TLG 4134 005 :: DIODORUS :: Fragmenta in epistulam ad Romanos (in catenis)

DIODORUS Scr. Eccl.
(Tarsensis: A.D. 4)

Fragmenta in epistulam ad Romanos (in catenis)

Source: Staab, K. (ed.), Pauluskommentar aus der griechischen Kirche aus Katenenhandschriften gesammelt. Münster: Aschendorff, 1933: 83–112.

Citation: Page — (line)

83

(t1)

Röm 5,13—14
1 Προειπὼν ὅτι ἐπὶ τῇ ἁμαρτίᾳ τοῦ Ἀδὰμ καὶ ἐπὶ τῇ ἀποφάσει τοῦ θανάτου καὶ οἱ λοιποὶ πάντες ἥμαρτον, πιστοῦται ὅτι ἥμαρτον ἐκ τοῦ ἐπάγειν· ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμ. μὴ γὰρ νομίσητε, φησίν, ὅτι οὐκ ἦν ἁμαρτία ἕως τοῦ νόμου τοῦ Μωϋσαϊκοῦ,
5οὐδὲ ἐνελογεῖτο ἁμαρτία ἀνθρώποις· ἦν γὰρ καὶ ἐνελογεῖτο, ἐπεὶ καὶ νόμος ἦν. ποῖον οὖν νόμον ἐμφαίνει; τὸν φυσικὸν καθ’ ὃν κινούμεθα διακρίνοντες τὰ βελτίονα καὶ τὰ χείρονα, περὶ οὗ νόμου ἤδη ἔφησεν· ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποι, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι
10νόμος. οὕτως ἦν ἄρα καὶ πρὸ τοῦ Μωϋσαϊκοῦ νόμου ὁ τῆς φύσεως νόμος. ἀλλ’ ὡς ὄντων, φησίν, ἁμαρτημάτων καὶ ἐμπολιτευομένων, ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι τῆς θέσεως τοῦ νόμου καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας, μηδὲ παρα‐ βεβηκότας ἐντολὴν θεοῦ κατὰ τὸν Ἀδάμ, ἀλλὰ νόμον φύσεως
15παραχαράξαντας. τὸ δὲ ὅς ἐστι τύπος τοῦ μέλλοντος, τοῦτ’ ἔστι τύπος τοῦ Χριστοῦ ὁ Ἀδάμ, οὐ κατὰ τὴν ἁμαρτίαν ἢ τὴν δικαιοσύνην—κατὰ γὰρ ταῦτα ἐναντίως ἔσχον—, ἀλλὰ κατὰ τὸ προῆρχθαι· ὥσπερ γὰρ ἀπὸ τοῦ Ἀδὰμ διεδόθη εἰς πάντας ὁ θάνατος, οὕτως ἀπὸ τοῦ Χριστοῦ διεδόθη εἰς πάντας ἡ ζωή. ἔστι δὲ τύπος
20καὶ καθ’ ἕτερον λόγον· ὥσπερ γὰρ ὁ Ἀδὰμ κεφαλὴ ἦν τῆς Εὔας καθ’ ὃ ἀνήρ, οὕτω καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας καθ’ ὃ νυμφίος αὐτῆς ἀνηγόρευται, ὡς καὶ ὁ ἀπόστολός φησιν· ἀντὶ τούτου κατα‐ λείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτο. τὸ
25μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ τὴν ἐκκλησίαν.
26tRöm 5,15
27 Τοῦτο δοκεῖ ἐναντίως ἔχειν τῷ προκειμένῳ τῷ εἰς πάντας ἀνθρώπους ὁ θάνατος διῆλθεν· εἰπὼν γὰρ ἀνωτέρω περὶ
πάντων, νῦν περὶ πολλῶν λέγει. ἀλλὰ χρὴ εἰδέναι ὅτι διῆλθε μὲν83

84

εἰς πάντας ὁ θάνατος, ἐπειδὴ καὶ πάντες ἡμάρτομεν, ἀλλὰ διῆλθε πάντας μὲν διερευνῶν καὶ πειράζων, κατέχων δὲ οὐ τοὺς ἁπλῶς ἁμαρ‐ τάνοντας, ἀλλὰ τοὺς ἐμπαραμένοντας ταῖς ἑαυτῶν ἁμαρτίαις, ὅπερ καὶ διὰ τῶν ἑξῆς δηλοῖ λέγων ὅτι ἁμαρτωλοὶ κατεστάθησαν οἱ
5πολλο, δι’ ὧν ἐμφαίνει τὸ ἀμετάθετον τῆς κακίας αὐτῶν. ὥστε διῆλθε μὲν εἰς πάντας ὁ θάνατος διερευνῶν, ὁρῶν αὐτοὺς ἁμαρτάνοντας, ἐθανάτωσε δὲ οὐ πάντας. ἔνιοι μὲν οὖν διαφορὰν θανάτου ᾠήθησαν διὰ τούτων δηλοῦσθαι, καὶ διὰ μὲν τοῦ πάντες σωματικὸν ἐμφαίνε‐ σθαι τὸν θάνατον, διὰ δὲ τοῦ πολλοὶ τυχικόν. ἀλλ’ οὐδὲν τούτων νῦν
10ἡ ἀκολουθία τοῦ λόγου δείκνυσιν· οὐδὲ γὰρ διαστολή τις ἐν αὐτῷ ἐστιν, ἀλλ’ ὡς περὶ ἑνὸς οἰκουμενικοῦ πράγματος διέξεισιν. φιλοτιμεῖται μέντοι δεῖξαι, ὅτι εἰ καὶ τὸ παράπτωμα τοῦ Ἀδὰμ κατεσκεύασεν ὁ πονηρός, ἀρχὴν ἑαυτῷ τῆς κατ’ ἀνθρώπων βασιλείας πραγματευόμενος, ἀλλὰ μεῖζον χάρισμα ἐπιδημήσας ὁ κύριος ἐχαρίσατο.
14tRöm 5,16—17
15 Ἀντὶ τοῦ πρὸς ἓν ἁμάρτημα τοῦ Ἀδὰμ ἡ δωρεά· μεγάλη γὰρ ἦν καὶ πολλὴ καὶ τὰ πάντων ἁμαρτήματα τῇ φιλανθρωπίᾳ ὑπερβαίνουσα, ὅπερ διδάσκων ἐπάγει· τὸ μὲν γὰρ κρίμα ἐξ ἑνὸς εἰς κατά‐ κριμα, τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα. βούλεται γὰρ εἰπεῖν ὅτι τὸ μὲν Ἀδὰμ ἁμάρτημα ἓν
20ἦν, ἀλλ’ ὅμως ἓν ὂν ἐξ ἑνὸς ἁμαρτήματος κατέκρινε τοὺς πολλοὺς διὰ τὸ μιμήσασθαι τὸν Ἀδάμ, τὸ δὲ χάρισμα τοῦ κυρίου οὐ πρὸς τὸ ἓν ἁμάρτημα ἐμετρήθη, ἀλλὰ πρὸς τὰ πάντων πολλὰ ὄντα. ὥστε ἐκ πολλῶν παραπτωμάτων ἀπαλλάξαν ἤγαγεν εἰς δικαίωμα· ἐν γὰρ τούτῳ ἐστὶ τῆς χάριτος τὸ περίσσευμα, ὅτι οὐ μόνον τῶν παραπτωμάτων ἀπήλλαξεν,
25ἀλλὰ καὶ εἰς δικαιοσύνην ἐχειραγώγησεν.
25tRöm 5,18—19
26 Ἐξετάσας καὶ διαγυμνάσας τήν τε διὰ τοῦ Ἀδὰμ προστριβεῖσαν ἀνθρώποις ζημίαν καὶ τὴν παρὰ τοῦ κυρίου δωρηθεῖσαν εὐεργεσίαν, ἐπάγει λοιπὸν ἀποφατικώτερον διδάσκων, ὡς τοῦ μὲν Ἀδὰμ κατέκρινε καὶ ἐθανάτωσεν ἀνθρώπους τὸ παράπτωμα, τοῦ δὲ κυρίου ἐζωοποίησε
30τὸ δικαίωμα. τί δὲ τοῦ Ἀδὰμ τὸ παράπτωμα; ἡ παρακο. τί δὲ τοῦ κυρίου τὸ δικαίωμα; ἡ ὑπακοή ἣν ὑπήκουσε τῷ πατρὶ κατὰ τὸ ἐνανθρωπῆσαι καὶ παθεῖν ὑπὲρ ἀνθρώπων, καθὼς ἐν ἑτέροις ὁ ἀπό‐ στολός φησι· σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐτα‐ πείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου,
35θανάτου δὲ σταυρο. ὥστε ἡ ὑπακοὴ καθεῖλε τὴν παρακοὴν
καὶ τῷ βελτίστῳ τὸ χείριστον κατηγωνίσατο.84

85

(t1)

Röm 5,20—21
1 Εἰπὼν ἵνα πλεονάσῃ, ἔδειξεν ὅτι καὶ πρὸ νόμου ἦν παραπτώ‐ ματα καὶ ᾔδεσαν πταίοντες ἄνθρωποι. οὐ μὴν πάντα ἃ ἔπταιον, ἐπε‐ γίνωσκον ὡς πταίσματα, ἀλλ’ ὁ νόμος δοθεὶς ἀπεγύμνωσε καὶ ἔδειξε πλείονα ὄντα ἢ ἃ ἐνόμιζον. ἀκριβῶς δὲ εἶπε τὸ παρεισῆλθεν·
5μεταξὺ γὰρ τῆς τοῦ Ἀδὰμ παρακοῆς καὶ τῆς τοῦ σωτῆρος ἐπιδημίας πάροδον εἰς τὸν βίον ἔλαβεν ὁ νόμος. οὗ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. ποῦ οὖν ἐπλεόνασεν ἡ ἁμαρτία; ὅπου ὁ νόμος. εἰ δὲ παρὰ Ἰουδαίοις ὁ νόμος, ἐκεῖ καὶ ὑπερεπερίσσευσεν ἡ χάρις· ἐκεῖθεν γὰρ εὐαγγελισταὶ καὶ
10ἀπόστολοι καὶ τὸ τῆς σωτηρίας κεφάλαιον, ὁ Χριστός.
10tRöm 6,1—4
11 Τί οὖν ἐροῦμεν; φησίν, ἐπιμενοῦμεν τῇ ἁμαρτί, ἵνα ἡ χάρις πλεονάσ; μὴ γένοιτο. ἀσφαλῶς ἐπήγαγε τὸ μὴ γένοιτο· οὐ γὰρ οἱ κακοτέχνως ἁμαρτάνοντες ἀφέσεως ἄξιοι, ἀλλ’ οἱ διὰ ῥᾳθυμίαν καὶ ἀπροσεξίαν τὰς παρὰ τοῦ διαβόλου
15μεθοδείας δεχόμενοι, οὗτοι ἐλεεῖσθαι δίκαιοι παρὰ τοῦ θεοῦ. οἵτινες ἀπεθάνομεν τῇ ἁμαρτί, πῶς ἔτι ζήσομεν ἐν αὐτ; ἐπειδὴ βαπτιζόμενοι ὁμολογοῦμεν ἀποτεθνηκέναι τῷ κόσμῳ καὶ ἀποτάττεσθαι τῇ ἁμαρτίᾳ καὶ τῷ διαβόλῳ.
18tRöm 6,5
19Ἀκριβῶς τὸ σύμφυτοι τέθεικεν· τῶν γὰρ συμπεφυτευμένων
20πρέμνων εἰς ταὐτὸ ἑνοῦται πολλάκις ἡ φύσις διὰ τῆς κολλήσεως. οὕτως οὖν καὶ οἱ γνησίως βαπτισθέντες εἰς τὸν θάνατον τοῦ Χριστοῦ ἑνοῦνται αὐτῷ διὰ τῆς πίστεως.
22tRöm 6,9—11
23 Εἰ μὲν ἦν δυνατόν, φησί, τὸν Χριστὸν καὶ δὶς καὶ τρὶς ἀποθανεῖν ὑπὲρ τῶν ἁμαρτανόντων, ἴσως ἀκίνδυνον ἦν ἐπὶ τὴν παλαιὰν τῶν
25ἁμαρτημάτων πάλιν δρομῆσαι συνήθειαν, ὁμοίαν ἔχουσαν ἀεὶ καὶ τῆς φιλανθρωπίας ἐλπίδα. εἰ δὲ ἅπαξ ἀποθανὼν οὐκέτι ἀποθνήσκει, οὕτως καὶ ἡμεῖς συνταφέντες αὐτῷ καὶ συνεγερθέντες οὐκέτι ταῖς ἁμαρτίαις ἀποθνήσκομεν· οὐ γὰρ ἔστι δεύτερον βάπτισμα, οὐδὲ δεύτερος Χριστοῦ θάνατος. δι’ ὃ ἀσφαλέστερον δεῖ βιοῦν. ὃ γὰρ
30ἀπέθανεν, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ, τοῦτ’ ἔστιν85

