TLG 4135 015 :: THEODORUS :: Fragmenta in epistulam ad Romanos (in catenis)

THEODORUS Theol.
(Mopsuestenus: A.D. 4–5)

Cf. et THEODORUS Heracleensis vel THEODORUS Mopsuestenus Scr. Eccl. (2967)

Fragmenta in epistulam ad Romanos (in catenis)

Source: Staab, K. (ed.), Pauluskommentar aus der griechischen Kirche aus Katenenhandschriften gesammelt. Münster: Aschendorff, 1933: 113–172.

Citation: Page — (line)

113

(1t)

Röm 1,1
1 Χριστοῦ γὰρ πάντα δοῦλα καὶ δεσπότης ἁπάντων αὐτός. διὸ πρῶτον ὀνομάσας ἑαυτὸν δοῦλον αὐτοῦ, οὕτω καὶ τοὺς λοιποὺς ἄγει εἰς τοῦτο. μόνης δὲ τῆς τοῦ υἱοῦ μέμνηται δεσπότητος, ὡς ἀγνοούμενος οὐ μὴν καὶ τῆς τοῦ πατρὸς ἥτις παρὰ πᾶσιν ὡμολόγηται.
5 Εἰπὼν δὲ ἀφωρισμένος, ἔδειξεν ὅτι οὐ μόνον ἐκλήθη ἀλλὰ καὶ ἐξελέγη ἐκ πολλῶν ὡς χρήσιμος πρὸς τοῦ εὐαγγελίου κήρυγμα.
7tRöm 1,7
7 Διὰ τοῦτο δὲ εἶπεν· πᾶσιν, ἐπειδὴ παρὰ Χριστῷ πάντες ἴσοι. εἶτα εἶπεν· ἀγαπητοῖς θεο, κλητοῖς ἁγίοις, ἀπομερίζει τοὺς ἀπίστους.
10 Κληθείη δ’ ἂν χάρις ἡ τῶν ἁμαρτημάτων συγχώρησις καὶ ἡ τῆς υἱοθεσίας δωρεά, εἰρήνη δὲ ἡ τῶν ἀοράτων πολεμίων ἀπαλλαγὴ ὧν ἡμᾶς ἀπαλλάσσει Χριστός, καὶ τὸ μὴ στασιάζειν τὸ σῶμα πρὸς τοὺς τῆς ψυχῆς λογισμοὺς καὶ ἡ πρὸς ἀλλήλους εὐσεβὴς συμφωνία.
14tRöm 1,8
14Ἀντὶ τοῦ πρὸ παντὸς τοῦ προκειμένου λόγου τῷ θεῷ εὐχαριστῶ ὑπὲρ
15πάντων ὑμῶν εἴτε πενήτων εἴτε πλουσίων· τὸ γὰρ κατὰ τὴν εὐσέβειαν ἶσον τῶν πιστευόντων πανταχοῦ δείκνυσι τοῖς Ῥωμαίοις. Φαίνεται δὲ καὶ ἐν ἑτέραις τῶν ἐπιστολῶν ἀπ’ εὐχαριστίας ἀρχόμενος, ἐκείνους πρὸς οὓς ποιεῖται τὸ γράμμα διδάσκων παντὸς λόγου καὶ πράγματος ἀπ’ εὐχαριστίας ἀπάρχεσθαι τῷ θεῷ, οὐ μόνον
20ὑπὲρ οἰκείων ἀλλὰ καὶ ὑπὲρ ἀλλοτρίων. ἐνταῦθα δὲ μάλιστα κυριώτατα χρῆται τούτῳ τῷ προοιμίῳ· ἔδει γὰρ τὸν μετὰ τὴν Πέτρου διδασκαλίαν τὰ τῆς εὐσεβείας δόγματα παραδιδόναι αὐτοῖς ἐπιχειροῦντα, δεικνύναι ὡς ἀποδέχεται τὰ πρῶτα, καὶ οὐδὲν ἐκείνοις ἐπιμεμφόμενος τὴν πρὸς αὐτοὺς ποιεῖται διδασκαλίαν. ἔχει δὲ ὅμως καὶ Ῥωμαίων ἔπαινον τὸ
25εἰρημένον οὐ τὸν τυχόντα· καὶ αὐτοῦ γὰρ τούτου ἕνεκεν συνεχῶς ἐν113

114

ταῖς αὐτοῦ ἐπιστολαῖς τούτῳ κέχρηται τῷ προοιμίῳ, ὥστε ταῖς εὐφημίαις προθυμοτέρους αὐτοὺς πρὸς τὴν τῶν γραφομένων παρασκευάζειν ἀνάγνωσιν· ὅπερ καὶ ἐπὶ Ῥωμαίων εἰργάσατο, τῶν πραγμάτων αὐτῷ συνεργούντων εἰς τοῦτο.
5 Προσεκτέον δὲ κἀνταῦθα τὰ διὰ Ἰησοῦ Χριστο, ὅπως οὐκ ἐπὶ διακονίας κέχρηται, ὥσπερ [οὐ] δοκεῖ τοῖς αἱρετικοῖς, ἀλλ’ ἐπ’ αἰτίας· οὐ γὰρ δὴ διακόνῳ τῷ Χριστῷ κεχρῆσθαι ὁ ἀπόστολος ἔμελλε τῆς εἰς τὸν θεὸν εὐχαριστίας, λέγει δὲ ὅτι τῷ θεῷ εὐχαριστῶ ὑπὲρ ὑμῶν, τοῦ Χριστοῦ ταύτης ἡμῖν τῆς εὐχαριστίας τὴν αἰτίαν
10παρασχομένου.
11tRöm 1,9
11 Διὸ καλῶς εἶπεν τῷ πνεύματί μου, ἀντιδιαστέλλων πρὸς τὴν σωματικὴν Ἰουδαίων λατρείαν τὴν οὖσαν ἐν περιτομῇ καὶ σαββατισμῷ καὶ ταῖς τοιαύταις θυσίαις· κατὰ πάντα γὰρ οὐ πνευματικὴ οὐδ’ ἀληθής. τινὲς δὲ ἁπλούστερον ἐδέξαντο τὸ ἐν τῷ πνεύματί μου
15ἀντὶ τοῦ τῇ διανοίᾳ καὶ τῇ προθυμίᾳ.
16tRöm 1,10
16 Καλῶς τὸ εἴ πως ἤδη ποτ, ὡς ἂν σφόδρα ποθῶν τῆς πρὸς αὐτοὺς ἀφίξεως τυχεῖν καὶ οὐδὲ φέρων τοῦ παρεληλυθότος χρόνου τὴν ὑπέρθεσιν.
18tRöm 1,11
18 Ἔδειξε τοίνυν διὰ τοῦ ἐπιθυμεῖν ἰδεῖν αὐτοὺς τὸ τῆς διαθέσεως γνήσιον, καὶ διὰ τοῦ ἐπείγεσθαι μεταδοῦναι, ὅτι αὐτοῖς χάρισμα θεῖον
20οὐκ ἴδιον ἀλλ’ οὗ ἔτυχε καὶ αὐτὸς μεταδιδούς. πνευματικὰ δὲ χαρίσματά εἰσι λόγος σοφίας, λόγος γνώσεως, πίστις, χαρίσματα ἰαμάτων, ἐνεργήματα δυνάμεων· ταῦτα γὰρ βεβαιοτέρους ἐν τῇ πίστει καθίστησιν.
24tRöm 1,13
24Τέως δὲ ἐκ τῶν παρόντων ἱκανῶς καὶ τὴν ἑαυτοῦ διάθεσιν
25δείκνυσιν, ὅτι θελήσας ἐλθεῖν πολλάκις ἐκωλύθη· ἅμα δὲ καὶ εἰς φόβον
αὐτοὺς καθίστησι, μή ποτε διὰ τὸ αὑτῶν ἀνάξιον ἐκωλύθη.114

115

Ζητεῖται δὲ πῶς ἀνταπέδωκεν πρῶτον μὲν εὐχαριστῶ τῷ θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ περὶ πάντων ὑμῶν· οὐ γὰρ εἶπε «δεύτερον δέ». ἡγοῦμαι τοίνυν ὅτι ἐνταῦθα ἡ ἀνταπόδοσις γέγονεν εἰς τὸ οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, καὶ τὰ ἑξῆς.
5tRöm 1,15
5 Οὕτω τὸ κατ’ ἐμὲ πρόθυμον. ἔδειξε τὴν αἰτίαν καὶ ὡμολόγησε λοιπὸν δι’ ἣν ἔσπευδεν αὐτοὺς θεάσασθαι· φησὶ γάρ· οὕτω τὸ κατ’ ἐμὲ πρόθυμον, ἀντὶ τοῦ «διὰ ταῦτα καὶ τοῦτον τὸν τρόπον».
8tRöm 1,18
8 Ἐπειδὴ τοίνυν ἐγγὺς ἡ κόλασις ἡ κατὰ τῶν ἀσεβῶν καὶ ἀδίκων προωρισμένη, ἀναγκαῖον προσδραμεῖν τῇ ἐκ πίστεως δικαιοσύνῃ, ἵνα
10ἐκφύγῃς τὰ προσδοκώμενα χαλεπά. καλῶς δὲ εἶπεν τὴν ὀργὴν τοῦ θεοῦ ἀποκαλύπτεσθαι· ἐν γὰρ τῷ νῦν αἰῶνι καλύπτεται ἀνεξικακοῦντος θεοῦ καὶ μὴ παραχρῆμα τιμωρουμένου, ἵνα μὴ ἀποκλείσῃ τῆς μετανοίας καιρόν, ἵνα ἢ μεταγνόντες σωθῶσιν ἢ κατα‐ φρονήσαντες ἀπολογίας μὴ σχῶσι πρόφασιν.
15tRöm 1,25
15 Ἀλλ’ ὅπερ ἐλέγομεν, μετήλλαξαν τὴν ἀλήθειαν ἐν τῷ ψεύδει, καὶ οὕτως ὁ μὲν θεὸς ἀληθινός ἐστι θεός, τὰ δὲ εἴδωλα ψευδῶς ἐκάλεσαν θεούς. τὴν οὖν ἀλήθειαν τοῦ θεοῦ περιέθηκαν τοῖς εἰδώλοις. ὅρα δὲ πάλιν τὸ μετήλλαξαν σημαίνειν ὅτι κατὰ εἴδη κατήλλαξαν τὰ ἀληθῶς ἐπὶ θεοῦ λέγεσθαι καὶ νοεῖσθαι δυνάμενα
20περιθέντες τῷ ψεύδει τοῦτ’ ἔστι τοῖς εἰδώλοις.
21tRöm 1,26
21 Καὶ ἐνταῦθα οὖν παρέδωκεν ἀντὶ τοῦ συνεχώρησέν ἐστιν ἐφ’ ἅπερ ἕκαστος ἐβούλοντο φέρεσθαι, ὡς οὐκ ἀναγκαστικὴν ἀλλ’ ἐλευθέραν ποιήσας τὴν προαίρεσιν ἐφ’ ἣν βούλεται ῥέπειν. ἐπεὶ οὖν, εἰ ἐκώλυσεν, οὐκ ἂν ἐγένετο, τὴν αἰτίαν δῆθεν ἐπὶ τὸν μὴ κωλύσαντα φέρειν εἴωθεν
25ἡ γραφή. ἀτιμίαν δὲ ὧδε τὴν ἀκολασίαν φησίν.
26tRöm 2,2
26 Κρίμα δὲ λέγει τὸ κριτήριον καὶ δικαστήριον τοῦ θεοῦ, καὶ ὡς βεβαιῶν τὴν τῶν ἀσεβῶν κατάκρισιν ἐπήγαγε τὸ κατὰ ἀλήθειάν
ἐστιν.115

116

(1t)

Röm 2,12
1 Καὶ ἵνα μὴ δόξῃ κατηγορεῖν αὐτῶν δι’ ἀπέχθειαν, ἐν τῇ λέξει τὸ ἀνὰ πάλιν πεποίηκεν, τὴν μὲν ἀπώλειαν ἐπὶ τῶν ἀνόμως ἁμαρτανόντων θείς, τὸ διὰ νόμου κριθῆναι ἐπὶ τῶν ἐν νόμῳ.
4tRöm 2,16
4Ἡ δὲ τούτων, φησί, διάγνωσις τότε ἔσται ὅτε καὶ τῶν κατὰ νόμον
5βιούντων, ἑνὸς ὄντος τοῦ καιροῦ καθὸν τὰ πάντων τῶν ἀνθρώπων ἐξετάζει θεὸς διὰ τοῦ Χριστοῦ κατὰ τὸ εὐαγγέλιόν μου, ἵνα εἴπῃ· καθὼς καὶ αὐτὸ κηρύττων διατελῶ, ὅτι ἔσται κρίσεως καιρός, καὶ δεῖ πιστεύσαντας Χριστῷ τὴν τιμωρίαν ἐκφυγεῖν ἐκείνην.
9tRöm 2,17
9Οὐ κατ’ ἐρώτησιν, ὥς τινες ὑπέλαβον, ἀναγνωστέον τὸ εἰ δὲ σὺ Ἰουδαῖος
10ἐπονομάζ, ἀλλὰ κατ’ ἀπόφασιν, ἵνα εἴπῃ· μὴ ὢν ἀληθῶς καὶ ἐν κρυπτῷ Ἰουδαῖος, ἀλλὰ λεγόμενος μόνον καὶ ὡς σῶμα ἀλαζονευόμενος.
12tRöm 2,20
12 Μόρφωσιν λέγει οὐ τὴν προτύπωσιν, ἀλλ’ αὐτὴν τὴν ὑπόστασιν καὶ τὴν γνῶσιν καὶ τὴν ἀλήθειαν ὡς τὸ ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων.
15tRöm 2,29
15 Τῷ πνεύματι, οὐ τῷ ἁγίῳ· οὐ γὰρ περὶ τῶν ἐν τῇ χάριτι κατορθούντων διαλέγεται, ἀλλ’ ὑποτίθεται δι’ ὅλου τοὺς ἔξω τὰ τοῦ νόμου ποιοῦντας, καὶ δείκνυσι κρείττονας τῶν ἐν τῷ νόμῳ παραβαινόν‐ των. συνᾴδει δὲ ἅπαντα καταλλήλως τῷ οἰκείῳ σκοπῷ, πρόθεσιν ἔχων καὶ τοῦ φυσικοῦ νόμου Ἕλληνας δεῖξαι παραβάτας καὶ Ἰουδαίους πρὸς
20τῷ φυσικῷ καὶ τοῦ θετοῦ, ἵνα διὰ πάντων στήσῃ τὸ τῆς χάριτος χρῄζειν ἅπαντας. λέγει δὲ τὸ ἐν πνεύματι ἀντὶ τοῦ τῇ προθέσει, ὡς ἐν τῇ τῷν Ἀριθμῶν βίβλῳ φησὶν ὁ θεὸς ὅτι πάντες οἱ παρ‐ οξύναντές με οὐκ ὄψονται τὴν γῆν, ὁ δὲ παῖς μου Χάλεβ, ὅτι ἐγενήθη πνεῦμα ἕτερον ἐν αὐτῷ καὶ
25ἐπηκολούθησέ μοι καὶ τὰ ἑξῆς, φανερῶς πνεῦμα τὴν πρόθεσιν εἰπών, καὶ ὁ προφήτης· πνεύματι πορνείας ἐπλανήθησαν,
ἵνα εἴπῃ· πρόθεσιν ἔσχον πορνικήν.116

117

(1t)

Röm 3,9
1 Ἵνα εἴπῃ· ἄγε τοίνυν, μετὰ τὸν ἐκείνων ἔλεγχον τῶν ἡμετέρων τὸ μέγεθος δείξομεν.
3tRöm 3,12
3 Τῇ μαρτυρίᾳ οὐχ ὡς προφητικῶς εἰρημένῃ ἐχρήσατο, ἀλλ’ ὡς ἁρμοζούσῃ τοῖς ἀποδεδειγμένοις τῷ περιληπτικῶς περὶ ἐπταικότων
5λέγειν αὐτὰ τὸν Δαυίδ. ὥσπερ οὖν καὶ ἡμεῖς ἄχρι τῆς δεῦρο ἐν ταῖς ἐκκλησιαστικαῖς διαλέξεσι μαρτυρίαις συγκεχρήμεθα, ὡς ἂν ἁρμόζειν δυναμέναις ἀπὸ τῆς διανοίας τοῖς παρ’ ἡμῶν λεγομένοις· ὁ γὰρ ψαλμὸς ἐκεῖνος οὐ περὶ πάντων ἀνθρώπων εἴρηται τῷ Δαυίδ. καὶ δῆλον ἐξ ὧν φησιν· οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν
10ἀνομίαν, οἱ ἐσθίοντες τὸν λαόν μου ἐν βρώσει ἄρτου; τίνα δὲ ἔμελλεν ὀνομάζειν οἰκεῖον θεῷ ὁ περὶ πάντων ἀνθρώπων ὡς εἰς τὸ χεῖρον ἐκκλινάντων ἀποφηνάμενος;
13tRöm 3,27
13 Πάντως ἐρεῖτέ μοι· τίς ἐπεισελθὼν νόμος τοῦτον ἐξέβαλεν; ἐπειδὴ νόμῳ πέφυκεν ὁ κρατῶν λύεσθαι νόμος. πρὸς οὕς φησιν· οὐ
15νόμος ἔργων ἐπεισελθὼν τὸν πρότερον ἔλυσεν—κάλλιστα γὰρ εἶχεν ἐκεῖνος κατά γε τοῦτο, —νόμος δὲ πίστεως ἐπεισεληλυθὼς περιττὸν εἰκότως τοῦτον ἀπέφηνε νικώσης τὴν ἀπὸ τοῦ νόμου τῶν ἔργων 〈καύχησιν〉, ἐπειδὴ ταῦτα ἡμῖν ἀπὸ τῆς θείας ὑπάρχει χάριτος, ἃ σὺν πολλῷ τῷ πόνῳ προσγίνεσθαι ἀπὸ τῶν προτέρων οὐκ ἠδυνήθη.
20ἔδειξε δὲ διὰ νόμου πίστεως εἰπὼν καὶ μὴ ἁπλῶς διὰ πίστεως 〈τὸ καυχᾶ〉σθαι πρὸς τὸν νόμον ὡς ἀλλότριον 〈εἶναι, εἰ καὶ〉 ἐπὶ τῶν οἰκείων τὴν προσηγορίαν ἀσπάζεται.
23tRöm 3,28
23 Τὸ δὲ λογιζόμεθα οὐκ ἐπ’ ἀμφιβολίας λέγει, ἀλλ’ ἀντὶ τοῦ λογισμῷ τῷ προσήκοντι ἡγοῦμαι τῆς κατὰ πίστιν δικαιώσεως ἄνευ
25ἔργων νόμου πάντα ἄνθρωπον βουληθέντα μετέχειν. σημειωτέον δὲ ὡς οὐχ ἁπλῶς εἶπε «χωρὶς νόμου», ὡς ἂν εἰ καὶ ἐργαζοίμεθα ἀρετῆς ἐπιμελούμενοι, οὐκ ἀνάγκῃ νόμου τοῦτο ποιούντων, ἀλλ’ ὑφ’ ἑτέρου
πρὸς τοῦτο ἀγομένων.117

118

(1t)

Röm 3,30
1 Ἐπὶ τῶν Ἰουδαίων τὸ ἐκ πίστεως τέθεικεν, ὡς ἂν ἐχόντων μὲν καὶ ἑτέρας ἀφορμὰς πρὸς δικαίωσιν, οὐ δυναμένων δὲ αὐτῆς μετέχειν πλὴν ἐκ τῆς πίστεως· ἐπὶ δὲ τῶν Ἑλλήνων διὰ τῆς πίστεως, ὡς ἂν ἅπασαν τῆς δικαιώσεως τὴν αἰτίαν ἐντεῦθεν ἐχόντων.
5tRöm 4,8
5 Θαυμασιώτατα δὲ τὰς μαρτυρίας συνέκρουσεν, ἐπὶ μὲν τῆς πίστεως· καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, ἐπὶ δὲ τῶν ἔργων· καὶ οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν. ἐκεῖ γὰρ ἤρκεσεν ἡ πίστις ὥστε λογισθῆναι αὐτῷ εἰς δικαιοσύνην, ἐνταῦθα δὲ τὰ ἔργα καὶ πρὸς τὸ ἐναντίον ῥέποντα οὐ λογίζεται, ὅταν ἡ τοῦ θεοῦ
10φιλανθρωπία τῶν γεγονότων ἀνωτέρα φαίνηται.
11tRöm 4,11
11 Εἰς τὸ εἶναι αὐτὸν πατέρα πάντων τῶν πιστευ‐ όντων. κατὰ τὸ οἰκεῖον ἰδίωμα κἀνταῦθα εἶπεν ὡς τὸ εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους· λέγει γὰρ τὸ ἀναγκαίως τοῖς γεγονόσιν ἑπόμενον. ἐντεῦθέν φησι· κοινός ἐστιν ἁπάντων πατήρ, ἐπειδὰν τὴν
15πρὸς αὐτὸν ὁμοιότητα τῆς πίστεως δέξωνται.
16tRöm 5,13—14
16 Οὐδὲ γὰρ ὁ νόμος ἐπεισελθών, φησί, τὴν ἁμαρτίαν ἔλυσεν, ἀλλ’ ἄχρις ἦν τε ὁ νόμος καὶ ἐπολιτεύετο καὶ ἐκράτει παρὰ τοῖς ἀνθρώποις, ἐλάμβανε καὶ τὰ τῆς ἁμαρτίας προσθήκην οὐδὲν πρὸς τοῦτο τῆς τοῦ νόμου θέσεως συμβαλέσθαι δυνηθείσης αὐτοῖς. καὶ πρὸς ἀπόδειξιν
20τοῦ προκειμένου ἐπάγει· ἁμαρτία δὲ οὐκ ἐλλογεῖτο μὴ ὄντος νόμου. τοσοῦτον γὰρ ἀπεῖχεν ὁ νόμος, φησί, τοῦ τὴν ἁμαρ‐ τίαν ἀνελεῖν, ὥστε οὐδ’ ἂν γένοιτο ἁμαρτία, εἰ μὴ νόμος εἴη. νόμον δὲ νῦν καλεῖ τὴν ἥντινα δήποτε διάκρισιν εἴτε ἀπὸ φύσεως εἴτε ἀπὸ θέσεως ἐγγινομένην· μὴ γὰρ οὔσης τῆς διακρίσεως οὐκ ἄν τις λέγοιτο
25ἁμαρτάνειν ἁμαρτίαν, εἰ δὲ ὁ τὸ φαινόμενον κακὸν καὶ διακεκριμένον ἀπὸ τοῦ καλοῦ μετιών. ἀλλὰ τοῦτο μὲν εἰς αὔξησιν τοῦ φ’ ᾧ πάντες ἥμαρτον τέθεικεν. Ἐχόμενος δὲ τῆς οἰκείας ἀκολουθίας ἐπήγαγεν· ἀλλ’ ἐβασίλευ‐ σεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως καὶ ἐπὶ
30τοὺς μὴ ἁμαρτήσαντας ἐν τῷ ὁμοιώματι τῆς παρα‐
βάσεως Ἀδάμ, ὅς ἐστι τύπος τοῦ μέλλοντος. τὸ μὲν118

119

οὖν καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐν τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδὰμ τοῦτο λέγει ὅτι ὁ θάνατος ἐκράτησεν ἁπάντων τῶν ὁπωσδήποτε ἡμαρτηκότων· οὐ γάρ, ἐπειδὴ οὐχ ὅμοιον ἦν τὸ τῆς ἁμαρτίας εἶδος, τό τε τοῦ Ἀδὰμ καὶ τῶν λοιπῶν ἀνθρώπων,
5θανάτου γεγόνασιν ἐκτὸς οἱ λοιποί, ἀλλ’ ὑπὲρ ὧν ἡμάρτανον ὁπωσδή‐ ποτε, τοῦ θανάτου τὴν ἀπόφασιν ἐδέξαντο πάντες· οὐ γὰρ τῆς τοιᾶσδε ἁμαρτίας τιμωρία ὁ θάνατος ὥρισται ἀλλὰ πάσης ἁμαρτίας. ἔστι δὲ ἐν τῷ ** πᾶν ἀπὸ τοῦ οὐ μόνον δ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ θεῷ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστο· λέγει γὰρ
10ὅτι οὐκ ἐπὶ τούτῳ μόνον καυχώμεθα, ὅτι διὰ τοῦ Χριστοῦ κατήλλαξεν ἡμᾶς ὁ θεὸς ἑαυτῷ, ἀλλ’ ὅτι καὶ πάντα δὴ τὰ παλαιὰ ἔλυσε κακά. ποῖα ταῦτα; ἡμαρτηκότος γὰρ τοῦ Ἀδὰμ καὶ μὴν καὶ θνητοῦ διὰ τοῦτο γεγονότος, ἥ τε ἁμαρτία πάροδον ἔλαβεν εἰς τοὺς ἑξῆς καὶ ὁ θάνατος πάντων ἐκράτει τῶν ἀνθρώπων ὡς εἰκός. πάντων γὰρ ἡμαρτηκότων,
15εἰ καὶ μὴ παραπλησίαν τῷ Ἀδὰμ ἁμαρτίαν ἀλλ’ οὖν γε ὁπωσδήποτε, τῶν μὲν οὕτω τῶν δὲ οὕτω, ἀνάγκη καὶ τὸν θάνατον ἦν κρατεῖν ἐφ’ ἁπάντων ὁμοίως. ἀλλ’ οὐδὲ ὁ νόμος ἐπεισελθὼν ἀνελεῖν αὐτὴν ἀπὸ τῶν ἀνθρώπων ἐδυνήθη· τοὐναντίον μὲν οὖν καὶ ἡ τοῦ ἁμαρτάνειν ἀφορμὴ ἐντεῦθεν ἡμῖν ἐπεγίγνετο τῷ μηδὲ οἷόν τε εἶναι ἁμάρτημα κρίνεσθαι
20νόμων ἐκτός. ὄντων δὲ τῶν καθ’ ἡμᾶς ἐν τούτοις ὡς μηδεμίαν τῆς ἐπὶ τὸ κρεῖττον μεταβολῆς ὑποφαίνεσθαι ἐλπίδα, λύσιν ἁπάντων ὁ Χριστὸς εἰργάσατο τῶν κακῶν. διὸ συντόμως ἐπήγαγε τὸ ὅς ἐστι τύπος τοῦ μέλλοντος, ἵνα εἴπῃ ὅτι ἐγένετο δὲ τὰ κατὰ τὸν Ἀδὰμ τύπος τῶν κατὰ Χριστόν, ἐπειδὴ ὥσπερ δι’ ἐκείνου τῶν χειρόνων
25ἡ πάροδος ἐγένετο, οὕτω διὰ τούτου τῆς τῶν κρειττόνων ἀπολαύσεως τὴν ἀφορμὴν ἐδεξάμεθα.
27tRöm 5,15
27 Καὶ οὐδὲ τὸ τοῦ παραπτώματος εἶδος, φησί, τοσοῦτον ὅσον τὸ τοῦ χαρίσματος· εἰ γὰρ καὶ ἡ τοῦ ἑνὸς ἁμαρτία τοῖς ἀνθρώποις τὸν θάνατον ἐπήγαγεν, ἀλλ’ οὖν γε ἡ διὰ τοῦ Χριστοῦ δωρεὰ μείζων τις περὶ τοὺς
30ἀνθρώπους ἐγένετο. τὸ γὰρ οἱ πολλοὶ ἀπέθανον ἀντὶ τοῦ πάντες λέγει· πάντες γὰρ ἀπέθανον, ὡς αὐτὸς ἀνωτέρω φησίν· εἰς πάντας ἀνθρώπους διῆλθεν ὁ θάνατος. δῆλον δὲ ὅτι τὸ καὶ εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν ὁμοίως ἀντὶ τοῦ εἰς πάντας λέγει· κοινὴ γὰρ καὶ ἡ τῆς ἀναστάσεως χάρις ἁπάντων ἀνισταμένων
35ὁμοίως.
36tRöm 5,16
36 Μίαν ταύτην αἰτίαν λέγει τῆς διαφορᾶς· ἐκεὶ μὲν γάρ, φησίν, εἷς ἡμαρτηκὼς καὶ κατακριθεὶς διὰ τοῦτο εἰς τοὺς ἑξῆς τὴν τιμωρίαν
ἐνεχθῆναι παρεσκεύασεν, πάντας κοινωνοὺς τῆς ἀποφάσεως ἐσχηκὼς119

120

τοῦ θανάτου. ἡ δέ γε χάρις οὐχ ὁμοίως· οὐ γὰρ ἀφ’ ἑνὸς ὥσπερ ἐπὶ τοῦ Ἀδὰμ εἰς τοὺς ἑξῆς ἐλήλυθεν, ἀλλὰ πολλῶν ὄντων τῶν ἤδη κατα‐ κεκριμένων σύντομον εἴς τε τοὺς πρότερον καὶ εἰς τοὺς ἑξῆς ἀνθρώ‐ πους τῆς δωρεᾶς ἐποιήσατο τὴν ἐξάπλωσιν. ἔστιν οὖν μείζων πολλῷ·
5εἴπερ ἐκεῖνο μὲν ἔβλαψε τοὺς ἑξῆς, τοῦτο δὲ οὐ τοὺς ἑξῆς μόνον ὠφέλησεν, ἀλλὰ γὰρ καὶ τοὺς προειληφότας ἔλυσε τῶν ἐγκλημάτων.
7tRöm 5,17
7 Ἔτι μὴν κἀκεῖνο, φησί, πολλὴν δείκνυσι τὴν διαφοράν, ὅτι ἐκεῖ μὲν ὁ θάνατος εἰσαχθεὶς τῇ τοῦ Ἀδὰμ ἁμαρτίᾳ καὶ κρατήσας ἐπὶ τῶν ἀνθρώπων ἐδέξατο λύσιν, ἡ δέ γε τῆς δωρεᾶς ἀπόλαυσις διὰ τοῦ
10Χριστοῦ προσγεγονυῖα ἡμῖν, δι’ ἣν καὶ τῆς ἀναστάσεως τευξόμεθα καὶ ἐν δικαιοσύνῃ διατελέσομεν ἁμαρτεῖν οὐκ ἐπιδεχόμενοι, λύσιν οὐ δέξεται· διαμενοῦμεν γὰρ τῆς μελλούσης ζωῆς διηνεκῶς ἀπολαύοντες.
13tRöm 5,18—19
13 Ἀρκούντως ἐκ τοῖς προκειμένοις τὴν διαφορὰν δείξας τῶν πραγμά‐ των συλλογίζεται ἐνταῦθα τὸ πᾶν πρὸς τὸ διὰ τοῦτο ὥσπερ
15δι’ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν, ταῦτα ἀποδιδοὺς καὶ λέγων ὅτι δέδεικται διὰ τούτων ἡμῖν, ὅπως τοῦ Ἀδὰμ καὶ ἁμαρτήσαντος καὶ θανάτου αἰτίου γεγονότος ὁ Χριστὸς καὶ τὴν λύσιν τῶν ἁμαρτημάτων ἡμῖν ἐχαρίσατο, καὶ τὴν ἀπαλλαγὴν τοῦ θανάτου τῇ τῆς ἀναστάσεως ἐλπίδι καθ’ ἣν ἔξω πάσης ἁμαρτίας
20πολιτευσόμεθα· τοῦτο γὰρ λέγει δικαίωσιν ζωῆς. καὶ ὥσπερ ἡ ἐκείνου, φησίν, ἁμαρτία τοὺς λοιποὺς ἀνθρώπους θνητούς τε ἐποίησε καὶ ἐπιρρεπεῖς διὰ τούτου περὶ τὴν ἁμαρτίαν εἶναι—τοῦτο γὰρ λέγει τὸ ἁμαρτωλοί—, οὕτως ὁ Χριστὸς τὴν ἀνάστασιν ἡμῖν ἐδωρήσατο, ὥστε ἐν ἀθανάτῳ τῇ φύσει καταστάντας πάσης ἁμαρτίας διάγειν
25ἐλευθέρους ἐν ἀκριβεῖ τῇ δικαιοσύνῃ πολιτευομένους. ἔδειξε δὲ κἀν‐ ταῦθα ὅτι τὸ οἱ πολλοὶ ἀντὶ τοῦ «πάντες» λέγει· εἰπὼν γὰρ τὸ εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς, ἐπήγαγεν· ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλο, ὥστε δῆλον ὅτι οἱ πολλοὶ ἀντὶ τοῦ «οἱ πάντες» λέγει καὶ ἐν τοῖς ἀνωτέροις κἀνταῦθα.
30tRöm 5,21
30 Τὸ βασιλεῦσαι ἐν τῷ θανάτῳ τὴν ἁμαρτίαν οὕτως λέγει· μείζονα περὶ τὸ ἁμαρτάνειν ῥοπὴν θνητοὶ γεγονότες ἐσχήκαμεν. πολλὰ μὲν γὰρ ἀπὸ ἡδονῆς τῆς περί τε βρῶσιν καὶ πόσιν
καὶ τὸν ἔξωθεν κόσμον καὶ μὴν καὶ τὰς τῶν γυναικῶν ἐπιμιξίας120

