ ἀρετὴ πάντα κρίνει τὸν κόσμον, οὐ κατ’ ἐξέτασιν ἀλλὰ κατὰ παράθεσιν. Ὑφ’ ὧν ἅπας ὁ κόσμος κρίνεται, χρημάτων ἀμφισβήτησις ὑπὸ τούτων οὐ δύναται διαλύεσθαι; ἐντρεπτικώτατον δὲ μάλιστα τὸ εἰ ἐν
20ὑμῖν, συμπεριλαβὼν καὶ τοὺς παραιτουμένους, ὡς ἂν αὐτῶν ἑαυτοὺς παραιτουμένων ἐν τῷ παραιτεῖσθαι τοὺς ὁμοπίστους. κατ’ αὔξησιν δέ φησιν· οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν; ὡς γὰρ μεῖζον τοῦτο ἐπήγαγεν. ἐπὶ μὲν οὖν τοῦ κόσμου ἐλάχιστα κριτήρια τὰ περὶ τῶν χρημάτων ἐκάλεσεν, ὡς ἄγαν ὄντα μικρὰ τῇ πρὸς ἐκεῖνον
25συγκρίσει, ἐπὶ δὲ τῶν ἀγγέλων βιωτικ, ὡς ἂν ἐκείνων οὐ κατὰ τὸν βίον τοῦτον ὄντων. Οὐκ ἐβούλετο αὐτοὺς παρὰ τοῖς ἔξω δικάσασθαι, ἵνα μὴ τὰ πταίσματα τῶν σεμνότητα καὶ δικαιοσύνην διδασκομένων σκάνδαλον τοῖς ἔξω γένηται.
30t1 Kor 6,4—5
30 Βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξου‐ θενημένους ἐν τῇ ἐκκλησί, τούτους καθίζετε. καὶ ἵνα
μὴ δοκῇ κελεύειν αὐτοῖς ἀληθῶς τοὺς ἁπάντων εὐτελεστέρους ἐπιζητεῖν179

180

οἵτινές εἰσιν, καὶ τούτους ἐπὶ τῶν τοιούτων αἱρεῖσθαι κριτάς, πρὸς ἐντροπὴν ὑμῖν, φησί, λέγω. τίνες δὲ οἱ κρίνειν ὀφείλοντες, ἐπάγει. Πρὸς τὸ ἐντρέψαι ὑμᾶς καὶ ἀγαγεῖν εἰς διόρθωσιν ταῦτα ἐγκαλῶν.
5t1 Kor 6,11
5 Ταῦτα γάρ, φησίν, εἰ καὶ πρότερον ἐπράττετε, ἀλλὰ νῦν τετυχηκότες ἁγιασμοῦ τῇ τοῦ πνεύματος μετουσίᾳ διὰ τῆς ἐπὶ τὸν Χριστὸν πίστεως, μετὰ πάσης ἀποφεύγειν προσήκει τῆς σπουδῆς.
8t1 Kor 6,12
8 Ἀλλὰ τοῦτο φῄς, φησίν, ὅτι πάντα μοι ἔξεστιν. εἶτ’ αὐτὸς ἐπιφέρει· ἀλλ’ οὐ πάντα συμφέρει, οὐκ ἀνελὼν τὸ ἐξεῖναι τέως
10ἀλλὰ τὸ [μὴ] δεῖν τῇ ἐξουσίᾳ κεχρῆσθαι· ἐπειδὴ γὰρ οὐ πάντα συμφέρει, δῆλον ὡς οὐ πᾶσι χρηστέον ἀλλὰ τοῖς ὠφελοῦσι μόνοις. εἶτα πάλιν τὴν ἀντίθεσιν τεθεικὼς ἑτέρως αὐτὴν μεθώδευσεν· πάντα μοι ἔξεστιν, ἀλλ’ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. ὁρῶ γάρ, φησίν, οὐδὲ τὴν ἐξουσίαν μοι σωζομένην ἀκέραιον, ἄνπερ δὴ πᾶσιν
15ἁπλῶς ὑπάγωμαι, μὴ πρὸς τὸ συμφέρον τὴν χρῆσιν αὐτῶν ποιούμενος. οὕτω δὲ κατὰ συγχώρησιν τοῦ πάντα ἐξεῖναι τὸ καὶ πάντα πράττειν ἀνελὼν δή. οὕτω δείκνυσιν ὅτι οὐδὲ πάντα ἔξεστιν, ἀλλ’ ὅσα μὴ νόμῳ τινὶ ποιεῖν κεκωλύμεθα, κατὰ παράθεσιν τινὰ μὲν ἐν ἡμῖν, τινὰ δὲ οὐκ ἐν ἡμῖν ἀποφαίνων.
20 Πάντα μοι ἔξεστιν, ἀλλ’ οὐ συμφέρει κατακεχρῆσθαι τῇ ἐξουσίᾳ, οὐδὲ ἐξουσιάζεσθαι ὑπὸ ἡδονῆς βρωμάτων, ἀλλ’ αὐτὸν κατα‐ κρατεῖν γαστρός. κακῶς μέντοι τινὲς τὸ πάντα μοι ἔξεστιν ἐπὶ τῶν προκειμένων ἁμαρτημάτων ἐδέξαντο ἅπερ οὐ μόνος ὁ θεῖος λόγος ἀλλὰ καὶ οἱ Ῥωμαίων νόμοι ἀπαγορεύουσιν.
25t1 Kor 6,13—14
25 Οὐ δὲ συγκαταλύεσθαι τῷ παρόντι βίῳ τὸ ἡμέτερον νομίζομεν σῶμα· ὁ γὰρ τὸν Χριστὸν ἀναστήσας καὶ ἡμᾶς ἀναστήσει πάντως. ὥσπερ γὰρ ἐπὶ τοῦ ἐσθίειν τὴν ἐξουσίαν ἔδωκεν ἀπό τε τοῦ πρὸς τοῦτο γεγενῆσθαι καὶ ἀπὸ τοῦ παύεσθαι πάντως, οὕτως ἐπὶ τοῦ πορνεύειν τὸ μὴ ἐξεῖναι συνέστησεν ἀπό τε τοῦ μὴ πρὸς τοῦτο γεγενῆσθαι καὶ ἀπὸ
30τοῦ τὸ σῶμα μετὰ τὴν ἀνάστασιν ἔσεσθαι πάλιν.180

181

(1t)