86

ὑπὲρ τῶν ἁμαρτιῶν τῶν ἀνθρωπίνων· ὃ δὲ ζ, τῷ θεῷ ζ, τοῦτ’ ἔστιν εἰς ἀεὶ ζῇ, ἅτε δὴ θεὸς ὤν. οὕτως οὖν καὶ ὑμεῖς ταῖς ἁμαρτίαις νεκρώθητε, τῷ δὲ θεῷ ζήσατε, δι’ ὃν ζῆτε.
3tRöm 6,12—14
4Μὴ παριστάνετε, φησί, τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας
5τῇ ἁμαρτί, ἀντὶ τοῦ μὴ ὑμεῖς καθ’ ἑαυτῶν δίδοτε ὅπλα τῷ πονηρῷ καὶ ἰσχὺν ἁμαρτάνοντες. ἁμαρτία γὰρ ὑμῶν οὐ κυ‐ ριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον ἀλλ’ ὑπὸ χάριν. ποία ἁμαρτία οὐ κυριεύσει; ἡ πρὸ τοῦ βαπτίσματος, ἥνπερ ἀφίησιν ἡ χάρις τοῦ Χριστοῦ. τοῦτο δὲ ὁ νόμος ποιεῖν οὐκ ἠδύνατο. οὐκ ἐστὲ ὑπὸ νόμον
10τὸν μὴ δυνάμενον ῥύσασθαι, ἀλλὰ μᾶλλον τιμωρούμενον.
10tRöm 6,19
11 Ἠδυνάμην, φησί, τελειότερόν τι καὶ μεῖζον εἰπεῖν καὶ εὐεργεσίας ὑπερβαλλούσης ἄξιον, λέγω δὲ ὑμῖν τοσοῦτον ὅσον χωρεῖτε ἀσθενεῖς ὄντες τῇ σαρκί.
13tRöm 6,23
14Ὀψωνοῦνται οἱ ἁμαρτάνοντες ὑπὸ τοῦ διαβόλου τοῦτον τὸν τρόπον·
15πιπράσκοντες σωφροσύνην καὶ ὠνούμενοι ἀκολασίαν, πωλοῦντες χρηστό‐ τητα καὶ ἀντιλαμβάνοντες ὠμότητα. οἱ οὖν τοιοῦτοι ἴδιον κτῆμα ὥσπερ τῆς ἁμαρτίας γενόμενοι, θανάτῳ ἑαυτοὺς ὑπάγουσιν· τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος. ἢ τάχα τοῦτο λέγει ὅτι τὰ παρὰ τοῦ ἐχθροῦ ὀψωνούμενα θανάτου παρεκτικά.
19tRöm 7,1—3
20 Ἐκ τούτου κατασκευάζει, ὅτι ἰσχύοντος μὲν τοῦ νόμου πρὸ Χριστοῦ οὐκ ἦν ἐξὸν ἑτέρῳ συναφθῆναι, τοῦτ’ ἔστι τῇ χάριτι, παυσα‐ μένου δὲ τοῦ νόμου καὶ τρόπον τινὰ ἀποθανόντος ἔξεστι λοιπὸν συνάπτεσθαι τὴν ἐκκλησίαν τῷ οὐρανίῳ νυμφίῳ. καὶ γὰρ τὸν νόμον καὶ τὸν Χριστὸν ἐν χώρᾳ ἀνδρὸς τίθησιν· τὸν μὲν τῆς ἐκκλησίας,
25ἐπειδὴ ὥσπερ ἀρχὴ γυναικὸς ὁ ἀνήρ, οὕτως ὁ Χριστὸς τῆς ἐκκλησίας, καὶ ὁ νόμος ποτὲ τῆς συναγωγῆς. ὁ νόμος, φησί, κυριεύει τοῦ ἀνθρώπου ἐφ’ ὅσον χρόνον ζ. τίς ζῇ; ὁ νόμος. ὥσπερ δὲ περὶ ἀνδρὸς καὶ συνοίκου αὐτῷ διαλέγεται περὶ αὐτοῦ.
28tRöm 7,5
29Ὅτε γάρ, φησίν, ἦμεν ἐν τῇ σαρκ, ἀντὶ τοῦ ἐν τῷ νόμῳ·
30οἱ γὰρ ἐν νόμῳ ἐχαρίζοντο τῇ σαρκί. ἀκριβῶς δὲ εἶπε τὰ διὰ τοῦ86

87

νόμου, οὐ τὰ ἀπὸ τοῦ νόμου· οὐ γὰρ τὸ ἁμαρτάνειν παρέσχεν ὁ νόμος, ὅς γε προσέταξε μὴ ἁμαρτάνειν. εἶπεν οὖν διὰ τοῦ νόμου, ἐπειδὴ συγχωρῶν τρυφᾶν ἐδίδου τοῖς πάθεσι πρόφασιν, ὥστε οὐχ ὃ ἤθελε κατεσκεύαζεν ὁ νόμος, ἀλλ’ ὃ μὴ ἤθελεν.
4tRöm 7,7
5 Ἀλλὰ τὴν ἁμαρτίαν, φησίν, οὐκ ἔγνων εἰ μὴ διὰ νόμου. οὐκ εἶπεν ‹ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἐποίησα εἰ μὴ διὰ νόμου›, ἀλλ’ οὐκ ἔγνων, ὥστε οὐ τοῦ ποιεῖν ἀλλὰ τοῦ διαγινώσκειν τὴν ἁμαρτίαν ὁ νόμος αἴτιος. παιδευτικὸς οὖν ὁ νόμος, μὴ συγχωρῶν διὰ τῆς ἀγνοίας εἰς τὴν τῶν ἀλόγων ἐκπίπτειν φύσιν. ἐκεῖνο μέντοι
10ζητητέον, πῶς ἐνταῦθα εἰπὼν τὴν ἁμαρτίαν οὐκ ᾔδειν εἰ μὴ διὰ τοῦ νόμου, ἐν ἑτέροις δείκνυσιν ὅτι ἔχομεν ἐν ἑαυτοῖς τὸ διακριτικόν, ἐν οἷς φησιν· ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποι, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος. διὰ τούτων παρίστησιν, ὅτι καὶ
15ἄνευ νόμου ἐνῆν συνορᾶν τὰ δέοντα. λογιστέον δέ, ὅτι εἰ καὶ ἐνῆν, ἀλλ’ οὐ πάντα. οὕτω γε καὶ νῦν ἔτι ἔνια παρ’ ἄλλοις ἔθνεσιν ὡς καλὰ καὶ ἔννομα πολιτεύεται, παρ’ ἄλλοις δὲ ὡς ἄνομα καὶ κακῶς ἔχοντα ἐκ‐ βάλλεται. διὸ δὴ ἀναγκαία τοῦ νόμου ἡ δόσις, διορίζουσα ἡμῖν τά τε πρακτέα καὶ τὰ μή, καὶ διαρθροῦσα ἡμῖν καὶ φωτίζουσα τοῦ δικαίου
20τὴν πολιτείαν.
20tRöm 7,8
21 Ἁμαρτίαν ἔοικε λέγειν τὸν διάβολον. ὥσπερ τὸν σωτῆρα ζωὴν ἡ γραφὴ καλεῖ καὶ δικαιοσύνην τῷ ζωῆς καὶ δικαιοσύνης αἴτιον αὐτὸν εἶναι, οὕτω καὶ τὴν ἐναντίαν δύναμιν ἐκ τῆς οἰκείας ἐνεργείας ποτὲ μὲν ἁμαρτίαν, ποτὲ δὲ ψεῦδος, ποτὲ δὲ θάνατον καλεῖ, οὕτω δὲ καὶ ἐν
25τοῖς ἑξῆς εἰπών· ἡ ἁμαρτία ἀνέζησεν, τὸν διάβολον ἁμαρτίαν ὀνο‐
μάζει. ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς. πῶς87

88

οὖν ἀφορμὴν διὰ τῆς ἐντολῆς ἔλαβεν ὁ διάβολος; ὅτι τὰ παραγγέλματα τοῦ νόμου ὥσπερ ὕλην τινὰ τῆς ἑαυτοῦ τέχνης ποιησάμενος, εἰς τὸ ἐναντίον ταῖς ἐντολαῖς περιέτρεπε τὸν ἄνθρωπον. δῆλον δὲ ὅτι δι’ ἑαυτοῦ ὁ ἀπόστολος τὸν κοινὸν ἄνθρωπον δηλοῖ.
4tRöm 7,9—11
5 Ἐλθούσης δ, φησί, τῆς ἐντολῆς ἡ ἁμαρτία ἀνέζη‐ σεν, ἐγὼ δὲ ἀπέθανον. εἰ ἀνέζησεν, δῆλον ὅτι ἔζη ποτὲ καὶ ἀποθανοῦσα ἀνέζησεν. πότε οὖν ἔζη; ὅτε εἰληφότα τὸν Ἀδὰμ ἐντολὴν καὶ εἰδότα τὴν παράβασιν ὀλέθριον ἠπάτησε καὶ κατηγωνίσατο ὁ διάβολος. ὡσαύτως δὲ ὅτε καὶ τὸν Κάϊν—καὶ γὰρ αὐτὸς ἐν
10γνώσει ἥμαρτεν, παραγγελθεὶς μὴ φονεύειν τὸν ἀδελφόν—διὰ τοῦ ἥμαρτες; ἡσύχασον. μὴ οὔσης οὖν μεταξὺ μήτε ἐντολῆς μήτε νόμου, ἐνεκροῦτο ἡ ἁμαρτία τῇ τῶν ἁμαρτανόντων ἀγνωσίᾳ· τὰ γὰρ πλεῖστα ἠγνόουν πταίοντες, ὥστε οὐδὲ ὑπὸ τοῦ συνειδότος κατεκρίνοντο. τί οὖν ἐκ τούτων; ἐλυσιτέλει μὴ δοῦναι τὸν νόμον; ἀλλ’ ἐζημιοῦντο οἱ
15μέλλοντες κατορθοῦν. ἄτοπον δὲ διὰ τοὺς ῥαθύμους καὶ φιληδόνους ἀνελεῖν τῶν σπουδαίων καὶ ἐναρέτων τὴν τῆς σωτηρίας ὑπόθεσιν.
16tRöm 7,13
17 Ἔλεγχος, φησί, τῆς τοῦ διαβόλου πονηρίας ὁ νόμος· ἀγαθὸν δὲ τὸν νόμον εἶπεν. φαίνεται οὖν ὁ πονηρὸς δεινὸς ὢν πονηρός, ὅταν διὰ τοῦ δοθέντος ἀγαθοῦ θάνατον τοῖς λαβοῦσι τὸν ἀγαθὸν νόμον
20προὐξένησεν. ἁμαρτωλός, φησίν, ἡ ἁμαρτία. φανερώτατα νῦν ἔδειξεν ὅτι ἁμαρτίαν τὸν διάβολον ἔλεγεν, καὶ ἁμαρτωλὸν αὐτὸν νῦν ὠνόμασεν· ἁμαρτωλὸς γάρ ἐστιν ὁ ἁμαρτιῶν ποιητικός.
22tRöm 7,14
23 Εἰκότως λέγεται πνευματικὸς ὁ νόμος· φυλαχθέντα γὰρ τὰ ἐν αὐτῷ παραγγέλματα πνευματικὸν ἐποίει τὸν ἄνθρωπον, ἢ καὶ ὅτι,
25φησί, κατ’ ἐνέργειαν πνεύματος ἁγίου νενομοθέτηται, ὥστε τοὺς ὑπακού‐ οντας αὐτῷ δύνασθαι εἶναι πνεύματος ἁγίου ἐπιδεκτικούς, κεκαθαρ‐ μένους τῇ τοῦ νόμου παιδαγωγίᾳ. πεπραμένος ὑπὸ τὴν ἁμαρ‐ τίαν· οὐχ ὑπὸ ἑτέρου τινὸς πεπραμένος, ἀλλ’ αὐτὸς ὑφ’ αὑτοῦ κατο‐
λιγορῶν τῶν παρηγγελμένων.88

89

(t1)

Röm 7,15
1 Οὐχ ὅτι τὴν ἁμαρτίαν ὅτι ἁμαρτία ἐστὶν ἀγνοῶν, φησίν, ἀλλ’ ἀντὶ τοῦ πῶς αὐτὴν ποιῶ καὶ πῶς ὑποκλέπτομαι οὐκ αἰσθάνομαι, οἷον πολλάκις κρίνας κρατῆσαι θυμοῦ ἡττήθην ἐμαυτοῦ. χρὴ μέντοι εἰδέναι ὅτι οὐχ ἑαυτοῦ κατηγορεῖ, ἀλλὰ τὸ κοινὸν τῶν ἀνθρώπων ἐν ἑαυτῷ
5ὑπογράφει, τὸ φορτικὸν ἐφ’ ἑτέρου τάξαι παραιτούμενος· δείκνυσι γὰρ ὅτι ὀρεγόμεθα μὲν τῆς ἀρετῆς, ἡττώμεθα δὲ τῆς ἡδονῆς ὅσοι ὑπὸ νόμον ἐσμέν, οὐ μὴ ὅσοι ὑπὸ χάριν, οἳ καὶ ἔξω ἁμαρτίας διὰ τὴν χάριν γεγόναμεν.
8tRöm 7,21
9Τῷ εὑρίσκω τὸν νόμον λείπει τὸ δυσκατόρθωτον· φησὶ γὰρ
10ὅτι ἐξ ὧν καὶ βουλόμενός τι ποιῆσαι καλὸν οὐ δύναμαι, ἀλλ’ ἐπὶ τὸ χεῖρον παρατρέπομαι. εὑρίσκω τὸν νόμον δυσκατόρθωτόν μοι θέλοντι ποιεῖν τὸ καλόν· παράκειται γάρ μοι τὰ ἑτοιμότερα τὰ κακὰ πρὸς τὸ ποιεῖν αὐτά. διὰ δὲ τοῦ παράκειται δείκνυσιν ὡς οὐκ ἐργῶδές ἐστι μετιέναι τὴν κακίαν.
14tRöm 7,22—23
15 Τὸν κοινὸν καὶ ἐν τούτοις ἄνθρωπον διαγράφει· τοῦ γὰρ κοινοῦ ἀνθρώπου τὸ συνορᾶν μὲν τῷ νῷ τὰ δέοντα, μὴ πάντως δὲ κατορθοῦν, τοῦ δὲ εἰς Χριστὸν πεπιστευκότος τὸ σὺν τῷ νῷ κατορθοῦν διὰ τῆς τοῦ πνεύματος ἐπικουρίας· διὸ καὶ πνευματικὸς ὁ τοιοῦτος καλεῖται. δείκνυσι δὲ ὅτι ὥσπερ ἀντινομοθετεῖ τῇ τοῦ θεοῦ νομοθεσίᾳ ὁ διάβολος·
20οἷς γὰρ προσέταξεν ὁ θεὸς τἀναντία ποιεῖν, πείθει τοὺς ἀνθρώπους. πεφυλαγμένως δὲ πάνυ ἐν τοῖς μέλεσιν εἶναί φησι τὸν τῆς ἁμαρτίας νόμον, δεικνὺς ὡς οὐκ ἀρέσκεται τοῖς τοῦ σώματος πάθεσιν ἡ ψυχή,
εἰ καὶ συγκαθέλκεται πολλάκις αὐτῷ.89

90

(t1)