121

ἐγγίνεται ἡμῖν πταίσματα, ἐφ’ ἑκάστου τούτων οὐκ ἐπὶ τοῦ πρέποντος τῶν πολλῶν ἱσταμένων ἀλλ’ εἰς ἀμετρίαν ἐκφερομένων. ταῦτα δὲ ἀθανάτω μὲν οὐκ ἄν ποτε ἐγγένοιτο φύσει. ποία γὰρ ἡδονή, τίς δὲ φιλαργυρία ἐπὶ τῆς ἀθανάτου χώραν ἕξει φύσεως; ἐπειδὴ δὲ θνητοὶ
5γεγόναμέν τε καὶ ἐσμὲν τὴν φύσιν, ἄφατον μέν τινα ἀπὸ τῶν προειρημένων παθῶν τὴν ἐνόχλησιν ὑπομένομεν, πολλὴν δὲ τὴν περὶ τὸ ἁμαρτάνειν ῥοπὴν ἐντεῦθεν δεχόμεθα. καλῶς οὖν ἔφη βασι‐ λεῦσαι ἐν τῷ θανάτῳ τὴν ἁμαρτίαν, μονονουχὶ κρατοῦσαν ἡμῶν διὰ τῆς ἐνούσης ἡμῖν ἐντεῦθεν περὶ τὸ ἁμαρτάνειν ῥοπῆς. ὥσπερ
10οὖν τότε ἡμῶν ἡ ἁμαρτία, φησίν, ἐκράτει συνωθουμένων ἐπ’ αὐτὴν καὶ παρὰ γνώμην πολλάκις, οὕτω δὲ ἡ τοῦ θεοῦ καθέξει φιλοτιμία, ἀσάλευτον τὴν βασιλείαν ἔχουσα ἐν ἡμῖν, ἐπειδὰν τῆς αἰωνίου ζωῆς καταξιωθέντες διὰ τῆς ἀναστάσεως ἐν ἀληθινῇ καὶ βεβαίᾳ τῇ δικαιο‐ σύνῃ διάγειν μέλλομεν ἁμαρτεῖν οὐκ ἐπιδεχόμενοι.
15tRöm 6,3
15 Ἢ οὐκ ἴστε, φησίν, ἐκεῖνο, ὅτι τὸ βάπτισμα κοινωνοὺς ποιεῖ τοῦ θανάτου τοῦ Χριστοῦ; καὶ γὰρ ὥσπερ συνθάπτεσθαι δοκοῦμεν αὐτῷ βαπτιζόμενοι κατά γε τὸν τύπον ὥστε προσήκειν ἡμᾶς, καθάπερ ὁ κύριος ἐκ νεκρῶν ἀναστὰς εἰς ἑτέραν καινήν τινα κατέστη ζωήν, οὕτως καὶ αὐτοὺς ἐν καινῇ τινι ζωῇ καθεστάναι μετὰ τὸ βάπτισμα, λογιζο‐
20μένους ἄξιον ἐπιδείκνυσθαι τὸν βίον τῆς ζωῆς ἐκείνης εἰς ἣν διὰ τοῦ βαπτίσματος γεγενῆσθαι πιστεύομεν.
22tRöm 6,5
22 Δῆλον δὲ ἄρα κἀκεῖνο, φησίν, ὡς οὐκ ἔνεστι τυπικῶς κοινωνή‐ σαντας τῷ θανάτῳ μὴ καὶ τῆς ἀναστάσεως ἐπ’ αὐτῶν τυχεῖν τῶν πραγμάτων. καλῶς δὲ εἶπε τὸ σύμφυτοι περί τε νεκρώσεως καὶ
25ζωοποιήσεως διαλεγόμενος, ἐπειδὴ καὶ τῶν φυτῶν ἴδιόν ἐστι τὸ νεκροῦσθαι μὲν ἐν τῇ φυτείᾳ, μεθίστασθαι δὲ ἐπὶ τὸ κρεῖττον καὶ ἐνδοξότερον πολλῷ. καὶ εἰκότως ἀπὸ τῶν παρόντων τὰ μέλλοντα ἐπιστώσατο· ἐπειδὴ γὰρ δῆλον ἦν, ὡς πνεύματος μετεῖχον ἐν τῷ βαπτίσματι, τοῦτο δὲ ὑπ’ αὐτῶν σαφῶς ἐδείκνυτο τῶν πραγμάτων,
30καλῶς ἀπὸ τοῦ φαινομένου τότε τὸ μηδέπω δῆλον αὐτοὺς ἐπιστώσατο.
31tRöm 6,6
31 Λέγει καὶ τὸ πάθος τοῦ κυρίου ἐπὶ τίσιν ἐγένετο, εἰς μείζονα πίστιν τῶν εἰρημένων. ἐπειδὴ γὰρ ὑπὸ τὴν ἀπόφασιν γενόμενοι τοῦ θανάτου πλεῖστον ὅσον ἐπιρρεπέστεροι πρὸς τὸ ἁμαρτάνειν ὑπὸ τῆς θνητότητος ἐγινόμεθα, τῷ Χριστῷ, φησίν, ἐσταυρωμένῳ ὥσπερ ἅπασα
35ἡμῶν ἡ ὑπὸ τὴν θνητότητα κειμένη φύσις συνεσταυρώθη, ἐπειδὴ καὶ121

122

πᾶσα αὐτῷ συνανέστη, πάντων ἀνθρώπων αὐτῷ συμμετασχεῖν ἐλπι‐ ζόντων τῆς ἀναστάσεως. ὡς ἐντεῦθεν συναφανισθῆναι μὲν τὴν περὶ τὸ ἁμαρτάνειν ἡμῶν εὐκολίαν διὰ τῆς ἐπὶ τὴν ἀθανασίαν τοῦ σώματος μεταστάσεως, γεννηθῆναι δὲ καὶ ἡμᾶς ἔξω καταστῆναι τῆς τοῦ ἁμαρ‐
5τάνειν ἀνάγκης.
6tRöm 6,12—14
6 Λέγει μὲν ὅτι τούτων οὕτως ἐχόντων δίκαιον ἡμᾶς μὴ ἁμαρτάνειν κατὰ τὸν παρόντα βίον, κἂν ἔτι θνητοὶ τὴν φύσιν ὄντες πλείονα ἔχητε τὴν ἐπὶ τοῦτο ῥοπήν. ἐπειδὴ δὲ τὸ βασιλεύειν ἐπὶ τῆς ἁμαρτίας τέθεικεν, καλῶς εἶπε τὸ μὴ παριστάνετε τὰ μέλη ὑμῶν·
10παρεστάναι γὰρ τοῖς βασιλεῦσιν ἔθος τοὺς δορυφόρους. μὴ τοίνυν, φησίν, ὡς βασιλίδι τῇ ἁμαρτίᾳ σπεύδοντες ὑπηρετεῖσθαι διαπράττεσθε ἃ μὴ δεῖ, σπουδάσατε δὲ μᾶλλον ἑαυτοὺς ἀφορίσαι τῷ θεῷ κατὰ τοὺς ἐκ νεκρῶν ἀναβιώσαντας, ὅλοι δι’ ὅλων τὰ δικαιοσύνης ἔργα ποιεῖν ἐσπουδακότες. θαυμασιώτατον δὲ αὐτοῦ τὸ ὡσεὶ ἐκ νεκρῶν
15ζῶντας, δεικνύντος ὅτι οὐ τὸ πρᾶγμα παρ’ αὐτῶν ἀπαιτεῖ ἀλλὰ τὴν κατὰ τὸ δυνατὸν μίμησιν· ζῶντες μὲν γὰρ ἐκ νεκρῶν τότε ἔσονται ὅτε καὶ τῆς ἐπὶ τὸ ἁμαρτάνειν ῥοπῆς ἔξω καταστήσονται, νυνὶ δὲ ὡς ἐκ νεκρῶν ζῶντές φησιν ἀντὶ τοῦ κατὰ τὸ δυνατὸν ἐκεῖνο μιμούμενοι. καὶ καλῶς πείθων αὐτοὺς μὴ δεδοικέναι τὴν περὶ τὸ
20ἁμαρτάνειν ῥοπὴν καὶ τὰς ἐντεῦθεν κινήσεις, εἰ τὰ τῆς γνώμης ἀκέραια σώζοιτο, ἐπάγει· ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει. ἐπειδὴ γὰρ ἀπὸ τῶν μελλόντων μὴ δεῖν αὐτοὺς ἁμαρτάνειν ἔδειξεν, ἀκολούθως ἐπήγαγεν ὅτι κρατῆσαι ὑμῶν καθόλου τὴν ἁμαρτίαν τῶν ἀδυνάτων· ἔσται γὰρ καιρὸς ὁ μέλλων ἐν ᾧ πάσης ἁμαρτίας ἀπηλλαγμένοι
25πολιτεύσεσθε, ὥστε εἰ νῦν τὰ τῆς γνώμης ὑμῶν ὑγιαίνοι, ἅπαν εἶδος ἁμαρτίας ἀποστρεφομένων καὶ σπουδῇ τὰ καλὰ ποιεῖν ἐθελόντων, οὐ δεῖ δεδοικέναι τὴν ἐπὶ τὸ χεῖρον ῥοπήν· λήψεται γὰρ ἴασιν τοῦτο πάντως ἐν καιρῷ τῷ προσήκοντι, καὶ οὐ χρεία τῶν ὑμετέρων πρὸς τοῦτο πόνων, καὶ τὸ μεῖζον· οὐ γάρ ἐστε ὑπὸ νόμον ἀλλ’ ὑπὸ χάριν.
30τοσοῦτον γὰρ ἀφέξετε τότε καί τι τοιοῦτον δεδοικέναι, ὥστε οὐδὲ νόμων ὑμῖν δεήσει τῶν ὑποδεικνύντων ἃ πράττειν προσήκει, χάριτί τε καὶ φιλοτιμίᾳ τοῦ δεδωκότος τῆς τοῦ πνεύματος ἀπολαύσετε δωρεᾶς.
33tRöm 6,15
33 Τοῦτο Ἰουδαίοις μάλιστα λέγειν ἐνῆν, ὅτι νόμου φύσις διορίζει, τί μὲν πράττειν προσήκει, τί δὲ μή. εἰ μὲν οὖν ἔξω νόμου τυγχάνομεν,
35οὐδὲν ἂν κωλύοι τὸ προστυχὸν ἅπαντας πράττειν, εἰ δὲ ἔστι τις πρακτέων καὶ μὴ τοιούτων διάκρισις, ὑπὸ νόμον πάλιν ἐσμέν, καὶ
σχῆμα ψιλὸν ἔχει τὰ λεγόμενα παρ’ ὑμῶν. ταύτην τοίνυν ἀντιθεὶς122

123

ἑαυτῷ τὴν ἀντίρρησιν, λέγει μὲν πῶς ἁμαρτίας ἐκτὸς εἶναι προσῆκεν ἡμᾶς οὐχ ὑπὸ νόμον ὄντας, ὅπως δὲ ἡ τῆς χάριτος ἀπόλαυσις οὐκ ἄδειαν ἡμῖν τοῦ ἁμαρτάνειν παρέχεται. καὶ εὐθὺς μὲν ἐπάγει κατὰ τὸ σύνηθες αὐτῷ· μὴ γένοιτο, τοῦ ἁμαρτάνειν καὶ τὴν προσηγορίαν
5φευκτὴν εἶναι ἡγούμενος. τὴν δέ γε λύσιν τῆς ἀντιθέσεως οὕτω ποιεῖται· πᾶς ἄνθρωπος ὅτῳπερ ἂν ὑπακούειν ἕληται, φησί, δοῦλον ἑαυτὸν ἐκεί‐ νου κατέστησεν εἰς τὸ πείθεσθαί τε αὐτῷ καὶ τὰ ἐκείνῳ δοκοῦντα πράττειν ἅπαντα. ἢ τοίνυν τῇ ἁμαρτίᾳ πείθεσθαι ἑλόμενοι τὰ ἐκείνῃ δοκοῦντα ποιεῖν ἀνάγκην ἔχετε, τὸν ἐπιγινόμενον ἐντεῦθεν θάνατον
10ἐκδεχόμενοι, ἢ τῇ δικαιοσύνῃ προσνείμαντας ἑαυτοὺς δεήσει πάντως τὸ ταύτης βούλημα πληροῦν, τὰ ἐκεῖθεν ἀγαθὰ περιμένοντας.
12tRöm 6,17
12 Ἀναγκαιότατον μὲν οὖν καὶ τὸ χάρις δὲ τῷ θε· ἔδει γὰρ ἀπ’ εὐχαριστίας ἄρξασθαι τόν γε τοσούτων ἀγαθῶν δόσιν παρὰ θεοῦ ὑπάρξασαν ἡμῖν ἐξηγεῖσθαι μέλλοντα. καιριώτατα δὲ τὸ εἰς ὃν
15παρεδόθητε τύπον διδαχῆς· οἱ γὰρ ἀπόστολοι διετέλουν ἁπανταχοῦ λέγοντες ὅτι λέλυται τὰ παλαιά, πέπαυται θάνατος, ἔσβεσται ἁμαρτία, ἔργῳ μὲν ὕστερον, ἐπαγγελίᾳ δὲ ἤδη. τύπον δέ τινα καὶ σύμβολα πληροῦμεν ἐκείνων ἐπὶ τοῦ βαπτίσματος διὰ τῆς δεδομένης ἡμῖν ἐν αὐτῷ τοῦ πνεύματος δωρεᾶς, ὥσπερ ἀναγεννώμενοι κατὰ
20μίμησιν τῶν ἐσομένων τότε. τοῦτο οὖν λέγει ὅτι γνώμῃ τὴν ἡμετέραν διδασκαλίαν εἵλεσθε δι’ ἧς προσηγάγομεν ὑμᾶς, καὶ μονονουχὶ παρεδώ‐ καμεν τῷ τύπῳ τῶν μελλόντων διὰ τοῦ βαπτίσματος. τούτοις δὴ πεισθέντας ἀνάγκη σύμφωνα διαπράττεσθαι, μιμουμένους ἐκεῖνα τῷ βίῳ εἰς ἃ τῷ τύπῳ κατέστητε.
25tRöm 6,19
25 Δῆλον μὲν οὖν, φησίν, ὅτι τοσούτῳ μείζονα περὶ ταῦτα ἔχειν προσῆκεν τὴν σπουδὴν ὅσῳ κακίας κρείττων ἀρετή. ἵνα δὲ τῇ ὑμετέρᾳ ἀσθενείᾳ τὸν λόγον μετρήσας, πλείονα περὶ τὸ χεῖρον ἐχούσῃ τὴν ῥοπήν, μὴ μέγα τι φθέγξομαι μηδὲ ὑπὲρ ἀνθρώπινον, τοσοῦτον γοῦν ὑμᾶς περιττὴν ἀρετὴν ἔχειν βούλομαι ὅσον τῇ ἁμαρτίᾳ προσεσχήκατε.
30tRöm 6,21
30 Κατ’ ἐρώτησιν ἀναγνωστέον τὸ τίνα οὖν καρπὸν εἴχετε τότε; εἶτα κατ’ ἀπόκρισιν φ’ οἷς νῦν ἐπαισχύνεσθε· εἴδομεν γὰρ τὸ κέρδος, φησί, τῆς περὶ ἐκεῖνα σπουδῆς ἃ καὶ λεγόντων ἑτέρων
αἰσχύνεσθε.123

124

(1t)

Röm 7,4
1 Δεικνὺς τῶν κατὰ Χριστὸν τὸ ὠφέλιμον ἐπάγει· ἵνα καρ‐ ποφορήσωμεν τῷ θε. οὐκ ἐπ’ αἰτίας δὲ λέγει τὸ ἵνα, ἀλλὰ τὸ ἑπόμενον τῷ πράγματι κατὰ τὸ σύνηθες αὐτῷ· βούλεται γὰρ εἰπεῖν ὅτι ἐν ταύτῃ γενόμενοι τῇ ζωῇ διηνεκεῖς οἴσομεν τῆς δικαιοσύνης τῷ
5θεῷ τοὺς καρπούς, τῆς κατὰ νόμον πολιτείας ἀπηλλαγμένοι. θαυμασιώ‐ τατον δὲ αὐτοῦ τὸ μὴ εἰπεῖν ἐθανατώθητε διὰ τοῦ βαπτίσματος ἀλλὰ διὰ τοῦ σώματος τοῦ Χριστο· ἀρχὴ μὲν γὰρ τῆς παρούσης ζωῆς ὁ Ἀδὰμ πᾶσιν ἀνθρώποις ἐγένετο, τῆς δὲ μελλούσης ὁ Χριστός. ὥσπερ οὖν ἐπὶ τοῦ παρόντος βίου τὴν πρὸς τὸν Ἀδὰμ κοινότητα τῆς
10φύσεως ἔχομεν, οὕτως ἐπὶ τοῦ μέλλοντος τὴν πρὸς τὸν Χριστὸν ὁμοιότητα λαμβάνομεν, ἐκεῖθεν τὰς ἀφορμὰς τῆς ἀναστάσεως ἔχοντες. μέρος οὖν τοῦ σώματος λεγόμεθα τοῦ κυρίου ἅτε δὴ τὴν πρὸς αὐτὸν κοινωνίαν δεχόμενοι. ὅθεν ἐπειδὴ τυπικῶς ἐν ἐκείνοις διὰ τοῦ βαπτίσμα‐ τος γεγενῆσθαι πιστεύομεν, τοῦτο λέγει ὅτι μέρος γενόμενοι τοῦ
15σώματος τοῦ Χριστοῦ διὰ τῆς κατὰ τὴν ἀνάστασιν κοινωνίας ἧς ἐν τῷ βαπτίσματι πληροῦν τοὺς τύπους ἡγούμεθα. νεκρὸς μὲν εἶ τῷ παρόντι βίῳ λοιπόν, ἔξω δὲ τῆς ὑπὸ τὸν νόμον πολιτείας καθέστηκας, οὐδεμίαν φέρων ἑαυτῷ διαβολήν, εἰ μὴ κατ’ αὐτὸν πολιτεύοιο, ἐπειδὴ φύσις αὐτῷ τὸ κρατεῖν ἐπὶ τῶν τὴν παροῦσαν ζώντων ζωήν.
20tRöm 7,5
20 Ἡ θεῖα γραφὴ ποτὲ μὲν σάρκα λέγει τὴν φύσιν αὐτήν, ποτὲ δὲ οὐ τὴν φύσιν ἁπλῶς, ἀλλ’ ἀπὸ τῆς θνητότητος οὕτως αὐτὴν ὀνομάζει, ὡς ἂν οὐκέτι δυναμένην οὕτω καλεῖσθαι, εἰ δὴ ἀπωθοῖτο τὸν θάνατον, ὡς ὅταν λέγῃ τὸ σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρο‐ νομῆσαι οὐ δύνανται, ὡς ἂν οὐκέτι σαρκὸς οὔτε οὔσης οὔτε
25ὀνομάζεσθαι δυναμένης τῆς ἐπὶ τοῦ μέλλοντος αἰῶνος γεγονυίας ἀθανάτου. ἔστι δὲ ὅτε καὶ τὸ πάθος αὐτὸ σάρκα οἶδε καλεῖν, ὡς ὅταν λέγῃ· ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτο, ἵνα εἴπῃ· ἐν τῷ καιρῷ τοῦ πάθους, ὅτε πρὸς αὐτῷ ἔμελλε γενέσθαι τῷ θανάτῳ. καὶ μὴν καὶ τὸ πρόσκαιρον καὶ εὐδιάλυτον ἅπαν οἶδεν οὕτω καλεῖν, ὡς
30ἐν τῇ πρὸς Κορινθίους εἰπών· ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ θεός, ἵνα καταισχύνῃ τοὺς σοφούς, καὶ τὰ ἀσθενῆ ἵνα καταισχύνῃ τὰ ἰσχυρ, καὶ τὰ ἐξουθενημένα καὶ τὰ μὴ ὄντα ἵνα τὰ ὄντα καταργή‐ σ, ἐπήγαγεν· ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον
35αὐτο, καίτοιγε οὐ διαφόρων ζώων μνησθείς, ἀλλ’ ἵνα εἴπῃ, ὥς τε πάντα τὰ πρόσκαιρα φανῆναι ἄτονα πρὸς τὴν τῆς εὐσεβείας ἐπίγνωσιν,
οὕτω δὲ τοῦ μὲν ἀθανάτου ζῶντος ζωὴν οὐδέποτε ταύτῃ καλουμένου124

125

τῇ φωνῇ. σαρκὸς δὲ ποτὲ μὲν τῆς φύσεως λεγομένης, ποτὲ δὲ τῆς προσηγορίας οὐκ ἐπὶ τῆς φύσεως λαμβανομένης ἀλλ’ ἐπὶ σημασίᾳ τῆς θνητότητος ὑφ’ ἣν εἶναι συμβέβηκεν ἡμᾶς, ποτὲ δὲ τοῦ προσκαίρου παντός, τὴν ὑπὸ τὸν ὅρον τοῦ θανάτου κειμένην καλεῖ, ὡς τὸ σὰρξ
5καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύναν‐ ται. οὕτως λέγει τὸ ὅτε ἦμεν ἐν τῇ σαρκὶ ἀντὶ τοῦ ὅτε ἦμεν θνητοί, ἐν σαρκὶ λέγων εἶναι τὸ εἶναι θνητούς· τοὺς γὰρ πεπιστευ‐ κότας Χριστῷ καὶ τὴν περὶ τῶν μελλόντων ἐπαγγελίαν ἤδη κομισαμέ‐ νους, καὶ μὴν καὶ τοῦ τύπου τῆς ἐν τῷ βαπτίσματι χάριτος κατ‐
10αξιωθέντας οὐκέτι λογίζεται εἶναι θνητούς, ὅθεν καὶ κοιμωμένους ἐν τῇ πρὸς Θεσσαλονικεῖς καλεῖ τοὺς ἀποθνήσκοντας. τό τε τοίνυν τί· τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐν‐ ηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν; ὥσπερ διάφορα πάθη τῷ σώματι τῷ ἡμετέρῳ συμβαίνειν πέφυκεν, κἂν μὴ πάντα πᾶσιν μηδὲ
15πάντοτε ἐγγίνεται, οὕτω καὶ ἁμαρτιῶν διάφορα πάθη πέφυκεν ἡμῖν ἐνοχλεῖν, κἂν μὴ πάντα παρὰ πάντων ἐπιτελεῖται μηδὲ πάντοτε· ὡς γὰρ κατὰ τὸ σῶμα ὁ μὲν ἧττον ὁ δὲ μᾶλλον τοῖς πάθεσι περιπίπτει, οὕτω καὶ ἐπὶ τῶν ἁμαρτημάτων ὁ μὲν πλείονα ὁ δὲ ἐλάττονα ἁμαρτάνει. ἐπειδὴ τοίνυν νόμῳ τινὶ τὰ ἁμαρτήματα κρίνεται, εἴτε κατὰ τὴν φυσικὴν
20διάκρισιν εἴτε κατὰ τὰς δεδομένας ἔξωθεν διατάξεις, τοῦτο λέγει ὅτι πάντα τῶν ἁμαρτιῶν τὰ πάθη, ὅσαπερ νόμῳ τινὶ διακρινόμενα ἐγγίνεσθαι ἡμῖν συμβαίνει, ὅταν τι παρὰ τὸ φαινόμενον ἡμῖν ἢ διηγορευμένον καλὸν διαπραττώμεθα, ταῦτα δὴ πάντα καὶ ἐπράττετο παρ’ ἡμῶν· ἵνα εἴπῃ ὅτι θνητοὶ τὴν φύσιν ὄντες καὶ περὶ τὸ
25ἁμαρτάνειν πολλὴν διὰ τοῦτο τὴν ῥοπὴν ἔχοντες, ἅπαν εἶδος ἐπετε‐ λοῦμεν ἁμαρτίας, καίτοιγε διαφόροις τοῖς νόμοις παιδευόμενοι ὧν ἀπέχεσθαι προσῆκον ἦν ἡμᾶς. καὶ τί τὸ ἐντεῦθεν γινόμενον; εἰς τὸ καρποφορῆσαι τῷ θανάτ. λέγει δὲ ὅτι ἐντεῦθεν ἡμῖν ἐπεσφίγγετο τοῦ θανάτου ἡ τιμωρία· ὡς γὰρ ὑπὸ τῆς θνητότητος
30μείζονα τοῦ ἁμαρτάνειν τὴν ἐνόχλησιν ὑπεμένομεν, οὕτως ἡ τιμωρία ὑπὸ τοῦ πταίειν ἡμῖν ἐπεσφίγγετο, καὶ ὁ νόμος οὐδὲν ἡμᾶς ὠφελεῖν ἠδύνατο, τοὐναντίον δὲ καὶ ἁμαρτημάτων ἐγίνετο πρόξενος, ἐπειδὴ ταῖς διαγορεύσεσι τἀναντία διεπραττόμεθα.
34tRöm 7,6
34Ἀλλὰ πάντα νῦν, φησί, μεταβέβληται· τῷ γὰρ βίῳ τούτῳ νεκροὶ
35γεγόναμεν, ᾧ δὴ τυγχάνοντες ὥσπερ ὑπό τινος ἀνάγκης κατειχόμεθα εἰς τὸ τῷ νόμῳ πολιτεύεσθαι. ὅθεν οὐδέ ἐστί τις ἡμῖν κοινωνία βίου πρὸς αὐτὸν τοῦ λοιποῦ· ἀνακαινισθέντες γὰρ τῇ δυνάμει τοῦ πνεύματος καὶ ἕτεροι μὲν ἀνθ’ ἑτέρων γεγονότες, μεταστάντες δὲ εἰς ἄφθαρτον ζωὴν ἀπὸ τοῦ παρόντος βίου, οὐδεμίαν ἁμαρτημάτων ἐνόχλησιν ὑπομένομεν.
40οὐκοῦν οὐδὲ νόμων δεόμεθα καὶ γραμμάτων τῶν διδασκόντων ἡμᾶς125

126

τοῦ κακοῦ τὴν ἀποχήν· ταῦτα γὰρ τοῖς ἐν τῇ τοῦ βίου τούτου παλαιότητι καθεστῶσι χρήσιμα εἶναι δύναται, οὐ τοῖς ὑπὸ τοῦ πνεύματος ἀνα‐ καινισθεῖσι καὶ γεγονόσιν ἀφθάρτοις, οἷς νόμων οὐκέτι χρεία διὰ τὸ μηδὲ ἁμαρτάνειν ἐπιδέχεσθαι. οὕτω κρείττονα τὰ ἡμέτερα ἐκείνων φησὶ
5καὶ πολλῷ μείζονα τὰ κατὰ Χριστὸν ὠφέλειαν ἔχοντα τῶν ὑπὸ τῷ νόμῳ παιδαγωγουμένων.
7tRöm 7,7
7 Αἰσθόμενος ἀπό τε τοῦ τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου, καὶ ἀπὸ τοῦ νόμος δὲ παρεισῆλθεν ἵνα πλεονάσῃ τὸ παράπτωμα, καὶ ἑτέρων πλειόνων ὧν ἐν τοῖς
10ἀνωτέροις εἰρήκει, διαβολήν τινα ἐπιφυομένην τῷ νόμῳ ὡς ἂν αἰτίῳ καὶ ποιητικῷ τῶν ἁμαρτημάτων, τρέπεται μὲν ἐπὶ τὸν περὶ τούτων λόγον. ἄρχεται δὲ τῆς ἀντιθέσεως οὕτως λέγων· τί οὖν ἐροῦμεν; ὁ νόμος ἁμαρτία; ἀλλ’ ἆρα, φησί, μὴ τοῦτο ἀπὸ τῶν ἡμετέρων δείκνυται ῥημάτων, ὅτι δὴ φαῦλος καὶ ποιητικὸς ἁμαρτίας ὁ νόμος;
15μὴ γένοιτο· ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ νόμου. τοὐναντίον οὐδ’ ἂν ἔγνων τὴν ἁμαρτίαν ἧς ἐκκλίνειν προσήκει τὴν πρᾶξιν, εἰ μὴ νόμος ἦν ὁ τῇ διακρίσει τοῦ τε καλοῦ καὶ τοῦ χείρονος παιδεύων ἡμᾶς ἅ τε ποιεῖν καὶ ὧν ἀπέχεσθαι δεῖ· ὥστε ὁ νόμος ἡμῖν τοῦ μίσους τῆς ἁμαρτίας ἐγένετο αἴτιος, ὃς ὑπέδειξέν τε αὐτὴν καὶ
20ἀποφεύγειν προσέταξεν. καὶ σαφέστερον ποιῶν τὸ εἰρημένον ἐπήγαγεν· τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν εἰ μὴ ὁ νόμος ἔλε‐ γεν· οὐκ ἐπιθυμήσεις. πολλῶν ἐπιθυμεῖν ἡμᾶς κατὰ τὸν παρ‐ όντα βίον συμβέβηκεν, οὐ βρωμάτων καὶ πομάτων καὶ γαμικῆς κοινωνίας μόνον ἀλλὰ καὶ δόξης καὶ χρημάτων· ὧν δὲ τὴν ἐπιθυμίαν
25ἐνοῦσαν ἔχομεν, τούτων οὐκ ἄν ποτε εἶναί τι φαῦλον ἡγησάμεθα, μὴ νόμου διδάσκοντος ἡμᾶς ὧν ἐπιθυμοῦντας ἀπέχεσθαι προσήκει. ὥσπερ οὖν καὶ τῶν 〈ἀ〉λόγων ἕκαστον ἀπαραιτήτως τὴν οἰκείαν ἐκπληροῦν ἐπι‐ θυμίαν ἐπείγεται, ἅτε δὴ οὐδενὸς αὐτὰ πρὸς τοὐναντίον ἀνθέλκοντος ὑφ’ οὗ πρὸς μάχην τῆς οἰκείας ὀρέξεως καταστήσεται. εἶτα ὑποδείγματι
30κέχρηται τοῖς περὶ τὸν Ἀδὰμ εἰς μείζονα τοῦ λεγομένου σαφήνειαν· νόμος γὰρ ἦν καὶ ἡ πρὸς ἐκεῖνον ἐντολὴ περὶ τοῦ φυτοῦ γενομένη καὶ συνεβάλλετο τὰ κατ’ ἐκεῖνον εἰς σύστασιν τῶν περὶ τοῦ νόμου λόγων.
33tRöm 7,8
33Ὑποδείγματι κέχρηται τοῖς περὶ τὸν Ἀδάμ, ἐπεὶ κἀκεῖνος προκει‐
μένων ἐπὶ τοῦ παραδείσου τῶν φυτῶν ἀδεῶς ἁπάντων μεταλαμβάνειν126

127

ἐδύνατο, εἰ μὴ νόμος αὐτῷ τις περὶ ἀποχῆς ἔτυχε δοθείς, καὶ οὐκ ἦν ἁμάρτημα τὸ μετὰ τῶν λοιπῶν βουληθέντα κἀκείνου φαγεῖν. ἐπειδὴ δὲ ἐντολὴν ἐδέξατο ἀποσχέσθαι τοῦ φυτοῦ τῆς βρώσεως, ἐπιθυμία μέν τις ἐνῆν αὐτῷ τῆς μεταλήψεως, ὡς εἰκός, τοῦ καρποῦ, ἐκωλύετο δὲ ὅμως
5ὑπὸ τῆς ἐντολῆς ἁμάρτημα εἶναι τὸ φαγεῖν τῶν ἀπαγορευθέντων ἡγού‐ μενος. ἐντεῦθεν ἡ ἁμαρτία πάροδον ἔσχεν, τῆς μὲν ἐντολῆς ἐπεχούσης τὴν βρῶσιν, τοῦ δὲ Ἀδὰμ οὐ πρὸς τὴν ἀξιοπιστίαν τῆς ἐντολῆς βουληθέν‐ τος ἰδεῖν, ἀλλὰ πιστωθέντος μὲν τοῦ ἐπιβούλου τοῖς λόγοις, ὅλου δὲ τῆς ἐπιθυμίας τοῦ φαγεῖν γεγονότος. καὶ οὐ μόνον ἀφορμὴ τῆς ἁμαρτίας
10ἐντεῦθεν ἐγένετο, ἀλλὰ γὰρ ἔτι κἀκεῖνο ἐμάθομεν, ὡς οὐκ ἀπάτῃ ταῖς ἐπιθυμίαις προσῆκεν ἕπεσθαι ἡμᾶς, δοκιμάζοντας δὲ ἃ χρὴ ποιεῖν, τῶν ἑτέρων ἀπέχεσθαι, οἷς οὐκ ἐμμένοντες δῆλοι πάντως ἐσμὲν ἁμαρτάνον‐ τες. ὥστε οὐ κατ’ ἐκεῖνο μόνον ἡ ἁμαρτία τὴν πάροδον ἔσχεν διὰ τῆς ἐντολῆς, καθὸ τοῦ φυτοῦ μετειλήφαμεν, ἀλλὰ γὰρ καὶ ὅτι μὴ πάσαις
15ἕπεσθαι ταῖς ἐπιθυμίαις ἁπλῶς ἐντεῦθεν μανθάνοντες ἡμαρτάνομεν, τὰ τῆς ἐπιθυμίας παρὰ τὸ δέον πληροῦν ἐπειγόμενοι· τοῦτο γὰρ λέγει τὸ κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν ἀντὶ τοῦ παντὸς ἁμαρτήματος ἀπό τινος ἐπιθυμίας τικτομένου. ἐντεῦθεν ἡ ἀρχὴ γέγονεν ἡμῖν, ἅ τε δὴ τῆς διακρίσεως τὰς ἀφορμὰς δεξαμένοις ἐντεῦθεν. οὕτω καὶ
20ἐν τοῖς ἀνωτέροις τὸ τὴν ἐπιθυμίαν οὐκ ᾔδειν εἰ μὴ ὁ νόμος ἔλεγεν· οὐκ ἐπιθυμήσεις, ἀντὶ τοῦ οὐκ ἂν ᾔδειν ὡς οὐ δεῖ τι ποιεῖν τῶν ἐν ἐπιθυμίᾳ κειμένων, εἰ μὴ νόμος ἦν ὁ τοῦτο διορίζων ἡμῖν· καὶ γὰρ τὸ ἐν ἐμοὶ ὅτε λέγει, τὸ κοινὸν λέγει τῶν ἀνθρώπων καὶ τοῖς τοῦ Ἀδὰμ εἰς ἀπόδειξιν κέχρηται τῶν κοινῶν. ὅθεν
25ἐπὶ τοῦ οἰκείου κἀκεῖνο λέγει προσώπου, διὰ πάντων δεῖξαι βουλόμενος, ὅτι ἀναγκαίως μὲν κατὰ τὸν παρόντα βίον νόμοις πολιτευόμεθα, ὑφ’ ὧν ἡ ἔμφυτος ἀνακινεῖται διάκρισις, παιδευομένων ὧν τε ἀπέχεσθαι καὶ ἃ ποιεῖν προσήκει, ὥστε καὶ τὸ λογικὸν ἐν ἡμῖν ἐνεργὸν εἶναι. χρεία δὲ τῆς μελλούσης ἡμῖν καταστάσεως ἐν ᾗ γεγονότες τὰ φαινόμενα ἡμῖν καλά,
30ταῦτα καὶ ποιῆσαι δυνησόμεθα ῥᾳδίως. ὅθεν τῆς οἰκείας ἐχόμενος ἀκολουθίας καὶ τοῦ δεικνύναι, ὡς οὐδ’ ἄν τις ἦν ἐν ἡμῖν διάκρισις τοῦ τε καλοῦ καὶ τοῦ χείρονος, οὐδὲ ἁμαρτίας ἐπίγνωσις, εἰ μὴ νόμῳ ταῦτα διώριστο παρ’ ἡμῖν, ἀλόγων δὲ δίκην τὸ προστυχὸν ποιεῖν ἅπαν ἐμέλλο‐ μεν, ἐπάγει· χωρὶς γὰρ νόμου ἁμαρτία νεκρ. οὐδ’ ἂν
35ἐνεργηθείη, φησίν, ἁμάρτημα μὴ νόμῳ διωρισμένον. διὰ τί; ὅτι οὐχ ἡ πρᾶξις ἁμάρτημα ἁπλῶς, ἀλλὰ τὸ εἰδότα ὧν ἀπέχεσθαι προσήκει, ποιεῖν
τι παρὰ τὰ ἐγνωσμένα καλῶς ἔχειν.127

128

(1t)

Röm 7,9—11
1 Πάλιν ἐπὶ τὸ παράδειγμα χωρεῖ εἰς τὴν τοῦ προκειμένου πίστωσιν, καί φησιν· ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτ, περὶ τοῦ Ἀδὰμ λέγων, ὡς ἂν ὅτε εὐθὺς ἐγένετο ἔξω νόμου τυγχάνοντος, πρὶν ἢ δέξασθαι παρὰ τοῦ θεοῦ τῆς ἀποχῆς τοῦ φυτοῦ τὸ ἐπίταγμα· δῆλον γὰρ ὡς
5ἐγένετο πρότερον, εἶτα τὴν ἐντολὴν ἐδέξατο ὕστερον. ὅθεν ἐπάγει· ἐλθούσης δὲ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον, καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωήν, αὕτη εἰς θάνατον. ἐπειδὴ δέ, φησίν, ὁ θεὸς τὸν περὶ τοῦ φυτοῦ δέδωκε νόμον, καὶ διάκρισις ἐγένετο δύο πραγμάτων, ἡ μὲν ἁμαρτία
10παρείσδυσιν ἔσχεν, ἐγὼ δὲ τἀναντία ποιήσας τοῖς τῷ θεῷ δεδογμένοις, θανάτῳ κατεκρίθην, γέγονέ τε ἡμῖν λοιπὸν θανάτου παρεκτικὸς ὁ παρὰ τοῦ θεοῦ τεθεὶς νόμος ἐπὶ τῷ ζῆσαι πεισθέντας αὐτῷ. ὁ γάρ τοι μακάριος Παῦλος ἐλήλυθε μὲν ἐπὶ τούτους ἀπὸ τοῦ νόμου τοὺς λόγους, δεῖξαι βουλόμενος ὡς οὐ φαῦλον αὐτὸν ἡγεῖται· κοινῶς δὲ λοιπὸν περὶ τῆς τοῦ
15νόμου φύσεως διαλέγεται, τὸ χρειῶδες αὐτοῦ καὶ ὠφέλιμον διδάσκων, ὅθεν καὶ τῆς πρὸς τὸν Ἀδὰμ μέμνηται ἐντολῆς, ἐπειδὴ ἀρχὴ νόμου τοῖς ἀνθρώποις ἐκεῖνος ἐγένετο. καὶ συμπλέκων ἀμφότερα καλῶς ἐπάγει· ὥστε μὲν ὁ νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ τὰ ἑξῆς.
19tRöm 7,12
19Τῆς πρὸς τὸν Ἀδὰμ μέμνηται ἐντολῆς, ἐπειδὴ ἀρχὴ νόμου τοῖς
20ἀνθρώποις ἐκεῖνος ἐγένετο. καὶ συμπλέκων ἀμφότερα λέγει· ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθ, ἵνα εἴπῃ ὅτι ἀμφότερα τοίνυν ἄγαν ὠφέλιμα. καλῶς δὲ ἐπὶ τῆς ἐντολῆς πλείοσιν ἐχρήσατο τοῖς ἐπαίνοις, ἅτε δὴ καὶ τῆς δόσεως οὐκ ἐπ’ ἀναγκαίοις κατὰ τὸ πρόχειρον δοξάσης δεδόσθαι καὶ θανάτου
25παρεκτικῆς ἅπασι γενομένης. ἐκάλεσε δὲ αὐτὴν ἁγίαν μὲν ὡς τὰς ἀφορμὰς παρέχουσαν τῆς τε τοῦ καλοῦ καὶ τοῦ κακοῦ διακρίσεως καὶ τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος ἀφορίζουσαν, δικαίαν δὲ ὡς ἀναγκαίως μετὰ τὸ δεῖξαι τὸ καλὸν ἐπάγουσαν τῷ παραβάτῃ τὴν τιμωρίαν, ἀλλὰ καὶ ἀγαθὴν ὡς καλῶν παρεκτικήν, τό τε παρέχειν τὴν διάγνωσιν καὶ
30τὸ μείζονα πειθομένοις ὑπισχνεῖσθαι καλά.

