TLG 4117 022 :: EUSTATHIUS :: Commentarius in hexaemeron [Sp.]

EUSTATHIUS Scr. Eccl. Theol.
(Antiochenus: A.D. 4)

Commentarius in hexaemeron [Sp.]

Citation: Page — (line)

708

(1t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
2tΕΥΣΤΑΘΙΟΥ
3tΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΝΤΙΟΧΕΙΑΣ ΚΑΙ ΜΑΡΤΥΡΟΣ
4tΕΙΣ ΤΗΝ ΕΞΑΗΜΕΡΟΝ
5tΥΠΟΜΝΗΜΑ
1 Κλήμης μὲν οὖν, καὶ Ἀφρικανὸς καὶ πρὸς τούτοις Τατιανὸς, τῶν δὲ ἐκ περιτομῆς Ἰώσηπος, καὶ Ἰοῦστος κατὰ Ἴναχον ἀκμάσαι τὸν θεσπέσιον Μωϋσέα ἱστό‐ ρησαν, ἰδίως ἔκαστος ἐκ παλαιᾶς ἱστορίας ὑποσχὼν
5τὴν ἀπόδειξιν. Ἴναχος δὲ ἑπτακοσίοις ἔτεσι τὸ Ἰλια‐ κὸν προτερεῖ πόλεμον. Τῶν δὲ ἁγίων τις ἀκριβεστά‐ την τῶν χρόνων ποιησάμενος τοῖς χρόνοις Ἰνάχου, τὸν μὲν ἁγιώτατον εὗρεν Ἰακὼβ συνακμάσαντα· Μωϋσέα δὲ Ἰώσηπος. Χρονικοῦ γὰρ κανόνος σύντα‐
10ξιν ἐπινοήσας ἐκ παραλλήλου, ἀντιπαρέθηκε τὸν παρ’ ἑκάστῳ ἔθνει δυναστεύοντα. Συνήγαγε δὲ χρό‐ νους τῆς βασιλείας Χαλδαίων, Ἀσσυρίων, Μήδων, Περσῶν, Λυδῶν, Ἑβραίων, Αἰγυπτίων, Ἀθηναίων, Ἀργείων, Σικυωνίων, Λακεδαιμονίων, Κορινθίων,
15Θετταλῶν, Μακεδόνων, Λατίνων, τῶν ὕστερον κλη‐ θέντων Ῥωμαίων. Καὶ τούτων τοὺς χρόνους ἐπὶ ταυτ.....σας ἑκάστου ἔθνους τῶν βασιλέων συν‐ εκ..... χρόνους, ἀντιπαρατιθεὶς τὰ ἔτη τῆς βασι‐ λείας Ἀσσυρίων βασιλίδος, τουτέστι τῆς Σεμιράμεως
20Ἀβραὰμ τοῖς ἔτεσι. Κατὰ γὰρ τὴν Σεμίραμιν Ἀβραὰμ ὁ μακάριος ἐγνωρίζετο· ὁ δὲ Ἰώσηππος κατὰ Ἴναχον· Μωϋσῆς δὲ κατὰ Κέκροπα, ὃν πρὸ τῶν Ἰλιακῶν ἔτεσι τριακοσίοις ......... πρῶτον τῆς Ἀττικῆς Ἑλλήνων παῖδες, ὡς εἶναι τῶν παρ’ Ἕλλη‐
25σιν ἀρχαίων σοφῶν τὸν Μωϋσέα πρεσβύτατον, Ὁμή‐ ρου λέγων καὶ Ἡσιόδου, καὶ τῶν Τρωϊκῶν, Ἡρα‐ κλέους τε, καὶ Μουσαίου, καὶ Λίνου, ἔτι τε Χείρωνος, Ὀρφέως, Διοσκούρων, Ἀσκληπιοῦ, Διονύσου, Ἑρμοῦ, Ἀπόλλωνος, καὶ τῶν Ἑλληνικῶν μυστηρίων, καὶ
30τελετῶν, καὶ αὐτῶν τῶν Διὸς πράξεων· ἔτι δὲ τοῦ κατὰ Δευκαλίωνα κατακλυσμοῦ, καὶ τῆς ἐπὶ Φαέθον‐ τος ἐκπυρώσεως, Ἐριχθονίου τε γενέσεως ἐξ Ἡφαί‐
στου καὶ γῆς, καὶ Κόρης ἁρπαγῆς. Οὗτοι γὰρ πάντες

709

ὑπῆρξαν μετὰ Κέκροπα, ὃν πολλὰ Ὅμηρος καὶ Ἡσίοδος τοῖς χρόνοις ὑποβεβήκασιν. Εἰ δὲ τούτων ἐλαττοῦνται τοῖς ἔτεσι, πολὺ δήπου τῆς Μωϋσέως ὑπάρχουσιν ἡλικίας κατώτεροι. Οὗτος τοίνυν τῶν
5σοφῶν πάντων διδάσκαλος ἀνεδείχθη τῆς ἀληθείας θειότατος. Τὴν γὰρ τῶν Αἰγυπτίων λεγομένην δια‐ πτύσας σοφίαν, ἄριστα περὶ τῆσδε τοῦ κόσμου διεξ‐ ῆλθε συστάσεως, ὑπ’ αὐτοῦ δηλονότι τοῦ ἐπὶ πάντων Θεοῦ καὶ δημιουργοῦ τοῦ παντὸς ἐμπνευσθεὶς τὴν
10ἀλήθειαν. Λέγει γάρ· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Καὶ πολλοὶ τῶν παρ’ Ἕλλησι τἀναντία τούτων διεξιέναι τολμήσαντες εἰς βυθὸν ἀγνοίας κατηκοντίσθησαν. Τὰ γὰρ ἐξ ἀνθρω‐ πίνης διανοίας προφερόμενα δόγματα σαφῆ ....άνει
15καὶ ἀνερμάτιστα. Οὐδεὶς γὰρ παρ’ αὐτοῖς ἕστηκε λόγος ἀκίνητος, ἀεὶ τοῦ δευτέρου τὸν πρὸ αὐτοῦ καταβάλλοντος· ὥστε μηδὲν ἔργον εἶναι τοῖς πιστοῖς, τἀκείνων ἐλέγχειν, ἀρκούντων ἐκείνων ἀλλήλοις πρὸς τὴν οἰκείαν ἀνατροπήν. Ὁποῖος δὲ τὸ σχῆμα καὶ τὴν
20οὐσίαν ὁ οὐρανός ἐστι, διδάσκει ἡμᾶς Ἡσαΐας λέγων· Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν· αὐτοῦ λεπτὴν, καὶ οὐ στερεὰν, οὐδὲ παχεῖαν αἰνιττόμενος εἶναι, ὡς καὶ ἀλλαχοῦ φησιν· Ὁ στερεώσας τὸν οὐρανὸν ὡσεὶ καπνόν. Τὴν δὲ γῆν φάσκει ὁ ψαλμὸς
25ἐπὶ τῶν ὑδάτων ἐνηρεῖσθαι, λέγων· Αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν, καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν. Καὶ τὸ πῶς οὐ δεῖ πολυπραγμο‐ νεῖν, ἀλλὰ πιστεύειν. Τὸ γὰρ ἁπλοῦν τῆς πίστεως ἰσχυρότερον ὑπάρχει λογικῶν ἀποδείξεων· ἀνέφικτα
30γὰρ καὶ ἀκατάληπτά ἐστι τοῦ Θεοῦ τὰ κρίματα. Τῇ πρώτῃ οὖν ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν, καὶ τὴν γῆν, καὶ τὸ φῶς· καὶ πάντα ὀξείᾳ καιροῦ ῥοπῇ κατεφώτισε· τοῦτο δέ ἐστι τὸ φθαρτόν. Πρὸ γὰρ τούτου σκιάσματι περιεῖχε σκο‐
35τεινὸν τοῦ οὐρανοῦ περιταθέντος, καὶ πάντα ὅσα συνεῖχε, καὶ τὸν ἀπολειφθέντα τόπον ἀφεγγῆ κατα‐ στήσαντος. Ἔξωθεν δὲ τοῦ οὐρανοῦ φῶς εἶναι ἀσκία‐ στον, καὶ ἄφθαρτον, καὶ αἰώνιον, ἐν ᾧ ἄγγελοι διαι‐ τῶνται, περὶ οὗ φησι Σολομῶν· Φῶς δικαίοις διὰ
40παντὸς, εἰς ὃ καὶ οἱ καλῶς βιώσαντες ἀναπαύονται. Νοήσεις δὲ τούτου τὴν οἰκονομίαν ἐξ ἐναργοῦς παρα‐ δείγματος, ὅτι φῶς ἄσβεστον τὸν ἔξω χῶρον περι‐ λάμπει τοῦ οὐρανοῦ. Τὸν δὲ ἔσω ἀχλὺς περιεῖχε πρὸ τοῦ γενηθῆναι τὸ φῶς. Ὥσπερ γὰρ εἴ τις ἐν σταθερᾷ
45μεσημβρίᾳ πήξας ἐκ πυκνῆς ὕλης σκηνὴν σκότος αὐτοσχέδιον ποιεῖ, καὶ οὐδαμῶς φωτισθῆναι δύναται ὁ περιεχόμενος τόπος, εἰ μὴ φωτὸς ἐκλάμψῃ μαρ‐ μαρυγή· οὕτω τοιοῦτον ἀνυπόστατον σκότος περιεῖχε τὸν κόσμον ὑπὸ τοῦ οὐρανοῦ καλυπτόμενον, ὅπερ ὁ

709

(50)

Θεὸς διεχώρησε δημιουργήσας τὸ φῶς, καὶ ἡμέραν αὐτὸ προσονομάσας, καὶ τὸ σκότος νύκτα. Ἀναχεο‐ μένου γὰρ τοῦ φωτὸς, ἡμέρα γίγνεται, συστελλο‐ μένου δὲ, νὺξ ἀντέπεισιν. Ὅθεν καὶ ἐν τῇ συμμε‐ τρήσει τῶν χρόνων ἡμέρας, καὶ οὐχὶ νύκτας ἀρι‐
55θμοῦμεν.

712

Τῇ δὲ δευτέρᾳ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα. Τοῦτο δὲ ἕτερόν ἐστι παρὰ τὸν ἐξ ἀρχῆς ποιηθέντα οὐρανόν. Καὶ εἵρηται τοῖς, ὅτι καὶ ταυτόν ἐστιν· ἐπεξέργασις γάρ ἐστί φησι τοῦ δευτέρου, διὰ τὸ ἐκεῖ
5μὲν παραδεδόσθαι ὡς ἐν κεφαλαίῳ γῆς καὶ οὐρανοῦ ποίησιν· ἐνταῦθα δὲ ἐπεξεργαστικώτερον τὸ πῶς γέγονεν ἡ Γραφὴ παραδίδωσιν. Ἡμεῖς δέ φαμεν ἄλλο, καὶ ἄλλο· ἐπειδὴ καὶ ὄνομα ἔτερον καὶ χρεία ἰδιάζουσα τοῦ δευτέρου οὐρανοῦ παραδέδοται. Ἕτερος
10οὖν ἐστι παρὰ τὸν ἐν ἀρχῇ ποιηθέντα οὗτος, στερεω‐ τέρας ὑπάρχων φύσεως. Καὶ διεχώρησεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ ὕδατος, ὃ ἦν ὑποκάτω τοῦ στερεώ‐ ματος. Ἄπειρον γὰρ οὖσαν τῶν ὑδάτων τὴν φύσιν διεμέρισεν, ὥστε καὶ ἐπάνω εἶναι τοῦ στερεώματος,
15καὶ ὑποκάτω. Ὁ δὲ αἰθὴρ πυρώδης ἐστὶ καὶ διακαὴς, καὶ πᾶσαν ἂν τὴν ἤπειρον ἐξανάλωσεν, εἰ μὴ τῷ ὅρῳ τοῦ ποιήσαντος αὐτὸν κατείχετο. Διὰ γὰρ τοῦτο καὶ ὕδωρ ἐστὶν ἀέριον ἐκ τῆς ἀναφορᾶς τῶν ἀτμῶν διὰ νεφῶν φερόμενον, οὒς ἀτμοὺς οἱ ποταμοὶ, καὶ αἱ
20κρῆναι, καὶ αἱ λίμναι, καὶ τὰ πελάγη πάντα προΐεν‐ ται, ὡς ἂν μὴ πάντα ὁ αἰθὴρ πυρακτώσας ἐξανα‐ λώσειε. Γίνεται δὲ οὕτως ὁ ὑ... συνάγονται περὶ τὸ ὕψος αἱ ἀναθυμιάσεις, καὶ πυκνοῦται ὁ ἀὴρ ταῖς τῶν πνευμάτων πιλήσεσι, καὶ αἱ νοτίδες αἱ τῷ νέφει
25ἐνεσπαρμέναι, ἀλλήλαις προσχωρήσασαι, σταγόνες γίνονται, καὶ τῷ βάρει τῶν συγκριθέντων πρὸς τὸ κάτω ἐφίενται. Ἡ δὲ χιὼν ἐκ τῶν ὑδάτων οὔτω συν‐ ίσταται· ἐκ τῆς βίας τῶν ἀνέμων ἀνακοπὲν τὸ ὑγρὸν ἐξαφρίζεται· καὶ ὅλον δι’ ὅλου ἀνακοπὲν, καταψυχθὲν
30πήγνυται, καὶ θραυσθέντος τοῦ νέφους, ἡ χιὼν κα‐ ταφέρεται. Ἡ δὲ βροντὴ κατὰ τοῦτον τὸν λόγον .... ἀντιτυπία γίγνεται, ὅπερ ἐλαυνόμενον ἐν ταῖς κοιλότησι τῶν νεφῶν, καὶ βιαίως ἐκρηγνύμενον τὸν τῆς βρον‐ τῆς ἦχον ἀποτελεῖ. Τῇ δὲ ἡμέρᾳ τῇ τρίτῃ προστάγματι τοῦ Θεοῦ
35συνήχθη τὸ ὕδωρ εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά· Καὶ ἐκάλεσε τὴν ξηρὰν γῆν, καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας. Συνήχθη διὰ τοῦτο εἰς συναγωγὴν μίαν, ἵνα μὴ ἐκ τῶν χωρίων ἔνθα ἐστὶν ........ καὶ ὑπεκβαῖνον ἐπι‐
40καλύπτῃ τὴν ἤπειρον. Διὰ τοῦτο μαινομένη πολλάκις ἐξ ἀνέμων ἡ θάλασσα, καὶ εἰς ὕψος μέγιστον δια‐ νισταμένη τοῖς κύμασιν, ἐπειδὰν μόνον τῶν αἰγια‐ λῶν ἅψηται, εἰς ἀφρὸν διαλύσασα τὴν ὁρμὴν, ἐπα‐ νῆλθε, τῇ πάντων ἀσθενεστάτῃ ψάμμῳ χαλινωθεῖσα.
45Ἐπεὶ τί ἐκώλυσε τὴν Ἐρυθρὰν θάλασσαν ἐπικλύσαι πᾶσαν τὴν Αἴγυπτον κοιλοτέραν αὐτῆς ὑπάρχουσαν, καὶ συναφθῆναι τῷ παρακειμένῳ πελάγει, εἰ μὴ ὑπῆρχε τῷ προστάγματι τοῦ κτίσαντος πεπεδημένη; Ὅτι δὲ ἀληθὲς τοῦτο ἔργῳ ἡμᾶς ἔπεισαν Σέσωστρις

712

(50)

ὁ Αἰγύπτιος καὶ Δαρεῖος ὁ Μῆδος. Τὸ γὰρ Αἰγύπτιον καὶ τὸ Ἰνδικὸν ἐπιχειρήσαντες συνάψαι πέλαγος, οὐκ ἠδυνήθησαν. Οὕτως ὑπάρχει κοιλοτέρα τῆς Ἐρυ‐ θρᾶς θαλάσσης ἡ Αἴγυπτος. Προσέταξεν οὖν συν‐ αχθῆναι εἰς συναγωγὴν μίαν, καὶ μὴ ἀπὸ ταύτης
55ἄλλην γενέσθαι θάλασσαν, ἀλλὰ τῇ πρώτῃ ἀπομεῖναι συλλογῇ. Πολλὰ γὰρ ἦν ...................
ὕδατα ............. κοιλότητες ............

713

συλλογὴν καὶ αἱ φάραγγες. Τὸ δὲ, καὶ τὰ συστή‐ ματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας, τοὺς κόλ‐ πους σημαίνει τοὺς κατὰ τὸ ἴδιον σχῆμα ὑπὸ τῆς περικειμένης γῆς ἀπολειφθέντας· οἷον θάλασσα βό‐
5ρειος, θάλασσα νότιος, ἑῴα, ἑσπέρια πελάγη, καὶ τούτων ὀνόματα ἰδιάζοντα, Πόντος Αἰγαῖος, Ἰώνιος, Σαρδωνικὸν, Σικελικὸν, Τυῤῥήνιον. Οὐ τὰ τυχόντα δὲ τῶν ὑδάτων ἀθροίσματα εἰς μίαν κατέληξε θά‐ λασσαν, ἤτοι σύστασιν, ἀλλὰ τὰ μέγιστα καὶ ἐξέ‐
10χοντα· οὐ γὰρ καὶ τὰ τελματιαῖα καὶ λίμνια χρὴ νοεῖν. Ὥσπερ γὰρ τὸ πῦρ καὶ εἰς μικρὰ κατακεκερ‐ ματισμένον ἐστὶ καὶ ἀθρόον ὑπὸ τοῦ ἀέρος κέχυται, οὕτω καὶ ἐπὶ τοῦ ὕδατος, εἰ καὶ μικραί τινές εἰσι διῃρημέναι συστάσεις, ἀλλὰ μία γε ἐστὶ συναγωγὴ,
15ἡ τὸ ὅλον στοιχεῖον τῶν λοιπῶν ἀποκρίνουσα. Πηγὴ γάρ ἐστι τῆς περὶ γῆν ἁπάσης νοτίδος τὸ τῆς θα‐ λάσσης ὕδωρ, καὶ πᾶσα ἡ γῆ ὑπόνομός ἐστι, καὶ διὰ πόρων ἀφανῶν διαδίδοται, καθὼς δηλοῦσι τόποι τινὲς τῆς ἠπείρου ὕπαντροι. Ἡ γὰρ ῥοώδης θάλασσα διὰ
20τόπων στενῶν διατρέχουσα, ἐπειδὰν σκολιαῖς καὶ ὀρθίοις ἐξόδοις ἐναπολειφθῇ, ὠθουμένη τῇ βίᾳ τοῦ πνεύματος τῆς γῆς ἀποῤῥήσσει τὴν ἐπιφάνειαν, καὶ ἐπὶ τὸ ἔξω προελθοῦσα, γίνεται πότιμος ἐκ τῆς διη‐ θήσεως μεταβληθεῖσα εἰς γλυκύτητα. Πάλιν δὲ ἐπει‐
25δὰν θερμοῖς τόποις ἐναπολειφθῇ πρὸς τὴν ἔξοδον, τῇ αὐτῇ αἰτίᾳ ἑλκομένη ὑπὸ τοῦ πνεύματος ζέουσα γί‐ νεται. Αὕτη καὶ τῶν ἀερίων ὑδάτων πηγὴ καθέστηκε· διὰ νεφῶν γὰρ ἀνελκόμενα αὐτῆς τὰ ὕδατα, καὶ ὑπὸ τῆς ἡλιακῆς ἀκτῖνος θαλπόμενα, καὶ τῇ σκιᾷ τοῦ
30νέφους καταψυχθέντα, καὶ ἐξ αὐτοῦ τοῦ ὕψους αἰ‐ θριασθέντα γλυκαίνεται, καὶ καταψεκάζει τὴν ἤπει‐ ρον. Τῇ δ’ αὐτῇ ἡμέρᾳ καὶ βλαστῆσαι βοτάνην χόρτου τὴν γῆν ὁ Θεὸς προσέταξεν· Σπεῖρον σπέρ‐ μα κατὰ γένος, καὶ ξύλον κάρπιμον ποιοῦν καρ‐
35πὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ. Καὶ ἔτι καὶ νῦν ἡ τάξις τῶν φυομένων μαρτυρεῖ τῇ πρώτῃ δια‐ κοσμήσει. Ἡ γὰρ βλάστησις καθηγεῖται πάσης βοτά‐ νης, καὶ πάσης πόας· νοτίδας γὰρ συμμέτρως καὶ θερμὴν ἐχούσης τῆς γῆς, τὸ σπέρμα εἰς αὐτὴν κατα‐
40βάλλεται, καὶ γίνεται χαῦνον καὶ πολύσπορον, καὶ τῆς περὶ αὐτὸ γῆς ἀρξάμενον πρὸς αὐτὸ ἐπισπᾶται τὰ οἰκεῖα καὶ σύμφυλα, καὶ πιαινόμενον ἐπὶ πλεῖον πλατύνεται· ὥστε ῥιζοῦσθαι μὲν εἰς τὸ κάτω, προ‐ κύπτειν δὲ εἰς τὸ ἄνω, καὶ ἰσαρίθμους ταῖς ῥίζαις
45τοὺς καλάμους προβάλλεσθαι. Θαλπομένου δὲ ἀεὶ τοῦ βλαστήματος, συρομένη διὰ τῶν ῥιζῶν ἡ νοτὶς, ὑπὸ τῆς θέρμης συνεπάγεται τῆς γῆς τὸ τρόφιμον· καὶ καταμερίζεται τοῦτο εἰς καλάμην, καὶ φλοιὸν, καὶ τὰς θήκας τοῦ σίτου, καὶ εἰς αὐτὸν τὸν σῖτον, καὶ τοὺς

