TLG 4117 024 :: EUSTATHIUS :: Allocutio ad imperatorem Constantinum [Sp.]

EUSTATHIUS Scr. Eccl. Theol.
(Antiochenus: A.D. 4)

Allocutio ad imperatorem Constantinum [Sp.]

Citation: Page — (line)

673

(1t)

SANCTI EUSTATHII
2tEPISCOPI ANTIOCHENI
3tALLOCUTIO AD IMPERATOREM CONSTANTINUM
4tIN CONCILIO NICAENO.
1 Εὐχαριστοῦμεν Θεῷ, κράτιστε βασιλεῦ, τῷ τὴν ἐπίγειον συνθύνοντί σοι βασιλείαν· τῷ τὴν πλάνην τῶν εἰδώλων διὰ σοῦ καταργήσαντι, καὶ τῶν πιστῶν καταστήσαντι ἐν παῤῥησίᾳ τὸν εὔθυμον. Πέπαυται
5κνίσσα δαιμόνων· καταλέλυται πολυθεΐας Ἑλληνικῆς τὰ σεβάσματα· τὸ τῆς ἀγνωσίας ἀπελαύνεται σκότος· τῷ τῆς θεογνωσίας φωτὶ ἡ οἰκουμένη καταυγάζεται· Πατὴρ δοξολογεῖται· Υἱὸς συμπροσκυνεῖται· τὸ Πνεῦ‐
μα τὸ ἅγιον καταγγέλλεται· Τριὰς ὁμοούσιος, μία673

676

θεότης ἐν τρισὶ προσώποις καὶ ὑποστάσεσι κηρύττε‐ ται. Ταύτῃ τειχίζεται, βασιλεῦ, τὸ τῆς εὐσεβείας σου κράτος· ταύτην ἡμῖν ἄσυλον διαφύλαττε. Μηδεὶς αἱρετικὸς, ὑποδὺς τὴν Ἐκκλησίαν, ἕν τι τῆς Τριά‐
5δος ἀφαιρείτω, καταλιμπάνων τὸ λειπόμενον ἄτιμον. Ἄρειος ἡμῖν ὁ τῆς μανίας ἐπώνυμος τοῦ λόγου καὶ τῆς συνελεύσεως αἴτιος· ὃς, ὡς οὐκ ἴσμεν ὅπως, τῷ πρεσβυτερίῳ τῆς Ἀλεξανδρέων ἐγκαταλεγεὶς Ἐκ‐ κλησίας, ἐλάνθανεν ἡμᾶς, τῆς τῶν τρισμακαρίων
10προφητῶν καὶ ἀποστόλων διδασκαλίας ὑπάρχων ἀλλό‐ τριος. Τὸν γὰρ μονογενῆ Υἱὸν καὶ Λόγον τοῦ Πατρὸς ἀποστερεῖν τῆς ὁμοουσιότητος τοῦ Πατρὸς οὐκ ἐντρέ‐ πεται, καὶ τῇ κτίσει τὸν κτίστην ὁ κτιστολάτρης συν‐ αριθμεῖν ἐπείγεται. Τοῦτον ἂν πείσειας, αὐτοκράτωρ,
15μεταφρονοῦντα, τοῖς ἀποστολικοῖς μὴ ἀντιτείνειν δι‐ δάγμασιν· ἢ τοῖς ἐν οἷς ἑάλω κακοδοξίας ἐγκείμενον ἀσεβήμασιν, ἄρδην τῆς Χριστοῦ καὶ ἡμῶν ἀφανίσειας ἐπαύλεως, ὡς ἂν μὴ τῆς θολερᾶς αὐτοῦ λογοθωπείας
τὰς τῶν ἁπλουστέρων ψυχὰς ἐργάσηται θέραμα.675