TLG 4126 002 :: THEODORUS :: Fragmenta in Matthaeum (in catenis)

THEODORUS Scr. Eccl.
(Heracleensis: A.D. 4)

Cf. et THEODORUS Heracleensis vel THEODORUS Mopsuestenus Scr. Eccl. (2967)

Fragmenta in Matthaeum (in catenis)

Source: Reuss, J. (ed.), Matthäus–Kommentare aus der griechischen Kirche [Texte und Untersuchungen 61] Berlin: Akademie–Verlag, 1957: 55–95.

Citation: Fragment — (line)

1

(l)

Mt 1, 16
1 Αἱ ἐπαγγελίαι πρὸς τὸν Δαβὶδ ἐγένοντο καὶ τὸν Ἀβραὰμ ὡς ἐξ αὐτῶν φανήσεται ὁ Χριστὸς οὐχὶ τοῦ Χριστοῦ τι μέλλοντος ἐντεῦθεν ὠφελεῖσθαι, ἀλλὰ τοῦ θεοῦ τιμῶντος ἐκείνους. οἱ τοίνυν εὐαγγελισταὶ τοῦτο μὲν ὅτι κατὰ τὰς προφητικὰς φωνὰς ἐγένετο δεῖξαι ἠβουλήθησαν·
5ἵνα δὲ μὴ νομισθῶσιν οὕτω περὶ τούτου σπουδάζειν ὡς ἂν τοῦ Χριστοῦ μέλλοντος ἐντεῦθεν δείκνυσθαι μεγάλου, τὴν μὲν Μαρίαν παρέλιπον, ἣν ἀληθῶς συνέβη μητέρα γενέσθαι τοῦ θεοῦ, τὸν δὲ Ἰωσὴφ ἐγενεαλό‐ γησαν κατ’ ἔμφασιν ἤ τινα σαφῆ μᾶλλον ἀπόδειξιν δεικνύναι βουλόμενοι ἐκεῖθεν τὸν Χριστόν, ἐκεῖνο σαφὲς ποιοῦντες τοῖς ἐντυγχάνουσιν, ὅτι
10οὐδὲ διαφέρει διὰ τῆς Μαρίας ἢ τοῦ Ἰωσὴφ τὸ γένος εἰπεῖν τοῦ Χριστοῦ· πῶς γὰρ ἡ μὴ κατὰ νόμον αὐτὸν γεννήσασα γυναικῶν; εἰ δὲ καί τι τῆς Μαρίας ἐλήφθη, ἐξ οὗ τὸ κατὰ σάρκα διεπλάσθη Χριστὸς οὐ φυσικῶς, ἀλλὰ παραδόξως τοῦ ἁγίου πνεύματος βραχὺ μέν τι λαβόντος ἐξ αὐτῆς, διαπλάσαντος δὲ ἀπ’ ἐκείνου τῷ θεῷ λόγῳ τὸν ναόν. ὡς φαίνεσθαι μὲν
15ἐκ τῆς συγγενείας τοῦ Δαβὶδ κατά γε τὰς προφητικὰς δειχθέντα φωνάς, φαίνεσθαι δὲ αὐτὸν οὐ σεμνυνόμενον τῷ γένει αὐτῶν, ἀλλ’ εἴπερ ἄρα τὸ ἀληθὲς εἰπεῖν ἐκείνους σεμνύνοντα οὓς ἐπιγράφεσθαι πατέρας ἐβού‐ λετο.

2

(l)

Mt 1, 17
1Διὰ τοῦτο ἐμνήσθη τῶν τριῶν διαιρέσεων, ἵνα δείξῃ τοὺς τῶν
κριτῶν πρὸ τῶν βασιλέων χρόνους ἕως Δαβίδ· τοῦ γὰρ Σαοὺλ οὐ μνημο‐ νεύει διὰ τὸ ἀδόκιμον αὐτὸν γεγονέναι καὶ κατὰ ὀργὴν τοῦ θεοῦ δοθῆ‐ ναι. διὰ τοίνυν τὰς διαφόρους καταστάσεις τῶν ἀρξάντων παρὰ Ἰου‐55
5δαίοις, τῶν κριτῶν, βασιλέων, τῶν ἱερέων, ἐποιήσατο τὴν διαίρεσιν. εἰ καὶ δέκα δὲ καὶ ἑπτά εἰσιν οἱ βασιλεῖς ἀπὸ Δαβὶδ ἕως Ἰεχωνίου, ἀλλὰ τοὺς τρεῖς παραλιπὼν ὁ εὐαγγελιστὴς οὐκ ἐσφάλη· οὐ γὰρ διαδοχὰς προέθετο εἰπεῖν βασιλέων, ἀλλὰ γενεάς. καὶ ἵν’ ἀπαντήσῃ ὁ ἀριθμὸς τῶν τεσσάρων καὶ δέκα γενεῶν, παρέλιπε τοὺς τρεῖς· οὐ γὰρ γενεὰν χρόνου
10ἀνθρώπου καθ’ ὅν τις παιδοποιεῖ ἀδήλου ὄντος τούτου, ἀλλὰ τινῶν ἀριθμὸν ἐνιαυτῶν 〈εἰσηγήσατο〉. διὸ οὓς ᾔδει ἀρκεῖν αὐτῶν εἰς τὸν ἀριθμόν, τούτους παρέλαβεν, μὴ φροντίσας τῶν προσώπων. οὕτως καὶ ἐπὶ τῆς τρίτης τέσσαρας καὶ δέκα 〈περιεχούσησ〉 δώδεκα μόνους ἀριθμεῖ ὡς ἀρκούντων καὶ τούτων ἀναπληρῶσαι τὰ ἐκ τῶν τεσσάρων καὶ δέκα
15γενεῶν. μᾶλλον δ’ ἐν τῇ τρίτῃ γενεαλογίᾳ εὑρίσκονται τέσσαρες καὶ δέκα συναριθμουμένου καὶ αὐτοῦ τοῦ Χριστοῦ καὶ τοῦ δευτέρου Ἰεχωνίου, ὃς καὶ Ἰωακεὶμ ἐκαλεῖτο ἀπόγονος ὢν Ἰωσίου. εἰπὼν τοίνυν τοὺς προ‐ γόνους ἅπαντας καὶ τελευτήσας—ὅτι δι’ ἐκείνην καὶ τοῦτον ἐγενεαλόγησεν.

3

(l)

Mt 1, 23
1 Τῇ ἀρχαιότητι τῆς προφητείας πιστοῦται τὸν λόγον ὁ ἄγγελος· τῷ δὲ Ἄχαζ ἐλέχθη ὁ λόγος οὗτος, ὅτε ἐπεστράτευσαν κατ’ αὐτοῦ βασιλεὺς Σαμαρείας καὶ Συρίας, ἐπειδὴ ἠγωνία μὴ λάβωσιν τὴν πόλιν καὶ κατα‐ στήσωσιν βασιλέα τὸν υἱὸν Ταβεήλ, ὁ θεὸς τὸν χρησμὸν αὐτῷ τοῦτον
5εἶπε δηλῶν, ὅτι ἕως οὗ ὁ Χριστὸς τεχθῇ ἐκ τῆς παρθένου, οὐκ ἂν παύ‐ σονται οἱ ἐκ γένους Δαβὶδ ἄρχοντες Ἰσραήλ. καὶ ἔμεινεν πεντεκαίδεκα ἔτη ἐν τῇ βασιλείᾳ καὶ ἀπέθανεν. καὶ γέγονεν ὁ υἱὸς αὐτοῦ βασιλεὺς ὢν ἐτῶν εἴκοσι καὶ τεσσάρων ὡς εἶναι Ἐζεκίαν ἐτῶν ἐννέα, ὅτε ὁ πατὴρ αὐτοῦ ἐβασίλευσεν. πῶς οὖν Ἰουδαῖοι τὸν χρησμὸν λέγουσιν ἐπὶ Ἐζε‐
10κίου ἀποβῆναι τοῦ πρὸ τῆς βασιλείας τοῦ πατρὸς τεχθέντος πρὸ ἐτῶν ἐννέα, ἵνα συγχωρήσωμεν, ὅτι ἐν τῷ πρώτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἐδόθη ὁ χρησμὸς οὗτος. καὶ μή τις λεγέτω αἰσχρὰν τὴν ἐκ γυναικὸς
γέννησιν· πρῶτον μὲν γὰρ ἡ ἀσώματος τοῦ θεοῦ φύσις οὐ πέφυκε μολύ‐ νεσθαι φῶς ὑπάρχουσα, ὅπου γε οὐδὲ τὸ αἰσθητὸν τῶν φωστήρων φῶς56
15μολύνεται πλησιάζον ἀκαθάρτοις τόποις. ὅλως δὲ ὁ διὰ τῆς διαπλάσεως μὴ μολυνθεὶς ἐν τῷ δημιουργεῖν τὴν γυναῖκα οὐδὲ ἐν τῷ σαρκοῦσθαι ἐξ αὐτῆς ἐμολύνθη. ταῦτα γὰρ πρὸς τὰς τῶν αἰσχρῶν ἀντιθέσεις· παρὰ γὰρ τοῖς καθαροῖς οὐδεμία διαφορὰ τῶν γεννητικῶν μορίων καὶ τῶν λοιπῶν· ὁ γὰρ αὐτὸς θεὸς ὅλην ἐδημιούργησε τὴν γυναῖκα καλὴν λίαν
20ὡς καὶ πᾶσαν τὴν κτίσιν.

4 col1

(l)

Mt 1, 24
1 Διὰ τρεῖς αἰτίας μετὰ μνη‐ στείαν συνέλαβεν· ἵνα δόξῃ ἐξ αὐτοῦ κεκυηκέναι καὶ μὴ ἀποθάνῃ καὶ ἵνα ἐξ αὐτοῦ γενεαλογηθῇ καὶ ἵνα
5σχῇ κηδεμόνα τῆς ἀπὸ Ἡρώδου ἐπιβουλῆς συναντιλαμβανόμενον αὐ‐ τῆς.

4 col2

Τίνος ἕνεκεν μετὰ τὴν μνη‐ στείαν συνέλαβεν; τὴν παρθένον οἶμαι τρισὶ ταύταις αἰτίαις περι‐ έχεσθαι· τῷ τε δοκεῖν πᾶσιν ἐκ τοῦ
5Ἰωσὴφ γενέσθαι τὴν κύησιν καὶ διὰ τοῦτο πεφευγέναι τὸν κίνδυνον καὶ τῷ ἐξ αὐτοῦ τούτου γενεαλογη‐ θῆναι τὸν Χριστὸν καὶ ἔτι τῷ κηδε‐ μόνα ἔχειν αὐτὸν καὶ διάκονον ἐν
10ταῖς περιστάσεσιν, ὅτε ὑπὸ τοῦ Ἡρώδου ἐδιώκοντο.

5

(l)

Mt 1, 24—25
1 Συνῴκει δὲ ἡ Μαρία τῷ ἑαυτῆς μνηστῆρι διὰ τὸ συνεσκιασμένως γενέσθαι τὴν τοῦ Χριστοῦ γέννησιν, ἵνα καὶ τοὺς Ἰουδαίους λάθῃ καὶ τὸν διάβολον κυοφορούμενος καὶ τικτόμενος ὁ τοῦ θεοῦ λόγος, ὃς «σπέρ‐
ματος Ἀβραὰμ ἐπελάβετο» ἄνθρωπος γεγονώς, οὐ μὴν ἀγγέλοις ἑαυτὸν57
5ἀπῄκασε τοῖς δυναμένοις καὶ μετασχηματίζεσθαι καὶ ἄλλο ὁρᾶσθαι καὶ φαντάζειν τοὺς ὁρῶντας ἀνθρώπους. ἔμεινε δὲ ἡ παρθένος καὶ μετὰ τὸ τεκεῖν ἀμύητος σωματικῆς συμπλοκῆς καὶ οὐκ ἔγημεν· ὁ γὰρ εὐαγγε‐ λιστὴς ἐξηγήσατο τὸ γεγονός, ὃ τὴν τοῦ μὴ γεγονότος ἔμφασιν ἐξ ἀντι‐ διαστολῆς δηλοῖ.

6

(l)

Mt 2, 1
1 Τίνος ἕνεκεν ἡμῖν καὶ τὸν χρόνον λέγει καὶ τὸν τόπον ἐν Βηθλεὲμ εἰπὼν καὶ ἐν ταῖς ἡμέραις Ἡρώδου τοῦ βασιλέως; μέμνηται τῶν ἡμερῶν Ἡρώδου, ἵνα εὑρήσῃς τὸν ἀριθμὸν τῶν ἐτῶν παυθέντα κατὰ τὴν προφητείαν Δανιὴλ ἄχρι τοῦ Χριστοῦ ἀριθμοῦσαν τὰς ἑβδομήκοντα
5ἑβδομάδας τῶν ἐτῶν.

7

(l)

Mt 2, 1—2
1 Ἀκολούθως τῇ προφητείᾳ ὁ Ἰησοῦς ἐν Βηθλεὲμ ἐτέχθη. μέ‐ μνηται δὲ ὁ εὐαγγελιστὴς καὶ τῶν τοῦ Ἡρώδου χρόνων, ὅπως ἀπὸ τῆς τοῦ Δανιὴλ προφητείας ἕως τοῦ Χριστοῦ ἀριθμοῦντες τὰς ἑβδομήκοντα ἑβδομάδας τῶν ἐτῶν εὑρήσωμεν τὴν συμπλήρωσιν τῶν ἐτῶν. καὶ ἐπείπερ
5διὰ τὴν αὑτῶν ἀπιστίαν οἱ Ἰουδαῖοι οὐκ ἔγνωσαν τὸν χρόνον τῆς γεννή‐ σεως, ἐκ τῶν μάγων αὐτοὺς καταισχύνει ὡς ἀμελεῖς. ὁ δὲ ἀστὴρ διὰ τοῦτο ἀπεκρύβη πρὸς καιρόν, ἵνα ἀναγκασθῶσιν οἱ μάγοι ἐρωτῆσαι ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων καὶ γένηται τοῦτο πᾶσι κατάδηλον.

