TLG 4117 023 :: EUSTATHIUS :: Homilia christologica in Lazarum, Mariam et Martham [Sp.]

EUSTATHIUS Scr. Eccl. Theol.
(Antiochenus: A.D. 4)

Homilia christologica in Lazarum, Mariam et Martham [Sp.]

Source: Cavallera, F. (ed.), S. Eustathii episcopi Antiocheni in Lazarum, Mariam et Martham homilia christologica. Paris: Picard, 1905: 26–51.

Citation: Section — (line)

T

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Εὐσταθίου ἐπισ‐ κόπου Ἀντιοχείας εἰς τὸ δεῖπνον Λαζάρου καὶ εἰς Μαρίαν καὶ Μάρ‐ θαν τὰς ἀδελφὰς αὐτοῦ.

1

Ἀκούσωμεν ἀγαπητοί· καὶ εἰς δεῦρο εὐαγγελίζεται τὴν Ἐκκλησίαν τοῦ θεοῦ ἡ ἱερὰ τῶν εὐαγγελίων σάλπιγξ. Καὶ τί εἰς εὐφροσύνην τοῖς πιστοῖς προστίθησιν; Ταύτην γὰρ κορωνίδα τοῦ λόγου καὶ ὁδηγὸν ποιησώμεθα πρὸς τὰ ἑξῆς.
5Φησὶν Ἰωάννης, ὁ εὐαγγελιστὴς, ὁ τῆς βροντῆς υἱὸς, ὁ τὰ ἄρρητα μυστήρια ἐκ τοῦ παμφόρου τῆς σοφίας χωρίου τῆς καρδίας τοῦ
Κυρίου ἀρυσάμενος· «Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα, ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκὼς, ὃν ἤγειρεν ἐκ νεκρῶν. Ἐποίησαν οὖν αὐτῷ δεῖπνον· καὶ ἡ Μάρθα διηκόνει, ὁ δὲ Λάζα‐26
10ρος ἦν τῶν ἀνακειμένων αὐτῷ.»

2

Καλῶς ὁ τῆς ἀληθείας τρόφιμος τὸν πρὸ βραχέος εἱρκτῇ ᾅδου πεπεδημένον, ἐκπηδήσαντα καὶ τοὺς τοῦ θανάτου δεσμοὺς ταῖς τοῦ θανάτου τροπαῖς διαγελάσαντα, τῶν σπαργάνων ἀξένων ἀπολυθέντα, εἰς μέσον αὖθις παρήγαγεν καὶ πάντας τοὺς συνεσ‐
5θίοντας παραδραμὼν, τοῦτον ἐξ ὀνόματος ἀπηρίθμησεν· σκοπὸς γὰρ τῷ εὐαγγελιστῇ, οὐκ ἐν προσώπων ἐνδόξων συνδιατρίβαις καὶ συνεστιάσεσι κατακαλλῦναι τὸν εὐαγγελιζόμενον δι’ αὐτοῦ, οὐδὲ κεχαρισμένα διαγορεῦσαι, ἀλλ’ ἐξ οἰκείων ἔργων πᾶσι
γνωστὸν τὸν θαυματουργὸν καταστῆσαι θεόν.27

3

Ἔργον δὲ ἄρα ἦν Χριστοῦ, καὶ ἔργων τὸ μέγιστον ἡ τοῦ ἐκλελυμένου καὶ εἰς φθορὰν κεχωνευμένου Λαζάρου ἔγερσις. Διά τοι τοῦτο καὶ συνδειπνοῦντα τῷ Κυρίῳ δείκνυσι, καὶ ἀφαντα‐ σίαστον τὸ θαῦμα δημοσιεύει τῇ οἰκουμένῃ, καὶ εὐωχίαν ποιεῖται
5τὸ παράδοξον τὸ τῆς λαμπρᾶς ἐκείνης εὐωχίας, ἐν ᾗ ὡς πρώϊμον ξένιον Λάζαρος προύκειτο πνευματικὴ τροφὴ τοῖς δαιτυμόσι, τὸ τοῦ παραδόξου ἐκείνου δείπνου ἐν ᾧ ἡδονὴ γαστρὸς ἐπεσχέθη καὶ εὐωχήθησαν ψυχαὶ ἀνακειμένων, τὸ τῆς παραδόξου ἐκείνης χαρ‐ μονῆς ἐν ᾗ ὁ τῇ φθορᾷ τραπεζοποιηθεὶς, ἀνθρώπων ζώντων αὖθις
10ἐγένετο τράπεζα θαυμάτων ἀνάπλεως.