1 Kor 6,15
1uΜέλη Χριστοῦ πάντες ὑμεῖς, οἱ διὰ τῆς τοῦ πνεύματος
1vἀναγεννήσεως τὴν πρὸς αὐτὸν δεξάμενοι συνάφειαν, ἐλπίδι τοῦ καὶ
1wἀναστήσεσθαι ὁμοίως αὐτῷ.
4t1 Kor 6,16—17
4Εἰ ὁ συζῶν γυναικὶ εἷς τῇ αὐτῇ λογίζεται, δῆλον ὅτι καὶ ὁ συζῶν
5τῇ πόρνῃ εἰς ἓν αὐτῇ σῶμα λογισθήσεται καὶ ὁ συζῶν τῷ κυρίῳ εἰς ἓν αὐτῷ πνεῦμα λογισθήσεται.
7t1 Kor 6,18
7 Τὰ μὲν λοιπά, φησίν, ἁμαρτήματα ἕτερον βλάπτειν δοκεῖ, τοῦτο δὲ πρὸ τῶν λοιπῶν πάντων τὸν διαπραττόμενον· τὸ οἰκεῖον γὰρ οὗτος μολύνει σῶμα.
10 Ὁ μὲν ἄλλους ἀδικῶν οὐκ εἰς τὸ ἑαυτοῦ σῶμα ἁμαρτάνει, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει· ἄτοπον δὲ μηδὲ ἑαυτὸν φείδεσθαι. ἴσως δὲ καὶ ὡς κατερώτησιν ὁ λόγος εἴρηται. διό φησιν· ἴσθι μὴ καλῶς ἀποφαινόμενος ὁ λέγων· πᾶν ἁμάρτημα ἔξω τοῦ σώματος—εἰς γὰρ ἄλλον γίνεται—, ὁ δὲ πορνεύων
15εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει καὶ ἐξουσίαν ἔχει; οὐκέτι γὰρ σὸν ἴδιον τὸ σῶμα τοῦ πιστεύσαντος ἀλλὰ τοῦ θεοῦ.
17t1 Kor 6,20
17 Τῷ αἵματι αὐτοῦ ὁ κύριος ἐξηγόρασεν ἡμᾶς ἐκ τῆς δουλείας τῆς ἁμαρτίας καὶ ἤγαγεν εἰς τὴν ἐλευθερίαν τῆς δικαιοσύνης. διὸ πρέπον τιμῆσαι τῇ σωφροσύνῃ τὸν ἀγοράσαντα κύριον.
20t1 Kor 7,5
20 Ἀκρασίαν οὐ τὴν ἀσέλγειαν λέγει, ἀλλὰ τὸν κρατεῖν οὐ δυνά‐ μενον εἰς πορνείαν καταφέρεσθαι.
22t1 Kor 7,8
22 Οὐκ εἶπεν αὐτὸ γνώμης κατόρθωμα ἀλλὰ θείας χάριτος ἔργον, εἰκότως· τὸν γὰρ ἐναντία τῇ φύσει κατορθοῦν αἱρούμενον οὐ τῆς
ἡμετέρας δυνάμεως ἀλλὰ τοῦ τῆς φύσεως ποιητοῦ. οὕτω καὶ ὁ κύριος·181

182

οὐ πάντες, φησί, χωροῦσι τὸν λόγον, ἀλλ’ οἷς δέδοται, δόσιν αὐτὸ καὶ χάριν καὶ αὐτὸς προσειπών.
3t1 Kor 7,14
3 Κατὰ τὸ ἡμέτερον δηλονότι ἀγόμενον βούλημα ἅγιον εἶναι δύναται.
5 Ἡγίασται ἀντὶ τοῦ κεκάθαρται. ταῦτα δὲ εἶπεν, ἐπειδὴ ἀμφέ‐ βαλλον μὴ μιαίνοντες τῇ τῶν ἀπίστων κοίτῃ οἱ ἄπιστοι.
7t1 Kor 7,17
7 Περιττὸν γὰρ οἴεσθαι ταῦτα ἐμποδὼν αὐτῷ πρὸς εὐσέβειαν γίνεσθαι, ἐν οἷς τὸ πρότερον ὢν κληθῆναι πρὸς τὴν πίστιν οὐκ ἐκωλύθη· τοῦτο γὰρ σημαίνει τὸ ὡς κέκληκεν. καὶ δεικνὺς τὸ τοῦ παραγγέλ‐
10ματος ἀναγκαῖον· καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι.
12t1 Kor 7,18
12 Τὴν ἀφῃρημένην σάρκα οὐ δήπου ἐπισπᾶσθαι δυνατόν. ὁ μακάριος δὲ Ἐπιφάνιος ὁ Κύπρου δυνατὸν ἔφη τοῦτο γίνεσθαι· τὸ δὲ ὅπως τοὺς βουλομένους εἰδέναι παραπέμψωμεν τοῖς ὑπ’ αὐτοῦ
15εἰρημένοις ἐντυχεῖν.
16t1 Kor 7,25
16 Δηλονότι καὶ περὶ τούτου γεγραφηκόσιν αὐτοῖς ἀποκρίνεται, ἀμφότερα πάντως μαθεῖν βουληθέντων αὐτῶν, καὶ εἰ τοὺς ἐν γάμῳ προσῆκεν ἀλλήλων ἀπέχεσθαι, καὶ εἰ τοὺς μηδέπω πειραθέντας μεῖναι ἐπὶ τοῦ προτέρου σχήματος. ὅταν οὖν εἴπῃ· περὶ τῶν παρθένων,
20δηλονότι περὶ τῆς παρθενίας λέγει, τὰ ὅμοια καὶ ἐπὶ τούτου περί τε τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν φθεγγόμενος.
22t1 Kor 7,26
22 Παρενθεὶς τὴν καθ’ ὅλου παραίνεσιν ἐπὶ τὴν οἰκείαν ἀκολουθίαν ἀνατρέχει, ἑρμηνεύων τὸ διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, καὶ τὸ
θλίψιν τῇ σαρκὶ ἕξουσιν.182

183

(1t)

1 Kor 7,28—29
1 Διὰ τὰς ἐν τῷ κόσμῳ τούτῳ περιστάσεις καὶ μερίμνας τὰς περὶ τὴν γυναῖκα καὶ τὴν οἰκίαν. Ἀλλὰ καὶ ἡδονήν, φησίν, ἀλλὰ καὶ ταύτην ὅρα πῶς ἀνέστειλε τῇ βραχύτητι τοῦ καιροῦ, εἰπών· ὁ καιρὸς συνέσταλται, τοῦτ’ ἔστιν
5ἀποδημεῖν κελευόμεθα καὶ ἐξιέναι λοιπόν. σὺ δὲ ἐνδοτέρω τρέχεις, καὶ οὐ δεῖ καὶ τοσοῦτον ὄγκον ἐπιφέρεσθαι. Συνεστάλθαι λέγει ὡς πρὸς τοὺς παλαιοὺς οἷς ὁ βίος ἀμφὶ τὰ ἐννακόσια ἔτη ἐγίνετο.
9t1 Kor 7,31
9Ὡς μὴ καταχρώμενοι〉, ἀντὶ τοῦ μὴ ὡς παραχρώμενοι μηδὲ
10ὡς κατατρυφῶντες.
11t1 Kor 7,33
11 Εἴτε γὰρ χαρὰ σωματική, εἴτε ἄλλη τις φροντὶς βιωτική, πάντως ἀπάγει τοῦ θεοῦ καὶ περὶ αὐτὴν ἀσχολεῖ.
13t1 Kor 7,36
13 Εἴ τις εὐθράσει τῇ τῆς θυγατρὸς προαιρέσει, φοβεῖται δὲ μὴ ὑπέρακμος γενομένη διαφθαρῇ καὶ ἀσχημοσύνην αὐτῷ ἐνέγκῃ,
15ἐκδότω αὐτήν, εἰ ἀνάγκη ἐστίν· οὐ γὰρ ἁμαρτάνει. τὸ γὰρ καὶ οὕτως ὀφείλει γίνεσθαι, ἀντὶ τοῦ καὶ εἰ ἀνάγκη ἐστίν.
17t1 Kor 7,37
17 Καλῶς παρέθηκε τὸ μὴ ἔχων ἀνάγκην· ἐκχωρεῖ γὰρ πολλάκις προειλῆφθαί τινα μνηστείας ἐγγύην, ὑφ’ ἧς ἐπὶ τὴν ἔκδοσιν συνωθεῖται τῆς οἰκείας παιδός. ἔστιν δὲ ὅτε καὶ οἰκέτης ὢν φυλάττειν μὲν βούλεται,
20οὐ δύναται δὲ τῷ τὸν δεσπότην πρὸς γάμον ἐκδοῦναι βούλεσθαι.
21t1 Kor 7,39
21 Μόνον ἐν κυρίῳ τὴν εὐσέβειαν φυλάττουσα, ἐὰν ἀπίστῳ συνοικήσῃ.
23t1 Kor 8,5
23Καλλίστη ἡ προσθήκη τοῦ λεγόμενοι· διὰ γὰρ τοῦτο τὸ ψευδ‐
ονύμως λέγεσθαι, οὐ τὸ ἀληθῶς εἶναι δηλοῦται. ὥσπερ οὖν καὶ εἰσὶ183

