TLG 4124 008 :: EUSEBIUS :: Fragmenta in epistulam ad Galatas (in catenis) EUSEBIUS Scr. Eccl., Episcopus Fragmenta in epistulam ad Galatas (in catenis) Citation: Page — (line) | ||
21t | Gal 1,1 | |
---|---|---|
22 | Πατέρα νῦν καλεῖ τὸν θεόν, ἐπειδὴ βούλεται τὴν ἐκκλησίαν εἰς | |
υἱοθεσίαν ἐληλυθυῖαν ἐλευθέραν εἶναι τῆς τοῦ νόμου δουλείας. | 46 | |
47(t1) | Gal 1,1—2 | |
1 | Εἰ γὰρ ἤρκει ὁ νόμος καὶ τὰ νόμιμα εἰς σωτηρίαν, οὐκ ἦν χρεία τοῦ σταυροῦ καὶ τοῦ ἐλθεῖν τὸν Χριστὸν ἐπὶ τὸν σταυρόν. Οὐκ εἶπεν 〈καὶ οἱ σὺν ἐμοὶ ἀδελφοί〉, ἀλλὰ πάντες, τῷ πάντες παριστῶν ὡς ἓν ἦν τὸ πλῆθος. | |
4t | Gal 1,4 | |
5 | Τὸν ἐνεστῶτα αἰῶνα πονηρὸν εἰπὼν ἔδειξεν ὅτι τὸ κακὸν οὐκ ἀγέννητον ἀλλὰ πρόσκαιρον, καὶ ἐν ἀνθρώποις πρὸς οὓς ἔγραφεν, εἰ περὶ ἀνθρώπων τῶν πεισάντων αὐτοὺς ἀκαίρως κεχρῆσθαι τῷ νόμῳ. Τὸ δὲ ἐξέληται εἴρηκεν, ἵνα παραστήσῃ ὅτι οὐκ ἦν ἄλλως τινὶ εὐχερὲς οὔτε νόμῳ οὔτε προφήταις. τὸ γὰρ ἐξέληται μικροῦ βίαν | |
10 | σημαίνει, ἀλλ’ οὐ βίαν, δύναμιν δὲ τοῦ ῥυσαμένου· οὐ γὰρ εἶπεν τοῦ ἁρπάσαντος ἀλλὰ τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρ‐ τιῶν ἡμῶν, ὅπως ἐξέληται ἡμᾶς. αὕτη ἡ λέξις τὸ δυσκατόρ‐ θωτον παντὶ ἄλλῳ παρέστησεν. κέκληται δὲ πατὴρ ἡμῶν ὁ θεός, ἵνα τῆς υἱοθεσίας φανερουμένης ἐκβληθῇ διὰ νόμου ἀνάγκη. | |
14t | Gal 1,10 | |
15 | Πρὸς ἐκείνην ἀπομάχεται τὴν ὑπόνοιαν τὴν φάσκουσαν ὅτι παρ’ ὑμῖν ἄλλα εἶπεν, ἐν δὲ Ἰουδαίᾳ ἄλλως ἔζη, καί φησιν· πῶς δύναμαι ἄλλος εἶναι ἔξωθεν, ἄλλος δὲ ἔσωθεν θεοῦ ὄντος ἐφόρου; τί δὲ προβαλλό‐ μενος ἀξιώματα ἀνθρώπινα οἷς ἐγὼ οὔτε μάχομαι οὔτε διαφωνῶ; | |
18t | Gal 1,11—14 | |
19 | Ἐν ἀρχῇ μὴ καλέσας εὐαγγέλιον αὐτοῦ, ἐνταῦθα ἐπιφέρει τὸ | |
20 | εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ’ ἐμοῦ, ἐπειδὴ ἀμφίβολον ἐγίνετο ποῖόν ἐστι τὸ τοῦ καλέσαντος εὐαγγέλιον, οὐχὶ τοῖς πράγμασιν ἀλλὰ ταῖς συκοφαντίαις ὅτι οὐκ ἔστι κατ’ ἄνθρωπον, ὥς φασιν, ὅτι παρὰ Πέτρου παρέλαβον. πῶς οὐκ ἔστιν κατ’ ἄνθρωπον; οὐδὲ γὰρ ἐγὼ παρέλαβον αὐτὸ οὐδὲ ἐδιδάχθην. χρήσιμον τὸ | |
25 | παρέλαβον καὶ καλὸν τὸ ἐδιδάχθην· ταῦτα γὰρ τοῖς ἀνθρώποις συνῆπτον. ἡ γὰρ χάρις ἀθρόως λαμπρύνει, οἱ δὲ ἄνθρωποι ἠρέμα παραδιδόασι καὶ διδάσκουσιν. ἀναγκαία δὲ καὶ ἡ τῶν ἀδελφῶν προσηγορία· ἐπειδὴ γὰρ ἐπιβουλεύειν ὑπωπτεύετο ἄλλα μὲν εἰπών, ἄλλα | |