4

Ἔπρεπε γὰρ τῷ πάντα εὐπόρῳ καὶ ἐκ θελήματος ὡς ἐκ πηγῆς ἀενάου ἀναβλύζοντι τὰ ἀγαθὰ, ὑπὸ στέγην πτωχῶν
εἰσεληλυθότι, προσθεῖναι τοῖς πενιχροῖς τὰ πλούσια, καθάπερ καὶ τοῖς ἐν Κανὰ Γαλιλαίας τὴν ἀγεώργητον οἰνοχοΐαν,28
5καὶ τὸν ἀπόλυτον ἐκεῖνον εὐκαίρως εἰς μέσον ἀγαγεῖν καὶ ὡς παράδεισον πανδαισίας εὐωχοῦντά τε καὶ εὐωχούμενον διανοῖξαι τοῖς παισίν· ἐν ᾧ οὐκ ὀσμὴ φθορᾶς ἐφαίνετο· μετέλαβεν γὰρ διὰ τῆς θείας κλήσεως τῆς ἀφθάρτου εὐωδίας· οὐδ’ αὖ λώβη μελῶν ἐδείκνυτο· δημιουργὸς γὰρ ἦν ὁ παροστάξει ἀναπλάσας ἀλλ’
10οὐδὲ μικρόν τι ἢ μέγα ὅπερ ἀλλοίωσιν τοῖς καταβιβαζομένοις διαχαρακτηρίζει, ἀλλ’ ἦν ἀκέραιον τὸ ἄγαλμα πάντοθεν ἄρτιον καὶ εὐειδὲς ἄχρι τριχός.

5

Πρεπόντως τοιγαροῦν ἐκτρέφει ἐκείνην εὐφρασίαν, φημὶ δὲ ἔκ τε τῆς τῶν ὑποδεξαμένων παναρέτων ἀκραιφνοῦς ἀγαπῆς, ἔκ
τε θαυμάτων τοῦ ἀνενδεῶς ὑποδειχθέντος θεοῦ. ᾜδει γὰρ ᾔδει σαφῶς ὅτι τοῦτο μάλιστα ἐφηδύνειν εἴωθεν τὸν θεῖον ὀφθαλμὸν εἰ29
5τὸν εὐεργετούμενον σωτῆρα .., καθῶς ἀκηκόει παρ’ αὐτοῦ ὅτι «ἐμὸν βρῶμά ἐστιν ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με,» θέλημα δὲ Πατρὸς καὶ Υἱοῦ τῶν ἀνθρώπων ἡ σωτηρία. Σωτηρία μὲν τῶν ἀνθρώπων ὑπάρχει ἡ εἰς αὐτὸν τὸν ἀεὶ συνδοξαζόμενον τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι ἐν ὑψίστοις πίστις, ὠς ἐν
10εὐαγγελίοις φησί· «τοῦτό ἐστι τὸ θέλημα τοῦ Πατρός μου, ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον.»

6

Ἐπιποθῶν δὲ τὴν ἡμετέραν σωτηρίαν, κέκραγεν ἀλλαχοῦ λέγων· «πῦρ ἦλθον βαλεῖν εἰς τὴν γῆν,» ὁ θελητὴς ἐλέους, ὁ διψῶν τὸ διψᾶσθαι, ὁ καθ’ ἑαυτοῦ ὀμόσας «μὴ βούλεσθαι τὸν
θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέφειν καὶ ζῆν αὐτόν·»30
5πῦρ ἦλθεν βαλεῖν ὁ σωτὴρ ἐπὶ τὴν γῆν ἣν ἰδίαις χερσὶν ἔπλασεν καὶ ἡγίασεν τῷ θείῳ ἐμφυσήματι· πῦρ ἦλθεν βαλεῖν ὁ σωτὴρ ἐπ’ αὐτὴν καὶ ἀναζωπυρῆσαι τὸ αὐτεξούσιον αὐτῆς ᾧ ἐτιμήθη παρ’ αὐτοῦ ἐξ ἀρχῆς, ὃ ἀφεῖλεν ἐξ αὐτῆς καὶ κατεδούλωσεν ἐν πάθεσιν ἀτιμίας ὁ τῆς κακίας καὶ ἀπάτης εὑρετής· πῦρ ἦλθεν βαλεῖν ὁ
10σωτὴρ ἐπ’ αὐτὴν, πῦρ ἐκεῖνο τὸ φωτιστικὸν, τὸ ζωοποιὸν, τὸ τῆς θεογνωσίας πῦρ, τὸ τῶν ἀκανθῶν τῆς ἀσεβείας δαπανητικὸν, τὸ τῶν εὐσεβῶν σπερμάτων αὐξητικὸν, τὸ τῶν παρὰ φύσιν τμητικὸν καὶ ἐκριζωτικὸν, καὶ τῶν κατὰ φύσιν ἀγαθῶν φυτουρ‐ γικὸν καὶ γεωργικὸν, ἵνα ὥσπερ ἑκουσίως τῇ ἀπάτῃ συναπήχθη
15καὶ τὸν προμεμαρτυρημένον ἐκ παρακοῆς θάνατον αὐθαιρέτως ἐπεσπάσατο ὁ ἄνθρωπος, οὕτως αὖθις ἐκνίψας τῆς καρώσεως ἐπι‐ γνῷ τὸ δέον, καὶ θεῷ διὰ τῆς ἐξαγορεύσεως καὶ τῆς πρὸς αὐτὸν
νεύσεως προσοικειωθῇ.31