184

λεγόμενοι θεοὶ παρὰ τοῖς πλανωμένοις, ἀλλὰ παρ’ ἡμῖν τοῖς ἔχουσι τὴν γνῶσιν εἷς ἐστιν ὁ θεός, καὶ εἷς ὁ κύριος.
3t1 Kor 8,10
3 Οἱ μὴ ὄντες τέλειοι ὁρῶντές σε ἀδιαφόρως ἐσθίοντα, ἐσθίουσι μὲν καὶ αὐτοί· σαθροὶ δὲ ὄντες ὡς εἰδωλόθυτον ἐσθίουσι καὶ
5βλάπτονται.
6t1 Kor 8,13
6 Καταφρονεῖτε οὖν βρώματος κἂν μὴ ἱερόθυτον ᾖ· οὔτε γὰρ μὴ φαγόντες ἔλαττόν τι ἕξομεν παρὰ θεῷ, οὔτε φαγόντες περισσοτέρου τινὸς ἀπολαύσομεν. Τοῖς ἐρωτῶσί με διὰ τί οὐκ ἐσθίω εἰδωλόθυτον ἀπόστολος ὤν,
10τοῦτο ἀπολογοῦμαι· ἵνα μὴ ἄλλους σκανδαλίσω. καὶ γὰρ ἔχων ἐξουσίαν καὶ ἐκ τοῦ εὐαγγελίου ἐσθίειν καὶ πίνειν ὡς καὶ ὁ κύριος διέταξεν, καὶ γυναῖκα περιάγειν, οὐδὲν τούτων ποιῶ πανταχοῦ συμπνέων τῷ εὐαγγελίῳ.
14t1 Kor 9,14
14Ἔνθα αὐτοὺς ἀποστέλλων ἔλεγεν· μὴ λάβητε πήραν μήτε ἄρτους
15μήτε ἀργύριον, ἀλλ’ ὅπου ἂν εἰσέλθητε, ἐκεῖ μένετε ἐσθίον‐ τες τὰ παρατιθέμενα ὑμῖν. τότε τοῦτο παρήγγειλεν.
17t1 Kor 9,17—18
17 Διαστικτέον εἰς τὸ ἄκων. φησὶ δέ· εἰ μὲν ἑκὼν ἦλθον εἰς τὸ εὐαγγελίσασθαι, εἶχον μισθόν. ἐπειδὴ δὲ ἄκων τοῦτο ἐπετάγην, οὐ μόνον οὐκ ἔστιν μοι διὰ τοῦτο μισθός, ἀλλὰ καὶ τιμωρία· ὑπεύθυνός
20εἰμι, ἐὰν μὴ ποιήσω τὸ ἐπιταχθέν. διὸ οὐ κατακέχρημαι τῇ ἐξουσίᾳ μου, εἰ δέδωκεν ὁ κύριος τὸ ἐκ τοῦ εὐαγγελίου ζῆν, ἵνα διὰ τοῦ μὴ λαμβάνειν μισθὸν ἐμαυτῷ περιποιήσωμαι.
23t1 Kor 9,20—22
23 Ὑπὸ νόμον αὐτὸν λέγειν 〈νομίζω〉 τοὺς παρὰ Ἰουδαίοις προση‐ λύτους, ἀσθενεῖς δὲ τοὺς ἀπὸ Ἰουδαίων πεπιστευκότας καὶ ἔτι δι’.
25ἀσθένειαν λογισμῶν ταῖς νομικαῖς παρατηρήσεσι κρατουμένους.184

185

(1t)

1 Kor 9,21
1 Θαυμαστῶς ἐπήγαγεν ὅτι Χριστοῦ ἐστιν ἔννομος, ἵνα μὴ νομισθῇ λέγειν ὅτι τὸν Μωϋσέως φυλάττει νόμον.
3t1 Kor 9,24—25
3 Οἱ ἐν σταδίῳ τρέχοντες καίπερ εἰδότες ὅτι εἷς μόνος στεφανωθήσεται, οἱ δὲ λοιποὶ κενοὺς ὑποστήσονται πόνους, ὅμως
5τρέχουσι καὶ ἀγωνίζονται, εἰ μὴ ἀποτευξόμενοι τῶν πόνων κἂν ** ἐστὲ πολλοί, οὐκ ὀφείλετε ἕνεκεν ἀφθάρτου στεφάνου ἀγωνίσασθαι, ὅπου γε οἱ ἐν σταδίῳ ἕνεκεν φθαρτοῦ στεφάνου πάντα ὑφίστανται;
9t1 Kor 9,26
9Εἰ οὐκ ἀέρα δέρει, δηλονότι τὸν πονηρὸν καὶ τὰς δυνάμεις
10αὐτοῦ· πλήττεται δὲ ὁ διάβολος διὰ τῶν κατορθωμάτων τῆς ἀρετῆς, εὐλαβείας, σωφροσύνης καὶ δικαιοσύνης καὶ ὅσα ὅμοια.
12t1 Kor 10,2—4
12 Τύπος ἡ θάλασσα τοῦ ἐν ὕδατι βαπτίσματος, ἡ δὲ νεφέλη τοῦ ἐν πνεύματι. Μωϋσῆς δὲ αὐτοῦ τοῦ κυρίου ὡς ἀρχηγὸς τοῦ τυπικοῦ βαπτίσματος ὡς ὁ Χριστὸς τοῦ ἀληθινοῦ. ἐβαπτίσθησαν
15οὖν ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ εἰς τὸν Μωϋσῆν. ἐπειδὴ δὲ εἶπεν ἀκολουθήσης πέτρας, οὐ τοῦτό φησιν ὅτι ἀληθῶς πέτρα αὐτοῖς ἠκολούθησεν, ἀλλ’ ὅτι ἡ παρὰ τοῦ Χριστοῦ δύναμις αὐτοῖς ἠκολούθει παρέχουσα αὐτοῖς ἐκ πέτρας πιεῖν. πνευ‐ ματικὸν δὲ εἶπεν τὸ μάννα καὶ τὸ πόμα, ὅτι κατὰ ἁγίου πνεύματος
20ἐνέργειαν αὐτοῖς ἐδίδοτο, οὐχ ὅτι πνευματικοὺς τοὺς μεταλαμβάνοντας ἐμποιοῦν. Ἐκ τῶν ἀμφιβαλλομένων τῆς παλαιᾶς τύπος ἦν τῶν νέων τὰ παλαιά· καὶ σκιὰ μὲν ὁ νόμος Μωϋσέως, σῶμα δὲ ἡ χάρις. ἐπειδὴ τοίνυν ἐδίωκον τοὺς Ἑβραίους Αἰγύπτιοι, διαβάντες δὲ τὴν Ἐρυθρὰν
25θάλασσαν οἱ Ἑβραῖοι τῆς πικρᾶς τῶν Αἰγυπτίων ἀπηλλάγησαν δεσποτείας, τύπον ἔχει τῆς κολυμβήθρας ἡ θάλασσα, ἡ δὰ νεφέλη τοῦ πνεύ‐ ματος, ὁ δὲ Μωϋσῆς τοῦ σωτῆρος Χριστοῦ, τοῦ σταυροῦ δὲ ἡ ῥάβδος, τοῦ διαβόλου ὁ Φαραώ, τῶν δαιμόνων οἱ Αἰγύπτιοι, τὸ δὲ μάννα τῆς θείας τροφῆς, τὸ δὲ τῆς πέτρας ὕδωρ τοῦ σωτηρίου αἵματος· ὥσπερ
30γὰρ ἐκεῖνοι μετὰ τὸ διαβῆναι τὴν Ἐρυθρὰν θάλασσαν καὶ ξένης τροφῆς
καὶ τοῦ παραδόξου ἀπήλαυσαν νάματος, οὕτως ἡμεῖς μετὰ τὸ σωτήριον185