713

(50)

ἀνθέρικας. Ἡ δὲ καλάμη τοῦ σίτου κονδύλοις δια‐ ζώννυται, ἵν’ ὡς σύνδεσμοί τινες τῶν σταχύων τὸ βάρος φέρωσιν. Ἔστι δὲ καὶ ἡ καλάμη διάκενος, ὅπως θήκη τοῦ κόκκου γένηται, πρὸς τὸ μὴ τοῖς σπερ‐ μολόγοις ὑπάρχειν εὐδιάρπαστον. Τοὺς δὲ ἀνθέρικας
55ἀντὶ ἀκίδων προβέβληται, ἵνα τῶν μικρῶν ζώων τὰς βλάβας εἴργωσιν. Ὁ δὲ βρόμος δι’ ὅλου κενὸς καθέ‐
στηκεν, ἐπειδὴ τὴν κεφαλὴν οὐ βαρύνεται. Καὶ εἰ

716

συνεβλάστησε τοῖς τροφίμοις τὰ δηλητήρια, οἷον ἐλλέ‐ βορος, καὶ ἀκόνιτον, καὶ μανδραγόρας, καὶ τῆς μή‐ κωνος ὁ ὀπὸς, οὐδὲν τούτων εἰς χρῆσιν ἀργὸν παρεί‐ ληπται. Τὸ μὲν κώνιον οἱ ψᾶρες βόσκονται διὰ τὴν
5κατασκευὴν τοῦ σώματος· λεπτοὺς γὰρ ἔχοντες τοὺς ἐπὶ τὴν καρδίαν πόρους, ἀποπέμψαι τὸ καταποθὲν φθάνουσι· τὸν δὲ ἐλλέβορον ἐσθίουσιν ὄρτυγες, καὶ οὐχ ὑφίστανται βλάβην, ἰδιότητα κράσεως ἔχοντες. Διὰ δὲ τοῦ μανδραγόρου ὕπνον ἰατροὶ κατεπάγουσι,
10καὶ τῷ ὀπίῳ τὰς σφοδρὰς ὀδύνας κατακοιμίζουσι. Τῷ δὲ κωνίῳ τὰς λυσσώδεις ὀρέξεις καταμαραίνουσι, καὶ τῷ ἐλλεβόρῳ τὰ χρόνια πάθη καταπραΰνουσι. Καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν. Καὶ πάντα ἐν μιᾷ καιροῦ ῥοπῇ ἀνεφύη ἐκ τῆς γῆς, οὐκ ὄντα πρό‐
15τερον, μετὰ τῆς οἰκείας ἕκαστον ἰδιότητος, καὶ ἰδίῳ χαρακτῆρι ἕκαστον γνωριζόμενον. Ἡ μὲν ἐλαία, καὶ φοῖνιξ, καὶ κυπάριττος εἰς ὕψος αὔξονται. Καὶ τού‐ των τὰ μέν ἐστιν οὐ πολύοζα, οὐδὲ πολύκλαδα, οἷον ἐλάτη, καὶ ἡ κυπάριττος, ἔσθ’ ὅτε δὲ καὶ φοῖνιξ.
20Ἀείφυλλα δέ ἐστιν ἐλαία, φοῖνιξ, καὶ δάφνη, μυῤ‐ ῥίνη, πεύκη, κυπάριττος, ἐλάτη, ἄρκευθος, θυία, καὶ ἢν Ἀρκάδες φιλόδρυν λέγουσιν· ἕτι φύλεος, κέδρος, πίτυς, πύξος, πρῖνος, ἀράκη, λάθυρος. Τὸ δὲ ῥόδον ἄνευ τῆς ἀκάνθης τότε ἐβλάστησεν· ὕστερον δὲ τῷ
25κάλλει τοῦ ἄνθους παρεζεύχθη ἡ ἄκανθα· ὅπως τῷ τερπνῷ παρακειμένην τὴν λύπην ἔχοντες μνημο‐ νεύωμεν τῆς ἁμαρτίας, δι’ ἣν ἀκάνθας καὶ τριβόλους ἡμῖν ἡ γῆ ἀνατέλλειν κατεδικάσθη. Ἡ δὲ ἀμυγδαλῆ πρώτη μὲν βλαστάνει, ὑστέρα δὲ ἐκφέρει τὸν καρπόν.
30Ἡ δὲ πικρὰ ἀμυγδαλῆ τυγχάνουσα τὸ πρὸς τὴν ῥίζαν στέλεχος διατρηθεῖσα, σφῆνα δὲ πεύκης λιπαρὸν τῆς ἐντεριώνης μέσης ἐλαθέντα δεξαμένη, τοὺς ἀηδεῖς χυμοὺς εἰς γλυκύτητα μεταβάλλει ἐδώδιμον. Τὴν αὐτὴν δὲ θεραπείαν καὶ ἡ ὀξύνη ῥοιὰ δεξαμένη, τρέ‐
35πεται εἰς γλυκύτητα. Ἡ δὲ θήλεια φοῖνιξ καθίησι τοὺς κλάδους οἰονεὶ τῆς συμπλοκῆς ἐφιεμένη τοῦ ἄῤῥενος· καὶ οἱ γεωργοὶ, τοὺς ψῆνας τοῦ ἄῤῥενος τοῖς κλάδοις ἐμβάλλοντες αὐτῆς, πρὸς τὸ οἰκεῖον τῆς ὀρθότητος σχῆμα καθιστῶσιν αὐτήν. Ἡ δὲ συκάμινος
40ὀψὲ μὲν βλαστάνει, οὐκ ὑστερεῖ δὲ τῶν ἅλλων εἰς καρπογονίαν. Ἡ δὲ ἐλαία, καὶ ἡ φιλύρα, καὶ ἡ λεύκη, καὶ πτελέα στρέφουσι μετὰ τροπὰς θερινὰς τὰ φύλλα ὕπτια· καὶ ἐν τούτῳ πάντες γνωρίζουσιν, ὅτι τροπαὶ θεριναὶ γεγένηνται. Τῆς δὲ ἡμέρου συκῆς τὸν καρ‐
45πὸν ἄῤῥευστον οἱ γηπόνοι οὕτω φυλάττουσιν· τοὺς ὀλύνθους τῆς ἀγρίας συκῆς ἐκδύσαντες, ἅπτωτον δια‐ μένειν παρασκευάζουσι. Τὸ γὰρ ἕνδον τοῦ ὀλύνθου ὑπάρχον ζῶον μικρότατον τῷ πυθμένι τοῦ ἡμέρου προσίζον σύκου τὴν ἔξωθεν αὖραν περιπνέουσαν

716

(50)

ἀπείργει, πρὸς τὸ μὴ ἀηδῆ γενόμενον τὸ σῦκον ἀποπεσεῖν. Ἐπειδὴ δὲ ἁπαλός ἐστι τῆς συκῆς ὁ καρπὸς, πάχει φύλλων κεκάλυπται· τῆς δὲ καρύας, ἐπειδὴ τυγχάνει στεῤῥὰ, ἐλαφρᾷ φύλλων προσβολῇ σκέπεται. Διὰ δὴ τοῦτο καὶ τὸ φύλλον τῆς ἀμπέλου
55ἔσχισται, ἵνα καὶ τὰς ἐκ τοῦ ἀέρος ἐκκλίνῃ βλάβας ὁ βότρυς, καὶ τὴν ἡλιακὴν ἀκτῖνα εἰσδέχηται τῇ
ἀραιότητι. Οὕτως οὐδὲν ἀργὸν, ἀλλὰ πάντα ἀποῤῥήτῳ

717

σοφίᾳ ὁ Θεὸς διεκόσμησεν. Ἓν γὰρ ὕδωρ, διὰ τῆς ῥίζης φερόμενον ἢ ἑλκόμενον, ἄλλως μὲν τρέφει τὸ στέλεχος, ἄλλως τὴν ἐντεριώνην, ἄλλως τὸν φλοιὸν, ἄλλως τὸ ξύλον, ἄλλως τὴν ῥίζαν αὐτήν· καὶ ἐκ τῆς
5αὐτῆς νοτίδος ἐν μὲν τῇ ἀμπέλῳ οἶνος συνίσταται, ἐν δὲ τῇ ἐλαίᾳ ἔλαιον, καὶ ἐν ἄλλῳ ἄλλο. Καὶ ἐν αὐτοῖς τοῖς γλυκέσι καρποῖς ἀμύθητος ἡ παραλλαγὴ τῆς πιότητος· ἄλλο γὰρ τὸ ἐν ἀμπέλῳ γλυκὺ, καὶ ἄλλο ἐν μηλέᾳ, καὶ ἐν συκῇ καὶ τῷ φοίνικι ἕτερον. Καὶ αὐτὰ
10δὲ τῶν δένδρων διάφορά ἐστι τὰ δάκρυα· ἄλλο γὰρ τῆς σχίνου τὸ δάκρυον, καὶ ἄλλος ὁ τῆς βαλσάμου ὀπὸς, ὅπερ πάντων τῶν μύρων ὑπάρχει κάλλιστον, καὶ πλεονάζει ἐπὶ τῆς Ἱεριχὼ γενόμενον. Τεμνόντων δὲ αὐτὸ ἐκ τῶν θάμνων λίθῳ ὀξεῖ τῶν ἐπιχωρίων, ὀπὸς ἀναποδοίη. Ἱστοροῦσι δέ τινες καὶ τὸ ἤλεκτρον ὀπὸν εἶναι φυτῶν, εἰς φύσιν λίθου μεταπηγνύμε‐ νον.
15 4. Τῇ δὲ τετάρτῃ ἡμέρᾳ ὁ Θεὸς τοὺς μεγάλους δύο φωστῆρας ἐδημιούργησεν, ἤλιόν τε καὶ σε‐ λήνην ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, εἰς φαῦσιν ἐπὶ τῆς γῆς, τοῦ διαχωρίζειν ἀναμέσον τῆς ἡμέ‐ ρας καὶ ἀναμέσον τῆς νυκτός. Τοῦτο τὸ ἡλιακὸν
20φῶς, ὄχημα ἐκείνῳ τῷ φωτὶ τῷ πρωτογόνῳ παρ‐ εσκεύασται. Ὡς γὰρ ἄλλο τὸ πῦρ, καὶ ὁ λύχνος ἄλλο· τὸ μὲν γὰρ τὴν τοῦ φωτίζειν δύναμιν ἔχει, τὸ δὲ τὴν τοῦ παραφαίνειν τοῖς χρῄζουσιν· καὶ ὡς ἕτερόν τι ἡ λευκότης, ἕτερον δὲ τὸ λελευκασμένον σῶμα, οὕτω
25καὶ ταῦτα διάφορα ὄντα τῇ φύσει ἥνωνται τῇ δυνάμει τοῦ κτίσαντος. Καὶ μηδεὶς νομίσῃ ταυτὸν ἡμέραν εἶναι καὶ ἥλιον. Πρῶτον μὲν γὰρ ὁ δημιουργὸς ἁπλοῦν φῶς κατεσκεύασεν, ὃ δὴ καὶ ἡμέραν ἐκάλεσεν, ἔπειτα τὸν ἥλιον ἐκ τοῦ πυρὸς καὶ φωτὸς συγκείμενον. Ὡς γὰρ
30τὴν γῆν ὁρῶμεν πῦρ ἐν τοῖς στέρνοις αὐτοῖς δεδη‐ μιουργημένον ἔχουσαν, οὕτω καὶ τὸν ἥλιον φῶς ἔχοντα· φῶς γὰρ συνελθὸν μετὰ πυρὸς τὸν φανότατον ἐποίη‐ σεν ἥλιον. Ἀλλ’ ἴσως ἀντερεῖ τις· Καὶ πόθεν τοῦτο δῆλον, οὐ βλεπομένης τῆς διαιρέσεως; οὐχ ὁρᾶται
35γὰρ ἰδίως μὲν τὸ φῶς, ἰδίως δὲ τὸ πῦρ. Ἀλλὰ γι‐ νωσκέτω ὁ τοιοῦτος, πόσα τὸ πῦρ ἐν ἑαυτῷ προβάλ‐ λεται, αὐγὴν, θερμότητα, ξανθότητα, ἅτινα πανσό‐ φως ὁ τεχνίτης διαμερίζων, ὑπεμφαίνει τούτων τὴν σύνθεσιν. Ὅτε γὰρ θέλει θερμᾶναι τὸ ζῶον, λαμβάνει
40τοῦ πυρὸς τὸ θερμὸν, καὶ τὸ μὲν θερμὸν ἔχει τούτου, τὸ δὲ φῶς οὐκ ἔχει. Ἀλλ’ ἐμερίσθη ἐν τῷ ζώῳ ἡ θέρμη ἀπὸ τοῦ φέγγους, πάλιν λαμβάνει τὸ ξανθόν. Καὶ ὁρῶμέν τοι τὸ ξανθὸν, οὐκέτι δὲ τὸ θερμὸν καὶ φαῖνον. Καὶ πάλιν ἀπομερίζει τὴν θέρμην, καὶ δί‐
45δωσι μόνην τὴν αὐγὴν, οἷον ὡς ἔστιν ἰδεῖν ἐπὶ τῆς ἀστραπῆς, ὅτι ἐκλάμπουσα μόνον φωτίζει, οὐ μὴν δὲ καὶ θερμαίνει. Τὸ δ’ αὐτὸ παράδειγμα καὶ ἐπὶ τῆς σελήνης καθέστηκε. Καὶ γὰρ αὕτη ὑπὸ τοῦ ἡλίου φωτιζομένη φανερωτέρα γίνεται, ὥσπερ ὑπὸ τῆς

717

(50)

ἡμέρας ὁ ἥλιος. Τὸ γὰρ τῆς σελήνης εἶδος ἀνθρα‐ κοειδὲς τυγχάνει, ὡς ἔστιν ἰδεῖν ἐπὶ τῆς ἐκλείψεως· ἀπάρας γὰρ ἀπ’ αὐτῆς τὸ οἰκεῖον φέγγος ὁ ἥλιος ἀμαυρὰν αὐτὴν καθίστησι· φωτίζων δὲ αὐτὴν, πλη‐ σιφαῆ ἀπεργάζεται. Ἐνδυομένη γάρ πως τὸ ἡ‐
55λιακὸν φῶς φαιδροτέρα καθίσταται· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ ἥλιος, τῆς ἡμέρας τὸ φῶς ἐνδυόμενος,
λαμπρότερος τυγχάνει, τῆς ἡμέρας ἐκείνης μήτε

720

οὔσης, μήτε πάλιν θερμαινούσης, ἀλλὰ μόνον φωτι‐ ζούσης. Ὅτι δὲ ἐκ πυρὸς συνέστηκεν ὁ ἥλιος, δῆλον ἐκ τοῦ πυροῦν, καὶ φλέγειν. Τοῦ διαχωρίζειν ἀναμέσον τῆς ἡμέρας καὶ
5ἀναμέσον τῆς νυκτός. Οἷον τὸν ἥλιον τῆς ἡμέρας τοῖς μέτροις ἔταξε, καὶ τὴν σελήνην τῆς νυκτός. Ἔστι δὲ ἡ νὺξ σκίασμα τῆς γῆς, ἀποκρυπτομένου τοῦ ἡλίου. Ὡς γὰρ ἐν τῇ ἡμέρᾳ, ἀντιφράσσοντός τινος, σκιὰ γίνεται, καὶ τὸ φῶς παρυφίσταται· οὕτως
10ἡ νὺξ, σκιαζομένου τοῦ ἀέρος τοῦ περὶ γῆν, συν‐ ίσταται. Καὶ ὁ μὲν ἥλιος, ὅσπερ ἐξ ἀρχῆς φῶς παρὰ τοῦ ποιητοῦ εἴληφε, τοῦτο ἔχει διὰ παντὸς ἐγκεκρυμ‐ μένον ἐν ἑαυτῷ· ἡ δὲ σελήνη οὐχ οὕτως, ἀλλὰ συν‐ εχῶς ἀποδύεται, αὔξουσα, καὶ μειουμένη.
15 Ἔστωσαν δὲ εἰς σημεῖα, καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς. Χρόνον δὲ ἥλιος καὶ σελήνη γεννᾷ τοῦτον. Ἑλκόμεναι συμμέτρως γὰρ αἱ φοραὶ τεταγμένας τῶν καιρῶν τὰς ἐξόδους γεννῶσι. Χρόνος δὲ καλεῖται, ἐπειδὴ ὥσπερ ἐπί τινα κύκλον
20ἐπαλλήλοις εἱλεῖται εὐτάκτοις διαδοχαῖς, πρῶτος πρὸς δεύτερον, καὶ τρίτος πρὸς τὸν ἑξῆς. Τὸ δὲ, ἔστωσαν εἰς σημεῖα, ἐπειδὴ τὴν παρου‐ σίαν τοῦ χειμῶνος ἀεὶ προσημαίνουσιν· ἀχλὺς γὰρ, τῷ ἀέρι ἐγγενομένη, τοῦ ἡλίου τὰς ἀκτῖνας ἀμαυροῖ,
25καὶ φαίνεται ἀνθρακώδης καὶ ὕφαιμος, μὴ δυνά‐ μενος τὸν ἀέρα ἐκ τῶν ἀτμῶν τῆς γῆς πεπυκνωμένον διαχέαι· κἀκ τούτου σημεῖον χειμῶνος δείκνυται. Ὅταν δὲ αἱ λεγόμεναι ἅλῳ (στρογγύλαι δὲ εἰσί τινες περιγραφαὶ ὅμοιαι ἅλῳ, ἐκ τούτου γὰρ οὕτως ἐπο‐
30νομάζονται) τὸν ἥλιον περιστοιχίσωσι, σφοδρότης τῶν ἀνέμων σημαίνεται· ἐπὰν δὲ καὶ οἱ καλούμενοι ἀνθήλιοι τῇ τοῦ ἡλίου φορᾷ συντρέχωσι, συμπτω‐ μάτων ἀερίων σημεῖον γίνεται· καὶ πάλιν ἡνίκα ῥάβδοις ἐοικυῖα κατὰ τὴν χρόαν τῆς Ἴριδος εἰς ὄρθρον
35τοῖς νέφεσιν ἐμφαινόμεναι δειχθῶσιν, ὄμβροι, ἢ χει‐ μῶνες, ἢ μεταβολὴ ἐπιπλεῖον τοῦ ἀέρος σημαίνε‐ ται. Ἡ δὲ σελήνη, ἐπειδὰν ἐν τῇ τρίτῃ ἡμέρᾳ λεπτὴ καὶ καθαρὰ ταῖς κεραίαις ἀποδειχθῇ, σταθερὰν εὐδίαν
40κατεπαγγέλλεται· παχεῖα δὲ ταῖς κεραίαις, καὶ ὑπέ‐ ρυθρος φανεῖσα, ὕδωρ λάβρον ἢ νότον βίαιον εὐαγγε‐ λίζεται. Ὄργανα οὖν χρόνων ἥλιος καὶ σελήνη καθ‐ ίσταται· χρόνος δὲ ἡμερῶν, μηνῶν, καὶ ἐνιαυτῶν· τὰ δὲ ἄστρα, καὶ μηνῶν, καὶ σπόρων, καὶ ἀμη‐
45τῶν. Καὶ αἱ Πλειάδες, ἀνατέλλουσαι μὲν ἀμητοῦ καιρὸν, δύνουσαι δὲ σπόρου, δεικνύουσι. Καὶ τοῖς ναυτιλλο‐ μένοις μετὰ τῆς Ἁμάξης σημεῖον γίνεται· τόπων γὰρ σημεῖα καὶ δεικτήρια τὰ ἄστρα γίνεται. Ἄρκτος

720

(50)

μὲν γὰρ ἄρκτον δείκνυσι· τῆς δὲ Πλειάδος πρὸς ἀνατολὴν βλέπων τὸ ὀξὺ τὴν ἄρκτον δείκνυσιν· αὐτῆς δὲ τῆς ἄρκτου στρεφομένης τὸ κέρας τὴν ἀνατολὴν δείκνυσι, καὶ τῆς σελήνης τὸ λαμπόμενον μέρος τὴν ἀνατολὴν σημαίνει. Πρὸ δὲ τούτων χρόνος οὐκ ἦν,
55ἀλλὰ διάστημα, καὶ αἰὼν μακρός τις καὶ ἄχρονος. Εἴρηται οὖν περὶ τῶν σημείων.
Καιροὺς δὲ λέγειν ἡγούμεθα τὰς ἐναλλαγὰς τῶν