129

(1t)

Röm 7,13128
1 Ἀντιτίθησιν ἑαυτῷ τὸ παρ’ ἑτέρων καιρίως λέγεσθαι δυνάμενον καί φησιν· τὸ οὖν ἀγαθὸν ἐμοὶ γέγονε θάνατος; καὶ τοῦτο ἀγαθόν, φησίν, ὃ θανάτου κατέστη μόνον αἴτιον, ἀγαθοῦ δὲ οὐδενός; μὴ γένοιτο, ἀντὶ τοῦ οὐχ οὕτως ἔχει· οὐ θανάτου μὲν αἴτιον ἐγένετο,
5ἀγαθὸν δὲ παρέσχεν οὐδέν. καὶ τίνος ἐξ αὐτῆς ἀπελαύσαμεν ἀγαθοῦ; ἀλλ’ ἡ ἁμαρτία, φησίν, ἵνα φανῇ ἁμαρτία, διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον. εἰ γεγονὼς ὁ Ἀδὰμ κατελείφθη μηδένα νόμον δεξάμενος, οὐδὲν ἂν διήλλαττεν ἀλόγου, διάκρισιν μὲν οὐδεμίαν ἔχων καλοῦ τε καὶ χείρονος, πᾶν δὲ τὸ
10προστυχὸν ἁπλῶς καὶ ὡς ἔτυχε διαπραττόμενος. οὔτε οὖν ἁμάρτημα εἶναι τὸ ποιῆσαί τι τοῖς θείοις ὑπεναντίον νόμοις ἠπίστατο, οὔτε μὴν ἀγαθὸν τὸ ποιεῖν ὅσα ἐκείνοις ἀκόλουθα· πόθεν γὰρ καὶ εἰδέναι τοῦτο προσῆκεν νόμον οὐκ εἰληφότι; οὐκοῦν ἡ δόσις τῆς ἐντολῆς καὶ διάκρισιν αὐτῷ τοῦ τε καλοῦ καὶ τοῦ χείρονος παρέσχεν· ὑπακοῆς τε γὰρ ἐξουσία
15καὶ παρακοῆς αὐτῷ προύκειτο πρὸς ἑκάτερον αὐτῶν δυναμένῳ ῥέπειν, ὡς ἂν ἐβούλετο. καὶ ἐγνώρισεν αὐτῷ, τί μὲν ἁμάρτημα, τί δὲ δικαιο‐ σύνη, καλὸν μὲν εἶναι τὸ πεισθῆναι τοῖς νόμοις γνωρίζουσα, ἁμάρτημα δὲ τὸ ποιεῖν τι τῶν θείων νόμων ἀλλότριον. καὶ ἐπειδὴ παρέβη τὸ θεῖον ἐπίταγμα, εἶτα τὴν ὑπὲρ τοῦ πλημμελήματος τιμωρίαν ἐδέξατο,
20μεῖζον κατὰ τῆς ἁμαρτίας τὸ μῖσος ἐκτήσατο, πάλαι μὲν λόγῳ παιδευθεὶς ὡς ἡ ἁμαρτία κακόν τι καὶ θανάτου παρεκτικόν, ὕστερον δὲ ἐπὶ τῶν ἔργων τῆς ἁμαρτίας ἐγνωκὼς τὴν φαυλότητα· καὶ γὰρ ὅσῳ διὰ τὴν παράβασιν ὑπὸ τὴν τιμωρίαν αὐτὸν καταστῆναι συνέβη, τοσούτῳ μισεῖν τὴν ἁμαρτίαν ὡς αἰτίαν αὐτῷ τῶν κακῶν παρεσκευάζετο. τὸ
25οὖν ἡ ἁμαρτία ἵνα φανῇ ἁμαρτία, ἀντὶ τοῦ ὥστε φανῆναι τὴν ἁμαρτίαν ὅ πέρ ἐστιν. τί δὲ τοῦτο, αὐτὸ τοῦτο ἁμαρτία; ἵνα εἴπῃ κακόν. πόθεν δὲ τοῦτο ἐφάνη; διὰ τοῦ ἀγαθο, ἵνα εἴπῃ διὰ τῆς ἐντολῆς, καὶ ὅπως ἐφάνη, κατεργαζομένη θάνατον ἀφ’ ὧν θανάτου γίνεται πρόξενος. συνεβάλλετο οὖν μοι τὸ ἀγαθόν, ἵνα
30εἴπῃ ἡ ἐντολή, πρὸς τὸ γνῶναι τὴν ἁμαρτίαν ὅτι δὴ κακῶν καὶ χειρόνων αἴτιον, ὥστε καὶ μισεῖν αὐτὴν διὰ τοῦτο. ἀγαθὸν ἄρα ἡ ἐντολὴ τῆς διακρίσεως καὶ τοῦ πρὸς τὴν ἁμαρτίαν μίσους τὴν αἰτίαν ἡμῖν παρασχομένη· τὸ γὰρ ἵνα οὐκ ἐπ’ αἰτίας, ἀλλὰ τὸ ἑπόμενον συνήθως
λέγει. ἀποδοτέον δὲ κατὰ τὴν ἔννοιαν τὸ διὰ τοῦ ἀγαθοῦ μοι129
35τῷ ἡ ἁμαρτία ἵνα φανῇ ἁμαρτία, οὐ τῷ ἑξῆς τῷ κατεργα‐ ζομένη θάνατον· λέγει γὰρ ὅτι διὰ τοῦ ἀγαθοῦ τουτ’ ἔστι τῆς ἐντολῆς, ἐφάνη μοι ἡ ἁμαρτία καὶ κατάδηλος ἐγένετο ἡλίκον ἐστὶ κακόν, ὡς καὶ θάνατον ἀποτελεῖν κατὰ τῶν ἐπιτηδευόντων
5αὐτήν. εἶτα καὶ ἕτερον· ἵνα γένηται καθ’ ὑπερβολὴν ἁμαρ‐ τωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς. τὸ ἵνα κἀνταῦθα οὐκ ἐπ’ αἰτίας, ἀλλὰ τὸ ἑπόμενον συνήθως λέγει. ἴστι δὲ κατὰ τὴν ἔννοιαν ἐλλειπές, ἐπισυνημμένον τῷ πρὸ αὐτοῦ· οὐ γὰρ κατὰ ποίησιν τὸ ἵνα γένηται λέγει, ἀλλὰ κατὰ φανέρωσιν, ἀντὶ τοῦ ἵνα γένηται ἡμῖν
10κατάδηλος ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς ἄγαν οὖσα ἁμαρ‐ τωλός. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ἁμαρτωλὸν καλοῦμεν τὸν πρὸς τἀναντία ῥέποντα καὶ ταῦτα ἐπιτηδεύοντα· οὕτω δὲ καὶ ἡ θεία λέγει γραφή, ὅθεν καὶ ἁμαρτωλὸν ὁ ἀπόστολος ἐπὶ τοῦ παρόντος τὴν ἁμαρτίαν καλεῖ, ὡς ἂν πρόξενον ἡμῖν τῆς περὶ τὸ ἁμαρτάνειν
15καταστᾶσαν ῥοπῆς. βούλεται δὲ διὰ πάντων εἰπεῖν, τίνος αἴτιος ἀγαθοῦ τῆς ἐντολῆς ἡ δόσις ἐγένετο· λέγει γὰρ ὅτι ὑπὸ μὲν τῆς ἁμαρτίας ἐγενόμεθα θνητοὶ τὴν φύσιν, θνητοὶ δὲ γεγονότες πολλὴν περὶ τὸ πταίειν τὴν ῥοπὴν ἐκτησάμεθα. ἔγνωμεν οὖν λοιπὸν πανταχόθεν τῆς ἁμαρτίας τὴν φαυλότητα· τοῦτο μὲν ἀφ’ ὧν θανάτου πρόξενος ἡμῖν ἐγένετο,
20τοῦτο δὲ ἀφ’ ὧν πολλήν τινα διὰ τοῦ θανάτου περὶ τὸ ἁμαρτάνειν τὴν ῥοπὴν ἡμῖν ἐνεποίησεν, ὡς πανταχόθεν τὸ κατ’ αὐτῆς μῖσος ἀναγκαίως αὐξάνεσθαι ἐν ἡμῖν. ἀλλὰ τούτων ἁπάντων αἰτία τῆς ἐντολῆς ἡ δόσις, ἧς ἐκτὸς οὔτε ἁμαρτήματος φύσιν εἰδέναι ἦν ἡμῖν δυνατόν, οὔτε ἡλίκων γίνεται πρόξενον κακῶν. θαυμασιώτατα οὖν τῆς ἐντολῆς τὸ χρήσιμον
25ἔφη, εἴγε καὶ τὴν ἁμαρτίαν ὑπέδειξε καὶ μισεῖν αὐτὴν παρεσκεύασεν, ὡς καὶ ἐν τῇ τοῦ πταίειν συνεχείᾳ μεῖζον κατ’ αὐτῆς διὰ τὴν ἐνόχλησιν ἀναδέχεσθαι μῖσος, ἐγνωκότας ἅπαξ ὅσον αἴτιον κακῶν τοῖς ἐπιτηδεύουσι γίγνεται. ταῦτα ἀποκρινάμενος τὸ οὖν ἀγαθὸν ἐμοὶ ἐγένετο θάνατος ἔχεται τῆς οἰκείας ἀκολουθίας, καὶ ἐπειδὴ διὰ πάντων
30ἔδειξεν αὐτάρκως τοῦ νόμου τὸ χρήσιμον, παρασχόντος ἡμῖν τὴν καθόλου διάκρισιν ὧν τε ποιεῖν ἡμᾶς καὶ ὧν ἀπέχεσθαι προσήκει, δείκνυσι λοιπὸν αὐτοῦ καὶ τὸ ἄτονον, ὥστε κατὰ παράθεσιν φανῆναι τῶν διὰ τοῦ Χριστοῦ τὸ μέγεθος καί φησιν οὕτως.
34tRöm 7,14
34Τὸ πνευματικὸς ἀντὶ τοῦ ὠφελεῖν καὶ παιδεύειν ἃ δεῖ δυνά‐
35μενος τὴν ψυχήν, τὸ δὲ σαρκικὸς ἀντὶ τοῦ θνητὸς καὶ διὰ τοῦτο πολλὴν περὶ τὸ ἁμαρτάνειν ἔχων ῥοπήν· τοῦτο γὰρ λέγει τὸ πεπρα‐
μένος ὑπὸ τὴν ἁμαρτίαν, ἐπειδήπερ ἡ πρᾶσις δοῦλον πάντως130

131

ποιεῖ τὸν πεπραμένον ὑπὸ τὸν τῆς ὑπηρεσίας καθεστάμενον ἀνάγκην, ὡς ἂν οὕτω καὶ ἡμῶν διὰ τῆς θνητότητος εἰς τὴν τοῦ ἁμαρτάνειν ἑτοιμότητα καταστάντων. βούλεται γὰρ εἰπεῖν ὅτι καλὸς μὲν ὁ νόμος· παιδεύει γὰρ τὴν ψυχήν, τίνα μὲν ἀγαπᾶν, τίνα δὲ ἀποστρέφεσθαι
5προσήκει, καὶ τὸ πάντων προτιμᾶν τῶν θείων νόμων τὸ βούλημα. ὄφελος δὲ ἐμοὶ πρὸς τὸ ἀπηλλάχθαι τῆς ἁμαρτίας ἐντεῦθεν οὐ γίγνεται· θνητὸς γὰρ ὢν τὴν φύσιν καὶ πολλὴν διὰ τούτου περὶ τὸ ἁμαρτάνειν τὴν εὐκολίαν δεξάμενος, ἀπηλλάχθαι τοῦ πταίειν οὐ δύναμαι, κἂν μυριάκις ἃ προσήκει διὰ τοῦ νόμου παιδεύωμαι τὴν ψυχήν.
10tRöm 7,17—18
10 Καὶ τοῦτο μὲν νόμου, φησί, τὸ χρήσιμον δείκνυται, ἀφ’ ὧν οὐδενὶ τῶν πραττομένων ἀρέσκομαι· ὁμολογῶ γὰρ ἄτοπα εἶναι, κἂν μυριάκις αὐτὰ διαπράττωμαι, τῷ πεπαιδεῦσθαι τοῦτο ὑπὸ τοῦ νόμου. φαίνεται δὲ ἡ τῆς ἁμαρτίας ἰσχὺς οὕτω μου διὰ τὴν θνητότητα κρατοῦσα ὡς καὶ ἄκοντα πολλάκις ἐπὶ τὴν τῶν ἀτόπων καταφέρεσθαι πρᾶξιν. καὶ τὸ
15αὐτὸ πάλιν· οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμο, τοῦτ’ ἔστιν ἐν τῇ σαρκί μου, τὸ ἀγαθόν. καὶ γὰρ ἐπίσταμαι, φησίν, ὅτι ὅσον ἐπὶ τῇ σαρκὶ θνητὴν ἐχούσῃ τὴν φύσιν, οὐδὲν τῶν εἰς ἀρετὴν συντελούντων πραχθῆναι δύναται· ἡ μὲν γὰρ θνητότης τῶν παρόντων ἐφίεσθαι μόνον ἡμᾶς παρασκευάζει, ἐκ δὲ τῆς περὶ ταῦτα σπουδῆς
20ἁμαρτήματα τίκτεται μᾶλλον, κατορθῶσαι δὲ ἀρετὴν εἰς ἄκρον οὐδαμῶς οἷόν τε μὴ τῶν παρόντων ὑπερορῶντα, κρείττονι λογισμῷ ἀθανάτων ἐφιέμενον πραγμάτων.
23tRöm 7,19—20
23 Ἐπιμένων τοῖς αὐτοῖς· οὐ γὰρ ὃ θέλω ποι, φησίν, ἀγα‐ θόν, ἀλλ’ ὃ οὐ θέλω κακὸν τοῦτο πράσσω. εἰ δὲ ὃ οὐ
25θέλω τοῦτο ποι, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. τὸ γὰρ αὐτὸ κἀνταῦθα λέγει, ὅτι τῇ μὲν ψυχῇ αἱροῦμαι τὸ καλὸν ὑπὸ τοῦ νόμου παιδευόμενος ἃ δεῖ, ποιῶ δὲ οὐχ ἃ βούλομαι πολλάκις, ἀλλὰ ἃ μὴ βούλομαι μᾶλλον· βούλομαι μὲν γὰρ τὰ τοῖς θείοις νόμοις ἀκόλουθα, πράττω δὲ τἀναντία
30ὧν ἐπίσταμαί τε καὶ βούλομαι καλῶν, ὡς ἐντεῦθεν τῆς ἁμαρτίας φαίνεσθαι τὴν ἰσχὺν ἣν κατ’ ἐμοῦ διὰ τῆς θνητότητος ἐπεκτήσατο, εἴπερ δὴ καὶ παρὰ γνώμην ἐπὶ τὴν οἰκείαν με καθέλκειν δύναται πρᾶξιν. τὸ γὰρ οὐκ ἐγὼ κατεργάζομαι ἀνωτέρω κἀνταῦθα λέγει τὸ παρὰ γνώμην. διὰ πάντων δὲ τούτων ἀπὸ τοῦ οἴδαμεν γὰρ
35ὅτι ὁ νόμος πνευματικός ἐστιν, βούλεται εἰπεῖν, ὅτι καλὸς μὲν ὁ νόμος παιδεύων ἃ δεῖ τὴν ψυχὴν καὶ τούτου γε ἕνεκεν σφόδρα
χρήσιμος, ἐγὼ δὲ διὰ τῆς θνητότητος πολλὴν περὶ τὸ ἁμαρτάνειν τὴν131

132

εὐκολίαν δεξάμενος, ἀπηλλάχθαι τοῦ πταίειν διὰ τῆς τοῦ λόγου διδασκα‐ λίας οὐ δύναμαι· πολλὴν μὲν γὰρ ἔχει τὴν ἰσχὺν ὁ νόμος ἐν τῇ τῆς ψυχῆς διδασκαλίᾳ, καὶ τοῦτο δῆλον ἐξ ὧν ἀκριβὴς ἔγκειται ἡμῖν ἥ τε τοῦ καλοῦ καὶ τοῦ κακοῦ διάκρισις· οὐδὲ πώποτε γοῦν ὑπὸ τοῦ πλήθους
5τῶν ἁμαρτημάτων τὸ εἰδέναι τοῦτο ἀπεβάλλομεν, τοὐναντίον δὲ καὶ μυρία πταίοντες τοῦ γοῦν εἰδέναι τῆς ἁμαρτίας τὴν φαυλότητα ἐκτὸς οὐ γεγόναμεν. οὐ μὴν ἀφελεῖν ἡμῶν τὸ ἁμαρτάνειν δεδύνηται τῆς θνητότητος πολλὴν τούτου τὴν εὐκολίαν ἡμῖν ἐργασαμένης, ἀλλὰ κἂν σφόδρα διὰ τῆς οἰκείας διδασκαλίας πολλὴν τοῦ προσήκοντος ἐνερ‐
10γάσηται τὴν διάθεσιν, ἄκοντες καὶ ὡς οὐκ ἴσμεν, πολλάκις εἰς τὴν τῶν ἀτόπων ὑποφερόμεθα πρᾶξιν.
12tRöm 7,21
12 Κατὰ διαίρεσιν ἀναγνωστέον· εὑρίσκω ἄρα τὸν νόμον ἐμοὶ τῷ θέλοντι ποιεῖν τὸ καλόν, εἶτα ἑξῆς· ὅτι ἐμοὶ τὸ κακὸν παράκειται· ἕκαστον γὰρ αὐτῶν ἰδίᾳ τελείαν καὶ ἀπηρτισ‐
15μένην ἔχει τὴν ἔννοιαν, τὸ μὲν τῷ θέλοντι ἐμοὶ κατὰ τὴν ψυχὴν λέγοντος, τὸ δὲ ὅτι ἐμοὶ τὸ κακὸν παράκειται κατὰ τὴν σάρκα. λέγει γὰρ ὅτι κατὰ μὲν τὴν ψυχὴν χρήσιμος ὁ νόμος, παιδεύων αὐτὴν ἐφίεσθαι τοῦ καλοῦ, ἀποστρέφεσθαι δὲ τὸ κακόν, τὴν περὶ τὸ ἁμαρτάνειν δὲ ἡμῶν εὐκολίαν οὐδαμῶς δύναται ἀφελεῖν, ἥτις ἀπὸ τῆς
20θνητότητος ἐνεγένετο.
21tRöm 7,22—23
21 Σφόδρα μὲν γὰρ ἐπὶ τοῖς τοῦ θεοῦ νόμοις ἥδομαι, φησί, τὴν ψυχήν, ἐπαινῶν τε αὐτοὺς καὶ περὶ πολλοῦ ποιούμενος, ἀντιπράττουσα δὲ ἡ ἁμαρτία τῷ βουλήματι τῆς ψυχῆς διὰ πάντων, ὡς εἰπεῖν, τῶν μελῶν ἐπὶ τὴν ἑαυτῆς μεθέλκει πρᾶξιν. καὶ καλῶς εἶπεν ἐν τοῖς
25μέλεσιν, ἐπειδὴ πολύτροπος ἡ ἁμαρτία, διὰ πάντων ἐπιτηδεύεσθαι φύσιν ἔχουσα τῶν μελῶν· τὰ μὲν γὰρ δι’ ὀφθαλμῶν, τὰ δὲ διὰ γλώττης, τὰ δὲ ἑτέρως ἁμαρτάνομεν. θαυμάσαι δὲ ἄξιον ἐνταῦθα τοὺς δια‐ πορήσαντας, πότερον τρεῖς ἢ τέσσαρας νόμους ὁ ἀπόστολος βούλεται
λέγειν, δήλης οὔσης καὶ ἀπολύτου τῆς διανοίας· ἀντὶ γὰρ τοῦ εἰπεῖν τὴν132

133

ἁμαρτίαν, νόμον εἶπεν ἁμαρτίας, οὐδὲν ἀλλοιότερον λέγων, κατά τι δὲ αὐτῷ οἰκεῖον τεθεικὼς ἰδίωμα. οὕτω καὶ ἐν τοῖς ἀνωτέρω λέγει· ὁ διὰ νόμου πίστεως, καὶ μετὰ βραχέα δέ· ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς, ἀντὶ τοῦ εἰπεῖν τὸ πνεῦμα τῆς ζωῆς·
5ἐπειδὴ γὰρ σκοπός ἐστι νόμου παντὸς ἴδιος, ἐφ’ ἑκάστου τὸ τοῦ νόμου προστίθησιν ὄνομα, ἵνα εἴπῃ τὸν σκοπὸν τοῦ πράγματος, περὶ οὗπερ ἂν λέγῃ, αὐτὸ τὸ πρᾶγμα καὶ οὐχ ἕτερον λέγων.
8tRöm 7,25
8 Τῇ μὲν γὰρ ψυχῇ, φησίν, αἱροῦμαι τὰ δοκοῦντα τῷ νόμῳ τοῦ θεοῦ, ὑπὸ δὲ τῆς θνητότητος ἐπὶ τὴν ἁμαρτίαν καθέλκομαι· ἀλλ’
10ἀπηλλάγμεθα τούτων ἁπάντων καὶ τιμωρίας ἁπάσης κατέστημεν ἐκτὸς οἱ διὰ τῆς ἐπὶ τὸν Χριστὸν πίστεως ἔξω γενόμενοι τῆς θνητότητος καὶ τοῦ κατ’ αὐτὴν ζῆν. τὸ γὰρ κατὰ σάρκα τοῦτο λέγει ἀντὶ τοῦ ὡς θνητοὶ πολιτεύεσθαι, ὡς ἕπεται καὶ τὸ κατὰ νόμον ζῆν· τοῖς γὰρ θνητοῖς καὶ τὴν ἐπὶ τὸ χεῖρον ῥοπὴν δεχομένοις ἀναγκαῖος ὁ νόμος
15ἀπείργων τοῦ χείρονος, ἀθανάτοις δὲ καὶ ἀτρέπτοις γεγονόσι περιττὸς ἐξ ἀνάγκης καθέστηκεν.
17tRöm 8,2
17 Τῇ τοῦ πνεύματος μετουσίᾳ τὴν ἀνάστασιν γίγνεσθαι ὁ ἀπόστολός φησιν· σπείρεται γάρ, φησί, σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν, ὡς ἂν αὐτοῦ τότε κρατοῦντος ἡμᾶς ἐν
20ἀφθαρσίᾳ τε καὶ ἀτρεπτότητι. πνεῦμα οὖν αὐτὸ ζωῆς καλεῖ, ὡς ἂν τῆς ἀθανάτου ζωῆς παρεκτικὸν ἧς τότε τευξόμεθα. τὸ τοίνυν πνεῦμα, φησί, τὸ ἐπ’ ἐλπίδι τῆς ἀθανασίας ἡμῖν δεδομένον, οὗ τὴν ἀπόλαυσιν ἡ ἐπὶ τὸν Χριστὸν πίστις παρέσχηκεν ἡμῖν, ἀπήλλαξέν με τοῦ τε θανάτου καὶ τῆς ἁμαρτίας. δῆλον δὲ ὅτι ἀπὸ τῶν μελλόντων ποιεῖται
25τὴν ἀπόδειξιν τῶν διὰ Χριστοῦ παρασχεθέντων ἡμῖν, ὅτε ἐπὶ τῶν πραγμάτων τὴν ἔκβασιν λήψεται, ἐπεὶ καὶ ἡ τοῦ θανάτου ἐλευθερία τότε ἡμῖν προσγενήσεται, οὐκ ἀνισταμένοις μόνον, ἀλλὰ γὰρ καὶ ἀθανάτου ζωῆς ἀξιουμένοις. τότε δὲ καὶ τῆς ἁμαρτίας ἀπαλλαττόμεθα, τότε ἄτρεπτοι γεγονότες τῇ τοῦ πνεύματος χάριτι, ἁμαρτεῖν οὐκ ἐπιδεχόμεθα·
30κατὰ γάρ τοι τὸν παρόντα βίον πρόδηλον ὡς θνητοί τέ ἐσμεν καὶ ὑπὸ
τὴν τῆς ἁμαρτίας ἐνόχλησιν κείμεθα.133

134

(1t)

Röm 8,3—4
1 Ὁ μὲν οὖν νόμος, εἰ καὶ τὴν ψυχὴν ὠφελεῖ, φησίν, ἀλλὰ τῇ κατορθώσει τῆς ἀρετῆς ἀτονῶν ἐφαίνετο, ἀντιπραττούσης αὐτῷ τῆς θνητότητος καὶ πολλὴν τῆς ἁμαρτίας τὴν ἐνόχλησιν ἡμῖν ἐνεργαζομένης· ὁ δέ γε υἱὸς τοῦ θεοῦ ἐν ταύτῃ γεγονὼς τῇ φύσει τῇ θνητῇ καὶ ἁμαρτίαις
5ὑποκειμένῃ, οὐχ ἑτέρου ἕνεκεν ἀλλ’ ἢ ὥστε ἀφελεῖν αὐτῆς τὴν ἁμαρτίαν, ἀνεῖλε τὸ ἐνεῖναι δοκοῦν αὐτῇ κῦρος τῆς ἁμαρτίας, ἀφελὼν μὲν αὐτῆς τὴν θνητότητα, συνανελὼν δὲ αὐτῇ καὶ τῆς ἁμαρτίας τὴν ἐνόχλησιν, ὡς λοιπὸν τοῦ νόμου τὸν σκοπὸν καὶ τὸ βούλημα ἐν ἡμῖν πληροῦσθαι τοῖς ἀπηλλαγμένοις μὲν τῆς θνητότητος, ἐν ἀθανασίᾳ δὲ καθεστῶσιν· ὃ γὰρ
10οὐκ ἴσχυσε ποιεῖν ἐν ἡμῖν ὁ νόμος, ὅτε ἔτι θνητοὶ τὴν φύσιν ἦμεν, καίτοιγε πλεῖστα περὶ τοῦ μὴ δεῖν ἁμαρτάνειν διαλεγόμενος, τοῦτο ἡμῖν ἐν τῇ τῆς θνητότητος ἀφαιρέσει προσεγένετο, οὐδεμίαν ἐνόχλησιν ἁμαρτίας δυναμένοις ὑπομένειν, ἐπειδὰν ἅπαξ τὴν φύσιν ἀθάνατοι γενώμεθα.
15tRöm 8,5—6
15 Ἀπεντεῦθεν λοιπὸν διὰ πλειόνων λέγει, ὅτι τοῖς μὲν θνητοῖς τὸ ἁμαρτάνειν ἕπεται πάντως, ἀθάνατοι δὲ γεγονότες ἀπηλλάγμεθα τούτου, ὥστε κατὰ παράθεσιν φανῆναι τὰ κατὰ Χριστὸν πλεῖστον ὑπερέχοντα τοῦ νόμου, εἴπερ ἐκεῖνος μὲν ἀφελεῖν τὸν θάνατον οὐκ ἠδύνατο, καὶ ἀνάγκη πᾶσα ἦν κρατεῖν ἐν ἡμῖν τὴν ἁμαρτίαν, κἂν μυριάκις ἐπαιδεύετο
20ἡ ψυχὴ τὸ δέον· ὁ δέ γε Χριστὸς τόν τε θάνατον ἀφεῖλε καὶ τὴν ἐνοῦσαν ἡμῖν τῆς ἁμαρτίας ἐνόχλησιν συνανεῖλε τῷ θανάτῳ. ἤρξατο μὲν οὖν ἀπὸ τοῦ δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχωμεν πρὸς τὸν θεὸν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστο, τῶν διὰ τοῦ Χριστοῦ παρασχεθέντων ἡμῖν ἐξηγεῖσθαι τὸ μέγεθος σὺν
25πολλοῖς ἑτέροις, παραθέσει τῇ πρὸς τὸν νόμον δείξας αὐτῶν τὴν ὑπεροχήν. ἐπειδὴ δὲ εἰς τὴν τῶν ἀνακυπτόντων ζητημάτων ἐτράπη λύσιν, ἀπολογησάμενος ὑπὲρ αὐτῶν, ὡς τοῖς προκειμένοις δέδεικται ἡμῖν σαφέστερον, καὶ δὴ καὶ ὑπὲρ τοῦ ἁμαρτίας ποιητικὸν λέγειν τὸν νόμον, ἔδειξε μὲν αὐτοῦ τὸ χρήσιμον ἀναγκαίως· καὶ τοῦτο δὲ ἐν τοῖς ἀρτίως
30ἑρμηνευθεῖσι σαφέστερον δεδηλώκαμεν. πάλιν δὲ κατὰ παράθεσιν τοῦ νόμου λέγων τῶν διὰ τοῦ Χριστοῦ τὸ μέγεθος, ἐπὶ τὸν τῶν πρώτων ζητημάτων ἀνατρέχει λόγον καὶ τὸ δεικνύναι ὡς μεγίστων ἡμῖν ἀγαθῶν ὁ Χριστὸς ἐγένετο πρόξενος· οὗπερ ἕνεκεν κἀνταῦθα βούλεται διὰ πολλῶν δεικνύναι, ὅτι τῇ μὲν θνητότητι τὸ ἁμαρτάνειν ἕπεται, ἀθάνατοι
35δὲ γεγονότες ἀπηλλάγμεθα τούτου. διό φησιν· οἱ γὰρ κατὰ σάρκα ὅντες τὰ τῆς σαρκὸς φρονοῦσι καὶ τὰ ἑξῆς. τοῦτο λέγει ὅτι
οἱ μὲν θνητοὶ τὴν φύσιν ἀναγκαίως πλείστην τοῦ ἁμαρτάνειν τὴν134