Röm 7,24
1 Ἐπισημαντέον ὡς οὐχ ἁπλῶς ἐκ τοῦ σώματος τούτου, ἀλλ’ ἐκ τοῦ θανάτου τοῦ σώματος· οὐ γὰρ τοῦ σώματος εὔχεται ῥυσθῆναι, ἀλλὰ τοῦ κατέχοντος τὸ σῶμα θανάτου διὰ τῆς ἁμαρτίας.
3tRöm 7,25—8,1
4Παραμένει ἐλέγχων τοῦ παλαιοῦ ἀνθρώπου τὴν πρὸς ἑαυτὸν
5ἐκπολέμωσιν, οὐκ εἰρηνεύοντος πρὸς τὴν ψυχὴν τοῦ σώματος. ταῦτα δὲ διελέγχει, ἵνα τῆς τοῦ σωτῆρος ἐπιδημίας ἐπιδείξῃ τὰ κατορθώματα καὶ τὴν γενομένην ἕνωσίν τε καὶ εἰρήνην ψυχῆς καὶ σώματος διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας. συνήγαγεν οὖν ὃ ἐβούλετο, καὶ ἦλθεν ἐφ’ ὃ κατεσκεύαζεν, εἰπών· οὐδὲν ἄρα κατάκριμα νῦν
10τοῖς ἐν Χριστῷ Ἰησο. ἀποδείξας γὰρ ὅτι οἱ ὑπὸ νόμον ὄντες, ἅτε δὴ κατὰ σάρκα ζῶντες, ὑπὸ ἁμαρτίαν εἰσὶ καὶ κατάκριμα, ἐπήγαγεν ὅτι οἱ ὑπὸ Χριστὸν ὄντες οὐκ εἰσὶν ὑπὸ κατάκριμα, ἐπειδὴ μὴ κατὰ σάρκα περιπατοῦσιν.
13tRöm 8,2
14Νόμον τοῦ πνεύματος εἶπεν ἀντιδιαστέλλων πρὸς τὸν
15νόμον τοῦ γράμματος, ἀντὶ τοῦ ἡ παρὰ τοῦ Χριστοῦ χάρις ἡ ζωοποιός.
15tRöm 8,3—4
16Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς
σαρκός. οὐχ ὁ νόμος, φησίν, ἀδύνατα προσέτασσεν, ἀλλ’ ἡ σὰρξ οὐκ90

91

ἠδύνατο πληροῦν τὴν τοῦ νόμου πολιτείαν διὰ τὸν ἐμποδίζοντα πονηρόν, ὃν διὰ τῆς ἑαυτοῦ σαρκὸς κατέκρινε Χριστός. ὁ θεός, φησί, τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας. ὅταν μὲν ἀποβλέψῃ πρὸς τὴν τοῦ κυρίου σάρκα ὁ ἀπόστολος, ἀληθῶς
5οὖσαν σάρκα, ἐξ ὧν καὶ ἐγεννήθη καὶ ἀνετράφη καὶ ἐπολιτεύσατο τῷ βίῳ, φανερῶς τὴν σάρκα προσαγορεύει, ὡς καὶ ἐνταῦθα ἐπάγει· κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκ, καὶ πρὸς Τιμόθεον γράφων· θεὸς ἐφανερώθη ἐν σαρκ. ὅταν δὲ ἀποβλέψῃ πρὸς τὸ τῆς σαρκὸς ἀναμάρτητον καὶ καθαρὸν καὶ ὅσιον, ὁμοίωμα αὐτὸ
10σαρκὸς ὀνομάζει, οὐχ ὅτι κατὰ τὴν φύσιν διήλλαττεν, ἀλλ’ ὅτι ὅμοιον ἦν τῆς σαρκικῆς ἁμαρτίας. ἔπεμψεν οὖν, φησίν, ὁ θεὸς τὸν υἱὸν αὐτοῦ οὐκ ἐν ὁμοιώματι ἀγγέλου ἤ τινος τοιαύτης δυνάμεως, ἀλλ’ ἐν ὁμοιώ‐ ματι σαρκός, ἵνα σαρκὸς ἡττηθείσης ἐπὶ τοῦ Ἀδάμ, σὰρξ καταγω‐ νίσηται τὸν πονηρὸν ἐπὶ τοῦ κυρίου. ἀπεστάλη δέ, φησίν, ὁ κύριος διὰ
15τὴν ἐπικρατήσασαν τῶν ἀνθρώπων ἁμαρτίαν· τοῦτο γὰρ τὸ περὶ ἁμαρτίας ἀντὶ τοῦ διὰ τὴν ἁμαρτίαν, παρέλκει δὲ τὸ κα. ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθ, φησίν, ἐν ἡμῖν, οἷον ἐβούλετο μὲν πληρῶσαι δικαίωμα ὁ νόμος, ἠσθένει δὲ διὰ τὸ συγχωρῆσαι αὐτὸν αὐτοῖς τρυφᾶν. τί οὖν συνεχώρει; ὅτι οὐκ ἂν παρεδέχθη, εἰ μὴ
20συνκατέβαινεν αὐτῶν τῇ ἀσθενείᾳ. τί οὖν ὠφέλησε συγκαταβάς, εἰ μὴ ἐδικαίωσεν; ὅτι τὸν νοῦν εἰς ἀναισθησίαν ἀγνοίας ἐκπεσόντα ἀνεκαλέσατο. τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, φησίν, ἀντὶ τοῦ κατὰ τὸν νόμον· εἶχε γὰρ ὁ νόμος παρατηρήσεις σαρκικάς, σαρκικὸν δὲ ἦν καὶ τὸ συγχωρῆσαι τρυφᾶν.
24tRöm 8,9
25 Ὑμεῖς δέ, φησίν, οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ’ ἐν πνεύματι, ἀντὶ τοῦ οὐκ ἐστὲ ἐν σαρκικαῖς ἐπιθυμίαις, ἀλλ’ ἐν πνεύματι ζῆτε. εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν. διεγείρων αὐτοὺς εἰς τὸ ἐγρηγορέναι τὸν νοῦν καὶ μὴ ὑπτιοῦσθαι ὡς κατωρθωκότας κατὰ δισταγμὸν ἐξήνεγκε τὸν λόγον εἰπών· εἴπερ πνεῦμα θεοῦ οἰκεῖ
30ἐν ὑμῖν· τὸ γὰρ ὀφρυῶσαι αὐτοὺς καὶ φυσιῶσαι ὡς ἤδη ἔχοντας
πνεῦμα θεοῦ ἐπιβλαβὲς ἦν καὶ τὴν σπουδὴν διακόψαι ἱκανόν.91

92

(t1)

Röm 8,11
1 Προειπὼν πνεῦμα Χριστο, νῦν πάλιν φησὶ τὸ πνεῦμα τοῦ ἐγείραντος Χριστὸν οἰκεῖ ἐν ὑμῖν. ἐπαναγαγὼν ἀπὸ τοῦ Χριστοῦ ἐπὶ τὸν πατέρα τὸ πνεῦμα, οὐδὲν ἕτερον ἀλλ’ ἢ σαφῶς διδάσκων, ὅτι ἐκ τοῦ υἱοῦ καὶ τὸ πνεῦμα οὐκ ἀλλότριον τῆς πατρικῆς
5θεότητός ἐστιν, καὶ οἷς μία ἡ ἐνέργεια, τούτοις πάντως καὶ ἡ οὐσία τῷ πατρὶ συναΐδιος. ἀκολούθως μέντοι ἐνοικήσαντος πνεύματος ἁγίου καὶ τῆς ἁμαρτίας νεκρωθείσης, ἕπεσθαι τοῖς ἀγωνιζομένοις τὰ ἔπαθλά φησιν, ὧν πρῶτον καὶ μέγιστον ἦν ἡ ἐκ νεκρῶν ἀνάστασις.
8tRöm 8,15
9Τὸν νόμον πνεῦμα δουλείας εἶπε καὶ δούλους τοὺς ὑπὸ
10τὸν νόμον· τὸ γὰρ ἐπιτάττεσθαι ὑπὸ τοῦ νόμου καὶ τῆς ἐπιταγῆς ἀμελήσαντας τιμωρίαν ἀπειληθεῖσαν φοβεῖσθαι δουλείας σημεῖόν ἐστιν, τὸ δὲ ἐπιτραπῆναι πατέρα τὸν θεὸν ἀποκαλεῖν διὰ τὴν τοῦ βίου καθαρότητα υἱοθεσίας ἐλπίδας ἐπαγγέλλεται. εἴτε δὲ δουλείας ἐδόθη πνεῦμα εἴτε υἱοθεσίας, τὸ αὐτὸ πνεῦμα ἐπ’ ἀμφοτέρων ἐστὶ
15κατὰ τὸ συμφέρον καὶ ἁρμόζον εἰς ἑκάτερον τὸν λαὸν ἐνεργῆσαν κατὰ τὴν ἀμφοτέρων ἀξίαν.
16tRöm 8,16
17 Ἔδειξε διὰ τούτου ὅτι καὶ τὴν ψυχὴν πνεῦμα λέγει, ὅταν ᾖ πνευματική, καὶ τὸ χάρισμα τοῦ πνεύματος πνεῦμα. τοῦτο οὖν ἐστιν ὅ φησιν ἀλλαχοῦ· τὸ γὰρ τί προσευξώμεθα οὐκ οἴδαμεν,
20αὐτὸ τὸ πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις. καὶ τοῦτο δὲ δεῖται ἑρμηνείας· ἔστι δὲ τοιοῦτον χάρισμα προσευχῆς, ἣ ἐπὶ τῶν ἀποστόλων. ἐπειδὴ πολλάκις καὶ τὰ μὴ συμφέροντα αἰτοῦμεν, διὰ τοῦτο ἀνιστάμενός τις ἐπὶ τῶν ἀποστόλων, ὁ τὸ χάρισμα τῆς προσευχῆς ἔχων ἐπὶ τοῦ λαοῦ τὰ συμφέροντα τὸν
25θεὸν ᾔτει, στεναγμοῖς ἀλαλήτοις χρώμενος, ἵνα πρὸς εὐλάβειαν καὶ φόβον πάντας ἑλκύσῃ. καὶ τοῦτό ἐστιν ὅ φησιν ἀλλαχοῦ· ἕκαστος ὑμῶν ψαλμὸν ἔχει, προσευχὴν ἔχει. οὐκοῦν καὶ τοῦ ψάλλειν χάρισμα ἦν καὶ τοῦ προσεύχεσθαι χάρισμα ἦν. συμμαρτυρεῖ δὲ τῷ πνεύματι ἡμῶν, ἐπειδὴ ὑπὲρ ὅλου τοῦ λαοῦ πνεύματι
30προσηύχετο ὁ ἔχων τὸ χάρισμα, προσευχόμενος δὲ τὸ Πάτερ ἡμῶν
ἐν τοῖς οὐρανοῖς ἔλεγεν. διὰ τοῦτο, φησί, συμμαρτυρεῖ τὸ92

93

πνεῦμα τῆς προσευχῆς τῷ πνεύματι ἡμῶν ὃ ἔχομεν διὰ τοῦ βαπτίσματος, ὅτι ἐσμὲν τέκνα θεο· κράζει γὰρ τὸ πνεῦμα τοῦτ’ ἔστι τὸ χάρισμα τὸ τῆς προσευχῆς Ἀββᾶ ὁ πατήρ.
3tRöm 8,17—18
4Εἴπερ συμπάσχομεν, φησίν, ἵνα καὶ συνδοξασθῶ‐
5μεν. τὸ συμπάσχειν οὐ τὸ συναλγεῖν καὶ συνάχθεσθαι τῷ πε‐ πονθότι δηλοῖ κατὰ τὸν τῆς συνηθείας λόγον· οὐδὲ γὰρ ἔπασχέ τι παρὰ γνώμην ὁ Χριστός, οὐδὲ ἠσθένει βουληθεὶς ἀμύνασθαι τοὺς λυπήσαντας. τί οὖν ἐστι τὸ συμπάσχειν Χριστ; τὸ τὰ αὐτὰ πάθη αἱρεῖσθαι ὑπομένειν ἅπερ ὁ Χριστὸς τὴν ἀλήθειαν πρεσβεύων πάσχειν ὑπὸ
10Ἰουδαίων ἠνέσχετο. ἐὰν κατὰ τὸν αὐτὸν τρόπον διωκόμενοι καρτερῶμεν, ἀτιμαζόμενοι μὴ δυσφορῶμεν, ἐὰν πρὸς θάνατον ἑτοίμως ἔχωμεν ὑπὲρ εὐσεβείας ὡς αὐτῷ συμπαθόντες, καὶ συνδοξασθησόμεθα ἐν τῷ γενέσθαι τέκνα θεοῦ καὶ συγκληρονόμοι Χριστο. καὶ ἐπειδὴ εἶπεν τὸ συμπάσχειν Χριστῷ αἴτιον ἡμῖν γίνεσθαι τοῦ
15συνδοξασθῆναι αὐτῷ, καὶ ἐδόκει τὸ τοιοῦτον καμάτων εἶναι μισθὸς καὶ οὐ κατὰ χάριν δωρεά, εἰ καὶ τὰ μάλιστα ἡ δωρεὰ τῶν φθασάντων ἁμαρτημάτων ἀμνηστείαν χαρίζεται. τοῦτο διορθούμενος ἐπήγαγεν ὅτι οὐ πρὸς ἀναλογίαν τῶν καμάτων μετρεῖται ἡμῖν παρὰ θεοῦ τῆς πολιτείας ὁ καρπός, ἀλλὰ πολυπλασίων καὶ ὑπερβαίνων πολλῷ
20τὴν ἀξίαν τῶν πεπονημένων· ὁ γὰρ θεὸς ἀγαθός τε ὢν καὶ δίκαιος, τὸ μὲν δίκαιον ἐπὶ τῶν ἁμαρτανόντων φυλάσσει τοσοῦτον ἀποδιδοὺς τῷ ἡμαρτηκότι ὅσον ἡ τῶν ἁμαρτημάτων ὑπόθεσις ἀπαιτεῖ, τὸ δὲ ἀγαθὸν ἐπὶ τῶν κατορθούντων ἐνδείκνυται, οὐ μόνον τὰ κατ’ ἀξίαν αὐτοῖς διδούς, ἀλλὰ καὶ ὑπερβαίνων ταῖς δωρεαῖς τῶν πεπολιτευμένων αὐτοῖς τὴν
25ἀναλογίαν.
25tRöm 8,19
26 Ἐν τοσαύτῃ φησὶν ἔσεσθαι ἡμᾶς τῶν ἀγαθῶν δωρεᾷ τοῦ θεοῦ, ὥστε ἡ ἐλπὶς καὶ ἡ προσδοκία τῆς κτίσεως ἐκδέχεται τῶν υἱῶν τοῦ θεοῦ τὴν ἀποκάλυψιν οἷον τὴν κεκρυμμένην αὐτῶν μακαριότητα μικρὸν ὕστερον ἀποκαλυφθησομένην. ὑπόνοιαν δὲ τοῖς
30πολλοῖς δίδωσι τὰ γεγραμμένα, ὡς ἔμψυχός ἐστιν ἡ ὁρωμένη κτίσις καὶ λογικήν τινα ἔχει αἴσθησιν ὁ κόσμος. εἰ γὰρ συστενάζει καὶ συν‐ ωδίνει καὶ τὴν ἀποκάλυψιν ἀπεκδέχεται, δῆλον ὅτι, φησί, καὶ αἰσθάνεται καὶ λογισμῷ κινεῖται. οὐχ οὕτω δὲ ἔχει, ἀλλὰ κτίσιν νῦν λέγει οὐ τὰς ἀψύχους ὕλας ἀλλὰ τὰς ἐφεστηκυίας αὐταῖς δυνάμεις
35τὰς ταγείσας παρὰ θεοῦ διέπειν τὴν κτίσιν κατὰ τὴν τοῦ δημιουργοῦ93