186

βάπτισμα τῶν θείων μεταλαμβάνομεν μυστηρίων. διὰ δὲ τοῦτο ἡ πέτρα Χριστὸς ὠνομάσθη ὡς τύπος γενομένη τοῦ δεσπότου Χριστοῦ, οὕτως καὶ ἡ θάλασσα βάπτισμα προσηγορεύθη, καίτοι οὐδενὸς ἐν αὐτῇ βαπτισθέντος· κεκονιμένος γὰρ μᾶλλον αὐτὴν ἢ
5διάβροχος διῆλθεν ὁ Ἰσραήλ.
6t1 Kor 10,3—4
6 Πνευματικὸν καλεῖ καὶ τὸ βρῶμα καὶ τὸ πόμα, ὡς ἂν τοῦ πνεύματος ἄμφω διὰ τοῦ Μωϋσέως κατὰ τὴν ἀπόρρητον αὐτοῦ παρασχόντος δύναμιν. οὕτω δὲ καὶ πνευματικὴν ἐκάλεσε τὴν πέτραν, ὡς ἂν τῇ δυνάμει τοῦ πνεύματος ἐκδοῦσαν τὰ ὕδατα· ἀκο‐
10λουθοῦσαν δέ, ἐπειδὴ τὸ ῥυὲν ἅπαξ ὕδωρ εἵπετο αὐτοῖς κατὰ τὴν ἔρημον, ὥστε μηδαμοῦ δεηθῆναι πότου τῶν τόπων ὄντων ἀνύδρων. τὸ δὲ ἡ πέτρα ἦν ὁ Χριστός, ἵνα εἴπῃ· τοῦτο ἦν ἐκείνοις ἡ πέτρα ὅπερ ἡμῖν ὁ Χριστός, οὗ τὸ αἷμα πίνομεν οἱ πιστοὶ πνευματικῶς ἐπὶ τῶν μυστηρίων μεταποιούμενον.
15t1 Kor 10,6
15 Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, οὐχ ὅτι διὰ τοῦτο ἐτιμωρήθησαν ἐκεῖνοι—πῶς γὰρ οἷόν τε; —ἀλλ’ ὅτι τὰ παρ’ ἐκείνοις γενόμενα ἐν τάξει τύπων δύναται ἡμᾶς παιδεύειν.
18t1 Kor 10,7
18 Τοῦτ’ ἔστιν μὴ διαφθείρητε τῇ εἰδωλολατρείᾳ τὸ ἀληθινὸν βάπτισμα.
20t1 Kor 10,12
20Λείπει κατὰ τὴν διάνοιαν τὸ ἡμῶν.
21t1 Kor 10,13
21 Ἰδοὺ γάρ, φησίν, οὐκ ἐπενεχθέντων ὑμῖν, οὐ διωγμῶν, οὐκ ἀνάγκης τινὸς ὑπὸ τῶν ἀνθρωπίνων τούτων, καὶ ἅπασιν ἀνάγκη προσεῖναι ἀνθρώποις ὅσην ὑπεμείνατε βλάβην· ἐν εἰδωλείῳ μὲν διὰ φιλίαν ἑστιώμενοι, ὑπὸ δὲ τῶν προσόντων πλεονεκτημάτων τοσοῦτον
25φυσώμενοι.
26t1 Kor 10,22
26Παραζηλοῦν λέγεται τὸ ἀπό τινων δύο ποτὲ μὲν τοῦτον θαυ‐
μάζειν, ποτὲ δὲ ἐκεῖνον, ἐπὶ τὸ εἰς εὔνοιαν ἀμφοτέρους ἀγαγεῖν ἑαυτοῦ.186

187

τοῦτο δὲ παρὰ μὲν ἐλάττονος εἰς μείζονας οὐκ ἄν ποτε γένοιτο—πότε γὰρ ἂν παροξυνθείη ὁ ὑπερέχων ἐπὶ τῇ παρὰ τοῦ ἐλάττονος εἰς ἕτερον γινομένῃ τιμῇ; —γίνεται δὲ παρὰ τῶν καθ’ ὅτι δήποτε ὑπερεχόντων· οἱ γὰρ ἐλάττονες καὶ ἐφίενται τῆς παρὰ τῶν μειζόνων τιμῆς καὶ
5ἀποτυγχάνοντες δάκνονται.
6t1 Kor 10,25
6 Ἀγοράζοντες, φησί, μὴ περιεργάζεσθε, ἵνα μὴ πληγῆτε τὸ συνειδός· τὸ γὰρ ἐν ἀγνοίᾳ γινόμενον οὐ πλήσσει, τὸ δὲ μὴ πλῆσσον οὐ κατακρίνει.
8t1 Kor 11,3
8 Τοῦτο βούλεται εἰπεῖν ὅτι ἀπὸ μὲν τοῦ Χριστοῦ ἐπὶ τὸν θεὸν χωροῦμεν ἐξ οὗπερ ἔστιν, ἀπὸ δὲ τοῦ ἀνδρὸς ἐπὶ τὸν Χριστόν·
10ἐξ ἐκείνου γὰρ ἐσμὲν κατὰ τὴν δευτέραν ὕπαρξιν, καθ’ ἣν ἀνάστασιν ὁμοίως αὐτῷ πάντες ἐσόμεθα ἄφθαρτοι κατὰ μετουσίαν τῆς ἐν αὐτῷ τοῦ πνεύματος χάριτος. παθητοὶ μὲν γὰρ ὄντες κεφαλὴν ἡγούμεθα τὸν Ἀδὰμ ἐξ οὗπερ τὸ εἶναι εἰλήφαμεν, ἀπαθεῖς δὲ γενόμενοι κεφαλὴν ἡγούμεθα τὸν Χριστὸν ἐξ οὗπερ ἀπαθεῖς εἶναι ἐσχήκαμεν.
15ὁμοίως δέ, φησίν, καὶ ἀπὸ τῆς γυναικὸς ἐπὶ τὸν ἄνδρα, ἐπειδὴ ἀπ’ ἐκείνου τὸ εἶναι εἴληφεν.
17t1 Kor 11,4—5
17 Προεφήτευον οὐ μόνον ἄνδρες ἀλλὰ καὶ γυναῖκες. φανερώτε‐ ρον δὲ τὰ πνευματικὰ χαρίσματα ἐδίδοτο τοῖς βαπτιζομένοις τότε, καὶ πολλὴ μὲν ἦν καὶ διαφορὰ ἡ προφητεία κατὰ τὰς χρείας, μάλιστα δὲ τοὺς
20ἐν ὑποκρίσει εἰσιόντας πειρᾶσαι τὴν ἐκκλησίαν ἀπήλεγχον. Ἀνὴρ ἐὰν κατακαλύπτηται, ὑβρίζει τὴν ἑαυτοῦ κεφαλήν, αὐτὸς κεφαλὴ τυγχάνων ὡς ὁ Χριστός· ἡ δὲ γυνὴ ἐὰν ἀκατα‐ κάλυπτος προσεύχηται, ὑβρίζει τὸν ἄνδρα, τὴν ἑαυτοῦ κεφα‐ λήν, τὴν ἐκείνου τιμὴν ὑποσυλῶσα καὶ κεφαλὴ αὐτὴ εἶναι βουλομένη
25ἀρχική. ἐν δὲ πολλοῖς ἀντιγράφοις φέρεται ἀντὶ τοῦ ἔχειν τι ἐπὶ τῆς κεφαλῆς· ὃ δηλοῖ τὸ ὑποτετάχθαι τῷ ἀνδρί.
27t1 Kor 11,7
27Δείκνυσιν αὐτὸ ἄτοπον ἀπὸ τῆς εὐσεβείας καὶ ἀπὸ τῆς φύσεως καὶ
ἀπὸ τῆς δημιουργίας.187

