TLG 4135 009 :: THEODORUS :: Fragmenta in Matthaeum (in catenis)

THEODORUS Theol.
(Mopsuestenus: A.D. 4–5)

Cf. et THEODORUS Heracleensis vel THEODORUS Mopsuestenus Scr. Eccl. (2967)

Fragmenta in Matthaeum (in catenis)

Source: Reuss, J. (ed.), Matthäus–Kommentare aus der griechischen Kirche [Texte und Untersuchungen 61] Berlin: Akademie–Verlag, 1957: 96–135.

Citation: Fragment — (line)

1

(l)

Mt 1, 8
1 Ζητεῖται τίνος ἕνεκεν τούτων οὕτως ἐμνήσθη ὁ εὐαγγελιστής. δέον ἄρα, εἴπερ ἔφη ὅτι Ἰωρὰμ ἐγέννησεν, τὸν Ὀχοζίαν εἰπεῖν· Ὀχοζίας δὲ ἐγέννησεν τὸν Ἰωάς, Ἰωὰς δὲ ἐγέννησεν τὸν Ἀμασίαν, εἶτα κατὰ τάξιν τὴν ἀληθῆ καὶ προσήκουσαν εἰπεῖν· Ἀμασίας δὲ ἐγέννησεν τὸν
5Ὀζίαν.

3

(l)

Mt 1, 16
1 Θεόδωρος δὲ ὁ Μοψουεστίας τὴν πρὸ ταύτης ἀποδοκιμάζων 〈αἰτίαν〉 καὶ ταύτην ἐγκρίνων φησίν· τούτοις κατὰ τὴν ἐμὴν κρίσιν πείθεσθαι ἀναγκαῖον· τὸ γάρ τοι «ὡς ἐνομίζετο» παρὰ τῷ Λουκᾷ κείμενον—εἴ τις μὴ κατὰ τὴν προφορὰν ἐξετάζοι τὰ ῥητά, τὴν διάνοιαν δὲ καὶ τὸν
5τῶν γεγραφότων σκοπόν—οὐδὲν ἀπᾴδει τῶν παρὰ τῷ Ματθαίῳ κει‐ μένων· ὥσπερ γὰρ οὗτος εἶπεν τὸ «ὡς ἐνομίζετο», ἐπειδὴ μὴ ἀληθῶς υἱὸς ἦν τοῦ Ἰωσήφ, ἀλλ’ ἐνομίζετο παρὰ τοῖς πολλοῖς, οὕτως καὶ ὁ Ματθαῖος τὸ ἐγέννησεν μέχρι τοῦ Ἰωσὴφ εἰπὼν οὐκέτι ἐπήγαγεν, ὅτι Ἰωσὴφ ἐγέννησεν τὸν Χριστόν, ἀλλ’ Ἰωσὴφ τὸν ἄνδρα Μαρίας,
10ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ Χριστός. ὥσπερ οὕτως ἐνέφηνε τῇ μετα‐ βάσει, ὅτι ἐκ Μαρίας γεγέννηται, οὐκ ἐξ Ἰωσήφ, τοῦτο καὶ ὁ Λουκᾶς
τῇ προσθήκῃ «ὡς ἐνομίζετο» ἔδειξεν· δῆλον γὰρ ἐκεῖνο, ὅτι τὸ «ὡς ἐνομίζετο» περὶ τοῦ Χριστοῦ μόνον εἴρηται καὶ ἐπὶ τοῦ Ἰωσήφ, ὅτι «ἐνομίζετο» μὲν υἱὸς τοῦ Ἰωσήφ, οὐκ ἦν δέ· οὐ μὴν δὲ καὶ ἐπὶ τῶν96
15λοιπῶν κατὰ τὴν αὐτὴν ἀκολουθίαν νοεῖσθαι δύναται· ἀνέβη γὰρ μέχρι τοῦ «Δαβίδ», κἀκεῖθεν ἐπὶ τὸν «Ἀβραάμ», εἶτα ἐπὶ τὸν «Ἀδάμ». τίς δ’ ἂν εἴποι τὸν κατὰ σάρκα Χριστόν, ὅτι τούτων ἐνομίζετο υἱός; οὐχὶ δὲ ἦν ἐκεῖθεν κατάγων τὸ γένος οἷός τε εἰπεῖν, ὅτι ἕκαστος μὲν ἐνομίζετο εἶναι τοῦ προκειμένου υἱὸς οἷον ὁ «Ναθὰν» τοῦ «Δαβὶδ» ἢ ὁ «Δαβὶδ» τοῦ
20«Ἰεσσαὶ» καὶ οἱ λοιποὶ καθ’ ἑξῆς, οὐκ ἦσαν δὲ ἀληθῶς αὐτῶν υἱοί.

4

(l)

Mt 1, 18
1 Ὅτι δὲ τὸ πνεῦμα τὸ ἅγιον οὐ πατήρ, οὐχ υἱός, ἀλλὰ τρίτη τις παρὰ ταῦτα ὑπόστασις οὕτως ὑπὸ τοῦ σωτῆρος κληθεῖσα, δῆλον
5εἰπόντος τοῖς ἑαυτοῦ μαθηταῖς μετὰ τὸ ἀναστῆναι ἐκ νεκρῶν· «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ
10καὶ τοῦ ἁγίου πνεύματος»· δῆλον γάρ, ὅτι κἀνταῦθα τὸ ἅγιον πνεῦ‐ μα σημαίνεται, ἐπειδὴ ἡμῖν ἑτέρως εἰπεῖν καὶ καλέσαι αὐτὸ ἀδύνατον μὴ παρειληφόσιν ἑτέραν ὀνομασίαν
15ἰδίαν αὐτοῦ 〈τῆσ〉 ὑποστάσεως ἐκ τῆς θείας γραφῆς. σαφῶς δὲ ἡμῖν αὐτοῦ τὴν ἀξίαν ἐν τούτοις ὁ εὐαγ‐ γελιστὴς ἐδήλωσε κοινωνοῦντός τε καὶ συνεφαπτομένου τῆς τῶν ἁπάν‐
20των δημιουργίας, εἴπερ δὴ καὶ τὸν ναὸν τοῦ θεοῦ λόγου κατεσκεύασεν.

4,col2

Τὸ πνεῦμα τὸ ἅγιον μία τίς ἐστι τῆς τριάδος ὑπόστασις καὶ οὔτε πατὴρ ὀνομάζεται οὔτε υἱός, ἀλλ’ ἐξαίρετόν τι ὄνομα ἔχει τὸ
5καλεῖσθαι πνεῦμα ἅγιον, ὥς φησιν ὁ σωτὴρ πρὸς τοὺς ἑαυτοῦ μαθη‐ τάς· «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ
10υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος»· ὥσπερ γὰρ κοινωνόν ἐστι πατρί τε καὶ υἱῷ εἰς τὴν παντὸς δημιουργίαν, οὕτω καὶ τὸ ἐκ τῆς παρθένου τοῦ
σωτῆρος σῶμα κατεσκεύασεν.97

5

(l)

Mt 1, 21
1 Ἀντὶ τοῦ ἀθανάτους ποιήσει τοὺς ἀνθρώπους καὶ ἀτρέπτους ἀπαλλάττων αὐτοὺς τῆς ἁμαρτίας καὶ τῆς θνητότητος.

6

(l)

Mt 2, 1
1 τόνδε ὁ πατριάρχης Ἰακὼβ ἀκριβῶς χαρακτηρίζει τὸν χρόνον· «οὐκ ἐκλείψει» γάρ, φησίν, «ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ» ᾧ ἀπόκειται «καὶ αὐτός». ταύτας δὲ παρή‐ γαγεν τὰς μαρτυρίας ὥστε δεῖξαι καὶ ἀπὸ τούτων, ὅτι κατὰ τὰς προφη‐
5τικὰς φωνὰς ἅπαντα ἐγένοντο. τὸ μὲν γὰρ ὅτι ἀπὸ Βηθλεὲμ εἴρηκεν ὁ προφήτης, τὸ δὲ ὅτι ἐν ἡ μέραις Ἡρώδου ἡ τοῦ Ἰακὼβ ἐσήμανεν πρόρρησις. πρῶτον μὲν αὐτῶν ἐβασίλευσαν οἱ ἐκ τοῦ Δαβίδ, ἐκ τῆς Ἰούδα φυλῆς, τοῦ Λευὶ 〈ἀδελφοῦ〉 ἄχρι τῶν κατὰ Βαβυλῶνα πραγμάτων. μετὰ δὲ ταῦτα οἱ ἀρχιερεῖς αὐτοὶ καὶ τὴν ἡγεμονίαν εἶχον καὶ τοῦ γένους. οὗτοι
10δὲ ἦσαν μὲν ἐκ τῆς φυλῆς τοῦ Λευί, κατῆγον δὲ ἐκ τοῦ Ἰούδα τὸ γένος ἐπιμιξίας τῇ λευιτικῇ φυλῇ καὶ μάλιστα τοῖς ἀρχιερεῦσιν πρὸς τὴν βασι‐ λικήν, τοῦ Ἰούδα λέγω, γεγενημένης. μετὰ δὲ ταῦτα εἰς ἔριν ἐλθόντων Ἀριστοβούλου τε καὶ Ὑρκάνου τῶν ἀδελφῶν καὶ περὶ τῆς ἀρχῆς δια‐ μαχεσαμένων τέλος εἰς τὸν Ἡρώδην ἡ βασιλεία περιέστη οὐκ Ἰουδαῖον
15ὄντα τὸ γένος· Ἀντιπάτρου γὰρ ἦν υἱὸς Ἰδουμαίου τυγχάνοντος. οὗ δὴ κατὰ τὸν τῆς βασιλείας καιρὸν ὁ δεσπότης ἀνεφάνη Χριστὸς παυσαμένων τῶν ἐκ τοῦ γένους βασιλέων τε καὶ ἀρχόντων.

7

(l)

Mt 2, 2
1 Διὰ τοῦτο οἱ μάγοι ἐκήρυξαν τὸν Χριστὸν ὡς ἀνύποπτοι καὶ μὴ ὄντες ἐγχώριοι ὡς οἱ Ἰουδαῖοι, ἀλλ’ ἐκ μακρᾶς γῆς ἐλθόντες, ἵνα δια‐ φημίσωσι πᾶσι δι’ ὧν ὥδευον τὴν αἰτίαν δι’ ἣν ἀπῄεσαν εἰς τὴν Ἰουδαίαν.

9

(l)

Mt 2, 16
1 Οὐ μόνον τοὺς ἐν Βηθλεὲμ παῖδας, ἀλλὰ καὶ τοὺς ἐν τοῖς ὁρίοις αὐτῆς ἐκέλευσεν ἀναιρε‐ θῆναι οἰόμενος, ὅτι ἐν τῷ πλήθει
5τῶν αἱρουμένων συναναιρεθήσεται καὶ ὁ ζητούμενος. τοὺς ἀπὸ διε‐ τοῦς δὲ καὶ κατωτέρω ἐκέλευ‐ σεν σφαγῆναι· τοσοῦτον γὰρ ὑπώ‐ πτευσεν εἶναι χρόνον ἀπὸ τῆς κατὰ
10σάρκα γεννήσεως τοῦ Χριστοῦ πῇ μὲν τῶν μάγων βραδυνάντων ἐν τῇ ὁδοιπορίᾳ, πῇ δὲ καὶ αὐτοῦ ἀσχο‐ ληθέντος διὰ τὴν βασιλικὴν φρον‐ τίδα. πλὴν καὶ προσετίθη τῷ χρόνῳ
15διὰ τὸ ἐπιτυχεῖν τοῦ σκοποῦ. οὐκ ἔστι δὲ τῆς τῶν παίδων ἀναιρέσεως 〈αἰτία〉 ἡ τοῦ Χριστοῦ γέννησις, ἀλλ’ ἐκκάλυψις τῆς Ἡρώδου παιδο‐ φονίας τότε ἀφορμὴν λαβούσης τοῦ
20κακοποιῆσαι, ἐπείπερ καὶ οἱ τὸν Χριστὸν σταυρώσαντες οὐ τότε πονηροὶ γεγόνασιν, ὅτε εἷλον τὸν Χριστόν, ἀλλὰ πονηροὶ ὄντες τότε ἀφορμὴν ἔλαβον τοῦ ποιῆσαι τὸν
25φόνον. ὑπὲρ δὲ τούτου μέλλουσιν οἱ παῖδες ἀμοιβῆς τινος ἀγαθῆς τυχεῖν τὴν ἴσην τοῖς μάρτυσιν ἀξίαν ἀποφερόμενοι.

9,col2

Ὅσον γὰρ χρόνον ὑπώπτευσεν ὁ Ἡρώδης εἶναι ἀπὸ τῆς τοῦ Χριστοῦ γεννήσεως διὰ τῆς τῶν μάγων ἐλεύσεως, τοσούτων ἐτῶν
5παῖδας ἀποκτεῖναι παρεκελεύσατο. μὴ τοίνυν ὑπολάβῃς αἰτίαν εἶναι τῆς τῶν παίδων ἀδίκου σφαγῆς τὴν τοῦ Χριστοῦ γέννησιν, ἀλλὰ τὴν τοῦ Ἡρώδου ἀθεΐαν τε καὶ
10ἀνοσιότητα· οὐδὲ γὰρ οἱ τὸν Χριστὸν σταυρώσαντες τότε γεγόνασι πονη‐ ροί, ἀλλὰ προϋπάρχοντες καὶ καιροῦ λαβόμενοι ἑαυτοὺς ἐφανέρωσαν, οἵ‐
τινες ἦσαν.98

11

(l)

Mt 3, 2
1 Τὸ τῆς ἐπαγγελίας εἶδος σφόδρα ἐπαγωγὸν ἦν καὶ παραπεῖσαι δυνά‐ μενον 〈τοὺσ〉 μετὰ πολλῆς αὐτῷ προσελθόντας σπουδῆς, ἀφ’ οὗ παντελῆ τῶν ἁμαρτημάτων λαμβάνειν τὴν συγχώρησιν ἔμελλον.

12

(l)

Mt 3, 2—11
1 Καὶ τοῦτο δὲ οὐ παρέργως, ἀλλ’ ὡς ἐν μυστηρίῳ καὶ τύπῳ· καὶ γὰρ ἡ κάμηλος οὔτε τοῖς ἀκαθάρτοις τελείως κτήνεσιν, οὔτε τοῖς καθα‐ ροῖς συνηρίθμηται, μέσην δέ τινα τάξιν ἔχει καὶ ἐπαμφοτερίζει τοῖς ἰδιώμασιν· τὸ μὲν γὰρ ἀνάγειν μηρυκισμόν, τοῦτ’ ἔστιν ἀναφέρειν τὴν
5ἅπαξ καταποθεῖσαν τροφὴν καὶ πάλιν τοῖς ὀδοῦσι παραπέμπειν καὶ ἀνα‐ μασᾶσθαι τῶν καθαρῶν ἴδιον ζῴων, ὃ καὶ τῇ καμήλῳ πρόσεστιν· τὸ δὲ μὴ δίχηλον τὴν ὁπλὴν ἔχειν, τοῖς ἀκαθάρτοις προσπέφυκε. καὶ ἡ τῆς καμήλου δὲ βάσις κατὰ τὴν τῶν ὀνύχων προσβολὴν οὐ διῄρηται. ταύτης οὖν ἕνεκα τῆς αἰτίας ὁ Ἰωάννης τὰς τρίχας τοῦ ζῴου τούτου περιε‐
10βάλλετο δεικνὺς ὡς ἡ εὐαγγελικὴ κλῆσις καὶ ἣν ἐγγίζειν ἔλεγε βασι‐ λείαν θεοῦ καὶ τοὺς ἐκ τοῦ Ἰσραὴλ τοῦ καθαροῦ λαοῦ καὶ τοὺς ἐκ τῶν ἀκαθάρτων ἐθνῶν παραδέξεται καὶ ὅτι καὶ τούτοις κἀκείνοις ὁμο‐ τίμως ἐκήρυττε τὴν μετάνοιαν.