δὲ ἔχων, διὰ τῆς προσηγορίας τῶν ἀδελφῶν ἐξωθεῖται τὴν ὑπόνοιαν. | 47 | |
48 | Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ. καὶ οὐκ εἶπεν ἐν τῷ νόμῳ. τίς οὖν ἡ ἀναστροφή; ὅτι καθ’ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ θεοῦ. ἐπειδὴ γὰρ πρὸς τὰ νόμιμα μέλλει λέγειν, ἐδόκει δὲ ὁ νόμος εἶναι θεοῦ, | |
5 | περὶ Χριστοῦ δὲ ἄλλα ὑπενοεῖτο, οὐκ εἶπεν καθ’ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ Χριστοῦ ἀλλὰ τὴν ἐκκλησίαν τοῦ θεοῦ. Καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλω‐ τὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. πάλιν | |
10 | Ἰουδαϊσμῷ· οὐ γὰρ βούλεται ὑπομνῆσαι τοῦ νόμου, ἵνα μὴ σκληρὸν ᾖ τὸ λεγόμενον. ὑπὲρ πολλοὺς συνηλικιώτας· πολλοὺς καὶ οὐ πάντας διὰ τὸ σύμμετρον, συνηλικιώτας δὲ διὰ τὸ μὴ κατὰ τῶν πρεσβυτέρων δοκεῖν ἐπαίρεσθαι. ἐν τῷ γένει μου δέ, ἵνα παραστήσῃ ὅτι ἐκεῖθεν μὲν αὐτῷ ἡ ῥίζα, ἐντεῦθεν δὲ ὁ καρπός. | |
15 | περισσοτέρως ζηλωτὴς ὑπάρχων, ἵνα διὰ τῆς ὑπερβολῆς ὅσον ἀντέκειτο τῇ ἐκκλησίᾳ παραστήσῃ. πατρικῶν δὲ παραδόσεων εἶπεν καὶ οὐ νομίμων· τὰ γὰρ παρὰ Φαρισαίων προστεθέντα λέγει, καὶ ἐν τούτοις ἑαυτὸν ζηλωτὴν ὑπάρχειν. | |
18t | Gal 2,2 | |
19 | Καλῶς τὸ ἔδραμον, προείληπτο γὰρ τὸ κήρυγμα· τρέχω δέ, | |
20 | ἐπειδὴ ἐνειστήκει. | |
20t | Gal 2,9 | |
21 | Καὶ αἱ δεξιαὶ τὴν ὁμόνοιαν δηλοῦσιν. προτέτακται δέ, φησίν, Ἰάκωβος διὰ τὸ τοῦ τόπου κύριον εἶναι. διὰ τί δὲ ποτὲ μὲν Κηφᾶς, ποτὲ δὲ Πέτρος; οἱ ἐλθόντες εἰς τὴν Γαλατίαν καὶ ταράξαντες Ἰουδαῖοι ἦσαν· Πέτρος οὖν ὁ κατ’ ἐκείνους Κηφᾶς ὀνομαζόμενος, ἵνα | |
25 | [οὖν] δι’ οὗ ἤκουσαν, διὰ τούτου καὶ καλέσῃ, εἴρηται. | |
25t | Gal 2,18 | |
26 | Ἡ ἐκκλησία νόμον οὐ τηροῦσα, νόμον οὐ παραβαίνει, ἀλλὰ νόμον ὑπερβαίνει. ὁ λέγων ὅτι πεπλήρωται ὁ νόμος καὶ πέπαυται, κἂν μὴ τηρῇ νόμον, οὐ παρανομεῖ· ὁ δὲ ποτὲ μὲν ἐσθίων τὰ ἀπηγορευμένα ὑπὸ τοῦ νόμου, πάλιν δὲ μὴ ἐσθίων, τῷ μὴ ἐσθίειν μηνύει ὅτι ἰσχύει | |
30 | ὁ νόμος καὶ μένει εἰς ὃν ἀνατρέχει. οὐκοῦν ἐπειδὴ μένει ὁ νόμος, αὐτὸς | |
δὲ παρὰ τὰ νόμιμα ἔφαγες, καλῶς ἀκούεις ταῦτα. | 48 | |