188

(1t)

1 Kor 11,8
1 Τὴν γυναῖκα δόξαν μὲν εἶπεν, οὐ μὴν καὶ εἰκόνα διὰ τὸ ἀσαφὲς προσέθηκεν, ἐπειδὴ ἡ δόξα εἰς τὴν ὑπακοὴν ὁρᾷ, ἡ δὲ εἰκὼν εἰς τὸ ἀρχικόν.
4t1 Kor 11,18
4Πρὸ γὰρ ἁπάντων ὑμῶν ἐκεῖνο αἰτιῶμαι, φησίν· τὸ γὰρ πρῶτον
5ἀντὶ τοῦ πρὸ πάντων λέγει ὡς καὶ ἐν τῇ πρὸς Ῥωμαίους· πρῶτον μὲν ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεο.
7t1 Kor 11,20
7 Κυριακὸν αὐτὸ καὶ ἀπὸ τοῦ καιροῦ καὶ ἀπὸ τοῦ τύπου λέγει, ὡς ἂν ἐπ’ ἐκείνης τῆς ἡμέρας ἐν τῷ τῆς συνελεύσεως τόπῳ κατὰ ταὐτὸν ἐσθίειν αὐτοὺς τοῦ νενομισμένου.
10t1 Kor 11,20—22
10 Ἢ καὶ τοῦτο ἐγκαλεῖ ὅτι τῷ μυστικῷ δείπνῳ ὡς τῷ συνήθει προσεφέροντο. διὸ καὶ ὡς εἰς κόρον λαμβάνοντες ἐμέθυον. ἤσθιον οὖν οὐχ ὡς μυστικὸν δεῖπνον ἀλλ’ ὡς ἴδιον· ἃ γὰρ ἔφερον αὐτοὶ καθ’ ἑαυτούς, ἀνήλισκον ὡς ἴδιον δεῖπνον. λοιπὸν συνέβαινεν μήτε κοινωνεῖν τοὺς πένητας οὐκ εὐποροῦντας εἰς τὰς τῶν μυστηρίων προσφοράς. διό,
15φησίν, καταισχύνετε τοὺς πένητας μὴ ἐκδεχόμενοι αὐτούς, ἀλλὰ προλαμβάνοντες καὶ ἐσθίοντες οὐκέτι ὡς κυριακὸν δεῖπνον τὸ πᾶσι κοινῶς εἰς σωτηρίαν ἀφθόνως προκείμενον, ἀλλ’ ὡς ἴδιον καὶ οἷόν τε ἀνθρώπινον, καίτοιγε ὁ κύριος ὡς σωτήριον ἑαυτοῦ σῶμα καὶ αἷμα εἰς κοινὸν πᾶσιν αὐτοῖς μισθὸν προέθηκεν· ὑμεῖς δὲ ὡς μὴ ἀκο‐
20λουθοῦντες τῇ τοῦ κυρίου διδασκαλίᾳ, ἱκανὴν δὴ ὑπέστητε τιμωρίαν.
21t1 Kor 11,23
21 Τὸ παρέλαβον ἀπὸ τοῦ κυρίου λέγει ἀντὶ τοῦ παρέλαβον ὡς αὐτοῦ τοῦ κυρίου οὕτω ποιεῖν παραδεδωκότος· οὐ γὰρ δὴ παρῆν τούτων παρ’ αὐτοῦ τοῖς μαθηταῖς παραδιδομένων.
24t1 Kor 11,28
24Ἕκαστος, φησίν, ἐξεταζέτω τὴν οἰκείαν διάνοιαν, ἥντινα περὶ τῶν
25μυστηρίων κέκτηται τὴν ὑπόληψιν, καὶ τότε αὐτῶν μετεχέτω· τὸ γὰρ188

189

ἑαυτὸν ἀντὶ τοῦ τὴν διάνοιαν ἑαυτοῦ λέγει, καθ’ ὅλου περὶ τῆς τῶν μυστηρίων ὑπολήψεως ἐν τούτοις λέγων.
3t1 Kor 11,33—34
3 Τινὲς οὐ προσεσχηκότες τῇ διανοίᾳ τῶν κειμένων νομίζουσι τοῦ ἀποστόλου πληροῦν τὸν σκοπόν, εἰ σπανιώτατά που τῶν μυστηρίων
5μετέχοιεν. δέον αὐτοὺς συνιδεῖν ὅτι εἴπερ πάντη καθαρεύοντας ἁμαρ‐ τίας βούλεται κοινωνεῖν ἡμᾶς, οὐδέποτε βούλεται ἡμᾶς κοινωνεῖν· πρῶτον μὲν ἁμαρτίας ἀδύνατον πάντη καθαρεύειν ἄνθρωπον ὄντα· δεύτερον δέ, εἰ καὶ τοῦτο ἦν δυνατόν, ἀλλ’ οὐχ ἡμᾶς γε τοῦτο περὶ ἑαυτῶν ὑπειληφότας κοινωνεῖν δίκαιον ἦν. καὶ ποῦ στήσεται τὸ
10ὁσάκις ἐὰν ἐσθίητε; συνέχειαν γὰρ δείκνυσι τῆς κοινωνίας τὸ εἰρημένον, ᾧ δὴ σύνδρομος καὶ ὁ ἐπὶ τῆς ἐκκλησίας θεσμὸς πάντοτε ἐπιτελεῖσθαι βουλόμενος τὰ μυστήρια. τῶν οὖν μυστηρίων τὸν μὲν τὰ μέγιστα καὶ ἄγαν ἀπηγορευμένα διαπραττόμενον ἀπέχεσθαι ὅσιον, περὶ ὧν καὶ ὁ ἀπόστολος ἀπεφήνατο σαφῶς οὐκ ἐνεῖναι τῆς βασιλείας τυχεῖν
15τὸν διαπραττόμενον· τῷ γὰρ τοιούτῳ τότε καλὸν μετέχειν αὐτῶν, ἐπειδὰν τῶν ἁμαρτημάτων δέει τῶν νενομοθετημένων ἀπόσχηται πρότερον. τῶν δέ γε λοιπῶν ὅσα συμβαίνειν ἀνθρώποις ἀνάγκη, πολλὰ μὲν καὶ ὑπὸ τῶν καθημερινῶν συμπτωμάτων, πλεῖστα δὲ καὶ ὑπὸ τῆς ἀσθενείας τῆς φύσεως, σπουδάζειν μὲν ὅση δύναμις ἀπέχεσθαι προσῆκεν· ἐπιμέλεια
20γὰρ ἀρετῆς καὶ ἡ καθημερινὴ τοῦ βίου μελέτη ἐλαττοῦν τὰ τοιαῦτα δύναται πάντως. περιπίπτοντας δὲ τοῖς τοιούτοις οὐκ ἀποστερεῖν τῶν μυστηρίων καλὸν ἑαυτούς, προσιέναι δὲ πλείονι τῷ φόβῳ λογιζομένους μὲν αὐτῶν τὸ μέγεθος, ποιουμένους δὲ ἐπ’ ἐλπίσιν ἀγαθαῖς τὴν μετά‐ ληψιν, ὡς ἂν καὶ ἀφέσεως ἡμῖν ἐκεῖθεν προσγινομένης, ὅταν ἀπεχώμεθά
25γε τῶν 〈τοιούτων〉 κατὰ δύναμιν καὶ τῶν λοιπῶν μὴ καταμελοῦντες φαινοίμεθα, καὶ μὴν καὶ πνευματικῆς συνεργείας πρὸς εὐμαρεστέραν τοῦ βίου κατόρθωσιν· πάντα γὰρ ὅσα διὰ τοῦ θανάτου προσγέγονεν ἡμῖν τοῦ Χριστοῦ, ταῦτα καὶ ἀπὸ τῶν συμβόλων ἐπιτελεῖσθαι τοῦ θανάτου δίκαιον. ὥστε ἐγὼ θαρρῶν εἴποιμι ἄν, ὅτι κἂν τὰ μέγιστά τις
30ἡμαρτηκὼς τυγχάνῃ, δοκιμάσας δὲ πάσης ἀτόπου πράξεως ἀπέχεσθαι τοῦ λοιποῦ καὶ βλέπειν εἰς ἀρετήν, ἀκολούθως τοῖς νόμοις πολιτευόμενος τοῦ Χριστοῦ, τὴν τῶν μυστηρίων 〈μετάληψιν〉 ποιήσαιτο πάνυ πεπιστευ‐ κὼς ἁπάντων λήψεσθαι τὴν συγχώρησιν, οὐδαμῶς ἀποτεύξεται τῶν
πεπιστευμένων.189