135

ἐνόχλησιν ὑπομένουσιν· τί γὰρ ἂν καὶ βουλεύσαιτο ἀθάνατον φύσις θνητή; εἰ δὲ καί τίς ἐστιν ἐν ἡμῖν ἀρετή, οὐ τῆς σαρκός ἐστιν αὕτη ἀλλὰ τοῦ φρονήματος τῆς ψυχῆς, ἐπειδὰν ἀνωτέρα γένηται τῶν παρόντων. οἱ μέντοι τοῦ πνεύματος ἤδη μετεσχηκότες κρείττονα τούτων ἔχουσι τὸν
5λογισμόν, ἀθάνατοι γεγονότες τὴν φύσιν καὶ πάσης τῆς ἀπὸ τῶν χειρόνων ἐνοχλήσεως ἀπηλλαγμένοι· τοῦτο γὰρ λέγει τὸ εἰρήνην, ἐπειδὴ ἐν τοῖς ἀνωτέροις παρὰ τοῖς τὴν φύσιν θνητοῖς πόλεμον εἶναι ἔφη, τῆς ἁμαρτίας ἀντιπραττούσης τῷ βουλήματι τῆς ψυχῆς, εἰρήνην ἐνταῦθα λέγων τὸ ἀφῃρῆσθαι τῆς ἁμαρτίας τὴν ἐνόχλησιν.
10tRöm 8,9
10 Ὑμεῖς δ, φησίν, οὐκ ἐστὲ ἐν σαρκ, σαφῶς δηλοῖ ὅτι μὴ περὶ τῆς φύσεως ἐνταῦθα διαλέγεται τῆς ἡμετέρας—οὐ γὰρ ἔξω τῆς σαρκὸς γεγονόσι ταύτην Ῥωμαίοις ἐπέστελλεν—, λέγει δὲ τὴν ἀπὸ τῆς θνητότητος ἐνοῦσαν ἡμῖν τῆς ἁμαρτίας ἐνόχλησιν, ὥστε φανῆναι τῶν διὰ τοῦ Χριστοῦ τὸ μέγεθος ἀφελόντος ἡμῶν τὸν θάνατον ἐπὶ τῷ
15παντὸς ἀπηλλάχθαι τοῦ τῆς ἁμαρτίας πολέμου. διὰ τοῦτο λέγει ὅτι οὐκ ἐστὲ ἐν σαρκ, τοῦτ’ ἔστιν ἔξω τῆς ἀποφάσεως γεγόνατε τοῦ θανάτου, ἀλλ’ ἐν πνεύματι· ἐν ἐπαγγελίᾳ γὰρ τῆς ἀθανασίας ἤδη κατέστητε. καὶ τίς ἡ τούτου ἀπόδειξις; εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν. ἐδείξαμεν καὶ ἐν τοῖς ἀνωτέροις ὅτι τὴν ἀνάστασιν τῇ τοῦ πνεύ‐
20ματος μετουσίᾳ γίνεσθαί φησιν, ἀθανάτους τε καὶ ἀτρέπτους ἡμᾶς εἶναι τότε τῇ θείᾳ ποιοῦντες χάριτι· ἀλλ’ ἐπειδὴ τύπον ἐκείνων ἐπὶ τοῦ βαπτίσματος ἐπλήρουν, ἐκομίζοντό τε δι’ αὐτὸ τοῦτο μερικὴν τοῦ πνεύματος ἐνέργειαν ὥσπερ τινα ἀρραβῶνα τῶν μελλόντων. ἐπὶ τὸ καὶ περὶ ἐκείνων ἀναμφίβολον ἔχειν τὴν γνώμην καλῶς εἶπεν· εἴπερ
25ἔχετε τοῦ θεοῦ πνεῦμα οἰκοῦν ἐν ὑμῖν. δῆλον ὡς ἀληθὴς ἡ περὶ τῆς ἀναστάσεως ἐπαγγελία ἧς τὴν ἀπόλαυσιν ἡ τοῦ πνεύματος μετουσία περιέσεσθαι ὑμῖν ἐλπίζεται· οὐδὲ γὰρ οἷόν τε τοὺς τὸν ἀρρα‐ βῶνα ἐκείνων ὑποδεξαμένους μὴ καὶ τὸ λοιπὸν κομίσασθαι. ὅτι δὲ πνεῦμα εἶχον οἱ πιστεύοντες, ἀναμφίβολον ἦν ἀπὸ τῶν παρακολου‐
30θούντων ποτὲ σημείων εἰς τὴν τῶν λεγομένων πίστωσιν.
31tRöm 8,14
31Δῆλον οὖν ὅτι οἱ τοιοῦτοι τὴν μακαρίαν ζωὴν παρὰ τῷ ἑαυτῶν
πατρὶ ζήσονται.135

136

(1t)

Röm 8,15
1 Τὸ πάλιν ὡς πρὸς τὸ δουλείας ἀπέδωκεν. ἀναγνωστέον οὖν οὕτως· οὐ γὰρ ἐλάβετε πνεῦμα, εἶτα διαστήσαντα ἐπαγαγεῖν χρή· δουλείας πάλιν εἰς φόβον. περὶ γὰρ τῶν ἐν νόμῳ λέγει καὶ ἐν τῇ πρὸς Γαλάτας ὅτι μία μὲν ἀπὸ ὅρους Σινᾶ εἰς
5δουλείαν γεννῶσα, δούλους τοὺς ἐν νόμῳ παραθέσει τῶν τοῦ μέλλοντος αἰῶνος καλῶν, ἐπειδὴ οὗτοι μὲν ὑπὸ προστάγματα ὄντες ἢ παραβαίνοντες ἐτιμωροῦντο ἢ φυλάττοντες ἐπαινοῦντο, ὅπερ οὖν τῶν δούλων ἴδιον εἶναι συμβέβηκεν. ἐκεῖνοι δὲ χάριτι τοῦ δεσπότου τῶν μελλόντων ἀγαθῶν κομιζόμενοι τὴν ἀπόλαυσιν, οὐδεμίαν ἔτι μεταβολὴν
10ὑφορῶνται, ὅπερ οὖν ὑπάρχει τοῖς τέκνοις ἐκ τῶν πατέρων ἔθος. ὥσπερ γὰρ ἐν τῇ πρὸς Τιμόθεον λέγει· οὐ γὰρ ἐλάβετε πνεῦμα δειλίας, οὐχ ὡς ὄντος δειλίας πνεύματος, ἀλλ’ ἀντὶ τοῦ ταῦτα ἐμποιεῖν τὸ πνεῦμα φύσιν οὐκ ἔχει, οὕτως ἐνταῦθα· οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀντὶ τοῦ
15πνεύματος μετεσχήκατε, οὐχ ἵνα πάλιν ὑπὸ δουλείαν ἦτε καὶ φόβον κατὰ τοὺς ἐν νόμῳ· ταῦτα γὰρ ἐνεῖναι τοῖς παντελῆ τοῦ πνεύματος δεξαμένοις τὴν χάριν οὐχ οἷόν τε. ἐλάβετε πνεῦμα υἱοὺς ἐργαζόμενον θεοῦ, ὅθεν καλεῖν πατέρα τὸν θεὸν παραγόμεθα· δῆλον γὰρ ὅτι καὶ κατὰ τὴν τοῦ κυρίου παράδοσιν τὴν Πάτερ ἡμῶν ἐν τοῖς
20οὐρανοῖς ἐκάλουν πατέρα τὸν θεὸν οἱ τοῦ βαπτίσματος ἠξιωμένοι. καλῶς δὲ τὸ ἀββᾶ ὁ πατήρ, ἐπειδὴ τῶν νηπίων ἴδιόν ἐστι τὸ ἀββᾶ καλεῖν τοὺς πατέρας· νήπιοι δὲ ἔτι κατὰ τὸν παρόντα βίον ἦσαν οἱ διὰ τοῦ βαπτίσματος ἠξιωμένοι τῆς υἱότητος, τὴν τελείαν καὶ ἀληθῆ ἐπὶ τοῦ μέλλοντος προσδοκῶντες αἰῶνος. τὸ οὖν ἀββᾶ ὁ πατὴρ τέθεικε
25τὸ μὲν εἰς μήνυσιν τῆς προσδοκωμένης τελειότητος, τὸ δὲ σύμβολον τῆς παρούσης καταστάσεως, ἐν ᾗ νηπίων δίκην οὐχ ὁλοτελῆ τῆς μετουσίας τῶν ἀγαθῶν κομισάμενοι τὴν ἀπόλαυσιν, περιέμενον τὸ ποτὲ αὐτοῖς προσέσεσθαι κἀκεῖνα ταῖς νῦν ἐπαγγελίαις ἀκολούθως.
29tRöm 8,16—17
29Αὐτὸ τὸ πνεῦμα τὸ ἅγιον συμμαρτυρεῖ τῷ πνεύ‐
30ματι ἡμῶν, ὅτι πνευματικῶς διάγομεν· διὸ καὶ ἐσμὲν τέκνα θεο. ἐὰν οὖν συμπάσχωμεν τῷ Χριστῷ, τοῦτ’ ἔστιν ἐὰν τὰ
αὐτὰ πάσχειν αἱρησώμεθα ἅπερ ὁ Χριστὸς τὴν ἀλήθειαν πρεσβεύων136

137

ἔπαθεν ἑκών, ἐὰν διωκόμενοι καρτερῶμεν καὶ ὅσα ὅμοια πάσχωμεν ὑπὲρ εὐσεβείας, συνδοξασθησόμεθα αὐτῷ ἐν τῷ γενέσθαι τέκνα θεοῦ καὶ συγκληρονόμοι Χριστο. τίς δὲ ἡ κληρονομία, προείρηται ὀπίσω ἔνθα ὁ λόγος ἦν περὶ τοῦ εἰ γὰρ οἱ ἐκ νόμου
5κληρονόμοι, κεκένωται ἡ πίστις.
6tRöm 8,18
6 Τὸ λογίζομαι ἀντὶ τοῦ λογισμῷ τῷ προσήκοντι πέπεισμαι τοῦτο οὕτως ἔχειν, ὡς τὸ λογιζόμεθα οὖν πίστει δικαιοῦ‐ σθαι ἄνθρωπον χωρὶς ἔργων νόμου.
9tRöm 8,19
9Καραδοκεῖν λέγεται τὸ ἐλπίζειν, ἀποκαραδοκεῖν δὲ τὸ
10ἀπελπίζειν. ὃ τοίνυν λέγει τοιοῦτόν ἐστιν· ἓν σῶμα τὴν σύμπασαν κτίσιν ἐποίησεν ὁ θεός, ὅθεν καὶ κόσμος λέγεται πάντα, εἴτε ὁρατὰ εἴτε ἀόρατα, ὡς ἐν τῇ πρὸς Κορινθίους φησὶν ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. ἐπειδὴ τοίνυν διαφορά τίς ἐστιν ἐν αὐτοῖς, τὸ τὰ μὲν εἶναι ὁρατά, τὰ δὲ ἀόρατα, βουλόμενος
15εἰς ἓν τὰ πάντα συνῆφθαι, πεποίηκε τὸν ἄνθρωπον ἐξ ὁρατοῦ μὲν συγκείμενον τοῦ σώματος καὶ συγγενοῦς τῇ φαινομένῃ κτίσει—ἐκ γῆς γὰρ σύγκειται καὶ ἀέρος καὶ ὕδατος καὶ πυρός—, ἀοράτου δὲ τῆς ψυχῆς καὶ οἰκείας τοῖς ἀοράτοις. καὶ δὴ πεποίηκεν αὐτὸν ὥσπερ τι φιλίας ἐνέχυρον τοῖς πᾶσιν· χρήσιμα μὲν γὰρ αὐτῷ τὰ φαινόμενα, ὡς
20αὐτῇ τῇ πείρᾳ μανθάνομεν, ἐφεστᾶσι δὲ αὐτοῖς αἱ νοηταὶ φύσεις πρὸς τὸ ἡμῖν ὠφέλιμον αὐτὰ κινοῦσαι· καὶ τούτου μάρτυς ὁ ἀπόστολος περὶ τῆς ἐναντίας λέγων δυνάμεως· κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, ὡς εἶναι δῆλον ἡμῖν ὅτι πρὸ τῆς
25παραβάσεως εἰς τοὺς ἐφεστῶτας τῇ τοῦ ἀέρος κινήσει ὁ διάβολος συνετέ‐ λει. καὶ μὴν καὶ τοῖς πρὸς διδασκαλίαν τῆς εὐσεβείας εἰς ἡμετέραν ὠφέλειαν ὑπηρετεῖσθαι σύνηθες αὐτοῖς, ὡς ὁ ἀπόστολός φησίν· οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν
30σωτηρίαν; ἐντεῦθεν τοίνυν αἱ ἀόρατοι φύσεις εἰς οἰκεῖα τίθενται τὰ καθ’ ἡμᾶς εὐφραινόμεναι, εἰ δήποτε πρὸς τὸ κρεῖττον ῥέπειν ἡμᾶς
συμβαίνει. καὶ τοῦτο ἡμᾶς ὁ κύριος διδάσκει λέγων ἐπὶ ἑνὶ137

138

ἁμαρτωλῷ ἐπιστρέφοντι καὶ ἀγγέλους χαίρειν ἐν οὐρανοῖς. δῆλον δὲ ὅτι καὶ λύπην αὐτοῖς προξενεῖ τὰ καθ’ ἡμᾶς ἐπὶ τὸ χεῖρον διακείμενα· οὐδὲ γὰρ ἂν εὐφραίνοντο ἡμῶν ἀφισταμένων τῆς τῶν ἀτόπων πράξεως, εἰ μὴ καὶ λύπην αὐταῖς ἐκίνει τὸ μένειν
5ἡμᾶς ἐπ’ ἐκείνων. οὕτω δὴ γνώμης ἔχουσαι περὶ ἡμᾶς, ὡς ἅτε δὴ οἰκεῖον καὶ συγγενὲς ζῶον αὐταῖς, ἡνίκα γεγονὼς ὁ Ἀδὰμ ἐδέξατο τοῦ θεοῦ τὸ ἐπίταγμα, ὁμοῦ κἀκεῖνο ἀκούσας ὡς παραβὰς ἀποθανεῖται, ἐσκό‐ πουν, ἥντινα ἄρα τὰ κατ’ αὐτὸν τὴν ἔκβασιν λήψεται· καὶ ἐπειδὴ παραβὰς θνητὸς ἐγένετο διὰ τῆς ἀποφάσεως, ἐχωρίζετό τε ὡς εἰκὸς ἡ ψυχὴ τοῦ
10σώματος καὶ ὁ μηχανηθεὶς διὰ τοῦ ἀνθρώπου σύνδεσμος τῆς κτίσεως διελύετο, τούτῳ τῷ τρόπῳ ἐσκυθρώπαζον αἱ νοηταὶ φύσεις ἐπὶ τοῖς γιγνομένοις, περὶ ἡμᾶς τε οὐκ εἶχον οἰκείως ὡς ἂν τοιούτων γεγονότας αἰτίους κακῶν· ὡς δὲ καὶ τοῦ χρόνου προϊόντος οἱ καθ’ ἑξῆς ἄνθρωποι μειζόνως ἐπὶ τὸ χεῖρον προβαίνοντες ἐπέσφιγγον ἑαυτοῖς τοῦ θανάτου
15τὴν ἀπόφασιν, πάντα μὲν τὰ καθ’ ἡμᾶς ἀπεγίνωσκον, μεῖζον δὲ καθ’ ἡμῶν ἀνεδέχοντο τὸ μῖσος· ὅθεν οὐδὲ πράττειν ὑπὲρ ἡμῶν ἐβούλοντό τι λοιπόν, τοῦτο μὲν ὡς ἀλλοτρίους ἑαυτῶν ἀποστρεφόμενοι, τοῦτο δὲ ὡς ἐχθροὺς τοῦ θεοῦ μυσαττόμενοι. τί οὖν ἐπὶ τούτοις ἐγένετο; ἔφησεν αὐτοῖς ὁ κύριος ὡς ποιήσει τὴν καθ’ ἡμᾶς διόρθωσιν, ἀναστήσας τε ἡμᾶς
20καὶ ἀθανάτους ἐργασάμενος, ὡς μηκέτι μηδεμίαν δεδοικέναι πάλιν μετα‐ βολὴν καὶ διάλυσιν τοῦ κοινοῦ συνδέσμου τῆς κτίσεως. ταύτην δεξάμενοι τὴν ὑπόσχεσιν ηὐθύμουν, μαθόντες ὡς ἡ θεία χάρις τῶν ἡμῖν ἐπταισμέ‐ νων ποιήσεται τὴν διόρθωσιν, καὶ φιλοτιμίᾳ πάντα ἡμῖν ἀποδώσει ὧν ἡμεῖς ἑαυτοὺς διὰ μοχθηρίαν ἀπεστερήσαμεν τρόπου, καὶ μενεῖ μὲν ὁ
25καθόλου σύνδεσμος διάλυσιν οὐδεμίαν ἐπιδεχόμενος τοῦ λοιποῦ, μενεῖ δὲ ἄρρηκτος καὶ τῇ κτίσει πρὸς ἑαυτὴν ἡ φιλία· ἐντεῦθεν καὶ πράττειν ἅπαντα ὑπὲρ ἡμῶν οὐκ ὤκνουν, καίτοιγε ἐν τοῖς χείροσιν ἐξεταζομένων, τῇ τῶν μελλόντων ἐλπίδι διὰ τὴν τοῦ θεοῦ ἐπαγγελίαν κρατούμενοι. τοῦτο οὖν λέγει ὅτι ἡ κτίσις τόγε ἐφ’ ἡμῖν πολλάκις τὰ καθ’ ἡμᾶς
30ἀπελπίσασα, ταύτην ἀπεκδέχεται τῶν ἁπάντων διόρθωσιν, τὴν προσδο‐ κίαν τῶν μελλόντων, ὅτι ἀναστησόμεθα πάντες εἰς τὸ εἶναι ἀθάνατοι· τὴν γὰρ ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ λέγει τὴν ἀνάστασιν, καθόλου υἱοθεσίαν τὴν ἀθανασίαν καλῶν, ἐπειδὴ υἱῶν εἶναι νομίζει θεοῦ τὸ ἀθανάτους εἶναι· ὅθεν καὶ ὁ Δαυὶδ λέγει· ἐγὼ εἶπα θεοί
35ἐστε καὶ υἱοὶ ὑψίστου πάντες, ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε, ὡς ἂν οὐκ ἔχοντος λόγου τοῦ ἀποθνήσκειν τοὺς
υἱοὺς τοῦ θεοῦ χρηματίσαντας.138

139

(1t)

Röm 8,20
1 Ἀμέλει, φησίν, οὐδὲν ἔτι ποιεῖν ὑπὲρ ἡμῶν οἱ ἄγγελοι ἀνεχόμενοι, διὰ τὴν ἐπαγγελίαν ταύτην εἵλαντο πάντα ποιεῖν, καίτοιγε περὶ τὰ μάταια ἡμῶν ἀσχολουμένων, τοῦτο κατὰ τὴν τοῦ θεοῦ ἐπαγγελίαν ἀπεκδεχό‐ μενοι τὸ πάντα ἀπαλλαγῆναι φθορᾶς καὶ μεταβολῶν καὶ τροπῆς,
5ἐπειδὰν καὶ ἡμεῖς ἀξιωθέντες τῆς ἀναστάσεως ἀθάνατοι τῇ τοῦ θεοῦ δυνάμει γενώμεθα.
7tRöm 8,21
7 Ἀπαλλάττονται γάρ, φησί, τότε καὶ αὐτοὶ τοῦ ὑπηρετεῖσθαι φθορι‐ μαίοις πράγμασιν, ἐπειδὰν ἡμεῖς ἀθάνατοι γενώμεθα καὶ τὰ πάντα ἀπαλλαγῇ τοῦ τρέπεσθαι, ἐπεὶ μηδὲ ἔστι τοῦ λοιποῦ τὸ συναναγκάζον
10αὐτοὺς πρὸς τὴν τούτων ὑπηρετεῖσθαι κίνησιν.
11tRöm 8,22
11 Καλῶς οὐκ εἶπε στενάζει καὶ ὠδίνει, ἀλλὰ συστενάζει καὶ συνωδίνει, ἐπειδὴ καὶ τὸ πᾶσα ἡ κτίσις ἐνταῦθα προσέθηκεν, ἄνω ἡ κτίσις εἰρηκὼς μόνον. βούλεται δὲ εἰπεῖν ὅτι συμφώνως ἐπιδείκνυται τοῦτο πᾶσα ἡ κτίσις, ἵνα καὶ τὸ παρὰ πάσης τὸ αὐτὸ
15γίνεσθαι ὁμοίως παιδεύσῃ τούτους τὴν πρὸς ἅπαντας κοινωνίαν αἱρεῖσθαι τῇ τῶν λυπηρῶν καρτερίᾳ. πῶς δὲ πᾶσαν ἔφη τοῦτο ὑπο‐ μένειν τὴν κτίσιν; τὰς μὲν ἀοράτους ὡς εἰκὸς ἅτε δὴ λογικὰς καὶ τῶν γιγνομένων ἐχούσας τὴν αἴσθησιν, τὰς δὲ ὁρατὰς τῇ κοινωνίᾳ τοῦ πράγματος.
20tRöm 8,24
20 «Σωτηρίαν» καλεῖ τὴν παντελῆ τῶν κακῶν ἀπαλλαγήν, ἥτις αὐτοῖς ἐπὶ τοῦ μέλλοντος αἰῶνος προσγίνεσθαι ἔμελλεν· ταῦτα τοίνυν, φησί, βεβαίως ἐλπίζειν ὅτι πρόσεσται ἡμῖν ἐπὶ τοῦ παρόντος εἰλήφαμεν βίου.
23tRöm 8,25
23 Εἰ μὲν γὰρ ἀπελαύομεν ἤδη τῶν προσδοκωμένων, φησίν, ὑπ’ ὄψιν ἔκειτο πάντως τὴν ἡμετέραν, περὶ δὲ τῶν φαινομένων ἐλπίζειν οὐδαμῶς
25ἐδεόμεθα· ἐπειδὴ δὲ ἐλπίζομεν περὶ αὐτῶν ὡς οὐ φαινομένων, εἰκότως ἀνάγκη ἅπασαν τὴν ἔκβασιν αὐτῶν περιμένοντας ὑπομένειν ἅπαν ὅτι
ἂν καὶ παθεῖν ὑπὲρ ἐκείνων δέοι.139

140

(1t)

Röm 8,26
1 Σχηματισμός ἐστι κατὰ τὸ σύνηθες τῇ θείᾳ γραφῇ τὸ εἰρημένον ὡς ἕτερον φαίνεσθαι τῷ προχείρῳ μᾶλλον ἢ ὃ βούλεται λέγειν· λέγει μὲν γὰρ ὅτι ἡμεῖς οὐδὲ προσδοκᾶν ἐκεῖνα κατά γε τὴν τῆς φύσεως ἀκολουθίαν δυνάμεθα, ἀλλ’ ἡ τοῦ πνεύματος χάρις ἧς τὴν ἀπαρχὴν ἐνταῦθα
5εἰλήφαμεν, ἀναμφιβόλως ἡμῖν ἐγγυᾶται τὴν μετουσίαν ἐκείνων. ἐσχη‐ μάτισε δὲ οὕτως· ἃ προσδοκῶμεν ταῦτα καὶ αἰτοῦμεν παρὰ θεοῦ, ἃ δὲ μὴ δύνατον ἐλπίσαι λαβεῖν, ταῦτα οὐδ’ ἂν αἰτῆσαι ποτὲ ἀνασχοίμεθα. τὸ οὖν μὴ δύνασθαι προσδοκᾶν ἐκεῖνα τὸ μὴ εἰδέναι καθὸ δεῖ προσεύξασθαι περὶ αὐτῶν ἐκάλεσεν, ἐπειδή, ὡς ἔφην, ταῦτα οὐδ’
10ἂν αἰτήσειέν τε ἃ μηδενὶ λόγῳ δύναται προσδοκᾶν. τὸ δὲ τῇ τοῦ πνεύ‐ ματος δυνάμει πάντως αὐτοῖς αὐτὰ περιέσεσθαι ἐλπίζειν τὸ πνεῦμα ἐντυγχάνειν ἔφη· ἐπειδὴ γὰρ εὐχῇ πολλάκις λαμβάνομεν ἑκεῖνα ἃ μηδαμῶς ἑαυτοῖς περιποιῆσαι δυνάμεθα, ἐνετίθη δὲ αὐτοῖς καὶ τὸ πιστεύειν περὶ τῶν μελλόντων ἡ ἐπὶ τοῦ παρόντος βίου τοῦ πνεύματος
15δόσις. Αὐτ, φησί, τὸ πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν, ἵνα εἴπῃ ὅτι τοῦτο ἡμῖν ἐκείνων αἴτιον, ὃ ὥσπερ ἐν ἀρραβῶνος τάξει κατὰ τὸν παρόντα βίον ἡμῖν δοθέν, ἀναγκαίως καὶ περὶ τοῦ τελείου πιστεύειν ποιεῖ· ὅθεν ἵνα μὴ νομίσῃς περὶ εὐχῆς λέγειν αὐτὸν ἀληθῶς, ἐπήγαγε στεναγμοῖς ἀλαλήτοις, ἵνα εἴπῃ ὅτι ἀπορρήτῳ τρόπῳ
20ἐκεῖνα ἐφέλκεται· τὸ γὰρ ἐπὶ ταῖς μελλούσαις ἐπαγγελίαις κατά γε τὸν παρόντα βίον δεδομένον ἡμῖν παρέχεται πάντως ἡμῖν ἐκεῖνα. καὶ τὸ στεναγμοῖς δὲ ἀκολούθως τῷ σχηματισμῷ ὡς ἐπ’ εὐχῆς ἔφη, ἐπειδή πως μετὰ στεναγμῶν εὐχόμενοι ἀκούεσθαι νομίζονται μᾶλλον ὡς ἂν συντονώτερον ποιούμενοι τὰς δεήσεις. οὕτω καὶ ἀνωτέρω περὶ
25τῆς κτίσεως ἔφη τὸ στενάζειν καὶ περὶ ἡμῶν ὅτι στενάζομεν,
στεναγμὸν ἁπανταχοῦ τὴν προσδοκίαν ἐκείνων καλέσας, ὥσπερ οὖν140

141

κἀνταῦθα ἔφη τὸ πνεῦμα μετὰ στεναγμῶν ἐντυγχάνειν, ὡς ἂν παρέχον ἡμῖν ἐκεῖνα καὶ προσδοκᾶν ἃ τῶν παρασκευαζόντων τὴν ἔκβασιν.
4tRöm 8,27
4Ἐνταῦθα βούλεται εἰπεῖν ὅτι ταῦτα ἡμῖν παρασχεθήσεται ὑπὸ τοῦ
5πνεύματος γνώμῃ θεοῦ, ὃς ἐπειδὴ ἠβουλήθη τὴν ἀπαρχὴν ἡμᾶς τοῦ πνεύματος ἐπὶ τοῦ παρόντος κομίσασθαι βίου, ἀναγκαίως παρέξει κἀκεῖνα ὧν ἐπ’ ἐλπίδι ταύτην ἐκομισάμεθα. ἐπεὶ δὲ ἐσχημάτισεν ὡς ἐπ’ εὐχῆς τὸ διὰ τῆς ἐνταῦθα ἀπαρχῆς τοῦ πνεύματος ἀναγκαίως ἡμᾶς προσδοκᾶν καὶ τὰ μέλλοντα, ἀναγκαίως ἐπήγαγεν, ὅτι
10καὶ ὁ θεὸς εἰδὼς τὸ βούλημα τοῦ πνεύματος, καὶ ὅτι κατὰ γνώμην αὐτοῦ τὰς αἰτήσεις ποιεῖται, ἐπινύει τῇ προσευχῇ. καλῶς δὲ καὶ τὸ ὑπὲρ ἁγίων, ἵνα εἴπῃ τῶν πρὸς τοῦτο ἀφωρισμένων καὶ μετεσχη‐ κότων ἤδη τοῦ πνεύματος. ἐντυγχάνειν δὲ τὸ πνεῦμα τὸ χάρισμα λέγει τὸ ἐπὶ τοῦ παρόντος ἡμῖν δεδομένον βίου, ὃ καὶ ἀπαρχὴν
15τοῦ πνεύματος, οὐ τῆς ὑποστάσεως αὐτοῦ καλεῖ ἀλλὰ τῆς τότε ἡμῖν εἰς παντελῆ μετουσίαν τῶν ἀγαθῶν προσδοκωμένης δοθήσεσθαι χάριτος. ὅτι μέντοι σύνηθες τῇ θείᾳ γραφῇ σχηματίζειν, τάδε ἀπὸ τῶν τῷ μακαρίῳ Δαυὶδ συνεχῶς τὰ τοιαῦτα λέγειν εἰωθότι· γνόφον ἔχοντα ὑπὸ τοὺς πόδας καὶ ὅσα κατ’ ἐκεῖνο τὸ μέρος φησίν·
20οὐδὲ γὰρ τοῦ παρόντος ἅπαντα λέγειν ἐστὶ καιροῦ. ἐν δὲ τῷ εἰκοστῷ τρίτῳ πρός τε τὰς πύλας φωνὴν σχηματίζει, ὡς ἂν ἀνοιχθῆναι ὀφει‐ λούσας, καὶ παρ’ αὐτῶν ἀπόκρισιν· τούτων γὰρ οὐδὲν μέν, ὡς εἴρηται, νοεῖσθαι δύναται, ἕτερα δέ τινά ἐστι τὰ ἀπ’ αὐτῶν ἐμφαινόμενα. ἐγὼ μέντοι τέθεικα καὶ τοῦτο ὥστε μηδένα καινόν τι νομίζειν λέγεσθαι παρ’
25ἡμῶν τὸ κατὰ σχηματισμὸν εἰρῆσθαι τῷ ἀποστόλῳ τὰ προκείμενα.
26tRöm 8,28
26 Οὐ δεῖ θαυμάζειν, φησίν, εἰ τοιαῦτα μὲν τότε προσδοκῶμεν ἡμῖν ἀγαθὰ περιέσεσθαι, ἐν ἀνηκέστοις δὲ ἄγαν κακοῖς κατὰ τὸ παρὸν
εὑρισκόμεθα, πάνυ γε εἰδότας ὡς διὰ πάντων εὐεργετεῖν ἔθος τῷ θεῷ141

142

τοὺς ἀγαπῶντας αὐτόν, ἄφθονον αὐτοῖς τῶν ἀγαθῶν τὴν χορηγίαν παρεχόμενος, ὥστε καὶ ἀπὸ τῶν δοκούντων εἶναι λυπηρῶν μείζονας αὐτοῖς τοὺς αἰωνίους προξενεῖσθαι μισθούς. καλῶς δὲ τοῦτο οἴδαμεν, ἐπειδὴ σφόδρα ὡμολογημένον ἔφη πρᾶγμα παντὸς
5οὗτινος οὖν πάνυ γε συνθησομένου, ὅτι τοῖς ἀγαπῶσιν αὐτὸν ἀγαθῶν πρόξενος γίνεται θεός, ὅπου γε καὶ πλημμελούντων ἀνέχεται ἡλίου τε ἀνατολὴν καὶ ὑετῶν χορηγίαν αὐτοῖς χαριζόμενος. εἶτα καὶ ἀποδείξεων, ὅπερ ἔφη, πιστούμενος τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. τούτων γὰρ ᾔδει καὶ πάλαι ὁ θεὸς τὴν περὶ αὐτῶν πρόθεσιν, οἵα τις
10ἔσται, ὅθεν αὐτοὺς καὶ ἐκάλεσεν ἐπὶ τῷ τῆς οἰκείας ἀξίως τιμῆσαι προαιρέσεως.
12tRöm 8,37
12 Δεικνὺς ὅτι μηδὲ τὴν βαρύτητα δεδιέναι προσήκει τῶν ἐπαγομένων κακῶν, εἰκότως ἐπήγαγεν· ἀλλ’ ἐν τούτοις πᾶσιν ὑπερνι‐ κῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς· παρ’ αὐτοῦ γὰρ ἡμῖν καὶ
15τὸ δοκοῦν εἶναι βαρὺ τῶν θλίψεων ἐπικουφίζεται, ἀνεπαίσθητον τῇ παρ’ αὐτοῦ συνεργείᾳ τῶν λυπηρῶν ἐργαζομένου τὴν πεῖραν.
17tRöm 8,38—39
17 Καλῶς τὸ πέπεισμαι εἶπεν, ὡς ἂν οὐκέτι τῇ οἰκείᾳ δυνάμει, τῇ δὲ τοῦ Χριστοῦ συνεργείᾳ τὸ πᾶν ἐπιτρέψας. τὸ μὲν οὖν οὔτε θάνα‐ τος οὔτε ζω, ἀντὶ τοῦ οὔτε τὰ λυπηρὰ οὔτε τὰ ἄγαν ἡδέα· τὸ δὲ
20οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις δῆλον μὲν ὅτι τὰς ἀοράτους λέγει φύσεις, ἐβουλήθη δὲ καὶ ἀπὸ τῆς ἐκείνων ἀξιοπιστίας δεῖξαι, ὅτι πάντα ἐλάττονα εἶναι τῆς εὐσεβείας νενόμικεν. τὸ μέντοι οὔτε ὕψωμα οὔτε βάθος, τοῦτ’ ἔστιν οὔτε τὰ ἄγαν ἄδοξα οὔτε μὴν τὰ ἄγαν ἐπίδοξα, θαυμασιώτερον [δέ]· ἁπάντων γὰρ τῆς τῶν μελ‐
25λόντων προσδοκίας ἕνεκεν ἅπαντα διαπραττομένων, ὥστε ἐκκλῖναι μὲν τὴν ἐπαγομένην τότε τοῖς ἀσεβέσι παρὰ τοῦ θεοῦ τιμωρίαν, ἀπολαῦσαι δὲ τῶν ἡτοιμασμένων τοῖς ἀγαπῶσιν αὐτὸν ἀγαθῶν, αὐτὸς μηδὲ ὑπ’ ἐκείνων λέγει τῆς εὐσεβείας ἐξίστασθαι, εἰκότως, ὡς ἂν οὐ μισθῷ μετιὼν τὴν εὐσέβειαν ἀλλ’ ἀγάπῃ τῇ περὶ τὸν Χριστὸν τοσούτων αἴτιον γεγονότα
30τοῖς ἀνθρώποις καλῶν ἅπαντα καὶ ποιεῖν καὶ πάσχειν αἱρούμενος· τοιαύτη γὰρ ἡ τῆς ἀγάπης φύσις, οὐδαμοῦ τῶν καθ’ ἑαυτὸν φροντίζειν τὸν ἀγαπῶντα ποιοῦσα, ἀλλὰ πάντα ποιεῖν καὶ ὑπομένειν παρασκευά‐ ζουσα ἀφ’ ὧν ἂν ὠφελεῖσθαί τι νομίζῃ τὸν ἀγαπώμενον. πάντα μὲν
οὖν μεγάλα τὰ προειρημένα καὶ πρέποντα τῇ περὶ τὸν Χριστὸν ἀγάπῃ142