721

ὡρῶν, χειμῶνος, ἔαρος, θέρους, μετοπώρου. Καὶ χειμὼν μὲν γίνεται τοῖς νοτίοις μέρεσι τοῦ ἡλίου προσδιατρίβοντος, καὶ πολὺ τὸ νυκτερινὸν σκίασμα περὶ τὸν καθ’ ἡμᾶς τόπον ἀποτελοῦντος, ὡς κατα‐
5ψύχεσθαι μὲν τὸν περὶ τὴν γῆν ἀέρα, καὶ τὰς ὑγρὰς ἀναθυμιάσεις συνισταμένας ὄμβρων, καὶ κρυμῶν, καὶ νιφάδων αἰτίας γίνεσθαι· ἐπειδὰν δὲ ἐπανιὼν πάλιν ἀπὸ τῶν μεσημβρινῶν χωρίων ἐπὶ τοῦ μέσου γένηται, ἰσημερία γίνεται, καὶ ὅσῳ τοῖς ἐπὶ γῆς
10ἐνδιατρίβει τόποις, τοσούτῳ κατὰ μέρος ἐπανάγει τὴν εὐκρασίαν, καὶ γίνεται ἔαρ, τοῖς μὲν φυτοῖς παρέχων βλάστησιν, τοῖς δὲ δένδροις τὴν ἀναβίωσιν. Ἐκεῖθεν δὲ ἤδη πρὸς τὰς θερινὰς τροπὰς ἐπ’ αὐτὴν τὴν Ἄρκτον τρέχων ὁ ἥλιος τὰς μεγάλας ἡμέρας
15ἡμῖν παρίστησι, καὶ διὰ τὸ πλεῖον αὐτὸν προσομιλεῖν τῷ ἀέρι, αὐτὸν καταφρίσσει τὸν ἀέρα, καὶ τὴν γῆν πᾶσαν καταξηραίνει, καὶ πάντα καρπὸν ὡραῖον ἀπερ‐ γάζεται φλογωδέστατος ὢν, καὶ βραχείας ποιεῖ τὰς σκιὰς ἀφ’ ὑψηλοῦ καταλάμπων. Ἐν γὰρ ταῖς βρα‐
20χυτάταις ἡμέραις αἱ σκιαὶ μακρόταται γίνονται. Καὶ πάλιν ἀπὸ τῶν προσαρκτίων ἐπὶ τὰ νότια παραγε‐ νομένου, μετόπωρον γίνεται, τῆς θέρμης κατ’ ὀλίγον τῆς πολλῆς ἀμαυρουμένης, καὶ τοῦ χειμῶνος ἀβλα‐ βῶς ἐπιόντος.
25 Οὐ ποιεῖ δὲ τὴν ἡμέραν ὁ ἥλιος· μηδεὶς οὕτως ὑπολάβῃ· πρεσβυτερεῖ γὰρ τούτου ἡ ἡμέρα καὶ νύξ· ἀλλὰ κατάρχει μόνον τῆς ἡμέρας, καθὼς καὶ ὁ ψαλ‐ μῳδὸς διαγορεύει ἡμῖν· Ἔθετο, λέγων, τὸν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας, τὴν σελήνην, καὶ τοὺς
30ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός. Ἔχει δὲ οὗτος τὴν ἐξουσίαν τὸ φῶς περιφέρων ἐν ἑαυτῷ· ἐπειδάν ποτε τὸν καθ’ ἡμᾶς ὁρίζοντα ὑπεράρῃ, ἡμέραν πα‐ ρέχει διασκεδάσας τὸ σκότος. Ἡ δὲ σελήνη, ἐπειδὰν δωδεκάκις τὸν ἑαυτῆς ἐκτε‐
35λέσῃ δρόμον, ἐνιαυτοῦ τυγχάνει ποιητικὴ, πλὴν ὅτι μηνὸς ἐμβολίμου δεῖται πρὸς τὴν ἀκριβῆ τῶν ὡρῶν συνδρομήν. Ὁ γὰρ ἡλιακὸς ἐνιαυτὸς ἀπὸ τοῦ αὐτοῦ σημείου ἐπὶ τὸ αὐτὸ σημεῖον κατὰ τὴν οἰκείαν κίνη‐ σιν τοῦ ἡλίου ἐστὶν ἀποκατάστασις. Τῆς δὲ σελήνης
40ληγούσης, ἀραιοῦται τῶν ζώων τὰ σώματα, καὶ ὑπό‐ κενα γίνεται· αὐξομένης δὲ, ἀναπληροῦται. Διότι ὑγρότητα μετὰ θερμότητος κεκραμμένην λεληθότως ἐνίησιν· οἱ γὰρ καθεύδοντες ὑπὸ σελήνην ὑγρότητος περισσῆς πληροῦνται τὰς κεφαλὰς, καὶ τὰ νεοσφαγῆ
45δὲ τῶν κρεῶν, καὶ πᾶν εἴ τι τοιοῦτον, τῇ προσβολῇ τῆς σελήνης ταχέως τρέπεται. Ὁμοίως δὲ καὶ τὰ περὶ τὸν ἀέρα πάθη τοιαύτης αἰτίας συνίσταται. Νουμηνίας γὰρ ἐνστάσης, γαλήνης οὔσης σταθερᾶς, αἰφνιδίων ἀνέ‐ μων ταραχαὶ γίνονται τῶν νεφῶν κλονουμένων καὶ

721

(50)

συμπιπτόντων ἀλλήλοις· καὶ γίνονται περὶ τοὺς εὐ‐ ρίπους παλίῤῥοιαι, καὶ περὶ τὸν ὠκεανὸν ἀναδρομὴ τῆς θαλάσσης. Εἰ δὲ καὶ τοῦ ἡλίου ἔκλειψις νουμηνίας οὔσης γίνεται, σφοδροτέρα συμβαίνει· κάτωθεν γὰρ ἡ σελήνη ὑπελθοῦσα ἐμφράττει ἡλίου τὰς ἀκτῖνας.
55 Μέγα δέ τι καὶ αὕτη ἡ σελήνη καθέστηκε. Μῦθοι δὲ ληρώδεις ὑπὸ μεθυόντων γραϊδίων πανταχοῦ διε‐ σώθησαν· ὅτι μαγγανείαις τισὶ τῆς οἰκείας ἕδρας ἀποκινεῖται, καὶ πρὸς τὴν γῆν καταφέρεται. Καὶ
ποῖος ἂν τόπος καταχθεῖσαν αὐτὴν ὑπεδέξατο; Μὴ

724

γὰρ ἐξηπάτησε τὸ φαινόμενον ὡς μικρόν τι εἶναι νομιζόμενον. Μικρὰ γὰρ ἡ ὄψις ἡμῶν γινομένη, μι‐ κρὰ ἐποίησε νομίζεσθαι καὶ τὰ ὁρώμενα, τὸ οἰκεῖον πάθος τοῖς ὁρατοῖς ἐπιφέρουσα. Ὥσπερ γὰρ εἴ τις
5ἐπ’ ἀκρωρείας θεάσοιτο πεδία καὶ βόας ἐπὶ τὸ αὐτὸ νεμομένας, οὐχὶ ὡς μυρμήκων φαντασίαν ὁρᾷν δοκεῖ· ἐνδαπανηθεῖσα γὰρ τῷ ἀέρι ἡ ὅψις, καὶ ἐξίτηλος γενομένη, πρὸς τὴν ἀκριβῆ κατανόησιν τῶν ὁρωμέ‐ νων οὐκ ἐξαρκεῖ. Καὶ ὅτι παμμέγεθες τῆς σελήνης
10τὸ σῶμά ἐστι, μαθεῖν ἐκ τεκμηρίων ἕστιν. Αἱ γὰρ κατὰ τὴν οἰκουμένην πόλεις πλεῖστον ἀλλήλων ἀπῳ‐ κισμέναι, ταῖς κατὰ τὴν ἀνατολὴν τετραμμέναι ῥυ‐ μοτομίαις, ἐξ ἴσου πᾶσαι τὸ σεληναῖον φῶς ὑποδέ‐ χονται, καὶ ὁμοίως αὐτὴν οἱ τὴν δύσιν οἰκοῦντες καὶ
15τὰ μεσημβρινὰ καὶ ἀρκτῷα μέρη θεωροῦσιν. Τῇ δ’ ἡμέρᾳ τῇ πέμπτῃ προσέταξεν ὁ Θεὸς ἐξα‐ γαγεῖν τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν κατὰ γέ‐ νος· καὶ εὐθέως ἡ μὲν θάλασσα παντοῖα ζώων γένη διάφορα ἀπεκύησε. Τῶν γὰρ ἐναλίων τὰ μέν ἐστιν
20ἀμφίβια, οἷον φῶκαι, καὶ κροκόδειλοι, καὶ οἱ ποτα‐ μιαῖοι ἵπποι, ἔτι δὲ οἱ βάτραχοι, καὶ οἱ καρκῖνοι, οὐ μέντοι τὸ νηκτικὸν ἔχουσι· ἑρπυστικὰ γάρ ἐστι τῇ φύσει, τῷ ἡγήματι τοῦ ὕδατος ἐπισυρόμενα· τὰ δὲ ζωοτόκα, οἷον φῶκαι, καὶ δελφῖνες, καὶ νάρκαι, καὶ
25τὰ ὅμοια αὐτοῖς. Μόνον δὲ προσέταξεν ὁ Θεὸς, καὶ τὰ πελάγια, καὶ τὰ αἰγιαλώδη, τὰ βύθια, τὰ πετρώδη, τὰ ἀγελαῖα, τὰ σποραδικὰ, τὰ κήτη, τὰ ὑπέρογκα, τὰ λεπτότατα τῶν ἰχθύων προΐει, συγγένειαν πρὸς τὸ ὕδωρ φυσικὴν ἔχοντα. Μικρὸν γὰρ εἰ τοῦ ὕδατος χω‐
30ρισθῇ, μὴ ἕχοντα ἀναπνοὴν, διαφθείρεται· ἡ γὰρ τῶν βραγχίων αὐτοῖς διαστολὴ, καὶ ἐπίπτυξις, δεχομένη τὸ ὕδωρ, καὶ διιεῖσα, ταύτην τὴν ἀναπνοὴν κέκτη‐ ται. Οὐδὲν παρ’ αὐτοῖς ἐξ ἡμισείας ἔχει τοὺς ὀδόντας, ἀλλὰ πάντα ὀδοῦσιν ὀξέσι καταπεπύκνωται, πρὸς τὸ
35μὴ διαῤῥέειν τῇ χρονίᾳ μασήσει τὴν τροφήν. Ἔμελλε γὰρ ἐν τῇ λεπτῇ μασήσει διαφθείρεσθαι ὑπὸ τοῦ ὕδατος. Μηρυκίζει δὲ οὐδὲν ἄλλο παρ’ αὐτοῖς εἰ μὴ ὁ σκάρος. Ἔστι δὲ καὶ ἡ τροφὴ ἄλλη ἄλλοις κατάλ‐ ληλος. Οἱ μὲν γὰρ ἰλύϊ τρέφονται, οἱ δὲ τοῖς φυκίοις,
40ἄλλοι ταῖς βοτάναις ταῖς τρεφομέναις τῷ ὕδατι· ἕτε‐ ροι δέ εἰσιν ἀλληλοφάγοι. Ἔστι δὲ αὐτῶν καὶ διάφορα ἰδιώματα. Ὁ πριὼν πτέρυγας ἔχει μακράς· καὶ θεασάμενος πλοῖον οὐριο‐ δρομοῦν, καὶ αὐτὸς ὑψώσας ἑαυτοῦ τὰς πτέρυγας,
45μιμεῖται τῆς νηὸς τὰ σχήματα τῆς κινήσεως, καὶ ἐρίζει τοῖς πλέουσι. Ποιήσας οὖν σταδίους τεσσαρά‐ κοντα, καὶ κοπιάσας, καθίησιν αὑτοῦ τὰς πτέρυγας, καὶ φέρεται ὑπὸ τῶν κυμάτων εἰς τὸν τόπον τὸν ἴδιον.

724

(50)

Τὸ δὲ κῆτος καλεῖται μὲν Ἀσπιδοχελώνη παρά τι‐ σιν· ἔστι δὲ τῇ φύσει παμμεγεθέστατον, ὡς πολλά‐ κις τοῖς ναυτιλλομένοις νήσου μεγάλης φαντασίαν ἐμποιῆσαι. Ἀναδύσαντος γὰρ αὐτοῦ ἐκ τοῦ βυθοῦ, ὡς λίθοι τραχεῖς τὸ σῶμα αὐτοῦ ἐκφαίνεται, καὶ περὶ
55αὐτὸ πάλους καταπηγνύντες ἐκδεσμοῦσι τὰ σκάφη, ἅτινα παραχρῆμα βυθίζεται, τοῦ κήτους ὑπὸ τοῦ
ἡλίου διαθερμανθέντος, καὶ εἰς τὸν βυθὸν καταδύσαν‐

725

τος· ἔχει δὲ αὐτὸ, καὶ φύσει βαρεῖαν φωνὴν, καὶ πεινῆσαν ἀνοίγειν τὸ στόμα, καὶ ἀποφορὰν ἐκ‐ πέμπειν εὐωδεστάτην, ὥστε τοὺς μικροὺς ἰχθύας ἀφέλκεσθαι, καὶ εἰς τὸ στόμα αὐτοὺς ὅλους αὐτοῦ
5ἐπιστιβάζεσθαι. Κατοικεῖ δὲ τοῦτο τὰ Ἀτλάντια πε‐ λάγη διὰ τὸ μέγεθος. Τῷ δὲ καρκίνῳ ἡ σὰρξ τοῦ ὀστρέου ἐστὶν ἐδώδι‐ μος, καὶ μὴ ἰσχύων ἀνοῖξαι τῶν κόγχων αὐτοῦ τὴν σύμπτυξιν, ἐπιτηρεῖ τὰς πτυχὰς αὐτοῦ ἀνοίξαντα
10ἐν τοῖς ἀπηνέμοις τόποις, καὶ τῇ αὐγῇ τοῦ ἡλίου τερπόμενον, καὶ λαβὼν ψηφῖδα ἐντίθησι λαθραίως, καὶ κωλύει τὴν σύμπτυξιν, καὶ οὕτω ῥᾳδίως αὐτὸ κατέδεται. Ὁ δὲ ἐχῖνος προγινώσκει τοῦ χειμῶνος τὴν ἔφο‐
15δον, καὶ ψηφῖδα ὑπέρχεται πρὸς τὸ μὴ ὑπὸ τῆς φορᾶς τῶν κυμάτων αὐτὸν περιάγεσθαι. Ὁ δὲ πολύπους, προσπελάσας πέτρᾳ τινὶ, ὁμό‐ χροος αὐτῇ καθέστηκε, καὶ τοὺς ἐγγίζοντας ἰχθύας τῇ πέτρᾳ κατέδεται.
20 Μικρότατον δὲ τῇ φύσει ἡ ἐχενηῒς τυγχάνει, καὶ τὰ μέγιστα τῶν πλοίων ἐξ οὐρίας φερόμενα ἵστησιν, ὥστε δοκεῖν τὸ πλοῖον ἐρηρεῖσθαι εἰς τὸ πέλαγος. Ὕδρις δὲ ἔστιν ἐν τῷ ποταμῷ, μορφὴν ἔχουσα κυνὸς, ἥτις τοῦ κροκοδείλου ἐχθρὰ τυγχάνει, καὶ
25ἀναιρεῖ τοῦτον καθεύδοντα. Τὸ γὰρ στόμα ἑαυτοῦ διανοίξας ὁ κροκόδειλος καθεύδει· καὶ ἡ ὕδρις, εἰς πηλὸν ἑαυτὴν ἐγκωλύσασα [f. ἐγκυλίσασα], εἰς τὸ στόμα αὐτοῦ εἰσπηδᾷ, καὶ πάντα τὰ ἐντὸς αὐτοῦ κατεσθίουσα ἀναιρεῖ αὐτόν.
30 Ἔστι δὲ ὁ κροκόδειλος θηρίον ὁμοῦ καὶ ἰχθὺς, καὶ μέγα ἀπὸ κεφαλῆς ἄχρι οὐρᾶς· οὐ μὲν ἔχει τὸ πλά‐ τος τοῦ μεγέθους ἀνάλογον. Ἡ δὲ δορὰ αὐτοῦ λεπὶς τυγχάνει ῥυτὴ, καὶ ἡ χροιὰ τοῦ νώτου αὐτοῦ πέτρᾳ μελαίνῃ ἔοικεν, ἡ δὲ γαστὴρ λευκῇ. Πόδες δὲ αὐτοῦ
35εἰσὶ τέσσαρες, εἰς τὸ πλάγιον ἠρέμα κυρτούμενοι· καθὼς τῆς χερσαίας χελώνης, οὐρὰ μακρὰ καὶ πα‐ χεῖα· τῆς ῥάχεως γάρ ἐστιν ἑνὸς ὀστέου τελευτή. Ἐντέτμηται δὲ ἄνωθεν εἰς ἀκάνθας, καὶ εἰσὶν ὡσεὶ τῶν πριόνων ἀκμαὶ, καὶ τύπτει ἐν αὐτῇ πρὸς οὓς ἂν
40παλαίῃ. Μία δὲ αὐτοῦ ἐστὶ κεφαλὴ τοῖς νώτοις συν‐ υφαινομένη, καὶ εἰς μίαν ἰθυνομένη στάθμην· καὶ ἐφ’ ὅσον οὐ κέχηνε, θηρίου ἐστὶ κεφαλή· ἐὰν δὲ χάνῃ, ὅλον στόμα γίνεται, μέχρι τῶν ὤμων τὸ χάσμα ποιοῦσα.
45 Ὁ δὲ λεγόμενος ἱπποπόταμος ἵππου μὲν τοὺς πό‐ δας ἔχει καὶ τὴν γαστέρα, τὴν δὲ ὁπλὴν σχιστὴν ὡς χηλὴν, οὐρὰν παχεῖαν καὶ ψιλὴν τριχῶν, ὅτι καὶ τὸ πᾶν τοῦ σώματος οὕτως ἕχει, κεφαλὴν περιφερῆ μικρὸν τῆς ἵππου παρειᾶς διάφορον, καὶ ἔχει κε‐

725

(50)

χηνότα τὸν μυκτῆρα, πυρώδη καπνὸν, ὡς ἐκ κα‐ μίνου, πνέοντα, γένυν πλατεῖαν· μέχρι γὰρ τῶν κροτάφων ἀνοίγει τὸ στόμα. Ὀδοῦσι δὲ ἔνδον τριχῶς πεπύκνωται, ἔχων πρὸς τούτοις δύο ὀδόντας ἐπικαμπεῖς ὡς συός. Καὶ ἔστιν ἀδδηφαγώτατον ὅλον,
55λήϊον ποιοῦν τροφήν. Ἀπάτῃ δὲ θηρᾶται τοιαύτῃ. Ἐπιτηροῦσιν αὐτοῦ τὰς διατριβὰς, καὶ ὄρυγμα ποιοῦσι, καὶ καλάμῃ αὐτὸ στεγάζουσι, καὶ ἐπιχων‐ νύουσι ψάμμῳ, καὶ ξύλινον ἱστῶσι κάτωθεν οἴκημα
ἔχον ἀνεῳγμένας τὰς θύρας εἰς τὸν ὄροφον τοῦ βό‐

728

θρου· καὶ ἐπιβὰς ὁ θὴρ ἀφελῶς ἐμπίπτει, καὶ εἰς τὸ οἴκημα κατακλείεται φερόμενος κάτω. Καὶ οἱ θηρευ‐ ταὶ εὐθὺς ἀποκλείουσι. Δεύτερον. .... βοὸς δὲ ἔχει τὸ θηρίον τὸ μέγεθος.
5 Ἐν δὲ τοῖς ἰχθύσι πολλή τις ἐνυπάρχει θέρμη ἔν‐ δοθεν, καὶ ὀξεῖα· διὸ καὶ θᾶττον καταπέπτουσιν, ἃ ἐσθίουσιν, εὐθέως διασηπομένων τῶν ἐδωδίμων ἐν τῇ γαστρὶ αὐτῶν. Ἡ δὲ θαλαττιαῖος ἀλώπηξ, ἐπὰν μὴ δύνηται δια‐
10δράσαι τὴν ἄγραν, καταπιοῦσα τὸ ἄγχιστρον, ἐξαλ‐ λομένη καὶ ἀνατρέχουσα, ἀποτρώγει τὴν μήρινθον, καὶ διαφεύγει. Ὁ δὲ κροκόδειλος ἀνθρωποβόρον μέν ἐστι θηρίον, ὅταν δὲ μέλλῃ ποιεῖσθαι τὰς ὀχείας, ἀνανηξάμενον
15ἀναστρέφει τὴν θήλειαν ἐπὶ ταῖς ὄχθαις· μόνος γὰρ οὗτος ὕπτιος πλησιάζειν πέφυκε, καὶ μετὰ τὴν ὁμι‐ λίαν πάλιν ταῖς χερσὶν αὐτὴν ἐπικουφίζων συνεπι‐ στρέφει· ἐπειδὰν δὲ αὐτὴν ἄλλῳ συγγενομένην αἴ‐ σθηται, καθυποκρίνεται συμμιγῆναι αὐτῇ, καὶ τῷ
20αὐτῷ τρόπῳ ἀναστρέψας αὐτὴν γινώσκει διὰ τῆς ὀδμῆς (ἔχει γὰρ ὀξυτάτην περὶ τοῦτο τὴν αἴσθησιν) ὑφ’ ἑτέρου μιανθεῖσαν αὐτὴν, καὶ τοῖς ὄνυξι διαῤ‐ ῥήξας τὴν γαστέρα αὐτῆς, πάντα τὰ ἐντὸς αὐτῆς κατ‐ εσθίει. Περὶ γὰρ τὴν γαστέρα ἐστὶ τρυφερὸν τὸ
25ζῶον· ὁ γὰρ νῶτος αὐτοῦ στιβαραῖς λεπίσιν ἐνδέδυ‐ ται, ὥστε καὶ τὸν ὀξύτατον σίδηρον ἐπενεχθέντα ἀμ‐ βλύνεσθαι. Ἐξαγαγέτω τὰ ὕδατα πετεινὰ ψυχῶν ζωσῶν, καὶ ἀθρόως ὁ ἀὴρ παντοίου γένους τῶν ὀρνίθων πε‐
30πλήρωται. Ἔδωκε δὲ αὐτοῖς ἐκ τῶν ὑδάτων τὴν γέ‐ νεσιν, ἐπειδὴ συγγένειάν τινα πρὸς τοὺς ἰχθύας κε‐ κλήρωνται. Ὡς γὰρ οἱ ἰχθύες ἐν τῇ κινήσει τῶν πτερύγων τὸ ὕδωρ τέμνουσι, καὶ διανήχονται, οὕτω τὰ πετεινὰ τοῖς πτεροῖς τὸν ἀέρα διανήχονται. Ἔστι
35δὲ αὐτῶν τὰ μὲν σαρκοφάγα πρέπουσαν κατασκευὴν τοῦ τρόπου τῆς σφῶν διαίτης ἐπέχοντα, ὀνύχων ἀκμαῖς, καὶ χεῖλος ἀγγύλον, καὶ πτερὸν ὀξὺ πρὸς τὸ ῥᾳδίως ἀναρπάσαι, καὶ διασπάσαι δύνασθαι· τὰ δὲ σπερμολόγα, τὰ δὲ ἐκ παντὸς τρεφόμενα. Καὶ τού‐
40των ἑκατέρων ἡ κατασκευὴ διενήνοχε· καὶ τὰ μέν ἐστιν ἄναρχα καὶ αὐτόνομα, τὰ δὲ ὑφ’ ἡγεμόνα τέ‐ τακται, καὶ τὰ μέν ἐστιν ἐπιδημητικὰ, τὰ δὲ ἐγ‐ χώρια. Γαῦρον ὁ ἀλεκτρυὼν, ὁ δὲ ἱέραξ εὐνούστατος τυγ‐
45χάνει περὶ τὸν ἄνθρωπον. Ἱστοροῦσι γὰρ τοὺς ἐν τῇ Θρᾴκῃ ἱέρακας τοῖς ὀρνιθοθήραις περὶ τὴν ἄγραν συν‐ αίρεσθαι· ποιοῦνται μὲν γὰρ τὰς διατριβὰς ἐν ὕλαις δασυτάταις, ἕνθα γένη τῶν ὀρνίθων ἐνδιαιτᾶται, καὶ τοῖς ἐπὶ τὴν ἄγραν ἰοῦσι συντάττονται, ἰσομοιρίαν