13

(l)

Mt 3, 15
1 Τὸ τοῦ Ἰωάννου βάπτισμα καὶ τέλειον ἦν ἅμα καὶ ἀτελές· τέλειον μὲν κατὰ τὴν νόμου παραγγελίαν, ἀτελὲς δέ, ὅτι οὐκ ἐδίδου ἁμαρτημάτων ἄφεσιν, ἀλλ’ ἐπιτηδείους πρὸς τὸ τέλειον ἐποίει. διὸ καὶ ὁ Χριστὸς τέ‐ λειος ὢν κατὰ τὸν νόμον τοῦτο ἐβαπτίσατο τὸ βάπτισμα, τοῦτ’ ἔστι τὸ
5τοῦ Ἰωάννου. καὶ τοῦτο ἐδήλωσε λέγων· οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν
πληρῶσαι πᾶσαν δικαιοσύνην.99

14

(l)

Mt 3, 15—17
1 Ζητεῖται παρὰ πολλοῖς, τί ποτε ἄρα ἦν τὸ βάπτισμα, ὅπερ ὁ κύριος ἐβαπτίσθη; τί οὖν ἐστιν; ὁ κύριος ἡμῶν καὶ σωτὴρ Ἰησοῦς Χριστὸς ὑπὲρ τῆς ἁπάντων σωτηρίας γενόμενος ἄνθρωπος καὶ δὴ βίου τινὸς παρα‐ δόξου μέλλων ἑαυτὸν ἀποφαίνειν ἀρχήν, (καθ’ ὃ καὶ ὁ Ἀδὰμ καλεῖται,
5ὥστε δι’ αὐτοῦ καὶ τῶν λοιπῶν ἀναστάντων ἀνθρώπων ἀρχὴν αὐτὸν τῆς ἀϊδίου γενέσθαι ζωῆς ἐκείνης, ὃν τρόπον ταύτης δὴ τῆς προσκαίρου ζωῆς καὶ θνητῆς ἀρχηγὸν τὸν Ἀδὰμ συνέβη γενέσθαι), ἅπαντα τὰ καθ’ ἡμᾶς ἐπ’ αὐτοῦ προετύπωσεν· ὥσπερ γὰρ ἀπέθανέ τε καὶ ἀνέστη ἐπειδὴ ἐμέλ‐ λομεν καὶ ἡμεῖς, οὕτως ἐπειδὴ τυπικῶς διὰ τοῦ βαπτίσματος ἀπὸ τοῦ
10παρόντος βίου μετοικιζόμενοι εἰς τὴν μέλλουσαν καθίστασθαι ζωὴν ἀναγ‐ καίως ἐμέλλομεν, ἐφρόντισε τοῦτο πρότερον ἐπ’ αὐτοῦ πληρωθῆναι. καὶ τοῦτο δὴ τὸ τῆς υἱοθεσίας βάπτισμα οἰκονομικῶς τὸ δι’ ὕδατος καὶ πνεύ‐ ματος πρῶτος ἀναδεξάμενος μέγα μὲν καὶ τίμιον ἔδειξε τὸ βάπτισμα ἐφ’ ἑαυτοῦ πρῶτος ὡς ἀληθῶς καταδεξάμενος. ἐπολιτεύσατο δὲ καὶ αὐτὸς
15τὴν ἔξω τοῦ νόμου τῆς χάριτος πολιτείαν, ἣν καὶ ἡμᾶς πολιτεύεσθαι ἔδει. πρέπον οὖν ἦν τὸν κύριον ταπεινοφρονοῦντα ὡς ἄνθρωπον ἕνα ἐκ τοῦ λαοῦ τῷ προφήτῃ καὶ βαπτιστῇ ὑποταγῆναι εἰς τὸ βάπτισμα, ἵνα ἁγιάσῃ τὰ ὕδατα καὶ τὴν διὰ λουτροῦ ἡμῖν παλιγγενεσίαν καὶ υἱοθεσίαν καὶ ἄφεσιν ἁμαρτημάτων καὶ ὅσα ἄλλα ἐκ τοῦ βαπτίσματος ἡμῶν ἀγαθὰ ἐδωρήσατο
20ὡς ἐν ἑαυτῷ προτυπώσῃ, αὐτὸς τούτων μηδενὸς ἐπιδεόμενος ὡς θεὸς καὶ «τὴν ἁμαρτίαν αἴρων τοῦ κόσμου». διὰ τοῦτο ἐβαπτίσθη ὁ Χριστὸς παρὰ Ἰωάννου οὐχ ὡς ἁμαρτίας ἔνοχος, ἀλλ’ ἵνα ὡς ἄνθρωπος πλη‐ ρώσῃ πᾶσαν δικαιοσύνην· δεύτερον, ἵνα μαρτυρήσῃ τῷ Ἰωάννῃ, ὅτι παρὰ θεοῦ ἀπέσταλτο πρὸς τὸ βαπτίζειν· τρίτον, ἵνα διὰ τῆς καθόδου
25τοῦ ἁγίου πνεύματος ἁγιάσῃ τὰ τοῦ Ἰορδάνου ὕδατα καὶ πάντες οἱ βαπτιζόμενοι ἐν αὐτῷ ἁγιασθῶσιν. ἀνοίγονται δὲ οἱ οὐρανοὶ καὶ τὸ πνεῦμα κάτεισι βαπτισθέντος αὐτοῦ καὶ φωνὴ ἔρχεται, ἵνα μὴ μείζονα αὐτοῦ τὸν Ἰωάννην ὑπολαμβάνοι τις· οὐ κρείσσων δὲ πάντως ὁ βαπτίζων
τοῦ βαπτιζομένου· οὐδὲ γὰρ Ἀνανίας Παύλου.100

15

(l)

Mt 3, 16
1 Διὰ τοῦτο περιστερᾷ ὡμοιώθη τὸ πνεῦμα τὸ ἅγιον, διὰ τὸ φιλό‐ στοργον, ὃ ἔχει περὶ ἡμᾶς, ὅτι ἀθετούμενος παρὰ τῶν ἀνθρώπων
5ὁ θεὸς οὐδὲν ἧττον πάλιν διὰ τὴν οἰκείαν ἀγαθότητα πλησιάζει τοῖς ἀνθρώποις· οὕτω γὰρ καὶ ἡ περι‐ στερὰ οὐκ ἀφίσταται τῶν συνήθων, κἂν ἀδικῶσιν αὐτὴν ἐκεῖνοι τὰ ἔκ‐
10γονα αὐτῆς ἀποσπῶντες ἐξ αὐτῆς.

15,col2

Ἐν εἴδει περιστερᾶς ἐφάνη τὸ πνεῦμα τὸ ἅγιον ὡς φιλόστοργόν τε καὶ φιλάνθρωπον καὶ πολλάκις ὑφ’ ὑμῶν ἀθετούμενον πάλιν ἔχε‐
5ται ἡμῶν καὶ εὐεργετεῖ διὰ τὴν αὐτοῦ ἀγαθότητα· ἡ γὰρ περιστερὰ φιλό‐ στοργον οὖσα καὶ φιλάνθρωπον ζῷον ὑπὸ τῶν ἀνθρώπων ἀδικου‐ μένη τὰ ἐκείνης ἔκγονα ἀποσπών‐
10των τε καὶ ἐσθιόντων οὐκ ἀφίσταται τῶν συνήθων, ἀλλ’ ἔχεται παν‐ τοίως.

16

(l)

Mt 3, 17
1 Διὰ τῆς τοῦ πατρὸς μαρτυρίας καὶ τῆς τοῦ πνεύματος καθόδου δείκνυνται τῆς ἁγίας τριάδος αἱ ὑποστάσεις· ἐμαρτύρησε γὰρ ἄνωθεν ὁ πατήρ, ὅτι ὁ μὲν βαπτιζόμενος θεὸς ἦν, ὁ δὲ βαπτίζων ἄνθρωπος. τοῦτο δέ, ἵνα μή τις ὑποπτεύσῃ, ὅτι Ἰωάννης μείζων ἦν τοῦ Χριστοῦ
5ὡς βαπτίζων αὐτόν. καὶ ἦν ὁ μὲν μαρτυρῶν ὁ πατήρ, ὁ δὲ υἱὸς ὁ μαρτυ‐ ρούμενος, τὸ δὲ πνεῦμα τὸ ἅγιον τὸ ὑποδεικνύον τὸν μαρτυρούμενον.

17

(l)

Mt 4, 1—2
1 Ἐπειδὴ γὰρ ὁ Ἀδὰμ ἐν παραδείσῳ καὶ τρυφῆς τυγχάνων ἐπὶ τὸ χεῖρον διὰ τῆς ἀπάτης ἐξέκλινεν, ἀναγκαίως τοῦτον εἰς τὴν ἔρημον ἀνάγει ὥστε μείζονι τῇ καρτερίᾳ τοῦ διαβόλου τὸν τόνον ἐκλῦσαι καὶ
νηστεύει μὲν νύκτας καὶ ἡμέρας τεσσαράκοντα.101

18

(l)

Mt 4, 2
1 Ὅτε ὁ Χριστὸς ἐπείνασεν, ὡς γέγραπται, τότε ὁ διάβολος ἐπι‐ τίθεται πειράσων, ἐπεὶ οὐδὲ πάνυ τεθαύμακε τὴν ἐν τεσσαράκοντα ἡμέραις νηστείαν γινώσκων τὸν Ἠλίαν τοσαύτας ἡμέρας νηστεύσαντα. διὸ καὶ θαρρήσας προσέβαλεν ὅμοιον ἐκείνῳ νομίσας εἶναι καὶ οὐ θεόν.

19

(l)

Mt 4, 4
1 Παιδευόμεθα ἐκ τῶν θείων γραφῶν, ὅτι μὴ μόνον ἄρτος οἶδεν τρέφειν τὴν σάρκα, ἀλλὰ καὶ ῥῆμα θεοῦ ψιλόν· εἰ γὰρ ἀποφήναιτο καὶ προστάξειεν ζῆν με καὶ ἄνευ τῆς τροφῆς, δυνατὸν αὐτῷ καὶ τοῦτο βουλομένῳ ποιεῖν.

20

(l)

Mt 4, 7
1 Εἰ ὡς θεὸς ὁ Ἰησοῦς κατηγωνίσατο τὸν διάβολον, οὐδὲν μέγα ἐποίει νικήσας τὸν πλασθέντα ἐξ αὐτοῦ ἄγγελον ἀποστάτην, οὐδὲ ἡ νίκη ἐπεγράφετο τῇ ἀνθρωπότητι· ἀλλ’ ὡς ἄνθρωπος τῇ ἀνεξικακίᾳ περι‐ εγίνετο αὐτοῦ παιδεύων ἡμᾶς, ὅτι τοῦ διαβόλου οὐ διὰ σημείων, ἀλλὰ
5δι’ ἀνεξικακίας καὶ μακροθυμίας περιγίνεσθαι χρὴ καὶ μηδὲν εἰς ἐπίδειξιν ποιεῖν καὶ φιλοτιμίαν ἁπλῶς.

21

(l)

Mt 4, 8
1 Ἠνείχετο δὲ ὁ κύριος τοῦ διαβόλου τῇδε κἀκεῖσε αὐτὸν περιάγοντος ὡς καὶ τῶν ἑλκόντων αὐτὸν «ἐπὶ σφαγὴν ὡς πρόβατον», ἵνα διὰ τῆς ἄγαν ταπεινοφροσύνης καθέλῃ τὸ ἐκείνου φρύαγμα μηδὲ ἐκ τούτου βλαβεὶς τὴν προαίρεσιν ἐν τῷ ἐφ’ ὃ αὐτὸν προεκαλεῖτο τρέχειν, μὴ μὴν
5ἡττᾶσθαι αὐτοῦ καὶ ὑπακούειν τοῖς ἐπιταττομένοις ὑπ’ αὐτοῦ.102

22

(l)

Mt 4, 8
1 〈Οἰκονομικῶσ〉 νοητέον τὸ ὅτι ὁ διάβολος «ἀπήγαγεν αὐτόν», ἐπειδὴ τοῦτο τοῦ Χριστοῦ προθυμουμένου ποιεῖν καὶ ζητοῦντος ᾠκονο‐ μεῖτο εἰς ἧτταν σαφῆ τοῦ μάτην ἐπιχειροῦντος πειράζειν. καὶ γὰρ ἐπὶ τοῦ Ἰὼβ λέγει, ὅτι «εἶπεν ὁ διάβολος τῷ κυρίῳ»· καίτοιγε τίς οὕτω
5εὐήθης, ὥστε οἰηθῆναι τῷ θεῷ διαλέγεσθαι τὸν διάβολον; ἀλλ’, ὅτι ἐβούλετο, συνεχώρει ὁ θεὸς εἰς ἀπόδειξιν τῆς στερρότητος τοῦ Ἰώβ. οὕτως κἀντεῦθεν τῷ διαβόλῳ περιάπτει, ὅπερ ἐκείνου βουλομένου γίνε‐ σθαι ὑπὲρ ἁπάντων ᾠκονομεῖτο. τὸ δὲ «ἔδειξεν» δῆλον, ὡς οὐ καθ’ ὑπόστασιν ἐδείκνυ, ἐπεὶ μηδὲ οἷόν τε ὄρος οὕτω εὑρεῖν ὑψηλόν, δι’
10οὗ πάντα τὸν κόσμον τῷ βουλομένῳ δυνατὸν κατιδεῖν, ἀλλὰ κατὰ φαντα‐ σίαν ὡς τὰ πολλὰ ἔθος δεικνύναι τοῖς δαίμοσιν οὗ δὴ γνώρισμα σαφὲς τὸ τοὺς γοητεύειν ἀκριβῶς ἐπισταμένους πολλὰ δεικνύναι οὐ παρόντων οὐδὲ γινομένων ὡς παρόντα τε καὶ γινόμενα.

23

(l)

Mt 4, 10
1 Παράπληκτος ὁ διάβολος τῷ θεῷ λόγῳ ἐπαγγελλόμενος διδόναι ἅπερ αὐτὸς ἐποίησεν. ἐπιπληκτικῶς δὲ ὁ κύριος τῷ διαβόλῳ λαλεῖ λέγων, ὅτι μόνῳ θεῷ ἐδιδάχθημεν προσκυνεῖν, οὐχ ἑτέρῳ· «πάντες» γὰρ αὐτοῦ «εἰσι λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς
5μέλλοντας κληρονομεῖν σωτηρίαν».