8

(l)

Mt 2, 2
1Ὡς κομῆται δὲ καὶ τὰ τοιαῦτα περὶ τὸν αἰθέρα καινόν τι τῷ βίῳ
σημαίνουσιν, οὕτω πολὺ πλέον παράδοξος ἀστὴρ ἐφαίνετο ὁ τοῦ μεγάλου βασιλέως Ἰησοῦ· οὔτε δὲ Ἡρώδῃ οὔτε ἱερεῦσιν οὔτε γραμματεῦσιν, ἀλλ’ ἁπλῶς ἐν τῇ πόλει λέγουσιν οἰόμενοι φανερὸν εἶναι τὸν ἀστέρα καὶ τὸν58
5βασιλέα τοῖς εἰδόσι τὴν προφητείαν, ὅπερ ἐστὶν ἔλεγχος Ἰουδαίοις.

9

(l)

Mt 2, 3—4
1 Ἀλλόκοτος ὁ Ἡρώδης πὴ μὲν πιστεύων τοῖς προφητικοῖς, ὅτι ἔσται Χριστὸς ὁ βασιλεὺς πάντων, πὴ δὲ νομίζων δύνασθαι αὐτὸν ἀνελεῖν καὶ τὰς προφητείας ἀνατρέψαι· μανίας δὲ τεκμήριον· εἰ γὰρ ἐπίστευσε τοῖς λεχθεῖσιν, ὤφειλεν ἐννοεῖν, ὅτι ὑπὲρ ἄνθρωπον ἦσαν τὰ λεχθέντα καὶ
5γεγονότα καὶ οὐχ οἷός τε ἦν ἀνατρέψαι τὰ τῷ θεῷ δόξαντα. ἢ εἰ οὐκ ἐπίστευσεν, τί ἐδειλία καὶ ἤθελεν ἐπιβουλεῦσαι τῷ βρέφει; οὗτος ὁ Ἡρώδης Ἰδουμαῖος ἦν τὸ γένος· ἐπειδὴ γὰρ «ἐξέλιπεν ἐξ Ἰούδα ἄρχων» κατὰ τὴν τοῦ Ἰακὼβ προφητείαν καὶ λοιπὸν οἱ Ῥωμαῖοι ἦρξαν, ἔκτοτε καὶ ὁ Ἡρώδης ἦρξε τοῦ Ἰουδαίων ἔθνους.

10

(l)

Mt 2, 9—10
1 Διὰ τοῦτο κρύπτεται ὁ ἀστήρ, ὅτε οἱ μάγοι τῶν Ἱεροσολύμων ἐπέβησαν, ἵνα ἀπολέσαντες τὸν χειραγωγοῦντα ἀναγκασθῶσι παρὰ Ἰου‐ δαίων μανθάνειν, μᾶλλον δὲ ἐν τῷ μανθάνειν διδάσκειν ἐκείνους· τὸν γὰρ τόπον ζητοῦσι μόνον, ὅτι δὲ ἐτέχθη, προλαβόντες ᾔδεσαν. καὶ ὑπὲρ
5τούτου μακρὰν ἀποδημίαν ἐστείλαντο καὶ εἰς κίνδυνον αὑτοὺς ἔρριψαν· εἰς γὰρ βασιλευομένην πόλιν ἐλθόντες ἠρώτων ποῦ ὁ βασιλεὺς ἐτέχθη οὐ τοῦ βασιλεύοντος τότε τὸν θυμὸν ὑπειδόμενοι, οὐ τῆς πόλεως τὴν ἐπιβουλήν. ἐπειδὴ δὲ ἠρώτησαν καὶ διδασκάλους ἔσχον—νῦν δὲ φαίνεσθαι καὶ φανέντα ἵστασθαι. χειραγωγήσας γὰρ αὐτοὺς πρὸς τὴν φάτνην, οὐκ
10ἄνωθεν αὐτῶν δείκνυται, ἀλλὰ κάτω κατελθὼν ἔστη οὗ ἦν τὸ παιδίον,
ὑπὲρ αὐτῆς ὡς εἰπεῖν τῆς κεφαλῆς.59

12 col1

(l)

Mt 2, 13—15
1 Ἀναχωρήσαντες οἱ μάγοι ἄπρακτον ἐποίησαν τὴν Ἡρώδου πονηρίαν. ὅμοιον δὲ τῷ ἐξ Αἰγύ‐ πτου ἐκάλεσα τὸν υἱόν μου
5κεῖται ἐν Ἀριθμοῖς· «θεὸς ἐξ Αἰγύπτου» ἐκάλεσεν «αὐτόν· δόξα ὡς μονοκέρωτος αὐτῷ».

12 col2

Τὸ ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου ἐν τῇ βίβλῳ τῶν Ἀριθμῶν γέγραπται· «θεὸς ἐξ Αἰγύπτου» ἐκάλεσεν «αὐτόν· δόξα
5ὡς μονοκέρωτος αὐτῷ».

13

(l)

Mt 3, 5—6
1 Ἀκούσαντες οἱ ὄχλοι τὴν ὑπερβάλλουσαν τοῦ ἀνδρὸς πολιτείαν ἐπεθύμουν αὐτὸν ἰδεῖν. καὶ διὰ τοῦτο, ὅτε ἤκουσαν, ὅτι παραγέγονεν, πάντες συνέτρεχον πρὸς αὐτὸν ὡς πρὸς ἄνθρωπον ἐκ «θεοῦ ἀπεσταλ‐ μένον». τὸ δὲ ἐξωμολογοῦντο ἐπ’ αὐτοῦ, ἵν’ ὥσπερ ἱερεὺς προσαγάγῃ
5τὰς ὑπὲρ αὐτῶν θυσίας.60

14

(l)

Mt 3, 9
1 Ἀθρύπτως τὴν τῆς σαρκὸς ἐκβαλὼν συγγένειαν τὴν ἀπὸ τῆς πίστεως εἰσάγει· ἡ γὰρ μίμησις τῆς ἀρετῆς ποιεῖ τὴν ἀληθῆ συγγένειαν· ᾔδει γὰρ ὅτι τούτοις καυχώμενοι ἠμέλουν τῆς κατὰ ψυχὴν ἀρετῆς.

15

(l)

Mt 3, 9
1 Εἰ ἐκ τῶν λίθων δίδονται τέκνα τῷ Ἀβραάμ, οὐ τῇ ἕξει τῆς σαρκὸς καὶ πνεύματος, ἀλλὰ τῇ ἕξει τῆς ἀρετῆς· τοῦ θεοῦ οὖν ὁ λαὸς χρηματίζει πατέρα τὸν Ἀβραάμ. καὶ πῶς ἢ διὰ τί, ζήτει.

16

(l)

Mt 3, 9
1 Οἱ λίθοι λαμβάνονται εἰς στεῖραν καὶ εἰς τὴν εἰδωλολατρείαν τῶν ἐθνῶν. πρὸς τούτοις θεώρει καὶ τὴν πεπηγυῖαν ὡς λίθον καρδίαν τοῦ δράκοντος.

18

(l)

Mt 3, 11
1Ὁ ὀπίσω μου ἀντὶ τοῦ ὁ μετ’ ἐμέ· τὸ δὲ ἐρχόμενος ἀντὶ τοῦ
ὁ φανερωθησόμενος. ἐν πυρὶ λέγονται αἱ τῶν ἁγίων ψυχαὶ βαπτίζεσθαι εἰλικρινῶς ὡς τὸ τῆς εὐσεβείας παραδεχόμεναι μυστήριον διὰ τὸ ἐν πυρίναις γλώσσαις κατεληλυθέναι τὸ πρῶτον ἐπὶ τοὺς μαθητὰς τὸ61
5πνεῦμα, δι’ οὗ ἐβαπτίσθησαν τελειωθέντες τὰς ψυχάς. ἢ ὅτι ἐν τῷ μέλ‐ λοντι αἰῶνι πάντες πυρὶ μέλλουσι βαπτισθῆναι· «πᾶν γὰρ πυρὶ ἁλισθή‐ σεται», ἵνα «ἑκάστου τὸ ἔργον, ὁποῖόν ἐστιν, τὸ πῦρ δοκιμάσῃ» τὴν *** ὑπὲρ νοῦν, τῷ δὲ ὑλικῷ τὸ πῦρ 〈ἀντέθηκεν〉, οὐ πονηρὸν οὐδὲ κακὸν ὑπάρ‐ χον, ἀλλ’ ἰσχυρὸν καὶ κακοῦ καθαρτικόν· ἀγαθὴ γὰρ δύναμις τὸ πῦρ νοεῖται
10καὶ ἰσχυρά, φθαρτικὴ τῶν χειρόνων καὶ σωστικὴ τῶν ἀμεινόνων. διὸ καὶ φρόνιμον λέγεται παρὰ τοῖς προφήταις. οὕτως οὖν καὶ ὅτε ἂν ὁ θεὸς λέγηται «πῦρ καταναλίσκον», οὐ κακίας, ἀλλὰ δυνάμεως ὄνομα καὶ σύμ‐ βολον ἐκδεκτέον· ὡς γὰρ τὸ πῦρ ἰσχυρότατον τῶν στοιχείων καὶ πάντων κρατοῦν, οὕτως καὶ ὁ θεὸς παντοδύναμος καὶ παντοκράτωρ, δυνάμενος
15κρατῆσαι, κτίσαι, ποιῆσαι, τρέφειν, αὔξειν, σῴζειν, ὁ σώματος καὶ ψυχῆς ἐξουσίαν ἔχων. ὡς οὖν τῶν στοιχείων ὑπερέχει τὸ πῦρ, οὕτως θεῶν τε καὶ δυνάμεων καὶ ἀρχῶν ὁ παντοκράτωρ. διπλῆ τε ἡ δύναμις τοῦ πυρός, ἣ μὲν πρὸς δημιουργίαν καὶ πέπανσιν καρπῶν καὶ ζῴων γένεσιν καὶ τροφὴν ἐπιτήδειος, ἧς εἰκὼν ἥλιος, ἣ δὲ πρὸς ἀνάλωσιν καὶ φθοράν,
20ὡς τὸ πῦρ τὸ ἐπίγειον. «πῦρ» οὖν ὅταν λέγηται θεὸς «καταναλίσκον», δύναμις ἰσχυρὰ καὶ ἀπροσάντητος, ᾗ μηδὲν ἀδύνατον, ἀλλὰ καὶ τὸ ἀπ‐ ολέσαι δυνατόν. περὶ τῆς τοιαύτης δυνάμεως καὶ ὁ σωτὴρ λέγει· «πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν», δηλονότι δύναμιν τῶν μὲν ἁγίων καθαρτικήν, τῶν δὲ ὑλικῶν ὡς μέν φασι τινὲς ἀφανιστικήν, ὡς δὲ ἡμεῖς ἂν φαίημεν,
25παιδευτικήν. ἔχει δὲ καὶ φόβον τὸ πῦρ καὶ διάχυσιν τὸ φῶς.

19

(l)

Mt 3, 12
1 Ὡς κριτὴς ὁ Χριστὸς ἀποχωρίζει τοὺς καθαροὺς ἐν βίῳ ἀπὸ τῶν ἀδίκων.

20

(l)

Mt 3, 15
1Οὐχ ὡς ἁμαρτίας μέτοχος καὶ ἐκ ταύτης καθαίρεσθαι δεόμενος
ὑπὸ Ἰωάννου ὁ σωτὴρ βαπτίζεται, ἀλλ’ ὡς ἂν μὴ ἀντίθεος νομισθείη μὴ πληρῶν τὰ τοῦ νόμου καὶ ἵνα δείξῃ τὸν Ἰωάννην ἐκ «θεοῦ ἀπεσταλ‐ μένον» καταδέχεται ὑπ’ αὐτοῦ βαπτισθῆναι.62

21

(l)

Mt 3, 15
1 Ὁ κατὰ νόμον τέλειος τὸ Ἰωάννου βάπτισμα βαπτιζόμενος εἰς τὸ τοῦ νόμου τέλος ἔφθασεν. διὸ καὶ ὁ Χριστὸς ὡς τέλειος ἐν νόμῳ ἐβαπτίσθη τὸ Ἰωάννου βάπτισμα· ὅθεν ἔλεγεν· οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην.

22

(l)

Mt 4, 4
1 Τὸ δὲ οὐκ ἐπ’ ἄρτῳ· ὁ πρῶτος Ἀδὰμ διὰ τῆς βρώσεως ἥμαρτεν, ὁ Χριστὸς δι’ ἐγκρατείας περιγίνεται καὶ διδάσκει, ὅτι οὐ δεῖ ἀφίστασθαι τοῦ θεοῦ, κἂν λιμώττωμεν. τοῦτο ἀρραβών ἐστι καὶ τῆς μελλούσης κατα‐ στάσεως, ὅπερ ἤρξατο ἐν Χριστῷ, ὅτι καὶ δίχα τροφῆς μέλλουσι ζῆν οἱ
5ἄνθρωποι.

23

(l)

Mt 5, 13
1Ἅλας τῆς γῆς ἐστι τὸ ψυχικὸν ἄρτυμα.63

25

(l)

Mt 5, 16
1 Ἀπάγει δὲ ἡμᾶς τῆς ἰδίας φιλοδοξίας τὴν τοῦ θεοῦ δόξαν τέλος τῶν ἔργων προτιθείς.

26

(l)

Mt 5, 19
1 Βασιλείαν τῶν οὐρανῶν τίς φησιν οὐ μόνον τὰ ἐνδιαιτήματα τῶν ἁγίων, ἀλλὰ καὶ τὴν τοῦ μέλλοντος αἰῶνος κατάστασιν.