728

(50)

τοῦ ἀγρευθέντος δέξασθαι· καὶ τῶν θηρευτῶν τὰ δέν‐ δρα διασειόντων, οἱ ὄρνεις τινασσόμενοι σοβοῦνται,
καὶ ἀνίπτανται, καὶ οἱ ἱέρακες κατὰ κεφαλῆς τούτων

729

ὑπεριπτάμενοι, τὰς κεφαλὰς αὐτῶν κολάπτουσι, καὶ εἰς γῆν καταῤῥίπτουσι, καὶ εὔθηρον τὴν ἄγραν τοῖς ἀνθρώποις παρασκευάζουσιν· οἱ δὲ ἄσμενοι τῆς ἄγρας αὐτῆς παραχρῆμα μεταδιδόασιν.
5 Φιλότεκνον ὁ πελεκάν· τρέφων γὰρ τοὺς νεοσσοὺς, τύπτεται ὑπ’ αὐτῶν ταῖς πτέρυξιν εἰς τὸ πρόσωπον· ὁ δὲ κολάπτων αὐτοὺς ἀναιρεῖ, καὶ σπλαγχνισθεὶς πενθεῖ ἐπὶ τρεῖς ἡμέρας αὐτούς. Ἡ δὲ μήτηρ ἐλθοῦσα ἐπάνω αὐτῶν ῥήγνυσι τὴν πλευρὰν αὐτῆς, καὶ ἐπι‐
10στάζει τὸ αἷμα αὐτῆς ἐπὶ τοὺς νεοσσοὺς, καὶ ζωο‐ γονοῦνται. Οὗτοι δὲ οἱ πελεκᾶνες τὰς κόγχας τούτῳ τῷ τρόπῳ ἐσθίουσι· μὴ δυνάμενοι διὰ τὸ ἐσφίγχθαι αὐτὰς ἀνελεῖν· καταπίνουσιν αὐτὰς πρότερον, ὅπως τῇ περὶ τὸν φάρυγγα θερμότητι διατακῇ μὲν ἡ συνέ‐
15χουσα κόλλη, ἀνεθεῖσαι δὲ αἱ κόγχαι χαλασθῶσιν· ἑξεμέσαντες οὖν αὐτὰς, εὐμαρῶς τὸ ἐδώδιμον αὐτῶν κατεσθίουσιν. Αἱ δὲ φάσσαι οὐκ ἔνθα τίκτουσιν ἐπωάζονται, ἀλλὰ μεταστᾶσαι, διὰ τὸ πλῆθος τῶν θηρευτῶν, εἰς ἕτερον
20τόπον, ἐκτρέφουσι τοὺς νεοττούς. Καὶ ἐπειδὰν αἴ‐ σθωνται εἰς θήραν ἀφιγμένους τινὰς τῶν νεοττῶν, ἀνίπτανται, καὶ τὴν τῶν θηρευτῶν σπουδὴν εἰς ἑαυ‐ τὰς περισπῶσι, καιρὸν φυγῆς τοῖς νεοττοῖς παρέχου‐ σαι, καὶ ἐκφυγόντων τῶν νεοττῶν, μάλα θαρσαλέως
25σὺν τοῖς νεοττοῖς, ἀπάρασαι, αἰθεροβατοῦσιν. Φιλόκαλον ὁ ταὼς ἐξ Ἰνδῶν ὁρμώμενος. Οὗτος, ἀναπτερώσας τὸ κάλλος καὶ τῶν πτερῶν ἐπιδείξας τὸ θέατρον, ἐπάγεται πρὸς συνουσίαν τὴν θήλειαν, ὥσπερ λειμῶνα τὸν καλλωπισμὸν τοῦτον ἐπιδεικνὺς
30αὐτῇ· ἔστι γὰρ σχεδὸν λειμῶνος ὁ ταὼς εὐανθέστε‐ ρος. Περιπεφύτευται γὰρ αὐτῷ χρυσὸς τοῖς πτεροῖς, καὶ κύκλῳ τὸ ἁλουργὲς περιθέει πορφυροῦν τὸν χρυ‐ σόν· καὶ ὑπὸ τοῦ χρυσοῦ περίκειται τὸ ἴσον κύκλον, καὶ ἔστιν ὀφθαλμὸς ἐν πτερῷ.
35 Ὁ δὲ φοῖνιξ μέγεθος μὲν ἔχει ταῶνος, διαφέρει δὲ τῷ κάλλει τοῦ ταῶνος τῇ χροιᾷ· κεκέρασται γὰρ αὐτῷ χρυσῷ καὶ πορφύρᾳ τὰ πτερὰ, εὐφυεῖ δὲ κύκλῳ στεφά‐ νου ἡ κεφαλὴ αὐτοῦ κεκόσμηται φυσικῶς. Ἔστι δὲ ὁ κύκλος κυάνεος, καὶ ῥόδοις ἐμφερής. Εὐειδὴς δὲ ὢν τῇ
40θέᾳ, καὶ ἀκτῖσι κομῶν, ὥσπερ ἥλιος ἐφ’ ὕψους ἵσταται· ὡς ἱστορῆσαι καὶ ἄλλους τὴν μορφὴν αὐτοῦ τοῦ σώ‐ ματος, ὡς καὶ αὐτοὶ διαγράφοντες φάσκουσιν οὕτως· Διπλοῦν γάρ ἐστι τὸ μῆκος ἀετοῦ σχεδόν. Πτεροῖς δὲ ποικίλοισιν, ἠδὲ χρώμασιν,
45Σῶμα αὐτοῦ κέκαυται. Στῆθος μὲν οὖν αὐτοῦ πορφυροῦν φαίνεται, Σκέλη δὲ μιλτόχρωτα, καὶ κατ’ αὐχένα, Κροκοπίνοις μαλλοῖσιν εὐτρεπίζεται. Κάρα δὲ κοίτης ἡμέρας παρεμφερὴς,

729

(50)

Καὶ μηλίνῃ μὲν τῇ κόρῃ προσέβλεπε. Κύκλῳ δὲ κόρῃσι κόκκος ὡς ἐφαίνετο. Φωνὴν δὲ πάντων εἶχεν εὐπρεπεδεστάτην. Βασιλεὺς δὲ πάντων ὀρνέων ἐφαίνετο, Ὡς ἦν νοῆσαι· πάντα γὰρ τὰ πτηνὰ ὁμοῦ
55Ὄπισθεν αὐτοῦ δολιχεύοντες ἐπέσσυντο. Αὐτὸς δὲ πρόσθε, ταῦρος ὣς γαυρούμενος, Ἔβαινε κραιπνὸν βῆμα βαστάζων ποδός.
Τοῦτο φασὶ μονογενὲς ὑπάρχειν ζῶον, μὴ συνιστά‐

732

μενον διαδοχῇ, ἀλλ’ ὑπάρχειν αὐτὸ μονώτατον, καὶ ἔτη ζῇν πεντακόσια. Καὶ ἐν καιρῷ τοῦ μέλλειν αὐτὸ τελευτᾷν (προαισθάνεται γὰρ τὴν ἀποβίωσιν), ἐφ’ ὑψηλοῦ τινὸς τόπου ἐστοχασμένος, κατὰ τὴν ἀνατολὴν
5τοῦ ἡλίου, ἐξ ἀρωματικῶν φρυγάνων συμπηγνύναι τὴν καλιὰν, κἄπειτα ὑπὸ τῆς ἀκτῖνος ὁλοκαυτίζεσθαι τοῦ ἡλίου, καὶ εἰς κόνιν παντελῶς ἀναλύεσθαι· εἶτα ἐκ τῆς κόνεως σκώληκα γίγνεσθαι, καὶ ἐκ τοῦ σκώ‐ ληκος εἰς τὸν πρῶτον φοίνικα μεταβάλλεσθαι.
10 Ὁ δὲ ἀετὸς περὶ τὴν ἀνατροφὴν τῶν νεοττῶν ἐστιν ἀδικώτατος· δύο γὰρ ποιήσας, τὸν μὲν ἕτερον οἰ‐ κειοῦται, τὸν δὲ ἕτερον μαστίζων τοῖς πτεροῖς ἀπο‐ πέμπεται, διὰ τῆς τροφῆς, ὡς φασὶ, τὸ ἐπίπονον. Ἡ δὲ φήνη, τὸν ἀποποιηθέντα δεξαμένη, τοῖς οἰκείοις
15ἅμα ἐκτρέφει νεοσσοῖς. Θρέψας δὲ τὸν νεοττὸν ὁ ἀετὸς, συνίπταται, αὐτὸν πρὸς τὸν αἰθέρα λαμβάνων· καὶ εἰ θεάσοιτο πρὸς τὴν λαμπρότητα τοῦ ἡλίου αὐτὸν ὀξυοπήσαντα, καὶ εὐτόλμως τὸν ἀέρα διανηχόμενον, ὡς οἰκεῖον περιποιεῖται· εἰ δὲ ἄτονον πρὸς ταῦτα, ὡς
20νόθον ἀποβάλλει. Φασὶ γὰρ γηράσαντα τὸν ἀετὸν ἀμαυροῦσθαι τὰς ὄψεις, καὶ βαρεῖσθαι αὐτοῦ τὰς πτέρυγας, καὶ εἰς πηγὴν ἀφικνεῖσθαι, καὶ εἰς τὸν αἰθέρα ἀνιπτάμε‐ νον, ὑπὸ τοῦ ἡλίου τὰς πτέρυγας καταφλέγεσθαι, καὶ
25ἀναβλέπειν, εἶτ’ εὐθὺς ἐπὶ τὴν πηγὴν καταβάντα τρίτον βαπτίζεσθαι, καὶ ἀνανεοῦσθαι· διὸ καὶ τὸν ψαλμὸν φάσκειν φασίν· Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου. Ὁ δὲ γὺψ ὑπηνέμιον τὴν γονὴν κέκτηται, καὶ οὐ
30γινώσκει συνουσίαν ἄῤῥενος, καὶ ἐκατὸν τὰ ἕτη βιοῖ. Αὐλίζεται δὲ ἐπὶ τῶν ὑψηλῶν, καὶ μετεώρων, καὶ οὐδεὶς οἶδε ποῦ ποιεῖ τὴν κατοίκησιν. Καὶ ἔγγυος γενόμενος πορεύεται εἰς τὴν Ἰνδικὴν, καὶ λαβὼν τὸν εὐτόκιον λίθον οὕτω καλούμενον, ἐπάνω αὐτοῦ καθέ‐
35ζεται συνεχόμενος ὠδῖσι, καὶ ἀποτίκτει. Ἔστι δὲ ὁ λίθος περιφερὴς ὡς κάρυον, καὶ κινούμενος ἦχον ἐκπέμπει ὡς κώδων, ἔνδοθεν ἑτέρου λίθου κινουμέ‐ νου. Φασὶ δὲ τὸν γῦπα τὰ ῥόδινα μύρα χρισθέντα ἀποθνήσκειν· σπέρματα δὲ μὴ βλάπτειν αὐτὸν, μηδέ
40τι ἔμψυχον διαλυμαίνεσθαι, καὶ μηδὲ νεκρῷ προσέρ‐ χεσθαι πετεινῷ διὰ τὴν συγγένειαν. Ἡνίκα δὲ, φασὶν, ἄνδρες εἰς πόλεμον παρατάσσονται, ἐπακολουθεῖ αὐ‐ τοῖς, καὶ οὐκ ἀφίσταται, σαρκοβόρος ὤν. Οἱ δὲ πελαργοὶ καὶ ἑνὶ ἐπιδημοῦσι συνθήματι, καὶ
45ἑνὶ ἀπαίρουσι. Προπέμπουσί τε αὐτοὺς αἱ κορῶναι, καὶ, ὡς εἰκὸς, συμμαχοῦσιν αὐτοῖς πρός τινας πολε‐ μίους ὄρνιθας· τετραυματισμέναι γὰρ ἐπανέρχον‐ ται. Ἐὰν δὲ γηράσῃ ὁ πελαργὸς, πτεροῤῥυεῖ, καὶ τὰ τέκνα αὐτοῦ περιστάντα τοῖς οἰκείοις πτεροῖς

732

(50)

περιθάλπουσι, καὶ τὰς τροφὰς ἀφθόνως παρέχουσιν· ἐν δὲ τῇ πτήσει ὑποκάτωθεν αὐτὸν ὑποβαστάζουσι, καὶ τοῖς ἰδίοις πτεροῖς ἠρέμα αὐτὸν ὑποκουφίζουσιν ἑκατέρωθεν. Αἱ δὲ γέρανοι ὁμοῦ πᾶσαι ἐξ ἴσου ἵπτανται, μία
55δὲ προηγεῖται αὐτῶν, καὶ τακτόν τινα χρόνον προη‐
γησαμένη εἰς τὸ κατόπιν περιελθοῦσα τῇ μετ’ αὑτὴν

733

τὴν ἡγεμονίαν τῆς ὁδοῦ παραδίδωσιν. Ἐν δὲ τῷ καθ‐ εύδειν ἡ μία ὅλας περιέρχεται ἀσφαλιζομένη· καὶ ἐπειδὰν τὸ μέτρον τὸ ἀρκοῦν τοῦ διαστήματος πλη‐ ρώσασα βοήσῃ, πρὸς ὕπνον τρέπεται, καὶ ἄλλη πάλιν
5διαδέχεται τὴν τοιαύτην ὑπηρεσίαν. Τὸ δὲ τῶν χηνῶν γένος ὑπάρχει ἄγρυπνον, καὶ ὀξυήκοον ταχέως τῶν προσιόντων ἁπλῶς, ἢ τῶν ἐπι‐ βούλων τὴν ἔφοδον αἰσθανομένη. Οὕτως γοῦν πολεμίων τινῶν δι’ ὑπονόμων ὑποδύντων, καὶ μελλόντων χει‐
10ροῦσθαι Ῥώμην τὴν μεγαλόπολιν, οὗτοι τῇ φυσικῇ ὀξύτητι τῆς αἰσθήσεως περιεσώσαντο, τῇ ἀθρόᾳ φωνῇ παραδόντες τοὺς ἐπιβούλους τοῖς φύλαξιν. Ἀλκυών ἐστι θαλάττιον ὄρνεον, καὶ παρὰ τοὺς τῆς θαλάττης νοσσεύει αἰγιαλοὺς, τοῦ χειμῶνος μεσάζον‐
15τος. Ὅταν οὖν ἐπωάζηται, οἱ μὲν ἄνεμοι κοιμίζονται, ἡ δὲ θάλαττα γαλήνην ἔχει σταθερὰν, ἄχρις ἡμερῶν ἑπτὰ, τὸ πρὶν ἀνέμων σφοδρῶν ταραττόντων τὴν θά‐ λατταν. Ἐπειδὰν οὖν περιγλύψῃ τοὺς νεοττοὺς πά‐ λιν ἄλλας ἐπτὰ ἡμέρας, ὁ Θεὸς νηνεμίαν παρέχεται,
20ἕως ἐκθρέψῃ τοὺς νεοττούς. Δολερὸν ὁ πέρδιξ, καὶ ζηλότυπον, καὶ κακοῦργον, συμπράττων τοῖς θηρευταῖς πρὸς τὴν ἄγραν. Ἀλλό‐ τρια δὲ κλέπτων ὠὰ νοσσοποιεῖ, καὶ αὐξηθέντες οἱ νεοττοὶ, ἕκαστος κατὰ γένος πρὸς τοὺς οἰκείους ἀνί‐
25πταται, καὶ ἕρημον αὐτὸν καταλιμπάνουσιν. Λάγνον περιστερά. Ἔστι δὲ δένδρον ἐν τῇ Ἰνδικῇ καλούμενον περιδέξιον, γλυκεῖς φέρον καρποὺς, καὶ τούτῳ αἱ περιστεραὶ τέρπονται, καὶ κατασκηνοῦσιν ἐπ’ αὐτοῦ. Ἔστι δὲ ὁ δράκων ἐχθρὸς τῆς περιστερᾶς,
30καὶ δεδοικὼς τὸ δένδρον οὐκ ἐπέρχεται· εἰς οἶον γὰρ μέρος τοῦ δένδρου ἡ σκιὰ γένηται, ὁ δράκων φεύγει φοβούμενος. Αἱ δὲ περιστεραὶ εἰς τὸ κλίτος ἐκεῖνο τῆς σκιᾶς μεθίστανται· ἐὰν γὰρ χωρισθῶσι τῆς σκιᾶς ἀναιροῦνται ὑπὸ τοῦ δράκοντος. Οἵα δέ ἐστιν ἡ φύσις
35τῆς περιστερᾶς θαυμάσαι ἄξιον· τὸν γὰρ αὐχένα, ἐν ἡλιακαῖς καταλαμφθέντα, μυρίαις χρωμάτων ἰδέαις ποικιλλόμενον δείκνυσι, φοινικῷ, κυανῷ, πυρωπῷ, ἀνθρακοειδεῖ, ὠχρῷ τε καὶ ἐρυθρῷ, καὶ ἄλλοις παν‐ τοδαποῖς χρώμασι.
40 Φιλότεκνον ἡ κορώνη καὶ μόνανδρον· ἐκθρέψασα γὰρ τοὺς νεοττοὺς, κηδομένη αὐτῶν οὐ παύεται τρέ‐ φουσα αὐτοὺς, καὶ ἀεὶ συνιπταμένη αὐτοῖς. Ὁ δὲ νυκτικόραξ φίλον ἐστὶ τῆς νυκτὸς ἢ τῆς ἡμέρας.
45 Φιλόστοργος ὁ ἔποψ· γηράσαντας γὰρ τοὺς γονεῖς πτερυγίζει μὲν πρῶτον, εἶτα τῇ γλώττῃ καταψύχει αὐτῶν τοὺς ὀφθαλμοὺς, ἔπειτα θάλπων αὐτοὺς ἀνα‐ νεοῖ. Ἡ δὲ χελιδὼν ἅπαξ γεννᾷ τοῦ καιροῦ, πηγνυμένη

733

(50)

δὲ τὴν καλιὰν τὰ μὲν κάρφη φέρει τῷ στόματι, τὸν δὲ πηλὸν τῷ πτερῷ· τὸ γὰρ ἄκρον αὐτῆς βρέξασα ὕδατι, τῇ λεπτῇ κόνει ἐνειλεῖται, καὶ οὕτως τὴν χρείαν ἐπινοεῖ τοῦ πηλοῦ· καὶ κατὰ μικρὸν τὰ κάρφη οἷον κόλλῃ τινὶ συνδεσμοῦσα τῷ πηλῷ, συνί‐
55στησι τὴν καλιὰν, καὶ ἐκτρέφει τοὺς νεοσσούς. Μόνανδρος ἡ τρυγών· εἴτε γὰρ ὁ ἄῤῥην ἀποθάνῃ, εἴτε ἡ θήλεια, ἑτέρῳ οὐ συνάπτεται.
Αἱ δὲ κατοικίδιοι ὄρνεις ἐπὶ παντὸς τοῦ καιροῦ τὸ