24

(l)

Mt 5, 13
1 Δεῖ οὖν ἀρετῇ ἰδίας φύσεως· τὸ ἅλας εἰς πολλὰ χρησιμεύει, παρα‐ τραπὲν δὲ ὁλοτελῶς ἄχρηστον ὡς μὴ δυνάμενον ἐξ ἄλλου τινὸς διόρθωσιν
λαβεῖν. διὸ καὶ ῥίπτεται ἔξω. οὕτως καὶ ὑμεῖς, ἐὰν ἐπιλάβησθε τῆς ἀρετῆς, καὶ ἑτέρους ὠφελήσετε· εἰ δὲ ἐκνεύσητε πρὸς ἃ μηδεὶς 〈φρόνι‐103
5μος ἐκνεύει〉 μὴ ὄντος ἄλλου τοῦ δυναμένου ὑμᾶς διορθώσασθαι, καὶ τιμωρηθήσεσθε.

25

(l)

Mt 5, 14
1 Ὥσπερ διὰ τοῦ φωτὸς ὁρᾷ τις ὅλα, οὕτω καὶ οἱ πειθόμενοι ὑμῖν δι’ ὑμῶν ὁρῶσι τὰ τῆς ἀρετῆς ἔργα.

26

(l)

Mt 5, 15
1 Μόδιον τὴν κακίαν εἶπεν, λύχνον δὲ τὴν ἀρετήν.

26,col2

Τί οὖν ἐστιν, ὅ φησιν ὁ σωτήρ· μόδιον ὑφ’ ᾧ τὸν λύχνον τι‐ θέασίν τινες; μόδιον μὲν τὴν κακίαν ἐνταῦθα λέγει, λύχνον δὲ
5τὴν ἀρετήν· καὶ καθάπερ οἱ μέλ‐ λοντές τι ποιῆσαι τῶν ἀθεμίτων ἐν σκότει πορεύονται ἐκκλίνοντες τὸ φῶς, οὕτως καὶ οἱ τὴν κακίαν ἐργα‐ ζόμενοι τὴν ἀρετὴν ὑπὸ ταύτην
10κρύπτουσιν ὥστε δοκεῖν μὴ κακὸν
ἐργάζεσθαι, ἀλλὰ μᾶλλον ἀγαθόν.104

28

(l)

Mt 5, 22
1 Τῷ δὲ εἰπεῖν τῇ κρίσει καὶ τῷ συνεδρίῳ καὶ τῇ γεέννῃ τοῦ πυρὸς τὴν αὐτὴν ἐπάγει κόλασιν· οὐδὲ γὰρ ἄλλο καὶ ἄλλο σημαίνει διὰ τῶν διαφόρων λέξεων οὔτε διάφορον τιμωρίαν. εἰ οὐκ ἐνδέχεται μωρὸν λέγειν, πῶς ὁ κύριος μωροὺς εἶπεν; μωρὸν τὸν ἀδελφὸν οὐ προσ‐
5ήκει καλεῖν· ὀργῆς γὰρ τὸ ῥῆμα καὶ οὐ δικαιοσύνης, ἀλλὰ καὶ ἀσεβές, ὅτε κατὰ ἁγίου λέγεται. ὁ δὲ κύριος τοὺς οὐδαμῶς ἰδίους αὐτῷ καὶ τῇ δικαιοσύνῃ μωροὺς ὀνομάζει δικαίως, οὐ πρὸς ὀργήν, ἀλλὰ πρὸς ἀλή‐ θειαν. γέεννα δέ ἐστι τὸ αἰώνιον κολαστήριον καὶ ταρταρῶδες.

31

(l)

Mt 5, 28
1Ὁ ἐμβλέψας πρὸς τὸ ἐπιθυμῆσαι τρόπον τινὰ ἠρεμοῦντα τὰ
πάθη διανύττει διὰ τοῦ ὁρᾶν.105

32

(l)

Mt 5, 31
1 Διὰ τὸ θέλειν ἄλλαις συνεῖναι ἐξέβαλε τὰς πρώτας καὶ διὰ τῆς μηχανῆς ταύτης οἱ μὲν ἐλάμβανον τὰς ἄλλων γυναῖκας, αἱ δὲ τοὺς ἀλλο‐ τρίους ἄνδρας.

33

(l)

Mt 5, 31—32
1 Τὸν δὲ περὶ ῥεπουδίων λόγον συνέμιξε τοῖς πόρνοις· οἱ γὰρ εἰκῇ ἀπολύοντες τὰς ἰδίας γαμετὰς διὰ τὸ θέλειν ἄλλαις συμμίγνυσθαι ἐποίουν τοῦτο. τὸ αὐτὸ δὲ καὶ αἱ γυναῖκες. τὴν οὖν ἐκβαλλομένην οὐ συγχωρεῖ γαμεῖσθαι, ἀλλὰ τὸν συνόντα αὐτῇ μοιχοῦ δίκας εἰσπράτ‐
5τεσθαι· εἰ γὰρ καὶ κατὰ τὸ φαινόμενον ἔξω ἐστὶ τοῦ ἀνδρός, ἀλλ’ οὖν κατὰ τὸ νοούμενον αὐτοῦ ἐστι σῶμα ἅπαξ ἐν πρώτοις διὰ θεοῦ τῇ συζυγίᾳ συναφθεῖσα καὶ συναρμολογηθεῖσα τῷ ἀνδρὶ ὡς «εἰς μίαν σάρκα». οὐκοῦν οὐδὲ ὁ ἀνὴρ ἄλλην δύναται γαμεῖν.

34

(l)

Mt 5, 40
1 Προσήκει τὴν πρὸς τοὺς ἐναντίους μὴ ἐκκλίνειν φιλονεικίαν; ὅταν ὑπὲρ τῆς εὐσεβείας τυγχάνῃ, μᾶλλον μὲν οὖν καὶ τὰ δεινὰ ὑπομένειν καὶ χαίρειν ἐπὶ τούτοις· εἰ δὲ ἕτερόν τι τῶν βιωτικῶν ὑπάρχει, ἡδέως παρα‐ χωρεῖν τῷ βουλομένῳ καὶ μηδ’ ὁπωστιοῦν ἀντιφθέγγεσθαι.

35

(l)

Mt 6, 24
1Μαμωνᾶς ἐστιν οὐ μόνος ὁ χρυσός, ἀλλὰ πᾶν εἶδος κάλλιστον τῶν
ἐπὶ γῆς.106

36

(l)

Mt 6, 34
1 Ἄρ’ οὖν κακώσεως καὶ μόχθου καὶ ταλαιπωρίας καὶ πόνου ἡ παροῦσα ἡμέρα.

37

(l)

Mt 6, 34
1ἡμέρα ἐστὶ τὰ πρὸς τὴν χρείαν, τὸ περὶ τῶν μελλόντων φροντί‐ ζειν.

38

(l)

Mt 7, 15—19
1 Ἄλλοι δὲ περὶ τῶν ἑτεροδιδασκάλων καὶ παραμιγνύντων τῇ ἀλη‐ θείᾳ τὸ ψεῦδος ταῦτα εἰρῆσθαί φασιν. καὶ ὡς οὐκ ἔστιν ἀπὸ δένδρου καλοὺς παρέχοντος καρποὺς κακίστους λαβεῖν οὐδὲ ἀπὸ τῶν ἀκάνθας φερόντων δέξασθαι σταφυλὴν ἢ συκῆν, οὕτως οὐκ ἔστιν ἀπὸ γνώμης
5πονηρᾶς λόγους ἀκοῦσαι καλοὺς οὔτε μὴν ἀπὸ γνώμης εὐσεβοῦς διδασκα‐ λίαν δέξασθαι κακήν. ἀσφαλισάμενος δὲ τοὺς λοιποὺς εἰς τὸ μὴ πεί‐ θεσθαι προχείρως ἀποτρέπει λοιπὸν καὶ τοὺς ἐγχειροῦντας τῇ τῶν χει‐ ρόνων διδασκαλίᾳ· πᾶν γάρ, φησίν, δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. ὥσπερ ἐπὶ τῶν ξύλων, φησίν, τὸ
10ἄκαρπον εἰς πῦρ βάλλεται, οὕτως καὶ ἐπὶ τῶν ἀνθρώπων ὁ μὴ τοὺς τῆς εὐσεβείας διὰ στόματος φέρων καρποὺς ἀκόλουθον δέξεται τὴν τιμωρίαν.

39

(l)

Mt 7, 26—27
1 Μωρὸς ἐπὶ ψάμμου οἰκοδομῶν ἐστιν, πάντες οἱ ποιοῦντές τι κακόν, ὃ οὗτοι ἄνευ κόπου ποιοῦσιν· ἄμμος δὲ ἡ εὐήθεια· μεγάλην δὲ λέγει τὴν πτῶσιν καὶ μετατραπέντων ὡς ἀπὸ τοῦ ὑψηλοτάτου πύργου
πεσόντων· οἱ γὰρ ἄπιστοι οὐ πίπτουσιν, ἀλλ’ ἀεὶ χαμαί εἰσιν.107

41a

(l)

Mt 8, 5—9
1 Παῖδα νῦν οἰκέτην λέγει, καὶ σαφῶς τοῦτο δηλοῖ ὁ Λουκᾶς δοῦ‐ λον αὐτὸν ὀνομάζων. συνέσεως δέ, φησίν, ἦν τὸ ἀπὸ τῶν καθ’ ἑαυτὸν
5εἰκότων λογισμῶν τοιαῦτα αὐτὸν πιστεῦσαι περὶ τοῦ Χριστοῦ. ἄν‐ θρωπος γάρ, φησίν, κἀγώ, ἀλλ’ ὅμως ὧν ἔλαβον τὴν ἐξουσίαν, τούτων κύριός εἰμι. ὥστε οὐδὲ
10ἀπεικὸς καὶ σὲ ταύτην εἰληφότα παρὰ θεοῦ τὴν ἐξουσίαν λόγῳ μόνῳ κελεύοντα ἀπελαύνειν τὰ πά‐ θη. οὐδὲ γὰρ ὡς υἱῷ θεοῦ καὶ πάσης ὄντι κυρίῳ τῆς κτίσεως προσ‐
15ῆλθεν ὁ ἑκατόνταρχος (τοῦτο γὰρ οὐδὲ τῶν μαθητῶν τότε ἦν
εἰδέναι πρὸ τοῦ σταυροῦ), ἀλλ’ ὡς ἀνθρώπῳ δι’ ἀρετὴν εἰληφότι παρὰ τοῦ θεοῦ μείζονα ἢ κατὰ ἄνθρω‐108
20πον ἐξουσίαν. ὅθεν οὕτω φησίν· καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι. ἐπειδὴ γὰρ εἶπε πρὸς αὐτὸν εἰπὲ λόγῳ, τοῦτο δὲ θεοῦ μόνου εἶναι ἐδόκει, καλῶς ἐπήγαγε τὸ καὶ γὰρ
25ἐγὼ ἄνθρωπός εἰμι, ἀντὶ τοῦ· οὐδὲν θαυμαστόν, εἰ τοῦτο δύνῃ ἄνθρωπος ὤν, λαβὼν παρὰ τοῦ θεοῦ, ἐπεὶ κἀγὼ τοῦτο ὢν λαμ‐ βάνω ὑπηκόους ὑπερέχων τῷ κε‐
30λεύειν ὡς βούλομαι. ταῦτα ὁ συνήθως τοῖς ἁγίοις πατράσιν ἐναντιούμενος, τοῖς δὲ ἐντυγχάνουσι συνιδεῖν καταλιμπάνω τῶν ἐξηγήσεων τὸ διάφορον, καὶ
35τίς ὁ μᾶλλον ἐφικνούμενος τῆς εὐαγγελικῆς καὶ ἀληθοῦς διανοίας.

42

(l)

Mt 8, 29
1 Ὡς οὖν καιρὸν ἔχοντες ἐν τῷ μεταξὺ ποιεῖν ἃ βούλονται περὶ τοὺς ἀνθρώπους κατεβόων τοῦ κυρίου ὡς ἂν πρὸ τοῦ προσήκοντος καιροῦ αὐτοὺς βιαζομένου καὶ τιμωρίαις ὑπάγοντος.

43

(l)

Mt 8, 30—31
1 Ζητεῖται τίνος ἕνεκεν ὁ κύριος τοῖς δαίμοσιν εἰσελθεῖν θελήσασιν εἰς τοὺς χοίρους ἐπέτρεψεν. μέγιστα κακὰ τοῖς ἀνθρώποις διετίθεσαν οἱ δαίμονες. ἐντεῦθεν δὲ πολλοὶ ὡς εἰκὸς συνεξήταζον πρὸς ἀλλήλους· τίνος ἕνεκεν ταῦτα ποιούντων ἀνέχεται ὁ θεός; βουληθεὶς οὖν ἅπασιν
5ὁ κύριος δεῖξαι καὶ ἥντινα τὴν ἀρετὴν κατὰ τῶν ἀνθρώπων οἱ δαίμονες
ἔχουσιν καὶ ὅτι πολλῷ ἐλάττονα ἢ βούλονταί τε καὶ δύνανται τοὺς ἀν‐ θρώπους ἐργάζονται κακὰ τῇ τοῦ θεοῦ κωλυόμενοι δυνάμει, ἐπὶ μὴ ἀνθρώπων ταύτην παρέσχετο τὴν ἀπόδειξιν. ἐπέτρεψεν δὲ αὐτοῖς εἰς τοὺς χοίρους εἰσελθεῖν, ὥστε ἀπὸ ἐκείνων τήν τε ὀργὴν φανῆναι τῶν109
10δαιμόνων καὶ τὴν δύναμιν· καὶ οἱ τοσούτους χοίρους συντόμως ἀφανί‐ σαντες οὐκ ἀδύνατοι τὰ αὐτὰ διατιθέναι τοῖς ἀνθρώποις καθέλκοντες αὐτοὺς καὶ πάντα πράττειν πρὸς αὐτοὺς ἅπερ βούλονται.

44

(l)

Mt 8, 34
1 Παρεκάλεσαν τοίνυν ἐφ’ ἑτέρους μεταβῆναι τόπους ὡς οὐκ ἄξιοι ὄντες τοσοῦτον ἀγαθὸν ἐπὶ τῆς οἰκείας ἔχειν χώρας, δείσαντες μήπου τι καὶ μεῖζον πάθωσιν ἀπὸ τῆς τοῦ παρόντος δυνάμεως τῶν οἰκείων ἁμαρτημάτων ἕνεκεν.

45

(l)

Mt 9, 5
1 Κατὰ μὲν τὴν προφορὰν ὁμοί‐ ως εὔκολα ἀμφότερά ἐστιν εἰπεῖν· ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· βλάσφη‐ μόν με νομίζετε ὡς ἐπαγγελλόμενον
5ἃ μὴ δύναμαι. οὐκοῦν εἰ μεγαλαυ‐ χίας τὴν φωνὴν ὑπολαμβάνετε εἶναι, τί νενόμισται ὑμῖν εἶναι εὐκολώ‐ τερον ἐπαγγείλασθαι τῶν ἁμαρτη‐ μάτων τὴν συγχώρησιν ἢ τῆς παρα‐
10λύσεως τὴν θεραπείαν; ἀλλὰ μὴν τοῦτο χαλεπώτερον εἰπεῖν τῷ μὴ δυναμένῳ, ἐγγύθεν τῆς ἀσθενείας αὐτοῦ τῶν ἀκουόντων λαβεῖν τὸν ἔλεγχον δυναμένων. ὅσῳ γὰρ ὑπ’
15ὄψεσι τὴν θεραπείαν πιστεύειν συμ‐ βαίνει, τοσούτῳ ῥᾴδιόν ἐστι τοῦ φθεγγομένου λαβεῖν τὴν ἀπόδειξιν, εἴτε δυνάμενος ἐπαγγέλλεται δικαίως εἴτε καὶ ψεύδεται ταῦτα ὑπισχνού‐
20μενος ἃ ἀδυνατεῖ ποιεῖν.