143

τοῦ μακαρίου Παύλου, ὑπὲρ ἅπαντα δὲ τὸ οὔτε τις κτίσις ἑτέρα τοῖς λοιποῖς ἐπηγμένον. ἐπειδὴ γὰρ ἅπαντα ἐπεξῆλθεν τὰ ὅπως ποτὲ ὄντα τε καὶ φαινόμενα, προστεθεικὼς καὶ τὰς ἀοράτους δυνάμεις καὶ μὴν καὶ τὰ προσδοκώμενα ἔσεσθαι, τελευταῖον ἐπήγαγεν τὸ οὔτε τις
5κτίσις ἑτέρα, δεικνὺς ὅτι οὕτως ἅπαντα ταῦτα εἶναι ἀντίρροπα τῆς περὶ τὸν Χριστὸν ἀγάπης νενόμικεν οὐδαμῶς, ὅτι κἂν εἰ ἕτερα σὺν τούτοις γένοιντο, τὸ μηδὲν εἶναι αὐτὰ πρὸς παράθεσιν ἡγεῖται τῆς ἀγάπης ἐκείνου.
9tRöm 9,1—5
9Ὅρκῳ πιστοῦται τὸν λόγον. ἐπειδὴ γὰρ εἶπεν ὅτι οὐκ ἔστιν ὃ
10δύναται αὐτὸν χωρίσαι τῆς ἀγάπης τοῦ Χριστοῦ, ἐπάγει ὅτι μόνον τῆς συγγενείας αὐτοῦ ἡττᾶται· περὶ πάντων δὲ τῶν ἐξ Ἰσραήλ φησιν. ἡδέως οὖν, φησί, καὶ σῶμα καὶ ψυχὴν δίδωμι, ἵνα ὧν ἐκπεπτώκασι ταῦτα πάλιν ἀνακαλέσωνται πιστεύσαντες εἰς Χριστόν· τί γὰρ τῶν καλῶν οὐκ Ἰουδαίων ἦν, ἐφ’ οἷς νῦν τὰ ἔθνη σεμνύνεται; ἡ δόξα, ἡ διαθήκη,
15καὶ τὸ δὴ μέγιστον, ἐξ αὐτῶν καὶ ὁ Χριστὸς τὸ κατὰ σάρκα ὅς ἐστι θεὸς οὐ μόνον αὐτῶν ἀλλὰ κοινῇ πάντων. ἵνα οὖν ταῦτα ἀνακτήσων‐ ται, ἡδέως ἐγὼ ὑπὲρ αὐτῶν ἀνάθεμα ἐγενόμην. τὸ δὲ ἀνάθεμα τὸν ἀλλότριον δηλοῖ, ἐπειδὴ τὸ ἀνατεθὲν τοῦ ἀνατιθέντος ἀλλότριον.
19tRöm 9,9—13
19Τί οὖν, φησίν, εἴποιτε ἂν περὶ τοῦ κατὰ τὸν Ἠσαῦ καὶ τὸν Ἰακώβ,
20ὅπου καὶ πατὴρ εἷς καὶ μήτηρ μία καὶ σύλληψις ἡ αὐτή; τὸ γὰρ ἐξ ἑνὸς κοίτην ἔχουσα τοῦτο λέγει, τὸ τὴν αὐτὴν ἐκ τοῦ αὐτοῦ μὴ κατὰ διαφόρους τεκεῖν συλλήψεις. καὶ οὕτω κατὰ πάντα καὶ προγόνων οἰκειότητι καὶ τοκετῷ συνημμένων αὐτῶν, ὅμως ὁ θεὸς πρὶν γεννηθῆναι αὐτοὺς καί τι ποιῆσαι καλὸν ἢ κακόν, προλαβὼν οὐ μόνον διεῖλεν
25αὐτοὺς ἀλλὰ καὶ ἀνέτρεψεν, εἰ δεῖ τἀληθὲς σκοπεῖν, τῆς φύσεως τὴν ἀκολουθίαν τὸν μείζονα δουλεύσειν ἀποφηνάμενος τῷ ἐλάττονι, εἰδὼς μὲν αὐτοὺς ὁποῖοί τινες ἔσονται, οὐκ ἀναμείνας δὲ ἀπὸ τῶν οἰκείων διαγνωσθῆναι τρόπων, ἀλλὰ πόρρωθεν αὐτοὺς διελών, ὥστε διὰ πάντων φανερὰν γενέσθαι τῆς ἐκλογῆς τὴν χάριν, ἣ καὶ φύσεως
30καὶ πάντων ἐστὶ προτιμοτέρα. εὐκαιρότατα μὲν οὖν πρὸς τὰ παρόντα καὶ τὸ μήπω γὰρ γεννηθέντων· οὕτω γὰρ διαψεύσασθαι, φησίν, οὐχ οἷόν τε θεόν, ἕτερα μὲν ὑπισχνούμενον, ἕτερα δὲ ποιοῦντα, ὅτι καὶ πρὸ τῆς γεννήσεως τὸν ἑκάστου τρόπον εἰδὼς ἐκλέγεται οὓς ἂν
ἀξίους εἶναι νομίσῃ. τίς ἂν οὖν γένοιτο ἐπὶ τοῦ τοιούτου διαμαρτία,143

144

ὥστε τοῦτο κατὰ τὸν τῶν ἰδεῶν νομίζειν λόγον; δεικνὺς δὲ ὅτι ἠκολού‐ θησε τῇ κατὰ χάριν ἐκλογῇ καὶ τὰ πράγματα, ἐπάγει· καθὼς γέγραπται· τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμί‐ σησα. διὰ πάντων μέντοι σαφῶς ἀπέφηνεν ὅτι μὴ φύσεως ἀκολουθίᾳ
5δουλεύειν οἶδε θεός, χάριτι δὲ καὶ φιλοτιμίᾳ τούτους ἐκλέγεται οὓς ἂν ἀξίους εἶναι τῆς ἐκλογῆς νομίσῃ, οἵτινες τῆς παρ’ αὐτοῦ πρότερον ἀξιω‐ θέντες χάριτος, τότε τὰ παρ’ ἑαυτῶν συνεισφέρειν δύνανται, ἀνάλογον τῇ χάριτι τὴν οἰκείαν ἐπιδεικνύντες προαίρεσιν.
9tRöm 9,14—21
9Τί οὖν ἐροῦμεν; φησί· μὴ ἀδικία παρὰ τῷ θε; μὴ
10γένοιτο. ἀλλ’ ἐμοὶ μὲν εἴρηται ταῦτα, φησί, βουλομένῳ δεῖξαι τὸν θεὸν οὐκ ἀκολουθίᾳ φύσεως ἑπόμενον, χάριτι δὲ καὶ φιλοτιμίᾳ ἐκλεγόμενον οὓς ἂν ἀξίους εἶναι τῆς ἐκλογῆς νομίζῃ τῆς ἑαυτοῦ. οἰέσθω δὲ μηδεὶς ἄδικον εἶναι λέγειν ἡμᾶς τοῦ θεοῦ τὴν ἐκλογὴν εἰκῇ καὶ ἄνευ κρίσεως τοὺς μὲν ὠφελεῖν τοὺς δὲ βλάττειν ἐσπουδακότος· μὴ γὰρ
15γένοιτο τοῦτό ποτε παρ’ ἡμῶν φανῆναι λεγόμενον. εἶτα καὶ ἐξεργαστικώτερον τῶν ἐναντίων τιθείς· τῷ γὰρ Μωϋσεῖ λέγει· ἐλεήσω ὃν ἂν ἐλε, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω· καὶ μετὰ τὴν μαρτυρίαν ἐπισυλλογίζεται ἐκ τοῦ ἐκείνων προσώπου· ἄρα οὖν οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ
20τοῦ ἐλεοῦντος θεο· καὶ γραφικὴν ἑτέραν φωνὴν τεθεικώς· λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ ὅτι εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γ. συλλογίζεται πάλιν· ἄρα οὖν ὃν θέλει ἐλεε, ὃν δὲ θέλει
25σκληρύνει. ταῦτα μὲν οὖν ἅπαντα ὡς ἀπὸ τοῦ ἑτέρων ἔφη προσώπου, τάς τε γραφικὰς μαρτυρίας οὕτως εἰπὼν ὡς ἂν ἐκείνων αὐτὰς εἰς σύστασιν τοῦ οἰκείου λόγου προβάλλεσθαι εἰωθότων, καὶ τοὺς συλλογισμοὺς ἀκολούθως ἀπὸ τοῦ ἐκείνων ἐπαγαγὼν προσώπου. δύο δέ ἐστι τὰ ἐν τοῖς εἰρημένοις στρεφόμενα· εἰ θεὸς ἀγαθούς τε εἶναι
30ποιεῖ καὶ κακοὺς τὴν γνώμην οὓς βούλεται, ἢ παρ’ ἡμῖν ἡ τῆς αἱρέσεως ταύτης ἐξουσία; καὶ πότερον αὐτὸς κολάζει τε οὓς θέλει καὶ πάλιν εὐεργετεῖ κατὰ τὸ δοκοῦν αὐτῷ, ἢ παρ’ ἡμῖν τοῦ πειρᾶσθαι τούτων τε κἀκείνων ἐστὶν ἡ αἰτία; ἔχεται δὲ τοῦ πρώτου τὸ δεύτερον. ὁμολογου‐ μένου μὲν γὰρ τοῦ παρ’ ἡμῖν εἶναι τὴν ἐξουσίαν τῆς τε τῶν καλῶν καὶ
35τῶν χειρόνων αἱρέσεως, συναπηλέγχετο καὶ τὸ τὰ περὶ ἡμᾶς γινόμενα ἀπὸ τῆς ἡμετέρας συμβαίνειν αἰτίας. τῆς δέ γε τοῦ ποιεῖν ἐξουσίας ἅπερ ἂν βουλώμεθα ἐν ἡμῖν οὐκ οὔσης, οὐδὲ τὰ περὶ ἡμᾶς γινόμενα
ἑτέρως γινόμενα, ἐφαίνετο ἀλλ’ ἢ κατὰ τὸ δοκοῦν τῷ ποιοῦντι θεῷ.144

145

κάλλιστα δὴ καὶ ὁ μακάριος Παῦλος διαιρεῖ μὲν τὴν ἀπόκρισιν. ὥσπερ δὲ ἐν τῷ πρώτῳ τοῦ παντὸς στρεφομένου, ἐκεῖνο πρότερον μετ’ ἰσχυρᾶς τῆς ἀποδείξεως λύειν πειρᾶται, καὶ μετ’ ἐκεῖνο ὡς ἂν ἀκόλουθον ἐπισυνάπτει τοῦ δευτέρου τὴν λύσιν. ἐπάγει δὴ πάλιν μετὰ τὰ προτεθέντα
5ἀπὸ τοῦ ἐκείνων προσώπου ὅπερ ἀκόλουθον ἦν τοῖς εἰρημένοις· ἐρεῖς οὖν μοι· τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; ἀντὶ τοῦ θαρρήσας δὲ ταῖς γραφικαῖς μαρτυρίαις ὡς ἂν σύμφωνα οἷς λέγεις αὐτὸς διδασκούσαις ἡμᾶς, ἐρεῖς ὡς οὔτε μέμ‐ ψεως οὔτε τιμωρίας ἄξιος εἶ τινος, γνώμῃ μὲν οἰκείᾳ πράττων οὐδέν, ἀνάγκῃ
10δὲ εἴκων τοῖς δοκοῦσιν αὐτῷ καὶ οὐδὲ αἱρεῖσθαι παρ’ ἐκεῖνα δυνάμενος ἕτερα. καὶ συντόμως τοῦ εἰρημένου τὴν ἀτοπίαν ἐλέγχων· μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινάμενος τῷ θε, θαυμασιώτατα ἀπὸ τῆς ἐκείνων ἀποκρίσεως τοῦ λεγουμένου δεικνὺς τὸ εὔηθες· οὐ γὰρ ἐπιτιμῶν, ὥς τινες ᾠήθησαν, τοῦτο ἐπήγαγεν, ἐπείπερ
15σφόδρα ἀλλότριον τοῦ μακαρίου Παύλου τὸ πρότασιν τῶν ἐναντίων τιθέντα ἐπιτίμησιν ἐπάγειν πρὸ τῆς τοῦ ζητουμένου λύσεως. ἐχρῆν δὲ τοὺς τοῦτο οἰηθέντας καὶ πρὸς ἐκεῖνο ἰδεῖν, ὅτι ἐπὶ λύσεως τὸ μενοῦνγε ἔθος κεχρῆσθαι τῷ ἀποστόλῳ ἀντὶ τοῦ «καὶ μὴν» τὸ μενοῦνγε λέγοντι. καὶ τοῦτο μετ’ οὐ πολύ τις εὑρήσει· προτείνας γὰρ
20ἑαυτῷ· ἀλλά γε λέγω, μὴ οὐκ ἤκουσαν; ἐπάγει· με‐ νοῦνγε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, σαφῶς ἐπὶ λύσει τοῦ προτεθέντος τὴν ἐπαγωγὴν ποιησάμενος. οὕτω κἀνταῦθα λύων τὸ μὴ ἐν αὐτοῖς εἶναι ποιεῖν ἅπερ ἂν βούλωνται, ἐπήγαγεν· μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταπο‐
25κρινάμενος τῷ θε; λέγεις, φησίν, ὡς οὐκ ἄξιος εἶ μέμψεως· οὐδὲ γὰρ ἐν σοὶ τὸ ποιεῖν ἃ βούλει. καὶ μὴν οὐχ ἑτέρωθεν τοῦ λεγομένου συνορῶ τὴν εὐήθειαν, ἀλλ’ ἀπὸ τῆς σῆς ἀποκρίσεως· εἰπὲ γάρ μοι, ὦ ἄνθρωπε, ὅστις ποτ’ ἂν εἴης ὁ τούτοις πρὸς θεὸν κεχρημένος τοῖς ῥήμασιν· τίνα εἶναι βούλει σαυτὸν καλοῦ τε καὶ κακοῦ διάγνωσιν, ὡς
30φῄς, οὐδεμίαν ἔχειν δυνάμενον, οὐδὲ ἐκλέγειν τὸ καλὸν ἀπὸ τοῦ χείρονος εἰδότα, ἀνάγκῃ δὲ ποιοῦντα τὸ δοκοῦν τῷ θεῷ καὶ πρὸς τοῦτο ῥέποντα καὶ τούτῳ ἡδόμενον, εἴτε καλὸν εἶναι εἴτε κακὸν αὐτὸ συμβαίνοι; καὶ πῶς οὐ τοῦτο ἐπὶ τῶν σαυτοῦ δεικνύεις ῥημάτων; τοὐναντίον μὲν οὖν ἔοικας ἀφ’ ὧν ἀντιφθέγγῃ τῷ θεῷ ἀκριβῶς εἰδέναι
35τοῦ καλοῦ καὶ τοῦ χείρονος τὴν διάκρισιν, ὅπουγε καὶ λόγους περὶ ἑκατέρου τούτων ποιῇ, καὶ τὴν αἰτίαν τῶν γιγνομένων ἐπὶ θεὸν ἀνα‐ φέρειν ἐσπούδακας, σαυτὸν ἀπολύων τῆς ἐπὶ τοῖς πεπραγμένοις αἰτιάσεως. ἢ οὐχὶ ταῦτα καὶ εἰδότος ἐστὶ τοῦ τε καλοῦ καὶ τοῦ χείρονος τὴν φύσιν, καὶ ἐκλέγειν ἑκάτερον αὐτῶν ἀπὸ τοῦ ἑτέρου δυνα‐
40μένου σαφῶς; καιριώτατα μέντοι καὶ τὰς ῥήσεις ἀντέκρουσεν εἰς μείζονα ἔμφασιν τοῦ λεγομένου τῆς ἀτοπίας· εἰρηκὼς γὰρ ἐκ τοῦ τῶν ἐναντίων
προσώπου· τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν;145

146

ἐπήγαγεν· σὺ τίς εἶ ὁ ἀνταποκρινάμενος τῷ θε; σαφῶς ἐναντίον ὂν τῷ εἰρημένῳ· εἰ γὰρ ἀνταποκρίνεται, δῆλον ὅτι ἀνθέστηκεν, ὥστε τὸ μὴ ἀνθεστάναι ψεῦδος. ἔστι τοίνυν τοιουτότροπός τις ὡς ἐν συντόμῳ τοῦ ζητουμένου ἡ λύσις· οὐδὲν πράττεις οἰκείᾳ τῇ γνώμῃ,
5ἅπαντα δὲ κατὰ τὸ δοκοῦν τῷ θεῷ, ἐπειδὴ ἀνθεστάναι τοῖς αὐτῷ δοκοῦσιν οὐδενὶ φῂς εἶναι δυνατόν. πῶς οὖν ἀνταποκρίνῃ; δῆλον ὅτι καὶ ἀνθέστηκας. οὐκ ἄρα τοῖς αὐτῷ δοκοῦσιν ἐπιμένων ἅπαντα πράττεις, ἀλλ’ οἰκείᾳ τῇ γνώμῃ, ὡς ἂν αὐτό σοι φαίνηται καλῶς ἔχειν αἱρούμενος. εἶτα καὶ ἀπὸ τοῦ καθόλου· μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι·
10τί με ἐποιήσας οὕτως; οὐδὲ γὰρ οἷόν τε τὸ γεγονὸς ὑπὸ τοῦ 〈δημιουργοῦ〉 τὸν δημιουργὸν αἰτιᾶσθαι ἐπὶ τῇ κατασκευῇ τῆς οἰκείας φύσεως· χαίρει γὰρ τῷ κατὰ φύσιν ἕκαστον, ὅπως ἂν ἔχῃ. πῶς οὖν αἰτιάσεται ἐπὶ τούτῳ ὃ δὴ μάλιστα πάντων αὐτῷ καθ’ ἡδονὴν εἶναι συμβέβηκεν; καὶ παραδείγματι τὸ εἰρημένον πιστούμενος· ἢ οὐκ
15ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος ὃ δὲ εἰς ἀτιμίαν; ἀπίδωμεν γάρ, εἰ δοκεῖ, πρὸς τὴν τῶν κεραμέων ἐργασίαν, ὅπως ἐκ τοῦ αὐτοῦ πηλοῦ μετὰ πολλῆς τῆς ἐξουσίας ἕκαστον τῶν σκευῶν πρὸς ὅτι ἂν βούλωνται ποιοῦσιν, καὶ οὐδὲν αὐτοῖς ἵσταται
20ἐμποδών, τὰ μὲν ἐπί τι χρήσιμον βουλομένοις ποιεῖν, τὰ δὲ ἐπὶ τὴν τῶν ἀτίμων χρῆσιν. τίς ἀκήκοέν ποτε τῶν ἐπὶ τὰ ἀτιμότερα γεγονότων σκευῶν αἰτιασαμένων τῆς ἐργασίας τὸν κεραμέα, καὶ ὅτι μὴ μᾶλλον ἐπὶ τὸ κρεῖττον αὐτὰ κατεσκεύασεν; οὐ γὰρ ἔχει φύσιν τὸ πρᾶγμα. εἰ δὴ κατὰ τὸν αὐτὸν ἦσθα τρόπον, καὶ αὐτὸς ὑπὸ τοῦ θεοῦ γεγονώς, ὥστε
25ἀλογίᾳ τε καὶ ἀγνωσίᾳ τοῦ προσήκοντος φυσικῇ τινι τῇ κατασκευῇ πρὸς τὸ χεῖρον ἐκδεδόσθαι κατὰ τὴν τῶν σκευῶν καὶ τοῦ κεραμέως ὁμοιότητα, οὔτ’ ἂν διάκρισις ἐνοῦσά τις ὀφθῇ σοι τοῦ τε καλοῦ καὶ τοῦ χείρονος, οὔτ’ ἂν ἐσπούδασας ἐνεγκεῖν ἐπὶ τὸν θεὸν τοῦ γιγνομένου τὴν αἰτίαν σαυτὸν ἀπολύων τῆς μέμψεως, χαίρων δὲ διατέλεις τῷ κατὰ φύσιν
30πάντως. νυνὶ δὲ καὶ οἶδας ἀκριβῶς τὸ δέον καὶ λόγους περὶ τούτου ποιῇ, καὶ ὅτι μέμψεως ἄξιον τὸ γιγνόμενον κἂν ἁμαρτάνῃς, οὕτως ἐπίστασαι ὥστε καὶ ἀπολύεις σαυτὸν τῶν ἐγκλημάτων καὶ μεταφέρεις ἐφ’ ἕτερον τὴν αἰτίαν τοῦ πταίσματος, διὰ πάντων σαφέστατον γνώρισμα τῆς ἐνούσης σοι τοῦ λογικοῦ δυνάμεως παρεχόμενος, καθ’ ἣν καὶ
35διακρίνειν ἐπίστασαι τὸ καλὸν ἀπὸ τοῦ χείρονος καὶ αἱρεῖσθαι μετὰ πολλῆς ὃ βούλει δύνῃ τῆς εὐμαρείας. εἰ μὲν οὖν θεός σοι πρὸς ὅπερ
ἐβούλετο κατεσκεύασε τὴν φύσιν, χαίρειν ἦν σε ἀνάγκη καὶ τῷ κακῷ146

147

γεγονότα πρὸς τοῦτο· εἰ δὲ λόγους ποιῇ περί τε καλοῦ καὶ κακοῦ διακρίσεως, τὴν τῶν ἀτόπων ἐργασίαν σαφῶς αἰτιώμενος, εὔδηλος εἶ οὐ πρὸς τοῦτο γεγονὼς ὑπὸ τοῦ θεοῦ, οἰκείᾳ δὲ γνώμῃ τὸ δοκοῦν αἱρούμενος. οὕτω τοὺς περὶ τοῦ αὐτεξουσίου γυμνάσας λόγους λέγει καὶ
5περὶ τῶν εἴτε τιμωρίαις ὑποβαλλομένων, εἴτε καὶ ἐν κρείττοσιν ἐξεταζο‐ μένων κατὰ γνώμην θεοῦ.
7tRöm 9,22—24
7 Ὅτι μὴ κάλλους ἐπιμελεῖσθαι ἐσπούδακεν φράσεως καὶ ἐν τοῖς ἀνωτέροις εἰρήκαμεν, καὶ ὅτι πολλὰ μέν ἐστιν ἃ κατ’ ἔλλειψιν λέγει, μάλιστα μὲν τῇ ὑπερβολῇ τῆς συντομίας ᾗ κατά τι οἰκεῖον ἰδίωμα
10κεχρῆσθαι ἔθος αὐτῷ, ἀσάφειαν τοῖς ῥητοῖς ἐνεργάζεται. τοιοῦτο δή τι καὶ ἐπὶ τῆς παρούσης ἔνεστι λέξεως εὑρεῖν τοῦ ἀποστόλου, εἰ δὲ ἀντὶ ὁλοτελοῦς τεθεικότος διανοίας· δείξας γὰρ αὐτοὺς τῶν προσηκόντων τὴν διάγνωσιν ἔχοντας καὶ τὸ δοκοῦν δυναμένους αἱρεῖσθαι ἀντὶ τοῦ εἰπεῖν· εἰ δὲ τοῦτο πυνθάνει, τίνος ἕνεκεν ὀλίγοι μὲν τῶν κακῶν οἱ δίκας
15διδόντες τῶν λοιπῶν ἐν εὐθηνίαις ἐξεταζομένων, ὀλίγοι δὲ τῶν ἀγαθῶν εὐδόκιμοι κατὰ τόνδε γίνονται τὸν βίον, τὸ δὲ πλεῖστον αὐτῶν οὐδενὸς ἀπολαύει κατά γε τὸ παρὸν ἀγαθοῦ, τὸ εἰ δὲ τέθεικε μόνον ὡς ἂν ἐκ τῶν προειρημένων δήλου τοῖς ἐντυγχάνουσι τοῦ ζητήματος ὄντος, περιττόν τι νομίζων αὐτοῦ τὴν ἀνάληψιν. εἶτα ἐπισυνάπτει τοῦ ζητή‐
20ματος τὴν λύσιν· θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ τὰ ἑξῆς. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· τὸν παρόντα βίον ἀγώνων οὐκ ἀνταποδόσεως εἶναι πεποίηκεν ὁ θεός, συγχωρῶν καὶ τοὺς φαύλους καὶ τοὺς ἀγαθοὺς τῶν ἀνθρώπων ἔν τε τοῖς καλοῖς καὶ τοῖς χείροσιν ἐξετάζεσθαι ὁμοίως, ὥστε βάσανον ἀκριβῆ τῆς ἁπάντων γενέσθαι
25προαιρέσεως, καὶ τοὺς μὲν ἀγαθοὺς φανῆναι διαθέσει τὴν ἀρετὴν μετιόντας, ὅταν ἐν ἑκατέραις τοῦ βίου ταῖς μεταβολαῖς τὰ ὅμοια ἐπιτηδεύοντες φαίνωνται, οὔτε ἐν εὐθηνίαις καυχώμενοι, οὔτε ἐν δυσπρα‐ γίαις δυσανασχετεῖν ἀναγκαζόμενοι, τοὺς δέ γε κακοὺς διὰ πάντων ἐραστὰς ἐλέγχεσθαι τῶν χειρόνων, ἔν τε τῇ ἀπολαύσει τῶν ἀγαθῶν
30ἀγνωμόνως περὶ τὸν αἴτιον διατιθεμένους καὶ ἐν τῇ πείρᾳ τῶν λυπηρῶν ἐπιτείνοντας τοῦ τρόπου τὴν μοχθηρίαν. ἀποδίδωσι δὲ ἑκάστῳ τὸ κατ’ ἀξίαν ἐπὶ τοῦ μέλλοντος αἰῶνος. ὥστε τοίνυν μὴ ἀπιστεῖσθαι τούτων τὴν ἔκβασιν, αἰνίγματα αὐτῶν ἐπὶ τοῦ παρόντος βίου διὰ τὴν ἁπάντων παρέχεται διόρθωσιν· καὶ τιμωρεῖται μὲν ἐνίους τῶν φαύλων εἰς
35σωφρονισμὸν τῶν ἐπιτηδεύειν τὰ ἄτοπα βουλομένων, εὐδοκίμους δὲ ἐνίους ἐργάζεται τῶν καλῶν εἰς προτροπὴν τῶν τὸν ἐνάρετον βίον μετιέναι ἐσπουδακότων. θέλων οὖν, φησίν, ὁ θεὸς ἐνδεῖξαι τὴν ὀργὴν καὶ τὸ δυνατόν, ἵνα εἴπῃ· ὅπως ἅπαντας τιμωρῆται τοὺς τὰ ἄτοπα διαπραττομένους, ἀνέχεται πολλάκις κακῶν, συγχωρῶν
40αὐτοὺς καὶ αὔξειν καὶ ἐπιδιδόναι κατὰ τόνδε τὸν βίον, ὥσπερ οὖν147

148

πεποίηκεν καὶ ἐπὶ τοῦ Φαραώ· εἶτα καταφανεῖς ἐπὶ τῇ ἑαυτῶν κακίᾳ παρὰ πᾶσι γεγονότας τιμωρεῖται δικαίως, σαφέστερον γνώρισμα παρε‐ χόμενος ἅπασι τοῦ μὴ ἀτιμώρητα πταίειν τοὺς ἁμαρτάνοντας. ταὐτὸ δὴ τοῦτο καὶ ἐπὶ τῶν ἀγαθῶν διαπράττεται πάλιν καὶ ἐξ ἀδόξων αὐτοὺς
5παρὰ πᾶσαν ἐλπίδα περιφανεῖς ἐργασάμενος. τοῦτο δὲ ἐπί τε τοῦ Μωϋσέως καὶ ἑτέρων πολλῶν κατὰ διαφόρους πεποίηκε τοὺς καιρούς, τῆς ἐσομένης ἐπὶ τοῦ μέλλοντος αἰῶνος τοῖς ἐναρέτοις δόξης παρέχεται τὴν ἀπόδειξιν. συμπεράνας τὴν πρὸς τὰ ζητήματα ἀπόκρισιν ἐν τούτοις ἀναλαμβάνει τοῦ λόγου τὴν ἀκολουθίαν. προὔκειτο μὲν γὰρ αὐτῷ δεῖξαι
10ὅτι θεὸς οὐ πρὸς φύσιν βλέπει, χάριτι δὲ οἰκείᾳ τοὺς ἀξίους ἐκλέγεται ἀποδοκιμάζων τοὺς ἀτόπους τῶν ἀνθρώπων. ἐπειδὴ δὲ ζητήματα ἀπὸ τῶν ῥηθέντων ἀνέκυψεν, λύσιν αὐτῶν ποιησάμενος τὴν προσήκουσαν, ἐπὶ τὸ προκείμενον ἀνατρέχει καί φησιν· οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν, τοῦτο λέγων
15ὅτι τὴν οἰκείαν καὶ νῦν χρηστότητα συνήθως ἐπιδεικνύμενος ὁ θεὸς ἐξελέξατο ἡμᾶς χάριτι τοὺς μὲν ἀπὸ Ἰουδαίων τοὺς δὲ ἀπὸ ἐθνῶν, ἑκατέρωθεν οὓς ἀξίους ἡγήσατο τούτους ἐπὶ τὴν εὐσέβειαν καλέσας, οὐ πρὸς φύσιν ἀποβλέψας οὐδὲ ταύτῃ διακρίνας ἡμᾶς ἀπὸ τῶν ἑτέρων, δοκιμασίᾳ δὲ τρόπου τοὺς μὲν ἀποβάλλων, τοὺς δὲ εἰσδεξάμενος.
20tRöm 9,25—26
20 Οὐχ ὡς περὶ τῶν ἐθνῶν εἰρημένῃ προφητικῶς, οἵτινες ἐσώθησαν, ὁ ἀπόστολος ἐπὶ τοῦ παρόντος ἐχρήσατο τῇ μαρτυρίᾳ τοῦ Ὠσηέ— εἴρηται γὰρ περὶ Ἰουδαίων σαφῶς—ἀλλ’ ὡς δυναμένῃ δεικνύναι ὅτι φύσιν οὐκ αἰδεῖται θεός, δοκιμασίαν δὲ τρόπου ποιεῖσθαι εἴωθεν, ὅπουγε καὶ Ἰουδαίους ἀπεποιήσατό τε μοχθηροὺς ὄντας τὴν γνώμην,
25οὐχ ἑλόμενος τιμῆσαι διὰ τὴν φύσιν, καὶ οἰκειώσατο πάλιν αὐτοὺς μετα‐ βαλομένους τὸν τρόπον· τοῦτο γὰρ ἐπὶ τῆς παρούσης δείκνυται μαρ‐ τυρίας, ὅθεν καὶ δι’ ἑτέρας τὸ αὐτὸ πιστούμενος ἐπάγει· Ἡσαΐας δὲ κράζει καὶ τὰ ἑξῆς.
29tRöm 9,27—29
29Καὶ δι’ ἑτέρας μαρτυρίας τὸ αὐτὸ πιστοῦται· λέγει γὰρ ὁ προφήτης
30ὅτι κἂν κατὰ τὴν ἄμμον τῆς θαλάσσης ὦσιν οἱ Ἰσραηλῖται
τῷ πλήθει, ὀλίγοι σωθήσονται ἀπ’ αὐτῶν οἱ τοῦ τυχεῖν ἄξιοι148

149

τῶν κρειττόνων, καὶ τὴν γεγενημένην πρὸς τοὺς πατέρας ἐπαγγελίαν περὶ τῶν καταγόντων ἐκεῖθεν τὸ γένος συντεμὼν εἰς ὀλίγους, ἐν αὐτοῖς πληρώσει μετὰ τοῦ δικαίου τῶν ὑποσχέσεων τὴν ἀλήθειαν.
4tRöm 9,30—31
4Λέγει λοιπὸν τὴν αἰτίαν ἀφ’ ἧς Ἰουδαίων μὲν οἱ πλεῖστοι τῆς
5οἰκειότητος ἔξω τοῦ θεοῦ γεγόνασιν, Ἑλλήνων δὲ οὐκ εὐαριθμήτοις παρὰ πᾶσαν ἐλπίδα ταύτης τυχεῖν ἐνεγένετο· καὶ γὰρ ἦν ἀκόλουθον τὸν εἰρηκότα τῶν μὲν τὴν ἀποβολήν, τῶν δὲ τὴν οἰκείωσιν προσθεῖναι τὴν ἑκατέρου τούτων αἰτίαν. διό φησιν· τί οὖν ἐροῦμεν, ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην καὶ τὰ ἑξῆς. τί τοίνυν εἴποιμεν
10ἄν, φησίν, ὅτι Ἑλλήνων μὲν οὐκ ὀλίγοι τῆς δικαιώσεως ἔτυχον, προσεληλυθότες τῇ περὶ Χριστοῦ διδασκαλίᾳ, καίτοιγε οὐδέποτε εὐσε‐ βείας ἐπιμεληθέντες; πῶς γὰρ οἵ γε τοῖς εἰδώλοις προσεῖχον; Ἰουδαίων δὲ ἔξω ταύτης ἐγένοντο οἱ πλεῖστοι ἄνδρες ἀεὶ τῷ νόμῳ προσέχειν ἐπ’ ἐλπίδι τῆς δικαιώσεως ὑπισχνούμενοι. τὸ μὲν γὰρ διώκων νόμον
15δικαιοσύνης περὶ τοῦ Μωϋσαϊκοῦ λέγει, βουλόμενος εἰπεῖν ὅτι μετῄεσαν νόμον δικαιοσύνην ὑπισχνούμενον, εἴ τις αὐτὸν φυλάττοι· τὸ δὲ εἰς νόμον δικαιοσύνης κατὰ τὸ οἰκεῖον ἰδίωμα, νόμον δικαιο‐ σύνης τὴν δικαιοσύνην καλῶν ὡς καὶ νόμον πίστεως τὴν πίστιν. τινὲς δὲ οὕτω διελόντες ἀνέγνωσαν τί οὖν ἐροῦμεν κατ’ ἐρώτη‐
20σιν, εἶτα κατ’ ἀπόκρισιν ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην καὶ τὰ ἑξῆς, σφόδρα ἀποσφαλέντες τοῦ προσήκοντος καὶ συνιδεῖν τὴν ἀποστολικὴν οὐ δυνηθέντες διάνοιαν· συναπτέον γὰρ ἐπὶ τῆς ἀναγνώσεως κατὰ τὴν προκειμένην ἡμῖν ἑρμηνείαν· τί οὖν ἐροῦμεν, ὅτι ἕθνη τὰ μὴ διώκοντα δικαιοσύνην καὶ τὰ ἑξῆς, τοῦτο τοῦ
25ἀποστόλου λέγοντος, ὅτι τί εἴποιμεν ἂν περὶ τούτου καινοῦ τε ὄντος ἄγαν καὶ παρὰ πᾶσαν συμβεβηκότος ἐλπίδα, τοῦ τυχεῖν μὲν τοὺς οὐδένα λόγον ποιουμένους τοῦ πράγματος, μὴ τυχεῖν δὲ τοὺς τὴν πᾶσαν σπου‐ δὴν περὶ τοῦτο ἔχοντας.
29tRöm 9,32—33
29Δικαιωθῆναι ἀπὸ τῶν ἔργων τοῦ νόμου τῶν ἀδυνάτων· δεῖ γὰρ
30μηδέποτε ἁμαρτεῖν—ἔστι δὲ ἄγαν ἀμήχανον ἐπ’ ἀνθρώπων κρινόμενον —ἡμαρτηκότα δὲ ἀνάγκη ὑπὸ τὴν ἀπόφασιν γενέσθαι τοῦ νόμου. τοσοῦ‐ τον ἀποδεῖ τοῦ δικαιώσεως τῆς ἀπὸ τοῦ νόμου τυχεῖν ὁ διὰ τῆς κατ’
αὐτὸν πολιτείας ἀπολαῦσαι ταύτης ἐλπίζων, χάριτι δὲ ταύτην δεδώρηται149