94

βούλησιν, κατὰ τὸ γεγραμμένον· ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεο. οὕτω δὲ καὶ ἐπὶ τοῦ εὐ‐ λογεῖτε ψῦχος καὶ καῦμα καὶ πάλιν χάλαζα καὶ χιὼν
5καὶ τὰ ὅμοια ταῖς ἐφεστηκυίαις ἐπὶ τούτων δυνάμεσι λέγεσθαι νοητέον· οὐ γὰρ ἀναισθήτοις ὕλαις παρακελεύεται αἰνεῖν τὸν θεόν. ὥσπερ γὰρ πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι καὶ ὥσπερ ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ, τοὺς ἐπὶ τῆς γῆς ἀνθρώπους λέγει, καὶ πενθήσει οἶνος καὶ
10πενθήσει ἄμπελος τοὺς ἐφεστηκότας λέγει γεωργούς, οὕτω καὶ νῦν τὴν κτίσιν λέγει τὰς δυνάμεις τὰς ἐφεστηκυίας ταῖς ἀψύχοις ὕλαις καὶ αὐτὰς κτιστὰς οὔσας, ὥσπερ στολισμὸς ἀνδρὸς καὶ γέλως ὀδόντων καὶ βῆμα ποδὸς ἀναγγελεῖ τὰ περὶ αὐτο.
14tRöm 8,20—21
15 Τῆς ὑλώδους φύσεως δεδουλωμένης τῷ πονηρῷ καὶ ἐπιβουλευο‐ μένης ὑπ’ αὐτοῦ πολλάκις κατὰ συγχώρησιν θεοῦ, ὥστε καὶ λιμοὺς καὶ λοιμοὺς καὶ νόσους καὶ πολέμους καὶ ἄλλας φθορὰς ὑπ’ αὐτοῦ κατασκευάζεσθαι· καὶ γὰρ εἰκὸς τῶν ἐνοικούντων ἀσεβῶς διαγόντων ἔχειν χώραν τὸν πονηρόν, ὡς ἰδίων κατεπιβαίνειν, καὶ ἐπὶ τῇ αὐτῶν
20κακώσει τὰ περὶ αὐτοὺς στοιχεῖα κακοῦν. ὧν γενομένων αἱ ταγεῖσαι ἐπὶ τῇ εὐταξίᾳ τῆς κτίσεως δυνάμεις στενάζουσι καὶ ὠδίνουσι καὶ τὴν ἐλευθερίαν τοῦ ἀνθρώπου ἀναμένουσιν, ᾧ καὶ ἡ κτίσις συνελευθερωθεῖσα τῆς τοῦ διαβόλου ἐξουσίας ἀπαλλαγήσεται. τὸ οὖν ταῖς λογικαῖς δυνάμεσι συμβαῖνον τοῦτο τῇ ἀψύχῳ περιτέθεικεν ὕλῃ, ὡς καὶ νῦν φαμεν· ἡ οἰκία
25θορυβεῖται, ἡ πόλις ἀγανακτεῖ, ἡ χώρα ὀργίζεται, ἐκ τῶν διοικουμένων καὶ περιπολουμένων τόπων τοὺς διοικοῦντας καὶ περιπολοῦντας πολλάκις σημαίνοντες. καὶ καθ’ ἕτερον δὲ λόγον ἡ κτίσις ἐκδέχεται ἐλευθερωθῆναι ἀπὸ τῆς δουλείας τῆς φθορᾶς, ἐπεὶ τῇ τοῦ διαβόλου κατασκευῇ ἄκουσα προσκυνεῖται ὑπὸ τῶν συνδούλων
30αὐτῆς· ἐσεβάσθησαν γὰρ καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα. ὥστε τῆς δεσποτικῆς ἀκουσίως ἀπολαύουσα τιμῆς βαρέως φέρει τὸ γινόμενον καὶ ὠδίνει καὶ ἄχθεται πρὸς τὴν τῶν ἀνθρώπων ματαίαν προσκύνησιν καὶ ἐπιθυμεῖ τῆς τούτων ἀπαλλαγῆς. φησὶ δὲ ὅτι οὐδὲ ἐξ ἀρχῆς ἑκοῦσα οὐδὲ αὐτομολήσασα πρὸς τὸν διάβολον
35ὑπετάγη αὐτῷ, ἀλλ’ ὑπετάγη συγχωρήσαντος τοῦ θεοῦ, καὶ ὑπετάγη94

95

π’ ἐλπίδι μελλούσῃ. ποίᾳ; ταύτῃ ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευ‐ θερωθήσεται. πότε δὲ ἐλευθερωθήσεται; εἰς τὸν καιρὸν τῆς ἐλευ‐ θερίας τῶν δικαίων· διὸ εἰκότως ἡ καραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν τέκνων τοῦ θεοῦ ἀπεκδέχεται.
4tRöm 8,23
5 Οὐ μόνον, φησίν, ἡ κτίσις στενάζει καὶ ὠδίνει τὴν ἐλευθερίαν διὰ τοῦ πνεύματος ἀπεκδεχομένη, ἀλλὰ καὶ ἡμεῖς, καίτοι ἤδη τὰς ἀπαρχὰς τοῦ πνεύματος εἰληφότες καὶ πειρα‐ σθέντες αὐτοῦ τῆς εὐεργεσίας, εἰ καὶ μηδέπω τὸ τέλειον τῆς ὑποσχέσεως εἰλήφαμεν, ὅ ἐστιν ἡ υἱοθεσία διὰ τῆς τοῦ σώματος ἀπο‐
10λυτρώσεως.
10tRöm 8,29—30
11 Οὐδὲ ἐν τούτοις τὸ αὐτεξούσιον ὁ λόγος ἀναιρεῖ· πρῶτον γὰρ ἔφη προγινώσκειν τὸν θεὸν εἶτα προορίζειν. ἡ δὲ πρόγνωσις δῆλον ὡς οὐκ ἔστιν ἀναγκαστικὴ τῆς τῶν πολιτευομένων ὁρμῆς τε καὶ προθέσεως. σαφέστερον δὲ ἂν εἴη τὸ ῥηθὲν εἰ τῶν εἰρημένων ἐνταῦθα
15ἀπὸ τῶν τελευταίων ἀρξάμενοι ἐπὶ τὰ πρῶτα ἀνίοιμεν. τίνας τοίνυν ἐνταῦθα ἐδόξασεν ὁ θεός; οὓς ἐδικαίωσεν. τίνας δὲ προώρισεν; οὓς προέγνω, τοὺς κατὰ πρόθεσιν κλητοὺς ὄντας, τοῦτ’ ἔστι τοὺς διὰ τὴν ἰδίαν πρόθεσιν ἀξίους ὄντας κληθῆναι καὶ
συμμορφωθῆναι Χριστῷ.95

96

(t1)

Röm 8,31—32
1 Δείξας διὰ τῶν πράξεων ὅτι συνεργεῖ πάντα ἡμῖν εἰς ἀγαθὸν διὰ τὴν τοῦ θεοῦ περὶ ἡμᾶς ἀγάπην, οὓς εὗρε κατὰ πρό‐ θεσιν κλητούς, τὸ μέγα τεκμήριον τῆς ἀγάπης τοῦ θεοῦ ἐπάγει, ὃ ἐπεδείξατο ἐν τῷ τοῦ μονογενοῦς μὴ φείσασθαι· τί γάρ, εἰ καὶ μὴ
5θάνατος κατεκυρίευσε τοῦ σωτῆρος, ἐπεὶ καὶ ἐπ’ αὐτῷ κυρίῳ τὸ θεῖναι τὴν ψυχὴν αὐτοῦ καὶ πάλιν λαβεῖν αὐτήν; ἀλλ’ ὅμως σκοπητέον ὅτι Χριστὸς ἑαυτὸν τοῖς ἀνθρωπίνοις ὑπέβαλε πάθεσιν, τήν τε ἰδίαν καὶ τὴν τοῦ πατρὸς ἐκπληρῶν βούλησιν. πάντα οὖν ὑπὲρ ἡμῶν θεοῦ οἰκονομοῦντος, τίς ἐμποδήσει; τίς οὕτως
10ἰσχυρός, ὥστε τὰς εἰς ἡμᾶς τοῦ θεοῦ δωρεὰς διακωλύσαι; εἰκότως γὰρ ὁ τοῦ υἱοῦ δι’ ἡμᾶς μὴ φεισάμενος καὶ τὰ ἄλλα πάντα ὑπὲρ ἡμῶν οἰκονομήσει καὶ τῶν ἀγαθῶν προσθήσει τὴν χάριν.
12tRöm 9,1—5
13 Ἀναγκαίως τῷ παρέποντι ὅρκῳ πιστοῦται τὸν λόγον· προειπὼν γὰρ ὅτι οὐκ ἔστι τι ὃ δυνήσεται αὐτὸν χωρίσαι τῆς ἀγάπης τοῦ
15Χριστο, ἐπάγει ὅτι μόνον τῆς συγγενείας αὐτοῦ ἡττᾶται. φησὶν οὖν ὅτι ὑπὲρ τῶν Ἰουδαίων ἡδέως ἂν καὶ σῶμα καὶ ψυχὴν προήκατο, ἵνα ὧν ἐκπεπτώκασιν, τὰ αὐτὰ πάλιν ἀνακαλέσωνται, πιστεύσαντες εἰς Χριστόν. τί γὰρ τῶν καλῶν οὐκ Ἰουδαίων ἦν ἐφ’ οἷς νῦν τὰ ἔθνη σεμνύνεται; ἡ υἱοθεσία, ἡ δόξα, αἱ διαθῆκαι, αἱ ἐπαγγε‐
20λίαι, ἡ λατρεία, οἱ θεοφιλεῖς πατέρες, καὶ τὸ μέγιστον· ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα. ἐξ αὐτῶν, φησίν, ὁ Χριστός· θεὸς δὲ οὐ μόνον αὐτῶν, ἀλλὰ κοινῇ ἐπὶ πάντων ἐστὶ θεός. τούτων οὖν πάντων ἐκπεπτώκασιν Ἰουδαῖοι, ἀλλ’ ἵνα ταῦτα ἀνακτή‐ σωνται, φησίν, ἡδέως ἂν ἀνάθεμα ὑπὲρ αὐτῶν ἐγενόμην ἀπὸ τοῦ
25Χριστο. τὸ δὲ ἀνάθεμα τὸν ἀλλότριον δηλοῖ, ἐπεὶ τὸ ἀνατεθὲν τοῦ ἀνατιθέντος ἀλλότριον. ἀναγκαίως δὲ ὅσην ἔχει περὶ αὐτοὺς διάθεσιν δείκνυσιν, ἵνα μή τις τοὺς κατ’ αὐτῶν ἐλέγχους πρὸς ἀπέχθειαν λέγεσθαι ὑπολάβοι.
28tRöm 9,6—9
29Ἐπειδὴ τὰ τοῖς Ἰσραηλίταις ἐπηγγελμένα ἐνέφηνεν ὡς εἰς τὰ ἔθνη
30μετετέθη, ὅπερ ἦν κατηγορία θεοῦ ὡς διαψευδομένου τὰς ἐπαγγελίας,
συνιστῶν τὸ ἀψευδὲς τοῦ θεοῦ δείκνυσιν, ὡς οὐ τοὺς κατὰ σάρκα96

97

Ἰσραηλίτας ἐδήλου ἡ γραφή, ἀλλὰ τοὺς διὰ τῆς εὐσεβείας δεικνύντας ὅτι ἄξιοί εἰσιν Ἰσραηλῖται προσαγορεύεσθαι καὶ τοῦ Ἀβραὰμ τέκνα· ἐν Ἰσαὰκ γάρ, φησί, κληθήσεταί σοι σπέρμα καὶ τὰ ἐξῆς. ἐν Ἰσαὰκ ἀντὶ τοῦ διὰ Ἰσαάκ, ὅπερ ἑρμηνεύων λέγει· τοῦτ’ ἔστιν
5οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ θεο, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα. βούλεται δὲ εἰπεῖν ὅτι οὐχ οἱ ἐκ σαρκὸς τοῦ Ἀβραάμ, οὗτοι τέκνα τοῦ θεοῦ, ἀλλὰ τέκνα οἱ ἐξ ἐπαγγελίας, οἷον εὐσεβεῖς καὶ δίκαιοι, οὓς κατὰ πρόγνωσιν ἐπηγγείλατο ὁ θεὸς υἱοὺς τῷ Ἀβραάμ, ἐπεὶ ὁ Ἰσαὰκ ἐξ ἐπαγγελίας
10γεγονὼς δίκαιος ὤφθη· δίκαιον γὰρ αὐτὸν προειδὼς καὶ ἐπηγγείλατο· οὐ γὰρ ἂν ἀσεβῆ υἱὸν ὁ θεὸς χαρίζεσθαι καθυπέσχετο. οὕτως οὖν καὶ πατέρα ἐθνῶν ἔσεσθαι τὸν Ἀβραὰμ ἐπηγγείλατο, προειδὼς τῶν ἐσομένων ἐθνῶν τὴν εὐσέβειαν. διὸ ἔφη· ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα, τοῦτ’ ἔστι δι’ ἐπαγγελίας κατὰ τὸν τοῦ Ἰσαὰκ τύπον,
15ὃς ἦν δίκαιος καὶ τύπος δικαίων. ἡ δὲ ὅλη κατασκευὴ τοῦ λόγου, ὅτι κατὰ πρόγνωσιν ἡ ἐπαγγελία τοῦ θεοῦ, ἡ δὲ ἐπαγγελία κατὰ δικαιο‐ κρισίαν, καὶ ὡς ἐπὶ τοῦ Ἰσαάκ, οὕτω καὶ ἐπὶ τῶν ἐθνῶν.
17tRöm 9,1197