27

(l)

Mt 5, 22
1 Δύο εἴρηκε, τὸ ὃς ἂν εἴπῃ ῥακὰ καὶ τὸ ὃς ἂν εἴπῃ μωρέ, τὴν μὲν μωρίαν ἐπὶ τῆς ψυχῆς λαβών, τὸ δὲ κατάπτυστον ἐπὶ τῶν σωματικῶν, τοῦτο βουλόμενος εἰπεῖν, ὅτι· ὃς δ’ ἂν δι’ ὑπερηφανίαν κατὰ τῶν ὁμο‐ πίστων ἐπαίρηται μισῶν τε αὐτοὺς καὶ ἀποστρεφόμενος ἢ καὶ μυσαττό‐
5μενος ἢ πολλάκις ὡς οὐδενὸς ὄντας ἀξίους λόγου 〈ὑπερορῶν〉, τὴν ὑπερηφανίαν ἢ ἀπὸ τῶν σωματικῶν πλεονεκτημάτων ἢ ἀπὸ τῶν κατὰ ψυχὴν ἀναδεχόμενος καὶ διὰ τούτου τοὺς ὁμοπίστους ὑπερορῶν ὥσπερ καταδεεστέρους ὄντας αὐτοῦ, οὗτός μοι κατακρίσεως οὐκ ἐλεύθερος νενό‐ μισται· ἐγγὺς γάρ ἐστι τοῦ φονέως μισῶν καὶ οὗτος, οὓς φιλεῖν διὰ τὴν
10οἰκειότητα τῆς πίστεως μάλιστα ἐχρῆν ὑπούσης καὶ τῆς κατὰ φύσιν οἰκειότητος ἱκανῆς συνάψαι πρὸς φιλίαν αὐτούς.

28

(l)

Mt 5, 22
1 Τὸ αὐτὸ πέφυκεν εἶναι συνέδριον καὶ γέεννα· ἀμφότερα γὰρ κολάζουσι τὸν εἰπόντα. ἀποροῦσι δέ τινες πῶς ὁ κύριος μωροὺς εἰπὼν
τοὺς ἁμαρτωλοὺς κολάζει τὸν λέγοντα τὸν ἀδελφὸν αὐτοῦ μωρόν. τοῦτο δὲ ποιεῖ, οὐχ ὅτι οὐκ ἔστιν ἴσως μωρὸς πρὸς ὃν τὸ ῥῆμα, ἀλλ’64
5ὅτι ὀργῆς τὰ τοιαῦτά εἰσιν. καὶ οὐ τοῦ ἀδικουμένου ἀντέχεται ὁ σωτὴρ τοσοῦτον, ὅσον τοῦ ἀδικήσαντος. διὰ τοῦτο ἔνοχος, φησίν, ἔσται ὁ τοι‐ οῦτος τῷ συνεδρίῳ καὶ τῇ κρίσει καὶ τῇ γεέννῃ.

30

(l)

Mt 5, 22
1 Ὁ τὸν ὁμόπιστον καλῶν μωρὸν δοκεῖ καὶ τὸ τῆς πίστεως μυστή‐ ριον διασύρειν, δι’ ὧν τὸν ὀρθῶς πιστεύοντα καὶ ἔμφρονα κατὰ τοῦτο τὸ μυστήριον μωρὸν καλεῖ.

31

(l)

Mt 5, 25
1 Τοῦτο βούλεται εἰπεῖν· δεῖ ἡμᾶς εὐεργετεῖν, φησίν, τὸν ἀντίδικον καὶ μὴ βλάπτειν ἐν ὅσῳ ζῶμεν, ἵνα μὴ ἀπαιτηθῶμεν δίκας ὧν πράττο‐ μεν καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι· ἀμφότερα γὰρ προφαίνει
ἐν τῷ λόγῳ.65

34

(l)

Mt 5, 31—32
1 Διδάσκει σαφῶς διὰ τούτων, ὅτι οὐ τὸ ἄλογον ῥεπούδιον λύει τὸν γάμον παρὰ θεῷ, ἀλλ’ ἡ ἄτοπος πρᾶξις κἂν μὴ λυθῇ νόμῳ· ὅλη γὰρ ἡ Χριστοῦ διδασκαλία τὰ κατὰ διάθεσιν κρίνει.

35

(l)

Mt 5, 36
1 Οὐκέτι τοῖς σκιώδεσιν ἐμμένομεν καὶ ὥσπερ οὐ περιτεμνόμεθα οὔσης ἐν τῷ νόμῳ τῆς περιτομῆς, οὕτως οὐδὲ ὀμνύειν ἡμᾶς δεῖ, ἐπειδὴ ἐν τῷ νόμῳ σκιωδῶς γέγραπται· ἐλθούσης γὰρ τῆς ἀληθείας παρῆλθον αἱ σκιαί.

36

(l)

Mt 5, 37
1 Ἔστω ἡ τοῦ βίου ὑμῶν μαρτυρία ὅρκου βεβαιοτέρα. εἰ δέ τις ἀναιδὴς μὴ δυσωπούμενος ὑμῶν τῷ βίῳ τολμᾷ ὑμῖν ἐπαγαγεῖν ὅρκον, ἔστω ὑμῖν τὸ γαὶ ναὶ καὶ τὸ οὒ οὒ ἀντὶ παντὸς ὅρκου.

37

(l)

Mt 5, 38—40
1Οὐκ ἐπὶ ψιλῆς τῆς λέξεως ἔθετο τὰ νόμιμα ἡμῖν παρέχων τὸν
σκοπὸν αὐτῶν ἐξετάζειν ἀκριβῶς· οὔτε γὰρ πάντως αἰτοῦντι κελεύει δι‐ δόναι, κἂν μὴ ἔχῃ τις· ἀδύνατον γάρ· οὔτε μὴν εἰ ἔχοι, αἰτοίη δέ τις κακῶς· χείρων γὰρ ἡ δόσις, ὅταν ὁ μὲν πρὸς ἀσέλγειαν αἰτῇ καὶ ἀκο‐66
5λασίαν καὶ μὴ πρὸς τὴν χρείαν, ὁ δὲ παράσχῃ, ὕλην τῆς τοιαύτης ἀκο‐ λασίας διδούς. ἐπεὶ πῶς ἐπὶ τῶν ἀποστόλων κεῖται· «διεδίδετο ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν»; ὅπερ ἐστὶν οὐκέτι τοῖς αἰτοῦσι διδόντων ἁπλῶς, ἀλλὰ πρὸς τὴν χρείαν χορηγούντων· πῶς δὲ καὶ τὸ «καθ’ ὃ ἂν ἔχῃ τις εὐπρόσδεκτος, οὐ καθ’ ὃ οὐκ ἔχει», καὶ «οὐχ ἵνα ἄλλοις ἄνεσις,
10ὑμῖν» δὲ «θλίψεις» καὶ ὅσα λέγει ἕτερα δεικνύς, ὅτι πρὸς τὰ προσόντα διδόναι προσήκει;

38 col1

(l)

Mt 5, 40—42
1 Κἂν φίλος ἐστίν, φησίν, κἂν ἐχθρός, κἂν πιστός, κἂν ἄπιστος, ἀδιακρίτως εὐεργέτει τὸν δεόμενον· οἱ γὰρ Ἰουδαῖοι τοὺς φίλους μό‐
5νους ἤθελον ἀμείβεσθαι. διὸ καὶ πρὸς τὸν κύριον ἔλεγον προτρε‐ πόμενοι αὐτὸν ἰάσασθαι τὸν υἱὸν τοῦ βασιλικοῦ· «ἄξιος γάρ ἐστιν ᾧ παρέξεις τοῦτο», ὅτι «καὶ τὴν συν‐
10αγωγὴν» ἡμῶν «αὐτὸς ᾠκοδόμησεν».

38 col2

Δίδου, φησίν, ἀεὶ καὶ μὴ ἀναί‐ νου, κἂν φίλος, κἂν ἐχθρός, κἂν πιστός, κἂν ἄπιστος τυγχάνῃ ὁ αἰτῶν καὶ εὐεργέτει διηνεκῶς τὸν δεόμενόν
5σου τῆς ἀντιλήψεως.

39

(l)

Mt 5, 44
1Ὑπερεύχου τῶν ἐχθρῶν ἐν τούτῳ αὐτοὺς ἀμυνόμενος, ἐν τῷ
μὴ συνεῖναι αὐτοῖς ἐμμένουσι τῇ πονηρίᾳ.67

40

(l)

Mt 5, 44
1 Ὁ τοῦ κυρίου νόμος καὶ φύσιν καὶ τὸν θεῖον ὑπεραναβαίνει νόμον, φημὶ δὴ τὸν Μωσέως· «τὰ γὰρ παρὰ ἀνθρώποις ἀδύνατα, δυνατὰ παρὰ τῷ θεῷ». πλὴν οὐκ ἀδύνατα νομοθετεῖ ὁ Χριστὸς ὡς ἔδειξε Στέφανος ἐν τῷ καιρῷ τοῦ πάθους κλίνων τὰ γόνατα καὶ ὑπερευχόμενος τῶν λιθα‐
5ζόντων αὐτόν, ὁμοίως καὶ Παῦλος ὁ τοσαῦτα παθὼν ὑπὸ Ἰουδαίων καὶ ὑπερευχόμενος αὐτῶν. τὸ οὖν σπάνιον δείκνυσιν, ὅτι οὐκ ἀδύνατα, εἰ καὶ τοῖς πολλοῖς ἐστι δυσκατόρθωτα διὰ τὸ μὴ εἰς ἄκρον τὴν ἀρετὴν ἐργάζεσθαι.

42

(l)

Mt 5, 45
1 Ὁ μιμητὴς τοῦ θεοῦ καὶ Χριστοῦ τὸν ἐν αὑτῷ λόγον ἥλιον καὶ τὴν ἐν αὑτῷ λάμπουσαν δικαιοσύνην ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ τὸν διὰ στόματος λόγον αὑτοῦ ὑετὸν οἰκονομικῶς βρέχει ἐπὶ δικαίους καὶ ἁμαρτωλούς.

43

(l)

Mt 5, 45
1Πάντας τοὺς θέλοντας υἱοθεσίας ἀξιωθῆναι δεῖ κατὰ τὸ δυνατὸν
μιμεῖσθαι θεὸν ἐν τῷ ἀδιακρίτως εὐεργετεῖν.68

44

(l)

Mt 5, 46
1 Οὐ βούλεται ὁ θεὸς ἀνταποδιδόναι τινὶ τῶν εἰς ἡμᾶς ἁμαρτανομένων ὑπ’ αὐτοῦ, ἀλλὰ ἀγαπᾶν μᾶλλον καὶ κήδεσθαι παντοίως, ὅτι ἐβλάβησαν μισοῦντες ἡμῶν ὠφεληθέντων.

45

(l)

Mt 6, 16—17
1 Ἀφανισμὸν προσώπου λέγει νῦν τὸ διὰ κενοδοξίαν ὠχρὸν φαίνεσθαι ὡς ἀσκητήν· τὸ δὲ ἀλείφεσθαι καὶ νίπτεσθαι οὐ πρὸς τὸ γράμμα δεῖ νοεῖν, ἀλλὰ τὸ φαιδρὸν ἔχειν τὸ πρόσωπον, δι’ οὗ τις πειρᾶται λαθεῖν, ὅτι νηστεύει· τοῦτο γὰρ φιλοδοξίας ἔγκλημα, ὅπερ ὡς ῥύπον ὄντα τῆς
5ψυχῆς δεῖ ἀπονίπτειν. πλὴν δεῖ καὶ τὸ ἡγεμονικὸν τῆς ψυχῆς δι’ ἀρετῆς φαιδρύνειν καὶ διὰ τοῦτο ἀποπλύνειν τοὺς νοητοὺς τοῦ προσώπου ὀφθαλμοὺς καὶ ποιεῖν ὀξεῖς πρὸς κατανόησιν τῆς τῶν κρειττόνων θεω‐ ρίας. διὰ οὖν τῶν ἡγεμονικωτέρων τοῦ σώματος μερῶν τὴν τῆς ψυχῆς καθαρότητα σημαίνει· ἐν γὰρ τῷ προσώπῳ εἰσὶν αἱ πολλαὶ τῶν αἰσθή‐
10σεων, αἷς ὁ νοῦς κέχρηται πρὸς ὑπουργίαν καλῶν ἢ φαύλων, ἃς νίπτειν λέγει ὁ κύριος τῇ ἀποχῇ τῶν κακῶν, φαιδρύνειν δὲ τῇ τῶν καλῶν ἐρ‐ γασίᾳ.

46

(l)

Mt 6, 22
1 Λύχνος σώματος ὁ νοῦς, οὗ καθαρεύοντος ὡς ὀφθαλμοῦ ὁδη‐ γεῖται καὶ ἡνιοχεῖται τὰ σωματικὰ πάθη ἐπὶ τὸ εὐπρεπὲς καὶ θεῷ
ἀρέσκον.69

47 col1

(l)

Mt 6, 22—23
1 Ὁ αἰσθητὸς ὀφθαλμὸς πάν‐ τα τὰ παρεμπίπτοντα ὁρᾷ, ὁ δὲ νοῦς ὁ ἁπλοῦς διακριτικῶς τὰ μὲν ἀγαθὰ ὁρᾷ, τὰ δὲ πονηρὰ ἀποστρέ‐
5φεται, μύων τρόπον τινὰ τοῦ μὴ ἰδεῖν ἢ ψηλαφῆσαι αὐτά· τὸ γὰρ φαῦλον σκότει πονηρίας σκοτίζεται καὶ φῶς νοητὸν φωτὶ ἀληθείας φωτίζεται.

47 col2

Ὁ αἰσθητὸς ὀφθαλμὸς τῶν ὁρατῶν ἀντιλαμβάνεται καὶ διακρί‐ νει ἕκαστον, ποῖον μέν ἐστι τούτων λευκόν, ποῖον δὲ μέλαν καὶ ποῖον
5ἐν μέσῳ τούτων· ὁ δὲ νοῦς τῶν νοουμένων ἐστὶν ἀντιληπτικός τε καὶ διακριτικὸς καὶ τῶν ἀγαθῶν τε καὶ φαύλων καὶ τῶν ἐν μέσῳ τούτων γνωστικός. ὅθεν τοῦ μὲν ὀφθαλ‐
10μοῦ τοῦ σώματος σκοτισθέντος ἔσται τὸ σῶμα ὅλον σκοτεινόν, τοῦ δὲ νοὸς παθόντος οὐ μόνον ἡ ψυχὴ σκοτισθήσεται, ἀλλὰ σὺν αὐτῇ καὶ τὸ σῶμα.

48

(l)

Mt 7, 14—15
1 Οὐ ταύτῃ μόνον νήφειν παρεσκεύασεν τῷ εἶναι αὐτὴν στενὴν καὶ τεθλιμμένην, ἀλλὰ καὶ τῷ προσθεῖναι, ὅτι πολλοὺς ἔχει τοὺς ὑπο‐ σκελίζοντας καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐδὲ φανερῶς προσβάλλουσιν, ἀλλὰ κρύπτοντες ἑαυτούς· τοιοῦτο γὰρ τῶν ψευδοπροφητῶν τὸ γένος.