150

ὁ θεὸς τοῖς ἀνθρώποις, πᾶσαν ἡμῶν τὴν περὶ τοῦ ἁμαρτάνειν ῥοπὴν ἀφελεῖν ὑποσχόμενος, ἐπειδ’ ἂν ἀναστήσας ἀθανάτους ἐργάσηται· τούτων δὲ ἔνεστι τὰς ἐπαγγελίας λαβεῖν διὰ τῆς ἐπὶ τὸν Χριστὸν [κομίσασθαι] πίστεως. οὗτοι τοίνυν τῆς μὲν κατὰ χάριν ἐλπιζομένης ἡμῖν διὰ πίστεως
5προσέσεσθαι δικαιώσεως οὐδένα ποιησάμενοι λόγον, ἀπὸ δὲ τῶν ἔργων τοῦ νόμου δικαιωθῆναι ἐλπίσαντες, ὅπερ ἀδύνατον, ἐκείνης τε οὐκ ἔτυχον καὶ ταύτην οὐδαμῶς περιποιῆσαι ἑαυτοῖς δεδύνηνται· προσ‐ έκοψαν γὰρ τῷ λίθῳ τοῦ προσκόμματος, ὅπερ θαυ‐ μασιώτατα ἐπήγαγεν, ὥστε δεῖξαι ὅτι οὐ τὰ πρότερα αὐτῶν, ἀλλὰ τὰ
10νῦν αἰτιᾶται. ἔτρεχον οὖν, φησί, πρὸ τούτου τῆς κατὰ νόμον δικαιοσύνης τὸν δρόμον, καὶ ἦν αὐτοῖς οὐδαμῶς μέμψιν τινὰ ἐπαγαγεῖν ὑπὲρ τῶν προτέρων, ἀλλ’ ὥσπερ λίθῳ τινὶ τῷ κυρίῳ διὰ τῆς ἀπιστίας προσκρού‐ σαντες καὶ βαρὺ τὸ κατάπτωμα ὑπομείναντες, μάταιον ἅπαντα τὸν ἐν τοῖς προειληφόσιν ἀπέφηναν δρόμον. καὶ μαρτυρίαν ἐπάγει οὐ τοῖς
15εἰρημένοις μόνον κατάλληλον, ἀλλὰ καὶ πρὸς ἅπαν ὁμοῦ τὸ νόημα συμβαλλομένην· καθὼς γέγραπται· ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου, καὶ πᾶς ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται· κατάλληλον μὲν γὰρ τὸ προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος τῷ
20ἰδοὺ τίθημι λίθον προσκόμματος, πρὸς ἅπαν δὲ αὐτῷ συνεβάλλετο ὡς ἔφην τὸ νόημα, τὸ πᾶς ὁ πιστεύων οὐ καταισχυνθήσεται, βουλομένῳ δεῖξαι μέγα τι τὴν πίστιν καὶ ἱκανὸν τοὺς μὲν οἰκείους τοὺς δὲ ἀλλοτρίους ἐργάσασθαι, εἴπερ δὴ καὶ παρὰ τοῖς προφήταις εἴρηται τὸ τὴν πίστιν ἱκανὴν εἶναι πάντα ὅντινα
25οὖν τῶν παρὰ θεοῦ πληρῶσαι καλῶν. καὶ ἐπειδήπερ οὐ τὴν ἀποβολὴν ἔφη τῶν Ἰουδαίων μόνον ἀλλὰ καὶ τῆς ἀποβολῆς τὴν αἰτίαν, πιστοῦται πάλιν τὸ μηδὲν ἀπεχθείᾳ λέγειν τῇ πρὸς αὐτούς, καί φησι τὸ ἑξῆς.
28tRöm 10,1—4
28 Θαυμάσαι ἄξιον ὅσης πικρίας νόημα γέμον συνετώτατα τῇ εἰρωνείᾳ κατεκάλυψεν, τῇ τοῦ μαρτυρῶ προσθήκῃ τὸ βαρὺ κολάσας τοῦ
30ῥήματος· δοκεῖ μὲν γὰρ αὐτοῖς κατὰ τὸ πρόχειρον καί τι καὶ μαρτυρεῖν ἀγαθόν, φαίνεται δὲ προσποίησιν μὲν εἶναι λέγων τοῦ θεοῦ τὸν ζῆλον, ἀγνωσίαν δὲ αὐτοῖς ὀνειδίζων τοῦ προσήκοντος. δῆλον δὲ ὅτι οὐκ ἀκούσιον αὐτοῖς ἀγνωσίαν ἐπιμέμφεται, ἐπείπερ οὐδὲ ἐγκλημάτων ἄξιον τὸ τοιοῦτον· Ἰουδαῖοι γάρ—ἐξὸν αὐτοῖς μετὰ τῶν λοιπῶν ἐπιγνῶναι
35τὸ δέον—ἑκουσίᾳ τῇ γνώμῃ τὴν μάθησιν αὐτοῦ παρελίμπανον. τοῦτο γοῦν φησίν, ὅτι τὴν μὲν παρὰ τοῦ θεοῦ ἐπαγγελθεῖσαν ἡμῖν δικαίωσιν
παρεῖδον, οἰηθέντες δὲ ἀπὸ τῶν οἰκείων ἔργων ἀκολούθως τῷ νόμῳ150

151

πολιτευόμενοι τοῦτο ἑαυτοῖς περιποιῆσαι δύνασθαι, οὐδεμίαν ἔθεντο σπουδὴν τοῦ πιστεῦσαι Χριστῷ καὶ τὴν ἐκεῖθεν ἡμῖν κατὰ χάριν ἐπαγγελθεῖσαν δικαίωσιν δέξασθαι. Τί γὰρ δὴ καί φασιν, ὅτι νόμῳ πολιτεύεσθαι ἐσπουδάκασιν, ἵνα ἡ
5δικαίωσις αὐτοῖς προσγένηται; ἀλλ’ αὐτὸ τοῦτο μετὰ πάσης εὐμαρείας διὰ τῆς ἐπὶ τὸν Χριστὸν πίστεως κομίσασθαι ἔξεστιν, καὶ ὅπερ αὐτοῖς παρασχεῖν μὲν ὁ νόμος ἐσπούδακεν, οὐκ ἰσχύει δὲ διὰ τὸ ἡμῶν ἀσθενές, καὶ ὅτι μὴ ῥᾴδιον ἡμῖν ἅπαντα κατορθοῦν ὡς βούλεται, τοῦτο ἡμῖν ὁ Χριστὸς πεπιστευκόσιν ἐπ’ αὐτὸν ὑπισχνεῖ παρέξειν οἰκείᾳ τῇ χάριτι
10πόνων ἐκτός, ὥστε ὁ νόμου πληροῦται σκοπὸς ἐν ἡμῖν.
11tRöm 10,14—15
11 Τοῦ νόμου καὶ τῆς κατ’ αὐτὸν ἀγωγῆς τὸ χρήσιμον ἐν τούτοις βούλεται συστῆναι τοῖς ῥητοῖς ὁ ἀπόστολος, καὶ ἐπειδὴ τὰ ἀνωτέρω αὐτῷ προκείμενα συνεπλήρωσεν εἰς τὸ πᾶς γὰρ ὃς ἐὰν ἐπι‐ καλέσηται τὸ ὄνομα κυρίου σωθήσεται, ἐντεῦθεν τοῦ
15ἑξῆς λόγου τὴν ἀρχὴν ἐποιήσατο τὸ πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; εἰρηκώς. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· πρόδηλον ἡμῖν, φησίν, ἐκ τῶν θείων γραφῶν, ὅτι παντὶ τῷ ἐπικαλου‐ μένῳ ἡ σωτηρία προσγίνεται, ὡς μηδὲ τοὺς ἀπ’ ἐθνῶν κωλύεσθαι τοῦ τυχεῖν, εἰ δὴ βούλοιντο, ἀλλὰ πῶς ἂν αὐτὸν ἐπικαλέσοιντο, ζητεῖν ἄξιον.
20πιστεῦσαι προσήκει πρότερον· οὐ γὰρ οἷόν τε ἐπικαλεῖσθαι μὴ πιστεύοντα πρῶτον. ἡ δὲ πίστις, πόθεν ἂν ἐγγένοιτο; ἀπ’ ἀκοῆς καὶ μαθήσεως. ἀλλὰ μὴ ὄντος τοῦ διδάξοντος, μαθεῖν οὐχ οἷόν τε, καὶ τοὺς διδάξοντας δὲ οὐχ ἑτέρως φανῆναι δυνατόν, ἀλλ’ ἢ τῆς θείας χάριτος αὐτοὺς προ‐ βαλούσης, ἧς δὴ μόνης ἐστὶν εἰδέναι ὅπως ἐκλέγειν προσήκει τοὺς
25τοιούτους. οὐκοῦν πρὸ πάντων χρεία τούτων οἳ πρὸς διδαχὴν ἐκλεγέντες ἀποσταλήσονται τῆς οἰκουμένης κήρυκες, δι’ ὧν δυνατὸν καὶ μαθεῖν τὴν εὐσέβειαν καὶ πιστεῦσαι μαθόντας καὶ πιστεύσαντας ἐπικαλεῖσθαι λοιπὸν ἐλπίδι τοῦ τὴν ἐκ τῆς ἐπικλήσεως σωτηρίαν λαβεῖν. ἀλλὰ τούτους οὐχ ἑτέρωθεν ἐξελέξατο ἡ χάρις ἐπιτηδείους εἶναι νομίσασα, ἀλλ’ ἢ ἀπὸ τῶν
30ὑπὸ τὸν νόμον καὶ τὴν τούτου γεγονότων παιδαγωγίαν, οἳ μακρῷ τῷ χρόνῳ ταῖς τῶν προφητῶν προαγορεύσεσιν τὸ περιμένειν τοῦ Χριστοῦ τὴν παρουσίαν ἐπὶ πολλῶν ἀγαθῶν αἰτίᾳ βεβαίως εἰλήφεισαν, ὡς μηδὲ τὸν τόπον ἄδηλον εἶναι αὐτοῖς ὅθεν φανήσεσθαι ἔμελλεν, ὥστε τῆς ἐν νόμῳ παιδαγωγίας ἤρτηται ἡ διὰ Χριστοῦ τῶν ἀνθρώπων σωτηρία, τῷ
35τε ἐκεῖθεν φανῆναι παρ’ οἷς καὶ ἠλπίζετο, καὶ τῷ τοὺς πρώτους πεπιστευκότας ἐκεῖθεν γενέσθαι οἳ τῆς ἄνωθεν ἀξιωθέντες χάριτος
ἱκανοὶ πρὸς τὴν ἁπάντων διδασκαλίαν εἶναι ἐκρίθησαν. οὐκοῦν εἰ ὁ151

152

Χριστὸς ἐκεῖθεν, φησί, καὶ οἱ ἁπάντων διδάσκαλοι οἱ ἀπόστολοι, μεγάλη τις ἡ κατὰ νόμον οἰκονομία τοῦ θεοῦ, πάντων ἐμπεριειλημμένην αὐτῷ τὴν σωτηρίαν ἔχουσα· οὕτω γὰρ ὑπῆρξεν τοῖς ἀνθρώποις μαθεῖν τε ἃ προσήκει, καὶ μαθοῦσι πιστεῦσαι, πιστεύσασί τε ἐπικαλέσασθαι, ἐπι‐
5καλεσαμένοις δὲ τὴν ἐκ τῆς ἐπικλήσεως σωτηρίαν λαβεῖν. καὶ ἐπειδὴ πάντα τῆς τῶν ἀποστόλων ἀπήρτησεν διδαχῆς ὥστε δεῖξαι τοῦ νόμου τὸ χρήσιμον, εἴγε τοὺς ἁπάντων ἀνέδειξε διδασκάλους ἀποστόλους, ἐπάγει· καθὼς γέγραπται· ὡς ὡραῖοι οἱ πόδες καὶ τὰ ἑξῆς. εἴρηται δὲ ταῦτα οὐ περὶ τῶν ἀποστόλων τῷ προφήτῃ, ἀλλὰ περὶ
10τῶν μελλόντων μηνύειν τὰ περὶ Ἰουδαίους ἐσόμενα ἀγαθά. εἰ δὲ οἱ μηνυταὶ ἐκείνων, φησίν, οὕτω νομίζονται θαύματος ἄξιοι, ἤπου γε ἀναγκαῖόν τι πρᾶγμα καὶ λυσιτελέστατον ἅπασι δεῖ νομίζειν τῶν ἀποστό‐ λων τὴν διδαχήν.
14tRöm 10,16—17
14Τὸ ἀλλ’ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ κατ’
15ἐρώτησιν ἀναγνωστέον, ἀντιθέσεως μέρει παρὰ τοῦ ἀποστόλου τεθέν, ἀντὶ τοῦ ἀλλ’ ἐρεῖς ὅτι μὴ πάντες ἐπίστευσαν. θαυμαστὸν οὐδέν· πόρρωθεν γὰρ εἴρηται τῷ Ἡσαΐᾳ τῶν πειθομένων τὸ σπάνιον. οὕτω γοῦν ἐν ἀπόρῳ τίθεται τὸ πρᾶγμα ὡς λέγειν· τίς ἄρα ἔσται ὁ δεξόμενος ταῦτα ἅπερ οὖν ἡμεῖς ὑπὸ τῆς θείας χάριτος μεμαθηκότες κηρύττομεν;
20οὐκοῦν οὐδὲ νῦν γένηταί τι καινόν. καὶ λύσας τῇ μαρτυρίᾳ τὴν ἀντίθησιν ἀπ’ αὐτῆς ἐπισυλλογίζεται τὰ πρὸ τῆς ἀντιθέσεως, τὸ πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν καὶ τὰ ἑξῆς, καί φησιν· ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος θεο. πρόδηλον δὲ ἡμῖν, φησίν, ἀπὸ τῆς τοῦ προφήτου φωνῆς κἀκεῖνο
25ὅπερ ἐλέγομεν, ὅτι πίστις μαθήσεως ἐκτὸς οὐκ ἄν ποτε γένοιτο, καὶ μάθησις εὐσεβείας οὐκ ἂν συνέστη μὴ θεοῦ τἀληθὲς δεικνύντος· ὅπερ οὖν καὶ νῦν διὰ τῶν ὑπὸ τῷ νόμῳ παιδαγωγουμένων ἐγένετο, οὓς ἐν μακρῷ τῷ χρόνῳ διὰ τῶν προφητῶν ἀναμένειν ταῦτα παιδεύσας θεός, ἐν καιρῷ τῷ προσήκοντι διδασκάλους τῆς ἀληθείας ἅπασιν ἀνθρώποις
30ἀνέδειξεν.152

153

(1t)

Röm 10,18
1 Τὸ μενοῦνγε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν πρόδηλον ὅτι μὴ ὡς προφητικῶς περὶ αὐτῶν εἰρημένον τέθεικεν, ἀλλ’ ὡς ἁρμόττειν τοῖς παροῦσι δυνάμενον πράγμασιν. κἀκεῖνο δὲ ἰστέον ἐντεῦθεν ὅτι τὸ μενοῦνγε ἐπὶ λύσει κέχρηται, ὡς μὴ εἶναι
5ἄδηλον ὅτι καὶ ὅταν λέγῃ· μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θε, λύων τὸ ζητούμενον, οὐκ ἐπιτιμῶν, ὥς τινες οἴονται, λέγει.
8tRöm 10,19
8 Πάλιν ἑτέραν ἀντίθεσιν ἐπάγει· ἀλλὰ λέγω, μὴ Ἰσραὴλ οὐκ ἔγνω; ἀντὶ τοῦ ἀλλὰ μὴ τοῦτο ἐρεῖς ὅτι καινὸν αὐτοῖς τὸ πρᾶγμα
10νενόμισται, τὸ τοὺς ἐξ ἐθνῶν προσειλῆφθαι εἰς τὴν εὐσέβειαν, καὶ διὰ τοῦτο ὡς ἐπὶ καινῷ ταραττόμενοι πρὸς τὸ δόγμα διαμάχονται τὸ ἡμέτερον. καὶ μὴν εὐθὺς Μωϋσῆς ὁ τὸν νόμον αὐτοῖς δεδωκὼς φαίνεται πόρρωθεν ἐκ τοῦ θεοῦ διαμαρτυρόμενος, ὅτι δὴ τούτων πρὸς τὸ χεῖρον νευσάντων καὶ αὐτὸς ἐκλέξεται τὰ ἔθνη πρὸ τούτων, κἀκείνους τῆς
15οἰκείας ἀξιώσει προνοίας, ὥστε αἴσθησιν αὐτοὺς ἀπὸ τῶν πραγμάτων λαβεῖν.
17tRöm 11,1
17 Ἐπειδὴ τοῦ τε νόμου τὸ χρήσιμον ἀπὸ τῶν πεπιστευκότων ἔδειξε καὶ τῇ πρὸς τὰς ἀντιρρήσεις ἀποκρίσει τὴν κατὰ τῶν ἠπιστηκότων κατηγορίαν ἐπέτεινεν ὡς οὐδεμίαν τῇ ἑαυτῶν κακίᾳ διαβολὴν τῷ νόμῳ
20φερόντων, ἀπολογεῖται λοιπὸν καὶ περὶ τοῦ μηδὲν ἐπὶ διαβολῇ τῆς τοῦ Ἀβραὰμ συγγενείας εἰρηκέναι διὰ τῆς κατὰ τῶν ἠπιστηκότων μέμψεως. ἆρα γάρ, φησί, τοῦ μὲν νόμου τὴν οἰκονομίαν θαυμαστήν τινα εἶναι νενόμικα, τὴν συγγένειαν δὲ τοῦ Ἀβραὰμ ἐν τοῖς λόγοις ἀδόκιμον οὖσαν δείκνυμι; μὴ γένοιτο· τίς δὲ τοῦ με ταῦτα λέγειν ἡ ἀπόδειξις; καὶ γὰρ
25ἐγ, φησίν, Ἰσραηλίτης εἰμὶ καὶ τὰ ἑξῆς. εἶχεν μὲν εἰπεῖν πολλοὺς ἐκ τοῦ γένους πεπιστευκότας Χριστῷ, ἀλλὰ πρὸς τὸ λέγω
οὖν τοῦτο ἦν οἰκειότερον τὸ καθ’ ἑαυτὸν εἰπεῖν· πῶς γὰρ οἷόν τε ἦν153

154

ἐπὶ τῇ πίστει σεμνυνόμενον καὶ περὶ ταύτης διδάσκειν 〈μὴ〉 ὑπισχνού‐ μενον ἑτέρους; καλῶς δὲ οὐ τὸν προπάτορα μόνον εἶπεν, ἀλλὰ καὶ τὸν φύλαρχον, ὥστε δεῖξαι ὅτι οὐ πλάττεται τὴν οἰκειότητα.
4tRöm 11,2—5
4Ἐπιλέλησθε, φησί, τῶν κατὰ τὸν Ἠλίαν, ὡς ἔοικεν, ὅπως ὁ μὲν
5ᾐτιᾶτο τὸν Ἰσραὴλ τῆς ἐπὶ τὸ χεῖρον ἐκτροπῆς ὀκνῶν ἀποστέλλεσθαι ἔτι πρὸς τοὺς οὕτως ἀγνώμονας, ἀπεκρίνατο δὲ αὐτῷ ὁ θεὸς ἑπτα‐ κισχιλίους ἔχειν τοὺς ἔτι τῆς αὐτοῦ γνώσεως ἐπιμελουμένους καὶ μὴ πρὸς τὸ χεῖρον νεύσαντας, διὰ τούτου προτρέπων αὐτὸν ἔχεσθαι τοῦ τῆς διδασκαλίας ἔργου, ὡς ἂν οὐκ εἰς μάτην πονοῦντα τοῦ λοιποῦ· καὶ
10ὅτι θεὸς ἀρκεῖν ἡγήσατο, εἰ ἀπὸ παντὸς τοῦ δήμου τῶν Ἰουδαίων ἑπτακισχίλιοι τῇ τῶν προφητῶν διδασκαλίᾳ ἐπὶ τῆς εὐσεβείας μένοιεν, ὥστε οὐδὲν ἀπεικὸς πλείονας εἶναι καὶ νῦν τοὺς οὐ βουλομένους τοῖς περὶ τῆς εὐσεβείας λεγομένοις πείθεσθαι. οὐ μὴν ταῖς περὶ τὸ γένος ἐπαγγελίαις τοῦ θεοῦ διαβολήν τινα φέρει τὸ γιγνόμενον· τοῦ μὲν γὰρ
15τὸ χρήσιμον ἐν τοῖς πιστεύουσι διαδείκνυται, ἡ δέ γε τῶν λοιπῶν ἀπιστία ἔλεγχον ἔχει τῆς αὐτῶν κακίας, εἰ μηδὲν ὄφελος ἀπὸ τῆς τοσαύτης κηδεμονίας ἐδέξαντο.
18tRöm 11,7
18 Τινὲς ὑπὸ πολλῆς τῆς ἀνοίας οὕτως ἀνέγνωσαν· τί οὖν ἐπιζητεῖ Ἰσραήλ; συνάψαντες τούτῳ τὸ ὃ οὐκ ἐπέτυχεν, ἔτι καὶ τὰς λέξεις
20τὰς ἀποστολικὰς ἀφανίσαντες ἵνα τὴν ἑαυτῶν ἱστάναι δόξωσιν ἄνοιαν, καὶ τὸ ὃ ὅπερ κεῖται πρὸ τοῦ ἐπιζητεῖ Ἰσραὴλ ἀφελόντες καὶ τεθεικότες τὸ τοῦτο ὃ οὐκ ἐπέτυχεν, ὡς ἂν τοῦ ἀποστόλου λέγοντος· τί ποτε οὖν ἄρα ἐστὶ τὸ παρὰ τοῦ Ἰσραὴλ ἐπιζητούμενον; τοῦτο δὴ ὅπερ οὐκ ἐπέτυχεν. γελοιότατά γε οἰηθέντες τὸν ἀπόστολον
25δεικνύναι σπουδάζειν τὸ παρὰ τοῦ Ἰσραὴλ ἐπιζητούμενον, τί ποτε ἄρα ἐστίν, καὶ οὐ συνεωρακότες, ὅτι ἀπὸ τῶν προειρημένων κατὰ συλλογι‐ σμὸν αὐτὸ ἐπήγαγεν. ἀναγνωστέον οὖν οὕτως· τί οὖν; ἀντὶ τοῦ τί τοίνυν τὸ ἐκ τῶν προειρημένων ἡμῖν συναγόμενον, ἐν οἷς τῶν τε ἠπιστηκότων
κατηγορήσαμεν καὶ τοὺς πεπιστευκότας δικαιότατα τὴν τῶν δογμάτων154

155

ἀλήθειαν προτετιμηκότας ἐδείξαμεν; ὃ ἐπιζητεῖ Ἰσραήλ, τούτου οὐκ ἐπέτυχεν, ὅτι τοῖς Ἰσραηλίταις τυχεῖν οὐκ ἐγένετο τούτου ὃ δὴ ζητεῖν δοκοῦσιν, ἵνα εἴπῃ τῆς δικαιοσύνης· ὅμοιον γάρ ἐστι τῷ· Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης εἰς νόμον
5δικαιοσύνης οὐκ ἔφθασεν. λείπει δὲ τὸ «πάντες», ἵνα ᾖ· τούτου πάντες οὐκ ἐπέτυχον· ἐπάγει γάρ· ἡ δὲ ἐκλογὴ ἐπέτυχεν, οἱ δὲ λοιποὶ ἐπωρώθησαν, ἵνα εἴπῃ ὅτι ἔτυχον μὲν τῆς δικαιώσεως οἱ τῆς ἐκλογῆς ἀπὸ τοῦ οἰκείου τρόπου νομισθέντες ἄξιοι, οἱ δὲ λοιποὶ πάντες ἀπεβλήθησαν διὰ τὴν ἑαυτῶν κακίαν.
10tRöm 11,9—10
10 Οὐχ ὡς προφητικῶς εἰρημέναις ἐχρήσατο ταῖς φωναῖς, ἀλλ’ ὡς ἁρμοττούσαις αὐτοῖς ἀπὸ τῶν γραφῶν τῷ καὶ περὶ Ἰουδαίων αὐτὰς εἰρῆσθαι, ὁμοῦ κἀκεῖνο δεικνὺς ὅτι μηδὲν καινὸν ἐγένετο νῦν, παρόμοια δὲ τοῖς τότε ὑπομεμενήκασιν, προτετιμηκότες τοῦ κρείττονος τὸ χεῖρον· ἐπειδὴ γὰρ ἀπὸ τῆς ἑαυτῶν ἀποβολῆς ἐπειρῶντο τὸ Χριστιανικὸν δόγμα
15διασύρειν Ἰουδαῖοι, ἀναγκαίως διὰ πλειόνων ὁ ἀπόστολος δείκνυσι πάντοτε τοιούτους αὐτοὺς περὶ τὴν εὐσέβειαν γεγονέναι.
17tRöm 11,11
17 Ἀλλὰ μὴ τοῦτό φαμεν ὅτι σφαλέντες περὶ τὴν εὐσέβειαν καὶ μὴ πιστεύσαντες τῷ Χριστῷ παντελῆ τὴν ἀποβολὴν ὑπέμειναν, ὡς μηδεμίαν αὐτοῖς ἐλπίδα σωτηρίας περιλειφθῆναι, κἂν εἰ βούλοιντό ποτε πρὸς τὸ
20κρεῖττον ἰδεῖν; μὴ γένοιτο· τοὐναντίον γὰρ μέμνημαι εἰρηκώς, ὅτι κἂν [εἰς] τοὺς πλείστους αὐτῶν διὰ τὴν ἀπιστίαν αὐτῶν ἀποβληθῆναι συνέβη, ἀλλ’ οὖν γε οἱ πεπιστευκότες ἐξ αὐτῶν καίτοιγε ἄγαν ὄντες εὐαρίθμητοι, πᾶσι τοῖς ἐξ ἐθνῶν σωτηρίας ἐγένοντο πρόξενοι, ἐπείπερ ἅπαντες οὗτοι τοῦ τῆς εὐσεβείας μαθήματος τὰς ἀφορμὰς ἐκεῖθεν ἐδέξαντο, ὥστε
25ἔξεστι καὶ τοῖς νῦν ἀπιστοῦσι τῶν Ἰουδαίων τοὺς ἐξ αὐτῶν πεπιστευκότας ἤδη μιμήσασθαι, ζήλῳ τε ἀγαθῷ τῆς πρὸς τὸ κρεῖττον ἐπιθυμῆσαι ῥοπῆς· ὁ γὰρ ἐκείνους πεπιστευκότας οὐκ εἰσδεξάμενος μόνον, ἀλλὰ καὶ διδασκάλους ἀποφήνας τῆς οἰκουμένης, δῆλον ὡς οὐδὲ τούτους πιστεῦσαι βουληθέντας εἰς αὐτὸν ἀδοκίμους ἡγήσεται· τὸ γὰρ εἰς τὸ παρα‐
30ζηλῶσαι αὐτοὺς οὐ τοὺς ἐξ ἐθνῶν, ὥς τινες ᾠήθησαν, λέγει ἀλλὰ
τοὺς ἐξ αὐτῶν, εἰς ἀπόδειξιν αὐτὸ εἰρηκὼς τοῦ ἐξεῖναι εἰσδεχθῆναι καὶ155

156

τούτους, εἰ δὴ πιστεῦσαι βούλοιντο. τὸ μέντοι εἰς τὸ παραζηλῶσαι αὐτοὺς οὐκ ἐπ’ αἰτίας λέγει, ἀλλὰ τὸ ἑπόμενον ἑαυτῷ συνήθως ἀντὶ τοῦ· εἰ ἐκεῖνοι πιστεῦσαι βουληθέντες εἰσεδέχθησαν καὶ διδάσκαλοι τοῖς ἐξ ἐθνῶν ἐγένοντο, πρόδηλον ὡς ἔξεστι καὶ τούτοις κατὰ μίμησιν
5ἐκείνων τῆς εἰς τὴν πίστιν εἰσόδου τυχεῖν. εἶτα καὶ ποθεινὴν αὐτῶν τὴν ἐπιστροφὴν ἐργαζόμενος ἐπάγει καί φησιν.
7tRöm 11,12
7 Εἰ γὰρ ἐν ὀλίγοις, φησί, καὶ ἄγαν εὐαριθμήτοις τοσαύτης ἐνεγένετο τοῖς κατὰ τὴν οἰκουμένην ἀνθρώποις τυχεῖν ἀφθονίας ἀγαθῶν, τί ποτ’ ἄρα δεῖ νομίζειν ἔσεσθαι, εἰ πάντας αὐτοὺς συμφώνως ὑποδέξασθαι τὸν
10Χριστὸν συνέβη;
11tRöm 11,15
11 Τίνος ἕνεκεν τῇ πάντων διορθώσει τὴν ἀνάστασιν ἡγεῖται ὁ ἀπόστο‐ λος ἕψεσθαι πάντων, ἀναγκαῖον εἰπεῖν. τοῖς μὲν ἀλόγοις φυσικῶς ἅπαντα πρόσεστι, καὶ οὐχ οἶά τέ ἐστι τὸ κακὸν ἀπὸ τοῦ καλοῦ διακρίνοντα ἐξουσίᾳ γνώμης τὸ δοκοῦν ἑλέσθαι, ἀνάγκη δὲ πᾶσα τοῖς ὅροις ἐμμένειν
15τῆς φύσεως, διά τοι τοῦτο περιττὸς ἅπας ἐστὶ νόμος ἐκείνοις οὔτε μαθεῖν οὔτε μὴ συνιέναι τι τοιοῦτο δυναμένοις· τοῖς δὲ λογικοῖς πᾶν τοὐναντίον· καὶ γὰρ διακρίνειν τὸ καλὸν ἀπὸ τοῦ κακοῦ δύνα〈ν〉ται, καὶ ἐξουσίᾳ γνώμης τὸ δοκοῦν αἱροῦται, ἥ τε τῶν νόμων ἔχθεσις ἄγαν ἐπιτηδεία τούτοις ἐστὶν ἅτε δυναμένοις ἐκεῖθεν τὸ καλὸν παιδεύεσθαι.
20τοιοῦτο δὴ τὸ ἡμέτερον γένος ὁ θεὸς ἀπειργάσατο, τήν τε φύσιν ἡμῖν ἐπιτηδείαν πρὸς μάθησιν δεδωκὼς καὶ νόμων ἐκθέσει ποικιλωτάτων τὸ κρεῖττον ὑποδείξας· οὐδὲ γὰρ ἀδίδακτον ἔχειν ἡμᾶς τῆς ἀρετῆς ἐνεδέχετο τὴν ἥξιν λογικοὺς γεγονότας τὴν φύσιν, ἐπείπερ αὕτη σαφὴς λογικῶν τε καὶ ἀλόγων διάκρισις, τῷ τὰ μὲν ἐν τῇ φύσει παντὸς οὗτινος οὖν ἔχειν
25τὴν εἴδησιν περαιτέρω δυνάμενα μανθάνειν οὐδέν, τοὺς δὲ τοῦ χρόνου προϊόντος τὰ πλείονα μανθάνειν ὧν οὐκ ἠπίσταντο πρότερον. τούτου ἕνεκεν θνητοὺς μὲν ἡμᾶς κατὰ τὸν παρόντα τουτονὶ πεποίηκε βίον, νόμους δὲ ἔδωκεν ἱκανοὺς εἰς ὑπόμνησιν ἡμᾶς ἄγειν τῆς τοῦ καλοῦ διορθώσεως, ὡς ἂν ἐντελῆ τῆς ἀρετῆς οὕτως τὴν μάθησιν κομισαίμεθα.
30ἐντεῦθεν κἂν πολλήν τινα πρὸς τὸ χεῖρον ἔχειν ἡμᾶς τὴν ῥοπὴν συμβαί‐ νει, ἀλλ’ οὖν γε βεβαίαν ἐπὶ τῆς ψυχῆς τοῦ καλοῦ τὴν εἴδησιν ἔχομεν, καὶ ἔστιν ἀνθρώπων οὐδεὶς ὃς οὐχὶ πάντως ἐπίσταται τὸ κρεῖττον τί ποτέ ἐστιν ἐν βίῳ. οὕτω μὲν οὖν ἀσφαλῆ τε καὶ βεβαίαν ἐπὶ τοῦ παρόντος βίου τῆς ἀρετῆς τὴν διδασκαλίαν ἡμῖν παρέχεται. ἐπειδὴ δὲ
35οὐχ ὥσπερ ἴσμεν τὸ καλόν, οὕτω καὶ ποιεῖν αὐτὸ ῥᾳδίως δυνάμεθα,156