98

Ἰδίωμά ἐστι γραφικὸν ἐκ τῆς Ἑβραΐδος ἤτοι τῆς κατ’ αὐτὴν ἑρμηνείας συμβάν, τὸ τινὰ μὲν ὑπερβατὰ λέγειν, τινὰ δὲ καὶ πρωθύστερα καὶ ἀντιστρόφως τιθέναι. πολλὴ δὲ καὶ τούτων ἡ χρῆσις οὐ μόνον ἐπὶ τῆς παλαιᾶς ἀλλὰ καὶ ἐπὶ τῆς καινῆς διαθήκης· ὁ γὰρ ἀπόστολος εἰς ἀπόδειξιν τοῦ αὐτῷ προκειμένου μνησθεὶς τοῦ τε
5Ἠσαῦ καὶ τοῦ Ἰακὼβ οὕτω φησίν· μήπω γὰρ γεννηθέντων μηδὲ πραξάντων τι ἀγαθὸν ἢ κακόν, ἵνα ἡ κατ’ ἐκλογὴν πρόθεσις τοῦ θεοῦ μέν, ἀντὶ τοῦ ‹ἡ κατὰ πρόθεσιν ἐκείνων ἐκλογή›· οὐ γὰρ κατὰ τὴν οἰκείαν πρόθεσιν ὁ θεὸς τὸν μὲν ἐξελέξατο, τὸν δὲ ἀπώσατο—ἀμφοτέρους γὰρ τό γε ἐπ’ αὐτῷ ἐβούλετο εἶναι καλούς—ἀλλὰ κατὰ τὴν ἑκατέρου τούτων πρόθεσιν τὴν
10ἐκλογὴν ἐποιήσατο, τὸν μὲν ἀγαπήσας διὰ τὴν ἀρετὴν τῆς αὐτοῦ προθέσεως, τὸν δὲ μισήσας διὰ τὴν κακίαν τῆς γνώμης, ἀφ’ ὧ δῆλον ὅτι τὴν κατὰ πρόθεσιν ἐκλογὴν καὶ οὐ τὴν κατ’ ἐκλογὴν πρόθεσιν βούλεται ὁ ἀπόστολος λέγειν.
12tRöm 9,14—21
13 Τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ θε; μὴ γένοιτο. τῷ γὰρ Μωϋσεῖ λέγει· ἐλεήσω ὃν ἂν ἐλε,
15καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. ἄρα οὖν οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεο. ἐπειδὴ προγενέσεως τοῦ Ἠσαῦ καὶ τοῦ Ἰακὼβ φαίνεται ὁ θεὸς τὸν μὲν προσιέμενος τὸν δὲ μισήσας, ἀδικία δὲ ἐδόκει εἶναι τοῦτο παρὰ τοῖς μὴ λογιζομένοις τὴν κατὰ πρόγνωσιν τοῦ θεοῦ δικαιοκρι‐
20σίαν, διδάσκει μὴ ψιλῶς ἕπεσθαι τῷ παραδείγματι, ἐπεὶ πολλὰ καὶ ἄλλα τοιαῦτα περὶ τοῦ θεοῦ ἐν ταῖς γραφαῖς εἴρηται βαθυτέραν ἔχοντα τὴν διάνοιαν. ἰδοὺ γὰρ Μωϋσεῖ λέγει θεός· ἐλεήσω ὃν ἂν ἐλε, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. ἄρα οὖν κατὰ σὲ οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος
25θεο. καὶ περισσός ἐστιν ὁ σπουδάζων. ἀλλ’ οὐχ οὕτως ἔχει· οὐ γὰρ ἄδικος ὁ θεὸς ὥστε μὴ ἑκάστῳ τὸ κατ’ ἀξίαν δοῦναι. λέγει οὖν, φησίν, οὐ πάντας ἀλλὰ τὸν ἄξιον. καὶ πάλιν λέγει ἡ γραφὴ τῷ Φαραὼ ὅτι εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν
30πάσῃ τῇ γ. οὐκοῦν οὐχ ὁ Φαραὼ αἴτιος, ἀλλ’ ὁ ἐγείρας αὐτὸν πρὸς ἔνδειξιν τῆς αὐτοῦ δυνάμεως. ἀλλ’ οὐδὲ τοῦτο οὕτως ἔχει· οὐ γὰρ ἂν αὐτὸν ἐξήγειρε καίτοι δι’ αὐτοῦ σωφρονίζων τοὺς ἄλλους, εἰ μὴ ἀνίατα
αὐτὸν νοσοῦντα προεώρα. εἰ δὲ οὐδὲν ἐφ’ ἡμῖν ὡς οἴει, φησίν, ὦ98

99

ἄνθρωπε, ἐν δὲ τῷ θεῷ τὰ πάντα, καὶ τὸ σκληρύνεσθαι τὸν Φαραὼ καὶ ἐλεεῖσθαι ἕτερον, ἀκολούθως ἂν εἴποις· τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; εἰ γὰρ πάντα αὐτὸς ἐνεργεῖ δι’ ἡμῶν, ἡμεῖς οὐδενός ἐσμεν ἐν ἐξουσίᾳ ὧν πράττομεν.
5μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θε; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· τί με ἐποίησας οὕτως; καὶ τὰ ἑξῆς. πάντα τὰ προλαβόντα διορθούμενος ἐπιτιμᾷ μὲν ὡς τολμηρῶς περιεργαζομένοις τὴν βούλησιν τοῦ θεοῦ, δείκνυσι δὲ καὶ τῆς ἀνθρωπίνης φύσεως τὴν εὐτέλειαν παραλαμβάνων
10ἁρμόζουσαν εἰκόνα τὸν τοῦ κεραμέως πηλόν. τί γὰρ περιεργάζῃ, φησί, τὸν δημιουργόν; οἶδεν ὁ κεραμεύς, ὅπως χρήσηται τῷ πηλῷ καὶ ποῖα εἰς ἀτιμίαν σκεύη καὶ ποῖα εἰς τιμὴν αὐτῷ ποιητέον. δεῖ δὲ τὸν πηλὸν ὄντα πηλόν, μὴ κρίνειν τοῦ δημιουργοῦ τὴν τέχνην· εἰ γὰρ καὶ δοκεῖς αἴσθησιν λογικὴν ἔχειν, ὦ ἄνθρωπε, ἀλλ’ ἴσθι τοσοῦτον ἀπο‐
15λιμπανόμενος τῆς τοῦ θεοῦ οἰκονομίας καὶ τέχνης ὅσον ἀναίσθητος πηλὸς τῆς τοῦ κεραμέως βουλήσεως. μὴ τοίνυν τόλμα κατηγορεῖν τοῦ θεοῦ μηδὲ ὡς ἔτυχε τὸν μὲν ἐλεεῖν τὸν δὲ σκληρύνειν νόμιζε, ἀλλὰ κατὰ τὴν τῆς προγνώσεως δύναμιν τὸ κατ’ ἀξίαν ἑκάστῳ ἀποδιδόναι. ὥστε οὐχ ὁ προγινώσκων αἴτιος, ἀλλ’ οἱ προγινωσκόμενοι ἐφ’ οἷς ἔστι τὸ εἶναι
20κακοῖς καὶ μή. ὅτι γὰρ ἐν ἡμῖν τοῦτο, ἐν ἑτέροις διδάσκει· περὶ γὰρ χρυσῶν καὶ ἀργυρῶν καὶ ὀστρακίνων σκευῶν διαλαμβάνων φησίν· ἐὰν οὖν τις ἑαυτὸν ἐκκαθάρ, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον· ὥστε ἡμεῖς μὲν τὴν αἰτίαν παρέχομεν, ὁ δὲ θεὸς τὸ κατ’ ἀξίαν ἀποδίδωσιν. μὴ τοίνυν, εἴ τι κατὰ πρόγνωσιν οἰκονομῶν ὁ
25θεός, ἢ τὸν Φαραὼ ἐξήγειρεν ἢ τὸν Ἠσαῦ ἐμίσησε καὶ τὸν Ἰακὼβ ἠγάπησε, νομιζέτω τις διὰ ταῦτα μηδὲν ἐφ’ ἡμῖν εἶναι, ἀλλὰ περικεκόφθαι ἡμᾶς τῆς αὐτεξουσιότητος. ἔνιοι δὲ ἐνόμισαν, οὐ κατὰ μέμψιν εἰρῆσθαι τὸ μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θε; ἄτοπον γάρ φασι τηλικαῦτα
30ζητήσαντα ζητήματα καὶ συνταράξαντα τοῦ ἀκροατοῦ τὴν διάνοιαν καὶ μηδὲν αὐτῶν διαλύσαντα, μόνον δὲ ἐπιτιμήσαντα τοῖς ζητοῦσιν ἁπλῶς ἀποπηδῆσαι τῶν ζητουμένων, μετὰ τοῦ καὶ τὴν εἰκόνα τοῦ κεραμέως δοκεῖν ἡμῶν περιαιρεῖν τὴν αὐτεξουσιότητα, εἴ γε ὁ μὲν πλάττων πλάττει τὰ σκεύη ὡς βούλεται, τὰ δὲ μένει οὕτω μένοντα ὡς παρὰ τὴν ἀρχὴν
35γέγονεν. ταῦτα δέ φασι τῆς ἀποστολικῆς χάριτος καὶ διδασκαλίας ἀναξίως. οὐ κατὰ μέμψιν εἴρηται ὁ λόγος, ἀλλ’ ἔχει οὕτως ἡ διάνοια· εἰ ἐξ ὧν, φησί, τὸν Φαραὼ ἐξήγειρε καὶ τὸν Ἠσαῦ ἐμίσησε καὶ τὸν Ἰακὼβ ἠγάπησε καὶ πρὸ γενέσεως αὐτῶν, πάντα ἐν τῇ βουλήσει τοῦ θεοῦ δίδως, οὐδὲν δὲ ἐφ’ ἡμῖν εἶναι, λοιπὸν
40εἰπέ· σὺ τίς ε, ὦ ἄνθρωπε, καὶ πῶς ἀνταποκρίνῃ τῷ99

100

θε; καὶ πῶς ἐξουσίαν ἔχεις φθέγγεσθαι καὶ αἰτιᾶσθαι αὐτὸν ὡς οὐ δικαίως ἡμῖν μεμφόμενον, λέγων· τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; πῶς οὖν αὐτὸς αἰτιᾷ τὸν θεόν, εἰ μηδὲν ἐν τῇ ἡμετέρᾳ κεῖται ἐξουσίᾳ ὡς φῄς; εἰ γὰρ μηδὲν
5ἐφ’ ἡμῖν, οὐδὲ αὐτὸ τὸ μέμφεσθαι καὶ ἀνταποκρίνεσθαι τῷ θεῷ ἐξουσία σοί ἐστιν. μὴ τὰ τοῦ κεραμέως, φησί, πλάσματα, ἐπεὶ μὴ ἔχει αἴσθησιν, μέμφεται τῷ ποιήσαντι κἂν ἄτιμα γένηται, κἂν ἔντιμα κατὰ τὴν τοῦ δημιουργοῦ ἐξουσίαν; σὺ δὲ μέμφῃ, ἔχεις ἄρα αἴσθησιν καὶ ἐξουσίαν ὡς ἐλευθέραν ἔχων τὴν βούλησιν. ὁ δὲ τοῦ μέμφεσθαι ἐξουσίαν
10ἔχων, δῆλον ὅτι καὶ εἰς τὰ ἄλλα κύριός ἐστιν ἑαυτοῦ καὶ λέγειν καὶ πράττειν ἃ βούλεται. οὐ γὰρ ἐπὶ μὲν τῷ μέμφεσθαι τὸν θεὸν κύριος ἑαυτοῦ τίς ἐστιν, ἐπὶ δὲ τοῖς ἄλλοις ἀφῄρηται τῆς κυριότητος.
12tRöm 9,27—28
13 Τοῦτο τὸ λόγιον διὰ τῶν μακαρίων ἀποστόλων εἰς ἔργον προῆλθεν, οἳ τὴν πολλὴν τῆς παλαιᾶς νομοθεσίας περίοδον γράψαντες εἰς σύντομον
15πολιτείας ὁδὸν ἐνεβίβαζον τὰ ἔθνη, γράφοντες ὡς ἔδοξε τῷ ἁγίῳ πνεύματι καὶ ἡμῖν μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος πλὴν τῶν ἐπάναγκες τούτων, ἀπέχεσθαι εἰδω‐ λοθύτων καὶ αἵματος καὶ πορνείας καὶ πνικτο. εἰς ταῦτα γὰρ ἐκ πολλῶν περιστήσαντες τὴν παρατήρησιν, εὐχερῆ τῆς
20δικαιοσύνης τὴν πολιτείαν κατεσκεύασαν, ὅπερ καὶ ὁ θεῖος ἀπόστολος διδάσκει λέγων· τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, καὶ πάλιν ἐξαλείψας τὸ καθ’ ἡμῶν χειρό‐ γραφον τοῖς δόγμασιν. ἐπεὶ οὖν πολλὰ διέστελλεν ὁ νόμος περὶ βρωμάτων, οἱ ἀπόστολοι μόνον ἐκέλευσαν φυλάττεσθαι ἀπὸ εἰδωλο‐
25θύτων καὶ αἵματος καὶ πνικτοῦ καὶ ἀντὶ τοῦ τηρεῖν τὴν περιτομὴν ἀντεισῆγον φυλάττεσθαι ἀπὸ πορνείας· ἡ γὰρ περιτομὴ εἰ καὶ σημεῖον καὶ ὑπόμνημα ἦν τῆς τοῦ Ἀβραὰμ πίστεως, ἀλλ’ ἐδόθη καὶ ὡς σωφροσύνης σύμβολον ἐμφαῖνον ὡς χρὴ περικόπτειν τὴν ἀκολασίαν.
29tRöm 9,29—31
30 Ἐπειδὴ ἐν τοῖς ἔμπροσθεν ῥηθεῖσιν ἀπόβλητον μὲν τὸ Ἰουδαίων ἔθνος τῷ πλεονάζοντι μέρει δείκνυσιν, ἀντεισαγόμενα δὲ τὰ ἔθνη εἰς τὸ τῆς υἱοθεσίας ἀξίωμα, ἀκολούθως ζητεῖ τὴν αἰτίαν δι’ ἣν οἱ μὲν
ἀσκούμενοι ἐν τῷ νόμῳ ἐκπεπτώκασιν, οἱ δὲ ἐπειληφότες τὸν νόμον100