7

Τοῦτο τὸ θεῖον καὶ φωτιστικὸν πῦρ ἀνῆψεν καὶ ἀνεπύρσευσεν πρὸς τὴν τῶν Ἰουδαίων σωτηρίαν καὶ ἐν Λαζάρῳ ὁ Κύριος, ὡς ἀξίαν πίστεως αἴσθησιν παρέχων αὐτοῖς εἰς τὸ σῴζεσθαι. Τοῖς γὰρ ἀπίστοις ἀεὶ τὰ σημεῖα καὶ οὐ τοῖς πιστεύουσιν δίδοται
5σωτηρίας ἀφορμή. Ἀντιλεγόντων γὰρ αὐτῶν καὶ ἀντιμαχομένων τῇ ἀληθείᾳ, διὰ τῶν θεοδυνάμων ἔργων ἑαυτὸν ἐνεφάνιζεν θεὸν εἶναι ἀναντιρρήτως, ὥς που αὐτός φησιν· «εἰ ἐμὲ οὐ πιστεύετε, τοῖς ἔργοις μου πιστεύσατε, ἵνα γνῶτε ὅτι ἐν ἐμοὶ ὁ Πατὴρ κᾀγὼ ἐν τῷ Πατρί·» τοῦτ’ ἔστιν ὡς ἀπαύγασμα ἡλίου ἐν ἡλίῳ καὶ
10ὡς ὁ ἥλιος ἐν ἀκτῖνι ἀμερίστως καὶ ἀπαραλλάκτως διὰ τὸ ὁμοού‐ σιον καὶ αὐτοσθενές· καὶ ἑτέρωθι· «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν
Πατέρα·» καθάπερ ἐν τῷ καρπῷ τὸ δένδρον ἐπιγινώσκεται· καὶ ἀλλαχοῦ· «ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·» τὸ ἰσότιμον καὶ ἰσοδύναμον ὑπερδεικνύων· ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν.32

8

«Ἐποίησαν αὐτῷ, φησὶν, δεῖπνον· ὁ δὲ Λάζαρος εἷς ἦν τῶν ἀνακειμένων αὐτῷ·» μεγαλοπρεπῶς ἄγαν πρὸς πίστωσιν ἀληθινὴν τῆς ἀφαντασιάστου ἀναστάσεως τοῦ σεσωσμένου· οὕτω γὰρ καὶ αὐτὸς ὁ Κύριος μετὰ τὴν σωτήριον αὐτοῦ ἀνάστασιν
5ἐνεφάνιζεν ἑαυτὸν τοῖς γνησίοις αὐτοῦ μαθηταῖς, λαβὼν καὶ φαγὼν ἐν ὀφθαλμοῖς αὐτῶν νόμῳ φύσεως ἀνθρώπων. Διὰ τοῦτο καὶ νῦν ὁ τῷ δεσποτικῷ προστάγματι φύσεως καὶ θανάτου νόμον νικήσας, οὗτος τῷ δεσπότῃ συνεδείπνει, ὁ ἀναστὰς τῷ ἀνασ‐ τήσαντι συνευφραίνετο, ὁ πηλὸς τῷ πλαστουργῷ συνανέκειτο, ὁ
10τὸ σκότος ἀποδράσας τῷ φωτὶ συνεώρταζεν, ὁ ἐν δεσμοῖς ἐφαλ‐
λόμενος τῷ λύοντι πεπεδημένους ἐν ἀνδρείᾳ συνέχαιρεν, ὁ ἐν αὐταῖς ταῖς ἡνίαις τοῦ θανάτου, λέγω δὴ τοῖς σπαργάνοις, τὸν ᾅδην ῥοιζήματι εὐτόνως ἀπατήσας τῷ ἐγείραντι Κυρίῳ συνειστιᾶτο.33

9

Ἀλλ’ ἐρῶ πρὸς σέ· διάνοιξον ἡμῖν, ὦ θεία κεφαλὴ, Ἰωάννη, τὰς ἱεράς σου πλάκας· ἀδυνατοῦμεν γὰρ περιδράξασθαι τὸ ἀχανὲς βάθος τοῦ θαύματος. Ναὶ, φησὶν, συνανέκειτο τῷ Ἰησοῦ Λάζαρος, ὁ παλαιὸς καὶ νέος ἄνθρωπος, ὃν ἐκάλεσεν ἐκ τῆς
5φθορᾶς διὰ λόγου ζῶντος καὶ παντοδυνάμου εἰς ζωήν· συνανέ‐ κειτο ὁ νεοπαγὴς ὡσεὶ τίτθῃ τῷ νεὰν γέννησιν ἀνθρώπων ἐν προσ‐ τάγματι ἀναδείξαντι· νόμος γὰρ τοῖς Ἰουδαίων γεννήμασι ταῖς λεχοῦσι συνανακεῖσθαι ἐμπιμπλαμέναις χαρᾶς. «Ἡ γὰρ γυνὴ ὅταν τίκτῃ λύπην ἔχει ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ
10τὸ παιδίον οὐκέτι μνημονεύει τῆς θλίψεως διὰ τὴν χαρὰν ὅτι ἄνθρωπος ἐγεννήθη εἰς τὸν κόσμον.»34

10

Οὕτω καὶ ὁ Κύριος ἡμῶν μέλλων ἐγείρειν ἐξ ᾅδου τὸν Λάζαρον, ἐδάκρυε μὲν ὁ φιλοικτίρμων καὶ κατεσπλαγχνίσθη, τὴν τοῦ ἀνθρώπου φύσιν φθειρομένην ὁρῶν καὶ τοῖς συνελθοῦσιν ἅμα σκυθρωπάζων,
5ἐνεβριμήσατο δὲ ἀοράτως τῷ κατέχοντι θανάτῳ καὶ φωνήσας ὁρατῶς τῷ κατεχομένῳ, τὸ μέγα τῆς οἰκείας δυνάμεως ἀπεποίησε σημεῖον, τῆς καθόλου ἀναστάσεως ἐμφανίσας τὸν ἀρραβῶνα. Διὰ τοῦτο συνανεκλίθη τῷ ποιηθέντι εὐφραινόμενος, ὡς πιστοποιήσας διὰ τῶν ἔργων ὅτι αὐτός ἐστιν «ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν»·
10προαναπεφώνητο γάρ που παρ’ αὐτοῦ καὶ τοῦτο διὰ τοῦ προ‐ φήτου· «εὐφρανθήσομαι ἐν τῷ ἀγαθοποιεῖν με αὐτοῖς.»