190

(1t)

1 Kor 12,1
1 Ἀντὶ τοῦ θέλω ὑμᾶς καὶ τῶν πνευματικῶν χαρισμάτων εἰδέναι τὴν τάξιν, ὥστε βούλομαί τι καὶ περὶ τούτων εἰπεῖν.
3t1 Kor 12,3
3 Ἴσως δὲ ὅτι καὶ εἰς ὠφέλειαν τῶν ἀκουόντων ὑπὸ ἀνάγκης θείας ὡμολόγουν οἱ δαίμονες τὸν κύριον.
5t1 Kor 12,7
5 Οὐκ ἁπλῶς εἶπεν πνεῦμα, ἀλλὰ φανέρωσις πνεύματος, τοῦτ’ ἔστιν ἐνέργεια πνεύματος, δι’ ἧς δῆλον γίνεται ὅτι διὰ τὴν εἰς Χριστὸν πίστιν τὰ πνευματικὰ χαρίσματα εἰς τοὺς πολλοὺς ἡπλώθη πρὸς τὸ συμφέρον τῇ οἰκοδομῇ καὶ αὐξήσει τῆς ἐκκλησίας.
9t1 Kor 12,10
9Προφητείαν δέ φησιν εἶναι τὴν τῶν μελλόντων προαγόρευσιν,
10λέγεσθαι δὲ καὶ τὸ τὰ ἐν πράξει ἤτοι καὶ βουλεύμασιν ἄδηλα ὄντα τοῖς πολλοῖς εἰπεῖν, ἀλλὰ μὴν καὶ τὸ τὰ παρεληλυθότα καὶ ἀγνοούμενα τοῖς πᾶσι δυνηθῆναι εἰπεῖν ὡς Μωϋσῆς διηγήσατο ἅπαντα. Πολλοὶ τότε διὰ τὸ πλῆθος τῶν πνευματικῶν χαρισμάτων ὑπεκρί‐ νοντο τὴν εὐσέβειαν εἰς ἀπάτην ἑτέρων, καὶ δὴ καὶ θαύματα δαιμονικῇ
15τῇ συνεργείᾳ κεχρημένοι ὁμοίως τοῖς πιστοῖς ἐπιτελεῖν ἐδόκουν· οὕτως οἱ τοῦ Σκευᾶ υἱοὶ περιῄεσαν ἐν ἐπορκιστῶν σχήματι δαίμονας καὶ αὐτοὶ ἀπελαύνειν προσποιούμενοι δῆθεν. ἦν οὖν χάρισμα πνεύματος καὶ πρὸς τοῦτο ὥστε διακρίνειν, τίνες μὲν οἱ ἀληθῶς τῇ δυνάμει τοῦ θείου πνεύματος ἐπιτελοῦντες τὰ θαύματα, τίνες δὲ οἱ δαιμονικῇ
20συνεργείᾳ ὑποκρινόμενοι τὴν ἀλήθειαν.
21t1 Kor 12,23
21 Περιτίθεμεν εἶπεν καὶ οὐ «περίκειται»· οὐ γὰρ τῆς φύσεως μέρος τὰ ὑποδήματα, ἀλλ’ ὕστερον εὕρηνται παρ’ ἡμῶν. καὶ τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν ἔχει, τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει. ἀσχήμονα ὡς
25πρὸς τὴν κοινὴν ὄψιν ἀποκαλεῖ, ὥστε τῇ μὲν φύσει οὐκ ἔστιν ἀσχήμονα,190

191

εἴπερ δὴ περισσοτέραν ἔχει τὴν εὐσχημοσύνην, τῇ δὲ ὑπολήψει κρινόμενα λέγεται οὕτως, καθ’ ἣν οὐκ εὐσχημοσύνην τὴν ἄνευ αἰτίας γύμνωσιν αὐτῶν εἶναι νομίζομεν.
4t1 Kor 12,27
4Οὕτω δὴ καὶ ὑμεῖς ἐπειδὴ τάξιν ἐπέχετε σώματος ἐκ διαφόρων
5συγκειμένου μελῶν, τῇ δυνάμει τοῦ πνεύματος εἰς τὴν τοῦ δεσποτικοῦ σώματος καταστάντες συνάφειαν, ταύτην ἀναγκαίως σώζετε τὴν συμφωνίαν, μηδεμίαν ἀπὸ τῆς διαφορᾶς τῶν χαρισμάτων δεχόμενοι φιλονεικίας παρείσδυσιν.
9t1 Kor 13,1
9Πᾶν χάρισμα ἀγάπης ἐστερημένον μάταιόν ἐστιν, οὐ διὰ τὸν
10ἔχοντα ἐνεργούμενον ἀλλὰ διὰ τοὺς οἰκοδομουμένους ἐνεργούμενον, ὥστε οὐδὲ τὸ κύμβαλον ἢ ἄλλο ὅτι ὄργανον ἠχοῦν ἑαυτὸ τέρπει ἀλλὰ τοὺς ἀπολαύοντας αὐτοῦ.
13t1 Kor 13,2
13 Καὶ ὅτι μὲν οὔτε ἡ πίστις ἄνευ ἀγάπης οὔτε ἡ ἀγάπη ἄνευ πίστεως τελειοῖ πρόδηλον· καὶ γὰρ τὰ ἔργα πίστεως δεῖται καὶ ἡ
15πίστις ἔργων ἅπερ δι’ ἀγάπης πληροῦται. πλὴν ἐπειδὴ ἑώρα ὁ ἀπόστολος τοὺς Κορινθίους τῆς ἀγάπης ἠμεληκότας, προτιμᾷ αὐτὴν ἐνταῦθα ὡς ἄριστος ἰατρὸς τὰ κατεπείγοντα τῶν παθῶν θεραπεύων. Ἐνταῦθα οὐ τὴν κοινὴν ταύτην λέγει· δοὺς γὰρ δὴ τὴν τηνικαῦτα κατέχουσαν ἀπιστίαν, πολλὰ τοιαῦτα ἐθαυματούργουν εἰς ἔκπληξιν διὰ τούτων αὐτοὺς ποδηγοῦντες
20πρὸς τὴν ἀλήθειαν.
21t1 Kor 13,4
21 Οὐ περπερεύεται, ὅ ἐστιν ἀλαζονεύεται ἡ ἀγάπη καὶ φυσιοῦ‐ ται, ὅπερ ἐστὶν ἀσχημοσύνης ἀνθρώπινον ὄντα μέγα φρονεῖν καὶ ἐπαίρεσθαι κατὰ τοῦ πλησίον ὡς μὴ τοῖς ὁμοίοις αὐτῶν πάθεσιν ὑποκείμενον.
25t1 Kor 13,8—13
25Μετὰ τὸ ἁπλωθῆναι τὴν πίστιν ἐπὶ πάσης γῆς ὡς περιττὰ αἵ τε
προφητεῖαι καὶ αἱ γλῶσσαι καὶ ἡ ἐκ μέρους γνῶσις191