736

συνουσιαστικὸν ἔχουσιν. Τὰ δὲ φίλυδρα, οἶον νῆσσαι, καὶ κύκνοι, καὶ τὰ ὅμοια αὐτοῖς, τοὺς πόδας ἐσχισμέ‐ νους οὐκ ἔχουσιν, ἀλλὰ πλατεῖς, ὑμενώδεις πρὸς τὸ εὐμαρῶς τοῖς ὕδασι νήχεσθαι, οἱονεὶ κώπαις τισὶ τοῖς
5ὑμέσι τῶν ποδῶν τὸ ὑγρὸν διωθούμενα. Ὁ δὲ κύκνος μακρότερον τῶν ποδῶν ἔχει τὸν τρά‐ χηλον, πρὸς τὸ ἐκ τοῦ βάθους ἀνασπᾷν τοὺς ἰχθύας. Τῶν δὲ ὀρνέων πολλὰ κατ’ ἔτος μεταβάλλει τὴν φωνὴν καὶ τὴν χροιάν. Ὁ γὰρ κόττυφος ἐκ μέλανος
10ξανθὸς καθίσταται, καὶ ἐξ ᾠδικοῦ κρακτικός. Ἡ δὲ ἀηδὼν τὸ χρῶμα καὶ τὴν φωνὴν μεταβάλλει ταῖς τροπαῖς· καὶ ἔστιν ἄγρυπνον τῇ μελῳδίᾳ σχολά‐ ζουσα. Ἔνια δὲ τῶν ὀρνέων τὰς χειμερινὰς οὐ πεινῶσι
15τροπὰς, τῷ ἀέρι μόνῳ τρεφόμενα καὶ τῇ κατὰ τὰς χλοηφαγίας ἐνυπαρχούσῃ νοτίδι, ἀλλὰ καὶ τὰς ὑπο‐ γαστρίους κρατοῦσιν ἡδονάς. Ἔνια μὲν γὰρ ἔαρι, καὶ μετοπώρῳ κατὰ τὰς ἰσημερίας, ἔνια δὲ ἅπαξ τοῦ ἔτους ἐπιβαίνει. Αἱ δὲ θήλειαι ὄρνεις μέχρι συλλή‐
20ψεως τῇ ὀχείᾳ ἔχονται, καὶ εὐθὺς τοὺς ἄῤῥενας ἀπο‐ τρέφονται. Οἱ δὲ κάνθαροι, ἐὰν ῥοδίνῳ χρισθῶσιν, εὐθὺς ἀπο‐ θνήσκουσιν. Αἱ δὲ μέλισσαι καὶ σφῆκες, ἐλαίῳ κατα‐ βρεχθεῖσαι φθείρονται, τῶν πόρων ἀποφραγέντων.
25Ὄξει οὖν ἀναβιοῦσι βρεχόμεναι· τρέφονται δὲ τῷ ἄερι ἀναπνοὴν οὐκ ἔχουσαι. Ἔχουσι δὲ βασιλέα αἱ μέλισσαι, καὶ κοινὴν μὲν ποιοῦνται τὴν πτῆσιν, κοινὴν δὲ τὴν οἴκησιν· καὶ οὐδεμία προχείρως ἔξεισι πρὶν ἢ τὸν βα‐ σιλέα τῆς πτήσεως κατάρξασθαι. Ἔστι δὲ αὐταῖς οὗ‐
30τος ἀχειροτόνητος ἐκ φύσεως ἔχων τὴν κατὰ πάντων ἀρχὴν, μεγέθει, καὶ σχήματι, καὶ τῇ τοῦ ἤθους πραό‐ τητι διαφέρων αὐτῶν· ἔστι μὲν γὰρ κέντρον αὐτῷ, ἀλλ’ οὐ χρῆται τούτῳ πρὸς ἄμυναν. Συνάγουσι δὲ ἐκ τῶν ἀνθῶν τὸν κηρὸν αἱ μέλισσαι, καὶ τὴν δροσοει‐
35δῶς ἐνεσπαρμένην νοτίδα τοῖς ἄνθεσιν τῷ στόματι ἐπισπασάμεναι, ταῖς κοιλότησι τῶν κηρῶν αὐτὴν ἐνιᾶ‐ σιν· ὅθεν καὶ ὑγρόν ἐστι τὴν ἀρχὴν, εἶτα τῷ χρόνῳ καταπεφθὲν, ἡδὺ γίνεται, καὶ εὔχρηστον τοῖς ἀνθρώ‐ ποις. Σοφῶς δὲ καὶ τὰς ἀποθήκας φιλοτεχνοῦσι τοῦ
40μέλιτος· εἰς λεπτὸν ὑμένα τὸν κηρὸν διατείνουσαι, πυκνὰς καὶ συνεχεῖς ἀλλήλαις τοὺς σίμβλους οἰκοδομοῦσιν, ὡς τὸ μικρὸν τῆς τῶν μικροτάτων πρὸς ἄλ‐ ληλα δέσεως ἑδράζεται. Αἱ δὲ ἀκρίδες ἑνὶ συνθήματι κατὰ τὸ πλάτος τῆς χώρας στρατοπεδεύουσι. Περιιοῦσαι δὲ ὁρῶσιν ἕτερα
45λήϊα τῷ καρπῷ βρίθοντα, καὶ οὐκ ἐφάπτονται, ἀλλ’ ἐπὶ τὸν ὡρισμένον αὐταῖς τόπον σπουδάζουσιν, ὥσπερ ἐκ θείου προστάγματος ἐπειγόμεναι. Καὶ οὐ πρότε‐ ρον τοῦ καρποῦ ἅπτονται, πρὶν ἢ δοθῆναι αὐταῖς τὴν συγχώρησιν. Μετέπειτα δὲ αὐταῖς σελευκὶς ἐπαπο‐

736

(50)

στέλλεται, καὶ πάσας κατεσθίει αὐτὰς, ἀκόρεστον τὴν φύσιν ἔχουσα. Τὴν γλαῦκά φασι τὴν ἡμέραν ἀμαυροῦσθαι τὴν ὄψιν, τὴν δὲ νύκτα ῥώννυσθαι. Ἡνίκα δ’ αἱ νυκτερίδες καθεύδουσιν, ἐξ ἀλλήλων
55ἀπήρτηνται· καὶ εἰ μίαν συμβῇ τοῦ ὁρμαθοῦ ἀποσπα‐ σθῆναι αὐτῶν, αἱ λοιπαὶ καταβοῶσιν. Μόνον δὲ τῶν πετεινῶν τετρασκελὲς ὑπάρχει, καὶ ὀδοῦσι κατακεκό‐ σμηται.
Οἱ δὲ τέττιγες ἐν ἐπομβρίᾳ γίνονται, ἡσυχάζουσι δὲ

737

καιρὸν, ἐπειδὴ τῇ δρόσῳ πήγνυνται. Πλήττειν δὲ καὶ ᾄδειν τὸ πτερὸν αὐτῶν φάσκουσι. Τῇ δὲ ἕκτῃ ἡμέρᾳ προσέταξεν ὁ Θεὸς ἐξαγαγεῖν τὴν γῆν κατὰ γένος τετράποδα, καὶ ἑρπετὰ, καὶ θηρία
5τῆς γῆς, καὶ τὰ κτήνη, καὶ πάντα τὰ ἕρποντα ἐπὶ τῆς γῆς κατὰ γένος, καὶ παρήχθη εὐθέως εἰς τὸ εἶναι πάντα, ἅπερ κοινὴν μὲν τῷ ἀνθρώπῳ τῆς φύσεως ἔχει τὴν αἴσθησιν, οὐ μὴν δὲ ἴσην καὶ τὴν ψυχὴν κέκτηνται ζῶντα, καὶ κινούμενα κίνησιν, ἣν ἡ ἀρχέγονος τοῦ
10αἵματος φύσις χορηγεῖ τῷ πνεύματι τοῦ ἔξωθεν ἀέ‐ ρος κιρναμένη. Ἔστι δὲ καὶ ἐν αὐτοῖς ἤθη διάφορα, τὴν Πρόνοια τοῦ Θεοῦ αἰνιττόμεναι· καὶ γὰρ καὶ ταῦτα οὐ μικρῶς ταύτην συνίστησιν. Ὡς γὰρ σοφὴ τῶν βλαστῶν ἡ καρπογονία, καὶ ἄστρων εὐταξία, καὶ
15ἡλίου, καὶ σελήνης ἀνυπαίτιος δρόμος, καὶ θαλάσσης ὅρων θεσμὸς μὴ ὑπερισταμένης τὴν Πρόνοιαν ἀναν‐ τιῤῥήτως μαρτύρεται· οὕτως καὶ ἡ τῶν ζώων ἰδιότης τὸ ἀπαράλλακτον τῆς τάξεως ἐνδεικνυμένη τὴν Πρό‐ νοιαν μάλα σαφῶς κηρύττει, καθάπερ ψυχὴ κινοῦσα
20τοῦ κόσμου πᾶσαν τὴν σύστασιν. Καὶ καταγέλαστος ἂν εἴη πᾶς ὁ ἐκβάλλων, τῶν στοιχείων ἁπάντων ὁμο‐ λογούντων αὐτήν· γῆ μὲν πρὸς φυτουργίαν οὐκ ἀπει‐ θοῦσα, ἥλιός τε, καὶ σελήνη, καὶ τὰ λοιπὰ ἄστρα τοῦ προσήκοντος δρόμου μὴ στείλαντα, θάλαττα κανόνα
25προσταγῆς οὐχ ὑπερβαίνουσα, νηκτὰ δὲ καὶ ἀεροπόλα, καὶ χερσαῖα τῆς ὀφειλομένης χρείας οὐχ ὑστερούμενα. Πῶς οὖν οὐκ ἄδικος καὶ ἄφρων ὁ καθόλου τὴν Πρό‐ νοιαν παραιτούμενος; Ποῦ λόγος ἐρεῖ τεχνικὸν ἔργον μὴ ἀπαυτοματίζεσθαι, πρὸς ἐπιστήμης δὲ τὰ σοφὰ
30ἔργα ἀποτελεῖσθαι· αὐτίκα γοῦν ἀνδριαντοποιοῦ ἔν‐ νοιαν λαμβάνομεν· εἰκόνα δὲ περικαλλῶς γεγραμμέ‐ νην κατιδόντες, τὸν ταύτης γραφέα θαυμάζομεν· νῆα δὲ ἐντέχνως ἐπιστήμῃ κατεσκευασμένην ὁρῶντες, ναυπηγὸν ἐπαινοῦμεν. Εἰ δ’ αὐτοὶ τεχνικὰ ἔργα θεώ‐
35μενοι τὸν ἔμμουσον τεχνίτην γινώσκομεν, τί οὖν οὐ μᾶλλον τὴν πάντων σοφὴν Πρόνοιαν ἐν καταλήψει ἔξοιμεν, ὀφθαλμῷ διάνοιαν διὰ τῶν ἐστοιχειωμένων κόσμου μερῶν, ἐπιστημόνως τεταγμένων; Τὰ γὰρ εἴδη καὶ σχήματα ἱκανὰ γνωρίσαι τὸν τεχνίτην, εἰ
40καὶ λόγῳ τὰ ἐστοιχειωμένα σιωπὴν ἄγει. Φιλεῖ γὰρ τὰ πρός τινος μορφωθέντα τὸν κεκοσμηκότα ὁμολο‐ γεῖν. Ὥσπερ δὲ τῶν στοιχείω ἡ σύστασις σαφηνίζει τὴν Πρόνοιαν, οὕτω καὶ ἡ τῶν ζώων διάφορος φύσις
45τὴν γνῶσιν ταύτης παρέχεται. Συγγεννᾶται μὲν γὰρ ὁ θυμὸς τῷ λέοντι, καὶ ἔστι μοναστικὸς ὁ βίος αὐτοῦ, οὐδενὶ τῶν ζώων κοινωνῶν, οὐδὲ χθιζὴν τροφὴν προϊέ‐ μενος, ἀλλὰ πρόσφατον· ὀξεῖαν δὲ ἔχει τὴν αἴσθησιν, καὶ θᾶττον τῆς ὀσμῆς τῶν θηρευόντων αἰσθάνεται,

737

(50)

καὶ δρόμῳ φεύγει ἐπὶ τὸ σπήλαιον, τὰ ἴχνη τῇ σοβῇ περισαίνων, ὅπως καλυφθέντα ὑπὸ τῆς κόνεως ἀνίχνευ‐ τον τοῖς θηρευταῖς καταστήσωσιν. Πηρὸς δὲ αὐτοῦ ὁ σκύμνος τίκτεται, καὶ τρεῖς ἡμέρας ὑπὸ τῆς λεαίνης φυλάττεται, καὶ ἐλθὼν αὐτὸς ἀπὸ τῆς θήρας, ἐμφυσή‐
55σας αὐτὸν εἰς τὸ πρόσωπον, βλέποντα αὐτὸν ἐξαν‐

740

ίστησιν. Ἡνίκα δὲ ἀνθρώπῳ ἤ τινι τῶν ζώων ἐπέρχε‐ ται, μαστίζει τῇ σοβῇ ἑαυτὸν πρότερον κατὰ τὸ ποιη‐ τικόν· Οὐρῇ μὴν πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθεν
5Μαστίεται, ἕε δ’ αὐτὸν ἐποτρύνει μαχέσασθαι. Γηράσας δὲ, καὶ εἰς ἄγραν βαδίζειν ἀτονῶν ἐφεδρεύει ταῖς πόλεσιν, θηρεύειν εἰς βίωσιν τοὺς ἀνθρώπους γλιχόμενος. Ἔστι δὲ αὐτοῦ τὸ στόμα πάντοτε δυσωδέ‐ στατον· καθεύδων δὲ ἀναπετάσας ἔχει τὰ βλέφαρα. Ἡ
10δὲ λέαινα μόλις ἑνὸς σκύμνου ὑπομένει τὴν κύησιν· προϊὼν γὰρ εἰς τὸ ἔξω ταῖς ἀκμαῖς τῶν ὀνύχων τὴν μήτραν διασπαράσσει αὐτῆς. Ῥαγδαλαῖον ἡ πάρδαλις καὶ ὀξύῤῥοπον ταῖς ὁρ‐ μαῖς, καὶ τῶν ἄλλων διαφέρων ὀξύτητι, καὶ ἐπὶ τὰς
15ὄψεις τῶν θηρευτῶν ἐφιπτάμενον. Νωθρὰ ἡ φύσις τῆς ἄρκτου, καὶ ἰδιότροπος, καὶ τὸ ἦθος ὕπουλος, καὶ βαρεῖα τῷ σώματι. Πολλάκις οὖν βαθυτάταις τρωθεῖσα πληγαῖς, ἰατρεύει ἐαυτὴν ξη‐ ροτάτῳ φλόμῳ τὰς ὠτειλὰς παραβύουσα. Παλαίουσα
20δὲ διαπλέκει τοὺς πόδας τεχνικῶς, καὶ ὑποσκελίζει, καὶ μεσολαβοῦσα κραταιῶς καθάπτει. Ὁ ταῦρος τοῖς κέρασι πρὸς ἄμυναν τῶν ἀντιπά‐ λων καθώπλισται, τοῖς δὲ ποσὶν ἀθλητοῦ τρόπον κο‐ νίζεται· ὑποβλεπόμενος δὲ πυρωποῖς ὄμμασι, καὶ τὰ
25κέρατα ἐγκεκλικὼς, καὶ ζέων θυμῷ, ἐφορμᾷ ὅλῳ τῷ σώματι. Σῦς δὲ, ὅταν ἴδῃ κυνηγοὺς ἐν ταῖς ὕλαις λοχῶντας, διανιστάμενος, οὐ πρότερον ἐφορμᾷ πρὶν ἢ τοῖς πλη‐ σίον δένδροις παραθήξῃ τοὺς ὀδόντας.
30 Ἔστι δὲ ζῶον ἀνθόλοψ σφόδρα δριμύτατον καὶ δυσ‐ θήρατον, ἔχον δὲ μακρὰ κέρατα ὅμοια πρίοσιν, δέν‐ δρα μετέωρα καὶ μεγάλα πρίζει· διψῆσαν δὲ ἔρχεται ἐπὶ τὸν Εὐφράτην ποταμὸν, καὶ πιὼν παίζει ταῖς ἐρεικίναις, ταῖς οὔσαις παρὰ ταῖς ὄχθαις τοῦ ποτα‐
35μοῦ, καὶ δεσμεῖται ὑπ’ αὐτῶν. Λεπτόκλονοι γὰρ ὑπάρχουσαι, ἐμπλέκονται αὐτοῦ περὶ τὰ κέρατα, καὶ βοᾷ· καὶ οἱ κυνηγοὶ, αἰσθόμενοι, εὐθέως αὐτὸν συλ‐ λαμβάνουσι, καὶ ἀναιροῦσιν. Ἔστι δὲ ἐν τοῖς Σκύθαις τοῖς καλουμένοις Λώοις
40ζῶον καλούμενον τάρανδος, μέγεθος ἔχον βοὸς, τὴν δὲ ὄψιν τῆς τοῦ ἐλάφου παραπλήσιον. Καὶ ἔστι δυσ‐ θήρατον, τῷ πρὸς τὰ δένδρα καὶ χωρία, καὶ πρὸς πάντα οἷς ἂν ἐγγίζῃ τὴν χροιὰν μεταβάλλειν, καὶ τῇ ἐκείνων ἀφομοιοῦσθαι ἰδέᾳ, καὶ διὰ τοῦτο εἶναι πολ‐
45λοῖς ἀνεπίγνωστον. Ὁμοίως δὲ καὶ ὁ χαμαιλέων εἰς οἵους ἂν ἕρπῃ λειμῶνας, καὶ ἐδάφη ξηρὰ, τὴν χροιὰν ἐκείνων μετα‐ λαμβάνει. Δειλὸν ἡ ἔλαφος καὶ ὀξυδερκὲς, καὶ πρὸς τὰ ἑρπε‐

740

(50)

τὰ θηρία πολέμιον· καὶ εἰ διαφύγῃ αὐτὴν ὄφις, καὶ εἰς ῥαγάδα παρεισδύῃ πέτρας, ἀφικνεῖται διψήσασα εἰς τὰς πηγάς· πάνυ γάρ ἐστι πρὸς τὴν δίψαν διά‐
πυρος, ὡς καὶ τὴν γλῶτταν ἐκβάλλειν τοῦ στόματος,

741

πρὸς τὸ ὑπὸ τῆς ψυχρότητος τοῦ ἀέρος αὐτὴν ἀνα‐ ψύχεσθαι. Ἐμπλησθεῖσα οὖν τοῦ ὕδατος, ἔρχεται ἔνθα ὁ ὄφις κρύπτεται, καὶ ἀνασπάσασα αὐτὸν ἐκ τῆς ῥα‐ γάδος, συμπατοῦσα ἀναιρεῖ. Εἰ δὲ καὶ τῶν κεράτων
5αὐτῆς μικρόν τι ἢ τῶν τριχῶν ἐπ’ οἰκίας κατακαῇ, εἴ που ἂν ἐμφωλεύει θηρίον, διαδιδράσκει. Ἐπειδὰν δὲ ἀποβάλῃ τὰ κέρατα, μόνασιν ζητεῖ, καὶ κρημνὸν ἀπρόσιτον καταλαμβάνει, καὶ ἄβατον ἐρημίαν μετα‐ διώκει, ὡς ἀποβαλοῦσα πρὸς τὰ ἄλλα θηρία τὸ ἀμυν‐
10τήριον. Ἐπεὶ οὖν πρὸς τὰς ῥίζας τῶν ἀποβληθέντων κεράτων εἰσὶν ἑλκώσεις, εἰς πολύδενδρον τόπον κα‐ τασκηνοῖ, πρὸς τὸ μὴ ὑπὸ μυιῶν ἐκμυζεῖσθαι τὰ τραύματα, καὶ νυκτὸς νέμεται ἄνεσιν ἔχουσα. Ὅταν δὲ ἐκφύσῃ τὰ κέρατα, θαῤῥοῦσα πρόεισι καὶ μεσημ‐
15βρίας. Βουλομένη δὲ δοκιμάσαι εἰ πεπηγότα αὐτῇ τὰ κέρατα, τρυφερὰ γὰρ ὄντα ὑπὸ τοῦ ἡλίου θραύεται καταφλεγόμεναι· δένδρεσι δὲ παραβάλλει τὴν κεφα‐ λὴν, καὶ ἐντρίβει ἀντιτύπως, πειρωμένη γνῶναι, εἰ βεβαίως ἐρήρεισται. Πρὸς δὲ τὰ δήγματα τῶν φαλαγ‐
20γίων, καρκῖνον ἐσθίουσα ἰᾶται. Ἡ δὲ αἲξ ἡ ἀγρία κατὰ τὴν Κρήτην, ἐὰν βέλει διαπαρῇ, τὸ καλούμενον δίκταμον ἐμφαγοῦσα, ῥᾳδίως τὸ τραῦμα θεραπεύεται. Αἱ δὲ παρδάλεις θηρῶνται εὐμαρῶς τὰ ζῶα. Σαφῶς
25γὰρ εἰδυῖαι ταῖς ἀπ’ αὐτῶν ὀδμαῖς χαίροντα τὰ ἄλλα ζῶα, βαθέσιν ἄντροις ἱδροῦσι· τὰ δὲ, οἷα κνίσσης αἰ‐ σθόμενα, ῥινηλατεῖ, καὶ ἐγγίσαντα τῷ τόπῳ, εὐθέως ὑπὸ τῶν παρδάλεων κατεσθίονται. Ὁ δὲ πάνθηρ φίλον μέν ἐστι πάντων τῶν ζώων,
30ἐχθρὸν δὲ τοῦ δράκοντος. Ἔστι δὲ τῷ σώματι ἀστε‐ ρωπὸν καὶ πάνυ ἡσύχιον. Καὶ ἕως μὲν οὐ χρήζει τροφῆς, μένει καθεῦδον ἐν τῷ φωλεῷ· τῇ δὲ τρίτῃ ἡμέρᾳ πεινάσαν ἔξεισι, καὶ μεγάλῃ φωνῇ βοᾷ, καὶ ἐκ τοῦ στόματος αὐτοῦ εὐωδία τις ἔξεισιν ἀρωματικὴ,
35δι’ ἧς τὰ ἄλλα ζῶα θελγόμενα τὰ ἐγγὺς καὶ τὰ πόῤ‐ ῥωθεν ἐγγίζουσιν αὐτῷ, καὶ ἕπονται τερπόμενα αὐ‐ τοῦ τῇ ποικιλίᾳ τοῦ σώματος. Ὁ δὲ πάνθηρ ὀλίγον τι προηγησάμενος αὐτῶν ὑποστρέφεται, καὶ ἐπιτηρεῖ, καὶ ὅ, τ’ ἂν τῶν ζώων ἀρέσῃ αὐτῷ, ἐπιπηδήσας λαμ‐
40βάνει. Ὁ δὲ ἐλέφας ἐγκυμονεῖ μὲν χρόνῳ, εἰς δέκα γὰρ ἕτη πέττει τὴν σπορὰν, καὶ ὅταν ὁ τόκος γέρων γένη‐ ται, τότε ἀποτίκτει· ἡνίκα δ’ ἂν ἐς βόθρον κατε‐ νεχθῇ, καὶ ἄλλος ἐλέφας θεάσηται, πορευθεὶς συνά‐
45γει πολλοὺς ἐλέφαντας, καὶ ἐλθόντες τὸν πεπτωκότα ἀνασπῶσιν ἠρέμα ὑποκουφίζοντες. Ὁ δὲ δράκων ὁ κατὰ τὴν Ἰνδίαν περὶ τὰ νῶτα τοῦ ἐλέφαντος ἀνέρπει, καὶ τὴν νηδὺν πᾶσαν περιειλεῖται, καὶ ἣν ἂν τύχῃ φλέβα διελεῖν, ἀπλήστως ἐμφορεῖται