11

Τῷδε τῷ θαύματι καὶ τῇ ἑαυτῶν ἑορτῇ αἱ τίμιαι μαθή‐ τριαι τοῦ Σωτῆρος καὶ τοῦ ἀναστάντος ἀδελφαὶ διηκόνουν, ἡ μὲν τὰ τῆς ὑποδοχῆς, ἡ δὲ τὰ τῆς φιλοθεΐας προσκομίζουσαι. Ἦν γάρ πως ἡ Μάρθα φιλόξενος μὲν ὡς ἀβραμιαία, φιλόπτωχος δὲ35
5ὡς ὁ Ἰὼβ, καὶ φιλόχριστος τὴν ὁμολογίαν ὡς Πέτρος, ἠνεῳγ‐ μένην ἔχουσα τὴν τῆς φιλοξενίας ἀγαπητικὴν θύραν παντὶ ἐρ‐ χομένῳ· ὅθεν οὐ λεληθότως, οὐδὲ ἐν ἀγνοίᾳ, ὡς πάλαι ὁ Λὼτ, ἀγγέλους ἐξένισεν, ἀλλ’ ἐν εἰδήσει ἀγαθῇ καὶ διαθέσει τὸν τῶν ἀγγέλων δημιουργὸν καὶ κύριον ὑπὸ τὴν ὀροφὴν εἰσεδέξατο. Καὶ
10ἡ μὲν Μάρθα τοιαύτη καὶ τηλικαύτη καὶ ἐν τηλικούτοις.

12

Ἡ δὲ ταύτης ἀδελφὴ Μαρία καὶ αὐτὴ «λα‐ βοῦσα λίτραν μύρου [νάρδου] πιστικῆς πολυτίμου ἤλειψεν τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ταῖς θριξὶν αὐτῆς ἀπέμαξεν αὐτοῦ τοὺς
πόδας, ἡ δὲ οἰκία ἐπλήσθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου.» Μύρον36
5εὐσεβείας πνέουσαι αἱ ἅγιαι, μύρου εὐωδίας καὶ τὴν οἰκίαν ἐπλήρωσαν, ἡ μὲν Μάρθα διὰ τῆς ὁμολογίας, ἡ δὲ Μαρία [διὰ] τῆς ἐργασίας. Δεύτερος Πέτρος ἡ Μάρθα· ἐπέπνευσε γὰρ καὶ ταύτῃ ἡ χάρις καὶ διὰ τοῦτο αὐτὴ τὴν τοῦ κορυφαίου ἀνώμβρησε πίστιν.

13

Ἤκουσεν· «ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ, ζήσεται», ἐπέγνω τὸν τῆς ζωῆς χορηγὸν καὶ εὐθυβόλῳ χρησαμένη φωνῇ ἀνέκραγεν· «ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος.» Ἔδει γὰρ τὴν γυναικείαν
5φύσιν ἐπιγνῶναι καὶ ὁμολογῆσαι τὸν κτίστην καὶ θεόν. Πρῶτον Πέτρος θεοδιδάκτως ὁμολογεῖ, δεύτερον Μάρθα θεομυήτως ἀνα‐ φωνεῖ, τρίτον Ἰωάννης ἐν δέλτοις θεοφρόνως καὶ μονογενῶς θεο‐
λογεῖ. Πέτρος καὶ Μάρθα· «σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος·» Ἰωάννης· «ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος37
10ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ Λόγος. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν.»

14

Πρόσεχε, ἀγαπητὲ, τῷ φωτισμῷ τῆς ἀληθείας, φεῦγε τὸ σκότος τῆς πλάνης. «Σὺ εἶ, φησὶν, ὁ Χριστός»· οὐ ψιλὸς Χρισ‐ τὸς ἄνθρωπος, ἀλλ’ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ὁ Λόγος ὁ γενόμενος σὰρξ ἄτρεπτος δι’ ἡμᾶς, ὁ μόνος υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ὁ Λόγος
5ὁ γενόμενος σάρξ· οὐχ εἷς τῶν Ἰουδαϊκῶν χριστῶν, οὐχ εἷς τῶν Ἰουδαϊκῶν καὶ παρεγγράπτων χριστῶν, ἀλλὰ σὺ κατὰ Παυλὸν, «ὁ εἷς Κύριος, ὁ ἐπὶ πάντων εὐλογητὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν·» σὺ εἶ μόνος Χριστὸς καὶ υἱὸς μονογενὴς τοῦ θεοῦ, τοῦ ζῶντος· «ἐθεασάμεθα, φησὶν ὁ εὐαγγελιστὴς, τὴν δόξαν
10αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας·»38