49

(l)

Mt 7, 15—16
1 Ἀσφαλίζεται τὸν ἀκροατήν, μή πως ἐπιθυμίᾳ τοῦ ἀκοῦσαι λόγον σεμνὸν προσδράμῃ τινὶ τῶν τὰ τῆς ἐκκλησίας πειρωμένων διαστρέψαι δόγματα, οἳ πρόβατα εἶναι ὑπισχνούμενοι λύκοι εἰσὶ θανατοῦντες τὰ
λογικὰ πρόβατα τοῦ Χριστοῦ.70

50

(l)

Mt 7, 15—20
1 Πολλοί εἰσιν οἱ ἀσκοῦντες τὴν ἀρετὴν καὶ κατὰ τὸ φαινόμενον δο‐ κοῦντες εἶναι καλοὶ διὰ σωφροσύνης καὶ ἐπιεικείας, ὅπερ ἐστὶν ἔνδυμα προβάτου, ἀλλ’ ἀπὸ τῶν καρπῶν αὐτῶν, τοῦτ’ ἔστιν ἐκ τοῦ φρονή‐ ματος καὶ τῶν περὶ τὴν πίστιν δογμάτων φανερούμενοι.

51

(l)

Mt 7, 15—20
1 Οὗτοί εἰσιν οἱ προσποιούμενοι μὲν ἀρετήν, βιοῦντες δὲ ἀσέμνως, ἤτοι οἱ κατὰ τὸ φαινόμενον ἀσκοῦντες ἀρετήν, μὴ ὀρθῶς δὲ φρονοῦντες, οἷοί εἰσιν οἱ αἱρετικοί, οἱ διὰ λόγων πλαστῶν καὶ ἀμφιάσεων ἀπατῶντές τινας, καὶ ὅταν πείσωσιν τότε ὑποβάλλουσιν ποιεῖν καὶ ἃ μὴ θέμις, οἳ
5καὶ γνωσθήσονται μετ’ οὐ πολύ, ἐπειδὴ οὐχ οἷος ὁ λόγος, τοιοῦτος καὶ ὁ βίος· ἀπὸ γὰρ τῶν καρπῶν τὸ δένδρον, οὐκ ἀπὸ τῶν ἀνθῶν γνωρίζεται, καὶ ἡ γνῶσις τοῦ διδασκάλου ἐκ τοῦ καρποῦ καὶ τῆς πολιτείας, οὐκ ἐκ τοῦ ἄνθους καὶ τοῦ λόγου.

52

(l)

Mt 7, 16—20
1 Ὡς ἀδύνατον τὸ τῆς παραβολῆς, οὕτω τὸ τοὺς φαύλους νοῆσαι ἔργον τι χρηστὸν τῆς καρδίας τρόπον τινὰ καταναγκαζούσης ἕκαστον ἐφ’ ἃ βούλεται· ἀδύνατον γὰρ ἀπὸ μοχθηρᾶς διαθέσεως εὐσεβές τι ἢ ὠφέ‐ λιμον λεχθῆναι.
6 διὸ οἱ φαῦλοι οὐκ ἀτιμώρητοι· προαιρέσει γάρ, οὐ φύσει εἰσὶν καλοὶ ἢ κακοί. ὁ δὲ λόγος μάλιστα ἐπὶ τῶν δογμάτων ἁρμόζει· καὶ γὰρ ὁ ἀσεβῆ λαλῶν τιμωρεῖται, ὁμοίως δὲ καὶ ὁ καλὰ μὲν λαλῶν, φαῦλα δὲ πράσσων
καὶ ὁ ὑποκρινόμενος εὐλάβειαν καὶ οὐκ ἀληθῶς αὐτὴν ποιῶν.71

53

(l)

Mt 7, 28
1 Εἰκότως ἐξεπλήσσοντο· ἀρρήτῳ γὰρ δυνάμει τοὺς ἀκούοντας ἔπειθεν καὶ οὐ φράσεως ὄγκῳ ἐξεπλήσσοντο· οὐδὲ γὰρ ἦν ἐν αὐτοῖς περισκελὲς ἢ αἰνιγματῶδες ἢ σκοτεινόν.

54

(l)

Mt 8, 21
1 Εἰδὼς δὲ ὁ Ἰησοῦς τὴν ἐπιτηδειότητα τῆς τοῦ ἑτέρου ψυχῆς ὡς θεὸς ἐπὶ τὰ καλὰ καὶ ἄκοντα ἀκολουθεῖν ἐκέλευσεν. αἴσιον δὲ οὗτος πρᾶγμα αἰτεῖ ἐπιτραπῆναι αὐτῷ τὸν ἑαυτοῦ θάψαι πατέρα. ὁ δὲ οὐκ ἐπέτρεψεν ἐπείπερ ἦσαν καὶ ἄλλοι—οἶμαι ἦν ὁ τετελευτηκώς.

55

(l)

Mt 8, 34
1 Ὡς ἀναξίους ἑαυτοὺς κρίναντες τῆς τοῦ κυρίου ἐπιδημίας εἶπον τοῦτο οἱ Γεργεσηνοὶ τῷ Χριστῷ ὡς καὶ ὁ Πέτρος ἐπὶ τῇ τῶν ἰχθύων ἄγρᾳ.

57

(l)

Mt 9, 16—17
1 Ἡ νέα διδασκαλία οὐ δύναται δοθῆναι τοῖς δουλεύουσι τῷ γράμματι τῆς παλαιᾶς διαθήκης, ἀλλὰ τοῖς διὰ προκοπῆς «ἀποθεμένοις τὸν πα‐
λαιὸν ἄνθρωπον» καὶ γενομένοις νέοις ἀσκοῖς.72

58

(l)

Mt 9, 34
1 Ἄκρας ἀσεβείας δεῖγμα τὸ τὰς θείας δυνάμεις λέγειν δαιμόνων εἶναι· οὐδεὶς γάρ ποτε δαιμόνων δαίμονα ἐκβάλλει οὐδὲ τὰ ἑαυτοῦ κατα‐ λύει. οὐ μόνους δὲ δαίμονας ἐξέβαλεν, ἀλλὰ καὶ μυρία πάθη ἐθεράπευσεν. ὁ δαίμων πρὸς τὰ εἴδωλα σύρει, ὁ Χριστὸς τῷ πατρὶ προσῆγεν. ὁ δαίμων
5ὑβριζόμενος οὐκ εὐεργετεῖ, ὁ δὲ Χριστὸς τοὺς ὑβρίζοντας φέρων ἀν‐ εξικάκως περιῄει θεραπεύων πάντας.

59

(l)

Mt 9, 35
1 Εὐαγγέλιον τῆς βασιλείας κηρύσσειν φησὶν τοῦτο δή, τὸ πᾶσιν εὐαγγελίζεσθαι τῆς βασιλείας τῶν οὐρανῶν τὴν ἐγγύτητα· ὅταν γὰρ ἀναστῶμεν ἀπὸ τῶν νεκρῶν καὶ τῆς τοῦ ἁγίου πνεύματος μετά‐ σχωμεν χάριτος, ἄτρεπτοι μένομεν τὰς ψυχὰς καὶ ἄφθαρτοι τὸ σῶμα ἐν
5οὐρανοῖς διαιτώμενοι. «ἠγγικέναι» δὲ πανταχοῦ λέγει «τὴν βασιλείαν τῶν οὐρανῶν» ὡς δὴ διὰ τῆς αὐτοῦ παρουσίας καὶ τὴν ἀληθῆ τοῦ πράγματος κομισαμένων ὑπόσχεσιν καὶ ὡς ἐν τύπῳ γενομένων ἤδη καὶ «τὴν ἀπαρ‐ χὴν» κομίζεσθαι «τοῦ πνεύματος».

60

(l)

Mt 9, 37
1Θερισμὸν λέγει τοὺς δεομένους διδασκαλίας.

61

(l)

Mt 10, 2
1 Διὰ βεβαιοτέραν πίστιν καὶ ἀσφάλειαν, ὡς ἂν μὴ πλανηθῶσιν ἑτέροις πιστεύσαντες ὡς ἀποστόλοις, τὸν ἀριθμὸν ἅμα καὶ τὰ ὀνόματα τῶν ἀποστό‐
λων παραδέδωκεν ἡμῖν ὁ Χριστός.73

62

(l)

Mt 10, 2
1 Ἐσημειώσατο δὲ ἐπιτηδὲς τῶν ἀποστόλων τὰ ὀνόματα, ἵνα μηδενὶ πεισθῶμεν ἑτέρῳ παρὰ τοὺς εἰρημένους· ᾔδει γάρ, ὅτι ἤμελλόν τινες ψευδαπόστολοι ἐπιφημίσαι ἑαυτοῖς τὸ τοιοῦτον ἀξίωμα.

63

(l)

Mt 10, 8
1Τὰς τοῦ Χριστοῦ δωρεὰς μὴ πωρήσητε.

64

(l)

Mt 10, 10
1 Τίς χρεία πήρας τοῖς μὴ ἐπαγομένοις τι ἐφόδιον; Ὅρα πῶς τὴν ἀκτημοσύνην διὰ τοῦ εἰπεῖν μηδὲ δύο χιτῶνας διδάσκει. ἐκ τούτου δὲ δῆλόν ἐστιν, ὅτι ἑνὶ χιτῶνι ἐκέχρητο ὁ κύριος.

65

(l)

Mt 10, 16
1 Πρόβατα τοὺς μαθητὰς λέγει, λύκους τοὺς τῶν Ἰουδαίων μαθη‐ τὰς διὰ τὺ κατ’ αὐτῶν φονικόν. φρονίμους δὲ αὐτοὺς εἶναι βούλεται διὰ τὸ μὴ ἀγνοεῖν τὰς τῶν φαύλων κακουργίας, ἀκεραίους δὲ πρὸς τὸ ἑτοίμως φέρειν τοὺς ἀδικοῦντας καὶ μὴ ἀμύνεσθαι καὶ ἵνα μὴ ὀργίζωνται κατὰ
5τῶν ἀπειθούντων.

66

(l)

Mt 10, 16
1Φρονίμους εἶναι ἡμᾶς κατὰ τὸν ὄφιν κελεύει ἐν παντὶ πειρασμῷ
συντηροῦντας τὴν κεφαλὴν ἡμῶν, ἥτις ἐστὶν ἡ πίστις ἡμῶν· ὅσαις γὰρ ἂν πληγαῖς ὁ ὄφις συνέχηται, τὴν ἑαυτοῦ φυλάττει κεφαλὴν ἀβλαβῆ καὶ πάλιν σοφισμῷ τὴν παλαίωσιν ἀποτίθεται, ἐν στενωπῇ τινι παρεισδύσει74
5θλιβόμενος καὶ τὸ γῆρας ἀποτιθέμενος. βούλεται τοίνυν καὶ ἡμᾶς διὰ τῆς στενῆς ὁδοῦ καὶ κακώσεως «τὸν παλαιὸν ἀπεκδύσασθαι ἄνθρωπον» καὶ τὸν νέον ἀνταμφιέννυσθαι.

67

(l)

Mt 10, 19—20
1 Φησὶ πρὸς τοὺς μαθητὰς ὁ σωτήρ, ὅτι δοθήσεται ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν.

68 col1

(l)

Mt 10, 23
1 Ἄφιξιν ἑαυτοῦ λέγει οὐ τὴν ἐπιφανῆ καὶ ἐν τέλει τοῦ βίου ἐσο‐ μένην, ἀλλὰ τὴν κατὰ καιροὺς τοῖς διὰ θεὸν θλιβομένοις γινομένην
5παρ’ αὐτοῦ ψυχαγωγίαν τε καὶ βοή‐ θειαν.

68 col2

Οὐ τὴν δευτέραν αὐτοῦ λέγει ἄφιξιν, ἀλλὰ τὴν κατὰ καιρὸν ἐσο‐ μένην δι’ αὐτοῦ τοῖς ἁγίοις ψυχα‐ γωγίαν.

69

(l)

Mt 10, 26
1 Καὶ ἡ ὑμετέρα ἀρετὴ καὶ ἡ τῶν Ἰουδαίων κακία πᾶσι κατάδηλος γενήσεται.

70

(l)

Mt 10, 34
1Διδάξας τοὺς μαθητὰς λοιδορίας ὑπομένειν καὶ καρτερεῖν πρὸς τοὺς
πόνους καὶ μὴ δυσανασχετεῖν ὁπλίζει καὶ νῦν πρὸς ἕτερά τινα, ἃ δοκεῖ βιαίως ἀναγκάζειν τὸν ἄνθρωπον μὴ ἀφίστασθαι τῶν κακῶν. ταῦτα δέ ἐστιν ὁ χωρισμὸς ἀπό τε πατρὸς καὶ μητρὸς καὶ τῶν ἄλλων φίλων ὁμοῦ καὶ75
5συγγενῶν. διὰ τοῦτό φησιν· οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαι‐ ραν. ταύτην δὲ λέγει τὴν τέμνουσαν καὶ χωρίζουσαν ἡμᾶς ἀπὸ τῶν ἀπίστων, κἂν πατὴρ εἴη, κἂν μήτηρ, κἂν ἄλλος τις τῶν σφόδρα φιλικῶς πρὸς ἡμᾶς διακειμένων.

71

(l)

Mt 10, 37—38
1Ὁ μὴ ἀποτασσόμενος τῇ παρούσῃ ζωῇ οὐκ ἔστιν μου ἄξιος.

72

(l)

Mt 10, 40
1 Ὁ τοὺς ἀποστελλομένους ὑπό τινος δεχόμενος ἀσμένως τὸν ἀποστείλαντα τιμᾷ καὶ τὸ ἐναντίον. ἢ καὶ οὕτως· ὁ τοὺς ἀποστόλους δεχόμενος τοὺς κηρύττοντας τὴν τριάδα αὐτὸ «τὸ πλήρωμα τῆς θεό‐ τητος» δέχεται. δοκοῦμεν δὲ καὶ νῦν αὐτοὺς δέχεσθαι νοητῶς, εἰ ἀνα‐
5πεπταμένῃ ψυχῇ δεξόμεθα τὰς αὐτῶν συμβουλάς.