49(t1) | Gal 2,20 | |
1 | Ζῇ ἐν ἐμοὶ ὁ Χριστός, ὁ μὴ ὑποκείμενος νόμῳ, ὑπὲρ νόμον ὢν ὡς υἱός· ἐγὼ δὲ διὰ τὸν ζῶντα ἐν ἐμοί, ὥσπερ οἱ δεχόμενοι τὰς αὐγὰς τὰς ἡλιακὰς φωτεινοὶ καὶ διειδεῖς, υἱός. | |
3t | Gal 2,21 | |
4 | Οὐ λέγω ὅτι καὶ μετὰ τὸ πάθος τοῦ Χριστοῦ χρεία νομίμων· | |
5 | τοῦτο γάρ ἐστιν εἰπεῖν ὅτι ἡ χάρις οὐδὲν ἰσχύει, ὅτι οὐδὲν συμβάλλεται τὸ πάθος. | |
6t | Gal 3,17 | |
7 | Μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γέγονεν ὁ νόμος, οὐχὶ τῆς ἐξόδου τῆς ἀπ’ Αἰγύπτου ἀλλὰ τῆς κατ’ ἀρχῆς ταύτης τῆς ἐπαγγελίας· ὥστε οἱ δοκοῦντες φιλονεικεῖν τῇ ἐκκλησίᾳ περὶ πρωτείων | |
10 | ἑκατοντάσι καὶ δεκάσιν ἐτῶν εὑρίσκονται ὕστεροι μετὰ τὴν πίστιν. | |
10t | Gal 3,19 | |
11 | Τοῦτο λέγει, ὅτι ἡ διαταγὴ δι’ ἀγγέλων, ἐν χειρὶ μεσίτου, τοῦτ’ ἔστι μεσιτευσάντων τῶν ἀγγέλων πρὸς τὸ δοθῆναι τὸν νόμον, ἵνα ἀκούσωμεν· τὴν μὲν ἐπαγγελίαν αὐτὸς δι’ ἑαυτοῦ, τὸν δὲ νόμον οὐ δι’ ἑαυτοῦ, ἀλλὰ διέταξε δι’ ἀγγέλων μεσιτευόντων. | |
14t | Gal 3,23 | |
15 | Τὸ προηγεῖσθαι νῦν λέγω, οὐχὶ ἐπιλαθόμενος τῆς ἐπαγγελίας πρωτευούσης, ἀλλ’ ὅτι καὶ γάλα χρήσιμον ἐν καιρῷ καὶ οὐ χρήσιμον εἰς τὰ ἑξῆς. τὸ οὖν πρὸ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα, τοῦ νόμου παρεντεθέντος μεταξὺ τῆς ἐπαγγελίας καὶ αὐτῆς τῆς παρουσίας τῆς πίστεως. | |
19t | Gal 4,4—11 | |
20 | Ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ. τὸ γνήσιον τηρῶν μετ’ ἄρθρου εἶπεν τὸν υἱὸν αὐτοῦ, τὸν ὄντα υἱόν. γενό‐ | |
μενον ἐκ γυναικός. ἐπειδὴ γὰρ γυνὴ προεξένησεν ἁμαρτίαν, ἐκ | 49 | |
50 | γυναικὸς ὁ σώζων. ἐπειδὴ δὲ ὁ νόμος οὐκ ἐδόθη δυνάμενος καὶ ζωοποιῆσαι, γέγονε καὶ ὑπὸ νόμον ὁ ἐλθὼν ἰάσασθαι. στοιχεῖα δέ φησι τὰ νόμιμα. εἰ δὲ ζητεῖς ἑρμηνείαν παρ’ αὐτοῦ· ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβω‐ | |
5 | μεν, τὴν ἀποκειμένην ἤδη ταῖς ἐπαγγελίαις, κατεχομένην δὲ ἐν τῷ μεταξὺ εἰσαχθέντος τοῦ νόμου καὶ τῶν χρόνων μὴ ἀποπληρωθέντων. πληρωθέντος δὲ τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ ᾧ ἀπέκειτο ταῦτα. εἰ οὖν καλεῖς· ὁ πατήρ, δηλονότι γέγονας υἱός, καὶ μαρτυρεῖ σοι τὸ πνεῦμα. εἰ δὲ υἱός, καὶ κληρονόμος | |