101

ἐδικαιώθησαν. ἐπιλύων οὖν ἐπάγει ὅτι ἐξέπεσον οἱ Ἰουδαῖοι ἐκ τοῦ μὴ προσδραμεῖν τῇ πίστει ὥσπερ τὰ ἔθνη· ἠθέλησαν γὰρ ἐξ ἔργων νόμου δικαιωθῆναι, οὐ δὲ αὐτῷ πιστεύσαντες τῷ νόμῳ τῷ προσαγορεύσαντι τὴν μέλλουσαν ἀντεισάγεσθαι πίστιν ἀντὶ τῆς νομοθεσίας.
4tRöm 10,1—3
5 Οὐκ ἐπέγνωσαν, φησίν, ὅτι διὰ τοῦ νόμου ὁ θεὸς τὴν πίστιν ἐπηγγείλατο, καὶ οὐκ ἔστιν ἡ πίστις ἐναντία τῷ νόμῳ ὑπ’ αὐτοῦ μαρτυρου‐ μένη. δικαιοσύνη μὲν οὖν θεοῦ ὁ Χριστὸς καὶ ἡ εἰς αὐτὸν πίστις, Ἰουδαίων δὲ δικαιοσύνη ἡ τῆς νομοθεσίας πολιτεία. ἀγνοοῦντες οὖν οἱ Ἰουδαῖοι Χριστὸν τήν τε τοῦ νόμου πολιτείαν συνιστῶντες, τῆς σωτηρίας
10εἰκότως ἐκπεπτώκασιν· αὐτοὶ γὰρ σώζονται οἱ τῇ τοῦ Χριστοῦ πίστει προκόπτοντες· ἡ γὰρ πίστις διάθεσις οὖσα ψυχῆς εἰκότως τῶν τῆς σαρκὸς πράξεων προτετίμηται, ἐφ’ ἣν ἔδει ἐλθεῖν Ἰουδαίους τέλος ἐπι‐ θέντας τῷ νόμῳ.
13tRöm 10,4—5
14Ὁ τὸν νόμον πληρώσας, φησίν, ἐκείνων μόνων ἀπολαύσει τῶν διὰ
15τοῦ νόμου ἐπηγγελμένων ἀγαθῶν, τοῦτ’ ἔστι γῆν ῥέουσαν γάλα καὶ μέλι.
16tRöm 10,6—10
17 Διδάσκει ὁ λόγος τοὺς πιστεύοντας μηδεμίαν λαμβάνειν ἀμφιβολίαν, μήτε περὶ τῆς ἐξ οὐρανῶν πρὸς ἡμᾶς τοῦ κυρίου καθόδου, μήτε περὶ τῆς νεκρῶν ἀναστάσεως καὶ τῆς εἰς οὐρανὸν ἀνόδου.
19tRöm 10,11—13
20 Ἀναγκαίως προέθηκε τοὺς ἐπικαλουμένους αὐτόν· οὐ γὰρ ἀκρίτως δίδωσιν ὁ θεὸς τὴν χάριν καὶ εἰς τοὺς μηδὲ τοσοῦτον παρασχεῖν βουλομένους τῷ εὐεργέτῃ ὅσον γοῦν αἰτῆσαι καὶ δεηθῆναι. ἵνα δὲ μήτις λέγῃ, ὡς οὐ δι’ ἀπιστίαν καὶ ἀγνωμοσύνην ἀλλὰ δι’ ἄγνοιαν πολλοὶ τὸν κύριον Ἰησοῦν οὐ παρακαλοῦσιν, δείκνυσι διὰ τῶν ἑξῆς, ὅτι
25ὁ θεὸς καὶ τὴν τῆς ἀγνοίας αὐτῶν περιεῖλεν πρόφασιν, ἀποστείλας εὐαγγελιστὰς καὶ κήρυκας προτρέποντας καὶ καλοῦντας εἰς τὴν τῆς
δωρεᾶς αἴτησιν. διὸ ἐπήγαγεν τὸ ἑξῆς.101

102

(t1)

Röm 10,21
1 Δοκεῖ διὰ τῆς ἐκπετάσεως τῶν χειρῶν τὸν λαὸν πρὸς ἑαυτὸν καλεῖν μετὰ τοῦ ἐκτείνειν τὰς χεῖρας πρὸς αὐτούς, διὰ δὲ τοῦ αὐτοῦ καὶ τὸ σχῆμα τοῦ σταυροῦ ὑποδεικνύς.
3tRöm 11,1—2
4Παλὶν φοβηθεὶς ὁ ἀπόστολος μὴ τὸ πλεονάζον τῆς ἀποβολῆς τῶν
5Ἰουδαίων δόξῃ αἵρεσιν τῆς ἀπειθείας ἐργάζεσθαι, χωρεῖ ἐπὶ τὸ ὀλίγον λεῖμμα τῆς ἐκλογῆς τῶν ἀποστόλων καὶ τῶν συμπιστευσάντων αὐτοῖς. καὶ γὰρ ἀνωτέρω εἰπών· οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραήλ, οὗτοι Ἰσραήλ, ἐνέφηνεν ὅτι ἦσαν τινὲς οἱ σωζόμενοι εἰ καὶ μὴ πάντες, καὶ πάλιν· οὓς καὶ ἐκάλεσεν οὐ μόνον ἐξ Ἰου‐
10δαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν.
10tRöm 11,3—5
11 Πρὸς μαρτυρίαν τοῦ καταλείμματος παραλαμβάνει τὰ κατὰ τὸν Ἠλείαν, ἀφ’ ὧν δείκνυσιν αὐτὸν ὁμολογοῦντα τὸν θεὸν οὐκ ἐν πολλῷ πλήθει ἀλλ’ ἐν ἑπτακισχιλίοις ἀνδράσι σώζεσθαι αὐτοῦ τὸν λαόν, οὗ δὴ καθ’ ὁμοιότητα ἀποβῆναι καὶ ἐπὶ τοῦ σωτῆρος, τοῦ κατα‐
15λείμματος μόνου ὑποδεξαμένου τῆς ἐπαγγελίας τὴν χάριν.
15tRöm 11,6
16 Καὶ ἤδη προείρηται ὅτι ἡ μὲν πίστις ἔπαυσε τὸν νόμον, ἡ δὲ χάρις ἐκράτησε τῶν ἔργων. διό φησιν· εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων· ἡ μὲν γὰρ χάρις τοῦ χαριζομένου δηλοῖ τὴν φιλανθρωπίαν, τὰ δὲ ἔργα τὰς κατ’ ἀξίαν τῶν ἔργων ἀμοιβὰς ἀπαιτεῖ.
19tRöm 11,7
20 Τί οὖν; φησίν, ὃ ἐπιζητεῖ Ἰσραήλ, τούτου οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν· οἱ δὲ λοιποὶ ἐπωρώθησαν. πάντες, φησίν, οἱ ἐξ Ἰσραὴλ ἐπωρώθησαν πλὴν τῆς ἐκλογῆς· διὸ οὐκ ἐπέτυχον οὗ ἐζήτουν. τί δὲ ἐζήτουν; τὴν ἐπαγγελίαν
τοῦ γενέσθαι υἱοὶ καὶ κληρονόμοι κόσμου.102

103

(t1)

Röm 11,8
1 Ἔθος τῇ γραφῇ τὰ κατὰ συγχώρησιν τοῦ θεοῦ συμβαίνοντα τοῖς ἀνθρώποις ἀναφέρειν ἐπὶ τὸν συγχωρήσαντα. συγχωρεῖ δὲ ὁ θεὸς τῇ ἑκάστου ὁρμῇ χωρεῖν ἐφ’ ὃ βούλεται, ἵνα μὴ πρὸς βίαν αὐτὸς φέρων τῆς ἐλευθερίας δοκῇ περιαίρειν τὴν ἐξουσίαν. ὃ δέ φησι, τοιοῦτόν
5ἐστιν· πνεῦμα γὰρ κατανύξεως πρὸς εὐσέβειαν ἔδωκεν αὐτοῖς, ἀλλ’ οὔτε αὐτοὶ ὁρῶσιν ἄλλων ἀκούουσιν. πῶς ἂν οὖν σωθεῖεν ὡς καὶ ἀλλαχοῦ λέγει· μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν, ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν.
8tRöm 11,11
9Οἱ ἐπὶ τοῦ κατακλυσμοῦ ἀνίατα πλημμελήσαντες καὶ οἱ κατὰ τὴν
10Σοδομηνὴν ὅμοια παρανομήσαντες οὕτως ἔπεσον ὡς καθάπαξ πεσεῖν καὶ μηκέτι διαναστῆναι ἀλλ’ ἄρδην διαφθαρῆναι. τί οὖν; ἆρα μὴ καὶ Ἰουδαῖοι οὕτως ἔπταισαν ἵνα πέσωσιν ἐπὶ τῷ ἀπολέσθαι καὶ μηκέτι σωθῆναι; μὴ γένοιτο, φησίν. τὸ γὰρ παράπτωμα αὐτῶν διπλῆν ἔχει τὴν οἰκονομίαν· τά τε γὰρ ἔθνη ἀντεισήχθη καὶ αὐτοὶ τούτου
15γε ἕνεκεν παραζηλώσαντες ἐπιστρέψουσιν. ἐπεὶ γὰρ πρὸ νόμου ἐξέκλιναν καὶ λαβόντες νόμον μᾶλλον ἐβαρήθησαν ἤπερ ὠφελήθησαν, καὶ οὔτε ἀπειλαῖς εἶξαν οὔτε προτροπαῖς ἐπείσθησαν, ἀλλ’ ἀεὶ διέμειναν ἀπειθεῖς, ἐπὶ ἑτέραν οἰκονομίαν ἦλθεν ὁ σωτήρ, καὶ σώζεται τὰ ἔθνη διὰ τοῦ παραπτώματος αὐτῶν, ἵνα κἂν ἐκ τῆς παραζηλώσεως τῶν ἐθνῶν
20σωθῶσιν.
20tRöm 11,12
21 Ἰουδαίων μὴ φυλαξάντων τὸν νόμον ἀναγκαῖα ἦν ἡ τοῦ Χριστοῦ ἐπιδημία διὰ τὴν χάριν· ἧκεν οὖν ὁ κύριος ἡμῶν χάριτι τὰ παραπτώματα συγχωρῶν. ἀλλ’ οὐ πάντες Ἰουδαῖοι ἐδέξαντο τὸν Χριστὸν οὐδὲ τὴν παρ’ αὐτοῦ χάριν ἀλλὰ τὸ κατάλειμμα, οἱ δὲ λοιποὶ ὥσπερ φιλονεικήσαντες
25μηδέποτε σωθῆναι, ἐξωθήσαντο τὴν χάριν ἐπὶ τὰ ἔθνη. καὶ διὰ τοῦ
παραπτώματος αὐτῶν τὸν πλοῦτον ἐδωρήσαντο τῷ κόσμῳ, τοῦτ’ ἔστι103

104

πλῆθος τῶν σωζομένων. εἰ δὲ τὰ ἐπιστρέψαντα ἔθνη ἐπλούτησεν ὁ θεός, πῶς οὐκ ἂν εἴη μεῖζόν τι ἀγαθὸν καὶ πλοῦτος τελειότατος τῷ κόσμῳ, εἰ μεταγνόντων Ἰουδαίων τὸ ἐλλεῖπον αὐτῶν προστεθείη πλήρωμα, ὥστε καὶ τὰ ἔθνη καὶ Ἰουδαίους πρὸς μίαν τελείαν
5εὐσέβειαν συνδραμεῖν· πλήρωμα γὰρ ἔθος τῷ ἀποστόλῳ λέγειν τὸ σύστημα τὸ πεπληρωμένον εὐσεβείας καὶ θεογνωσίας.
6tRöm 11,16
7 Ἀπαρχὴ μὲν καὶ ῥίζα εἰσὶν οἱ πατριάρχαι, ὁ νομοθέτης, οἱ προφῆται· φύραμα δὲ καὶ κλάδοι τὸ σύμπαν τῶν Ἰουδαίων ἔθνος.
8tRöm 11,25—26
9Τί ἐστι καὶ οὕτω πᾶς Ἰσραὴλ σωθήσεται; ὥσπερ πάντα
10τὸν κόσμον καὶ πάντα τὰ ἔθνη σώζεσθαι φαμὲν διὰ τὸ πανταχόθεν καὶ ἐκ πάντων τῶν ἐθνῶν εἶναι τοὺς τῇ πίστει προσιόντας, οὕτω καὶ τὸ πᾶς Ἰσραὴλ σωθήσεται οὐ πανδημεὶ τοὺς πάντας σημαίνει, ἀλλ’ ἤτοι τοὺς ὑπὸ τοῦ Ἠλία καταλαμβανομένους ἢ τῶν ἁπανταχοῦ ἐν ὅλῳ τῷ κόσμῳ διεσπαρμένων τοὺς μέλλοντας προσιέναι τῇ πίστει.
14tRöm 11,30—32
15 Τὸ λεγόμενον τοιοῦτόν ἐστιν· εἰ μηδὲν πρὸς τὴν τῶν ἐθνῶν πίστιν ἐνεπόδισεν ἡ προτέρα τούτων ἀπείθεια, οὐδὲ Ἰουδαίοις ἄρα νῦν ἀπειθή‐
σασιν ἡ πρὸς τὸ μέλλον ἀποκλείεται τῆς μετανοίας ἐξουσία. τὸ δὲ ἵνα104