73

(l)

Mt 10, 40—42
1 Οὐ πρὸς τὰ διδόμενα, ἀλλὰ πρὸς τὰς διαθέσεις τῶν παρεχόντων ὁρίζει τὰς ἀντιμισθίας ὁ θεός.

74

(l)

Mt 11, 10
1 Ἵνα μὴ νομίσωσί τινες, ὅτι εὐμετάφορος ἦν Ἰωάννης, ὃν πρῴην ἐκήρυξε Χριστὸν νῦν ἀγνοῶν, εἶπε τοῦτο.

75

(l)

Mt 11, 11
1Δευτέρα γέννησις ἡ τῆς ἀναστάσεως δι’ ἧς ἀναγεννώμεθα καὶ δι’
ἁγίου πνεύματος τυγχάνομεν ἀθανασίας οἱ μέλλοντες ἀπολαύειν τῶν ἀγαθῶν. καὶ ὁ πάνυ ἐλάχιστος ἐκεῖ ὑπεραναβαίνει τὸν Ἰωάννην, εἰ καὶ ἐκ μήτρας ἐτύγχανεν ἁγίου πνεύματος.76

76

(l)

Mt 11, 11
1 Καὶ ἕτεροί φασιν· ἐλάττων ἐστὶν Ἰωάννης τῶν ἤδη πνευματικῶν τῶν κατὰ τὸν «καινὸν ἄνθρωπον» ἀνακαινισθέντων, μείζων δὲ τῶν χοϊκῶν διὰ τὸ θεωρεῖν, ἅπερ ᾐνίξατο· ἐκεῖνοι δ’ οὐκ ἐθεώρησαν, ὡς ὁ κύριος ἐμαρτύρησεν καὶ αὐτός φησι «τὴν χαρὰν» αὐτοῦ «πεπληρῶ‐
5σθαι», ὅτι «τὴν φωνὴν» ἀκούει «τοῦ νυμφίου».

77 col1

(l)

Mt 11, 19
1 Αὐτὸς ὢν ὁ Χριστὸς ἡ ζῶσα καὶ ὑφεστῶσα σοφία ὑπὸ τῶν εἰς αὐτὸν πιστευόντων ἐκρίθη δίκαιος πάντα οἰκονομήσας ἢ ὅτι ὑβριζό‐
5μενος ἐκ τῶν ἀπίστων Ἰουδαίων οὐκ ἐπαύσατο φιλοφρόνως αὐτοῖς λαλῶν καὶ τέκνα ὀνομάζων, ὅπως ἂν δικαιωθῇ ἐν τοῖς λόγοις αὐτοῦ καὶ νικήσῃ ἐν τῷ κρίνεσθαι αὐτόν.

77 col2

Ἡ ὑφεστῶσα σοφία ἐκρίθη δίκαιος ὑπὸ τῶν εἰς αὐτὸν πιστευόν‐ των ἢ ὅτι τέκνα καλῶν τοὺς ὑβρί‐ ζοντας αὐτὸν οὐκ ἐπαύσατο αὐτοῖς
5φιλοφρόνως λαλῶν.

78 col1

(l)

Mt 11, 20—24
1 Ἐπειδὴ δὲ πολλὰ σημεῖα ἐποί‐ ησεν ὁ Χριστὸς ἐν Καπερναούμ, ἐδό‐ κει ἕως οὐρανοῦ ὑψοῦσθαι, ἥτις διὰ ἀπιστίαν πτῶμα πεσοῦσα
5ἐξαίσιον ἕως ᾅδου ἔφθασεν. εἰ δέ τις εἴποι· καὶ διὰ τί οὐ γέγονε τὰ σημεῖα ἐν Σοδόμοις, ἐροῦμεν, ὅτι ἑκάστῳ καιρῷ πρόσφορον ὁ Χριστὸς ᾠκονόμησεν· ὅτε ἔδει,
10ἐσαρκώθη ὁ λόγος καὶ ἐποίησε τὰ σημεῖα, πλὴν ἑκάστῃ γενεᾷ κατὰ ἀναλογίαν δίδωσι τὰς εὐθύνας. καὶ οἱ Τύριοι δὲ καὶ οἱ Σιδώνιοι τὸν φυσικὸν μόνον παρέβησαν νόμον,
15Ἰουδαῖοι δὲ ἀπειθήσαντες τῷ Χρι‐ στῷ καὶ τὸν Μωσέως νόμον καὶ τοὺς προφήτας. λέγει δὲ αὐτὰ ἴσως καὶ ἐπιτατικώτερον, ὡς ἐν παρα‐ θέσει μείζονα τὴν κακίαν αὐτῶν
20δεῖξαι βουλόμενος· ἢ γὰρ ἂν καὶ ἐγένετο ἐν Τύρῳ καὶ Σιδῶνι, Σοδόμοις τε καὶ Γομόρροις, εἰ καὶ μὴ ταῦτα, ἀλλ’ οὖν γε ἕτερα, εἴπερ δὴ μεταβολὴν ὁ τόπος ἐδέ‐
25χετο. ἀλλ’ ὅπερ ἔφην, ἐπιτείνει τὴν σύγκρισιν εἰς μείζονα ἔνδειξιν τῆς τούτων κακίας.

78 col2

Πολλὰ σημεῖα ἐποίησεν ὁ Χρι‐ στὸς ἐν τῇ πόλει Καπερναοὺμ καὶ διὰ τοῦτο ἐχρῆν μᾶλλον πιστεύειν τοὺς ἐν αὐτῇ οἰκοῦντας. διὰ γοῦν
5τὰ θαύματα ὑψοῦσθαί φησι μέ‐ χρις οὐρανοῦ ταύτην, διὰ δὲ τὴν ἁμαρτίαν καὶ ἀπιστίαν τῶν ἐν αὐτῇ
πτῶμα ἐξαίσιον γέγονεν ἕως ᾅδου.77

80

(l)

Mt 11, 25
1 Σοφοὺς ὧδε τοὺς Ἰουδαίους καλεῖ ἢ ὅτι ἐμπιστευθέντες ἦσαν τὰ τοῦ θεοῦ λόγια ἢ ὅτι κακοῦργοι ἦσαν καὶ σοφοὶ τοῦ κακοποιῆσαι, νηπίους δὲ τοὺς ἀποστόλους. ἦ σοφοὺς μὲν τοὺς γραμματεῖς καὶ Φαρισαίους οὐ τὴν ὄντως σοφίαν ἔχοντας, ἀλλὰ τὴν δοκοῦσαν ἀπὸ δεινό‐
5τητος λόγων, νηπίους δὲ τοὺς ἁλιεῖς τοὺς ἀφελεῖς ἐν κακίᾳ. ἐν ᾧ οὖν τοῖς ἀφελέσι γνωρίζεται, δείκνυται ἡ τοῦ θεοῦ χάρις. πλὴν οὐχ ὡς χαίρων τοῦτο λέγει ὁ Χριστός, ἀλλ’ ὅτι ὁδὸς ἀρίστη ἐστὶν τὸ μὴ γνῶναι τῶν θείων λόγων τὴν δύναμιν τοὺς πονηρούς, ἵνα μὴ μετὰ τὴν γνῶσιν διαπτύσαντες εἰς μείζονα ἐμπέσωσιν κόλασιν. εἰ καὶ τὰ μάλιστα καὶ78
10αὐτὸς ὁ Χριστὸς τοῦτο ἐποίησεν, ἀλλ’ οὖν δι’ ὧν εὐχαριστεῖ ἐφ’ οἷς ἐποίησεν ὁ πατήρ, δείκνυσιν ἀμφοτέρων μίαν οὖσαν τὴν βουλὴν καὶ τὴν περὶ ἡμᾶς ἀγάπην εὐχαριστῶν ἐφ’ οἷς εὐεργετούμεθα.

81

(l)

Mt 11, 28—29
1 Κοπιῶντας λέγει τοὺς τὸ ἄχθος τῶν ἁμαρτημάτων ἔχοντας ἐν τῇ ψυχῇ, ζυγὸν δὲ τὸν ἐνάρετον λέγει βίον, δι’ οὗ τις μιμεῖται Χριστὸν ἐν πραότητι καὶ ταπεινοφροσύνῃ.

82

(l)

Mt 11, 30
1 Ὁ τοῦ Χριστοῦ ζυγὸς ἐλαφρός ἐστι καὶ εὔκολος, εἰ καὶ βαρὺς εἶναι δοκεῖ τοῖς διὰ πλεονεξίαν τὸ βάρος τῶν ἁμαρτημάτων ὑποφέρουσιν ὡς κουφότατον.

83

(l)

Mt 11, 30
1 Χρηστὸς ὁ ζυγός, ἐπειδὴ μή ἐστιν κολαστὴς ὡς ὁ νόμος· ἐλα‐ φρὸν δὲ τὸ φορτίον, ἐπειδὴ καὶ ἐν ἁπλοῖς ἐγχειρήμασι καὶ εὐκόλοις ὁ τῆς ἀρετῆς ὑπογραμμός.

84 col1

(l)

Mt 12, 1—8
1 Νοήσεις καὶ οὕτως τὸ γνῶναι θεὸν ἀναγκαιότερον τῆς τοῦ σαββά‐ του ἀργίας, ἥτις διὰ τοῦτο ἐδόθη
τοῖς Ἰουδαίοις τραπεῖσιν εἰς εἰδω‐79
5λολατρείας ἐν Αἰγύπτῳ πρὸς τὸ μὴ λέγειν ἀγένητον τὸν κόσμον καὶ ἀπρονόητον, ἀλλ’ ὅτι καὶ θεός ἐστιν προνοητὴς καὶ αὐτός ἐστιν ὁ ἓξ ἡμέραις ποιήσας τὸν κόσμον καὶ τῇ
10ζʹ καταπαύσας, ὅπερ αὐτοὺς ὑπο‐ μιμνῄσκων ὡς θεὸς προσέταξεν ἀρ‐ γεῖν τὸ σάββατον, ὃ περιττὸν λοιπόν ἐστι μετὰ τὸ γνωσθῆναι πᾶσιν, ὅτι θεὸς ποιητής ἐστι τῶν ὅλων· εἰ
15γὰρ εἶχέν τι χρήσιμον ὁ λόγος, οὐ μόνοις ἀνθρώποις τοῦτο ἐπῆγε ποιεῖν, ἀλλὰ καὶ ἡλίῳ καὶ σελήνῃ, καὶ αὐτὸς δὲ οὐκ εἰργάζετο ἐν σαββάτῳ τὰς εἰς ἡμᾶς εὐεργεσίας,
20ἀλλὰ καὶ ἀπὸ καταβολῆς κόσμου ἐδίδοτο αὕτη τοῖς ἀνθρώποις ἡ ἐντολή.

84 col2

Κρεῖττόν ἐστι τὸ γνῶναι θεὸν καὶ ἀναγκαιότερον τῆς τοῦ σαββάτου ἀργίας· εἰ γὰρ ἦν ἀναγκαῖον ἢ χρήσιμον τὸ ἐν τοῖς σάββασιν ἀρ‐
5γεῖν καὶ μηδέν τι ἐργάζεσθαι, οὐκ ἂν ὁ θεὸς ἐν τοῖς σάββασιν εἰργά‐ ζετο τὰς πρὸς τοὺς ἀνθρώπους εὐεργεσίας.

85 col1

(l)

Mt 12, 18—21
1 Τὸ πρᾶον ὁ πατὴρ διὰ τούτων ἐξαγγέλλει· κάλαμον δέ, ἐπειδὴ ἀσθενεῖς ἦσαν ὡς κάλαμος συν‐ τετριμμένος καὶ ὡς λίνον καπνι‐
5ζόμενον ἐγγὺς ὂν τοῦ σβεσθῆναι. οὐκ ἀντέλεγεν αὐτοῖς ἐπὶ πολύ, ἀλλ’ ὑπεχώρει, ἵνα μὴ ὁλοτελῶς ἀπόλωνται διὰ τὴν ἄγαν ἀσθένειαν. τὸ δὲ ἕως ἂν ἐκβάλῃ ἠνέσχετο
10αὐτῶν, ἕως πληρώσῃ τὸν τῆς οἰκο‐ νομίας σκοπόν· τοῦτο γάρ ἐστιν εἰς τέλος ἐκβαλεῖν τὴν κρίσιν, μεθ’ ἣν τὰ ἔθνη ἐπίστευσαν εἰς αὐτόν.

85 col2

Οὐκ ἐφιλονείκει πρὸς τὴν τῶν ἀρχόντων ἀπόνοιαν οὐδὲ κράζων ἐξη‐ ρέθιζεν καθ’ ἑαυτοῦ, ἀλλὰ μετὰ πρα‐ ότητος ὑπανεχώρει, ἵνα μὴ ὄντας
5αὐτοὺς ἀσθενεῖς τῇ ψυχῇ ὡς κάλα‐ μον συντετριμμένον ἢ ὡς λίνον καπνιζόμενον ἐγγὺς ὂν τοῦ σβε‐ σθῆναι ἀπολέσαι ποιήσῃ διὰ τοῦ ἀντιλέγειν αὐτοῖς. ἀλλ’ ἔφερεν ἀν‐
10εξικάκως, ὅπως μὴ εἰς παντελῆ ἀπώλειαν ἐλάσωσιν διὰ τὴν ἰδίαν ἀσθένειαν, ἕως ἂν πληρώσῃ τὸν τῆς οἰκονομίας σκοπόν, ὅπερ ἐστὶν ἐκβάλλειν εἰς τέλος τὴν κρίσιν,
15μεθ’ ἣν οἰκονομίαν πάντα τὰ ἔθνη
ἐπίστευσαν.80

86

(l)

Mt 12, 31—32
1 Πνεῦμα ὧδε λέγει τὴν τοῦ υἱοῦ θεότητα· καί φησιν· οἱ μὲν εἰς τὸ ὁρώμενον βλασφημοῦντες διὰ μετανοίας συγγνώμης ἐτύγχανον, οἱ δὲ τὴν θεότητα αὐτὴν βλασφημοῦντες καὶ λέγοντες αὐτὴν Βεελζεβοὺλ οὐδέποτε συγγνώμης τεύξονται. ὁ δὲ Μᾶρκος σαφηνίζει τὸν λόγον εἰπών·
5«ἔλεγον γὰρ ὅτι πνεῦμα ἀκάθαρτον ἔχει».