10 | σὺ διὰ Χριστοῦ, τοῦτ’ ἔστιν ἐκ χαρίσματος, οὐκ ἐκ φύσεως. Ἀλλὰ τότε μὲν οὐκ εἰδότες θεόν, ὦ Γαλάται, ἐδου‐ λεύσατε τοῖς φύσει μὴ οὖσι θεοῖς, τοῖς εἰδώλοις. πῶς πάλιν ἐπεστρέψατε ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα; πῶς δυνατόν ἐστι τὸν Ἕλληνα ὄντα, τὸν Γαλάτην, ἐπιστρέψαι ἐπὶ τὰ | |
15 | στοιχεῖα τοῦ νόμου ἐξ ὧν οὐδὲ ἐξῆλθον; πρῶτον μάθωμεν τίνα λέγει πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν ἐθέλετε. ἐάν τις προσχῇ ἄνωθεν τῷ λέγοντι· ἀλλὰ τότε μὲν οὐκ εἰδότες θεὸν ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι θεοῖς, δηλονότι περὶ Ἑλληνισμοῦ ἀκούει· μᾶλλον δὲ γνωσθέντες ὑπ’ | |
20 | αὐτοῦ, πῶς πάλιν ἐπιστρέφετε ἐπὶ τὰ ἀσθενῆ; πάλιν νομίζει τις ὅτι εἰς εἰδωλολατρείαν ἐγκαλεῖται· τὸ γὰρ πάλιν ἐπι‐ στρέψαι ἀναδραμεῖν ἐστιν ἐπ’ ἐκεῖνα ἀφ’ ὧν τις ἐξῆλθεν. οὐκοῦν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα κατὰ ταύτην τὴν ἀκολου‐ θίαν Ἑλληνισμοῦ νομίζεται. εἴδωμεν τί λέγει τὰ ἑξῆς· οἷς πάλιν | |
25 | ἄνωθεν δουλεύειν ἐθέλετε. ἑρμήνευσε τί ἐστι τὸ ἐπι‐ στρέφετε, τῷ οἷς πάλιν ἄνωθεν δουλεύειν ἐθέλετε. Ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς· φοβοῦμαι ὑμᾶς μή πως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς. εἰ ἀπὸ Ἑλληνισμοῦ ἤρξαντο, πῶς ἔρχονται ἐπὶ Ἰουδαϊσμόν; | |
30 | ἀλλὰ τὰ δύο ταῦτα γέγονεν εἰς τοὺς Γαλάτας. καὶ πρὸς τὰ δύο ταῦτα μεταχειρίζεται τὰ φάρμακα. ἔστω, φησίν, ἦτε ἀγνοοῦντες θεόν· νῦν δὲ γνόντες αὐτόν, μᾶλλον δὲ γνωσθέντες ὑπ’ αὐτοῦ, πῶς πάλιν ἐπιστρέφετε ἐπὶ νόμον, ὃν οὔτε ἔσχον ὅσοι ἔσχον; καὶ συνίστατο λοιπὸν ὁ νόμος οὕτως καθὼς λέγει καὶ περὶ Ἑλληνισμοῦ | |
35 | αὐτῶν τοῦ ποτέ, καὶ περὶ ἀναδρομῆς τῶν ἰουδαϊζόντων ἐπὶ τὸν νόμον. | |
35t | Gal 4,12 | |
36 | Καὶ μὴν οὔτε σὺ ἦς Ἕλλην οὔτε οὗτοι Ἰουδαῖοι· ἀλλ’ ἐπειδὴ | |
ἰουδάϊζον, καὶ αὐτὸς ἀπὸ Ἰουδαϊσμοῦ μετῆλθεν, λέγει· ἀδελφοί, | 50 | |
51 | δέομαι ὑμῶν. ὁ ἀλγῶν δέεται, καὶ ὁ πονῶν παρακαλεῖ. ἀδελφοὺς δὲ καλεῖ, τῇ οἰκειότητι τῆς προσηγορίας ἐκβάλλων τὴν ὑπόνοιαν τὴν κατὰ τὴν ἐπιβουλήν· εἰ γὰρ ἄλλα μὲν ἐφρόνει, ἄλλα δὲ παρ’ αὐτοῖς ἔλεγεν, ἐπίβουλος ἦν καὶ ἐχθρός. | |
4t | Gal 4,14 | |