157

ἄχρις ἂν ἐπὶ τῆς θνητότητος διαμένωμεν, δεύτερόν τινα βίον τὸν μέλλοντα ἡμῖν διὰ τῆς ἀναστάσεως ὁ ποιητὴς δεδώρηται, κατὰ πολὺ τοῦ παρόντος ἀμείνω, ἀθάνατόν τε καὶ ἀπαθῆ καὶ πάσης ἁμαρτίας ἀπηλλαγ‐ μένον. ἔστι τοίνυν οὐκ ἀνακαινισμὸς καὶ διόρθωσις μόνον τῶν παρόν‐
5των ἐκεῖνα, ἀλλὰ γὰρ καὶ τελείωσις· ἃ γὰρ ἐνταῦθα μαθόντες ποιεῖν οὐχ ἰσχύομεν, ταῦτα τότε ἡμῖν πόνων ἐκτὸς μετὰ πολλῆς προσέσται τῆς εὐμαρείας, τό τε ἀπηλλάχθαι, λέγω, τῆς τῶν χειρόνων πράξεως καὶ τὸ ἄσχετόν τινα τῶν καλῶν ἐπὶ τῆς ψυχῆς ἔχειν τὸν ἔρωτα. εὐθὺ μὲν ἡμᾶς ἐν ἐκείνοις καταστῆσαι οὐ καλῶς ἔχειν ἡγησαμένου τοῦ σοφοῦ
10τῶν ψυχῶν οἰκονόμου, ὡς ἂν μὴ ἄλογόν τινα καὶ ἀδιάκριτον ἐνοῦσαν ἡμῖν ἔχοιμεν τοῦ καλοῦ τὴν ἕξιν, ἐγγενομένης δὲ ἡμῖν ἐπὶ τοῦ παρόντος βίου καθ’ ὃν ἔφην τρόπον τῆς τοῦ καλοῦ μαθήσεως, εὐκαιρότατα καὶ μάλα γε ἀναγκαίως τῶν μελλόντων παρέχεται τὴν κατάστασιν· τοῦτο μέν, ἵνα κατὰ παράθεσιν τῶν παρόντων ἀκριβῶς εἰδέναι τῶν τότε τὸ
15διάφορον ἔχωμεν, τοῦτο δέ, ὡς ἂν λογικῇ πρεπόντως φύσει τῆς τοῦ καλοῦ κατορθώσεως αἰσθανώμεθα, ὧν ἐνταῦθα κατὰ τὴν ἀπόρρητον τοῦ θεοῦ σοφίαν ποικίλως τὴν εἴδησιν ἐδεξάμεθα, ταῦτα τότε πόνων ἐκτὸς τῇ τοῦ πνεύματος χάριτι κατορθωμένα ἐν ἡμῖν ὁρῶντες, καίτοιγε ἐπὶ τοῦ παρόντος οὐδὲ μετὰ πόνων παραπλησίως τοῖς τότε καθαρεύειν
20τῆς τῶν ἀτόπων δυνάμενοι πράξεως. ταῦτα ἡμῖν εἴρηται ἐπὶ τὸ σαφέστερον γενέσθαι τί ποτε ὁ ἀπόστολος βούλεται λέγειν τὸ τίς ἡ πρόσληψις, εἰ μὴ ζωὴ ἐκ νεκρῶν; ὡς γὰρ ἐκείνου μὲν πρὸς τὴν τῶν ἐνθάδε συντελοῦντος τελείωσιν. διὰ δὲ τοῦτο ἡμῶν ἐπὶ τοῦ παρόντος βίου γεγονότων θνητῶν, ἵνα τῆς ἀρετῆς ἡ διδασκαλία κατὰ
25τὸ προσῆκον ἡμῖν ἐγγένηται πρότερον, εἶτα τῶν μελλόντων ἐπὶ τελείᾳ κατορθώσει τῶν ἐγνωσμένων δεξόμεθα τὴν ἀπόλαυσιν, τοῦτο λέγει, ὅτι ὀλίγοι πεπιστευκότες ἐξ αὐτῶν αἴτιοι τῆς τῶν ἐξ ἐθνῶν σωτηρίας ἐγένοντο καὶ δι’ ἐκείνων τὸ τυχεῖν τῆς παρὰ τοῦ θεοῦ καταλλαγῆς ὑπῆρξε μικροῦ παντὶ τῷ κόσμῳ. εἰ δὲ πάντες ἐπίστευσαν Ἰουδαῖοι ἀκόλουθα
30τῇ τοῦ νόμου παιδαγωγίᾳ φρονήσαντες, πρόδηλον μὲν ὡς ἑτοιμοτέρα καὶ τοῖς ἔθνεσι διὰ τῆς τούτων συμφωνίας ἡ ἐπὶ τὸν Χριστὸν ἐγίνετο πίστις· πᾶσι δὲ λοιπὸν τοῦ τῆς εὐσεβείας ἐνόντος μαθήματος, οὐδὲν ἂν ἐκώλυσε τῶν νεκρῶν τὴν ἀνάστασιν ἀκολουθῆσαι τούτοις τὸ τελειότατον ἀγαθόν, καὶ οὐ δὴ ταύτης ἕνεκεν τῆς αἰτίας οὐ τετυχήκαμεν ἄχρι τοῦ
35δεῦρο ὥστε ἀκριβῆ πρότερον ἡμῖν τοῦ καλοῦ τὴν μάθησιν ἐγγενέσθαι, ὡς εἴγε τοῦτο ὑπῆρξεν, εἵπετο κἀκεῖνο πάντως. ὁ μέντοι μακάριος Παῦλος ἐπειδὴ ἀπεφήνατο τὴν μεταβολὴν αὐτῶν ἐκ ἀγαθοῦ δεῖν τίθεσθαι μοίρᾳ, τοῦτον ἔχων δι’ ὅλου σκοπὸν τοὺς ἐξ ἐθνῶν παιδεῦσαι προσίεσθαι μᾶλλον αὐτούς, μὴ μὴν ἀπωθεῖσθαι βουλομένους προσιέναι τῷ τῆς
40εὐσεβείας μαθήματι, πειρᾶται καὶ ἀπὸ πραγμάτων δεικνύναι ὡς οὐκ
ἄδεκτοι, σπουδῆς δὲ ἄξιοι πρὸς τὸ κρεῖττον βουλόμενοι ῥέπειν καί φησιν.157

158

(1t)

Röm 11,16
1 Τινὲς ταὐτὸ λέγειν τὸν ἀπόστολον τήν τε ἀπαρχὴν καὶ τὴν ῥίζαν ᾠήθησαν, οὐδὲ ἐκεῖνο λογισάμενοι ὅτι ἡ μὲν ἀπαρχὴ μετὰ τὴν τοῦ παντὸς ἐκλέγεται συλλογήν, ἡ δὲ ῥίζα ἀρχή τις νενόμισται πράγματος· ὅθεν κἀνταῦθα ἀκολούθως ἀπαρχὴν μὲν ἐκάλεσε τὸν
5Χριστόν, ὡς ἂν ἐκ παντὸς εἰλημμένον τοῦ τῶν Ἰουδαίων συλλόγου, ῥίζαν δὲ λέγει τὸν Ἀβραάμ, ἐξ οὗπερ ἅπαν ἔφυ τὸ γένος, καλῶς ἐξ ἑκατέρου τὸ πρὸς τὴν εὐσέβειαν αὐτῶν ἐπιτήδειον εἰπεῖν προθέμενος, εἰ μὴ γνώμῃ τὰ χείρονα αἱροῖντο· γέλοιον γὰρ τὴν μὲν ἀπαρχὴν αὐτῶν ἁπάσης ἀξίαν ἡγεῖσθαι τιμῆς, τουτουσὶ δὲ προσιέναι βουλομένους
10τῷ τῆς εὐσεβείας μαθήματι ἀπωθεῖσθαι ὡς οὐκ ἀξίους τοῦ πράγματος.
11tRöm 11,19—21
11 Θαυμάσαι ἄξιον ὅπως ἀπὸ τούτων ἐφ’ οἷς δὴ μάλιστα μέγα φρονεῖν οἱ ἐξ ἐθνῶν ἐδόκουν, ὅτι τε συναλγεῖν αὐτοὺς τοῖς Ἰουδαίων κακοῖς καὶ ὅτι φοβεῖσθαι μᾶλλον αὐτοὺς ἐφ’ ἑαυτοῖς προσῆκον εἴη ἄν, συνέστησεν ἀκριβῶς· τί γὰρ μεγάλα, φησί, φρονεῖς, ὅτι οἱ μὲν ἀπεβλήθησαν, σὺ δὲ
15εἰσεποιήθης; ἀλλ’ οὐ δίκαιον τὸν ἐν τοῖς ἐκείνων καυχώμενον μὴ καὶ τὰς συμφορὰς αὐτῶν νομίζειν οἰκείας, ἀλλὰ καὶ φοβεῖσθαι πλέον διὰ τοῦτο προσῆκεν ὑμᾶς τῇ ἐκείνων σωφρονιζομένους μνήμῃ.
18tRöm 11,22
18 Σὺ μέντοι, φησίν, ἔξεστι δι’ ἑκατέρου τὸ πρέπον παιδεύεσθαι, καὶ λογιζόμενος μὲν τὴν περὶ σὲ τοῦ θεοῦ φιλοτιμίαν ἧς ἠξιώθης διὰ τὴν
20πίστιν, προθυμότερος γίνου περὶ τὴν εὐσέβειαν, ἐννοῶν δὲ ὅπως ἐκείνους διὰ τὴν ἀπιστίαν ἀπεποιήσατο, πάσῃ δυνάμει μὴ τοῖς αὐτοῖς περιπεσεῖν φυλάττου· ἀποτομίαν γὰρ οὐκ ὠμότητα λέγει ἀλλὰ τὴν ἀποτομήν, ἀντὶ τοῦ ὅπως διεῖλεν αὐτοὺς καὶ ἀπέτεμεν τοῦ καταλόγου τῶν εὐσεβῶν. ἐάν τε οὖν ὑμεῖς μεταβληθῆτε τὴν γνώμην, φησίν, οὐδὲν
25ὄφελος ἔσται τῶν παρόντων, ἐκείνοις τε πάλιν ἔξεστι μεταβαλλομένοις
τῆς παρὰ τοῦ θεοῦ τυχεῖν οἰκειώσεως.158

159

(1t)

Röm 11,25
1 Οὐκ ὀκνήσω δέ, φησίν, ὑμῖν κἀκεῖνο εἰπεῖν, καίτοιγε ἄδηλον ὄν, ὥστε μὴ ἀγνοίᾳ τοῦ ἐσομένου δικαιότατα αὐτῶν ἀπεγνωκέναι νομίζειν ὑμᾶς· τὸ γὰρ ἵνα μὴ ἦτε παρ’ ἑαυτοῖς φρόνιμοι, ἀντὶ τοῦ ἵνα μὴ νομίζητε συνετόν τι παρ’ ἑαυτοῖς ἔχειν τὴν ἐκείνων ἀπόγνωσιν.
5τί δὲ τοῦτό ἐστιν; ὅτι οὐκ εἰς τὸ παντελὲς ἀλλότριοι τῆς εὐσεβείας οὗτοι μενοῦσιν, ἔσται δὲ καιρὸς καθ’ ὃν ἐπιγνώσονται καὶ αὐτοὶ τἀληθές, ἐπειδὰν οἱ πανταχόσε ἄνθρωποι τὸ τῆς εὐσεβείας ὑποδέξωνται μάθημα, καὶ οὕτω πᾶς Ἰσραὴλ σωθήσεται· ἵνα εἴπῃ οἵ τε ἀπὸ τῆς φύσεως τὴν πρὸς τὸν Ἰσραὴλ συγγένειαν ἔχοντες, ἀντὶ τοῦ οἱ Ἰουδαῖοι,
10καὶ οἱ διὰ τῆς πίστεως ἀξίους ταύτης ἑαυτοὺς τῆς προσηγορίας καταστή‐ σαντες, λέγει δὲ τοὺς ἐξ ἐθνῶν.
12tRöm 11,28
12 Ἐκεῖνο τοίνυν ὑμᾶς εἰδέναι προσήκει, ὅτι ἐγὼ τοῦ μὲν εὐαγγελίου ἕνεκεν, ὅταν αὐτὸ διασύρειν βούλωνται, τὴν ὑμετέραν αἰτιώμενοι πρόσοδον καὶ ταύτην ὡς οἴονται ἀφορμὴν εὔλογον προϊσχόμενοι, τοῦ μὴ
15πείθεσθαι τοῖς ἡμετέροις διδάγμασιν, ἐχθροὺς αὐτοὺς εἶναι νενόμικα, ἅτε δὴ πολεμίους τῆς πίστεως· τότε γὰρ οὐδενὸς ἀφίσταμαι τῶν ὅσα πρὸς ἔλεγχον τῆς αὐτῶν κακίας εἰπεῖν προσήκει, διὰ δὲ τὴν πρὸς τοὺς πατέρας οἰκειότητα οὕτως αὐτοὺς περὶ πολλοῦ ποιεῖσθαι ἐσπούδακα, ὡς μηδὲ πάσχειν ἤν τι δέῃ ὑπὲρ τῆς αὐτῶν σωτηρίας ὀκνεῖν· οἶδα γὰρ
20ἀκριβῶς ὅτι οὐ θεὸς μεταμεληθεὶς ἐπὶ τῇ τῶν πατέρων ἐκλογῇ τούτους ἀπεποιήσατο, αὐτοὶ δὲ μοχθηρίᾳ γνώμης τῆς ἀπὸ τοῦ θεοῦ ἀλλοτριώσεως ἑαυτοῖς γεγόνασι πρόξενοι.
23tRöm 12,1
23 Ἐπειδὴ τοὺς δογματικοὺς συνεπέρανε λόγους, τῶν ἠθικῶν ἐντεῦθεν ἅπτεται, ἀναγκαιότατα ἀπὸ παρακλήσεως τὴν ἀρχήν. ποιούμενος· ἐν
25ἐκείνοις μὲν γὰρ οὐ χαλεπὸν ἦν τοῖς βουλομένοις μετὰ τὴν μάθησιν κατέχειν τὰ εἰρημένα, τῇ δέ γε ἀρετῇ καὶ πόνος συνέζευκται, ὥστε μετὰ πολλοῦ μέν τινα προσιέναι τοῦ ὄκνου τῇ αὐτῆς ἐργασίᾳ, καὶ ἀρχόμενον δὲ πολλοῦ δεῖσθαι καμάτου πρὸς τὴν κατόρθωσιν. ἐπικουφίζει τοίνυν τῇ παρακλήσει τοῦ πράγματος τὸ ἐπίπονον, δυσωπητικωτάτην δὲ
30εἰργάσατο τὴν παράκλησιν εἰπὼν διὰ τῶν οἰκτιρμῶν τοῦ θεο· ἐπειδὴ γὰρ πλείστην ἐν τοῖς δογματικοῖς περὶ τῆς τοῦ θεοῦ φιλανθρωπίας τὴν διδασκαλίαν ἐποιήσατο, ᾗ περὶ πάντας ἀνθρώπους
χρῆται, ἀναγκαίως τῇ τούτων ὑπομνήσει δυσωπεῖ μᾶλλον αὐτοὺς ἀρετῆς159

160

ἐπιμελεῖσθαι, δεικνὺς ὅτι οὐκ ἐφόδιον ῥᾳθυμίας αὐτοῖς ἐκεῖνο γίνεσθαι δίκαιον, τοὐναντίον δὲ πάλιν ἃ προσήκει τὴν σπουδὴν συνεισφέρειν, αἰσχυνομένους τὸ περὶ τὸν οὕτω χρηστὸν ἀγνώμονας φαίνεσθαι. τίς δὲ ἡ παράκλησις, παραστῆσαι τὰ σώματα ὑμῶν καὶ τὰ ἑξῆς;
5λέγει μὲν ὅτι ἀφορίσαι δίκαιον ὑμᾶς τὸ ἑαυτῶν σῶμα τῷ θεῷ, ὑπηρετούμενον αὐτοῦ τοῖς νόμοις, ἐπείπερ δίκαιον τὸ παρὰ τοῦ θεοῦ γεγονὸς μὴ κακίας ὄργανον εἶναι ἀλλὰ τῆς ἀρετῆς. τὸ μὲν οὖν παραστῆσαι ἀφορίσαι λέγει, ἐκ μεταφορᾶς αὐτὸ λαβὼν τῶν ἢ βασιλεῦσιν ἢ δεσπόταις πρὸς τὸ ὑπηρετεῖν παρεστώτων, οἷς ἕπεται
10πάντως τὸ τὰ ἀναγκαῖα τῆς ὑπηρεσίας πληροῦν, ὡς καὶ ἀνωτέρω ἔφη· μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι, εἶτα ὡς ἐπὶ βασιλέως ἀκολούθως ἐπαγαγών· μηδὲ παριστάνετε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτί, ἀλλὰ παραστήσατε ἑαυτοὺς τῷ θεῷ ὡς ἐκ νεκρῶν
15ζῶντας, καὶ τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ θε. θαυμασιώτατα δὲ τὴν συμβουλὴν διὰ πάντων ἐπέτεινεν, οὐ τῷ παραστῆσαι μόνον εἰπεῖν ἀλλὰ καὶ τῷ θυσίαν αὐτὸ ὀνομάσαι· ἔδειξεν γὰρ ὡς οὐδενὶ λόγῳ προσῆκεν εἰς τὸ ἐναντίον κατακεχρῆσθαι τῇ τοῦ σώματος ὑπηρεσίᾳ, ἐπείπερ οὐδὲ τὰς προσαγομένας τῷ θεῷ
20κατὰ νόμον τῶν ἀλόγων θυσίας τῇ κοινῇ χρήσει παραδίδοσθαι τῶν ἀνθρώπων θεμιτὸν ἦν ἔτι. ζῶσαν δὲ ταύτην προσεῖπεν, ἐπειδὴ τὰ μὴν κατὰ νόμον προσκομισθέντα νεκρὰ μετὰ τὴν θυσίαν ἦν ὡς εἰκός, ταῦτα δὲ αὐτοῦ γε τούτου ἕνεκεν θεῷ προσήγετο, ὥστε ἐν τῷ ζῆν τὰ τοῖς αὐτοῦ νόμοις πράττειν ἀκόλουθα· ὅθεν καὶ ἁγίαν προσεῖπεν
25ταύτην, ἐπειδὴ ἐκείνην ἐνεχώρει μὴ τοιαύτην εἶναι τῇ τῶν προσκομιζόν‐ των κρινομένην κακί, ἀλλὰ καὶ εὐάρεστον τῷ θε· ἐκείνη γὰρ οὐ πάντως τοιαύτη. καὶ τὸ τὴν λογικὴν λατρείαν ὑμῶν πολὺ τὸ διάφορον ἔδειξεν· οὐ γὰρ ὅμοιον ἀλόγῳ προσκομιδῇ λατρεύειν θεῷ καὶ λογισμῶν τελειότητι τὴν πρὸς τὸν θεὸν συνείδησιν ἐπὶ τῶν
30ἔργων δεικνύναι.
31tRöm 12,3a
31 Τὰ μὲν οὖν προλαβόντα περὶ τῆς καθόλου λεγόμενα ἀρετῆς καλῶς ἔχειν ἠδύνατο, ἐξέρχεται δὲ λοιπὸν ἐπὶ τὸ κατὰ μέρος, πρὸ πάντων τὴν ὑπερηφανίαν ὡς ἂν χείριστον ἀπαγορεύων οὐκέτι παρακλήσει ἀλλ’ αὐθεντίᾳ μᾶλλον· οὐ γὰρ ὅμοιον ἐπ’ ἀρετὴν προτρέπειν καὶ τὴν τῶν
35ἀτόπων ἀπαγορεύειν πρᾶξιν· ὅθεν ἐκείνῃ μὲν παράκλησιν συνῆφθαι πρέποι ἄν, ταύτῃ δὲ καὶ σφοδρότης ἁρμόσει πολλάκις, καὶ γὰρ τῇ προσθήκῃ τῆς χάριτος τῆς δοθείσης μοι φοβερωτέραν
εἰργάσατο τοῦ κακοῦ τὴν ἀποτροπήν.160

161

(1t)

Röm 12,3b
1 Παραφροσύνην τὴν ὑπερηφανίαν εἰπών, ὑγιῆ δὲ φρόνησιν τὴν μετριότητα, ἵνα μὴ ἐντεῦθεν σύγχυσίν τινα ἐργάζεσθαι δόξῃ, ὡς ἂν οὐδὲ τῆς ἐκκλησιαστικῆς εὐταξίας δι’ ὑπερβολὴν μετριότητος φυλάττεσθαι ἐν αὐτοῖς ὀφειλούσης, καλῶς ἐπάγει· ἑκάστῳ ὡς ὁ θεὸς ἐμέρισε
5μέτρον πίστεως. βούλομαι, φησί, μετριάζειν μὲν ἅπαντας, φυλάτ‐ τεσθαι δὲ ἐν ὑμῖν καὶ τὴν τάξιν ἀναλόγως τοῖς νενεμημένοις ὑμῖν ὑπὸ τοῦ θεοῦ χαρίσμασιν· ἐπειδὴ γὰρ πλεῖστα ἧν ἐν αὐτοῖς τὰ χαρίσματα, μερισμὸν πίστεως καὶ ἐπιμέτρησιν λέγει τῶν χαρισμάτων τὴν διανομήν.
9tRöm 12,6
9Τὴν δὲ τοῦ χωρίου τούτου ἀκολουθίαν ὁ μέν τις ἀπέδωκε χωρὶς τοῦ δὲ
10συνδέσμου ἀναγινώσκων καὶ τοῖς ἀνωτέρω ἐπισυνάπτων. οὕτω γάρ, φησί, νοητέον· μέλη ἀλλήλων ἐσμὲν ἔχοντες χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα· εἰ γὰρ καὶ διάφορα ταῦτα, ἀλλ’ οὖν εἰς κοινὴν ὠφέλειαν ὑπὸ τῆς θείας κεχορήγηται χάριτος.
14tRöm 12,8
14Τὸ ὁ προϊστάμενος ἀντὶ τοῦ ὁ ἐπιμελούμενος λέγει. οὕτως
15καὶ ἐν τῇ πρὸς Τιμόθεον ἐπιστολῇ· εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδεν, πῶς ἐκκλησίας θεοῦ ἐπιμε‐ λήσεται; σαφῶς τὴν προστασίαν ἐπὶ τῆς ἐπιμελείας λέγων· διάφοροι γὰρ τρόποι τότε μάλιστα εὐποιΐας παρὰ τῶν εὐπορωτέρων εἰς τοὺς πενεστέρους τῶν ὁμοπίστων ἐγίνετο, περὶ ὧν νῦν λέγει καὶ τὸ ὁ μετα‐
20διδούς, καὶ τὸ ὁ προϊστάμενος, καὶ τὸ ὁ ἐλεῶν περὶ τῶν αὐτῶν λέγων.
22tRöm 12,10
22 Τὸ τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοί ἐστι μὲν ὅμοιόν πως τῷ ἡ ἀγάπη ἀνυπόκριτος, ἐπείπερ οὐδὲν διαλλάττει τοῦ ἀληθινῶς ἀγαπᾶν τὸ σφόδρα στέργειν, ἔχει δέ τι πλέον
25τῇ τοῦ εἰς ἀλλήλους προσθήκῃ· τὴν γὰρ αὐτὴν σπουδὴν πάντας περὶ ἀλλήλους ἔχειν βούλεται, ἐπεὶ μηδὲ οἶόν τε ἄλλως κρατεῖσθαι τὴν ἀγάπην, ἀλλ’ ἢ τοῦ ἀγαπωμένου τὴν αὐτὴν σώζειν περὶ τὸν ἀγαπῶντα γνώμην ἐσπουδακότος, ὅπερ εἰ μὴ γίγνοιτο, ἀφέξεται τοῦ ἀγαπᾶν πάντως ὁ ἀγαπῶν ὅσην ἂν ἔχῃ τὴν φιλίαν, οὐκ ἀνεχόμενος φιλῶν
30περιορᾶσθαι.161

162

(1t)

Röm 12,13
1 Ταῖς χρείαις, φησί, τῶν ἁγίων κοινωνοῦντες. ἔνια δὲ τῶν ἀντιγράφων ταῖς μνείαις ἔχει, τῆς αὐτῆς οὔσης διανοίας· λέγει γὰρ ὅτι δίκαιον ὑμᾶς μνημονεύειν πάντοτε τῶν ἁγίων, κοινάς τε αὐτῶν τὰς χρείας νομίζειν καὶ οὕτως αὐτοῖς ἐπικουφίζειν τὴν ἔνδειαν.
5tRöm 12,16—17
5 Μὴ γίνεσθε, φησί, φρόνιμοι παρ’ ἑαυτοῖς, τοῦτο πάλιν ἕτερον γινόμενον ἀπὸ ὑπερηφανίας. μὴ τὸ τῆ διανοίᾳ σου, φησί, παραστὰν ἁπλῶς αἱροῦ, ὅταν τῇ κοινῇ ὑπολήψει φαίνηται ἄτοπον. καλῶς δὲ καὶ τὸ μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες· πάλιν γὰρ ἐπὶ τὰ πρὸς τοὺς ἐναντίους ἀπὸ τῶν πρὸς ἀλλήλους ἐξελήλυθεν.
10προσέθηκεν οὖν τὸ μηδενὶ ἀντὶ τοῦ οὐδὲ ἐπὶ τῶν ἀλλοτρίων τῆς πίστεως τοῦτο ἐπιδείκνυσθαι δίκαιον.
12tRöm 13,5
12 Κατ’ ἀμφότερα, φησί, τὸ ὑποτετάχθαι τοῖς τοιούτοις πρέπει, τοῦτο μὲν ἵνα τὸ πρέπον διαπραττόμενοι τὴν ἐκεῖθεν τιμωρίαν ἐκκλίνωμεν, τοῦτο δὲ ἵνα τῇ πρὸς τούτους αἰδοῖ τὴν ὀφειλομένην συνείδησιν τῷ
15ταῦτα τάξαντι θεῷ ἀποδιδόντες φαινώμεθα. δῆλον δὲ ἄρα κἀκεῖνο ὡς ὑποτάσσεσθαι τοῖς ἄρχουσιν ἐν τούτοις ὁ μακάριος Παῦλος παραινεῖ. οὐχ ἵνα κἂν ἀσεβεῖν ἀναγκάζωσι πειθώμεθα· σαφῶς γὰρ καὶ τὸν σκοπὸν εἶπε τῆς ἀρχῆς, καὶ οὗπερ ἕνεκεν ὁ θεὸς οὕτως ἔταξε τὰ ἀνθρώπινα, ὥστε τὸ περὶ τῆς εὐσεβείας νομοθετεῖν ἃ μὴ δεῖ οὐ τοῦ
20σκοποῦ τῆς ἀρχῆς εἴη ἄν, ἀλλὰ τῆς γνώμης τῶν οὐκ εἰς δέον τῷ ἄρχειν κεχρημένων. τὰ μὲν γὰρ εἰς θεὸν ἀναφερόμενα οὐ τῶν ἀρχόντων κρίνειν ἴδιον, ἐπειδὴ μηδὲ πρὸς τοῦτο κατέστησαν, περὶ δὲ τῶν ἐν ἀνθρώποις κινουμένων καὶ τῶν πρὸς ἀλλήλους δικαίων μεσίται τινὲς καὶ βραβευταὶ τοῦ δικαίου οἱ ἄρχοντες καθιστάμενοι, ὅταν ἀκόλουθα
25τῷ οἰκείῳ σκοπῷ διαπράττονται, ἀναγκαιότατόν τι χρῆμα δεικνύουσι τὴν ἀρχήν.
27tRöm 13,7
27Φόρον καλεῖ τὴν ὑπὲρ τῆς γῆς συντέλειαν, τέλος δὲ τὴν ὑπὲρ
τῆς ἐμπορίας ἢ τινὸς τέχνης σωματικῆς.162

163

(1t)

Röm 13,8
1 Συντόμως εἰπεῖν νόμου πλήρωσις τῆς ἀγάπης ἡ φυλακή, καὶ ἐπειδὴ παράδοξον ἄγαν ἦν τὸ λεγόμενον, ἐπήγαγε τὸ ἑξῆς.
3tRöm 13,10
3 Ἅπαν νόμιμον ἢ ἀπαγόρευσιν ἔχει κακοῦ ἢ πρᾶξιν καλοῦ· τὰ μὲν γὰρ ἵνα μὴ βλάπτωμεν ἀλλήλους ὁ νομοθέτης ἐξέθετο, τὰ δὲ ἵνα τι καὶ
5εὐποιῶμεν ἀλλήλους κατὰ δύναμιν. ἀλλὰ πάντα ταῦτα περιείληπται ἐν τῷ ἀγαπᾶν τὸν πλησίον ἐπιτάττοντι νομίμῳ· καλῶς οὖν τὸ ἀνακεφα‐ λαιοῦται, ἀντὶ τοῦ πάντα ἐκεῖνα τὰ διὰ πολλῶν νενομοτεθημένα ὥσπερ τινὰ ἀνακεφαλαίωσιν ἐν τῷ τὸν πλησίον ἀγαπᾶν περιέχεται. Ὁ γὰρ ἀγαπῶν, φησί, βλάπτειν τὸν ἀγαπώμενον οὐκ ἀνέχεται,
10εἴπερ ἀληθῆ περὶ αὐτὸν ἔχει ἀγάπην· οὐκοῦν τῆς ἀγάπης ἡ φυλακὴ τοῦ παντός ἐστι νόμου κατόρθωσις. εἶτα ἐπὶ παραίνεσιν ἐκφέρει τὸν λόγον καί φησι τὸ ἑξῆς.
13tRöm 13,11
13 Οὕτως ἀναγνωστέον, καὶ τοῦτο, εἶτα διαστήσαντα, εἰδότες τὸν καιρὸν καὶ τὰ ἑξῆς· βούλεται γὰρ εἰπεῖν ὅτι καὶ τούτου δὲ ἡμῖν
15ἐπιμελητέον ὅπως ἂν πράττωμεν ἃ δεῖ, εἰδότες ἐφεστῶτα τὸν καιρὸν τοῦ ἀποθέσθαι τὴν ἐπὶ τοῖς ἁμαρτήμασιν ἡδονὴν ὥσπερ τινὰ ὕπνον βαθύν. σωτηρίαν δὲ ἡμῶν καλεῖ τὴν ἀνάστασιν, ἐπειδὴ τότε τῆς ἀληθινῆς ἀπολαύσομεν σωτηρίας.
19tRöm 13,12
19Ἡ μέραν καλεῖ τὸν ἀπὸ τῆς τοῦ Χριστοῦ παρουσίας καιρόν, ὡς
20τῆς αὐτοῦ φανερώσεως τρανοτάτην τῶν τε καλῶν καὶ μὴ τοιούτων ποιησαμένης τὴν διάκρισιν, νύκτα δὲ τὸν πρὸ τούτου χρόνον· ἄμφω δὲ ὡς πρὸς ἐκείνους μάλιστα λέγει τοὺς εἰδώλοις προσέχοντας, παρ’ οἷς οὐκ ἦν νόμιμα οὐδὲ διδασκαλία τῶν πρακτέων. ὁ τῆς ἀγνοίας οὖν, φησί, καιρὸς παρῆλθεν, ὅτε ἦτε ὡς ἐν νυκτὶ οὔτε θεὸν εἰδότες οὔτε
25νομίμων δεδεγμένοι διαγόρευσιν, ἐπέστη δὲ ὁ τῆς ἡμέρας καιρὸς ἀντὶ μεγίστου φωτὸς τῆς τοῦ Χριστοῦ παρουσίας ἐπιλαμψάσης ἡμῖν.
27tRöm 13,14
27Ἀλλ’ ἐνδύσασθε, φησί, τὸν κύριον Ἰησοῦν Χριστόν,
καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας.163

164

τὸ ἐνδύσασθε ἀντὶ τοῦ ἐνεδύσασθε λέγει· βούλεται γὰρ εἰπεῖν ὅτι διὰ τῆς ἀναγεννήσεως τοῦ βαπτίσματος συναφθέντες τῷ Χριστῷ καὶ μέλος τοῦ κοινοῦ σώματος τῆς ἐκκλησίας ἀποφανθέντες οὗπερ ἐκεῖνός ἐστι κεφαλή, ὥσπερ ἐνεδύσασθε αὐτὸν τῇ κοινωνίᾳ τῶν προσδοκωμένων,
5καθὸ καὶ συμμετασχεῖν αὐτῷ τῆς ἀναστάσεως ἐλπίζετε. δίκαιοι τοίνυν ἂν εἴητε τὰ πρέποντα τῇ καταστάσει φρονεῖν ἐκείνῃ, ἐν ᾗπερ ἅπαντα πεπαῦσθαι τὰ τοιαῦτα ἀνάγκη· οὐδὲν οὖν ἐπιτελεῖν τοιοῦτον προσῆκεν ὑμᾶς οἶον ὁ μὲν αἰὼν ἐκεῖνος οὐ δέξεται. ἐπὶ δὲ τῶν φιλαμαρτημόνων πάροδον ἔχει κατὰ τὸν παρόντα καιρόν, ἔνθα φθορᾷ μὲν ἔτι τὸ ἡμέτερον
10ὑπόκειται σῶμα, πολλὴ δὲ καὶ τῶν παθῶν ἐντεῦθεν ἡμῖν ἡ ἐνόχλησις γίνεται. εἰρήκαμεν δὲ καὶ ἀνωτέρω ὅτι σάρκα ἡ γραφὴ πολλάκις οὐ τὴν φύσιν αὐτὴν ἀλλὰ τὸ θνητὸν ἤτοι τὸ πρόσκαιρον οὕτω καλεῖ· τοῦτο οὖν κἀνταῦθα λέγει τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας, οὐ τῆς φύσεως αὐτῆς λέγων, ἀλλ’ ἀντὶ τοῦ μὴ ταῖς
15ἐπιθυμίαις ἑαυτῶν ἐξακολουθεῖτε, σπουδὴν τιθέμενοι ἐκεῖνα πράττειν ἃ κατὰ τὸν παρόντα βίον διὰ τῆς ἐνούσης ἡμῖν θνητότητος τὴν κίνησιν δέχεται. σαρκὸς οὖν πρόνοιαν λέγει τὴν περὶ τὰ παρόντα ἤτοι καὶ τὰ ἄτοπα σπουδήν, ὡς ἂν ἐν τῷ βίῳ τούτῳ πράττεσθαι δυνάμενα μόνον, ἐπὶ δὲ τοῦ μέλλοντος αἰῶνος οὐκέτι· ὅθεν αὐτὸ καὶ ἀντέταξεν
20τὸ ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστόν, ὃ δὴ μίμημα τῆς μελλούσης ἐστὶ καταστάσεως. μὴ τοίνυν περὶ τοῦτο, φησίν, ἔχετε τὴν σπουδήν, ὅπως ἂν τὰς τοῦ παρόντος αἰῶνος ἐπιθυμίας ἐπιτελῆτε, αἷς οὐδεμία πρὸς τὴν μέλλουσαν κατάστασιν κοινωνία.
24tRöm 14,5
24Καὶ τοῦτο πάλιν κατὰ συγχώρησιν λέγει· ἄνω μὲν γὰρ περὶ τῆς
25τῶν βρωμάτων διελέχθη παρατηρήσεως, ἐνταῦθα δὲ περὶ τῆς τῶν ἡμερῶν. δῶμεν τοίνυν τοὺς μὲν παρατηρεῖσθαι κατὰ τὴν νομικὴν διάταξιν τὰς ἡμέρας, ἐν μὲν ταύτῃ πράττοντας οὐδέν, ἐν ἐκείνῃ δὲ τῶν ἔργων ἁπτομένους, κατὰ ταύτην ἑορτάζοντας τὴν ἡμέραν, ἐν ἑτέρᾳ τῆς ἑορτῆς παυομένους· ἑτέρους δὲ πᾶσαν ἡμέραν ἐν ἴσῳ βούλεσθαι ἔχειν,
30καὶ κατὰ πᾶσαν μὲν ἐργάζεσθαι, πᾶσαν δὲ ἑορτάζειν θεῷ τῶν τε σωματικῶν κατὰ τὸ ἐπεῖγον ἁπτομένους ἀεὶ καὶ τῆς εἰς θεὸν εὐχαριστίας οὐδέποτε παυομένους. οὐ δίκαιον οὖν μάχεσθαι ὑμᾶς διὰ τοῦτο, ἄμεινον δὲ ἀπηλλάχθαι μάχης καταλιπόντας ἐν τοῖς τοιούτοις ἕκαστον μένειν ἐπὶ τῆς οἰκείας αἱρέσεως.
35tRöm 14,7—9
35 Τί λέγω, φησί, περὶ τοῦ ἐσθίειν καὶ τοῦ μὴ ἐσθίειν; οὔτε ζῶντες ἑαυτῶν ἐσμεν, οὔτε ἀποθνήσκοντες· κἂν γὰρ ζῶμεν, τὴν αὐτοῦ ζωὴν
ζῶμεν, κἂν ἀποθνήσκωμεν, κατὰ τὸν ὅρον ἀποθνήσκομεν ἐκείνου164