45,col2

Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· βλάσφημόν με νομίζετε ὡς ἐπαγ‐ γελλόμενον ἃ μὴ δύναμαι ἤγουν τῶν ἁμαρτημάτων τὴν ἄφεσιν· οὐ‐
5κοῦν εἰ μεγαλαύχου τὴν φωνὴν ὑπολαμβάνετε εἶναι, τί νενόμισται ὑμῖν εὐκολώτερον ἐπαγγείλασθαι τῶν ἁμαρτημάτων τὴν συγχώρησιν ἢ τῆς παραλύσεως τὴν θεραπείαν;
10ἀλλὰ μὴν τοῦτο χαλεπώτερον εἰπεῖν τῷ μὴ δυναμένῳ, τῶν ἀκουόντων ἐγγύθεν λαβεῖν τὸν ἔλεγχον τῆς ἀσθενείας αὐτοῦ δυναμένων, ἅτε ὑπ’ ὄψεσι οὔσης τῆς θεραπείας.
15ὥστε δὲ μὴ νομίζειν ὑμᾶς, ὅτι ὑπισχνοῦμαι τὸ ἀθέατον τοῖς ἀν‐ θρώποις, ὃ καὶ μὴ παρέχοντα λα‐ θεῖν δυνατόν, ὃ δύσκολον ἐπαγ‐ γείλασθαι τῷ μὴ δυναμένῳ, τοῦτο
20λέγω τε καὶ ποιῶ, ὥστε ἐντεῦθεν ὑμᾶς λαβεῖν τὴν ἀπόδειξιν δυνά‐
μεως τῆς ἐμῆς.110

46

(l)

Mt 9, 8
1 Θεῖον τὸ πρᾶγμα γινώσκουσιν, τὸν δὲ ποιήσαντα ὁρῶσιν ἄνθρωπον. διὰ τοῦτο ὡς δωρεὰν θεοῦ καὶ οὐχ ὡς αὐτοῦ δύναμιν θαυμάζουσιν.

47

(l)

Mt 9, 14—17
1 Ὥσπερ, φησίν, εἰ ῥάκος ἄγναφον ἐπιβληθείη ἐπὶ ἱματίῳ πα‐ λαιῷ, τῇ σιγηλῷ στερεότητι κἀκεῖνο διαρρήγνυσιν, οἶνός τε νέος εἰς ἀσκοὺς ἐμβληθεὶς παλαιοὺς τῇ οἰκείᾳ θερμότητι τοὺς ἀσκοὺς διαρ‐ ρήγνυσιν, οὐ δυνατὸν αὐτοὺς τοῖς παλαιοῖς δουλεύειν νόμοις· ὑμεῖς μὲν
5γὰρ τοῖς 〈παλαιοῖσ〉 εἰκότως ἀκολουθοῦντες ἔθεσι τὰς Μωσέως νηστείας φυλάττετε, οὗτοι δὲ ἐπειδὴ καινά τινα καὶ παράδοξα νόμιμα παρα‐ διδόναι μέλλουσι τοῖς ἀνθρώποις, ταῦτα μὲν οὐδαμῶς ἀναγκάζονται φυ‐ λάττειν. κατὰ καιρὸν δὲ μετὰ τῆς λοιπῆς ἀρετῆς καὶ τὴν νηστείαν ἐπι‐ δείξονται, οὐκ ἀνάγκῃ νομίμοις τισὶ καὶ ἔθεσι παλαιοῖς ὡς ὑμεῖς αὐτὴν
10φυλάττοντες· καὶ γὰρ ἡ τῶν ἐν νόμῳ νηστεία τούτῳ διενήνοχεν τῶν ἐν τῇ χάριτι νηστευόντων, ὅτι οἱ μὲν ὡρισμένας εἶχον τὰς νηστείας ἃς καὶ νηστεύειν πάντως αὐτοὺς ἐχρῆν καὶ μὴ βουλομένους, οἱ δὲ γνώμῃ μᾶλλον κατὰ τὸ δοκοῦν αὐτοῖς νηστεύουσιν ἀρετῆς αἱρέσει μετιόντες αὐτήν. εἰ δὲ καὶ ὡρίσθαι ὁ τῶν τετταράκοντα δοκεῖ καιρὸς δι’ ὑπόμνησιν τῶν κυρι‐
15ακῶν, ἀλλὰ καὶ ταύτην γνώμης μᾶλλον τὴν νηστείαν μετίοιμεν.

48

(l)

Mt 9, 15
1 Καὶ τοῦτο μὲν εἰκότως εἶπεν, ὥστε καὶ τὴν μεγαλαυχίαν αὐτῶν καθελεῖν καὶ δεῖξαι, ὅτι μὴ πρὸς τρυφὴν καὶ ἄνεσιν τοὺς οἰκείους χειρα‐ γωγεῖ μαθητάς, καιρὸς δέ τις μεθ’ ὃν ἐπιδείξονται τὴν ἀνδρείαν ἑαυτῶν καὶ τὴν ἐν τοῖς δεινοῖς καρτερίαν· δεικνύων δὲ λοιπὸν καὶ τὸ διάφορον
5τῶν μαθητῶν πρὸς αὐτούς, ὅτι τέως μηδεμία ἀνάγκη ὁμοίως αὐτοῖς, καὶ
οὗτοι νηστεύσουσί φησιν.111

49

(l)

Mt 10, 5
1 Ἐπειδὴ δὲ ἐν μέσῳ τῆς Ἰου‐ δαίας ἦσαν αἱ πόλεις τῶν Σαμαρι‐ τῶν, δι’ ὧν ἔδει διελθεῖν, εἶπεν· μὴ εἰσέλθητε, ἀλλ’ ἔξωθεν αὐτῶν
5διαβαίνετε· αἱ δὲ τῶν ἐθνῶν ἔξω ἦσαν, δι’ ὃ εἶπεν· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε.

49,col2

Οἱ Σαμαρεῖται πόλεις κατῴ‐ κουν ἐν μέσῳ τῆς Ἰουδαίας, δι’ ὧν ἀναγκαῖον ἦν τοὺς ἀποστόλους πορεύεσθαι. διὸ καὶ ἐκώλυεν αὐ‐
5τοὺς μὴ εἰσελθεῖν καὶ διὰ τοῦτο εἶπεν· μὴ εἰσέλθητε· ἐπὶ δὲ τῶν ἐθνῶν οὐκ εἶπεν· μὴ εἰσέλθητε, ἀλλὰ μὴ ἀπέλθητε.

50

(l)

Mt 10, 7
1 Διὰ τῆς σαρκώσεως ἦν ἐγγίσασα καὶ ἀεὶ μὲν ἦν ἐγγὺς Χριστὸς ὁ θεός.

51

(l)

Mt 10, 16
1 Αὕτη γὰρ ἡ περιστερὰ κἂν τοὺς νεοττούς τις ἀφέλῃ, αὖθις ἐπὶ τοῦ τόπου νεοττεύει. οὕτως, φησίν, καὶ ὑμεῖς ἐπιβουλευόμενοι παρὰ
5τῶν ἐναντίων μὴ ἀφίστασθε· μένετε δὲ παρ’ αὐτοῖς ἄχρις ἄν τινας ἐπὶ τὸ κρεῖττον τῇ διδασκαλίᾳ μετα‐ βάλλητε.

51,col2

Ἐάν τις τῆς περιστερᾶς ἀφαι‐ ρῆται τοὺς νεοσσούς, ἐν τῷ τόπῳ ἐκείνῳ πάλιν νεοττεύει. διὸ καὶ ὑμεῖς, φησίν, ἐπιβουλευόμενοί τε
5καὶ διωκόμενοι μένετε ἐν τῇ ἐμῇ πίστει καὶ μηδ’ ὅλως ἀφίστασθε. καὶ ὥσπερ ὁ ὄφις φεύγων καὶ κρύ‐ πτων ἑαυτὸν σῴζεται, οὕτω καὶ ὑμεῖς φεύγοντες τοὺς μέλλοντας ἀναιρεῖν
10ὑμᾶς ζήσεσθε.

52

(l)

Mt 10, 21—23
1Τοῦτο εἶπε πρὸς τὸ μὴ δάκνεσθαι αὐτοὺς λοιδορουμένους.112

53

(l)

Mt 10, 24
1 Ὑπὲρ τὸν ὄντως διδάσκαλον αὐτοῦ τῇ φύσει οὐκ ἔστιν μα‐ θητής· οὐδέποτε γὰρ ὑπερβήσεται τὸ φύσει ὂν ὁ θέσει πρὸς τοῦτο ὁμοιούμενος, ἀλλὰ τέλος αὐτοῦ ἀκρότατον ἡ ὁμοίωσις. διὰ τοῦτο καὶ ἕνα φησὶν εἶναι τὸν καθηγητήν, ἑαυτὸν εἶναι λέγων τὸν καθηγητήν· οἱ
5γὰρ ἐν ἀνθρώποις διδάσκαλοι τύπος μᾶλλον ἢ ἀλήθεια, ὅτι μεταδίδωσιν ἕκαστος ὃ προλαβὼν εἴληφεν. διὸ καὶ ὑπερβαίη τις ἂν μᾶλλον οἰκειωθεὶς τῷ δεδομένῳ ἀγαθῷ.

54

(l)

Mt 10, 25
1 Ταύτης τῆς λοιδορίας οὐκ ἔστι μείζων, εἴγε «ἄρχοντά» με «τῶν δαιμόνων» εἶπον, ὧν οὐδὲν χεῖρον. Βεελζεβοὺλ δὲ καταπίνοντα μυίας οἱ περὶ Ἀκύλαν ἐξέδωκαν ἢ ἄρχοντα νεκρῶν ὡς ἐν ταῖς Βασιλείοις εὕρομεν.

55

(l)

Mt 10, 26
1 Τάχα καὶ περὶ τοῦ καιροῦ ἐκείνου λέγει, «ὅτε κρινεῖ ὁ θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων» «καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανε‐ ρώσει τὰς βουλὰς τῶν καρδιῶν».

56

(l)

Mt 10, 28
1Διὰ δὲ τῆς γεέννης τὸ διηνεκὲς τῆς κολάσεως ἐδήλωσεν, γέενναν
εἰπὼν ὡς ἀναμένουσαν δίκην τῶν διὰ γεννήσεως τὴν ἀπόδοσιν δεχομένων. καὶ τοῖς ὀνόμασι δὲ πολλὴν ἔδειξε τοῦ τρόπου τὴν διαφοράν, ἐνταῦθα μὲν ἀποκτεννόντων εἰπών, ἐκεῖ δὲ ἀπολλυμένων οὐδέ ἐστιν ἔτι 〈σω‐113
5τηρία〉.

57

(l)

Mt 11, 2—3
1 Ἕτεροι δέ φασιν· ὅτι μὴ ἀγνοῶν μηδὲ μαθεῖν βουλόμενος τοὺς μαθητὰς ὁ Ἰωάννης ἀπέστειλεν, οἶμαι δῆλον εἶναι καὶ τῷ ποσῶς γοῦν ταῖς θείαις ἐνεσχηκότι γραφαῖς· τοῦτο γὰρ ἔργον ἦν αὐτοῦ τὸ δεῖξαι πᾶσι παρόντα τὸν Χριστόν. εὔηθες δὲ κἀκεῖνο, ὅτι μέλλων ὁ Ἰωάννης
5διὰ τοῦ θανάτου πρὸς τοὺς τετελευτηκότας χωρεῖν τούτους ἀπέστειλεν ἐρωτᾶν, εἰ αὐτὸς ἐκεῖνός ἐστιν ὁ μέλλων καὶ τοὺς ὑπὸ τοῦ θανάτου κρατουμένους ἐλευθεροῦν ὥστε κἀκείνοις εὐαγγελίσασθαι· ὁ γὰρ εἰπὼν «ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου» σαφῶς 〈ᾔδει〉 τὸ πάθος ὑπὲρ πάντων μᾶλλον προσάγεσθαι τῷ θεῷ. ὅλως δὲ εἴπερ
10ἠπίστατο αὐτὸν εἶναι τὸν Χριστόν, οὐδὲν ἠγνόει τῶν κατὰ τὸν 〈Χριστόν〉· ᾔδει γὰρ ἀκριβῶς ὅσα δι’ αὐτοῦ γενήσεται τοῖς ἀνθρώποις καλά, ἃ καὶ λέγοντα τοῖς ἀνθρώποις διαφόρως ἔστιν ἰδεῖν αὐτὸν ἀπὸ τῶν ῥηθέντων περὶ αὐτοῦ τοῖς εὐαγγελισταῖς. πῶς οὖν κάτοπτον τὸν Ἰωάννην, ὃς τοσαύτην εἶχε τὴν γνῶσιν περὶ τοῦ Χριστοῦ ὡς πολλὰ μὲν εἰπεῖν περὶ
15αὐτοῦ, δεῖξαι δὲ αὐτὸν καὶ παρόντα νῦν μετὰ τὴν μαρτυρίαν καὶ τὸ πλῆθος τῶν ῥημάτων ἐκείνων, ἀγνοεῖν τὰ κατὰ τὸν Χριστόν, ὑπονοεῖν 〈δὲ〉 καὶ βούλεσθαι μαθεῖν παρ’ αὐτοῦ; ὃ δὴ καὶ αὐτὸ πάλιν οὐκ ἀκόλουθον· οὐδὲ γὰρ ἄν τις τοσοῦτο πρᾶγμα βουλόμενος μαθεῖν αὐτῶν τινι τῶν περὶ 〈αὐτὸν〉 καθ’ ἑαυτὸν ἐχρήσατο μάρτυρι καὶ διδασκάλῳ. πρὸς τούτοις
20δὲ ὁ παρὼν βίος πολιτείας καιρός, μετὰ δὲ τελευτὴν κρίσις καὶ κόλασις. πλὴν ὁ τοῦ Χριστοῦ θάνατος οὐκ ἔλυσε τῶν προτετελευτηκότων ἁμαρτή‐ ματα· τὸ γὰρ εἰρημένον, ὅτι πύλαι χαλκαῖ καὶ μοχλοὶ σιδηροῖ συνεθλά‐ σθησαν, διὰ τοῦτο ἐλέχθη, ἐπειδὴ τοῦ σώματος τοῦ Χριστοῦ τότε πρῶτον ὀφθέντος ἀθανάτου ἐδείχθη ὁ θάνατος ἀνῃρημένος. τί οὖν; ἠδικήθησαν
25οἱ πρὸ τῆς παρουσίας Χριστοῦ; οὐδαμῶς. ἤρκει γὰρ αὐτὸ εἰς τὸ σωθῆναι τὸ μὴ εἰδωλολατρεῖν, ἀλλὰ τὸν ἕνα μόνον καὶ ἀληθῆ σέβειν θεόν. νῦν δὲ οὐκ ἀρκεῖ τοῦτο μόνον, ἀλλὰ καὶ τῆς τοῦ Χριστοῦ γνώσεως δεῖ. οὐκοῦν οὐ δεῖ εἰπεῖν, ὅτι «ἐν ᾅδῃ τίς ἐξομολογήσεταί σοι», ἐπεὶ πάντες ἐκεῖ
μετανοοῦσι καὶ οὐδεὶς τιμωρεῖται.114

59

(l)

Mt 11, 11
1 Ἂν μὲν κατὰ τὴν γέννησιν τὴν ἐκ γυναικὸς κρίνηται Ἰωάννης πρὸς τοὺς λοιποὺς ἀνθρώπους, πάντων εὑρεθήσεται μείζων, μόνος ἐν τῇ κοιλίᾳ τῆς μητρὸς πνεύματος ἁγίου πλησθεὶς ὡς «σκιρτῆσαι» μὲν αὐτόν, μετασχοῦσαν δὲ τούτου προφητεῦσαι καὶ τὴν μητέρα· ἐὰν δέ γε
5συγκριθῇ κατ’ αὐτὸ τοῦτο τοῖς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μετέχειν μέλλουσιν τοῦ πνεύματος, εὑρεθήσεται, 〈φησίν〉, ἐλάττων καὶ τοῦ πάντων ἐλάττονος, ἵνα εἴπῃ τῶν μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἀναγεννωμένων εἰς ἀφθαρσίαν, ὅτι οὔπω τοσαύτης μετέσχε χάριτος, ὥστε μὴ γεύσασθαι θανάτου. ἡ δὲ τότε τοῦ πνεύματος περιουσία τοσαύτη περὶ τοὺς ἀνθρώ‐
10πους ἔσται, ὥστε μηδὲ τὸν ἐλάττονος μετεσχηκότα δυνηθῆναι θανάτῳ λοιπὸν ὑποπεσεῖν.