87

(l)

Mt 12, 33—35
1 Τοῖς παρ’ ἐμοῦ γινομένοις οὐδὲν ἔχοντες ἐγκαλεῖν, ἀλλὰ καὶ εἰδότες, ὅτι ῥᾴθυμόν ἐστιν ἐμὲ διαβάλλειν ὡς πονηρόν, ὅπερ μάχεται ταῖς κοιναῖς ἐννοίαις· ἐξ ὧν γάρ τις πράττει, γνωρίζεται, εἰ ἀγαθός ἐστιν ἢ πονηρός, ὥσπερ τὰ δένδρα ἐκ τῶν οἰκείων καρπῶν.

88

(l)

Mt 12, 36
1 Εἰ οἱ ἄνθρωποι περὶ ἀργοῦ ῥήματος εὐθύνονται, πόσῳ μᾶλλον οἱ εἰς τὸ πνεῦμα τοῦ μονογενοῦς υἱοῦ βλασφημήσαντες ἐν ἡμέρᾳ κρίσεως πικρότερον τιμωρηθήσονται.

89

(l)

Mt 12, 36
1 Κἂν ἁπλῶς δέ τις, φησίν, δυσφημίαν κατά τινος φθέγξηται, οὐδα‐ μῶς τὴν κρίσιν ἐκφεύξεται. εἰ δὲ περὶ λόγου ἀργοῦ δώσουσιν λόγον, πόσῳ μᾶλλον περὶ ἔργου.

90

(l)

Mt 12, 40
1Τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ὑπὸ γῆν διατρίψειν φησίν, τὴν
μὲν παρασκευὴν ἀπὸ τέλους, τὸ δὲ σάββατον ὅλον, τὴν δὲ κυριακὴν ἀπὸ τῆς ἀρχῆς κατὰ τὴν ὑπόληψιν τῶν ἀνθρώπων. ἐπεὶ καὶ ἡμεῖς τὴν τρι‐ ταίαν τῶν τελευτησάντων ἡμέραν ἐπιτελοῦμεν, οὐκ ἐπειδὰν ἴσον τῷ μέτρῳ81
5πληρωθῆναι συμβαίνῃ τὰς τρεῖς ἡμέρας καὶ τὰς τρεῖς νύκτας, ἀλλ’ ἡμέ‐ ραν μὲν μόνην καὶ τελείαν λογιζόμενοι ἐκείνην, ἣν ἐν οἵῳ δήποτε καιρῷ τετελεύτηκεν, ἡμέραν δὲ καὶ τὴν ἑτέραν, ἧς ἐν τοῖς προοιμίοις παρὰ τοὺς τάφους τῶν τετελευτηκότων ἄπειμεν. κατὰ τὴν αὐτὴν τοίνυν ἀκο‐ λουθίαν καὶ ὁ κύριος τρεῖς νύκτας καὶ ἡμέρας τοσαύτας ποιήσειν ὑπὸ
10τῆς γῆς ἐπηγγείλατο. καὶ τούτου δεῖγμα σαφὲς τὸ καὶ τὰς γυναῖκας κατ’ ἐκεῖνον ἐλθεῖν τὸν καιρόν, ὥστε τὰ νενομισμένα τῆς τριταίας ἡμέρας ἐπὶ νεκρῷ πληρῶσαι.

91

(l)

Mt 13, 44
1 Ἀγρὸν ἐνταῦθα τὸν κόσμον λέγει καὶ δείκνυσιν, ὅτι αὐτός ἐστιν ὁ τούτου ποιητὴς ἴδιον αὐτὸν ὀνομάζων. διὸ καὶ Μαρκίων ἅμα καὶ Μᾶρκος οἱ αἱρετικοὶ ἐλέγχονται λέγοντες ὑφ’ ἑτέρου δημιουργοῦ δημι‐ ουργηθῆναι τὸν κόσμον καὶ ἀρχὴν χρονικὴν ἐσχηκέναι τὸν Χριστόν.

92

(l)

Mt 14, 1—2
1 Οὕτω τῆς ἑαυτοῦ κατηγορίας κατήγορος γίνεται τὸν τοιοῦτον ἀπο‐ κτεῖναι, ὅς, φησίν, καὶ ἱκανὸς ἦν ἐκ νεκρῶν ἀναστῆναι. διὸ οὐ δύναται λέγειν, ὅτι τοιαῦτα περὶ αὐτοῦ φαντάζεται.

93

(l)

Mt 14, 2
1 Οἰηθεὶς ἐκ νεκρῶν ἀνεστηκέναι τὸν βαπτιστὴν ἤρξατο αὐτὸν δειλιᾶν ὡς δυνατώτερον γεγονότα καὶ ἐδεδίει μὴ πλείονι κατ’ αὐτοῦ χρήσοιτο τῇ ἐλεγκτικῇ παρρησίᾳ, ὅπερ ἦν αὐτῷ δεινὸν ἀποστερηθῆναι τῆς αἰσ‐
χρουργίας.82

94

(l)

Mt 14, 19
1 Ἐπὶ τῷ ἕκαστον λαβεῖν τοῦ γεγονότος θαύματος αἴσθησιν· ἀμφί‐ βολοι γὰρ ἦσαν ἔτι περὶ τὸ τοιοῦτον. καὶ τοῦτο ἐφανέρωσε Μᾶρκος εἰπών· «οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς» πέντε «ἄρτοις· ἦν» γὰρ «αὐτῶν ἡ καρδία πεπωρωμένη».

95

(l)

Mt 14, 25
1 Τετάρτην λέγει φυλακὴν τὴν μετὰ τὴν ἐνάτην 〈ὥραν〉 τριωρίαν· εἰς γὰρ τέσσαρα μέρη τὴν ὅλην ἐμέριζον νύκτα οἱ νυκτοφύλακες.

96

(l)

Mt 15, 23
1 Τῶν ἀλλοφύλων τοὺς Ἰουδαίους προτιμῶν ὁ σωτὴρ καὶ τὴν τῆς Χαναναίας πίστιν ἐνδείξασθαι βουληθεὶς οὐκ ἀπεκρίθη πρὸς αὐτήν· οὐ γὰρ τοῦ διδάξαι χάριν ἐλήλυθεν, ἀλλὰ τοῦ ἐκκλῖναι τὴν τῶν Φαρι‐ σαίων μανίαν μὴ δεξαμένων αὐτοῦ τὴν περὶ τῶν βρωμάτων διάταξιν.

97

(l)

Mt 15, 32
1 Οὕτως ἦν αὐτῶν τὰς ψυχὰς διαθεὶς τῷ λόγῳ αὐτοῦ ὡς καὶ εἰς λήθην ἑαυτῶν ἐλθεῖν καὶ μηδεμίαν φροντίδα τροφῆς ποιήσασθαι ἢ ἄλλης ἀναγκαίας χρείας οὐκ ἀποκαμόντων ἐν ἐρήμῳ συνεῖναι Χριστῷ. ὁ δὲ Χριστὸς τὸ τῆς φύσεως εἰδὼς ἀσθενές, ὅτι δεόμεθα τροφῆς πρὸς τῇ
5ὑγιείᾳ τῶν σωμάτων, καὶ τούτου πρόνοιαν τίθεται, ἵνα φανῇ μὴ μόνον ψυχῶν, ἀλλὰ καὶ σωμάτων κηδόμενος ὡς αὐτὸς ὢν καὶ ψυχῆς καὶ σώματος δημιουργός· οὐ μὴν θατέρου κατὰ τοὺς τῶν Μανιχαίων λήρους, οἳ δια‐ φόρους εἰσάγουσιν δημιουργούς, ἄλλον τὸν τῆς ψυχῆς καὶ ἄλλον τὸν τοῦ
σώματος.83

98 col1

(l)

Mt 15, 37—38
1 Οὐ μόνον ἅπαξ τοῦτο ποιεῖ, ἀλλὰ καὶ δεύτερον, ὅπως γνῶμεν, ὅτι τῆς θεότητος αὐτοῦ ἐστιν ἡ ἰσχὺς ἡ ἀποτρέφουσα ὅτε θέλει
5πλήθη καὶ δίχα ἄρτων· τοῦτο δὲ ποιεῖ πιστοποιῶν τὸν ὄχλον, ὅτι αὐτὸς ἦν ὁ καὶ πρώην ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη τὸν Ἰσραὴλ δια‐ θρέψας. καὶ οὐ μόνον ἐξ ὀλίγων
10αὐτοὺς ἔθρεψεν ἄρτων, ἀλλὰ καὶ ἐπερίσσευσαν ἑπτὰ σπυρίδες, ἵνα δειχθῇ ἀσυγκρίτως τὸν Ἡλίου ὑπερ‐ αίρων, ὃς καὶ αὐτὸς ἐποίησεν πλεο‐ νάζειν τὸ ἔλαιον τὸ μικρὸν καὶ τὸ
15ἄλευρον τῆς χήρας. ὅμως οὐ πε‐ ραιτέρω τῆς χρείας ἑπτὰ σπυρίδας ἐπλήρωσεν ἀπὸ ἑπτὰ ἄρτων, ἵνα ἡ διαφορὰ τῶν σημείων μὴ πάλιν ἐμβάλῃ εἰς λήθην τοὺς μαθητάς.

98 col2

Ἐκ δευτέρου ἐποίησεν ὁ σω‐ τὴρ τὸ τοιοῦτον θαῦμα οὐχ ἁπλῶς καὶ ὡς ἔτυχεν, ἀλλ’ ἵνα γνῶμεν τὴν δύναμιν τῆς θεότητος αὐτοῦ, καὶ
5ὅτι αὐτὸς ἦν ὁ ἐν τῇ ἐρήμῳ τεσσα‐ ράκοντα ἔτη τὸν Ἰσραὴλ διαθρέψας καὶ ἵνα δείξῃ ἑαυτὸν ὑπεραίροντα τὸν Ἡλίου, ὃς πλεονάζειν ἐποίησε τὸ σμικρότατον ἔλαιον καὶ τὸ ἄλευ‐
10ρον τῆς χήρας.

99

(l)

Mt 16, 6
1 Ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. ζύμην ὁ Χριστὸς τὰς παραδόσεις τῶν Φαρισαίων φησὶν τῶν ἔθος ἐχόντων προτιμᾶν τῶν θείων τὰ ἀνθρώπινα καὶ τῶν
ἁγίων γραφῶν τὰς παραδόσεις τῶν πρεσβυτέρων.84

100

(l)

Mt 16, 8
1 Ὡς θεὸς δηλαδὴ καὶ ὡς πλάσας τὸν ἄνθρωπον ᾔδει πάντα τὰ ἐν τῷ ἀνθρώπῳ. ἔλεγε δὲ αὐτοῖς· τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγό‐ πιστοι, ὑπομιμνῄσκων αὐτούς, ὅτι θεός ἐστιν.

101

(l)

Mt 16, 13—16
1 Ἐρωτᾷ ὁ Ἰησοῦς, ἵνα γνῶμεν τὰς ἐν Ἰουδαίοις γενομένας περὶ αὐτοῦ ὑπολήψεις ἐκ τῆς ἀποκρίσεως, καὶ ἵνα μάθωμεν περιεργάζεσθαι τίνα λέγουσιν οἱ ἄνθρωποι περὶ ἡμῶν καὶ, εἰ μὲν φαῦλα εἴη, τὰς ἀφορμὰς περιαιρῶμεν, εἰ δὲ ἀστεῖα, αὔξωμεν. υἱὸν δὲ ἀνθρώπου
5εἶπεν, ἵνα δείξῃ σαφῶς ὡς ὁ φαινόμενος καὶ κατ’ ἀληθείας ἀναλλοίωτος γενόμενος ἄνθρωπος αὐτός ἐστι καὶ θεὸς ἀληθὴς μὴ τεμνόμενος ἀνὰ μέρος εἰς θεὸν καὶ εἰς ἄνθρωπον εἰδικῶς, ἀλλ’ ὅν τις υἱὸν ἀνθρώ‐ που προσαγορεύσειεν, οὐκ ἀπιστήσειε τοῦτον αὐτὸν εἶναι καὶ υἱὸν θεοῦ.

102

(l)

Mt 16, 22—23
1 Ὡς παρ’ ἐλπίδα ἀκούσας τοῦτο ἐταράχθη ὁ Πέτρος, ἐπειδὴ ἡ μὲν ἀποκάλυψις υἱὸν θεοῦ καὶ ζῶντα θεὸν αὐτὸν ἔδειξεν, ἡ δὲ τοῦ πά‐ θους τοῖς δεινοῖς καταποθέντα, ἐπιτιμῶν αὐτῷ δεικνύει τὴν ἑαυτοῦ δι‐ καιοκρισίαν, ὅτι ἡνίκα μὲν ὡμολόγει, ἐπῄνει αὐτόν, ὅτε δὲ ἐδειλία ἀλό‐
5γως ἐπέπληττεν αὐτῷ ἀπροσωπολήπτως ποιῶν.

103 col1

(l)

Mt 18, 8
1Ἐπειδὴ γὰρ «ἓν σῶμα» λέγει
τὴν ἐκκλησίαν τοῦ Χριστοῦ, «μέλη» δὲ τὸν καθ’ ἕνα, τοῦτο εἰπεῖν ἐβου‐ λήθη, ὅτι ἐὰν ἔχῃς· ἐν τῇ ἐκκλησίᾳ85
5τινὰ πολλοῖς ἑτέροις αἴτιον γινό‐ μενον βλάβης, μὴ φείσῃ, ἀλλ’ ἔκκοψον αὐτὸν ἔξω τῆς ἐκκλη‐ σίας καταστήσας κρεῖττον εἶναι νο‐ μίζων ἐκεῖνον διὰ τὴν αὐτοῦ μο‐
10χθηρίαν ἀλλότριον καταστῆναι τῆς βασιλείας τῶν οὐρανῶν ἢ πολλοὺς ἑτέρους ἀπαγαγεῖν εἰς τὸ πῦρ τὸ αἰώνιον.