165

σκοπὸν τοίνυν ἁπανταχοῦ προσῆκεν ἡμῖν τοῦτον εἶναι, τῷ θεῷ ἀρέσκειν, λογιζομένοις ὅτι ζῶντες καὶ ἀποθνήσκοντες ἐκείνου πάντως ἰσμέν. καὶ δεικνὺς ὅτι οὐκ ἀπὸ τῆς ποιήσεως μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν προσφάτως οἰκονομηθέντων διὰ Χριστοῦ, ἐπήγαγεν· εἰς τοῦτο γὰρ
5Χριστὸς καὶ τὰ ἑξῆς. λογίσασθε γάρ. φησίν, ὅτι Χριστὸς καὶ ἀπέθανεν ὑπὲρ ἡμῶν, καὶ ἀποθανὼν ἀνέστη. καὶ ἀναστὰς ζῆ, ζωὴν διηνεκῆ ὑπὲρ ἡμῶν ἅπαντα ποιήσας, ἵνα καὶ ἡμεῖς ἀποθανόντες τῆς τε ἀναστάσεως αὐτῷ κοινωνήσωμεν καὶ τῆς ζωῆς ἀπολαύσωμεν, ὡς πανταχόθεν φαίνεσθαι ἡμᾶς καὶ Χριστῷ δουλεύειν ἀνάγκην ἔχοντας,
10εἴγε καὶ ἀποθνήσκοντες ἐκείνου πάντως ἐσμέν, τοῦ ὑπὲρ ἡμῶν ἀπο‐ θανόντος ὥστε ἡμᾶς ἀναστῆσαι· καὶ ζῶντες ἐκείνῳ τὴν ζωὴν ὀφείλομεν, ὃς παρέσχεν ἡμῖν τὴν μετὰ θάνατον παρ’ ἐλπίδα ζωήν.
13tRöm 14,10—11
13 Τὸ μὲν τί κρίνεις; πρὸς τὸν ἐξ Ἰουδαίων εἴρηται, τὸ δὲ τί ἐξουθενεῖς; πρὸς τὸν ἐξ ἐθνῶν. οὐδετέρῳ, φησίν, ὑμῶν πρέπον
15οὐδέτερον, ἐπειδὴ ἀνάγκη πάντως τῷ κριτηρίῳ τοῦ Χριστοῦ παραστάντας τὰς εὐθύνας τῶν βεβιωμένων ὑποσχεῖν. καὶ εἰς πίστωσιν τῶν εἰρημένων μαρτυρίαν τίθησιν· γέγραπται γάρ· ζῶ ἐγ, λέγει κύριος, καὶ τὰ ἑξῆς. ὅτι μὲν οὖν εἰς πίστωσιν τῶν περὶ Χριστοῦ λελεγμένων αὐτῷ τὴν μαρτυρίαν παρήγαγε δῆλον, ἐκεῖνο δὲ ἰστέον ὅτι ἔνθα τοῦτο
20Ἡσαΐας φησί, συνεχῶς εἴρηται τὸ ἐγώ εἰμι θεός, καὶ οὐκ ἔστιν ἔτι, καὶ ἐγώ εἰμι κύριος, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμο· δίκαιος καὶ σωτήρ, οὐκ ἔστι πάρεξ ἐμο, καὶ ὅσα τοιαῦτα. ζητητέον οὖν πως τούτοις ἐπὶ τοῦ Χριστοῦ συνεχρήσατο ὁ ἀπόστολος. πρὸς μὲν τοὺς αἱρετικοὺς ἐλαττοῦν τὴν
25θεότητα τοῦ μονογενοῦς παντὶ τρόπῳ βουλομένους εἴποι ἄν τις ὅτι εἴτε ὡς περὶ τοῦ Χριστοῦ λεγομένοις τούτοις ἐνταῦθα ἐχρήσατο, εὔδηλος ἡ ἀξία τῆς θεότητος τοῦ μονογενοῦς κατ’ οὐδὲν ἐλαττουμένης τοῦ πατρός, εἴτε περὶ τοῦ πατρὸς εἰρημένοις παρὰ τῷ προφήτῃ περὶ τοῦ κυρίου λέγων ὁ ἀπόστολος ἐχρήσατο τῇ μαρτυρία· καὶ οὕτω δέδεκται οὐχ
30ἑτέρας ὢν θεότητος ὁ υἱός, ὅπουγε συνεχρήσατο τῇ φωνῇ, ὡς ἂν ὁμοίως καὶ ἐπὶ τοῦ Χριστοῦ λέγεσθαι δυναμένῃ, κἂν περὶ τοῦ πατρὸς εἰρημένη τυγχάνῃ. τοῦτο μὲν οὖν πρὸς τοὺς αἱρετικοὺς εἴποι ἄν τις, τὸ δέ γε ἀληθὲς ἐκεῖνο ὅτι μηδὲ περὶ τοῦ πατρὸς εἴρηται ἰδικῶς μήτε περὶ τοῦ Χριστοῦ, ἀλλ’ ἁπλῶς περὶ τῆς θείας φύσεως τῆς ἀνωτάτω καὶ πάντων
35αἰτίας· καὶ διὰ τοῦτο ὁ ἀπόστολος τῇ μαρτυρίᾳ ἐπὶ τοῦ Χριστοῦ κατεχρήσατο, ὁμοίως καὶ πατρὶ καὶ υἱῷ τὰ τοιαῦτα πρέπειν νομίζων, ὡς ἂν οὐδεμιᾶς οὔσης κατὰ τὴν φύσιν διαφορᾶς. παραπλησίως τοῦτο καὶ ἐπὶ τῆς πρὸς Ἑβραίους τὸ σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη
σου οὐκ ἐκλείψουσιν, περὶ τοῦ Χριστοῦ χρησάμενος φαίνεται.165

166

(1t)

Röm 14,13
1 Μηκέτι οὖν, φησίν, ἀλλήλους κρίνωμεν. τοῦτο μὲν εἴρηται κατὰ κοινοῦ, ἐντεῦθεν δὲ λοιπὸν πρὸς τοὺς ἀπ’ ἐθνῶν τείνει λόγον, ὡς ἂν ἀρκούντως τὰ πρὸς Ἰουδαίους εἰπών. οὐ δίκαιον οὖν ὑμᾶς, φησί, κριτὰς καθίστασθαι τῶν ὁμοπίστων μένοντος ἅπαντας
5τοῦ κριτηρίου τοῦ Χριστοῦ, ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον. πολλὰ γὰρ οἱ ἀπὸ Ἑλλήνων παρὰ Ῥωμαίοις ἐπικρατέστεροι ὄντες καὶ τῷ πλήθει καὶ τῇ τῶν προσώπων ἀξιοπιστίᾳ, διεπράττοντο μᾶλλον ἐπὶ διασυρμῷ τῶν Ἰουδαίων, ἐπ’ ὄψεσιν ἐκείνων ἐσθίειν ἐπιτηδεύοντες
10ταῦτα ὧν δὴ μάλιστα ἀπέχεσθαι σπουδὴν εἶχον, ὡς ἐντεῦθεν ἐκείνους ταραττομένους καὶ τῆς εὐσεβείας ἀφίστασθαι πολλάκις, καὶ μὴν καὶ τοῦ κοινοῦ συλλόγου καταρρᾳθυμοῦντας ἐφ’ ἑαυτῶν γίνεσθαι μᾶλλον. καλὸν οὖν, φησί, τοῦτο μᾶλλον ὑμᾶς δοκιμάσαι, τὸ μηδὲν ποιεῖν εἰς βλάβην τοῦ ἀδελφοῦ, μηδὲ τοιαῦτα πράττειν ἃ τῆς εὐσεβείας ἐκεῖνον ἐκτρέπει.
15καὶ ἵνα μὴ δόξῃ τὴν τῶν βρωμάτων παρατήρησιν καὶ αὐτὸς ἐπεισάγων ταῦτα λέγειν, ἐπήγαγεν·
17tRöm 14,14—15
17 Οἶδα καὶ πέπεισμαι ὅτι οὐδὲν κοινὸν δι’ αὐτοῖ καὶ τὰ ἑξῆς, ἀναγκαίως καὶ τῇ διατάξει χρησάμενος εἰς τὴν τοῦ λεγομένου πίστωσιν, καὶ τῇ δι’ αὑτοῦ προσθήκῃ ἀξιοπιστοτέραν τὴν
20ἀπόφασιν ἐργασάμενος, ὡς ἂν ἀρκοῦντος τοῦ Χριστοῦ πάντα καθαρὰ δεικνύναι. ἀκάθαρτον οὖν, φησίν, οἰδὲν εἶναί φημι τῶν εἰς βρῶσιν κειμένων, εἰ μή τις ἀσθενείᾳ λογισμῶν τοιαύτην περὶ τῶν ἐδεσμάτων λαμβάνει τὴν γνώμην. οὕτως οὐ τὴν τοιαύτην ἀποδέχομαι παρατήρησιν· ἀλλὰ τί ἐπήγαγεν; εἰ γὰρ διὰ βρῶμα ὁ ἀδελφός σου
25λυπεῖται, οὐκέτι κατ’ ἀγάπην περιπατεῖς· ἀλλ’ ὅτι μὴ δίκαιόν σε, φησί, διὰ βρῶσιν λυπεῖν τὸν ἀδελφόν, δέον τῇ ἀνάγκῃ καὶ μειζόνων ἀνέχεσθαι.
28tRöm 14,17
28 Ἄξιον μέντοι κἀκείνους γελάσαι τῆς εὐηθείας ἐντεῦθεν, οἳ μετὰ τὴν ἀνάστασιν ἐσθίειν τε καὶ πίνειν ἡμᾶς νομίζουσιν, σφόδρα δὴ
30ἐναντία ὑπολαμβάνοντες τῇ Παύλου φωνῇ οὐκ ἐν βρώσει καὶ
πόσει τὴν βασιλείαν τοῦ θεοῦ περιορίζεσθαι φάσκοντος.166

167

(1t)

Röm 14,20
1 [Ἔργον θεοῦ τῶν ἀνθρώπων τὴν σωτηρίαν φησίν. οὐ δίκαιον οὖν τοῦτο διὰ βρῶμά σε καθαιρεῖν ὅπερ ἀνίστησιν ὁ θεός. ὁρᾷς εἰς ὅσον ηὔξησε τὸ ἁμάρτημα. καὶ ἐπείπερ ἦν εἰκὸς αὐστηροτέρους ἐν αὐτοῖς ὄντας τινὰς δυσχεραίνειν πρὸς τὴν παραίνεσιν, καί που καὶ
5λέγειν τυχόν· «τίς χρεία τῶν ῥημάτων τούτων τῶν πολλῶν; τί γὰρ οὐχὶ καὶ αὐτὸς ἀκάθαρτα αὐτὰ σαφῶς εἶναι φησίν;» ἀναλαμβάνει πάλιν ἀσφαλιζόμενος καί φησιν· πάντα μὲν καθαρ, ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι] Πάλιν ἀσφαλιζόμενος τοῦ μὴ δοκεῖν τῆς τῶν βρωμάτων παρα‐
10τηρήσεως ἐπιμελεῖσθαι, καὶ αὐτὸς ἐπάγει· πάντα μὲν καθαρὰ τοῖς καθαροῖς. ταῦτα λέγω, φησίν, οὐ τὴν παρατήρησιν ἐκείνην βουλόμενος κρατεῖν· τοὐναντίον γὰρ ἅπαντα εἶναι καθαρὰ νομίζω ὅσα πρὸς βρῶσιν ὑπὸ θεοῦ γεγένηται. τί οὖν σοι βούλεται τὰ λεγόμενα; ἀλλὰ κακὸν τῷ ἀνθρώπ, φησί, τῷ διὰ προσκόμματος
15ἐσθίοντι· ἀλλ’ εἰ καὶ καθαρὸν τὸ βρῶμα, ἡ γοῦν μετάληψις αὐτοῦ σοι οὐ καλὴ οὐχ ἁπλῶς ἐσθίοντι, ἀλλ’ εἰς βλάβην ἑτέρου ἐπὶ διασυρμῷ καὶ χλεύῃ.
18tRöm 14,22—23
18 Μακάριος, φησίν, ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκι‐ μάζει. φωνὴν τέθεικεν οὐκ ἐκείνοις ἀναγκαίαν μόνοις, ἀλλὰ γὰρ καὶ
20πᾶσι τοῖς ὅτι δήποτε τῶν εἰς ἀκρίβειαν συντεινόντων μετιέναι βουλο‐ μένοις. ἐγὼ γάρ, φησίν, ἐκεῖνον μακάριστον εἶναι τίθεμαι, ὃς ἐπειδάν τι δοκιμάσῃ δι’ ἀκρίβειαν καὶ ἀρετὴν μετιέναι, ἔχεται μὲν τοῦ ἔργου, οὐ μὴν ἑαυτὸν ὑπερέχειν διὰ τοῦτο νομίζει τῶν οὐ τὸ αὐτὸ μετιόντων· καλὸν γὰρ πάσης ἐκτὸς οἰήσεως τὴν ἀρετὴν ἐπιτελεῖν, μὴ ὑπερέχειν
25ἑαυτὸν διὰ ταῦτα νομίζοντα, ἅπερ ἂν ἐπιθυμίᾳ τῶν κρειττόνων μετίῃ, μηδὲ μὴν ἀποδοκιμάζοντα τὸν οὐκ ἐν τοῖς αὐτοῖς ἐξεταζόμενον. τοῦτο μὲν οὖν εἴρηται κατὰ κοινοῦ τῷ ἀποστόλῳ οὐκ ἐπὶ τῶν παρόντων μόνον, ἀλλὰ γὰρ ἐπὶ παντὸς οὗτινος οὖν φυλάττεσθαι ἀξίου. πάλιν δὲ ἐπὶ τὸ προκείμενον ἀνάγει τὸν λόγον· ὁ δὲ διακρινόμενος ἐὰν
30φάγῃ κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως· πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστίν. ὁ δὲ διακρινόμενος οὐκ ἐπὶ τῇ
βρώσει λέγει, ἀλλ’ ἐπὶ τῷ ὁμοπίστῳ· ὁ μὲν γὰρ διὰ πίστιν, φησίν, ἁπλῶς167

168

καὶ ἀδιαφόρως μεταλαμβάνων τῶν εἰς βρῶσιν κειμένων ἐσθίει κάλλιστα, ὁ δέ γε πρὸς τὸν ἀδελφὸν διαφερόμενος διὰ τοῦτο καὶ μετὰ τῆς πρὸς ἐκεῖνον ἔριδος ἐσθίων βλάπτεται, μᾶλλον ἀφορμὴν τῆς πρὸς τὸν πλησίον ἔριδος τὸ βρῶμα ποιούμενος· ἔοικεν γὰρ οὐ διὰ πίστιν αὐτὸ ποιεῖν
5ἀδιαφόρως, ἀλλὰ φιλονεικίᾳ μᾶλλον τῇ πρὸς ἐκεῖνον· τὸ δὲ μὴ ἁπλότητι γινόμενον μετὰ πίστεως, ἀλλ’ ἔριδι τῇ πρὸς τὸν πλησίον, ὡμολογημένον ἁμάρτημα.
8tRöm 15,1
8 Τοῦτο πάλιν πρὸς τοὺς ἀπ’ ἐθνῶν λέγει, οἳ διέπτυον τοὺς ἀπὸ Ἰουδαίων τῆς νομικῆς παρατηρήσεως ἕνεκεν. ὑμεῖς τοίνυν, φησίν, οἱ
10δυνατοί, δίκαιοι ἂν εἴητε ἀνέχεσθαι τῆς ἀσθενείας ἐκείνων καὶ φέρειν αὐτοὺς ἀποστῆναι τῆς παλαιᾶς οὐ δυναμένους γνώμης. μὴ μὴν τὸ ἑαυτῶν περισκοπεῖτε μόνον· τοῦτο γάρ ἐστι τὸ ἑαυτοῖς ἀρέσκειν, ἄμεινον δὲ καὶ τὸ τοῦ ὁμοπίστου περισκοπεῖν, ὅπως ἂν βελτιωθείη κἀκεῖνος. καὶ παραδείγματα πείθων αὐτοὺς τοῦτο ποιεῖν ἐπήγαγεν τὸ ἑξῆς.
15tRöm 15,5
15 Λέγει μὲν ὅτι χαρίσεται ὑμῖν ὁ θεὸς πᾶσαν ὑπομονὴν καὶ παράκλη‐ σιν, ὥστε ὁμονοοῦντας πρὸς ἀλλήλους τῆς ἐπὶ τὸν Χριστὸν ἔχεσθαι πίστεως, οὕτω τε σύμφωνον τῷ θεῷ καὶ πατρὶ τὴν ὑμνῳδίαν ἀποδι‐ δόναι. ἐστι δὲ καὶ τοῦτο παραίνεσις ἐν σχήματι προσευχῆς· οἵους γὰρ αὐτοὺς εἶναι βούλεται, τοιούτους εἶναι ηὔξατο. ὅθεν οὐκ ἐξιστάμενος τοῦ
20οἰκείου σκοποῦ πάλιν ἐπάγει.
21tRöm 15,7
21 Ὥστε, φησί, δίκαιον ὑμᾶς μᾶλλον ἐφέλκεσθαι τοὺς ἀσθενεστέρους, λογιζομένους ὅτι δὴ καὶ ὑμᾶς ἀλλοτρίους ὄντας τῆς εὐσεβείας ὁ Χριστὸς οἰκειώσατο ἐπὶ τῷ τῆς μελλούσης παρὰ θεοῦ δόξης τυχεῖν. καὶ ἐπειδὴ πολὺν ἐποιήσατο πρὸς τοὺς ἄπ’ ἐθνῶν τὸν λόγον, δυνατοὺς αὐτοὺς
25καλῶν καὶ πίστιν ὀνομάζων τὴν περὶ τῶν βρωμάτων γνώμην αὐτῶν, ἵνα μὴ δόξῃ τὰ Ἰουδαίων αὐτὰ ὡς ἂν οὐδενὸς ἄξια λόγου διασύρειν, ἐπήγαγεν τὸ ἑξῆς.
28tRöm 15,8
28 Τὰ μὲν οὖν προειρημένα, φησίν, εἴρητοί μοι τὸ ἄκαιρον ἐλέγχοντι τῶν μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν βουλομένων ἀντέχεσθαι τῆς τῶν
30νομικῶν παρατηρήσεως, ἐπεὶ καὶ ἄγαν ἄτοπον εἶναι νενόμικα μετὰ τὴν τελειότητα τῶν κατὰ Χριστὸν ἐπ’ ἐκεῖνα πάλιν δρομεῖν. ἐπὶ διαβολῇ
δὲ τῶν κατὰ τὸν νόμον ἔφην οὐδέν· τοὐναντίον γὰρ ἅπαντα ἐκεῖνα168

169

θαυμαστὰ καὶ μεγάλα εἶναι νενόμικα, εἰδὼς αὐτὰ διὰ τάξεις ὄντα θεοῦ, ὃς τὸν Ἀβραὰμ ἐκλεξάμενος ἐπαγγελίας πρὸς αὐτὸν ἐποιήσατο τοῦ ἐπιμελήσεσθαι μὲν τῶν ἐξ αὐτοῦ, ποιήσειν δὲ καὶ τὰ ἔθνη πάντα διὰ τῆς πρὸς αὐτόν τε καὶ τὸ αὐτοῦ σπέρμα οἰκειώσεως τῶν παρ’ αὐτοῦ
5τυχεῖν εὐλογιῶν, ὥστε ἅπαντας θεόν τε τῶν ἁπάντων αἴτιον ἐπι‐ γιγνώσκειν καὶ ποτέρα οἰκεῖον ἐπιγράφεσθαι τὸν Ἀβραὰμ περὶ πολλοῦ τὴν πρὸς τὸ σπέρμα αὐτοῦ τιθεμένους οἰκείωσιν. ἔδει μὲν οὖν τὰς πρὸς Ἀβραὰμ ἐπαγγελίας πέρας λαβεῖν περὶ τοῦ ἅπαντα τὰ ἔθνη δι’ αὐτοῦ τε καὶ τοῦ σπέρματος αὐτοῦ τυχεῖν τῶν παρὰ τοῦ θεοῦ εὐλογιῶν.
10ἐπειδὴ δὲ οἱ πλεῖστοι τῶν Ἰουδαίων οὐδὲν τῆς τοῦ θεοῦ κηδεμονίας ἄξιον διεπράττοντο, οὐδὲ ἔκβασιν αἱ τοῦ θεοῦ λαβεῖν ὑποσχέσεις διὰ τὴν ἐκείνων ἐδύναντο κακίαν, ὁ τοίνυν Χριστὸς ἐκεῖθεν κατὰ σάρκα τὸ γένος κατάγων, ἠνέσχετο δέξασθαι τὴν περιτομήν, καίτοιγε οὐδεμίαν ἔχων ἀνάγκην κατὰ τοὺς λοιποὺς Ἰουδαίους, οἳ διὰ τὴν οἰκείαν ἀγνω‐
15μοσύνην ἀναγκαίως ἐπὶ τῆς σαρκὸς τοῦ τρόπου τὸν ἔλεγχον φέρουσιν. τίνος γὰρ καὶ ἔδει τῶν ἔξωθεν τῷ Χριστῷ ἐπὶ τῆς οἰκείας γνώμης τάς τε ὑποσχέσεις βεβαιοῦντι καὶ τοῦ νόμου πληροῦντι τὸ βούλημα; ἀλλὰ καὶ τοῦτο εἵλετο ὥστε ἔχειν τῆς πρὸς τὸν προπάτορα ἐπαγγελίας τὸ σύμβολον, ἵνα ὅταν ἅπαντες ἐπὶ Χριστὸν πιστεύσωσι, τὸν
20ἐκ τοῦ Ἀβραὰμ τὸ γένος κατάγοντα ἐπαγόμενον μετὰ τῆς κατὰ τὴν φύσιν οἰκειότητος καὶ τὸ σύμβολον τῆς πρὸς ἐκεῖνον ὑποσχέσεως ἀληθῆ καὶ βεβαίαν τὴν ἔκβασιν δεχομένης, τὸ τοὺς ἀπ’ ἐθνῶν ἐπὶ τὸν Χριστὸν ἐκείνου σπέρμα τυγχάνοντα πιστεύσαντας ὁμοῦ τε τὸν Ἀβραὰμ ἐπι‐ γράφεσθαι πατέρα, καὶ διὰ τῆς πρὸς τὸν ἐξ αὐτοῦ οἰκειώσεως τῶν
25παρὰ τοῦ θεοῦ καλῶν ἀπολαύοντας, βεβαιοῦν τῶν εἰρημένων τὴν ἀλήθειαν. εἵλετο, φησίν, ὁ Χριστὸς τὴν περιτομὴν δεξάμενος ὥσπερ τις διάκονος γενέσθαι τῶν ὑποσχέσεων ἐπὶ τούτῳ δοθεισῶν τῷ συμβόλῳ, ὥστε τοῦ θεοῦ φανῆναι τὴν ἀλήθειαν πέρας τῆς πρὸς τοὺς πατέρας ὑποσχέσεως οὕτω λαμβανούσης. οὐκοῦν Ἰουδαῖοι μέν, ἐπειδὰν
30ἐκεῖθεν Χριστῷ πιστεύσωσιν, ἀκολούθως ἀπὸ τῶν καλῶν ἐπὶ τὰ κρείττω μεθίστανται, οἱ δέ γε ἀπὸ Ἑλλήνων προσιόντες φιλανθρωπίᾳ θεοῦ τὴν πρὸς ταῦτα οἰκείωσιν δέχονται. ταῦτα μὲν οὖν εἰς σύστασιν ἔφη τῶν κατὰ νόμον ἐπὶ τῷ δεῖξαι, ὅση τίς ἐστι τῶν Ἑλληνικῶν καὶ τῶν κατὰ Ἰουδαίους ἡ διαφορά, ὥστε μὴ ἀπὸ τῶν προειληφότων διασύρειν τὰ τοῦ
35νόμου δοκεῖν. ἀκολούθως δὲ πάλιν ἀσφαλίζεται τὸ μὴ Ἰουδαίοις ἀφορμὴν παρασχεῖν κατὰ τῶν ἀπ’ ἐθνῶν ὡς ἂν πρόσφατον δεδεγμένων καί φησιν.
38tRöm 15,9—12
38Ταύταις ἐχρήσατο ταῖς μαρτυρίαις, ὥστε δεῖξαι ὅτι ἀεὶ καὶ παρὰ
τοῖς προφήταις δεδοκίμασται τὰ ἔθνη ἀξιόπιστα εἶναι πρὸς τὸ τῆς169

170

εὐσεβείας μάθημα, εἰ δὴ βούλοιντο, εἴ γε καὶ εὐχαριστεῖν ἐπ’ ὄψεσι ταῖς ἐκείνων ὁ προφήτης ἐπαγγέλλεται, κοινωνεῖν τε τῆς εὐφροσύνης τῷ λαῷ προστάττονται καὶ ὕμνους ἀναπέμπειν θεῷ.
4tRöm 15,14
4Ἐπειδὴ ἀρκοῦσαν πεποίηται πρὸς αὐτοὺς τὴν διδασκαλίαν, ἐπὶ τὴν
5ἀσφάλειαν αὖθις ἀνατρέχει τοῦ οἰκείου προσώπου. εἰρήκει δὲ καὶ ἐπὶ τοῦ προοιμίου πολλὰ μέν, ὥστε μὴ αὐθαδείᾳ δοκεῖν ἐπιχειρεῖν τῇ πρὸς αὐτοὺς διδασκαλίᾳ παρὰ τοῦ μακαρίου Πέτρου παρειληφότας τῆς εὐσεβείας τὸ δόγματα, ἀπολογούμενος δὲ καὶ περὶ τοῦ μὴ ἀπεληλυθέναι ἄχρι τούτου, διὰ γραμμάτων δὲ καὶ νῦν αὐτοῖς διαλέγεσθαι. καίτοιγε
10πρὸς πολλοὺς ἀφικόμενος ἑτέρους, περὶ ἀμφοτέρων δὴ κἀνταῦθα διαλέγεται πρὸς τῷ τέλει λοιπὸν τῆς ἐπιστολῆς γενόμενος, πάνυ μὲν σπουδάζων δεικνύναι ὡς οὐδὲν ἐπιμέμφεται τοῖς τοῦ μακαρίου Πέτρου διδάγμασιν, ἀπολογούμενος δὲ ἑξῆς καὶ περὶ τοῦ μὴ ἀπεληλυθέναι πρὸς αὐτούς. ἐνταῦθα τοίνυν φησὶν ὅτι σφόδρα πέπεισμαι περὶ ὑμῶν,
15ὡς παντὸς ἀγαθοῦ μεστοὶ καθεστήκατε καὶ πᾶσαν ἔχετε τῶν προσηκόν‐ των τὴν γνῶσιν ὡς καὶ ἑτέρους δύνασθαι νουθετεῖν· τοιοῦτος γὰρ ὁ διδάξας ὑμᾶς.
18tRöm 15,15
18 Τολμηρότερον δ, φησίν, ἔγραψα ὑμῖν ἀπὸ μέρους. κολῶς τὸ ἀπὸ μέρους, ἵνα μὴ καθόλου δόξῃ τοῦτο ἀποφαίνεσθαι
20περὶ ἑαυτοῦ καὶ τὴν οἰκείαν ἐκβάλλειν οὕτω διδασκαλίαν, ἐπείπερ οὐδὲ ποιεῖν αὐτὸ ἐχρῆν, εἰ δὴ καθόλου τολμηρὸν ἐπεχείρει τοῖς μὴ προσήκου‐ σιν· νυνὶ γὰρ τῇ τοῦ ἀπὸ μέρους προσθήκῃ καὶ τὸ ἀναγκαῖον τῆς ἑαυτοῦ διδασκαλίας ἐνεδείξατο καὶ τὴν αἰτίαν σαφῆ πεποίηκε δι’ ἣν τολμηρότερον ἔφη γεγραφ[ηκ]έναι, οὐ τῷ αὐτοὺς διδάσκειν, ἀλλὰ τῷ
25μετὰ Πέτρον. δεικνὺς γοῦν τὸ τοῦ πράγματος ἀναγκαῖον ὡς ἐπανα‐ μιμνήσκων ὑμᾶς φησίν. καλῶς τὸ ἐπαναμιμνήσκων· οὕτω γάρ, φησίν, ἀποδέχομαι ἐκεῖνα καὶ θαυμαστὰ εἶναι ἡγοῦμαι, ὥστε οὐδὲ διδάσκειν ἐπαγγέλλομαι, ἀλλ’ εἰς ὑπόμνησιν ἄγειν ὧν μεμαθήκατε. καὶ δεικνὺς ὅτι ἁρμόττον αὐτῷ τὸ ποιεῖν τοῦτο, ἐπήγαγεν· διὰ τὴν
30χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ θεοῦ καὶ τὰ ἑξῆς. τῆς παρὰ τοῦ θεοῦ χάριτος ἠξιώθην, φησίν, εἰς τὸ ὑπηρετεῖσθαί με τῷ Χριστῷ τοῖς πανταχόσε ἀνθρώποις διαγγέλλοντα τῶν δι’ αὐτοῦ παρα‐ σχεθέντων ἡμῖν τὸ μέγεθος, ἐπὶ τὸ κἀκείνους πιστεύσαντας καὶ τῆς τοῦ πνεύματος ἀξιωθέντας χάριτος τῶν μελλόντων ἐπιτυχεῖν ἀγαθῶν.
35ἀναγκαίως οὖν καὶ τοῦτο ἐγχειρισθεὶς κέχρημαι τῇ πρὸς ὑμᾶς διδασκα‐ λίᾳ, οὐ καινόν τι διδάσκειν ὑπισχνούμενος, οὐδὲ ὅπερ οὐκ ἔγνωτε παρὰ
Πέτρου, εἰς ὑπόμνησιν δὲ τῶν προειληφότων ἄγων ὑμᾶς.170

171

(1t)

Röm 15,22
1 Διὰ τοῦτο, φησίν, ἐγὼ πρὸς ὑμᾶς ἐλθεῖν ἐπειχό‐ μην, ἐπειδὴ ὑμῖν μὲν ἀρκοῦντα τῆς εὐσεβείας διδάσκαλον ἀπέστειλεν ὁ θεὸς τὸν Πέτρον, ἐμὲ δὲ περὶ τὴν τῶν λοιπῶν ὠφέλειαν ἀσχολεῖσθαι ἠβούλετο.
5tRöm 15,24
5 Τὸ ἀπὸ μέρους εἶπεν ὡς καὶ αὖθις πρὸς αὐτοὺς γενησόμενος ἐπείπερ οὐχ ἅπαξ μόνον εἰς τὴν Ῥώμην ἀφίκετο ὁ μακάριος Παῦλος.
7tRöm 15,28
7 Καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον ἀντὶ τοῦ πληρώσας αὐτὸν λέγει, ἵνα εἴπῃ ἀποκομίσας καὶ δεδωκώς· εἰ γὰρ καὶ τῇ γνώμῃ τῶν δεδωκότων τέλειος ἦν ὁ καρπός, ἀλλὰ τῇ χρείᾳ
10ἀτελὴς οὔπω δεξαμένων ὧνπερ οὖν ἕνεκεν ἐδόθη. θαυμαστὴ μὲν οὖν ἡ πρόγνωσις τοῦ μακαρίου Παύλου οὕτως ἀκριβῶς ὑποσχομένου τὸ ἀπελεύσεσθαι πρὸς αὐτοὺς καὶ ἀπ’ αὐτῶν εἰς τὴν Σπανίαν, καὶ τοῦτο οὐκ εἰς ἅπαξ ἐμφήναντος ἔσεσθαι, ὅπερ οὖν τὸ ἀπὸ μέρους ἐμήνυσεν. ὑπερβολὴν δὲ ἔχει θαύματος τὸ ἑξῆς.
15tRöm 15,29
15 Σαφῶς δείκνυσιν ὡς καὶ τὸν τρόπον ἠπίστατο καθ’ ὃν ἔμελλεν ἀπιέναι πρὸς αὐτούς· τοῦτο δὲ ἦν τὸ δέσμιον αὐτὸν ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Ῥώμην ὑπὲρ τῆς εὐσεβείας ἀχθῆναι. ἦν δὲ καὶ τοῦτο οὐ μικρὸν εἰς ἀπόδειξιν τῆς γνώσεως ἣν περὶ τῶν μελλόντων ἐκέκτητο.
19tRöm 15,30—33
19Ὡς αὐτὸς ἐν πολλοῖς ἐξετάζεσθαι μέλλων θορύβοις, παρακαλέσας
20τε αὐτοὺς εἰκότως καὶ προσεύχεσθαι, τούτου γε ἕνεκεν ἐπεύχεται ἐκείνοις τὸ τῆς εἰρήνης ἀπολαύειν ἀεί, δεικνὺς ὅτι κἂν αὐτὸς ἐν τούτοις ὑπὲρ ἑτέρων ᾖ, τοὺς γοῦν λοιποὺς μετὰ πάσης ἀνέσεως τὴν εὐσέβειαν μετιέναι
εὔχεται.171

172

(1t)

Röm 16,3
1 Ἔοικεν οὗτος εἶναι οὗ καὶ ἐν ταῖς Πράξεσιν ὁ μακάριος μέμνηται Λουκᾶς, ὡς ἐλλογίμου καὶ ἀπὸ τῆς γνώσεως τῶν θείων γραφῶν συνέχοντος τοὺς Ἰουδαίους ἐν τοῖς ἐλέγχοις.
4tRöm 16,18
4Τὸ μὲν τῆς εὐλογίας, ἵνα εἴπῃ τῆς εὐφημίας καὶ τῆς κολακείας
5ἣν ἐπ’ ἀπάτῃ πολλάκις ἐποιοῦντο. λέγει δὲ περὶ τῶν ἀπὸ Ἰουδαίων, οἳ ἁπανταχόσε περιϊόντες τοὺς ἀπ’ ἐθνῶν πιστεύοντας τῆς νομικῆς ἔχεσθαι παρατηρήσεως πείθειν ἐπειρῶντο, οὓς αὐτάρκως διέσυρεν τῷ εἰπεῖν ὅτι τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ οὐ δουλεύουσιν ἀλλὰ τῇ ἑαυτῶν κοιλί, εἴγε ὑπὲρ τοῦ ἀπατῶντας δύνασθαι τὴν ἑαυτῶν
10γαστέρα πληροῦν πάντα ποιοῦσιν. ἔδειξε δὲ κἀν τούτῳ ὅτι σφόδρα ἐπαινεῖ τὰ Πέτρου διδάγματα, ὅπου γε ἐπ’ ἐκείνων αὐτοὺς βούλεται μένειν καὶ ἀποστρέφεσθαι τοὺς παρ’ ἐκεῖνά τι διδάσκειν ἐπιχειροῦντας.
13tRöm 16,23
13 Οἰκονόμον τῆς πόλεως καλεῖ τὸν βιωτικήν τινα ἐγκεχει‐ ρισμένον φροντίδα παρὰ τῶν ἔξωθεν ἀρχόντων ἐπὶ διορθώσει τῆς
15πόλεως. ἦν δὲ καὶ οὗτος τῶν πεπιστευκότων δηλονότι Χριστῷ.172