15

σὺ εἶ ὁ πρωτότοκος καὶ ὁ μονογενὴς καὶ μόνος σὺν ἁγίῳ Πνεύματι ὁμοούσιός τε καὶ ὁμότιμος καὶ ἰσοδύ‐ ναμος τῷ γεγεννηκότι, ἄναρχός τε καὶ συναΐδιος θεῷ Πατρί· σὺ εἶ ὁ Χριστὸς, οὐχ εἷς τῶν ὑπό σου κτισθέντων
5ἀοράτων καὶ λειτουργικῶν σου δυνάμεων, ἀλλὰ φυσικῶς υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος. «Οὐ πρέσβυς γὰρ οὐδὲ ἄγγελος, ἀλλ’ αὐτὸς ὁ Κύριος, φησὶν, ὡς εἶπεν Ἡσαΐας, ἔσωσεν ἡμᾶς, ἔσωσεν αὐ‐ τούς·» ὥστε οὐκ εἰσὶν οἱ ἄγγελοι χριστοί· σὺ εἶ ὁ Χριστὸς τοῦτ’ ἔστιν οὐκ ἄνθρωπος Χριστὸς, ἀλλὰ θεὸς Χριστὸς, θεὸς ἐναν‐
10θρωπήσας, οὐκ ἄνθρωπος ἀποθεωθεὶς, ἀλλὰ χρίσας τὴν οἰκείαν καὶ ἑκούσιον σάρκωσιν τῇ οἰκείᾳ θεότητι δι’ ὃ καὶ εἴρηται· «μῦ‐ ρον ἐκκενωθὲν ὄνομά σου,» καὶ «εἰς ὀσμὴν μύρων
σου ἐκδραμούμεθα·» σὺ εἶ ὁ Χριστὸς ὁ παρὰ πάσης κτίσεως προσκυνούμενος, ὡς εἷς Κύριος καὶ θεὸς, ὡς εἷς Υἱὸς, ὡς εἷς39
15Δεσπότης σὺν Πατρὶ [καὶ] τῷ ἁγίῳ Πνεύματι.

16

Πάλιν ἐπανάξωμεν τὸν λόγον ἐπὶ τὴν καλλίστην ἀδελ‐ φότητα τῶν εὐσεβῶν καὶ πιστῶν ἀδελφῶν. Ὦ συμπνοίας τῶν φίλων καὶ θεραπόντων γνησίων Χριστοῦ Ἰησοῦ ἑνὸς τῆς ἀκτίστου καὶ ὁμοουσίου Τριάδος. Βαβαὶ τῆς ἐντρίτου ἀγαπῆς τὸ ἀρραγὲς
5σπαρτίον· οὐδὲν τούτους τῆς τοῦ διδασκάλου καὶ δεσπότου ἀγαπῆς ἀπέρρηξεν, οὐκ ἀπιστία Ἰουδαίων, οὐκ ἀπείθεια Φα‐ ρισαίων, οὐ Σαδδουκαίων ὑλακὴ, οὐ σκάνδαλα ἱερέων ἀλλ’ ἐγκεν‐ τρισθέντες ἅπαξ τὴν καλλιέλαιον τῇ πίστει, ἔμειναν ἔγκαρ‐ ποι, πάσῃ προσβόλῃ ἄσειστοι καὶ ἀτίνακτοι, θεὸν γνωρίζοντες
10τὸν Χριστὸν, θεὸν καὶ ἄνθρωπον ἀδιαιρέτως καὶ ἀσυγχύτως ὁμο‐
λογοῦντες τὸν τοῦ θεοῦ υἱὸν, κηρύσσοντες τὸν Ἐμμανουήλ·40

17

καὶ τότε ἔφη πρὸς αὐτὸν ἡ Μάρθα· «ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ.» Τοῦτο Λάζαρος ἐν ἑαυτῷ ἐβεβαίωσεν, ταύτῃ συνταφεὶς τῇ πίστει καὶ ἐλπίδι· ἔτι γὰρ αὐτοῦ ζῶντος καὶ συνικετεύοντος τὸν
5πανταχοῦ παρόντα αἱ ἀδελφαὶ αὐτοῦ ἐδεήθησαν ὑπὲρ αὐτοῦ λέ‐ γουσαι· «Κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ.» Μαρία δὲ δι’ ὦν ἔπραττεν τῇ τε τῆς ἀδελφῆς ὁμολογίᾳ καὶ τῇ τοῦ ἀδελφοῦ πίστει σύμφωνον ἐνεφάνιζεν καὶ τὴν οἰκείαν εὐσέβειαν.

18

Λαβοῦσα γὰρ τὸ μῦρον, οὐ λίθον ἄψυχον εἰς οἶκον θεοῦ ἔχρισεν καθάπερ Ἰακὼβ τῷ ὀφθέντι αὐτῷ ἐν τῷ ἀποδιδράσκειν αὐτὸν τὸν Ἠσαῦ, ἀλλὰ τὸν ἐκ τῆς θεοτόκου παρθένου ἑνωθέντα ἔμψυχον
5ναὸν τῷ ἀκτίστῳ καὶ δημιουργῷ τῶν ἁπάντων θεῷ ἤλειψεν, οὐ μίμημα μόνον ἀποσῴζουσα τῆς πρὸς τὸν Ἰακὼβ ἐν τοῖς οὕτω
οἰκειότητος, ὡς ἀψευδὴς θυγάτηρ, ἀλλὰ καὶ ὑπερβαίνουσα πολλῷ πλέω τῇ πίστει καὶ ἐργασίᾳ τὸν πατριάρχην. Καθόσον ὁ μὲν τὴν σκιὰν ἐτύπου, ἡ δὲ τὴν ἀλήθειαν αὐτὴν ἐψηλάφα καὶ προσεκύνει.41