103 col2

«Ἓν σῶμα» λέγει ὁ Χριστὸς τὴν ἐκκλησίαν, τοῦτ’ ἔστιν τὴν τῶν πιστῶν συναγωγήν· «μέλη» δὲ τὸν καθ’ ἕνα. τούτων. ἐὰν δέ τις ἐκ
5τῶν πιστῶν τούτων καὶ μελῶν τῆς ἐκκλησίας αἴτιος γίνηται ἑτέροις σκανδάλου, μὴ φείσῃ αὐτοῦ, ἀλλ’ ἔκκοψον αὐτὸν καὶ ἔξω τῆς ἐκ‐ κλησίας κατάστησον κρεῖττον εἶναι
10νομίσας ἐκεῖνον μόνον γενέσθαι ἀλ‐ λότριον τῆς βασιλείας τῶν οὐρανῶν διὰ τὴν ἑαυτοῦ μοχθηρίαν ἢ καὶ ἄλλους ἑαυτῷ συναποξενῶσαι ταύ‐ της.

104

(l)

Mt 18, 8—9
1 Οὐ τὰ μέλη ἐκκόπτειν διδασκόμεθα, ἀλλὰ τὰ πάθη τῶν μελῶν καὶ τοὺς εἰς τόπον μελῶν φίλους, εἰ καὶ ἐπιχειροῦσιν τῷ σκανδαλίζειν.

105

(l)

Mt 18, 10
1 Ὁρᾶτε μέντοι, φησίν, ὅπως ἂν μὴ πάντη καταφρονήσητε τῶν διὰ κακίαν τῆς ἐκκλησίας ἐξεωσμένων· οὐδὲ γὰρ μίσει τινὶ καὶ ἀπο‐ στροφῇ τοὺς τοιούτους ἐκβάλλεσθαι βούλεται, ἀλλὰ φειδοῖ τούτων, οἳ βλάβης τινὸς καὶ ταραχῆς αἴτιοι τῇ οἰκείᾳ μοχθηρίᾳ πολλάκις καθί‐
5στανται. ὡς εἴγε δυνατὸν εἴη, καὶ τούτους μεταβαλλομένους αὖθις πρὸς τὸ κρεῖττον ἰδεῖν τοῦτο πάντων ἐμοὶ προτιμότερον εἶναι νενόμισται. ἢ μικροὺς λέγει τοὺς ἀτελεῖς τῇ γνώσει, τοὺς ἄρτι βαπτισθέντας, οὓς οὐ
θέλει ὑπερορᾶσθαι ἐν τῇ διδασκαλίᾳ ὡς ἀγνῶτας.86

106

(l)

Mt 19, 3
1 Ὥσπερ γὰρ ἄτοπον τὸ ἐκβάλλειν τὴν σώφρονα, οὕτω τὸ κατέχειν μοιχαλίδα ἀσεβὲς κατὰ τὸ γεγραμμένον εἰς Σολομῶνα.

107

(l)

Mt 19, 29
1 Ἑκατονταπλασίονα δὲ λέγει τὰ πολλὰ πρὸς τὸ ἀσυγκρίτως ἄμεινον τῶν ἐσομένων ἐν οὐρανοῖς. πλὴν ἐπείπερ ὁ Μᾶρκος λέγει πολλα‐ πλασίονα λήψεται «ἐν τῷ αἰῶνι τούτῳ», λεκτέον πάλιν περὶ τῶν πνευ‐ ματικῶν χαρισμάτων πολὺ τὰ ἐπίγεια παρατρεχόντων, ἅπερ εἰσὶν ἀρρα‐
5βῶνές τινες τῶν μελλόντων ἀγαθῶν, ἅπερ οἱ ἔχοντες ἐν μεγίσταις εἰσὶ τιμαῖς πάντων σχεδὸν ἀνθρώπων προστρεχόντων τοῖς ἁγίοις, ἵνα δι’ αὐτῶν ἀπολαύσωσι τῆς θείας χάριτος.

108

(l)

Mt 20, 1—16
1 Ἡ παραβολὴ τοὺς κατὰ διαφόρους ἡλικίας πιστεύσαντας 〈δεί‐ κνυσι〉, οὐ τὸν χρόνον ζητοῦσα, ἀλλὰ τὴν ἐν πίστει καθαρότητα καὶ ἐν ἀρετῇ διαγωγὴν λαμπράν. οἰκοδεσπότην δὲ τὸν θεὸν λέγει, ἀμπε‐ λῶνα δὲ τὸ τῆς εὐσεβείας πολίτευμα, ἐργάτας τοὺς κατὰ διαφόρους
5χρόνους πιστεύσαντας, ἐσχάτους δὲ καλεῖ τοὺς ἐν ἀπιστίᾳ ζήσαντας ἐν τιμαῖς ὄντας, οὓς ὁρῶντες τιμωμένους οἱ ἐκπαθεῖς ἐν τῇ ἐκκλησίᾳ ἄχθονται πολλάκις, ἐὰν ὁμοίως αὐτοῖς τιμῶνται. πολλῶν δὲ ἀσκούντων ἀρετὰς ὀλίγοι εὑρίσκονται ἐκλεκτοὶ οἱ τῆς πρώτης τιμῆς ἀξιούμενοι. δοκεῖ δέ μοι καὶ Ἰουδαίους αἰνιττόμενος καὶ τοὺς δεξαμένους μὲν τὴν
10πίστιν, βίον δὲ οὐκ ἄξιον ἀποδειξαμένους· ὁμοίως ὁ μακάριος Ἰωάννης
κατὰ τὴν δευτέραν ἐπιβολήν.87

111

(l)

Mt 21, 17
1Ὡς ἄοικος παρὰ τὸ ὄρος τῶν ἐλαιῶν ηὐλίζετο ὁ Χριστός.

112

(l)

Mt 21, 33—41
1 Ἡ παραβολὴ οἰκοδεσπότην λέγει τὸν θεὸν καὶ πατέρα τὸν πολ‐ λὴν πρόνοιαν ἐξ ἀρχῆς εἰς τοὺς Ἰουδαίους ἐνδειξάμενον καὶ τὸ ἄνωθεν μέχρι τέλους τῶν Ἰουδαίων φιλόνεικον περὶ τὸν θεόν. ἀμπελὼν δέ ἐστιν ὁ Ἰσραήλ, ὃν κατεφύτευσεν ἐν τῇ γῇ τῆς ἐπαγγελίας· φραγμὸς
5ὁ νόμος οὐκ ἐῶν αὐτοὺς ἐπιμιγῆναι τοῖς ἔθνεσιν, ληνὸς τὸ θυσιαστή‐ ριον, πύργος ἡ Σιών, γεωργοὶ οἱ διδάσκαλοι, δοῦλοι οἱ κατὰ διαφόρους καιροὺς ἀποσταλέντες προφῆται, οὓς ἀπέκτειναν· υἱὸς ὁ Ἰησοῦς, ὃν ἀπέκτειναν καὶ τὰ δεινὰ ὑποστάντες ὑπὸ Ῥωμαίων ἔξω αὑτοὺς ἐποίησαν τοῦ θεοῦ ἀντεισενεχθέντων εἰς τὸν τῶν Ἰουδαίων τόπον τῶν
10μαθητῶν καὶ ἀποστόλων, οἳ καὶ ἀποδεδώκασιν τοὺς καρποὺς ἐν θεο‐ σεβείᾳ ζήσαντες ἐναρέτως.

113

(l)

Mt 22, 2—3
1 Γάμον λέγει τὴν ἁρμονίαν καὶ συνάφειαν τοῦ υἱοῦ τὴν γενομένην πρὸς τὴν ἐκκλησίαν· τοὺς δὲ ἀποστελλομένους καλέσαι τοὺς κεκλη‐
μένους τοὺς μαθητάς, μεθ’ οὓς ἔπεμψε τοὺς ἑβδομήκοντα.88

114

(l)

Mt 23, 16
1 Ἐπειδὴ τὸν χρυσὸν ἐθαύμαζον μᾶλλον τοῦ ναοῦ, ὑπὲρ τὸν ναὸν ἐτίμων αὐτόν, δέον μὴ τὴν ὕλην τιμᾶν, ἀλλὰ τὸ ὄνομα, ὅτι θεοῦ ὀνό‐ ματι ὁ ναὸς ὑπέκειτο καὶ ὁ χρυσὸς δηλονότι διὰ τὸ τοῦ θεοῦ ὄνομα τίμιος ἀπεδείκνυτο.

115

(l)

Mt 23, 16—22
1 Τὸν ἐν τῷ ναῷ χρυσὸν λέγει τὰ εἰς δόξαν θεοῦ χρυσᾶ σκεύη ἀνατιθέμενα ἐν τῷ ἱερῷ ἤτοι τὰ χρυσᾶ Χερουβὶμ ἢ τὴν χρυσῆν στάμνον τὴν ἔχουσαν τὸ μάννα, ἅπερ προτιμότερα εἶναι ὑπελάμβανον Ἰουδαῖοι τοῦ ναοῦ. διὸ καὶ κατεγινώσκοντο ὑπὸ τοῦ κυρίου, ὅτι οὐ μόνον παρεώρων
5τοὺς ὀμνύοντας καὶ συνεχώρουν αὐτοῖς ὀμνύειν, ἀλλ’ ὅτι ἔλεγον· οὐδέν ἐστι τὸ κατὰ τοῦ ναοῦ ὀμόσαι· ἢ καὶ εἴθιζον τὸν λαὸν ἀδιαφόρως ἐπι‐ ορκεῖν κατὰ τοῦτο. διὸ καὶ ὁ κύριος ἀποφαντικῶς φησιν, ὅτι ὁ ὀμνύων ἐν τῷ ναῷ κατὰ πάντων τῶν ὄντων ἔσω ἐν τῷ ναῷ ὀμνύει· καὶ ἐπὶ τῶν ὁμοίων τὸ αὐτό. ἔχει δὲ ὁ λόγος αἴνιγμα κατ’ αὐτῶν· ἀνθ’ ὧν τὸν Χριστὸν
10οὐ δεχόμενοι τὴν ἀλήθειαν τὸν Μωυσέα καὶ τοὺς δι’ αὐτοῦ τύπους τι‐ μιωτέρους ἔκρινον τοῦ Χριστοῦ τὸν μὲν Χριστὸν τὸν ἁγιάζοντα Μωυσέα ἀθετοῦντες, ἐπαινοῦντες δὲ τὸν νόμον, ὥσπερ ἦν καὶ ἐπαινετός, οὐχ ὅτι ἔχει τὰς σκιὰς καὶ τοὺς τύπους, ἀλλ’ ὅτι προανατυποῖ τῆς ἐν Χριστῷ λατρείας τὸ ἀληθὲς μυστήριον, ὡς καλὸς ὁ χρυσὸς διὰ τὸν ἁγιάζοντα
15αὐτὸν ναὸν καὶ καλὸς ὁ οὐρανὸς διὰ τὸν ἁγιάζοντα αὐτὸν θεὸν καὶ ἐνοικοῦντα ἐν αὐτῷ.

116

(l)

Mt 23, 25—26
1 Ἀνθρωπίναις δὲ παραδόσεσιν ἀκολουθοῦντες ἔπλυνον τὰ ποτήρια καὶ τὰς παροψίδας, ἐμόλυνον δὲ αὐτὰ διὰ τῶν ἔσωθεν ἐπιβαλλο‐
μένων, ἐν αὐτοῖς οἶνον ἐκ συκοφαντιῶν πίνοντες καὶ ἐξ ἁρπαγῆς ἐ‐ σθίοντες. διὸ ἀπέχεσθαι τούτων παραγγέλλει, ἵνα δι’ ὧν καθαρῶν πί‐89
5νουσιν οἶνον οὐκ ἐξ ἀδικίας πορισθέντα καθαρὸν γένηται καὶ τὸ πινό‐ μενον, ὅπερ ἔσωθέν ἐστι τοῦ ποτηρίου.

117

(l)

Mt 24, 1
1 Ἐξελθὼν τοῦ ἱεροῦ ὁ κύριος διδάσκει μὴ προσέχειν τοῖς ἐπι‐ γείοις, κἂν θεῷ ἀνακείμενα ᾖ.

118

(l)

Mt 24, 9
1 Πολλὰ ἐθλίβησαν οἱ ἀπόστολοι ὑπὸ Ἰουδαίων καὶ ἐθνῶν ἐπι‐ βουλευόμενοι, οἳ καὶ ἐσκανδαλίζοντο κατ’ αὐτῶν.

119

(l)

Mt 24, 10
1 Ὅτι τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδὸν ὁδεύοντες, πολλοὶ ὄντες καὶ τῶν δοκούντων πιστεύειν, σκανδαλισθήσονται.

120

(l)

Mt 24, 11
1 Ψευδοπροφήτας λέγει τοὺς αἱρετικοὺς τοὺς πλανήσαντας πολ‐ λοὺς τῶν ἀκεραιοτέρων ἐπὶ τῆς συντελείας.

121 col1

(l)

Mt 24, 15
1 Βδέλυγμα τῆς ἐρημώσεως Ἰουδαῖοι οἴονται τὸ τελευταῖον Ῥωμαίων μηχάνημα ἢ εἰσπεμ‐ φθεῖσαν εἰς τὸν ναὸν χοιρείαν κεφα‐
5λὴν εἶναι τὸ βδέλυγμα ἢ τὰς ὑπὸ Πιλάτου εἰς τὸ ἱερὸν εἰσαχθείσας
σημείας.90

121 col2

Βδέλυγμα τῆς ἐρημώσεως οἱ Ἰουδαῖοι ὑπολαμβάνουσι τὸ τε‐ λευταῖον τῶν Ῥωμαίων μηχάνημα, τοῦτ’ ἔστιν τὴν πεμφθεῖσαν εἰς τὸν
5ναὸν ὑπὸ Ῥωμαίων χορείαν κε‐ φαλὴν ἢ τὰς ὑπὸ Πιλάτου εἰσα‐ χθείσας σημείας ἢ ὅπερ αἰνίττεται ὁ Ἰώσηπος γεγενῆσθαι ἐν τῇ πολιορκίᾳ τῶν Ἱεροσολύμων· καὶ
10γὰρ γυναῖκες θύσασαι τὰ ἑαυτῶν τέκνα ἔφαγον.

122

(l)

Mt 24, 15
1 Βδέλυγμα ἐρημώσεως καθολικῶς ὁ ἀντίχριστος, γέγονε δὲ καὶ βδέλυγμα τῆς ἐρημώσεως τῆς Ἰερουσαλὴμ ἡ εἰκὼν Καίσαρος, ἣν ἀνέστησε Πιλᾶτος ἐν τῷ ναῷ.