61

(l)

Mt 11, 14
1 Ὥσπερ Ἠλίας πρὸς τῇ συντελείᾳ τοῦ παρόντος βίου ἐλεύσεται τὴν μέλλουσαν ἐμοῦ κηρύττων ἐπιφάνειαν ἐξ οὐρανῶν ἐσομένην, οὑτωσὶ δὲ καὶ οὗτος τέλος δοὺς τοῖς παλαιοῖς τὴν ἐμὴν εὐηγγελίσατο παρουσίαν, ἐφ’ οὗ καινή τις καὶ ἐν τύπῳ τῶν μελλόντων ἡ κατάστασις γίνεσθαι
5μέλλει.115

62

(l)

Mt 11, 19
1 Οἱ πρὸς τὸ ἀληθὲς ὁρῶντες, φησίν, ἀπεδέξαντο τὴν Ἰωάννου καὶ Χριστοῦ ἀγωγὴν ὡς μετὰ σοφίας τῆς τῶν βίων ἐναλλαγῆς οἰκονομηθείσης πρὸς ὠφέλειαν τῶν ὁρώντων· αὐτὸ γὰρ τοῦτο σοφίαν καλεῖ, τὰ σοφῶς γεγονότα· καὶ γὰρ εἰ καὶ μὴ Ἰουδαῖοι ἐπίστευσαν εἰς τὸν Χριστόν, μήτε
5διὰ τῆς Ἰωάννου νηστείας καὶ τοῦ ἐρημικοῦ βίου, μήτε διὰ τῆς συγκατα‐ βατικῆς διαίτης καὶ οἰκονομικῆς πολιτείας αὐτοῦ τοῦ δεσπότου Χριστοῦ, ἀλλ’ οὖν αὐτὸς ὁ πάντα σοφῶς ἐκτελῶν τῷ μηδὲν παραλιπεῖν τῶν συντε‐ λούντων εἰς ὄνησιν καὶ σωτηρίαν αὐτῶν ἐδικαιώθη ἀπ’ αὐτῶν. καὶ οὐκέτι λοιπὸν ἔχουσιν αὐτῷ ἐγκαλεῖν· πάντα γὰρ ἐξεπλήρωσε τὰ αὐτοῦ
10μηδὲ σκιὰν αὐτοῖς ἢ ἀγνωμοσύνης ἢ ἀχαριστίας καταλιπών.

63

(l)

Mt 11, 25
1 Σοφοὺς λέγει τοὺς Ἰουδαίους, «ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ» ἢ ὅτι σοφοὶ ἦσαν τοῦ κακοποιῆσαι· νηπίους δὲ τοὺς ἀποστό‐ λους.

64

(l)

Mt 11, 27
1 Εἰ πάντων ἐστὶ δεσπότης, μεμπτέοι οἱ μὴ ὑπακούσαντες καὶ ἐπε‐ γνωκότες τὸν πάντων κύριον.

65

(l)

Mt 11, 27
1Δεικνὺς καθόλου τῆς τε φύσεως αὐτοῦ καὶ τῆς ἀξίας τὴν ἰσότητα
καλῶς ἐπήγαγεν τὸ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι· ἐπειδὴ γὰρ εἶπεν ἄνω πρὸς τὸν πατέρα, ὅτι «ἀπεκάλυψας αὐτὰ νηπίοις», τὴν οἰκείαν γνῶσιν εἰσάγων ἐνταῦθα ἐπ’ ἴσης τῷ πατρὶ τὸ πᾶσιν ἄγνωστον116
5καὶ ἑαυτὸν εἶναι ἀπεφήνατο, εἴπερ δὴ αὐτὸν ὁ πατὴρ ἀποκαλύπτει οἷσπερ καὶ βούλεται. ἐπήγαγεν τὸ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι, τὸν πατέρα λέγων ὡς διὰ πάντων καὶ τοῦ ἀκαταλήπτου φανῆναι τὴν ἰσότητα καὶ τῆς ἐξουσίας τοῦ γνωρίζειν, τοῦ μὲν πατρὸς τὸν υἱὸν ἀποκαλύπτοντος, τοῦ δὲ υἱοῦ τὸν πατέρα, οἷς βούλεται.

67

(l)

Mt 11, 28—30
1 Πῶς οὖν ὅτι καὶ αὐτὸς πολλὴν ἀπαιτεῖ τὴν ἀκρίβειαν; οὔπω πεῖραν εἰλήφατε τῶν ἐμῶν καὶ διὰ τοῦτο οὕτως ταῦτα νομίζετε. εἰ δὲ ὑπο‐ βαίητε τὸν ζυγὸν τὸν ἐμὸν καὶ πιστεύσαιτε τοῖς παρ’ ἐμοῦ δεδομένοις, εὑρήσετε πλείστην οὖσαν τῶν παρ’ ἐμοῦ τε καὶ Μωσέως τὴν διαφοράν·
5παρ’ ἐμοῦ γὰρ ἀνεξικακία καὶ χρηστότης πολλή· πόσον γὰρ ὄγκον ἁμαρ‐ τημάτων ὁρῶν φόνους καὶ μονουχίαν καὶ τὰ τούτων ἀπορρητότερα 〈μακροθυμῶ〉 καὶ ἀνέχομαι τῶν 〈δρασάντων〉 οὐκ ἀπογινώσκων αὐτῶν, ἀλλὰ περιμένων, εἴ ποτε μεταμεληθεῖεν μεταβαλλόμενοί γε τὸν τρόπον, εὐθὺς ἀφίημι ἀμνηστείαν ἁπάντων ὁμοῦ χαριζόμενος αὐτοῖς. ὁ δὲ νόμος
10οὐχ οὕτως, ἀλλ’ εὐθὺς ὡς ἥμαρτε καὶ κολάζει τὸν ἡμαρτηκότα μετα‐ μέλειαν οὐκ εἰδὼς ἀπὸ τῶν ἑξῆς προλαβόντα ἀφιέναι οὐκ ἐπαγγελλό‐ μενος. πάλιν ἐγὼ τὴν διάθεσιν ἀπαιτῶν οὐ τοσοῦτον περὶ τὴν τῶν γινο‐ μένων ἐξέτασιν ἀσχολῶ, ὅσον ἀρκοῦμαι ψυχῇ γνησίᾳ γνώμῃ τὸ καλὸν αἱρου‐ μένῃ. ὁ δὲ νόμος καὶ ἐπὶ τοῖς μικροῖς κόλασιν ἐπάγει καὶ κατάρᾳ τοὺς παρα‐
15βαίνοντας ὑποβάλλει. ὁ μὲν οὖν ζυγὸς χρηστὸς διὰ τὴν συγχώρησιν, τὸ δὲ φορτίον ἐλαφρόν, ὅτι οὐ πλῆθος νομίμων καὶ παρατηρήσεις διάφοροι, ἀλλ’ αἱρέσεις ψυχῆς· καὶ πρὸ τοῦ καλοῦ τὸ κρεῖττον μετ’
ἀληθείας ἑλέσθαι καὶ τῆς θείας διαθέσεως.117

68

(l)

Mt 12, 29
1 Οἰκίαν ἐνταῦθα τὴν γῆν λέγει, σκεύη δὲ τοὺς ἀνθρώπους. οὐκοῦν ἐπειδὴ σκεύη τῶν δαιμόνων καὶ τοῦ διαβόλου γεγόνασιν οἱ ἄνθρωποι διὰ τῆς κακίας ὑπὸ τὴν ἐκείνου καταστάντες ἐξουσίαν, ἀδύνατον ἦν ἀφαιρεθῆναι τοὺς δαίμονας τὴν οἰκείαν κτῆσιν, ἀλλ’ ἢ πρότερον αὐτῶν ἡττη‐
5θέντων καὶ δεσμῶν περιβληθέντων εἰς τὸ μὴ δύνασθαι αὖθις ὑπὲρ τῶν ἰδίων διαμάχεσθαι κτημάτων. τοῦτο δὲ ὑπὸ τῶν δαιμόνων οὐκ ἄν ποτε ἐγένετο.

69

(l)

Mt 12, 33
1 Εἰ δὲ ταῦτα, φησίν, ἐπιτίμησις ἀλόγιστος εἶναι δοκεῖ καὶ οὐ τὸ πνεῦμα τὸ ἅγιον ἀληθῶς εἶναι τὸ βλασφημούμενον, τῷ δαίμονι τὸ ἔργον ἐπιτρέ‐ ψαντες ἅπαξ εἴπατε καὶ αὐτὸ τὸ γινόμενον εἶναι καλὸν ἢ κακὸν φάσκετε τὸ γινόμενον; εἰ δὲ τοῦτο οὐ φατέ (κάκιστον γὰρ ἀνθρώποις ὑπὸ δαι‐
5μόνων κρατεῖσθαι, καλὸν δὲ τὸ τοὺς δαίμονας ἀπελαύνεσθαι τῶν ἀν‐ θρώπων), πῶς δυνατὸν ἔργον οὕτω καλὸν ἐπιγράφειν τοῖς δαίμοσι, οὓς οὐκ ἄν ποτε εἴποιτε μὴ σφόδρα εἶναι κακούς; γνώρισμα γὰρ φύσεως δένδρου καρπός.

70

(l)

Mt 12, 34
1 Ὦ, φησίν, πάντων ἀνθρώπων πονηρότατοι καὶ κατὰ μηδὲν τῇ πονηρίᾳ τῶν ἐχιδνῶν ἀφεστηκότες, οὐ θαυμαστόν, εἰ μηδὲν φθέγγεσθε ἀγαθόν· ἕπεται γὰρ τῇ διαθέσει τῆς ψυχῆς τὰ ῥήματα· ἀλλὰ πῶς εὔφημα φθέγγεσθε τὰ χείρω προῃρημένοι καθάπαξ καὶ πρὸς τὸ χεῖρον ἐκκλί‐
5νοντες;

71

(l)

Mt 12, 46—50
1Ταῦτα εἶπεν οὐκ ἀποδοκιμάζων τὴν μητέρα καὶ τοὺς ἀδελφούς,
ἀλλὰ δεικνύς, ὅτι πάσης σωματικῆς συγγενείας προτιμᾷ τῆς ψυχῆς τὴν οἰκειότητα· πρὸς γὰρ τὸν οἰόμενον ὡς ἐπί τι σπουδαιότερον αὐτὸν καλεῖν τῶν οἰκείων τὴν ὁμιλίαν ἀναγκαῖον ἦν τοῦτο εἰπεῖν, ὁμοῦ καὶ εἰς διδα‐118
5σκαλίαν τῶν παρόντων· ὡς γὰρ αὐτὸς εἶπεν τοῖς μαθηταῖς· «ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος», οὕτως νόει μοι τὸν Ἰησοῦν προκρίνοντα τοὺς μαθητὰς ὑπὲρ μητέρα καὶ ἀδελφούς.

72

(l)

Mt 13, 11
1 Ἠρώτησαν αὐτὸν οἱ μαθηταί, τίνος ἕνεκεν διὰ παραβολῶν ποιεῖται τὴν διδασκαλίαν. ὁ δὲ ἐνδεικνύμενος διὰ τὸ τῶν ἀκουόντων ἀνάξιον ὑμῖν φησιν γνῶναι τὰ μυστήρια τῆς βασιλείας, ἐκείνοις δὲ οὐ δέδοται, ἵνα εἴπῃ, ὅτι ὑμεῖς ἄξιοι ὄντες πάντα μαθεῖν τὰ πρὸς διδα‐
5σκαλίαν συντείνοντα μαθήσεσθε καὶ τῶν παραβολῶν τὴν σαφήνειαν. πρὸς δὲ τούτους μετὰ παραβολῶν λαλεῖ, ἐπεὶ μηδὲ ἄξιοι μαθεῖν εἰσι διὰ τὴν κακίαν τοῦ τρόπου. εἶτα διὰ τῆς προφητικῆς φωνῆς τὴν κακίαν αὐτῶν ἐλέγχει ὡς πόρρωθεν κηρυττομένην καὶ παρὰ πᾶσιν ᾀδομένην μικροῦ τοῖς προφήταις.

73

(l)

Mt 13, 13
1 Διὰ δύο τούτων ἕνεκεν πολλάκις ἔθος αὐτῷ κεχρῆσθαι ταῖς παρα‐ βολαῖς, ἢ διὰ τὸ περὶ πραγμάτων λέγειν ἀφανῶν, ὥστε τῇ παραβολῇ φανερὰ ποιῆσαι τὰ ἄδηλα καθὼς δυνατόν, ἢ διὰ τὸ τῶν ἀκουόντων ἀνά‐ ξιον, ὅταν μηδὲν ὄφελος αὐτοῖς ἀπὸ τῶν λεγομένων γίνηται. ἔστι δὲ καὶ
5ἑτέρα τρίτη τῆς παραβολῆς αἰτία, τὸ ἐπ’ ἐλέγχῳ λέγοντά τι πολλάκις τῶν ἀκουόντων ἐκλύειν τῇ παραβολῇ τῶν ἐλέγχων τὸ αὐστηρόν, οἷον ὅταν λέγῃ τὸ κατὰ τὸν ἀμπελῶνα καὶ ὅτι «κακοὺς κακῶς ἀπολέσει» τοὺς γεωργούς, «τὸν» δὲ «ἀμπελῶνα ἐκδώσεται ἄλλοις»· ταῦτα γὰρ πρὸς
Φαρισαίους λέγων σαφῶς ἔφυγε τὸ τραχὺ τῶν ῥημάτων.119

74

(l)

Mt 13, 33
1 Ἀλεύρου σάτα τρία Ἕλ‐ ληνας, Ἰουδαίους, Σαμαρείτας φη‐ σίν· τούτοις τοῖς τρισὶν ἐμβληθεῖσα ἡ ζύμη μίαν τῶν ὅλων τὴν φύσιν
5εἰργάσατο καὶ τὴν πιότητα· εἰς ταῦ‐ τα γὰρ τοὺς ἀνθρώπους μεμερισ‐ μένους ἡ ἐμὴ διδασκαλία ἓν τῇ πράξει 〈ἐποίησεν〉· οὕτως καὶ ὁ ἀπόστολός φησιν· «ἐν» γὰρ «Χριστῷ
10Ἰησοῦ» οὐχ «Ἕλλην» οὐκ «Ἰου‐ δαῖος» καὶ τὰ ἑξῆς.