192

παύονται, μένει δὲ λοιπὸν ὡς ἀναγκαῖα τὰ τρία ταῦτα. εἰκότως δὲ τὴν ἀγάπην μείζονά φησιν, ἐπειδὴ διεστασίαζον πρὸς ἑαυτοὺς Κορίνθιοι καὶ ζῆλον εἶχον καὶ ἔριδας, καὶ κίνδυνος ἦν σχισθῆναι τὴν ἐκκλησίαν.
5t1 Kor 14,1
5 Ἀντὶ τοῦ μάλιστα μὲν ὑμᾶς τῆς ἀγάπης ἐπιμελεῖσθαι βούλομαι· εἰ δ’ ἄρα καὶ τῶν πνευματικῶν χαρισμάτων ἐφίεσθε, κἂν γνῶτε ποῖα κρείττονα καὶ ὅτι τὸ προφητεύειν ἄμεινον τῇ γλώσσῃ λαλεῖν.
8t1 Kor 14,2—4
8 Προκρίνει τὴν προφητείαν μετὰ τὴν ἀποστολήν· οὐκοῦν ὁ μὲν ἀπόστολος καὶ προφήτης, ὁ δὲ προφήτης οὐ πάντως καὶ ἀπόστολος.
10λαλῶν γλώσσῃ αὐτὸς μὲν οἰκοδομεῖται, πεπεισμένος ὅτι πνεύματι ἁγίῳ φθέγγεται, οὐ μὴν τὴν ἐκκλησίαν οἰκοδομεῖ ἀγνοοῦσαν ἃ φθέγγεται. ὁ δὲ προφητεύων τοὺς ἀκούοντας ὠφελεῖ καὶ ἐκ τῆς προγνώσεως δείκνυσι τὴν ἐνοίκησιν τοῦ ἁγίου πνεύματος τὴν ἐν αὐτῷ.
15t1 Kor 14,5
15 Θέλω ὑμᾶς γλώσσαις λαλεῖν· καὶ γὰρ τοῦτο πνευμα‐ τικὸν τὸ χάρισμα. θέλω δὲ μᾶλλον προφητεύειν ὑμᾶς· τοῦτο γὰρ μεῖζον τὸ χάρισμα.
18t1 Kor 14,14
18 Προσεύξομαι ἀντὶ τοῦ εὐχαριστήσω καὶ εὐλογήσω. νοῦν δὲ εἶπε τὸν νοούμενον λόγον.
20t1 Kor 14,16
20Ἰδιώτην λέγει τὸν λαϊκὸν πρὸς ἀντιδιαστολὴν τοῦ ἱερέως.
21t1 Kor 14,19
21 Τοῦτο ἔφη, ἵνα μὴ νομίζητε διὰ τὸ μὴ κατηξιῶσθαι χαρίσματος γλωσσῶν **.
23t1 Kor 14,26
23Ὡς μέγα χάρισμα τὸ τῶν ψαλμῶν τῶν ἄλλων προέταξεν. πάντα
οὖν κατὰ τάξιν γινέσθω· ψαλλέτω ὁ καταξιωθεὶς ψαλμο, διδασκέτω192

193

ὁ εὐπορῶν διδαχῆς, ἐκφωνείτω τὴν ἀποκάλυψιν ὁ ἀποκαλύψεως τετυχηκώς.
3t1 Kor 14,27—28
3 Μὴ θορυβεῖτε, φησί, ταῖς γλώσσαις τὴν ἐκκλησίαν οὐκ ὄντων τῶν ἑρμηνευόντων αὐτάς. εἰ δὲ καὶ εἶεν, πάντα τάξει γινέσθω.
5t1 Kor 14,29
5 Μὴ πλάνης πνεῦμα λαλείη, διακρινέτωσαν· ἀντὶ τοῦ σαφηνιζέτωσαν.
7t1 Kor 14,34—36
7 Ἐπειδὴ ὀπίσω εἶπεν· τὰς γυναῖκας προφητεύειν, μήποτε ἐν οἴκῳ ἐπροφήτευον. ἢ σιγάτωσαν ἀντὶ τοῦ μὴ διδασκέτωσαν. διαφέρει δὲ προφητεία διδασκαλίας.
10 Ἀκολουθεῖτε, φησί, ταῖς ἄλλαις ἐκκλησίαις καὶ μηδὲν καινοτομεῖτε ὡς μόνοι τοῦ κηρύγματος ἠξιωμένοι· οὐ γὰρ ἀφ’ ὑμῶν ἤρξατο ὁ λόγος, οὔτε εἰς ὑμᾶς περιεκλείσθη. σιγάτωσαν καὶ παρ’ ὑμῖν αἱ γυναῖκες ὡς καὶ πανταχοῦ ἐν ταῖς ἐκκλησίαις.
14t1 Kor 14,37—38
14Εἴ τις ἀγνοε, φησίν, ὅτι τοῦ κυρίου ἐστὶν ἃ γράφω
15καὶ οὐκ ἐμά, οὐκ ἔστιν προφήτης οὐδ’ ἔχει πνεῦμα θεοῦ, ἀλλ’ ἀγνοεῖται ὑπὸ τοῦ ἁγίου πνεύματος.
17t1 Kor 15,1—2
17 Εἰ γὰρ εὐηγγελίσατο καὶ παρέλαβον καὶ μὴν καὶ κατέχουσιν ἔτι— τοῦτο γάρ ἐστι τὸ ἐν ᾧ καὶ ἑστήκατε—, περιττὸν τὸ περὶ τούτου γράφειν, εἰ μὴ ἄρα ἐκεῖνοι τῷ δοκεῖν τὰ Χριστιανικὰ κατέχοντες δόγματα,
20ἐπὶ τῶν πραγμάτων τὰ ἐναντία φαίνονται ἀσπαζόμενοι· ὅθεν καλῶς ἐπήγαγε τὸ δι’ οὗ καὶ σώζεσθε, ἀντὶ τοῦ οὕτω κατέχετε ὡς ἂν καὶ σωτηρίας τυχεῖν ἐλπίζοντες ἀπ’ αὐτοῦ. τὸ δὲ τίνι λόγῳ εὐηγ‐ γελισάμην ὑμῖν, ἀντὶ τοῦ τίς ὁ σκοπὸς τοῦ εὐαγγελίου, τίς ἡ αἰτία ἵνα τὸ μὲν εὐαγγέλιον ᾖ τοῦ Χριστοῦ ἡ ἀνάστασις, ὁ δὲ τούτου.
25σκοπὸς τὸ πιστεῦσαι ὅτι καὶ πάντες ἀναστησόμεθα ἀκολούθως ἐκείνῳ·193