105

καὶ αὐτοὶ ἐλεηθῶσιν οὐ τοῦτο δηλοῖ, ὅτι διὰ τοῦτο ἐξεπίτηδες ἥμαρτον ἵνα ἐλεηθῶσιν ὡς καὶ ὑμεῖς, ἀλλ’ ὅτι καὶ ἁμαρτόντες ἄξιοί εἰσιν ἐλεηθῆναι ὡς καὶ ὑμεῖς. ὥσπερ δὲ ἐπὶ τοῦ παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς πάθη ἀτιμίας καὶ ἐπὶ τοῦ ἐτύφλωσεν
5ὁ θεὸς τὰ νοήματα τῶν ἀπίστων, οὐχ ὡς τοῦ θεοῦ κακο‐ ποιοῦντος δεχόμεθα τὸν λόγον, ἀλλ’ ὡς συγχωροῦντος τοῖς ἀνθρώποις πράττειν ἃ βούλονται διὰ τὴν τῆς αὐτεξουσιότητος ἐλευθερίαν· οὕτω καὶ νῦν τὸ συνέκλεισεν ὁ θεὸς τοὺς πάντας εἰς ἀπείθειαν νοητέον, ὅτι τοὺς βουληθέντας ἀπειθεῖν εἴασεν ἀπειθεῖν, συγχωρῶν δι’
10ὅλου τῷ ἀνθρώπῳ τὸ ἐφ’ ἑαυτῷ ἔχειν πράττειν ἃ βούλεται. συν‐ έκλεισεν οὖν ὁ θεὸς τοὺς πάντας εἰς ἀπείθειαν, τοῦτ’ ἔστι συνεχώρησεν ἀπειθεῖν, οὐχ ἵνα κατακρίνῃ παραμείναντας τοῖς ἁμαρτήμασιν, ἀλλ’ ἵνα τῷ χρόνῳ αἰσθομένους ὧν ἁμαρτάνουσι καὶ μεταγνόντας καὶ ἐπιστρέψαντας ἐλεήσῃ. ἢ καὶ τὸ συνέκλεισεν εἰς
15ἀπείθειαν ἀντὶ τοῦ διήλεγξεν ἀπειθοῦντάς ἐστιν, καὶ οἷον ἀπέκλεισεν αὐτοῖς πᾶσαν ἀπολογίαν, ἵνα αἴσθωνται ὅτι οὐκ ἐξ ἔργων λοιπόν, ἀλλ’ ἐκ φιλανθρωπίας θεοῦ καὶ ἐλέου διασώζονται.
17tRöm 12,3a
18 Ἵνα μή τις οἰηθῇ ἀνθρώπινον εἶναι τῆς παραινέσεως τὸν λόγον, ἔδειξεν ὅτι διὰ τῆς χάριτος καὶ λέγει καὶ διδάσκει. ἐπειδὴ οὖν δεινότατον
20νόσημα ἡ ἀλαζονεία ᾗ μάλιστα ἐνέχονται Ῥωμαῖοι, εἰσηγεῖται αὐτοῖς μετριάζειν εἰς τὴν ἀρίστην ἕξιν τῆς ταπεινοφροσύνης, αὐτοὺς ἐνάγων ἀκολούθως τῇ τοῦ πνεύματος διδασκαλίᾳ. ὃς τὸ ὑπέροπτον τῆς ἀνθρω‐ πίνης ἐπιστάμενος φύσεως τῶν μαθητῶν ἔνιψε τοὺς πόδας ταπεινο‐ φρονεῖν αὐτοὺς ἐκπαιδεύων, ἵνα μὴ μετασχόντες τῆς χάριτος καὶ σημεῖα
25ποιήσαντες φυσηθῶσι τῇ χάριτι καὶ ἐκπέσωσι τῆς δωρεᾶς.
25tRöm 12,3b
26 Ἑκάστ, φησίν, ὡς ὁ θεὸς ἐμέρισεν μέτρον πίστεως, ἀντὶ τοῦ ὡς ἑκάστῳ ἐμέτρησεν χάριν κατὰ τὴν πίστιν αὐτοῦ.
27tRöm 12,6—8
28Εἴτε προφητείαν, φησί, κατὰ τὴν ἀναλογίαν τῆς
πίστεως. ἐλλειπῶς εἴρηται τοῦτο· λείπει γὰρ τῷ εἴτε προ‐105

106

φητείαν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως τὸ ἐν προφητείᾳ δεικνύομεν τὴν χάριν ἵνα ᾖ τοιοῦτον· ἔχοντες χαρίσματα διά‐ φορα, εἴτε προφητείαν, εἴτε διακονίαν, εἴτε διδα‐ σκαλίαν. οἱ μὲν ἔχοντες προφητείαν, ἐν προφητείᾳ δεικνύομεν
5τὴν χάριν· οἱ δὲ διακονίαν, ἐν διακονί· οἱ δὲ διδα‐ σκαλίαν, ἐν διδασκαλί· καὶ ἕκαστος ἐν ᾗ ἐγκεχείρισται ὑπουρ‐ γί. προφητεία μὲν οὖν ἐστι προηγουμένως μὲν ἡ τῶν ἀφανῶν πραγμάτων φανέρωσις, εἴτε τῶν μελλόντων, εἴτε τῶν παλαιῶν, εἴτε τῶν ἐνεστώτων καὶ λανθανόντων. λέγεται δὲ προφητεία καὶ ὅταν τις
10τὰ τοῦ προφήτου ἑρμηνεύῃ. διακονία δέ ἐστι τὸ ὑπηρετῆσαι εἰς τὸ τοῦ εὐαγγελίου κήρυγμα. διδασκαλία δὲ ἡ τῶν πρακτέων ὑφήγησις ἣν οἱ ἤδη πεπιστευκότες εἰς Χριστὸν διδάσκονται. παράκλησις δέ ἐστιν ἡ προτροπὴ δι’ ἧς τοὺς ἔτι ἐν ἀγνοίᾳ εἰς τὴν τοῦ Χριστοῦ πίστιν παρακαλοῦμεν, μηδέπω μὲν αὐτοῖς ἐκτιθέμενοι τῆς πολιτείας τὸν
15σκοπόν, ἐπιθυμίαν δὲ αὐτοῖς ἐμβάλλοντες ὅτι αἰωνίων ἀγαθῶν ἀπο‐ λαύσουσι πιστεύσαντες τῷ Χριστῷ.
16tRöm 12,13
17 Ταῖς μνείαις τῶν ἁγίων, φησί, κοινωνοῦντες. τὸ μὲν πρόχειρον τῆς διανοίας ἐστὶ τὸ ἐπὶ τῇ τιμῇ τῶν ἁγίων συνιέναι καὶ μνείας αὐτῶν ἐπιτελεῖν κατὰ τὴν τῆς τελειώσεως αὐτῶν ἡμέραν.
20ἔστι δὲ κἀκεῖνο εἰπεῖν ὅτι τοῖς τῆς ἀρετῆς ἐφιεμένοις ἁρμόζει μάλιστα κοινωνεῖν ταῖς τῶν ἁγίων μνήμαις, τοῦτ’ ἔστι μεμνῆσθαι αὐτῶν καὶ ἔχειν ὑπόδειγμα πολιτείας τὸν ἐκείνων βίον.
22tRöm 12,18
23 Εἰ δυνατὸν εἰπὼν τὸ ἀδύνατον ἐνέφηνεν· εἰ γὰρ καὶ τὰς ἄλλας ἀπεχθείας διαφύγοιμεν, ἀλλ’ ὁ τῆς εὐσεβείας θεσμὸς μῖσος ἡμῖν παρὰ
25τῶν ἀσεβῶν ἐπισπᾶται, ἢ πρὸς τοὺς ἀσεβεῖς ἡμῶν.
25tRöm 12,19
26 Ὀργὴν ὀνομάζει τὴν παρὰ τοῦ θεοῦ τιμωρίαν, οὐχ ὡς κατὰ πάθος συμβαίνουσαν τῷ θεῷ, ἀλλ’ ὅτι οὐκ ἂν ῥᾳδίως νοήσειαν οἱ ἄνθρωποι ἐκδίκησιν γινομένην παρὰ θεοῦ, μὴ τὴν συνήθη τῆς ὀργῆς ὀνομασίαν ἀκούσαντες· ἐπεὶ γὰρ οἱ ἄνθρωποι θυμῷ καὶ ὀργῇ τοὺς εἰς
30αὐτοὺς ἁμαρτάνοντας ἐπιστρέφουσιν, ταῦτα τῷ θεῷ περιτίθησιν ἡ
γραφή, ὡς ἀκούειν καὶ νοεῖν τοῖς πολλοῖς δυνατόν. φησὶν οὖν μὴ106

107

ἑαυτοῖς ἐπιτρέπετε τὴν ἐκδίκησιν, δότε δὲ τόπον καὶ παραχωρήσατε τὴν ἐκδίκησιν τῇ ὀργῇ τοῦ θεοῦ τῇ ὡρισμένῃ τοὺς ἠδικημένους ἐκδικεῖν.
3tRöm 12,20—21
4Ἐστοχασμένως τῆς τοῦ ἀδικηθέντος ὀργῆς ὁ ἀπόστολός φησιν·
5τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτο. οὐ γὰρ ὡς διδάσκαλος κακῶν ταῦτα εἰσηγεῖται —μὴ γένοιτο—ἀλλὰ τέχνῃ καὶ σοφίᾳ καταστέλλει καὶ ἐξημεροῖ τοῦ θυμουμένου τὴν σφοδρότητα. μέγα μὲν γὰρ καὶ τὸ μὴ ἀδικεῖν, μεῖζον δὲ τὸ ἀδικηθέντα μὴ ἀμύνασθαι, ἀλλ’ ὀργὴν ζέουσαν ἀποσβέσαι τῷ τῆς
10ἀνεξικακίας τρόπῳ, καὶ νόμου διδόντος ἀμύνασθαι τοὺς ἀδικήσαντας ἐπιεικέστερον τῆς ἐξουσίας ὀφθῆναι· τὸ δὲ εὖ ποιεῖν τοὺς ἀδικήσαντας, τοῦτο καὶ τῆς φιλοσοφίας ὑπερβαίνει νόμον. ἵνα οὖν ἐκβιάσηται τοῦ ἀδικηθέντος τὴν ὀργὴν καὶ ἀντὶ τοῦ ἀμύνασθαι εὐεργετῆσαι παρασκευάσῃ, τὰ ἐκ τῆς εὐεργεσίας αὐτοῦ δεινὰ συμβαίνοντα τοῖς ἀδικήσασι δίδωσιν
15ἐλπίζειν.
15tRöm 13,1
16 Ἐπειδὴ πολλαὶ ἐξουσίαι διαφόρων καὶ ὑποβεβηκότων ἀρχόντων ἐν ἀνθρώποις εἰσίν, προσθεὶς ὑπερεχούσαις τὰς βασιλικὰς ἐξουσίας ἔδειξεν· ὅτι γὰρ οὐκ ἄνευ οἰκονομίας καὶ βουλήσεως θεοῦ εἰς τὸ ἄρχειν παρέρχονται βασιλεῖς, διδάσκουσιν αἱ Παροιμίαι. δι’ ἐμο, φησί,
20βασιλεῖς βασιλεύουσιν, καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην. ἡ δέ γε τῶν Ῥωμαίων ἀρχὴ καὶ οἰκονομίας ἐξαιρέτου παρὰ τοῦ θεοῦ τετύχηκεν· μέλλοντος γὰρ τοῦ σωτῆρος ἐπιφαίνεσθαι τοῖς ἀνθρώποις, μικρὸν προλαβὼν ὁ θεὸς εἰς ὑπηρεσίαν ἑαυτοῦ τὴν Ῥωμαϊκὴν προσεβάλλετο, δι’ ἧς ἥμερον καὶ εἰρηνικώτερον τῶν ἀνθρώ‐
25πων τὸν βίον κατέστησεν. τῶν μὲν ἐπ’ ἀλλήλων πολέμων ἀπαλλάξας αὐτούς, τοσαύτην δὲ σχολὴν δοὺς τῆς ἑαυτοῦ ἐπιγνώσεως· δεῦτε, γάρ φησι, καὶ ἴδετε τὰ ἔργα τοῦ θεοῦ ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς, ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς. καὶ ἐπάγει· σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι
30ὁ θεός. ἀνελόντος τοίνυν τοῦ θεοῦ τοὺς συνεχεῖς πολέμους καὶ δόντος ἐπιμιξίαν πόλεσί τε καὶ ἔθνεσι διὰ τὸ τῆς εὐσεβοῦς πολιτείας κήρυγμα, συνεωρακὼς ὁ ἀπόστολος τὴν οἰκονομίαν τοῦ θεοῦ τὴν περὶ τὰς βασιλείας παραινεῖ ὑποτάσσεσθαι ταῖς ἐξουσίαις· τοῦ γὰρ θεοῦ τάξαντος αὐτὰς τὸ μὴ πειθαρχεῖν ἀσεβὲς μετὰ τοῦ καὶ ἐν τῷ παρόντι βίῳ ἐπικίνδυνον
35ἔχειν τὴν ἀπόνοιαν.107

108

(t1)

Röm 13,2
1 Οἱ δὲ ἀνθεστηκότες, φησίν, ἑαυτοῖς κρίμα λήψον‐ ται, τοῦτ’ ἔστιν οἱ μὴ ὑπακούοντες βασιλεῖ κρίμα καὶ δικαστήριον ἐπισπῶνται.
3tRöm 13,5
4Δεῖ, φησίν, ὑπακούειν ταῖς ἀρχαῖς οὐ μόνον διὰ τὰς τῶν ἀρχόντων
5ὀργάς, ἀλλὰ καὶ διὰ τὴν συνείδησιν, τοῦτ’ ἔστι τὸ τοῦ πράγματος εὔλογον. ἢ καὶ τοῦτό φησιν· σὺ μὲν οὐ θέλεις δικάζεσθαι διὰ τὸν θεόν, οἱ δὲ ἔξωθεν ὑποπτεύουσι συνειδέναι τι κακὸν σεαυτῷ καὶ τὴν συνείδησίν σου πεπλῆχθαι.
8tRöm 13,6
9Οἱ φόροι, φησί, τὴν ὑποταγὴν ἐλέγχουσιν· ἄξιον οὖν ὑποτάσσε‐
10σθαι τοῖς βασιλεῦσι λειτουργοῖς οὖσι θεοῦ καὶ προσκαρτε‐ ροῦσι τῇ λειτουργίᾳ τῆς βουλήσεως αὐτοῦ.
11tRöm 13,11
12 Πληροῦτε, φησί, τὸ τῆς ἀγάπης ἔργον εἰδότες τὸν καιρὸν κατε‐ πείγοντα καὶ ἀρετὴν ἀπαιτοῦντα· οἱ μὲν γὰρ πρότερον ἀγνοοῦντες τὴν ἀλήθειαν καὶ ἐν σκότῳ καὶ νυκτὶ τῆς πλάνης διάγοντες εἰκότως ὥσπερ οἱ
15καθεύδοντες ἐν ἀπραξίᾳ ἔργων ἀγαθῶν ἐτύγχανον, οἱ δὲ νῦν ἅτε δὴ τῇ μνήμῃ τοῦ σωτῆρος φωτισθέντες καὶ ἐν ἡμέρᾳ γεγονότες, διαναστῆναι ἐκ τῆς τοῦ ὕπνου ἀργίας ὀφείλουσι καὶ ἔργων ἀγαθῶν ἅπτεσθαι. νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν, τοῦτ’ ἔστιν ὅτε ἔγνωμεν τῶν ἔργων τὰ ὠφελιμώτερα, κοῦφον ἡμῖν γέγονε
20τοῦ σωθῆναι ἤπερ ὅτε κατηχούμεθα ἐπὶ τὸν τῆς πίστεως λόγον· οὐ γὰρ ἅμα τῷ πιστεῦσαι εἰς Χριστὸν καὶ τὴν ἀκριβῆ τῶν πρακτέων κατάληψιν εἴχομεν, οὐδὲ πρόδηλον ἦν ἡμῖν ποίων μὲν ἀπέχεσθαι πράξεων, ποίας δὲ μετιέναι προσήκει.
23tRöm 13,12
24Νύκτα μὲν καὶ σκότος τὴν ἄγνοιαν καλεῖ ἥν φησι πρὸς τὸ
25τέλος συνελαύνειν γνωρισθέντων ἡμῖν τῶν πρακτέων, ἡμέραν δὲ καὶ
φῶς τὴν τῆς εὐσεβοῦς ἀληθείας ἐπίγνωσιν. ὁ μέντοι σωτὴρ εἰπών·108