74,col2

Ἀλεύρου σάτα τρία Ἕλλη‐ νας καὶ Ἰουδαίους καὶ Σαμαρείτας ὀνομάζει· τούτοις τοῖς τρισὶν ἐμβλη‐ θεῖσα ἡ ζύμη ἓν φύραμα τὴν φύσιν
5πάντων εἰργάσατο.

75

(l)

Mt 13, 44—46
1 Ἐπειδὴ πολλοὶ τῶν ἀλλοτρίων πάντη τῆς εὐσεβείας ἐξαίφνης κατὰ θείαν χάριν ἔγνωσαν τοῦ Χριστοῦ τὸ μέγεθος ὡς πάντων καταφρονῆσαι τῶν παλαιῶν καὶ πρὸς ταύτην μόνον ἰδεῖν ὡς ἀληθείας καὶ σωτηρίας πρόξενον αὐτοῖς γενέσθαι δυναμένην, τοῦτό φησιν (ἤτοι τοῦ θησαυροῦ).
5εἶτα ἐπάγει πάλιν, ὅτι πολλοὶ δὲ καὶ σφόδρα περὶ τὴν εὐσέβειαν ἐσπουδα‐ κότες ἐγνωκότες τοῦ κηρύγματος τὸ μέγεθος τῶν παλαιῶν ἀποστήσονται, οἷος ἦν ὁ Παῦλος, πολλὴν μὲν ὑπὲρ τοῦ νόμου τὴν σπουδὴν ἐπιδεικνύ‐ μενος, ἐπειδὴ δὲ ἔγνω τούτου τὸ μέγεθος πάντων ὑπεριδὼν ἐκείνων ὡς αὐτὸν λέγειν «ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζη‐
10μίαν». καὶ πάλιν· «πάντα ἐζημιώθην καὶ ἡγοῦμαι σκύβαλα, ἵνα Χριστὸν κερδήσω». διὰ μὲν τῆς ἀνωτέρας τοὺς ἀπὸ Ἑλλήνων τῇ εὐσεβείᾳ προσ‐ τιθεμένους ἔοικε λέγειν, διὰ δὲ ταύτης τοὺς ἀπὸ Ἰουδαίων. ὅθεν αὐτοὺς ἐμπόρους ἐκάλεσεν ὡς ἂν τῇ μαθητείᾳ τοῦ νόμου περὶ τὴν εὐσέ‐
βειαν σπουδάζειν ἐπαγγελλομένους.120

76

(l)

Mt 14, 1—12
1 Ἕτερος ἦν Ἡρώδης ὁ βασι‐ λεύς, ἕτερος δὲ ὁ τετράρχης υἱὸς ὢν ἐκείνου· ἐπ’ ἐννέα γὰρ τοῖς ἔτε‐ σιν μετὰ τὸν Ἡρώδου θάνατον
5κατεσχηκότος Ἀρχελάου τὴν ἀρ‐ χήν, εἶτα ἀτίμως τῆς βασιλείας ἐκπεσόντος, διεῖλον εἰς τετραρχίας οἱ Ῥωμαῖοι τὴν βασιλείαν ἤτοι οὖν εἰς τέσσαρα μέρη, ὅθεν καὶ τετράρ‐
10χης ἕκαστος αὐτῶν ὀνομάζεται. συνέβη δὲ καὶ Ἡρώδην τὸν τοῦ Ἡρώδου τοῦ βασιλέως υἱὸν ἕνα ἐκείνων γενέσθαι μέρους τινὸς ἄρ‐ χοντα καὶ αὐτόν, ὃς καὶ ἀποκεφα‐
15λίσας τὸν Ἰωάννην δίκας ἔδωκεν οὐκ εἰς μακράν, ὡς ἀκριβέστερον μαθεῖν ἀπὸ τῆς τοῦ Ἰωσήπου γραφῆς δυνατόν. τινὲς δὲ καὶ βασι‐ λέα ἐκάλουν αὐτὸν εἴτε ἀπὸ τῆς
20τοῦ πατρὸς συνηθείας εἴτε καὶ ἀδε‐ έστερον ἔτι τῇ φωνῇ κεχρημένων, ὅθεν καὶ ὁ Μᾶρκος ἀδιαφόρως αὐτὸν βασιλέα ἐκάλεσεν, τοῦ Λουκᾶ ὁμοίως τῷ Ματθαίῳ ἀπὸ τῆς ἀξίας
25τετράρχην αὐτὸν ὀνομάσαντος. ἡ μὲν οὖν αἰτία τοῦ φόνου, ὅτι τοῦ Ἡρώδου τὴν γυναῖκα τοῦ ἰδίου ἀδελφοῦ—Φίλιππος δὲ ἐλέγετο —ἀφελομένου ζῶντος ἔτι καὶ θυ‐
30γατέρα ἔχοντος ἐξ αὐτῆς συνοι‐
κοῦντός τε αὐτῇ καὶ οὐκ ἐνεγκὼν τὸ μύσος ὁ Ἰωάννης ἤλεγχεν αὐτὸν ἐπὶ τῇ παρανομίᾳ. ὁ δὲ τὸν μὲν ἐλέγχοντα οὐ φέρων, δεδιὼς δὲ τὸν121
35ὄχλον, ὅτι μεγίστην εἶχεν περὶ αὐτοῦ δόξαν, ἀνελεῖν μὲν οὐκ ἐτόλ‐ μησεν καίτοιγε σφόδρα βουλόμενος, ἐγκαθείρξας δὲ αὐτὸν τῷ δεσμω‐ τηρίῳ τῶν γενεσίων αὐτοῦ τελου‐
40μένων καὶ τῆς θυγατρὸς τῆς Ἡρωδιάδος ὀρχησαμένης καὶ τὴν κεφαλὴν Ἰωάννου μισθὸν τῆς ἀσεβοῦς πράξεως αἰτησαμένης ἐπλή‐ ρου παρευθὺς τὴν οἰκείαν ἐπιθυ‐
45μίαν ὁ Ἡρώδης· κελεύει γὰρ τοῦ μακαρίου ληφθῆναι τὴν κεφαλήν. πρόσχημα δὲ τῶν παρόντων ἐν ἑκάστου ὅρκου τῇ ἀνάγκῃ ἐποιή‐ σατο λυπηθεὶς δῆθεν καὶ αὐτὸς

76

(50)

ἐπὶ τῷ γίγνεσθαι μέλλοντι. εἰ δὲ μὴ εἶπεν τοῦτο ὁ εὐαγγελιστής, ἀλλὰ τὸ ἐναντίον, ὅτι ἐλυπήθη, οὐ θαυμάζειν προσῆκεν· ἔφην γὰρ πολλάκις, ὅτι τοῖς εὐαγγελισταῖς
55ἔθος ἅπαντα, ὡς ἐγένετο, λέγειν· τὰ γὰρ πράγματα, οὐ τὰς αἰτίας ἑρμη‐ νεύειν οἰκεῖον ἐνόμιζον. ἀμέλει τῷ εἰπεῖν, ὅτι βουλόμενος αὐτὸν ἀπο‐ κτεῖναι τὸν ὄχλον ἐφοβήθη,
60ἐδήλωσε σαφῶς, ἣν Ἡρώδης εἶχε περὶ τούτου γνώμην, ἐπεὶ καὶ τοῦ ὅρκου μικρὸν φροντίσαι ἐξῆν αὐτῷ, ὡς πολλῷ χεῖρον εἰργάσασθαι φόνον ἀνδρὸς οὕτω δικαίου τολμήσας.

76,col2

Ἕτερος ἦν Ἡρώδης ὁ βασι‐ λεύς, ἕτερος δὲ ὁ τετράρχης υἱὸς ὢν ἐκείνου· ἐπ’ ἐννέα γὰρ τοῖς ἔτεσιν μετὰ τὸν Ἡρώδου θάνατον
5κατεσχηκότος Ἀρχελάου τὴν ἀρ‐ χήν, εἶτα ἀτίμως τῆς βασιλείας ἐκπεσόντος, εἰς τετραρχίας διεῖλον οἱ Ῥωμαῖοι τὴν Ἡρώδου βασιλείαν εἰς τέσσαρα μερισθεῖσαν καὶ τετράρ‐
10χης ἕκαστος αὐτῶν ὠνομάζετο ὡς τοῦ τετάρτου μέρους τὴν ἀρχὴν ἔχων. συνέβη δὲ καὶ Ἡρώδην τὸν τοῦ Ἡρώδου υἱὸν ἕνα ἐκείνων γενέσθαι μέρους τινὸς ἄρχοντα καὶ
15αὐτόν, ὃς καὶ ἀποκεφαλίσας τὸν Ἰωάννην δίκας ἔδωκεν οὐκ εἰς μακράν, ὡς ἀκριβῶς τὸν βουλό‐ μενον ταῦτα πάντα μαθεῖν ἀπὸ τῆς Ἰωσήπου γραφῆς δυνατόν. οὐκ
20ἐψεύσατο τοίνυν ὁ εὐαγγελιστὴς οὔτε ἐκείνου τὴν τελευτὴν τοῦ Ἡρώδου εἰπὼν οὔτε περὶ τούτου διηγησάμενος, ἀλλὰ γὰρ καὶ τετράρ‐ χην εἰπὼν σαφῶς ἕτερον ὄντα παρ’
25ἐκεῖνον ἐδήλωσεν. καίτοιγέ τινων καὶ βασιλέα καλούντων αὐτὸν εἴτε ἀπὸ τῆς τοῦ πράγματος συνηθείας, εἴτε καὶ ἀδεέστερον ἔτι τῇ φωνῇ κεχρημένων, ὅθεν καὶ ὁ Μᾶρκος
30ἀδιαφόρως βασιλέα αὐτὸν ἐκάλεσε τοῦ Λουκᾶ ὁμοίως τῷ Ματθαίῳ ἀπὸ τῆς ἀξίας τετράρχην αὐτὸν ὀνομάσαντος, ὡς καὶ παρὰ τοῦ Ἰωσήπου σαφέστερόν ἐστι μαθεῖν,
35οὐ τὸν ἄνδρα λέγοντος μόνον, ἀλλὰ καὶ τὴν πρᾶξιν αὐτοῦ διηγουμένου ταύτην καὶ προστιθέντος ἔτι καὶ τὴν τιμωρίαν, ἣν ἔδωκεν ὑπὲρ τού‐ του. ἀκούων τοίνυν τοῦ κυρίου τὰ
40θαύματα καὶ σφόδρα εἰδώς, ὅτι δίκαιον ὄντα μάτην ἀνεῖλε τὸν Ἰω‐ άννην, ὑπέλαβεν αὐτὸν ἐγηγερμένον ἐκ νεκρῶν ταῦτα ποιεῖν.

77

(l)

Mt 14, 1
1Ἕτερός ἐστιν Ἡρώδης ὁ βασιλεὺς καὶ ἕτερος ὁ τετράρχης
υἱὸς αὐτοῦ· μετὰ γὰρ τὸν τοῦ βασιλέως Ἡρώδου θάνατον εἰς τετραρ‐ χίας διεῖλον οἱ Ῥωμαῖοι τὴν βασιλείαν αὐτοῦ, ὁ δὲ τούτου υἱὸς ἓν μέρος τῆς τετραρχίας εἶχεν. οὗτος δὲ ἦν ὁ τὸν πρόδρομον καρατομήσας καὶ διὰ122
5τοῦτο δίκας ἔδωκεν οὐκ εἰς μακράν.

78

(l)

Mt 14, 25
1 Τετάρτην λέγει φυλακὴν τῆς νυκτὸς τὴν τριωρίαν τὴν μετὰ τὴν ἐνάτην ὥραν τῆς νυκτός.

79

(l)

Mt 15, 1—6
1 Πάντως ἐσπούδαζον ἄλλο τι τοῦ κυρίου διδάξαντος αὐτοὺς ἅπαν‐ τα ὡς ἔτυχεν πράττειν πρὸς τὴν χρείαν συντελοῦντα τοῦ σώματος,
5μόνης δὲ ἐπιμελεῖσθαι σφόδρα τῆς ἀρετῆς. θεασάμενοι οἱ Φαρισαῖοι τοῦ νίπτεσθαι οὐ ποιουμένους φρον‐ τίδα ἐνεκάλουν, ὅτι μὴ μέλει τοῦ πράγματος αὐτοῖς· οὐδὲ γὰρ τοῦτο
10εἴποι τις, ὅτι σπουδὴ πάντως ἦν αὐτοῖς μὴ νιπτομένους ἐσθίειν. τί οὖν πρὸς τοῦτο ὁ κύριος· διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐν‐ τολὴν τοῦ θεοῦ διὰ τὴν παρά‐
15δοσιν ὑμῶν; δείκνυσι δὲ καὶ βα‐ ρύτερον ἐκεῖ τὸ ἔγκλημα οὐ τῷ λύειν αὐτοὺς ἐντολὴν θεοῦ μόνον, ἀλλὰ καὶ ἐν τῷ τοιαύτῃ 〈χρῆσθαι〉· τοῦ θεοῦ γὰρ κελεύσαντος τιμᾶσθαι
20τοὺς γονεῖς παρὰ τῶν τέκνων καὶ οὕτως ὀφείλεσθαι αὐτοῖς τὴν τιμὴν ὡς καὶ τὸν μέχρι ῥήματος εἰς αὐτοὺς ἁμαρτάνοντα τῶν παίδων θανάτῳ κατακρίνει, ὑμεῖς φατε, ὅτι ἐπὶ τοῖς
25τέκνοις ἢ τιμῆσαι τοὺς γονεῖς ἢ μὴ καὶ οὐδὲν ἄτοπον ἐρεῖ τῷ ἑαυτοῦ πατρὶ εἰπὼν ὁ γεννηθεὶς ἐξ αὐτοῦ, ὅτι ὅπερ ἂν λάβῃς ἐξ ἐμοῦ, τοῦτο δῶρον κομίζει καὶ χάριν, ὀφείλεται
30δέ σοι τιμὴ οὐδεμία πληροῦν οὐ βου‐ λομένου. οὕτω ταῖς οἰκείαις παραδό‐ σεσιν ἀτιμάζετε τοῦ θεοῦ μεγίστου δωρεάς.

79,col2

Τὸ παραδεδομένον ἐξ ἀρχῆς τοῖς Ἰουδαίοις ἔθος οὐκ ἀνῄρουν οἱ ἀπόστολοι, ἀλλ’ ἃ παρέλαβον παρὰ τοῦ σωτῆρος ἐφύλαττον διδάγ‐
5ματα. ἓν δὲ καὶ τοῦτο ἐτύγχανε τῶν τοῦ Χριστοῦ παραδόσεων τὸ ὡς ἔτυχε πράττειν τὰ πρὸς τὴν χρείαν τοῦ σώματος καὶ μηδενὸς
ἐπιμελεῖσθαι πλὴν ἀρετῆς.123

80

(l)

Mt 15, 13—14
1 Φυτείαν ἐκάλεσεν ἠγνοημένην θεῷ τὰς παραφυάδας τῶν Φαρι‐ σαϊκῶν παραδόσεων τὰς φιλονείκως καὶ ἀκαίρως ἀπομενούσας τῷ γράμ‐ ματι καὶ οὐκ αὐτὸν τὸν νόμον τὸν παρὰ θεοῦ δοθέντα. μὴ γένοιτο· μὴ γὰρ δὴ τούτῳ τὰς μυσαρὰς γλώσσας καὶ θεομάχους οἱ Μανιχαῖοι προσ‐
5τεχνάσθωσαν. ἐπεὶ καὶ διὰ τοῦτο τυφλοὺς ἐκάλεσεν ὡς τῷ γράμματι τὸν ὀφθαλμὸν προσερείσαντας καὶ μὴ βουλομένους ἐπὶ τὸ πνεῦμα δια‐ βλέψαι καὶ τὸν ἔνδοθεν νοῦν.