741

(50)

τοῦ αἵματος, ἐπισπώμενος βιαίῳ πνεύματι, καὶ συν‐ τόνῳ ῥοίζῳ. Ὁ δὲ ἐλέφας σκιρτᾷ, καὶ τῇ προνομῇ τύπτει τὰ πλευρὰ, ὡς τοῦ δράκοντος καθεζόμενος· εἶτα ἐκκενουμένου τοῦ αἵματος, οὐκέτι πηδᾷν δυνά‐ μενος, τρέμων ἵσταται, μικρὸν δὲ ὕστερον πίπτει, καὶ
55τῶν σκελῶν ἐξασθενησάντων· εἶτα καὶ ἀποψύχει, καὶ

744

συνεπιλαμβάνει τὸν δράκοντα· ὁ δὲ δράκων ὃν περιέ‐ θετο δεσμὸν λῦσαι μὴ δυνάμενος, καὶ τῷ βάρει τοῦ ἐλέφαντος πιεζόμενος, πνιγεὶς τελευτᾷ. Θερμὸς ὁ ἵππος πρὸς ἐπιθυμίαν τοῦ θήλεος. Νωθὸς
5ὁ ὄνος, καὶ ὀξυήκοος, καὶ μνήμων. Μνησίκακον κά‐ μηλος. Ἀνήμερον λύκος. Εὐσταθὴς ὁ βοῦς. Εὐχάριστος ὁ κύων, καὶ φιλοδε‐ σπότης· πολλάκις γὰρ καθ’ ὁδὸν φονευομένοις αὐτοῖς ἐπαπέθανεν· ἕτεροι δὲ καὶ τοὺς φονεῖς κατεμήνυσαν,
10καὶ τὴν ἔνδικον πείσασθαι αὐτοὺς τιμωρίαν προεξέ‐ νησαν. Τὴν δὲ ὕαιναν ὑπετόπησάν τινες ὑπονοήσαντες ἀμείβειν κατ’ ἔτος τὴν θηλυκὴν φύσιν ἐπὶ τὸ ἄῤῥεν, ἢ τὴν ἄῤῥενα ἐπὶ τὸ θῆλυ. Ἔχει δὲ οὐχ οὕτως· τὸ
15γὰρ ζῶον, ἀσελγέστατον πάνυ ὑπάρχον, πρὸ τοῦ πόρου ὑπὸ τὴν κέρκον ἐξοχὴν κέκτηται, αἰδοίῳ θη‐ λυκῷ παραπλήσιον, ὅπερ οὐκ ἔχει πόρον, ἢ μόνον κοιλότητα, εἰς οὐδὲν μήτρας χρειῶδες καθεστηκυῖαν, καὶ κενὴν μόνην λαγνείαν δέχεται. Διὰ γοῦν τὸν ὑπερ‐
20βάλλοντα πασχητιασμὸν τοῦτο ὁ ἄῤῥην καὶ ἡ θήλεια ἔχουσι τὸ ἰδίωμα· ὅταν γὰρ οἱ πόροι πεπληρωμένοι ἀσχολοῦνται περὶ τὴν κύησιν, ἐν ἀλλήλοις τὴν παρὰ φύσιν μίξιν ἐργάζονται. Ὅθεν σπανιώτατόν ἐστιν εὑρεῖν θήλειαν ὕαιναν· οὐ γὰρ συνεχεῖς αἱ κυήσεις
25τῷ ζώῳ γίγνονται. Ὁ δὲ λαγωὸς πρὸς συνουσίαν ἐστὶν ἀκρατέστερος. Ἡ δὲ θήλεια κατὰ μῆνα τίκτει, καὶ τεκοῦσα πάλιν ὑπὸ τοῦ τυχόντος λαγωοῦ ὀχεύεται, καὶ συλλαμβάνει ἔτι θηλαζομένη· οὐ γὰρ ἀρκεῖται ἑνί.
30 Τὸν δὲ γρῦπα φασὶν εἶναι ζῶον παμμεγεθέστατον ὡς ἀρουραίαν σκιὰν ἐκτελεῖν· ἁρπάζει δὲ λέοντα οὕ‐ τως εὐχερῶς, ὡς ἀετὸς παρ’ ἡμῖν λαγωόν. Ἔστι ζῶον χαραδριὸς ὁ παρὰ Μωϋσῇ μνημονευό‐ μενος, λευκότατος, δι’ ὅλον τὸ σῶμα μὴ ἔχων σπῖλον
35ἄλλης χρόας· καὶ τούτου τὰς ἐκρύσεις τοὺς ἀμβλυω‐ ποῦντας ἰᾶσθαί φασι. Καταμένειν δὲ αὐτὸν ἐν ταῖς αὐλαῖς ταῖς βασιλικαῖς ἱστοροῦσι, προφήτην ζωῆς καὶ θανάτου τοῖς κάμνουσι τῶν ἀνθρώπων γιγνόμε‐ νον. Ὅταν γὰρ, φασὶν, ἀῤῥωστία τις περιπέσῃ, ἄγου‐
40σιν ἐνώπιον αὐτοῦ τὸν χαραδριὸν, καὶ εἰ προσχῇ τῷ νοσοῦντι, καὶ ὁ νοσῶν αὐτῷ, καταπίνει τὴν νόσον ὁ χαραδριὸς αὐτοῦ, καὶ ἀνίπταται εἰς τὸν αἰθέρα τοῦ ἡλίου, κἀκεῖ τὴν νόσον τοῦ ἀνθρώπου διασκεδάζει· εἰ δὲ μὴ προσχῇ, γινώσκουσιν, ὅτι τελευτήσει ὁ κάμνων.
45 Ὁ δὲ μονόκερως ζῶόν ἐστι μικρὸν, ὅμοιον ἐρίφῳ, δριμύτατον σφόδρα. Ἓν δὲ κέρας μόνον ἐπὶ τῆς κο‐ ρυφῆς ἔχει τῆς κεφαλῆς, καὶ θηρᾶται τοιώσδε· Παρ‐ θένον ἁγνὴν ῥίπτουσιν αὐτοῦ ἐπίπροσθεν· ὁ δὲ εἰς τοὺς κόλπους αὐτῆς ἐφάλλεται· ἡ δὲ περιθάλπουσα

744

(50)

αὐτὸν εἰς τοὺς οἴκους τῶν βασιλέων ἀποκομίζει. Ἔστι ζῶον καλούμενον καστόριον, ἤπιον πάνυ καὶ ἡσύχιον· χρησιμεύει δὲ τὰ αἰδοῖα αὐτοῦ πρὸς ἴασιν. Διωκόμενον οὖν ἐπὶ τοῦτο ὑπὸ τῶν θηρευτῶν, ἀπο‐ κόπτει αὑτοῦ τὰ αἰδοῖα, καὶ ἐφίστησι τοὺς διώκοντας.
55Ἐπιδιωκόντων δὲ ἄλλων, ἀποκεκομμένον ἑαυτὸν δεί‐
κνυσι, καὶ ἐκκόπτει τοῦ δρόμου τοὺς θηρευτάς.

745

Ὁ δὲ μυρμηκολέων πατέρα ἔχει πρόσωπον λέοντος ἔχοντα, τὴν δὲ μητέρα μύρμηκος. Καὶ ὁ μὲν πατὴρ σαρκοφάγος ἐστὶν, ἡ δὲ μήτηρ ὀσπριοφάγος, καὶ γεν‐ νῶσι διφυῆ τὸν μυρμηκολέοντα, τὸ μὲν πρόσωπον
5ἔχοντα λέοντος, τὸ δὲ μέρος τὸ ὄπισθεν μύρμηκος· καὶ μὴ δυνάμενος μήτε κρέα μήτε ὄσπρια ἐσθίειν, ἀποθνήσκει. Ὁ δὲ ὄναγρος ἀγελάρχης ἐστὶ, καὶ τῶν γενομένων ἀῤῥένων θλᾷ τὰ αἰδοῖα, καὶ οὐ σπερματίζουσιν.
10 Ὁ δὲ ἐχῖνος ὡς σφαῖρά ἐστι τῷ σώματι, καὶ ὁ νῶ‐ τός ἐστιν αὐτοῦ ὁλόκεντρος, τῶν κέντρων ὁμοίων ὄν‐ των τοῖς τῶν θαλαττίων ἐχίνων κέντροις. Πορεύεται γοῦν ἐπὶ τὸν βότρυν τῆς ἀμπέλου, καὶ κατασπᾷ ῥᾶ‐ γας, καὶ ἐγκυλισθεὶς περιπείρει τὰς ῥάγας τοῖς
15κέντροις καὶ ἀφικνεῖται. Δολερὸν ἡ ἀλώπηξ διὰ τοιᾶσδε μηχανῆς θηρωμένη τοὺς ὄρνιθας. Εὑροῦσα γὰρ τελμιστὴν, ἐγκυλίεται εἰς αὐτὴν, καὶ πάλιν ἐνειλεῖται λεπτοτάτῃ κόνει ἢ ἀχύ‐ ροις, καὶ τίθησιν ἐπὶ τοῦ πεδίου ἑαυτὴν τὰ ὄμματα
20ἀναπετάσασα, ἢ καὶ τὸ πνεῦμα εἰς ἑαυτὴν ἐπισπῶσα, ὡς φυσηθεῖσαν αὐτὴν ὑπὸ τῶν πετεινῶν νομισθῆναι νεκρὰν, ἅτινα καὶ καταπτάντα ἐπ’ αὐτὴν εὐθέως κα‐ τεσθίει ἀρπάσασα. Ἡ σαῦρα γηράσασα πηροῦται, καὶ εἰς ῥαγάδα
25τοίχου πρὸς ἀνατολὰς ἐστοχασμένως βλέπουσα εἴσεισι, καὶ τοῦ ἡλίου ἀνίσχοντος ἀναπετάσασα, ὑπὸ τῆς ἀκτῖνος τῆς ἡλιακῆς καταυγασθεῖσα ἀνηλεοῦται, καὶ ὑγιὴς ἀποκαθίσταται. Οὕτω δὴ καὶ σὺ, ὦ ἄνθρωπε, ὅταν γηράσῃς ἐν ἁμαρτίαις, καὶ τυφλωθῇς τὴν διά‐
30νοιαν, τῆς δικαιοσύνης ζήτει τὸν Ἥλιον, ἵνα ἀνακαινι‐ σθῇς ἐν δικαιοσύνῃ, ἀτενίσας εἰς αὐτὸν καὶ τοῖς τῆς ψυχῆς ἀναβλέψῃς ὀφθαλμοῖς. Πάντων δὲ τῶν θηρίων πνευματικώτατον τυγχάνει καὶ πυρωδέστατον, καὶ ποικίλων σχημάτων τύπους
35ἀποτελεῖ ὁ δράκων ἑλικοειδὴς, καὶ ποιῶν τῆς πορείας τὰς ὁρμὰς, τάχιστα ἐφ’ ᾧ βούλεται ἔπεισιν. Ἔστι· δὲ καὶ πολυχρόνιον· οὐ μόνον γὰρ τὸ γῆρας ἀπαμφίσκε‐ ται, ἀλλὰ καὶ αὔξησιν μείζονα ἐπιδέχεται. Ἐπὰν οὖν τὸν ὡρισμένον τῆς ζωῆς ἐκτελέσῃ χρόνον, εἰς ἑαυτὸν
40ἀναλίσκεται· οὐ γὰρ ἰδίῳ ἀποθνήσκει τέλει πρὸ τοῦ τῆς ζωῆς ἐκπληρῶσαι τὸν ὅρον, εἰ μὴ βίᾳ ἀναιρεθῇ ὑπό τινος. Τούτῳ ὁ ἰχνεύμων μονομαχεῖ, χρίσας ἑαυ‐ τὸν πηλῷ, καὶ τοὺς μυκτῆρας τῇ κέρκῳ ἐπικαλύπτων. Ἀλλὰ μὴν καὶ πρὸς τὴν Αἰγυπτίαν ἀσπίδα ποιεῖται
45συμπληγάδα τοιῶσδε· Αὕτη μὲν ἔπεισιν αὐτῷ πολλῷ ῥοίζῳ τὴν οὐρὰν ἑλικοειδῶς ἐπισύρουσα, τὰ δ’ ἀπὸ στηθῶν πρὸς τῇ κεφαλῇ ἄνω πηδῶσα μετέωρος, εὔ‐ στερνός τε καὶ πλατυαύχην ἐκφυσηθεῖσα, θυμοῦ τε ἔμπλεως γενομένη ἐπέρχεται, περιφέρουσα τὴν γλῶτ‐

745

(50)

ταν μετὰ συντόνου συριγμοῦ· ὁ δὲ ἰχνεύμων, ὀρθώ‐ σας τὴν κέρκον, ἐπισείει ἀπατῶν αὐτὴν, καὶ μεθέλ‐ κων, τοῖς δὲ ἕμπροσθεν ὀκλάσας ποσὶν ἐπιφέρεται, καὶ ταπεινωθεὶς ὅλος τὴν ὄψιν μόνην ἐκτείνει, καρα‐ δοκῶν μὴ φθάσῃ πληγὴν καιρίαν δέξασθαι. Ἐπειδὰν
55οὖν ἴδῃ τὴν ἀσπίδα, ὡς πρὸς θηρίον τὴν κέρκον ἁμιλ‐ λωμένην προθύμως, αἰφνιδίως ἐπιπηδήσας τὸν αὐ‐
χένα αὐτῆς πιέζει, καὶ ἀποπνίγει.

748

Σαῦρα δὲ ἡ λεγομένη σαλαμάνδρα, ἐὰν εἰς κάμινον, ἢ βαλανεῖον ἐπεισέλθῃ, ἀποψυχραίνει αὐτό. Φασὶ δὲ τὴν ἔχιδναν διὰ στόματος τοῦ ἄῤῥενος τὴν γονὴν δέχεσθαι, καὶ συναποκόπτειν τοῖς ὀδοῦσι αὐτὸ
5τὸ μόριον, καὶ ἀποκτείνειν αὐτόν. Αὕτη δὲ, ἔγγυος γενομένη, ὑπὸ τῶν τέκνων ἀναιρεῖται· ἔτι γὰρ ἐν τῇ κοιλίᾳ αὐτῆς ὑπάρχοντα τὴν μήτραν καταφαγόντα, καὶ τὴν κοιλίαν ἀναῤῥήξαντα διὰ τῆς πλευρᾶς ἔξεισι. Γηράσας δὲ ὁ ὄφις ἐκτυφλοῦται, καὶ νηστεύσας
10ἡμέρας τεσσαράκοντα χαυνοῦται τῷ σώματι, καὶ εἰσ‐ έρχεται εἰς ῥαγάδα πέτρας στενὴν, καὶ τῇ βίᾳ δια‐ συρόμενος τὸ δέρμα τὸ γεροντικὸν ἀποδύεται, καὶ ἀνανεοῦται. Ὅταν δὲ διψήσῃ, τὸν ἰὸν πρότερον ἀπο‐ τίθεται, καὶ οὕτως ἐκπίνει τὸ ὕδωρ ἐκ τῆς πηγῆς.
15Ἀγρεύων δὲ τοὺς μυοξοὺς ἐκτυφλοῖ καὶ τρέφει, καὶ πεπανθέντας κατεσθίει αὐτούς. Ἐὰν δὲ γυμνὸν θεά‐ σηται ἄνθρωπον, οὐ πρόσεισιν· εἰ δὲ ἐνδεδυμένον, ἐφάλλεται. Ὁ δὲ βασιλίσκος ἰὸν θανατηφόρον ἀποπέμπει τῷ
20ὀφθαλμῷ, ὥστε τὸν θεασάμενον παραχρῆμα ἀπονε‐ κροῦσθαι. Τὸ δὲ φύσημα αὐτοῦ τυγχάνει πύρινον, καταφλέγον χώρας, καὶ τόπον σύνδενδρον. Ἱστοροῦσι δὲ αὐτὸν τοιούτῳ τρόπῳ συνίστασθαι. Ἐπὰν ὄφεις πλείονες κατακλεισθῶσιν ὁμοῦ, καὶ λοιμώξωσιν (ἐπει‐
25δήπερ τὸ ζῶόν ἐστι παμμίαρον), ἕκαστος τὸν πλησίον κατεσθίει· καὶ ὁ ἰσχυρότερος ἀναλίσκων ὄφις τὸν ἀσθενέστερον, καὶ πληρωθεὶς πάντων τῶν ὄφεων ἰοῦ, ὧν κατεδήδοκε, βασιλίσκος γίγνεται ἰὸν ἔχων χαλε‐ πώτατον, ὡς καὶ ἀπὸ μόνου τοῦ ὀφθαλμοῦ θανατοῦν.
30 Ὁ δὲ κάνθαρος, ἐκ τῆς βοείας ὄνθου κυκλοτερὲς σχῆμα πλασάμενος, ἀντιπρόσωπος κυλινδεῖ. Φασὶ δὲ αὐτὸν ἑξάμηνον ἐπάνω τῆς γῆς, καὶ σπερμαίνειν εἰς τὴν ὄνθιον σφαῖραν, καὶ τίκτειν ἄῤῥενα κάνθαρον· οὐ γὰρ θῆλυς ὑπάρχει κάνθαρος πώποτε. Καὶ οἱ Αἰγύ‐
35πτιοι διὰ τὴν τοιαύτην φύσιν αὐτοῦ σέβονται αὐτὸν εἰς ἥλιον μετασχηματίζοντες, ἐπειδὴ κυλίει σφαῖραν, καὶ τὰ ἄστρα ὄφεων σχήμασιν ἀπεικάζουσι, διὰ τὸ λοξὴν ποιεῖσθαι τὴν πορείαν αὐτούς. Οἱ δὲ μύρμηκες τὸν σῖτον συνάγοντες διὰ μέσου
40τῶν κόκκων τέμνουσι, πρὸς τὸ μὴ ἐκφύσαι αὐτὸν νοτιζόμενον· καὶ μένουσι τὸν χειμῶνα ἀπρόϊτοι, διὰ τοῦ θέρους αὐτάρκη τὴν τροφὴν πορισάμενοι. Ἡ δὲ βδέλλα, σκωληκοειδὲς ζῶον ὑπάρχουσα, ἐν τοῖς γλυκέσιν ἐκδιαιτᾶται ὕδασι· καὶ πίνων τις λά‐
45βρως συγκαταπίνει αὐτὸ, διὰ τὴν πολλὴν λειότητα συνολισθαίνει τῷ πινομένῳ ὕδατι. Καὶ οὐ μικρὰν ἐξ αὐτοῦ βλάβην ὑφίσταται, τῆς σαρκὸς τοῦ αἵματος ἐκμυζοῦντος αὐτοῦ, καὶ τούτου αὔξοντος· ἀχόρταστον δὲ τυγχάνει πρὸς δίψαν αἵματος. Καὶ πολλάκις αὐτὸ

748

(50)