109

ἕως ἡμέρα ἐστὶν ἐργάζεσθε τὰ ἔργα τοῦ φωτός, ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι, ἡμέραν μὲν προσηγόρευσεν τὴν ἐν τῷδε τῷ βίῳ διαγωγὴν ὡς παρέχουσαν ἡμῖν τῶν ἔργων καιρόν, νύκτα δὲ τὰ μέλλοντα καὶ τὰ αἰώνια, καθὸν οὐκέτι
5πράττειν τι δυνατόν, ἀλλ’ ὡς σκότους ὄντος ἐν ἀπραξίᾳ κεῖσθαι ἀπολέ‐ σαντας τῶν ἔργων τὸν καιρόν.
6tRöm 13,14
7 Ἐνδύσασθε, φησί, τὸν κύριον Ἰησοῦν Χριστόν, ἀντὶ τοῦ μιμεῖσθε αὐτὸν ἐν οἷς πράττετε καὶ δείξατε αὐτὸν δι’ ὑμῶν ἐν οἷς πολιτεύεσθε. πῶς δ’ ἄν τις μιμήσαιτο τὸν Χριστόν, ἔδειξεν ἐπαγα‐
10γών· καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπι‐ θυμίας· ὁ γὰρ περὶ τὴν σάρκα ἠσχολημένος καὶ τὰς τῆς σαρκὸς ἡδονὰς πληρῶν οὗτος πάντως τῆς ψυχῆς ἀμελεῖ.
12tRöm 14,4
13 Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην καὶ τὰ ἑξῆς. ὁ οἰκέτης τοῦ Χριστοῦ ὃν προσελάβετο ὁ Χριστός, ἀλλότριός ἐστι τοῦ
15νόμου. τίς οὖν εἶ κρίνων ἀπὸ τοῦ νόμου τὸν τοῦ νόμου ἀλλότριον;
15tRöm 14,6
16 Νῦν περὶ νηστείας διαλαμβάνει. φησὶ δὲ ὅτι καὶ ὁ νηστεύων καὶ τὴν ἡμέραν περὶ τὸ φρονεῖν καὶ ζητεῖν τὰ θεῖα καταναλίσκων τῷ κυρίῳ φρονε, οἷον ἐπ’ αὐτῷ ἔχων τὰς ἐλπίδας τοῦτο ποιεῖ. ὡσαύτως δὲ καὶ ὁ τὴν ἡμέραν οὐ περὶ τὸ φρονεῖν ἀναλίσκων ἀλλὰ περὶ
20τὴν τῶν βρωμάτων ἀπόλαυσιν, καὶ οὗτος κυρίῳ οὐ φρονεῖ, οἷον καὶ ἡ ῥᾳθυμία αὐτοῦ καὶ ἡ ἄνεσις ἐν θεῷ γίνεται, καὶ οὐκ ἔστιν οὐδὲ οὗτος ἀπόβλητος· οὐ γὰρ ἀφηνιῶν οὐδὲ ἀρνούμενος τὸν δεσπότην τοῦτο ποιεῖ, ἀλλὰ θαρρῶν τῇ τοῦ θεοῦ φιλανθρωπίᾳ ἐν οἷς ἂν ῥᾳθυμῇ καὶ ἀνίεσθαι δοκῇ. ὥστε καὶ ὁ ἐσθίων ὑπὲρ ὧν ἀπολαύει τῷ κυρίῳ εὐχαριστείτω,
25καὶ ὁ μὴ ἐσθίων ὑπὲρ τῆς ἐγκρατείας ἧς ἔχει ἐνισχύσαντα θεὸν δοξο‐ λογείτω δικαίως. κἂν τοίνυν ἐσθίῃ τις κατὰ θεόν, κἂν νηστεύῃ κατὰ θεόν, καλῶς ποιήσει.
27tRöm 14,7—9
28 Εἰς τοῦτο γάρ, φησί, Χριστὸς καὶ ἀπέθανε καὶ ἀνέστη καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων
30κυριεύσ. τί οὖν; ἆρα πρὸ τοῦ πάθους οὐκ ἦν πάντων κύριος ὁ109

110

Χριστός; ἀλλ’ ἦν. τί οὖν τὸ ἐκ τῇς ἐνανθρωπήσεως πλέον; ὅτι τῇ μὲν ἀληθείᾳ καὶ τῇ φύσει δεσπότης ἦν ὁ ποιήσας τῶν ποιηθέντων, τῇ δὲ τῶν ἀσεβησάντων ἐκτροπῇ. τοὺς λατρεύσαντας τῇ κτίσει παρὰ τὸν κτίσαντα οὐκ αὐτὸς ἐνομίζετο δεσπόζειν, ἀλλὰ τὰ ὑπ’
5αὐτῶν προσκυνούμενα· ὥστε ἡ μὲν ἔνσαρκος αὐτοῦ παρουσία τούς τε ὄντας μετ’ αὐτοῦ καὶ ἐσομένους μετ’ αὐτὸν ὑπὸ τὴν τοῦ θεοῦ δεσποτείαν προσῆγεν, ἡ δὲ μέχρι θανάτου γενομένη αὐτοῦ ὑπακοὴ τοῖς φθάσασιν ἐν ἀγνωσίᾳ προαπελθεῖν τῆς σωτηρίας ἔδειξε τὴν οἰκονομίαν, καὶ τοῦ θανάτου προδιέλυσε τοὺς δεσμούς, καὶ τῆς ἀναστάσεως
10ἀπαρχὴ ἐγένετο.
10tRöm 14,14
11 Οἶδα καὶ πέπεισμαι, φησίν, ὅτι οὐδὲν κοινὸν δι’ αὑτο, τοῦτ’ ἔστιν οὐδὲν κοινὸν καὶ ἀκάθαρτον διὰ πίστεως τῆς εἰς Χριστὸν Ἰησοῦν λαμβανόμενον.
13tRöm 14,21
14Καλόν, φησί, τὸ μὴ φαγεῖν κρέα, ἐὰν ὁ ἀδελφός σου ἐπὶ
15τοῦτο σκανδαλίζηται δοκῶν εἶναί σε ἥττονα γαστρός. καὶ ἐκ τοῦ ἐναντίου πάλιν· ἐὰν μὴ ἐσθίων κρέα δόξῃς ὡς ἀπ’ ἀκαθάρτων ἀπέχεσθαι, ἔσθιε ἵνα μὴ ἑτέροις εὑρεθῇς πρόσκομμα.
17tRöm 14,22—23
18 Ὁ μὴ κρίνων ἑαυτόν; οὗτός ἐστιν ὁ μετὰ πίστεως ἁπτόμενος τῶν βρωμάτων ὃν καὶ μακαρίζει ὡς πιστόν, ὁ δὲ ἀνώμαλον ἔχων τὴν
20ψυχὴν περὶ τὴν πίστιν καὶ οὐ θαρρῶν ἑαυτῷ ἀλλὰ διακρινόμενος, οὗτος ἐὰν φάγῃ κατακέκριται. ὥστε ἄμεινον τῷ τοιούτῳ ἀπέχεσθαι, ἵνα μὴ τὸ ἑαυτοῦ πλήττῃ συνειδός.
22tRöm 15,3
23 Βούλεται εἰπεῖν ὅτι ὁ κύριος ἡμῶν καὶ σωτὴρ οὐχ ἑαυτῷ ἀρέσκων ἐνηνθρώπησεν, ἀλλ’ ἵνα τοὺς ἀσθενοῦντας ἀνθρώπους
25οἰκτειρήσῃ καὶ διὰ τῆς ἐνσάρκου οἰκονομίας εἰς βεβαίαν τῆς θεοσεβείας αὐτοὺς ἐπιστηρίξῃ γνῶσιν καὶ τὴν ἀπιστίαν αὐτῶν διορθώσηται· τοιοῦτοι
γὰρ μάλιστα Ἰουδαῖοι, ὥσπερ εἰς ὄνειδος θεοῦ πρὸς ἄλλους ἀποφοιτῶντες110

111

θεοὺς καὶ ὥσπερ οὐ βουλόμενον ἢ οὐ δυνάμενον βοηθεῖν ὀνειδίζοντες τὸν θεόν, προσέτρεχον θεοῖς τῇ παρ’ ἑτέρων μᾶλλον βοηθείᾳ πιστεύ‐ οντες. τὸν γοῦν Ἀαρὼν ἠνάγκαζον ποιῆσαι θεοὺς αὐτοῖς οἳ προπορεύσονται αὐτῶν, ὥσπερ εἰς διαβολὴν καὶ ὄνειδος τοῦ
5θεοῦ. διὸ δὴ ὡς ἐκ προσώπου τοῦ Χριστοῦ πρὸς τὸν πατέρα εἴρηται ὁ ψαλμὸς λέγων· οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέ‐ πεσον ἐπ’ ἐμ. ἀπὸ γοῦν τῆς παρουσίας τοῦ Χριστοῦ οὔτε Ἰουδαῖοι ἔτι εἰδωλολάτρευσαν, καὶ τὰ ἔθνη εἰς εὐσέβειαν ἐπέστρεψεν.
8tRöm 15,8
9Διάκονος γεγένηται ὁ κύριος ἐπαγγελίας καὶ φιλανθρωπίας
10θεοῦ. ἐπαγγελίαν μὲν γὰρ ἐπλήρου θεοῦ γενόμενος ἐκ σπέρματος Ἀβραὰμ καὶ ἀκολούθως τῷ γένει τὴν περιτομὴν δεξάμενος. ἔλεον δὲ καὶ φιλανθρωπίαν ἐπεδείκνυτο διὰ τῆς τῶν ἐθνῶν κλήσεως· οὐ γὰρ διὰ τὴν αὐτῶν δικαιοσύνην ἐκλήθησαν ἀλλὰ διὰ τὴν τοῦ καλέσαντος φιλανθρωπίαν.
14tRöm 15,20
15 Οὕτω δὲ φιλοτιμούμενον, φησίν, εὐαγγελίζεσθαι οὐχ ὅπου ὠνομάσθη Χριστός, ἵνα μὴ ἐπ’ ἀλλότριον θεμέλιον οἰκοδομ, οὐχ ὡς ἀπευχόμενος τῶν λοιπῶν ἀποστό‐ λων τὴν κοινωνίαν, ἀλλ’ ὡς πλεονεκτικὸν καὶ ἄδικον κρίνων τῶν ἀλλοτρίων ἔργων ὑφαρπάζειν δόξαν.
19tRöm 16,19
20 Θέλω δὲ ὑμᾶς, φησί, σοφοὺς εἶναι εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν· τοῦτ’ ἔστι φρονήσει μὲν κεχρῆσθαι εἰς τὸ μὴ ὑφ’ ἑτέρων ἀδικεῖσθαι, ἀκεραιότητι δὲ εἰς τὸ μὴ ἑτέροις ἐπι‐ βουλεύειν. ταῦτα δὲ καὶ ὁ κύριος παρήγγελλεν λέγων· γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστερα.
25ἀκεραιότης μὲν γὰρ καὶ ἁπλότης ἄνευ φρονήσεως μωρία ἐστίν, φρόνησις δὲ καθ’ ἑαυτὴν μὴ προσούσης ἀκεραιότηρος εἰς κακουργίαν ἐκπίπτει.
26tRöm 16,25—27
27Ἐπὶ τῶν παλαιῶν χρόνων πλάνης ἐμπολιτευομένης τῷ βίῳ καὶ
τῆς εἰδωλολατρίας ἐπικρατούσης, οὐδὲ τοῦ παντοκράτορος θεοῦ γνῶσιν111

112

εἶχον οἱ ἄνθρωποι· τοσοῦτον ἀπεῖχον εἰδέναι τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Μωϋσέως δὲ τοῦ νομοθέτου καὶ τῶν προφητῶν προχειρισθέν‐ των διδάσκειν τὴν ἀλήθειαν, κατὰ μὲν τὸ φανερὸν Ἰουδαίους, κατὰ δὲ οἰκονομίαν καὶ τὰ ἔθνη—διὰ τοῦτο γὰρ κατὰ πρόνοιαν θεοῦ καὶ
5αἰχμάλωτοι πολλάκις ἐγένοντο καὶ διέτριβον παρὰ τοῖς ἔθνεσιν, ἵνα τῇ ἑαυτῶν συνουσίᾳ παιδεύωσιν αὐτούς—προχειρισθέντων οὖν προφητῶν κηρύσσειν τὸν παντοκράτορα θεόν, τὸ περὶ τοῦ μονογενοῦς ἔτι ἐν ἀπορρήτῳ ἦν, μυστηριώτερον μὲν ὑπ’ αὐτῶν παραδιδόμενον, σχεδὸν δὲ ὑπὸ μόνων αὐτῶν γνωριζόμενον. ἐπειδὴ δήποτε ἐπαιδεύθη τὰ ἔθνη διὰ
10τῆς τῶν Ἰουδαίων ἐπιμιξίας τὸν ἐπὶ πάντων γνωρίζειν θεόν, τηνικαῦτα καὶ ὁ σωτὴρ ἡμῶν Ἰησοῦς Χριστὸς ἐν σαρκὶ ἐπιδημήσας τῷ κόσμῳ, τοὺς ἑαυτοῦ μαθητὰς ἀποστέλλει κήρυκας αὐτοῦ τῆς γνώσεως. διαλανθανούσης μὲν ἐν χρόνοις, κηρυχθησομένης δὲ ἐν ἐσχάτοις καιροῖς, οἳ καὶ πανταχόσε φοιτῶντες κατήγγελλον τὸν Χριστὸν θεὸν ἐκ θεοῦ
15ἀνάρχως καὶ ἀχρόνως γεγεννημένον, μαρτυροῦντες ἅμα καὶ τῷ ἁγίῳ καὶ φωτιστικῷ πνεύματι, ὅτι τὴν ὁμοούσιον τριάδα συμπληροῖ ἐκ πατρὸς δι’ υἱοῦ εἰς ἀνθρώπους χορηγούμενον. τῆς οἰκονομίας οὖν αὐτοῦ τὴν
σοφίαν καταπλαγεὶς τὴν ὀφειλομένην ἀναπέμπει δόξαν τῷ θεῷ.112