19

Φαίνεται γοῦν δὶς τοῦτο ποιήσας ὁ Ἰακὼβ ἔν τε τῷ ἀποδιδράσκειν τὸν πρὸς φόνον ἐξηρτυμένον φθόνον, ἔν τε τῷ ἐπαναλύειν μετὰ τὴν θείαν ἐν Βεθὴλ ὀπτασίαν. Ἀλλ’ οὐδ’ οὕτως ἐξισοῦται τῇ τῆς θυγατρὸς εὐσεβείᾳ ἐν τούτῳ τῷ μέρει·
5πλεὸν γὰρ οὐδὲν ἢ λίθον ἀλείφειν εἰς τύπον τοῦ ἀκρογωνιαίου μεμάθηκε λίθου, αὕτη δὲ οὐ μόνον τὸν ἅγιον καὶ ἔμψυχον καὶ θεόκτιστον τοῦ ἀκτίστου καὶ ἀϊδίου θεοῦ ναὸν ἐψηλάφα καὶ ἤλει‐ φεν, ἀλλὰ καὶ τὸν ἐν αὐτῷ ἀμερίστως ὄντα θεὸν σὺν αὐτῷ καὶ δι’ αὐτοῦ προσκυνοῦσα, ἕνα Κύριον ἀδιαίρετον ὡμολόγει ἐν τῇ ὁρω‐
10μένῃ εὐπρεπείᾳ τὴν ἀόρατον κατανοοῦσα δόξαν, καὶ ἐν ψηλαφωμένῃ
σαρκὶ τὸν ἀναφῆ καὶ ἀψηλάφητον καταμανθάνουσα θεὸν Λόγον.42

20

Οὐ γὰρ ἐσμίκρυνεν ἐν ὀφθαλμοῖς αὐτῶν τοῦ ἀοράτου θεοῦ τὴν δόξαν ὁ πρὸς ἡμᾶς συσχηματισμὸς αὐτοῦ, οὐκ ἐνύβρισεν ἐν ὀφθαλμοῖς αὐτῶν τὴν μεγαλοπρεπῆ τοῦ θεοῦ ἐξουσίαν τὸ τῆς συνανακλίσεως αὐτοῦ ταπεινὸν, οὐκ ἐμείωσεν τὸ τῆς διανοίας
5αὐτῶν κριτήριον [πρὸς] τὴν τοῦ ἀπροσίτου ὑπεροχὴν τὸ τῆς σαρκὸς ἀσθενὲς περιβόλαιον, οὐκ ἤμβλυνεν τὸν φόβον καὶ τρόμον τῆς ἀστέκτου δυνάμεως ἡ πρὸς τὴν συγκατάβασιν αὐτοῦ πεπαρ‐ ρησιασμένη αὐτῶν ἀγάπη, ἀλλ’ ἐκ τῶν φαινομένων σημείων ἐπὶ τὸ ἀόρατον ποδηγούμενοι κράτος, περισσῶς ἐθαύμαζον τῆς
10ἑκουσίου πτωχείας τὸ παράδοξον

21

, καὶ ἐκ τῶν ἐπιτελουμένων λόγων ὑπὲρ λόγον θαυμάτων φωτιζόμενοι τὴν διάνοιαν, καὶ τὸ τῆς κυριότητος ἐξουσιαστικὸν παιδευόμενοι, σφοδρώτερον τὴν φιλάνθρωπον ἐνανθρώπησιν ὑπέφριττον, καὶ τὴν δι’ ἁφῆς τῶν
5κρασπέδων ἐπιδιδομένην τῶν ἰαμάτων φορὰν ἐνο‐ ρῶντες, τὸν ἀνεμποδίστως ἐνεργοῦντα καὶ ἐμβλύζοντα ἐκ τοῦ ἰδίου θησαυροῦ τὰς ἐπικουρίας προσεκύνουν θεὸν, καὶ τὴν τῶν νεκρῶν ἀνάστασιν κατανοοῦντες τὴν μετὰ τῶν θνητῶν συνδιατριβὴν τοῦ θανάτου ὑπερβαλλόντως ἐξεπλήττοντο.43

22

Ὅθεν στοργῇ τὸν φόβον κεράσασαι, εἴχοντο τοῦ ἀκορέστου πόθου, καὶ τὴν διακονίαν τοῦ ἑνὸς καὶ αὐτοῦ ἑνώσει θεοῦ [καὶ] τελείου ἀνθρώπου διειλημμέναι εἰς ἑαυτὰς αἱ ὁμόψυχοι καὶ ὁμό‐ πιστοι, ἡ μὲν τὰ ἀνθρώπινα διὰ τὴν πρὸς ἡμᾶς συγκατάβασιν
5ἐλειτούργει, ἡ δὲ τὴν θεοτερπῆ καὶ εὐωδεστάτην ὡς κάρπωμα προσῆγεν σπουδὴν, μύρον ἐπιχέουσα ὡς ἐπὶ θυσιαστηρίῳ τῷ ζωηφόρῳ αὐτοῦ ναῷ. Καὶ τοῦτο οὐ παρέργως ἀλλ’ ἐπιμελῶς καταφιλοῦσα, καὶ τῷ ἐκ φύσεως περιβολαίῳ ἐκμάσσουσα τὸ
ἁγίασμα, στέφανον δόξης τῇ οἰκείᾳ περιέθηκεν κεφαλῇ, οὐκ ἐξ44
10ὑλῆς φθαρτῆς καὶ γεώδους συγκείμενον, ἀλλὰ τῆς θεϊκῆς λαμ‐ πρότητος τὰς μαρμαρυγὰς ἀπαστράπτοντα.