123

(l)

Mt 24, 19
1 Ἴσως τοῦτο αἰνίττεται, ὅ φησιν Ἰώσηπος γεγενῆσθαι, ὅτε ἐν τῇ πολιορκίᾳ ἀπὸ λιμοῦ βιασθεῖσαι θύσασαι τὰ ἑαυτῶν τέκνα ἔφαγον.

124

(l)

Mt 24, 27
1 Ὥσπερ γὰρ ἡ ἀστραπή· τροπικῶς ἡ τῆς ἀληθείας ἀστραπή, ᾗ ἔοικεν ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἐν πάσῃ ἐξομαλί‐ ζεται νομικῇ, προφητικῇ, εὐαγγελικῇ, ἀποστολικῇ γραφῇ. καὶ ἐξελθοῦσα ἀπὸ ἀνατολῶν, τῶν ἀρχῶν τοῦ θεοῦ, φαίνεται ἕως τῶν κατὰ τὴν
5οἰκονομίαν τοῦ πάθους δυσμῶν. ὅρα δὲ εἰ μία ἀνατολὴ ὁ νόμος, μία δύσις τὸ πέρας τοῦ νόμου. ἄλλη ἀνατολὴ ἕως δύσεως Ἰησοῦς Χριστὸς
ἕως Παύλου, ᾧ ἐσχάτῳ πάντων «ὡσπερεὶ ἐκτρώματι» ἐφάνη.91

125

(l)

Mt 24, 28
1 Ὅπου γὰρ τὸ κατὰ τὴν οἰκονομίαν τοῦ πάθους πτῶμα πεσὸν στήσεται, συναχθήσονται οὐχ οἱ τυχόντες, ἀλλ’ οἱ ὑψηλότατοι μα‐ θηταὶ καὶ τὰ ὑψηλὰ φρονοῦντες καὶ γινώσκοντες, τοῦτ’ ἔστιν τὰ τῆς θεότητος μυστήρια. διὸ οὐ γῦπας εἴρηκεν οὐδὲ κόρακας, ἀλλὰ τὸ μὴ
5νεκροβόρον ζῷον, τοῦτ’ ἔστιν τὸν ἀετόν· ὡς γὰρ λέγουσιν οἱ ἱστοροῦντες περὶ αὐτοῦ, ὅτι οὐδενὸς ἅπτεται θνησιμαίου.

126

(l)

Mt 25, 14
1 Ἐκδημίαν αὐτοῦ καλεῖ τὴν εἰς οὐρανοὺς ἄνοδον, ὅτε καὶ παρέδωκε τοῖς μαθηταῖς τὰ οὐράνια μυστήρια καὶ τοῖς τῆς ἐκκλησίας μυσταγωγοῖς, ἑκάστῳ κατὰ τὴν ἀναλογίαν τῆς θεοσεβείας τὸ ἁρμόδιον δούς.

127

(l)

Mt 25, 18
1 Κατακρύψαι τὸ τάλαντον λέγει τὸ μηδὲν ἐργάσασθαι τῶν δεόντων, ἀλλὰ ἀφανίσαι τὴν χάριν τὴν δοθεῖσαν αὐτῷ.

128 col1

(l)

Mt 25, 24—27
1 Τὰ παρ’ αὐτοῦ λεγόμενα τί‐ θησιν εἰς ἔνδειξιν τῶν λόγων ἤτοι καὶ τῶν λογισμῶν, οἷς ἔθος κε‐ χρῆσθαί τινας λέγοντας, ὅτι οὐ
5χρεία μοι πόνου οὐδὲ τοῦ ὑπὲρ ἑτέρων εὐθύνας ὑπέχειν, ὃ καλῶς
εἶπεν θερίζειν ὅπου οὐκ ἔ‐ σπειρεν· τοῦτο γάρ ἐστι τὸ παρὰ τῶν λειτουργῶν εὐθύνας ἀπαιτεῖν92
10τὸν κριτὴν τῆς ἑτέρων ῥᾳθυμίας· ὡς γὰρ οὐκ ἔνεστί τινα θέρος ἐκεῖ‐ θεν ἐκδέχεσθαι, ἔνθα μὴ γέγονε σπόρος, οὕτως οὐκ ἔνεστιν, φησίν, ἐμὲ ὑπὲρ ἑτέρου εὐθύνας ἕτερον
15αἰτεῖν. διό φησιν, εἰ τοῦτο ᾔδεις, πολλῷ μᾶλλον ἐχρῆν σε τὰ οἰκεῖα ἐπιδείξασθαι· εἰ γὰρ τὰ ἑτέρων, ὡς φῇς, μέλλω ἀπαιτεῖν, πολλῷ μᾶλλον σὲ ἀπῄτησα ἂν τῶν οἰκείων εὐθύνας,
20καὶ τοὺς μαθητευομένους δὲ τὸν προσήκοντα καρπὸν ἀπὸ τῆς ἐρ‐ γασίας τῆς σῆς, εἰ σὺ περὶ αὐτοὺς ἦσθα τὰ δέοντα ἐπιδειξάμενος· δείκνυσι γὰρ ἐνταῦθα, ὅτι ἕτερον
25ὑπὲρ ἑτέρου εὐθύνας οὐκ ἀπαιτεῖ, ἀλλὰ παρὰ μὲν τῶν διδασκάλων τὰ οἰκεῖα, παρὰ δὲ τῶν μαθητευομέ‐ νων τὴν ὑπακοήν.

128 col2

Τὰ παρ’ αὐτοῦ λεγόμενα τίθη‐ σιν εἰς ἔνδειξιν τοῦ κακὸν εἶναι τὸν δοῦλον καὶ πονηρόν· καὶ γὰρ εἶπε· θερίζεις ὅπου οὐκ ἔσπειρας.
5διὸ μᾶλλον ἔδει σπουδαιότερον αὐ‐ τὸν γενέσθαι. ὁ δὲ τοῦτο καταλι‐ πὼν τὸ ἐναντίον εἴρηκεν, ὃ δὴ κατακεκριμένον αὐτὸν ἀποδείκνυσι· ὡς γάρ φησιν· οὐκ ἔνεστί τινα θέ‐
10ρος ἐκεῖθεν λαβεῖν, ἔνθα μὴ γέγονε σπόρος, οὕτως οὐκ ἔνεστιν ἐμὲ ὑπὲρ ἑτέρου εὐθυνθῆναι. διὰ τοῦτο καὶ κατάκριτος γέγονεν.

129

(l)

Mt 26, 26—28
1 Τοῦτό μου, φησίν, ἐστὶ τὸ σῶμα καὶ τοῦτο τὸ αἷμα, ἵνα μὴ νομίσῃς τύπον εἶναι τὰ τοιαῦτα, ἀλλ’ ὅτι ὁ ἄρτος αὐτὸ ἐκεῖνο τὸ σῶμα τοῦ κυρίου καὶ τὸ αἷμά ἐστι μεταποιούμενον εἰς σάρκα καὶ αἷμα τοῦ κυρίου ἡμῶν ἀρρήτῳ ἐνεργείᾳ τοῦ ἁγίου πνεύματος.

130

(l)

Mt 27, 26
1Διὰ τί ἐφραγέλλωσεν; ἢ ὡς κατάδικον νόμου κελεύοντος τοὺς
σταυρουμένους πρῶτον μαστίζεσθαι καὶ οὕτω τῇ τιμωρίᾳ ἀποδίδοσθαι93

131

(l)

Mt 27, 45
1 Φλέγων γάρ τις ὀνόματι φιλόσοφος παρ’ Ἕλλησιν μέμνηται τοῦ σκότους τούτου· παραδόξως γέγονε γὰρ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τῆς σελήνης, ὅτε ἀπέχει τοῦ ἡλίου πολὺ διάστημα, ὅσον ἀπ’ ἀρχῆς τοῦ οὐρανοῦ ἕως τέλους. αἱ δὲ ἡλιακαὶ ἐκλείψεις τότε εἰώθασι γίνεσθαι,
5ὅταν πλησιάσωσιν ἀλλήλοις οἱ δύο οὗτοι φωστῆρες. δεῖγμα δὲ ἦν τὸ σκότος τοῦ μέλλοντος λαβεῖν τοὺς μιαιφόνους ἐκείνους.

133

(l)

Mt 28, 19—20
1 Ἀρχὴν τῆς διδασκαλίας τῶν ἐθνῶν τὸ βάπτισμα δίδωσιν, ὅτι πρό‐ τερον μέν ἐστι τὸ καθαρθῆναι, δεύτερον δὲ τὸ πληρωθῆναι τῶν ἀγαθῶν. τῷ δὲ βαπτίσματι συνῆψε τὴν τῆς τριάδος θεολογίαν τὴν καινὴν εἰσάγων χάριν, ὅτι ἦν βαπτίσματα δι’ ὕδατος ἐν νόμῳ καὶ παρὰ Ἰωάννῃ γε τὸ
5δι’ ὕδατος ἔτι· μετὰ δὲ τῆς πρὸς θεὸν συναφείας οὐκ ἦν βάπτισμα πώ‐ ποτε. νῦν δὲ ἡ συνάφεια πρῶτον, ὅτε νέος ἀπὸ τοῦ βαπτίσματος ἄνθρω‐ πος ὡσπερεὶ ζῶν ἐκ νεκρῶν πληρούμενος ἁγίου πνεύματος, ὅπερ ἐστὶ δῶρον Χριστοῦ, οὗ ἡ ἀρχὴ ὁ πατήρ. διόπερ ἀναγκαία τῆς τριάδος ἡ ὀνομασία. καὶ ὅπου ἂν ὑπεξαιρῇ τις ὄνομα, κολοβὸν ποιεῖ τὸ τῆς θεο‐
10λογίας· ἀτελὲς μέν, ἐὰν τὸ πνεῦμα περιαιρῇ· διεστῶσαι δὲ τοῦ τέλους τὴν ἀρχήν, ἐὰν τὸ μέσον ἐξαιρῇ, τὸν υἱόν. ἀδύνατον δὲ τὸν κατὰ μίαν ἐνέργειαν γινόμενον ἁγιασμὸν ἐκ διαφόρων καὶ ἀσυναρτήτων οὐσιῶν ἐπιτελεῖσθαι· ἀσεβὲς γὰρ τὸ τὰ ἑτεροφυῆ καὶ ἀσύναπτα μιᾷ τῇ ἐνεργείᾳ περιλαβεῖν. τριάδα τοίνυν τοῖς μαθηταῖς ὁμοούσιον τοῖς βαπτιζομένοις
15παρεγγυᾷ παραδιδόναι οὐχ ἕτερος ὢν αὐτός, ἀλλ’ ἑαυτὸν υἱὸν ἀορίστως
προσονομάζων ἅτε δὴ καὶ γνήσιος ὢν καὶ ἀληθινὸς καὶ μόνος κυρίως τοῦ πατρὸς υἱός. ὥσπερ δὴ καὶ τὸν πατέρα ἀορίστως πατέρα φησίν, ἅτε δὴ πατέρα ἀληθῶς ὑπάρχοντα καὶ οὐχ ἑτέρου υἱοῦ, ἀλλὰ μόνον κυρίως πατέρα τοῦ ἀληθινοῦ υἱοῦ, καὶ τὸ πνεῦμα δὲ τὸ ἅγιόν φησι πρὸς ἀντι‐94
20διαστολὴν τῶν βεβήλων καὶ τῶν μὴ ἁγίων κατὰ φύσιν πνευμάτων.

134

(l)

Mt 28, 19—20
1 Τὸν θεὸν γεννῶντα καὶ γεννώμενον οὐκ ἔστιν ὑπὸ χρόνῳ βαλεῖν· θεὸς γὰρ οὐχ ὑποπίπτει χρόνῳ. οὐκ ἔστιν ἀσεβὲς λέγειν, ὅτι ὁ θεὸς ἐγέννησεν· μηδεὶς δεδιέτω· οὐκ ἔστιν γὰρ ἐναντίον ἢ αἴτιον κακῆς ἐννοίας τοῦτο, ἐὰν θεοπρεπῶς ὑποληφθείη. εἷς ὁ πατὴρ ἑνὸς υἱοῦ, εἷς ἀγέννητος
5πατήρ, εἷς γεννητὸς θεὸς ὁ υἱὸς καὶ ὥσπερ οὐκ ἔστιν συναγέννητος ἕτερος θεός, οὕτως οὐδὲ συγγεγεννημένος ἕτερος θεὸς ὁ υἱός. οὐκ ἔστιν υἱὸς τὸ πνεῦμα τὸ ἅγιον. ἔχει ὁ πατὴρ ὑπόστασιν πατρός, ἔχει ὁ υἱὸς ὑπόστασιν υἱοῦ, ἔχει τὸ πνεῦμα ὑπόστασιν ἁγίου πνεύματος. ἀσώματος καὶ νοερὰ καὶ λογικὴ καὶ ἐν πᾶσι τελεία ἡ ὑπόστασις τοῦ πατρός, τοῦτ’ ἔστιν ὁ
10πατήρ. ὅμοιος ὁ υἱὸς τῷ πατρὶ ἐν πᾶσι καὶ πλήρης κατ’ αὐτὸν ἐκτὸς τοῦ εἶναι πατήρ· υἱὸς γάρ ἐστι καθ’ ὑπόστασιν. τέλειον τὸ πνεῦμα τὸ ἅγιον καὶ πλῆρες ἐν πᾶσι· καθὼς ὁ πατὴρ τέλειος καὶ ὁ υἱὸς τέλειος, οὕτω καὶ τὸ πνεῦμα τὸ ἅγιον τέλειον ὁμοίως τοῦ πατρὸς καὶ τοῦ υἱοῦ πάρεξ τοῦ εἶναι πατὴρ ἢ υἱός· ἔστι γὰρ καθ’ ὑπόστασιν ἰδίαν πνεῦμα
15ἅγιον ὁμοούσιον τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, δι’ υἱοῦ πεφηνός, ἀχώριστον τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ὡς ἴδιον. τρεῖς οὖν τετελειωμέναι ὑποστάσεις, πατρός, υἱοῦ καὶ ἁγίου πνεύματος,
μία δὲ οὐσία.95