81

(l)

Mt 15, 13—14
1 Μανιχαῖοι δὲ βουλόμενοι δεικνύναι τὸν νόμον οὐκ εἶναι τοῦ πατρὸς τοῦ Χριστοῦ ταύτῃ κέχρηνται τῇ μαρτυρίᾳ πλεῖστον ὅσον τῆς ἀληθείας ἀποσφαλέντες· οὐ γὰρ περὶ τῆς κατὰ νόμον λέγει διαγωγῆς, ἀλλὰ τῆς τῶν Φαρισαίων αἱρέσεως, οἳ ταῖς οἰκείαις ἐπινοίαις πλεῖστα ἐναντία τοὺς
5πειθομένους αὐτοῖς ἐξεπαίδευον, καθὼς καὶ αὐτὸς ὁ κύριος ἀνωτέρω φαίνεται σαφῶς ἐλέγχων αὐτούς. τοῦτο οὖν φησιν, ὅτι τὸ τούτων σύστημα οὐ παρὰ τοῦ πατρὸς καταστάν, ἀλλ’ ἀνθρωπίνως συστὰν ὑπεναντίως ταῖς τοῦ νόμου διατάξεσιν, ἃς ἔθετο διὰ Μωσέως τοῖς ἀνθρώποις ὁ πατήρ, λυθήσεται πάντως, κἂν μυρία μάχεσθαι δοκῶσι πρὸς τὴν ἀλή‐
10θειαν· ἀλλὰ μηδὲ τὸ ἑπόμενον αὐτοῖς πλῆθός φησιν πτοείτω ὑμᾶς·
πλανῶνται γὰρ κἀκεῖνοι ὡς εἰκός, ἐπείπερ οὐκ ἔστιν ὑπὸ πλανωμένου τὴν ἀλήθειαν ἐκπαιδεύεσθαι· ὥστε τὸ ἀληθὲς δοκιμάζοντας ἀκριβῶς οὐ τῷ πλήθει προσέχειν προσῆκεν, ἀλλὰ καταφρονεῖν ὁμοίως γε κἀκείνων καὶ τῶν διδασκόντων αὐτούς, προτιμοτέραν ἁπάντων τὴν ἀλήθειαν εἶναι124
15νομίζοντας.

82

(l)

Mt 15, 21—28
1 Ὁ δὲ κύριος ἰδὼν τῆς γυναικὸς τὴν πίστιν καὶ ὅτι ἀλλόφυλος ἦν ἀνεβάλλετο τῷ δοκεῖν τὴν θεραπείαν, ὁμοῦ μὲν Ἰουδαίοις ἐνδεικνύμενος τὸ μὴ ἐπ’ ἴσῳ αὐτοῖς καὶ τοῖς ἀλλοτρίοις τὴν θεραπείαν χαρίζεσθαι, ὁμοῦ δὲ καὶ τῆς γυναικὸς ἅπασι καταφανῆ τὴν πίστιν ἐργαζόμενος. ὅρα
5δέ, εἰ βούλει, διὰ πείρας αὐτῆς τὸ ἠγνωμονηκὸς καὶ τὴν πίστιν. τὸ μὲν γὰρ ἑλέσθαι καὶ ἐν κυνὸς τάξει καταλογισθῆναι τῷ κυρίῳ εὐλαβείας ἦν· τὸ δὲ οἰηθῆναι, ὅτι καὶ τὸ βραχύτατον αὐτοῦ τῆς δυνάμεως—τοῦτο γὰρ ψιχίον ὀνομάζει—ἱκανὸν τῆς θυγατρὸς αὐτῆς παρασχεῖν τὴν ἴασιν πίστεως ὑπερβαλλούσης. τὸ δὲ ἀπὸ τῆς λοιδορίας ἁρπάσαι τὴν οἰκείωσιν κα
10ποιήσασθαι ἀπόκρισιν συνέσεως εἶχε γνώρισμα. τί γάρ φησιν; ὅτι χάριν ἔχω καὶ ἐν κυνὸς εἶναί σοι τάξει· τέως γὰρ οὐκ ἀλλοτρία, ἀλλά τις οἰκεία ἀπὸ τραπέζης ἐσθίουσα τῆς δεσποτικῆς, εἰ καὶ μὴ τοῦ ἄρτου, ἀλλὰ τῶν γοῦν ψιχίων. τοσοῦτος δέ σου τῆς τραπέζης ὁ πλοῦτος, ὥστε ἀρκεῖν μοι καὶ ψιχία πρὸς ἀπόλαυσιν τῶν σπουδαζομένων.

83

(l)

Mt 15, 23—28
1 Ὅτε εἶδεν τοὺς συνηγόρους ἑαυτῆς ἀποτυχόντας ἡ γυνή, τότε πάλιν δι’ ἑαυτῆς αἰτεῖ καὶ οὐκ ἀπέστη, ἀλλ’ ὡς κυρίῳ λέγει βοήθει μοι, οὐ μὴν δεήθητι ὑπὲρ ἐμοῦ. εἶτα πάλιν φησὶν ὁ σωτήρ· οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. καὶ
5κύνα μὲν καλεῖ τὴν ἐθνικὴν διὰ τὸ τῆς ζωῆς ἀκάθαρτον καὶ τὴν περὶ εἰδω‐ λολατρίας λιχνείαν, τέκνα δὲ τοὺς Ἰουδαίους διὰ τὸ δοκεῖν ἀνακεῖσθαι θεῷ, ἄρτον δὲ καλεῖ οὐ μόνον τὴν διὰ λόγων διδασκαλίαν, ἀλλὰ καὶ τὴν διὰ σημείων τρέφουσαν τοὺς πιστούς. πρὸς κατάκριμα δὲ τῶν Ἰουδαίων προῆλθεν ὁ λόγος, ἐπείπερ δοθείσης αὐτοῖς τῆς ἐν κυρίῳ ζωῆς ὡς ἄρτου
10οὐ προσήκαντο. εἶτα οὐδὲ ὑβριζομένη ἀγανακτεῖ ἡ γυνή. τί οὖν ὁ σωτήρ;
ἐφανέρωσε τὸ ἐξ ἀρχῆς οἰκονομούμενον τῆς ἀποκρίσεως· διὰ τοῦτο γὰρ ἀνεβάλλετο, ἵνα τοῦτο ἀναβοήσῃ τὸ ῥῆμα ἡ γυνὴ καὶ ἐπιδείξῃ αὐτὴν μυρίων οὖσαν στεφάνων ἀξίαν· οὐ γὰρ ὡς μὴ βουλόμενος δοῦναι αὐτῇ τὴν χάριν ὑπερετίθετο, ἀλλ’ ἐκκαλύψαι αὐτῆς τὴν πίστιν προμηθού‐125
15μενος. τιμᾷ δὲ τοῖς ἐπαίνοις αὐτὴν τύπον ἐπέχουσαν τῆς ἐξ ἐθνῶν ἐκ‐ κλησίας. οὐκ εἶπε δέ· ἰαθήτω ἡ παῖς σου, ἀλλά· γενηθήτω σοι ὡς θέλεις, ἵνα δείξῃ, ὅτι ἡ δύναμις τῆς πίστεως αὐτῆς ἐξεβιάσατο τὴν θεραπείαν· εἰ δὲ καὶ πλειόνων ἀξία ἦν, ἀλλ’ ὃ ἤθελε τοῦτο ἐδόθη αὐτῇ.

84

(l)

Mt 15, 28
1 Εἰ μὲν γὰρ εὐθὺς προσελθούσης τοῦτο ἔφη, χαρίζεσθαι μᾶλλον ἐδόκει· νῦν δὲ τῇ ἀναβολῇ ἀπὸ τῶν ῥημάτων τῆς γυναικὸς τούτου δει‐ χθέντος καὶ ὁ ἔπαινος ἀκολούθως ἐπήγετο σύμφωνος ὢν τοῖς λεχθεῖσι καὶ ἡ θεραπεία προσεβεβαίου ἀμφότερα· καὶ Ἰουδαίοις μὲν κατηγορίας
5οὐκ ἀπελιμπάνετο πρόφασις, ὁ δὲ ἔλεγχος μείζων ἐγίνετο.

85

(l)

Mt 15, 34
1 Οὐκ ἀγνοοῦντος ἡ ἐρώτησις, ἀλλ’ ἐπὶ τὴν αἴσθησιν τῆς ἑαυτοῦ δυνάμεως ἐνάγοντος.

86

(l)

Mt 15, 34
1 Οὔπω τὴν βούλησιν συνῆκαν, ὅτι τὴν ἐπὶ ταῖς τροφαῖς αὖθις θαυ‐ ματουργίαν ὑπὲρ τῆς πίστεως ὁ κύριος ἐβούλετο παρασχέσθαι· καίτοι ἡ ἐπερώτησις εἰς τοῦτο αὐτὸ διανίστησιν ὡς ὁ Ἰωάννης διδάσκει, τὸ «πόθεν ἀγοράσωμεν ἄρτους, ἵνα φάγωσιν οὗτοι». καὶ μετ’ ὀλίγα· ἐβούλετο
5γὰρ διαγυμνάζεσθαι τὴν τῶν μαθητῶν ψυχὴν εἰς τὸ πιστεύειν τῇ θείᾳ αὐτοῦ δυνάμει, ὅτι μὴ λόγοις μόνον, ἀλλὰ καὶ ἔργοις τοὺς ἀκολουθοῦντας
ἐπαίδευεν.126

87

(l)

Mt 15, 36
1 Διὰ τί ἐδίδου τοῖς μαθηταῖς, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις; ἐπειδὴ καὶ τῷ κυρίῳ τὸ πρέπον φυλάττεται καὶ τοῖς μαθηταῖς· θεόν τε γὰρ διακονεῖσθαι πρέπει καὶ τοῖς διακονοῦσιν ἡ διακονία δόξα κατὰ τὸ οἰκεῖον τῆς μαθητείας τὴν λειτουργίαν ἀποτελοῦσι. καὶ τὸ διὰ μέσων
5τῶν ἁγίων εὐεργετεῖσθαι τοὺς ὑποδεεστέρους φυλάττεται καθάπερ ἐν ὑποπτώσει τινὶ μερικῇ. ὅρα δέ, ὅτι καὶ μέχρι τῆς χρείας ἡ μετάληψις, οὐχ ὥστε καὶ λαβόντας ἀπενέγκασθαι, καίτοι πολλῶν γενομένων λειψά‐ νων. ἀγαθὸν δὲ καὶ τοῦτο σύμβολον πρὸς τὸ τῇ χρείᾳ μετρεῖν τὴν ἀπό‐ λαυσιν καὶ μὴ πρὸς τὴν περαιτέρω τῆς χρείας πλεονεξίαν ἀπάγεσθαι.

88

(l)

Mt 15, 37—38
1 Διὰ τί ἐποίησε τὸ τῶν ἄρτων σημεῖον; πιστοποιῶν τὸν ὄχλον— ἄλευρον τῆς Σαραφθίας.

89

(l)

Mt 16, 1—4
1 Ἐλέγχει αὐτῶν τῆς αἰτήσεως τὸ προπετὲς φάσκων· τὸν μὲν ἀέρα κατά τινα τάξιν κινεῖσθαι νομίζετε ὡς ἀπὸ σημείων ὑμᾶς διακρίνειν πότε μὲν εὐδία, πότε δὲ χειμὼν ἔσται, ἐπὶ δὲ τῶν σημείων τάξιν τινὰ μηδε‐ μίαν εἶναι ὑπολαμβάνετε οὐδὲ καιρούς τινας, ἐν οἷς ποιεῖν ἢ μὴ ποιεῖν
5θαύματα προσῆκεν, ἀλλ’ ἁπλῶς ἀτάκτως καὶ ἄνευ τινὸς λόγου τοιοῦτο γενέσθαι πρᾶγμα, ὡς, ὁπότ’ ἄν τις αἰτοίη ἐπ’ οὐδὲν χρήσιμον πειρα‐ σμὸν ἢ τὴν αἴτησιν ποιούμενος, δεῖν πάντως ὥσπερ ἐπί τινος παιγνιᾶς
καὶ γίνεσθαι τὸ δοκοῦν τῷ αἰτοῦντι.127

90

(l)

Mt 16, 6—7
1 Φυλάττεσθαι τοίνυν τὴν διδασκαλίαν αὐτῶν καὶ μὴ ὑπάγεσθαι τοῖς παρ’ αὐτῶν λεγομένοις διδάσκει. οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες, ὅτι ἄρτους οὐκ ἐλάβομεν.

91

(l)

Mt 16, 14
1 Ἰδίως Ἰερεμίαν ὑπειλήφασιν τὸν Χριστόν· ἴσως πᾶς διὰ τὸ γινώσκειν τὸν κύριον αὐτοφυῆ τὴν σοφίαν ἔχοντα καὶ διδασκαλίας ἄνευ παραπλησίον γέ τι τοῦτο καὶ περὶ τὸν Ἰερεμίαν ἡγεῖτο, ὅτι παῖς εἰς προφητείαν ἐξείλεκτο καὶ χωρὶς ἀνθρωπίνης ἀγωγῆς ἀκολουθούσης προ‐
5φήτου μείζονος προφήτης ἦν.