23

Εἰ τοίνυν κατὰ Μωϋσέα «πᾶς ὁ ἁπτόμενος τοῦ θυσιασ‐ τηρίου ἁγιασθήσεται,» τί ἄν τις εἴποι περὶ τῆς ἁψαμένης αὐτοῦ τοῦ Κυρίου τοῦ θυσιαστηρίου, ποίοις λόγοις κατακοσμήσομεν τῶν ἀδελφῶν τούτων τὴν ὁμόπνοιαν; Ναὶ, τούτων τὰ ἔργα νικᾷ πάντα
5ἐπαινόν. Ἀρκεῖ σοι, Μάρθα, ἡ τοῦ Χριστοῦ ὁμολογία εἰς στέφα‐ νον δόξης· ἀρκεῖ σοι, Λάζαρε, τὸ φίλον Χριστοῦ κληθῆναι εἰς περιουσίαν δόξης· ἐξαρκεῖ σοι, Μαρία, ἡ παρὰ θεοῦ ψῆφος. «Μαρία γὰρ, φησὶ, τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαι‐ ρεθήσεται ἐξ αὐτῆς·»

24

Μαρία ἡ φιλήσυχος, ἡ ἰδιότροπος
μέλισσα, ἡ παρὰ τοὺς λειμῶνας τῶν θείων θεωρημάτων διϊπτα‐ μένη, ἡ μέτοικος καὶ μετανάστις ἀπὸ τοῦ πεφυρμένου βίου γενο‐ μένη καὶ πρὸς τὸν ἀτάραχον καὶ εἰρηνικοῖς πρέποντα βίον θεῖον45
5καταντήσασα. «Ἔνθα αὔρα λεπτὴ καὶ ἐκεῖ Κύριος» κατὰ τὸν χρησμὸν Ἡλίου· ἐξ οὗ πηγάζει γνῶσις θείων τε καὶ ἀνθρω‐ πίνων πραγμάτων, καθὼς γέγραπται ὅτι «σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ θεός·» ἡ ἀκέραιος περιστερὰ, ἡ ἀναλαβοῦσα ἠρέμα τὰς πτέρυγας καὶ πρὸς τὸν ἤρεμον καὶ εὐδαί‐
10μονα τῆς γαλήνης λιμένα καταπαύσασα, δι’ ἧς ἐμυήθη τὰ προ‐ φήταις καὶ δικαίοις ἐπιθύμητα. Ἰακὼβ ἀποδράσας λόγχην εὐτά‐ ραχον ἐν εὐκαιρίᾳ θεοῦ ἐπέτυχεν, καὶ στήλην μνημοσύνου, ὡς πολλάκις εἴρηται, ἤλειψεν· καὶ Μαρία πορρωτάτω διαζευχθεῖσα
μιγάδων λογισμῶν καὶ συγκλύδων ἀποδρομῆς τραχυνόντων πως [τὸ]46
15διανοίας τε καὶ νοῦ διειδέστατον κέλλιον, ἀθόλωτος θεοῦ μακαρισ‐ μῶν ἤκουσεν, καὶ τὸν ἀκράτητον κρατῆσαι διὰ σαρκὸς ἠξιώθη.

25

Ἀλλ’ ἐπιπηδᾷ τῷ λόγῳ ὁ ἐν τυφλώσει Ἰουδαῖος καί φησι· μὴ βλασφήμει, χριστιανὲ, γέγραπται γάρ· «οὐδεὶς ὄψεταί μου τὸ πρόσωπον καὶ ζήσεται, λέγει Κύριος.» Μενοῦν γε, ὦ ἄφρων, ἐν τῷ σῷ νόμῳ γέγραπται ὅτι εἶπεν Ἰακώβ· «εἶδον θεὸν
5πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή·» ζωὴ γὰρ ἀνθρώπου ὅρασις. Καὶ τούτων οὕτως ἐχόντων, οὔτε τὸν σὸν ἀκυρώσω, οὔτε τὸν ἐμὸν ἀμάρτυρον ἐάσω λόγον· οὐσίαν γὰρ θεοῦ κατανοῆσαι ἀδύνατον καὶ ἀμήχανον, θεὸν [δὲ] γνωρισθῆναι ἀνθρώποις ῥᾴδιον αὐτῷ τῷ πάντα δυναμένῳ καὶ τοῖς ἀξίοις ἑαυτὸν
10ἐμφανίζοντι ὡς βούλεται, γέγραπται γάρ· «ἐγὼ ἐπλήθυνα ὁράσεις
καὶ ἐν χερσὶ τῶν προφητῶν ὡμοιώθην.»47