5 | Καὶ τὸν πειρασμὸν ὑμῶν τὸν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε. καί φησιν· ἐγὼ ταῦτα ὑπέμενον, καὶ ὑμεῖς ἐπειράζεσθε δοκιμαζόμενοι, εἴ γε προσίεσθέ με καὶ τὸν δι’ ἐμοῦ κηρυττόμενον λόγον ἐν τούτοις με θεωροῦντες τοῖς κινδύνοις. τὰ οὖν ἐμὰ πάθη καὶ οἱ διωγμοί, ὦ Γαλάται, ὑμέτερος ἦν πειρασμός. | |
9t | Gal 4,20 | |
10 | Ἐπειδὴ ἐτύγχανε δεδεμένος καὶ κατεχόμενος, φησὶ τὸ ἤθελον ἐλθεῖν πρὸς ὑμᾶς καὶ ἀλλάξαι τὴν φωνήν μου, αὐτὰ ταῦτα νῦν ὑμῖν κηρύττειν ἃ οἱ ταράττοντες λέγουσί με κηρύττειν ἀλλαχοῦ, ὅτι δεῖ περιτέμνεσθαι καὶ τὰ νόμιμα τηρεῖν. ἆρα οὐκ ἂν αὐτοὶ ὑμεῖς οἱ τότε μὲν παρ’ ἐμοῦ ἐκεῖνα δεξάμενοι, νῦν δὲ τὰ ἐναντία | |
15 | ἀκούοντες σκηνὴν καὶ παίγνιον ἐνομίσατε τὰ κατ’ ἐμέ; θαυμάζω γάρ, εἰ ἐκεῖνα ἀκούσαντες παρ’ ἐμοῦ, ὑποπτεύετέ με ἄλλα ἔχειν ἐν τῇ διανοίᾳ, ἄλλα δὲ τοῖς οὕτω με τιμήσασι κεκηρυχέναι. | |
17t | Gal 5,16 | |
18 | Οὐ νόμῳ τῷ ἀπειλοῦντι δούλοις, πνεύματι δὲ τῷ ἄγοντι τέκνα θεοῦ. | |
19t | Gal 6,12—13 | |
20 | Τοῦ νόμου ἔχοντος τὴν ἀπόφασιν ὅτι ἐπικατάρατος ὁ μὴ | |
ἐμμένων πᾶσιν, ὁ οὖν μὴ τηρῶν πάντα, οὐ τετήρηκεν. ἀλλὰ | 51 | |
52 | θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται, τοῦτ’ ἔστιν ὅτι τὰ ἔθνη ἡμῖν ἀκολουθεῖ, καὶ μὴ ἀναγκασθῶσιν εἰπεῖν ὅτι τοῖς ἔθνεσιν συνεθέμεθα. ἐκεῖνοι μὲν τοῦτο θέλουσιν εὐπροσωπῆσαι σαρκὶ καὶ καυχᾶσθαι. ἐγὼ δὲ τῇ ἐμῇ | |
5 | χειρὶ γράφω. | |
5t | Gal 6,15—16 | |
6 | Οὐ περιτέμνεται ὁ Χριστιανός, οὐδ’ ἔστιν ἐν τῇ ἀκροβυστίᾳ τῇ Ἑλληνικῇ· ἔχει γὰρ ἰδίαν περιτομήν. μετὰ Ἰουδαίων οὐ περιτέμνεται, ἐπειδὴ ἔχει καλλίονα, μετὰ Ἑλλήνων δὲ οὐκ ἔστιν ἐν ἀκροβυστίᾳ, ὅτι ἔχει περιτομήν. ὁ οὖν οὔτε μετὰ Ἑλλήνων οὔτε μετὰ Ἰουδαίων καινὴ | |
10 | κτίσις. Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, τῷ τῆς καινῆς κτίσεως, ὅσοι οὐδὲ ἰουδαΐζουσιν οὐδὲ ἑλληνίζουσιν ἀλλὰ χριστιανίζουσιν, εἰρήνη ἐπ’ αὐτοὺς καὶ ἔλεος· ἔλεος εἰς συγχώρησιν ἁμαρτημάτων, εἰρήνη εἰς συνάφειαν τὴν πρὸς θεόν. καὶ | |
15 | ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ. ἀνάλαβε πάντα ἐκεῖνα τὰ τοιαῦτα· ὁ πᾶς νόμος ἐν ὑμῖν, ὅτι πληροῦτε τὸν νόμον τοῦ Χριστοῦ. καὶ τίς Ἰσραὴλ τοῦ θεοῦ, ὡς τοῦ ποτε Ἰσραὴλ κληθέντος μηκέτι ὄντος | |
τοῦ θεοῦ; | 52 |