92

(l)

Mt 16, 18—19
1 Τοῦτο οὐκ ἴδιον Πέτρου μόνου, 〈ἀλλ’ ἐπὶ〉 πάντας ἀνθρώπους ἐγένετο. ἀλλὰ πέτραν εἰρηκὼς τὴν ὁμολογίαν αὐτοῦ ἐπὶ ταύτῃ τὴν ἐκκλησίαν οἰκοδομήσειν ἀπεφήνατο, τῇ ἐπ’ αὐτὸν ὁμολογίᾳ τε καὶ πίστει λέγων. διὰ δὲ τοῦτο καὶ τὸν ταύτην ὁμολογήσαντα πρότερον τὴν
5φωνὴν ἀπὸ τῆς ὁμολογίας προσειπὼν περιῆψεν αὐτῷ καὶ ἐξουσίαν ταύτην ὡς ἂν προσεσομένην αὐτῷ, τὸ κοινὸν καὶ ἐξαίρετον τῆς ἐκκλησίας καλὸν ἐπ’ αὐτοῦ λέγων μόνον· ὡς γὰρ ἀπὸ τῆς ὁμολογίας, ἣ κοινὴ τῶν πιστευόντων ἤμελλεν ἔσεσθαι, τὴν προσηγορίαν ἔθηκεν αὐτῷ, οὕτως καὶ τὸ τῆς ἐκκλησίας· ἐξαίρετον ἐπ’ αὐτοῦ λέγει ὡς ἂν προσεσόμενον διὰ
10τὴν ὁμολογίαν αὐτοῦ, δεικνὺς μὲν ἀκολούθως, ὅτι κοινὸν τοῦτο τῆς ἐκκλησίας καλόν, ἐπεὶ καὶ τὸ τῆς ὁμολογίας αὐτῇ κοινὸν πρὸς Πέτρον ἤμελλεν γίνεσθαι. τοῦτο οὖν φησιν, ὅτι παρὰ τῇ ἐκκλησίᾳ τῆς βασιλείας τῶν οὐρανῶν ἡ κλείς· ὡς γὰρ ἐὰν ἔχῃ τις πρὸς ταύτην, οὕτως ἕξει καὶ πρὸς τὰ οὐράνια πάντως· ὁ γὰρ εἰς τὴν ἐκκλησίαν συντελῶν καὶ ταύτης
15εἰσγνωριζόμενος εἶναι τῶν οὐρανῶν ἐστι μερίτης καὶ κληρονόμος ὅ τε ταύτης ἀλλότριος ὅπως δήποτε καταστὰς οὐδεμίαν ἕξει πρὸς τὰ οὐράνια κοινωνίαν. ταύτῃ τῇ φωνῇ μέχρι τοῦ δεῦρο κατακολουθοῦντες οἱ τῆς ἐκκλησίας ἱερεῖς τοὺς μὲν οὐκ ἀξίους ἐκβάλλουσιν, τοὺς δὲ ὡς ἀξίους
διὰ μετανοίας γινομένους εἰσποιοῦσιν.128

93

(l)

Mt 16, 20
1 Ὅτε γὰρ εἷλον οἱ μαθηταὶ τὸ πνεῦμα, τότε τελείαν ἐδείξαντο τὴν περὶ τῆς τοῦ υἱοῦ θεότητος διδασκαλίαν ἐπιμαρτυροῦντος τοῦ πνεύματος διὰ τῶν γεγενημένων σημείων ἐπὶ τῷ ὀνόματι αὐτοῦ. ἔδει δὲ τοῦτο λαθεῖν καὶ τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου τοὺς κοσμοκράτορας, ἵνα παθὼν
5ὁ Χριστὸς καὶ ἀναστὰς ἀναμορφώσῃ ἐν ἑαυτῷ ἀνθρώπου ζωὴν καὶ ἀνακτίσῃ αὐτὴν εἰς τὸ ἀπαρχῆς τῆς φθορᾶς αὐτὴν ἀπαλλάττων. 〈αὕτη〉 σχεδὸν ἡ αἰτία τῆς παραγγελίας μηδέπω δεῖν λέγειν αὐτούς.

94

(l)

Mt 17, 10—11
1 Οὐκοῦν τῆς δευτέρας αὐτοῦ παρουσίας ἔσται πρόδρομος περὶ τὸν τῆς συντελείας καιρόν, ὅτε καὶ ἀποκαταστήσει πάντα πρὸς ἐπί‐ γνωσιν ἀληθῆ, πάντα τὸν πειθόμενον αὐτῷ ἀποκαθιστάς. οἱ δὲ γραμματεῖς ἀπατῶντες τὸν λαὸν ἔλεγον, ὅτι πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας ἔρχεται
5Ἠλίας. καὶ περιεφέρετο ὁ λόγος οὗτος καὶ ἐν τῷ ἀπείρῳ δήμῳ, ὃ καὶ ἐρωτῶσιν νῦν οἱ μαθηταί· πῶς οὖν αὐτὸ λύει;

96

(l)

Mt 18, 18
1 Καλῶς ἐπήγαγε καὶ τὸ ὃ ἐὰν λύσητε, δεικνύς, ὅτι ἐὰν μετα‐ μεληθέντας λύσωσιν, ἔχει τὴν ἰσχὺν τὸ γινόμενον ἅτε μιᾶς οὔσης ἐν οὐρανῷ καὶ γῇ τῆς ἐκκλησίας. τὸν ἐκ τῆς ἁμαρτίας δεσμὸν ὁ μὴ θελήσας
ἑαυτοῦ λυθῆναι, ἀλλὰ καὶ τὸν ἐκ τῆς ἀλλοτριώσεως τῶν ἁγίων ἐφελκυσά‐129
5μενος, οὗτος ἀλλότριος καὶ τῆς ἐν οὐρανοῖς ἐκκλησίας καὶ κατὰ τοῦτο δεσμώτης καὶ παρ’ ἐκείνῃ· ὡς εἴγε πρὸς τὴν λύσιν προθυμηθείη, καὶ τῆς τῶν ἁγίων λύσεως τύχῃ «κυρωσάντων ἐπ’ αὐτὸν» τὴν «ἀγάπην» ὡς ὁ Παῦλος ἐδίδαξεν, οἰκεῖος ἔσται καὶ τῇ κατ’ οὐρανὸν ἐκκλησίᾳ, λελυμένος ἀπὸ δεσμοῦ τοῦ τῆς κρίσεως.

97

(l)

Mt 19, 23—26
1 Ἐπειδὰν ἀναστῇ μὲν αὐτὸς ἀπὸ τῶν νεκρῶν, ἡ δὲ τοῦ πνεύματος κάθοδος διὰ τῶν ἐπιτελουμένων θαυμάτων ἀκριβῆ πᾶσι τῆς ἀναστάσεως ἐργάσηται τὴν πίστιν, τότε ὄψεσθε πολλοὺς ὑπὲρ τῶν μελλόντων ῥᾳδίως τῶν παρόντων ὑπερορῶντας. ὃ δὴ καὶ γέγονεν ὡς Λουκᾶς φησιν ἐν ταῖς
5Πράξεσιν.

98

(l)

Mt 19, 29
1 Πρὸς τὸ καὶ ἀτελεύτητον λαβεῖν ζωήν, ὅ ἐστιν ἐν ἀπολαύσει εἶναι ἀεὶ καὶ ἐν τρυφῇ καὶ τῶν ἀγαθῶν μηδέποτε στέρεσθαι· τοῦτο γὰρ ἡ ἀληθὴς ζωή, ἐπεὶ καὶ οἱ ἁμαρτωλοὶ ζῶσιν· πάντες γὰρ ἀνιστάμεθα, ἀλλ’ ἐπειδὴ ἐν ἀλήκτοις βασάνοις ἔσονται, ἐν θανάτῳ λέγονται εἶναι, οἷς
5πολλῷ βελτίων ὁ θάνατος τῆς τοιαύτης καταστάσεως.

99

(l)

Mt 23, 15
1 Πολλὴν ἐπιμέλειαν ἐπιδείκνυσθε, φησίν, ὥστε τινὰ τῶν ἀλλοτρίων τοῦ Ἰσραὴλ ἐπὶ τὴν εὐσέβειαν ἀγαγεῖν καὶ ποιῆσαι προσήλυτον· ἐπειδὰν δὲ τοῦτον τέλειον ποιήσητε καὶ τῆς εὐσεβείας οἰκειότατον, τότε
διὰ τῶν ὑμετέρων πράξεων υἱὸν γεέννης αὐτὸν ἐργάζεσθε.130

100

(l)

Mt 23, 23—24
1 Ἀκριβεῖς μέν ἐστε, φησίν, τὰς δεκάτας ἀπαιτεῖν ὡς μηδὲ τοῦ ἡδυόσμου ἢ τοῦ κυμίνου τῆς δεκάτης παραχωρεῖν, τῆς δὲ τοῦ δι‐ καίου ἐπιμελείας οὐδένα ποιεῖσθε λόγον καὶ τῆς περὶ τὸν πλησίον ἀγάπης καὶ τοῦ βεβαίαν ἔχειν περὶ τὸ θεῖον τὴν πίστιν, ἅπερ δεῖ ποιεῖν καὶ
5οὕτως, εἰ ἄρα, τὰ μικρά. νῦν δὲ τοὐναντίον· περὶ μὲν τὰ εὐτελῆ τοῦ νόμου ἄγαν ἀσχολεῖσθε ὡς φιλοκερδεῖς, ὅπερ ἐστὶ διυλίζειν τὸν κώνωπα, τὰ δὲ μεγάλα παραπέμπεσθε, ὅ ἐστι τὴν κάμηλον καταπίνειν.

101

(l)

Mt 24, 12—15
1 Περὶ τῆς τοῦ κόσμου συντελείας ταῦτα εἰρῆσθαί φασιν, οὐ περὶ τῆς τῶν Ἱεροσολύμων. τῆς δὲ ἀληθείας τῶν μετὰ πολὺ ἐκβησομένων χρόνων ἐγγύθεν τὴν ἀπόδειξιν παρεχόμενος μεθίστη τε ἐπὶ τὰ Ἰουδαίων καὶ τὴν ἅλωσιν τῆς Ἰερουσαλήμ· οὐ γὰρ ταῦτα οὕτως ἐκβάντα ὡς Ἰησοῦς
5ἔφη θεασάμενοι καὶ περὶ τῶν εἰς ὕστερον εἰρημένων πιστεύειν ὡς ἐσο‐ μένων ἤμελλον εἰκότως. διὸ ἐπάγει, φησίν, ὅταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, καὶ τὰς τοῦ Καίσαρος εἰκόνας βδέλυγμα ἐρη‐ μώσεως καλέσας.

102

(l)

Mt 24, 29
1 Οἱ τὴν ἐκπύρωσιν εἰσάγοντες τοῦ κόσμου Ἑλλήνων σοφοὶ τὰ μὲν περὶ ἡλίου καὶ σελήνης εἰρημένα δέχονται, οὐκέτι δὲ καὶ τὴν ἐξ οὐρανοῦ τῶν ἀστέρων πτῶσιν ὁμολογοῦσιν ὡς ἀγνοοῦντες τὴν τοῦ θεοῦ δύναμιν καὶ ὅτι πάντα τῷ θελήματι αὐτοῦ ἀκολουθεῖ.

103

(l)

Mt 24, 48—49
1Τὸ μὲν οὖν λέγειν τὸν κακὸν δοῦλον, ὅτι χρονίζει, ὁ κύριος
τέθεικε σημαίνων, ὅτι οὐκ ἄλλως ἁμαρτάνουσιν, ἀλλ’ ἢ τῷ μὴ παρεῖναι τὸν κριτὴν μηδ’ ὅλως ἔσεσθαι κρίσιν ἐννοεῖν αὐτούς· τὸ δὲ τύπτειν τοὺς συνδούλους λέγει τὴν μεγίστην γίνεσθαι τοῖς ἀρχομένοις βλάβην131
5κατὰ ψυχὴν διὰ τῶν σφαλμάτων τῶν διδασκόντων.

104

(l)

Mt 25, 1—13
1 Δείκνυσιν ὡς οὐδὲ τὸ ἀρετῆς ἐπειλημμένον ἀσυμπαθῶς περὶ τοὺς ὑπηκόους ἔχειν ἄμεμπτον εἶναι ποιεῖ. ὅθεν ἀντιπαρεξετάζων αὐτοῖς τοὺς μετὰ τῆς ἀρετῆς καὶ τὴν περὶ ἑτέρους συμπάθειαν ἐπιδεικνυμένους, παρθένους μὲν τούτους κἀκείνους ἐκάλεσεν ὡς ἐναρέτους ὁμοίως, ἀλλ’
5ἐκείνους μὲν φρονίμους καὶ ἔλαιον ἐπαγομένους ὡς ἂν καλῶς συνιέντας, ὅτι συγγνωμονικῶς προσήκει τὰ τῶν ὑπηκόων πταίσματα κρίνειν πρὸς ἀνθρωπίνην φοροῦντας ἀσθένειαν, πολλῇ διὰ πάντων τῇ φιλανθρωπίᾳ τοῦ θεοῦ περὶ τοὺς πεπτωκότας χρησαμένου, ὡς ἁπάντων ἄμεινον ἰδεῖν ἐστι τῶν πραγμάτων· τοὺς γάρτοι προεστάναι λαῶν ἠξιωμένους μάλιστα
10πάντων τὴν περὶ ταῦτα γνώμην μιμεῖσθαι πρέπει τοῦ θεοῦ. ὅθεν καὶ λαμπρὰς εἶναι τὰς λαμπάδας αὐτῶν ἀπεφήνατο ὡς ἂν πανταχόθεν πολλὴν τὴν παρρησίαν ἔχοντας, μωροὺς δὲ τούτους, οἳ οὐ συνῆκαν, ὅτι τὸ πικρῶς ἐξετάζειν καὶ ἀσυγγνώστως τῶν ἀνθρώπων τὰ πταίσματα ἀκριβείας προσχήματι οὐδαμῶς ἀρέσκει θεῷ. τὰ δὲ ἄλλα ἀκολούθως
15τῇ δοθείσῃ ὑπ’ αὐτοῦ ὑποθέσει τῇ πρὸ αὐτοῦ ἑρμηνείᾳ χρησάμενος.

105

(l)

Mt 25, 24—28
1 Κατακρύπτει τὸ τάλαντον ἀγνώμων ὢν καὶ ὀκνηρὸς καὶ μηδὲν ἐργασάμενος ὧν ὁ κύριος αὐτῷ ἐνετείλατο. διὸ καὶ ἀρθήσεται ἀπ’ αὐτοῦ καὶ δοθήσεται τῷ ἔχοντι καὶ ἐργαζομένῳ.

106

(l)

Mt 26, 26—28
1Καὶ Θεόδωρος δὲ ὁμοίως φησίν· εἰκότως οὐκ εἶπεν τοῦτό ἐστιν
σύμβολον τοῦ σώματός μου καὶ τοῦτο τοῦ αἵματός μου, ἀλλὰ τοῦτό ἐστιν τὸ σῶμά μου καὶ τοῦτο τὸ αἷμά μου, διδάσκων ἡμᾶς μὴ πρὸς τὴν φύσιν ἀφορᾶν τῶν προκειμένων, ἀλλὰ διὰ τῆς γενομένης εὐχα‐132
5ριστίας ἐπ’ αὐτοῖς αὐτὰ ἐκεῖνα εἶναι πιστεύειν, ὧν δὴ καὶ τὰ σύμβολα πληρουμένοις.

108

(l)

Mt 27, 44
1 Κατεχρήσαντο οἱ περὶ τὸν Ματθαῖον τῷ πληθυντικῷ ῥήματι ἀντὶ τοῦ ἑνικοῦ· ἔθος γὰρ πολλάκις ἡμῖν καὶ τοῖς πολλοῖς ἓν περιτιθέναι πρόσωπον καὶ ἑνὶ πολλά. εἰκὸς δὲ αὐτὸν τὸν λῃστὴν τὸν πιστεύσαντα καὶ Ἰουδαῖον εἶναι καὶ διὰ τοῦτο πιστεῦσαι, ὅτι αὐτός ἐστι περὶ οὗ εἶπον
5οἱ προφῆται, ἐκ τῶν λεγομένων τε καὶ ὁρωμένων.

109

(l)

Mt 27, 50
1 Λουκᾶς φησιν· «εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου». ὃ δὴ καὶ ἀκοῦσαι τοὺς παρόντας ἀναγκαῖον ἦν τὴν ἔξοδον τῆς ψυχῆς, ἐπὶ
τίσιν ἐγένετο· ἐδήλου γὰρ τῷ παραθήσομαι, ὅτι πάλιν αὐτὴν λήψεται.133

111

(l)

Mt 28, 17
1Ὁ διστάσας ἦν ὁ Θωμᾶς, ἀλλὰ πληροφορηθεὶς ἑδραίως ἐπίστευσεν.134