26

Εἶδεν τοιγαροῦν θεὸν ὁ Ἰακὼβ, καὶ οὐκ ἐψεύσατο, εἶδεν δὲ ὡς ὁ ὀφθεὶς ηὐδόκησεν ὀφθῆναι· οἶδεν γὰρ θεὸς ἑαυτὸν ἐμφα‐ νίζειν [ὡς] βούλεται καὶ τὸ κώλυον αὐτὸν καὶ διεῖργον τὸ κατὰ γνώμην οὐκ ἔστιν, κἂν μὴ χωροῦσιν οὔτε οἱ ἀνώτατοι φέρειν
5αὐτοῦ τὴν εἰς ἄκρον δόξαν· οὕτω καὶ Μαρία εἶδεν θεὸν ἐναν‐ θρωπήσαντα ἀτρέπτως καὶ ἐπὶ τὸν ἅγιον καὶ συμπροσκύνητον αὐτοῦ ναὸν σπονδὴν εὐωδίας ἔσπεισεν τουτ’ ἔστιν αὐτὸ ἐφ’ ἑαυτῷ, ἀμέ‐ ριστος γὰρ ἡ ἕνωσις καὶ ἀσύγχυτον τὸ τῆς εὐσεβείας μυστήριον καὶ ἀδιαίρετος ἡ εἰς τὸν ἕνα τῆς Τριάδος Κύριον Ἰησοῦν Χριστὸν
10ὁμολογία.

27

Σὺ δὲ, ὦ ἀγαπητὲ, μὴ ξενίζου ἀκούων ξένον τι καὶ ἀπηχὲς παρὰ τῶν ξένων τῆς ἀληθείας· ἀδελφοὶ γάρ εἰσι τοῦ
τυφλοῦ καὶ προδότου Ἰοῦδα, ἐπιμεμψαμένου ἀφρόνως τὴν θεά‐ ρεστον τοιαύτην πρόθεσιν ἐν τῷ δείπνῳ. Ἀλλὰ τί πρὸς48
5τοῦτον ἡ ἀδέκαστος ψῆφος; Τὸν μὲν Ἰοῦδαν ἐξελέγχει ὡς κλέ‐ πτην, τὴν δὲ ἀποδέχεται ὡς φιλόθεον, καὶ εὐεργεσίαν τὸ τελού‐ μενον ἀναγορεύει καὶ τοῖς ἐπιφερομένοις ἀντιπαρατάττεται, καί φησι καὶ ταῦτα διὰ Ματθαίου τοῦ εὐαγγελιστοῦ· «τί κόπους παρέχετε τῇ γυναικί· ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ.» Καὶ
10ἀντιταλαντεύω τῇ ἀγαπήσει τῆς τοιαύτης ἐργασίας τὴν αἰώνιον μνήμην· «ὅπου γὰρ ἂν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο τῆς βασι‐ λείας ἐν ὅλῳ τῷ κόσμῳ λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.»

28

Καὶ ἄξιον τῆς σπορᾶς καὶ τὸ θέρος τῆς Μαρίας, ἐπαξία τῆς ἀγαθῆς προθέσεως καὶ ἡ ἐπικαρπία· ἐτάχυνεν
πληρῶσαι τὴν γραφὴν, προκατελείφθη ὑπὸ τῆς καταστεφούσης θείας χάριτος· ἔμαθεν τὰ ἐν προφήταις ᾀδόμενα, ἐπέγνω καὶ τῆς προ‐49
5φητείας τὴν εὔκαιρον ἔκβασιν· ἤκουσε Σολομῶντος ᾄδοντος ὡς «οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ, νάρδος ἔδωκεν ὀσμήν·» καὶ συνῆκεν τὸν ὑπὸ οἰκέτου βασιλέως προμηνυθέντα βασιλέα τῶν βασιλευόντων καὶ κύριον τῶν κυριευόντων·

29

ὅθεν μηδὲν μελλήσασα ἔργον, τὴν μάθησιν ἐξετέλεσεν, καὶ τῷ ἀνενδεεῖ τὰ προκεχρηματισμένα προσκομίσασα, τὴν εὐκλεῆ καὶ ἀπαραλόγισ‐ τον ἀπηνέγκατο ψῆφον· μεθ’ ἧς γένοιτο πάντας ἡμᾶς ἕνα καὶ τὸν
5αὐτὸν γινώσκειν καὶ προσκυνοῦντας Κύριον πρὸ αἰώνων συν‐ αιδίως τε καὶ συνανάρχως ἀφραστῶς τε καὶ ἀρρεύστως ἐκ Πατρὸς τουτ’ ἔστιν ἐκ τῆς ἀκτίστου οὐσίας γεννηθέντα, καὶ ἐπ’ ἐσχάτων ἐκ
τῆς ἀχράντου παρθένου ἀμεταβλήτως καὶ ἀσυγχύτως ὑπὲρ ἔννοιαν καὶ λόγον σαρκωθέντα, τυχεῖν τοῦ παρ’ αὐτοῦ μακαρισμοῦ ἐν ἐλέει50
10καὶ ζωῇ τῇ ἀπεράντῳ ὅτι αὐτῷ ἡ δόξα σὺν Πατρὶ καὶ τῷ ἁγίῳ
Πνεύματι εἰς τοὺς ἀγηράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν.51