194

εἴπερ δὴ κατέχετε καὶ μὴ ἀπεβάλετε πάντα ὡς ἂν εἰκῇ πεπιστευ‐ κότες τοῖς παρ’ ἡμῶν λεχθεῖσιν.
3t1 Kor 15,10
3 Οὐ κενὴ καὶ ἄπρακτος γέγονεν ἐν ἐμοὶ ἡ χάρις, ἀλλὰ πλείω τῶν ἄλλων ἐκοπίασα ἐν τῷ κηρύγματι.
5t1 Kor 15,14
5Διὰ γὰρ τῆς ἀναστάσεως αὐτοῦ ἡ ἄφεσις.
6t1 Kor 15,23
6 Ὁ θεσπέσιος Παῦλος τὸ περὶ τῆς ἐσομένης ἀναστάσεως ἡμῖν ἀποκαλύπτων μυστήριον, ἀπαρχὴν μὲν τὸν Χριστὸν ἀναστήσεσθαι λέγει—καὶ γὰρ δὴ καὶ ἐγήγερται πρῶτος ἐκ νεκρῶν—, ἀλλ’ ἔπειτα, φησίν, οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτο· πρὸ γὰρ τῶν ἄλλων ἁπάντων τοὺς οἰκειωθέντας αὐτῷ
10διὰ πίστεως δεῖ ἀναστήσεσθαι λέγει, χρεωστουμένην αὐτοῖς δὴ μάλιστα κυρίως τε καὶ ἰδικῶς ἐπιδεικνύων τὴν ἀνάστασιν, εἰ καὶ εἰς ὅλην διϊκνεῖται τὴν φύσιν ἐξ ἀγαθότητος δηλονότι καὶ φιλανθρωπίας τοῦ παντελῶς καταργῆσαι τὸν θάνατον ἐθελήσαντος θεοῦ.
13t1 Kor 15,24
13 Μετὰ γὰρ τὴν αὐτοῦ ἔσται πάντων ἡ ἀνάστασις, ὅτε καὶ τὸ τέλος, τὸ καταβαπτισθῆναι τὸν θάνατον καὶ ἔτι οὐκ ἔσται θάνατος,
15ἀλλὰ καταργεῖται ὁ κοινὸς ἀνθρώπων ἐχθρός, ὃν εἰσήγαγεν ὁ ἀόρατος θάνατος.
17t1 Kor 15,25
17Ἐχθροὺς τὰς ἀντικειμένας δυνάμεις λέγει.
18t1 Kor 15,32
18Ὑπὸ θηριώδων καὶ φονικῶν ἀνθρώπων ἀνῃρέθη.
19t1 Kor 15,36—38
19Τοῦτο λέγει· ἐὰν μὴ διαφθαρῇ ὃ σπείρεις, οὐ ζωοποιεῖ‐
20ται, καὶ οὐδὲ αὐτὸ φύεται ἀλλὰ γένεσις ἑτέρῳ γίνεται, καὶ ταῦτα ποιεῖ ἡ τοῦ θεοῦ δύναμις. ἅπερ τις τεκμαιρόμενος οὐκ ὀφείλει ἀπιστῆσαι τῇ
ἀναστάσει.194

195

Ὥσπερ καὶ ἡ ὕελος ἐξ ἄμμου μέν ἐστιν, οὐκέτι δὲ ἄμμος ἀλλ’ ἕτερόν τι παρ’ ἐκεῖνο ἀφ’ οὗ γέγονεν, καὶ ὁ στάχυς ὡσαύτως οὐκέτι κόκκος ἀλλὰ στάχυς ἕτερόν τι παρὰ τὸν κόκκον, οὕτως καὶ ἐν τῇ ἀναστάσει βέλτιον τὸ σῶμα μετασκευάζεται ὡς μηκέτι σὰρξ καὶ αἷμα
5ἀλλ’ ἀθάνατόν τι καὶ ἀδιάφθορον ζῶον.
6t1 Kor 15,45—47
6 Τὸ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν γέγραπται· τὸ δὲ ὁ πρῶτος καὶ τὸ Ἀδὰμ αὐτὸς προσέθηκεν, ἵνα εἴπῃ τὸ ἔσχατος Ἀδάμ. Οὐ γὰρ εἶπεν «εἰς ψυχὴν ζωοποιοῦσαν» ἀλλὰ ζῶσαν, ἀντιδια‐
10στέλλων πρὸς τὴν τῶν ἀλόγων ψυχὴν τὴν συμφθειρομένην τοῖς σώμασιν. ἐπεὶ οὖν καὶ ὁ πρῶτος ἄνθρωπος ἐγένετο εἰς ψυχὴν ζῶσαν, ἀπέθανεν καὶ οὐκ ἴσχυσεν ἀναστῆναι, ὁ δὲ δεύτερος, ὅτι πνεῦμα ζωοποιοῦν εἶχεν καὶ ψυχήν, ἀνέστησεν δι’ ἑαυτοῦ. ἐπεὶ οὖν ὁ ψυχικὸς πρῶτος ἐγένετο, δεύτερον δὲ ὁ πνευματικός,
15ἀκολούθως πρῶτον ὁ θάνατος καὶ δεύτερον ἡ ἀνάστασις· ἕπεται γὰρ τῷ δευτέρῳ τὸ πρῶτον. διὸ καὶ ἡμεῖς ὡς ψυχικοὶ γεγονότες ἀποθνήσκομεν, καὶ πάλιν πνευματικοὶ γενόμενοι ἀνιστάμεθα. οὐκ ἔδει δὲ πρῶτον γενέσθαι αὐτὸν πνευματικὸν τὸν θάνατον, ἐπεὶ ἐκ παλιγγενεσίας οὐκ ἦν δυνατὸν αὐτὸν ἀποθέσθαι τὴν ἁμαρτίαν· ὁ δὲ
20θεὸς πάντα ἐν προγνώσει ποιεῖ.
21t1 Kor 15,48—49
21 Τοῦτο εἶπεν διὰ τὸ ἐξ οὐρανοῦ εἶναι τὸν θεὸν λόγον τὸν ἀτρέπτως γεγονότα ἄνθρωπον. οὐρανίους δὲ λέγει οὐχ ὡς ἐν ἁγιότητι ὁμοίους, ἀλλ’ ὡς ἐν ἀφθαρσίᾳ ἀναστησομένους. εἰκόνα δὲ νῦν λέγει πεφορηκέναι ἡμᾶς τοῦ χοικοῦ κατὰ τὸ τεθνήξεσθαι,
25εἰκόνα δὲ τοῦ ἐπουρανίου κατὰ τὸ ἀναστήσεσθαι καὶ διαμένειν ἀφθάρτους. δῆλον δὲ ὅτι τοὺς χοϊκοὺς καὶ ἐπουρανίους τοὺς αὐτοὺς λέγει· χοϊκοὶ μὲν γὰρ πρὸ ἀναστάσεώς ἐσμεν, οὐράνιοι δὲ μετὰ τὴν ἀνάστησιν, κατὰ τὸν τοῦ φθαρτοῦ καὶ ἀφθάρτου λόγον, οὐ κατὰ τὸν τῆς οὐρανίου βασιλείας.
30t1 Kor 15,50—51
30 Σαφῶς καὶ διὰ τούτων διδάσκει, ὅτι σὰρξ καὶ αἷμα βασι‐ λείαν θεοῦ κληρονομῆσαι οὐ δύνανται ἐπὶ τῶν ἀλλαγη‐ σομένων ἔταξεν, τὸ δὲ οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν
ἐπὶ πάντων.195

196

(1t)

1 Kor 15,52
1 Ἐσχάτην σάλπιγγα ἐνταῦθα ἐκάλεσεν μεθ’ ἣν ἀνίστανται ἅπαντες· αὕτη γὰρ ἡ τοῦ θανάτου κατάργησις. δῆλον δὲ ὅτι πολλαὶ μὲν φωναὶ σαλπίγγων γίγνονται, ἑκάστου δέ τινος ἐπιτελουμένου πάντως ἐστὶ σύμβολον. ἐπειδὴ τοίνυν τάξει τινὶ γίνεται ἕκαστον, εἰκότως ἐν
5τῇ ἐσχάτῃ σάλπιγγι τοῦτο ἔσεσθαί φησιν. Τὸ τῆς ἀλλαγῆς καὶ ἀφθαρσίας τὴν ἐπὶ τὸ κρεῖττον μετα‐ βολὴν ἐμφαίνει.
8t1 Kor 15,56
8 Νόμον ἐνταῦθα λέγει ἁπλῶς εἴτε τὸν ἐν τῇ φύσει κείμενον εἴτε τὸν θετόν· βούλεται γὰρ εἰπεῖν ὅτι τότε σὺν τῷ θανάτῳ καὶ ἡ ἁμαρτία
10λύεται, καὶ νόμος ἅπας ἀργεῖ, ἐπειδὴ ἄφθαρτοι γεγονότες τῇ τοῦ πνεύ‐
ματος χάριτι κυβερνώμεθα.196