τῆς ἀφαιρέσεως δεομένοις ἰατροῖς οὐκ ἀνιμᾶται, ἕως ὅτου διαῤῥαγείη. Ταῖς δὲ ἀσπίσι καὶ τοῖς ἄλλοις τοῖς δηκτικοῖς ἑρ‐ πετοῖς αἴλουρός ἐστι πολέμιος. Τῶν δὲ ὄφεων, καὶ τῶν ἀκρίδων, καὶ τῶν καμπῶν ὁ ἴβις. Τοῖς δὲ κερά‐
55σταις, καὶ σκορπίοις, καὶ τοῖς ἄλλοις μικροῖς ἑρπε‐
τοῖς ὁ ἱέραξ θανατηφόρος καθέστηκεν. Ἔστι δὲ τοῦτο

749

συμπαθὲς πρὸς τὸν ἄνθρωπον· ἐὰν γὰρ θεάσηται αὐ‐ τὸν νεκρὸν καὶ ἄταφον, κατοδύρεται, καὶ γῆν ἐπιῤ‐ ῥίπτει αὐτῷ. Μετὰ δὲ τὴν τοῦ κόσμου ποίησιν, ὕστερον τὸν ἄν‐
5θρωπον ὁ Θεὸς ἐδημιούργησε, τῷ μὲν θερμῷ θραύσας τὸ ψυχρὸν, τῷ δὲ ξηρῷ δήσας τὸ ὑγρὸν, καὶ λύσας πάλιν τὸ ξηρὸν τῷ ὑγρῷ, συνεστήσατο αὐτὸν, ἔχοντα πάντα τὰ μέρη τοῦ παντός. Ὥσπερ γὰρ ἡ γῆ ἑστῶσα τὸν ψυχρὸν ἀέρα περικεχυμένον ἐν ἑαυτῇ κέκτηται, τε‐
10ταγμένως δὲ ἐπ’ αὐτῷ τὸ πῦρ αἰωρούμενον, καὶ πάλιν τὸ ὕδωρ περιθέον κύκλοθεν αὐτήν· οὕτω δὴ καὶ ὁ ἄν‐ θρωπος καθάπερ γῆ τῶν ὀστέων στερεμνίᾳ φύσει, καὶ τῇ ἐπ’ αὐτὸν κεχυμένῃ σαρκὶ συνεστὼς τὴν πνευμα‐ τικὴν διὰ τῶν μυκτήρων ἀναπνοὴν, ὥσπερ ἀέρα κε‐
15κλήρωται τὴν ἔμφυτον αὐτοῦ θερμότητα καὶ κατα‐ ψύχουσαν. Καὶ γὰρ ὁ ὑπὲρ κεφαλῆς ἡμῶν ἀὴρ, τὴν πυρώδη τοῦ ἀέρος φύσιν καταψύχων, εὔκρατον παντὶ τῷ βίῳ τῶν ζώων καθίστησι. Τὸ δὲ θερμὸν τὸ ἐν‐ υπάρχον τῷ σώματι τοῦ ἀνθρώπου τὴν τοῦ φλέγματος
20ἐκτήκει ἀμετρίαν, καθάπερ κρυσταλλῶδες πίλημα ὕδατος. Αἱ δὲ φλέβες καὶ τὸ αἷμα τὸ ἐν αὐταῖς ποτα‐ μῶν μιμήματα ἀποσώζουσιν. Τοιοῦτον ὁ Θεὸς τεκτη‐ νάμενος τὸν ἄνθρωπον ἐκ τῆς γῆς, καὶ δοὺς αὐτῷ λογικὴν ψυχὴν, τοῦ παραδείσου τῆς τρυφῆς ἀπο‐
25λαύειν αὐτὸν παρ.................. Εἶτα τῆς ἐντολῆς παρακούσαντα εἰς τὴν γῆν αὐτὸν ταύτην μετέστησεν, ἐπίμοχθον αὐτῷ τὸν βίον ἔχειν ἐπ’ αὐτῆς ἀποφηνάμενος. Γνωρίσας οὖν τὴν γυναῖκα αὐτοῦ Εὔαν, υἱοὺς δύο
30ἐγέννησε, τὸν Κάϊν, καὶ τὸν Ἄβελ. Καὶ ὁ μὲν Κάϊν ἦν γεωργὸς, ὁ δὲ Ἄβελ ποιμὴν, καὶ τοῦ γεωργοῦ οὐ μετῄει τὰς ἀπαρχὰς τῶν καρπῶν. Προσήνεγκεν ὁ Ἄβελ τῷ Θεῷ· καὶ ἡ θυσία αὐτοῦ ἐδέχθη. Ὁ δὲ Κάϊν, πρῶτος αὐτὸς τῶν γεννωμένων ἐμφορηθεὶς,
35οὕτως ἀνήνεγκε· καὶ ἄδεκτος αὐτοῦ ἡ θυσία ἐγένετο. Καὶ ὀργισθεὶς ἐπὶ τούτῳ ὁ Κάϊν, ἀνεῖλε φθόνῳ τὸν ἀδελφὸν αὐτοῦ· καὶ ὁ Θεὸς ἐπάρατον αὐτὸν ποιησά‐ μενος, καὶ τῆς γῆς ἐκείνης ἐξέβαλεν. Ὁ δὲ, πολλὴν περινοστήσας ὁδὸν, εἰς τόπον τινὰ Καϊνᾶν ὀνομαζό‐
40μενον ἦλθε, καὶ πᾶσαν ἀῤῥητοποιίαν μετήρχετο, τοὺς παριόντας ἐνεδρεύων, καὶ ἀναιρῶν, καὶ ἐκ τῶν σκύ‐ λων χρημάτων συνάγων πλῆθος ἀμύθητον. Πρῶτος δὲ Κάϊν μέτρα, καὶ σταθμοὺς, καὶ ὅρους γῆς ἐπενόησε, καὶ οἰκοδομὴν πόλεως, πάντων τῶν
45κατ’ ἐκεῖνο καιροῦ τὸν ἀκέραιον καὶ ἀπράγμονα βίον ἀσπαζομένων. Ὁ δὲ Ἀδὰμ, μένων ἐν ᾧ τόπῳ ἐτύγ‐ χανε, πολλοὺς παῖδας καὶ θυγατέρας ἐποίησεν, ἐν οἷς ἐξαίρετός τις ὑπῆρχεν ὁ Σὴθ, ὅστις ἐν ἡλικίᾳ γενό‐ μενος πολλὰς ἀρετὰς ἐπενόησεν, ὧν καὶ τοὺς ἀπογό‐

749

(50)

νους αὐτοῦ ζηλωτὰς καταλέλοιπεν. Οὗτος γὰρ πρῶτος ἀστρονομίαν καὶ πᾶσαν τὴν οὐράνιον ἐφεῦρε διακό‐ σμησιν, ἥντινα ἄχρι τῶν ἐσχάτων χρόνων διαμεῖναι τοιῶσδε ὁ Ἀδὰμ παρεσκεύασε· μέλλων γὰρ τελευτᾷν
ὁ Ἀδὰμ προφητεύει τοῖς παισὶ μέλλειν τὸν Θεὸν τὴν

752

ἐν κόσμῳ φύσιν ἀπαλείφειν πυρὶ καὶ ὕδατι· καὶ ἀκούσαντες οἱ περὶ τὸν Σὴθ δύο στήλας ἐποίησαν, τὴν μὲν ἐκ λίθου, τὴν δὲ ἐξ ὀπτῆς πλίνθου κατα‐ σκευάσαντες· καὶ ἐν ταύταις πᾶσαν τὴν οὐράνιον φορὰν
5ἐνεχάραξαν, πρὸς τὸ μὴ ἄληστον τὴν τῆς ἀστρονο‐ μίας αὐτῶν γενέσθαι εὕρεσιν· ἵνα, εἰ μὲν ὕδατι τὰ πάντα φθείρεται, ἡ λίθινος στήλη φυλάττηται, εἰ δὲ πυρὶ, ἡ ὀστρακώδης. Γενομένης οὖν τῆς κατομβρίας, ἡ λίθινος στήλη διέμεινεν, ἥτις ἄχρι τῆς δεῦρο μένει
10ἐν γῇ τῇ Σηϊρειὰδ ἐστηλωμένη. Ἐγέννησε δὲ ὁ Κάϊν τὸν Ἐνὼχ, καὶ ὁ Ἐνὼχ τὸν Γαϊδὰδ, καὶ ὁ Γαϊδὰδ τὸν Μαλελεὴλ, καὶ ὁ Μαλελεὴλ τὸν Μαθουσάλα, καὶ οὗτος τὸν Λάμεχ. Καὶ ὁ Λάμεχ δύο γυναῖκας ἠγάγετο, Ἀδὰν καὶ Σελὰν, καὶ ἐξ αὐ‐
15τῶν τρεῖς παῖδας ἐποίησεν, ἐκ μὲν τῆς Ἀδὰν τὸν Ἰωβὴλ, ὅστις κτηνοτρόφος ἐγένετο, καὶ τὸν Ἰουβὰλ, ὃς ψαλτήριον καὶ κιθάραν ἐξεῦρεν. Ἐκ δὲ τῆς Σελὰν τὸν Θόβελ, ὅστις σφυροκόπος χαλκοῦ καὶ σιδήρου ἐγένετο. Ὁ δὲ Ἀδὰμ, ζήσας ἔτη ἐννακόσια δέκα δύο,
20ἀπέθανεν. Ἐνὼς δὲ υἱὸς τοῦ Σὴθ ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου· ζήσας δὲ ἔτη ἐννακόσια πέντε ἀπέ‐ θανε. Καὶ ὁ υἱὸς αὐτοῦ Καϊνὰν, ζήσας ἕτη ἐννακόσια δέκα, ἐτελεύτησε. Καὶ ὁ υἱὸς Μαλελεὴλ, ζήσας ἕτη
25ἑπτακόσια ἐννενήκοντα πέντε, ἀπέθανεν. Ὁ δὲ τού‐ του υἱὸς Ἰάρεδ, ἔτη βιώσας ἐννακόσια ἑξήκοντα, ἐτε‐ λεύτησεν. Τοῦ δὲ Ἰάρεδ υἱὸς Ἐνὼχ, εὐαρεστήσας τῷ Θεῷ, μετετέθη. Ὁ δὲ υἱὸς αὐτοῦ Μαθουσάλα, ζήσας ἔτη ἑπτακόσια καὶ ἑξήκοντα ἐννέα, ἐτελεύ‐
30τησε. Λάμεχ δὲ ὁ υἱὸς Μαθουσάλα, ζήσας ἕτη ἑπτα‐ κόσια πεντήκοντα τρία, ἀπέθανεν. Τούτῳ τῷ Λάμεχ υἱὸς Νῶε ἐγένετο ἀρεταῖς ἀγα‐ θῶν πράξεων ἡδόμενος, ὃς ἔπειθε τὸ ἀνθρώπινον γένος μεταβληθῆναι ἀπὸ τῆς κακίας εἰς ἀρετήν·
35ἄχρι γὰρ ἑβδόμης γενεᾶς οἱ ἄνθρωποι δεσπότην τῶν ἁπάντων τὸν Θεὸν ἐπεγράφοντο, καὶ δικαιοσύνης ἐφρόντιζον. Ὕστερον δὲ τοῦ χρόνου προϊόντος εἰς πᾶσαν πα‐ ρανομίαν ἐξώκειλαν. Ὡς οὖν ὁ Νῶε οὐκ ἔπειθε τῆς
40κακίας ἀποστῆναι αὑτοὺς, τὴν συνουσίαν αὐτῶν βδε‐ λυξάμενος εἰς ἄλλην γῆν ἀνεχώρησε. Καὶ προστάττει αὐτῷ ὁ Θεὸς κατασκευάσαι κιβωτὸν τετράστεγον, ἔχουσαν τὸ μὲν μῆκος τριακοσίων πηχῶν, τὸ δὲ πλά‐ τος πεντήκοντα, καὶ τὸ βάθος τριάκοντα, ὅπως, ἐπ’
45αὐτῆς ἅμα τῇ συγγενείᾳ αὐτοῦ καθείρξας ἑαυτὸν, ἐκφύγῃ τὸν ἐκ τοῦ κατακλυσμοῦ κίνδυνον. Ἐβούλετο γὰρ ὁ Θεὸς τοιαύτῃ τιμωρίᾳ τὴν πονηρίαν τῶν τότε ἐξαφανίσαι. Ἐπενεχθέντος δὲ τοῦ κατακλυσμοῦ ἐκα‐ λύφθη τὰ ὑψηλὰ τῶν ὀρέων ὑπὸ τοῦ ὕδατος. Ἔτι

752

(50)

γὰρ καὶ νῦν ἐπὶ τῆς ἀκρωρείας τοῦ Λιβάνου λίθους εἰς οἰκοδομήν τινες ἐκτέμνοντες, θαλαττίων ἰχθύων γένη εὑρίσκουσιν, οὓς συνέβη εἰς τὰ κοιλώματα τῶν
ὀρέων συναποπαγῆναι τῇ ἰλύϊ.

753

Ἡ δὲ κιβωτὸς, ἀνυψωθεῖσα ὑπὸ τοῦ ὕδατος, εἰς ἄκραν τινὰ ὄρους τοῦ κατὰ τὴν Ἀρμενίαν ἔστη, καὶ λωφήσαντος τοῦ ὕδατος, οἱ ἐν τῇ κιβωτῷ πάντες ἐξεπορεύθησαν. Καὶ τὸν τόπον ἕτι καὶ νῦν ἐκεῖνον
5Ἀποβατήριον οἱ ἐπιχώριοι προσαγορεύουσι, καὶ τὰ λείψανα τῆς κιβωτοῦ ἐπιδεικνύουσι, καὶ τῇ ἀσφάλτῳ αὐτῆς εἰς ἀποτροπιασμοὺς κέχρηνται. Ὁ δὲ Νῶε ἐτελεύτησεν ἔτη ζήσας ἐννακόσια καὶ πεντήκοντα, καὶ οἱ υἱοὶ αὐτοῦ, δεδοικότας τοὺς ἄλ‐
10λους πάντας ἀπὸ τοῦ ὄρους μεταναστῆναι, (ὑπώπτευον γὰρ ἑτέρας αὖθις πειρασθῆναι ἐπομβρίας·) πείθουσι κατελθεῖν, καὶ τὴν ἡπλωμένην κατοικίσαι πεδιάδα. Ἵνα δὲ μὴ πληθυνθέντες στάσιν μετ’ ἀλλήλων κινή‐ σωσι, προσέταττεν αὐτοῖς ὁ Θεὸς ἀποικίας ποιήσα‐
15σθαι. Οἱ δὲ οὐχ ὑπήκουσαν, γῆν καλὴν γεωργοῦν‐ τες, καὶ καρπῶν ἀφθονίαν μεγίστην ἔχοντες. Πάλιν οὖν συμφορᾷ χαλεπῇ ὑποβάλλει αὐτοὺς πρὸς τὸ τὴν ἀποικίαν στείλασθαι. Οἱ δὲ οὐδ’ οὕτως εἶξαν τοῦ Θεοῦ τῷ βουλήματι, τὴν εὐφορίαν τῆς γῆς οὐ κατ’
20εὐμένειαν τοῦ Θεοῦ, ἀλλὰ κατ’ ἰδίαν ἰσχὺν περιεῖναι αὐτοῖς ὑπελάμβανον. Ταύτην δὲ τὴν οἴησιν ἔχειν αὐτοὺς Νεβρὼθ ἔπειθεν ὁ γίγας, τολμηρός τις ὢν, καὶ κατὰ χεῖρα γενναῖος, ὃς καὶ, τοῦ Θεοῦ ἀποστήσας αὐτοὺς, αὐτῷ τῷ σέβας περιποιεῖσθαι αὐτοὺς ἠνάγ‐
25κασε, καὶ δὴ πύργον αὐτοὺς ἐπιτρέπει τεκτήνασθαι τῷ ὕψει τοῦ οὐρανοῦ ἐπιψαύοντα, ἀπειλῶν τὸν Θεὸν ἀνταμύνασθαι, εἰ πάλιν τῷ κόσμῳ ἐπενέγκῃ κατα‐ κλυσμόν. Τοῦ γοῦν πλήθους πολλῇ σπουδῇ τῇ μανίᾳ συνερ‐
30γοῦντος αὐτῷ, καὶ λόγου θᾶττον τὸν πύργον κατα‐ σκευάζοντος, ὁ Θεὸς τὴν διάλεκτον αὐτῶν παραχρῆμα συνέχεε, καὶ ὑπὸ τῆς ἀνομοιογλωσσίας διεσκεδάσθη‐ σαν, κἀκ τούτου ὁ τόπος Βαβυλῶνα τὴν κλῆσιν εἴλη‐ φεν, τῶν Ἑβραίων τὴν σύγχυσιν Βαβυλὼν ὀνομα‐
35ζόντων. Ἕκαστος γοῦν τὴν προστυγχάνουσαν γῆν κατε‐ λάμβανε, καὶ ἐπλήρουν πᾶσαν παράλιόν τε καὶ ἤπειρον, ἔτι δὲ καὶ τὰς νήσους· τὸ γὰρ πέλαγος πλοίοις διαπορθμεύοντες ταύταις ἐγκαθωρμίζοντο.
40 Ἔνια γοῦν τῶν ἐθνῶν σώζει τὰς προσηγορίας τῶν κτισάντων, ἔνια δὲ καὶ μετέβαλε, τῶν Ἑλλήνων μετὰ ταῦτα κρατησάντων, καὶ ἰδίοις ὀνόμασι καλλω‐ πισάντων τὰ ἔθνη, καὶ νόμους δὲ αὐτοῖς οἰκείους ἔθεσαν πρὸς τὴν δόξαν τῆς κτίσεως σφετερίσασθαι
45αὐτοὺς, ὡς μηδεμίαν ὑπόνοιαν προγενεστέρων κατα‐ λιπεῖν τοῖς μετέπειτα. Ἐγένοντο οὖν τῷ Νῶε τρεῖς υἱοὶ, Σὴμ, Χὰμ, Ἰά‐ φεθ· ἀπὸ Ταύρου καὶ Ἀμμανοῦ τῶν ὀρῶν ἀρξάμενοι ᾤκησαν, καὶ προῆλθον ἐπὶ μὲν τῆς Ἀσίας ἄχρι πο‐

753

(50)

ταμοῦ Τανάϊδος, ἐπὶ δὲ τῆς Εὐρώπης ἄχρι Γαδείρων. Εἰσὶ δὲ οὗτοι· Γαμὲρ, ὅστις Γαμαρεῖς, τοὺς νῦν Γαλάτας, συνέστησεν· Ἀγὼδ Μαγώδεις, τοὺς νῦν Σκύθας· Ἀδαῒ Μαδαίους, τοὺς νῦν Μήδους· Οὐὰν Ἰωνίαν, καὶ τοὺς Ἕλληνας· Ὀβὲλ Θεοβέλους,
55τοὺς νῦν Ἴβηρας· Ὀσὸχ Μεσχηναίους, τοὺς νῦν

756

Καππαδόκας· Θέρας τοὺς Θείρας, τοὺς νῦν Θρᾷκας. Ἐγένοντο δὲ καὶ τῷ Γαμὲρ υἱοὶ τρεῖς· Σχανὰξ, ἐξ οὗ Ἀσχαναξαῖοι, οἱ νῦν Ῥηγῖνες· Ῥιφὰθ, ἐξ οὗ. Ῥι‐ φαθέοι, οἱ νῦν Παφλαγόνες· Θυγραμμάϊς, ὃς συνέ‐
5στησεν Θυγραμμεῖς, τοὺς νῦν Φρύγας. Υἱοὶ δὲ τῷ Ἰωούα τρεῖς, Ἐλισασὰ, ἀφ’ οὗ Ἀλι‐ σαῖοι, οἱ νῦν Αἰολεῖς· Θαρσῆς, ἀφ’ οὗ Θαρσεῖς, οἱ νῦν Κύλικες· οὕτω γὰρ τὸ παλαιὸν ἡ Κιλικία ἐκα‐ λεῖτο· ἔτι γὰρ καὶ νῦν Θαρσῆς ἡ μητρόπολις αὐτῆς
10καλεῖται· Χεθεὶμ Χεθειμὰ τὴν νῆσον, ἣν ἄρτι Κύ‐ προν προσονομάζουσιν· ἀπ’ αὐτῆς γὰρ πᾶσαν νῆσον καὶ τὴν παράλιον Ἑβραῖοι Ἠθθὼ καλοῦσιν. Οἱ δὲ υἱοὶ τοῦ Χὰμ, τὴν ἀπὸ Συρίας, καὶ Ἀμμα‐ νοῦ, καὶ Λιβάνου τῶν ὀρέων γῆν κατέσχον, ὅσα πρὸς
15θάλασσαν αὐτὴν τέτραπτο καταλαβόντες, καὶ τὰ μέ‐ χρι τοῦ Ὠκεανοῦ ἐξιδιωσάμενοι. Καὶ ἐνίων μὲν παν‐ τελῶς αἱ προσηγορίαι ἠμείφθησαν, ἐνίων δὲ εἰς ἑτέρας ἐνημείφθη δυσεπιγνώστους· ὀλίγων δὲ ἔτι αἱ ὀνομασίαι ἀκέραιοι σώζονται. Εἰσὶ δὲ υἱοὶ τοῦ Χὰμ
20οἵδε· Χοῦς, ἐξ οὗ Χουσαῖοι, οἱ νῦν Αἰθίοπες· Με‐ στρὲμ, ἐξ οὗ Μεστραῖοι, οἱ νῦν Αἰγύπτιοι· Φοὺτ, Φουτοὶ, οἱ νῦν Λίβυες, καὶ ἔτι τοῦ δεῦρο ὁ παρὰ Μαύροις ποταμὸς καὶ ἡ σύνεγγυς χώρα αὐτοῦ Φουτοὶ καλοῦνται. Ἐκλήθησαν δὲ Λίβυες τὸ ἔθνος, καὶ ἡ
25χώρα ἑνὸς τῶν ἀπὸ Μεστρὼν υἱῶν ὀνόματι Λίβυος βασιλεύσαντος αὐτῶν. Τῷ δὲ Χοῦς ἐγένοντο υἱοὶ ἑπτά· Σαβὰτ, ἀφ’ οὗ Σαβάκιοι, οἵτινες ἄχρι τοῦ δεῦρο τὴν ὀνομασίαν ἅμα τῇ χώρᾳ σώζουσιν· Εὐιλὰτ, ἐξ οὗ Εὐιλαῖοι, οἱ νῦν
30γε Τοῦλοι· Σαβὰθ, ἐξ οὗ Σαβαθηνοὶ, οἱ νῦν Ἀστά‐ βαροι· Ῥεγμαρὰ, ἐξ οὗ Ἀλλαῖοι, οἱ ἔτι καὶ νῦν ταύ‐ την τὴν κλῆσιν ἔχουσιν· Ἰουδαδὰν, ἐξ οὗ Ἰουδαδαῖοι, Αἰθιοπικὸν ἔθνος ὁμώνυμον μέχρι νῦν τῷ προπάτορι· Σεβεκαθὰ, ἐξ οὗ Σαβακτηνοὶ, οἳ καὶ αὐτοὶ ὁμώνυμοι·
35Νεβρὼδ οὗτος, μείνας ἐν τῇ Βαβυλῶνι, πρῶτος αὐ‐ τοῖς ἐτυράννησεν. Μεστρὲμ υἱοὶ ὀκτὼ, οἵτινες τὴν ἀπὸ Γάζης καὶ ἕως Αἴγυπτον κατέσχον γῆν. Τοῦ δὲ Φιλιστιεὶμ ἡ χώρα τότε κατεῖχεν ἕως τινὸς τὴν ὁμωνυμίαν, ὕστε‐
40ρον δὲ ἐκλήθη Παλαιστίνη. Ἐγένοντο δὲ καὶ τῷ Χανὰν παῖδες ἕνδεκα· Σιδὼν πρωτότοκος, ὅστις ὁμώνυμον ἑαυτοῦ πόλιν τῇ Φοι‐ νίκῃ Σιδῶνα ἔκτισεν· Ἀμάθιος τὴν Ἀμαθινὴν, τὴν νῦν Ἐπιφάνειαν, ᾠκοδόμησε, τῶν Μακεδόνων τινὸς
45κρατήσαντος αὐτῆς ἐπιδόξου, καὶ τὸ οἰκεῖον ὄνομα ἐπιθέντος αὐτῇ· Ἀρουκαῖος δὲ γῆν τὴν ἐν τῷ Λι‐ βάνῳ ἔκτισεν· Ἀρόδιος οὗτος Ἄραδον τὴν νῆσον ᾤκησεν· Ἀσένασσος, ἀφ’ οὗ Ἀσενναῖοι. Σαμάρειος δὲ Σαμάρειαν, Χετταῖος Χετταίους, Ἰεβουσαῖος Ἰε‐

756

(50)

βουσαίους συνεστήσατο· Ἀμοῤῥαῖος Ἀμοῤῥαίους, οἵ‐ τινες ᾤκουν τὴν Βεθήλ· Γεργεσαῖος Γεργεσαίους, οἵτι‐ νες τὰ ἐπέκεινα κατῴκουν τοῦ Ἰορδάνου ἄχρι Φιλα‐ δελφίας· Εὐαῖος Εὐαίους. Καὶ οἱ μὲν Κιναῖοι περὶ τὸν Λίβανον ᾤκουν καὶ Ἄμαρον· οἱ δὲ Ἐνιακεὶμ γίγαν‐
55τες τὴν Χεβρών· καὶ περὶ αὐτὴν οἱ Χετταῖοι καὶ οἱ

757

Φερεζαῖοι ἀναμὶξ τοῖς Χαναναίοις τὴν Παλαιστίνην κατεῖχον· οἱ δὲ Ῥαφίαν τὴν Φιλαδελφίαν· πάλιν δὲ οἱ Γεργεσαῖοι τὰ Γάδαρα, καὶ Γέργισαν πόλιν, καὶ τὴν Τιβεριάδα εἶχον λίμνην, καὶ οἱ Ἰεβουσαῖοι τὴν
5νῦν Ἱερουσαλήμ. Πέντε καὶ Σὴμ παῖδες ἐγένοντο, οἵτινες τὴν μέχρι τοῦ κατ’ ἰδίαν Ὠκεανοῦ Ἀσίαν κατῴκησαν, ἤτοι ἀπὸ τοῦ Εὐφράτου τὴν ἀρχὴν ποιησάμενοι. Εἰσὶ δὲ οὗ‐ τοι· Αἰλὰμ, ἀφ’ οὗ Αἰλαμαῖοι, οἱ νῦν Πέρσαι· Ἀσοὺρ,
10ἀφ’ οὗ Ἀσσύριοι· Ἀρφαξὰδ, ἀφ’ οὗ Ἀρφαξαῖοι, οἱ νῦν Χαλδαῖοι· Ἀρὰμ, ἀφ’ οὗ Ἀραμαῖοι, οἱ νῦν Σύ‐ ροι. Κατέσχον δὲ οὗτοι ἀπὸ Μεσοποταμίας ἕως τῶν ὀρέων Ἀραρὰτ, ἅ ἐστι πρὸς τὴν Ἀρμενίαν· Λοὺδ, ἀφ’ οὗ Λυδαῖοι, οἱ νῦν Λυδοί· Καϊνὰν, ἀφ’ οὗ Κα‐
15νᾶται. Υἱοὶ δὲ τοῦ Ἀρὰμ τέσσαρες ἐγεννήθησαν· Οὒζ, ὅστις ἔκτισε Δαμασκὸν καὶ τὴν Τραχωνῖτιν, ἥτις μέση τῆς Παλαιστίνης καὶ Κοίλης Συρίας ἐστίν· Οὒλ, ἀφ’ οὗ Λαζονεῖς· Γαθὲρ, ἀφ’ οὗ Σταφηνοί· Μεσὸχ,
20ἀφ’ οὗ Μασσήνιοι. Υἱοὶ Ἀρφαξάδ· Καϊνὰν, ἀφ’ οὗ Σογγοδιανοί· ἀπὸ τούτου δὲ καὶ ἡ ἀστρονομία καὶ οἰωνισμοὶ ἐπενοήθη‐ σαν. Υἱὸς δὲ ἐγένετο τῷ Καϊνὰν Σαλὰ, ἀφ’ οὗ Σουσια‐
25νοί. Υἱὸς τοῦ Σαλὰ Ἕβερ, ἀφ’ οὗ Ἑβραῖοι, οἵτινες τὴν ἀρχαίαν κατέσχον τὴν Ἑβραΐδα διάλεκτον, τοῦ Ἕβερ μὴ συμπαραγενομένου εἰς τὴν τοῦ πύργου οἰκοδο‐ μὴν, καὶ ἀλλοιωθέντος τὴν γλῶτταν.
30 Υἱοὶ δὲ τοῦ Ἕβερ Φαλὲκ, ἀφ’ οὗ Ἀδιαβηνοί· Ἰε‐ κτὰν, ἀφ’ οὗ Ἐδραμαῖοι. Ὁ δὲ Φαλὲκ διὰ τοῦτο ἐκλήθη Φαλὲκ, ἐπειδὴ κατὰ τὸν ἀπόστολον τῶν ἀποικιῶν ἐτέχθη. Φαλὲκ γὰρ οἱ Ἑβραῖοι μερισμὸν λέγουσιν, ἐπ’ αὐτοῦ ἐμερίσθησαν. Καὶ ὁ ὑπονοούμε‐
35νος τῶν ἐτῶν τῆς τοῦ κόσμου διαμονῆς ἀριθμὸς εἰς δύο διῃρέθη ἰσαίτατα· τρισχίλια γὰρ ἐπὶ τῇ γενέσει τῆς αὐτοῦ τοῦ κόσμου ὑπάρξεως ἔτη ἐπερατώθη. Λο‐ γιζόμεθα γὰρ διαμεῖναι τὴν κτίσιν ἄχρις ἕκτης χι‐ λιάδος, ἐπεὶ καὶ ἐν ἒξ ἡμέραις ὁ Θεὸς τὴν συντέλειαν
40τοῦδε τοῦ παντὸς συνεστήσατο. Χιλιετεῖς δὲ τὰς ἡμέρας λογίζεσθαι τὸ Θεῖον οἶμαι· Κυρίου γὰρ, φησὶν, ἡμέρα ὡς χίλια ἔτη. Γίνεται οὖν ἀπὸ Ἀδὰμ ἐπὶ τὴν τελευτὴν Φαλὲκ ἔτη τρισχίλια. Ἐπὶ δὲ τὴν τοῦ Κυρίου παρουσίαν καὶ
45ἀνάστασιν ἔτη πεντακισχίλια καὶ πεντακόσια τρι‐ άκοντα ἓν, ὡς λείπειν τετρακόσια πεντήκοντα ἐννέα ἔτη τῆς ἕκτης χιλιάδος. Ἔστι δὲ τῆς τοῦ κόσμου συν‐ τελείας σημεῖον τὸ σάββατον· καὶ εἰκότως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ὁ Κύριος ἐπιδημήσας τῷ

757

(50)

κόσμῳ ἐν παρασκευῇ πέπονθεν, ἥτις ἐστὶν ἡμέρα ἕκτη, καὶ ταύτης τῆς ἡμέρας ὥρα ἦν ὡσεὶ ἕκτη, ἡνίκα ἐσταυρώθη, τοῦ λόγου σημαίνοντος διὰ τοῦ τῆς ἕκτης χιλιάδος τὸ ἥμισυ· καὶ διὰ τοῦτο ὡρισμέ‐ νως οὐκ εἶπεν ὥρα ἕκτη, ὑπεμφαίνοντος τοῦ λόγου
55ὀλίγῳ πλείω τοῦ ἀριθμοῦ ὑπερπαίειν. Ἀπὸ δὲ τοῦ
Χριστοῦ ἐπὶ τὴν τριακονταετηρίδα Κωνσταντίνου

760

ἔτη ἐστὶ σξθʹ. Ὥσπερ δὲ ὁ Ἰωνᾶς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ἐν τῇ κοιλίᾳ τοῦ κήτους διατρίψας ὑγιὴς ἀπεδόθη, οὕτω καὶ ἡμεῖς πάντες, τὰς τρεῖς τοῦ αἰῶνος διαστάσεις ποιήσαντες ἐν τῇ γῇ, ἀναστησό‐
5μεθα. Τρία γὰρ τοῦ χρόνου ἐστὶ καθολικὰ διαστή‐ ματα, ἐνεστὼς, παρῳχηκὼς, μέλλων, ὧν τὰ σύμβολα ὁ Σωτὴρ ἡμῶν ᾠκονόμησε, τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ποιήσας ἐν τῇ γῇ, διδάσκων σαφῶς, ὅτι, τῶν προειρημένων περαιωθέντων διαστημάτων τοῦ χρό‐
10νου, ἔσται ἡμῶν ἡ ἀνάστασις, τοῦ μέλλοντος αἰῶνος ἀρχὴ ὑπάρχουσα. Υἱοὶ δὲ ἐγένοντο τῷ Ἰεκτὰν, Σαλμωδὰδ, ἀφ’ οὗ Ἰνδοί· Σάλεφ, ἀφ’ οὗ Βάκτροι· Ἀσαρμὼθ, ἀφ’ οὗ Ἄραβες· Ἰαρὰχ, ἀφ’ οὗ Καρμανοί· Ὀδοῤῥὰ, ἀφ’
15οὗ Μάρδοι· Ἰεζεὶλ, ἀφ’ οὗ Ἀῤῥιανοί· Δεκλὰ, ἀφ’ οὗ Κεδρούσιοι· Γεβὰλ, ἀφ’ οὗ Σκύθαι· Ἀβιμεὴλ, ἀφ’ οὗ Ὑρκανοί· Σαβεῦ, ἀφ’ οὗ Ἄραβες Εὐδαίμονες· Οὐφὶρ, ἀφ’ οὗ Ἀρμένιοι· Εὐϊλὰτ, ἀφ’ οὗ γυμνοσο‐ φισταί. Οὗτοι πάντες υἱοὶ Σήμ.
20 Ζαλὰ δὲ ἐγέννησε τὸν Ῥαγαῦ· Ῥαγαῦ δὲ τὸν Σε‐ ρούχ· Σεροὺχ δὲ τὸν Ναχὼρ, καὶ ἐδίδαξεν αὐτὸν τὴν τῶν Χαλδαίων μαντείαν καὶ ἀστρονομίαν. Ἐν δὲ τοῖς χρόνοις Σεροὺχ οἱ υἱοὶ Νῶε εἰδωλολατρεῖν ἤρ‐ ξαντο καὶ κακίαν πᾶσαν μετέρχεσθαι, καὶ οἰκοδομεῖν
25πόλεις, καὶ βασιλεῖς καθιστᾷν, καὶ πολιορκεῖν, καὶ ἁρπάζειν, καὶ αἰχμαλωτίζειν. Ναχὼρ δὲ ἐγέννησε τὸν Θάῤῥα, Θάῤῥα δὲ τὸν Ἀβραὰμ, καὶ τὸν Ναχὼρ, καὶ τὸν Ἀράν. Ἀρὰν δὲ τὸν Λὼτ, καὶ τὴν Σάῤῥαν, καὶ Μελχάν. Ὁ δὲ Ἀρὰν
30ἀπέθανεν ἐν πόλει Οὐρὴλ λεγομένῃ τῶν Χαλδαίων, ἐν ᾗ ἔτι καὶ νῦν τάφος αὐτοῦ δείκνυται. Ἀπέθανε δὲ ἐν τῷ ἐμπυρισμῷ, ᾧ ἐνεπύρισεν Ἀβρὰμ τὰ εἴδωλα τοῦ πατρὸς αὐτοῦ ἐν τῷ εἰσελθεῖν ἐξελέσθαι αὐτά. Γαμοῦσι δὲ τὰς ἀδελφὰς Μελχὰν μὲν Να‐
35χὼρ, Σάῤῥαν δὲ ὁ Ἀβραάμ. Καὶ οὐ παρανόμως τοῦτο ποιοῦσιν, ἐπειδὴ μηδὲ νόμος ἦν πώποτε ὁ κωλύων. Εἰ γὰρ τοὺς ἀπὸ τοῦ κοινοῦ πάντων πα‐ τρὸς Ἀδὰμ καὶ τῆς τούτου γυναικὸς γεννηθέντας ἄῤῥενας καὶ θηλείας, ἀδελφοὺς ὄντας καὶ ἀδελφὰς,
40ἡ φύσις ἐπὶ παιδοποιίαν προκαλουμένη, ἀδελφοὺς ἀδελφαῖς ἀνάγκῃ ἐπὶ γάμου κοινωνίαν ἐνῆγεν· οὐκ ἀπεικὸς οὖν καὶ τοὺς μετὰ ταῦτα τῆς πρώτης τυγχάνοντας διαδοχῆς τοῦ νόμου τῶν προγόνων κα‐ τακολουθεῖν.
45 Ὁ δὲ Θάῤῥα, μισήσας τὴν Χαλδαίαν διὰ τὸ πέν‐ θος τοῦ υἱοῦ, εἰς τὴν Μεσοποταμίαν μετῆλθε, κἀκεῖ ἐτελεύτησε, βιώσας ἔτη πέντε καὶ διακόσια. Ἔκτοτε γὰρ τῶν ἀνθρώπων τὸ ζῇν συνετέμνετο, καὶ βραχύτερον ἐγένετο, ἄχρι τῆς Μωϋσέως γενέ‐

760

(50)

σεως. Μετὰ γὰρ Μωϋσέα ὅρος τοῦ ζῇν ἐγένετο ἔτη ρκʹ, ἅτινα καὶ αὐτὸς οὗτος ζήσας, τὸν θνητὸν βίον μετήλλαξεν. Ἀβραὰμ δὲ ὁ τρισμακάριος ἄριστος ἀστρονόμος ἐτύγχανε, καὶ μείζω τῶν ἄλλων φρονῶν ἐν ἀρετῇ·
55πάντων τῶν υἱῶν Νῶε εἰς δεισιδαιμονίαν καταπεπτω‐

761

κότων, μόνος οὗτος Δημιουργὸν τῶν πάντων Θεὸν ἀπεφήνατο εἶναι, ἐκ τῶν περὶ ἥλιον καὶ σελήνην ἀλ‐ λοιώσεων καὶ ἐκ τῶν περὶ γῆν, καὶ ἀέρα, καὶ θά‐ λατταν παθημάτων εἰκάσας. Διὰ τί γὰρ, φησὶν,
5ἰσχύος οὔσης ἐν αὐτοῖς τῆς ἑαυτῶν εὐταξίας οὐ προ‐ νοοῦνται, ἀλλ’ ὑστεροῦνται ταύτης; Ἐκ γοῦν τούτων γινώσκειν ἔξεστιν, ὅτι οὐ κατ’ ἰδίαν ἰσχὺν συντελεῖ, εἰ καὶ δοκεῖ εὐεργετεῖν τοὺς ἀνθρώπους οὐ μικρῶς, ἀλλὰ κατὰ τὴν βούλησιν τοῦ ποιήσαντος.
10 Πρὸς γοῦν τὴν δόξαν αὐτοῦ ταύτην οἱ Χαλδαῖοι καὶ οἱ τὴν Μεσοποταμίαν οἰκοῦντες διεφέροντο, καὶ ἀντεῖχον αὐτῷ. Καὶ ἀναστὰς ἐκεῖθεν κατὰ πρόσ‐ ταγμα Θεοῦ τὴν γῆν τῶν Χαναναίων κατῴκησε. Λι‐ μοῦ δὲ καταλαβόντος δεινοῦ, εἰς Αἴγυπτον παρεγέ‐
15νετο, καὶ τοὺς Αἰγυπτίους ἀλλήλοις ἀντιδοξοῦντας, καὶ τὰ νόμιμα ἑαυτῶν διαπτύοντας καὶ ἀνατρέπον‐ τας ἀπέδειξεν ἅπαντας αὐτοὺς μηδὲν ἀξιόλογον μηδὲ φρονοῦντας, μηδὲ θεσπίζοντας. Καὶ θαυμασθεὶς ἐπὶ συνέσει καὶ σοφίᾳ πολλῇ, τὴν ἀριθμητικὴν αὐτοῖς καὶ
20τὴν ἀστρονομίαν παραδίδωσι· πρὸ γὰρ τῆς παρου‐ σίας αὐτοῦ ἄπειροι τούτων ἐτύγχανον οἱ Αἰγύπτιοι· μαθόντες δὲ ὕστερον τοῖς Ἕλλησι μεταδεδώκασιν· ὑποστρέψαντι δὲ ἐκ τῆς Αἰγύπτου τῷ Ἀβραὰμ υἱὸς Ἰσμαὴλ ἐγένετο ἐκ τῆς παιδίσκης Ἄγαρ, ἐξ ἧς τὸ
25ἔθνος Ἀγαρηνῶν τε καὶ Σαρακηνῶν συνέστη· τὸ δὲ τῶν Ἰσμαηλιτῶν ἐκ τοῦ Ἰσμαήλ. Ὁ δὲ Λὼτ χωρίζεται τοῦ Ἀβραὰμ, καὶ τὴν χώ‐ ραν τὴν Σοδομηνὴν ᾤκησεν, ἥτις οὐρανίῳ πυρπολήσει δι’ ἄθεσμον παρανομίαν κατεδικάσθη, καὶ ἔτι καὶ
30νῦν κεκαυμένα αὐτῆς τὰ ἴχνη φαίνεται· ἔστι γὰρ ἰδεῖν πέντε πόλεων σκιὰς, ἐν αἷς βλαστάνει καρπὸς, ὃς φαίνεται μὲν ἔξωθεν παραπλήσιος τοῖς ἐδωδίμοις, ληφθεὶς δὲ ταῖς χερσὶν, εἰς τέφραν καὶ καπνὸν ἀνα‐ λύεται. Γειτνιᾷ δὲ ταύτῃ ἡ Ἀσφαλτῖτις λίμνη, ἣ
35πρότερον μὲν ἦν κοιλὰς φρέατα ἔχουσα ἀσφάλτου, ἀφανισθείσης δὲ τῆς χώρας, λίμνη γεγένηται, ἥτις καὶ Νεκρὰ θάλασσα προσαγορεύεται. Καὶ ἔστι μὲν πικροτάτη φύσει καὶ ἄγονος· κοῦφον δὲ τὸ ὕδωρ κέκτηται, ὡς τῶν ἐν αὐτῇ ῥιπτομένων βαρέων, λί‐
40θου ἢ σιδήρου, τυχὸν μὴ καταδύνειν εἰς τὸν βυθὸν, ἀλλ’ αὖθις ὥσπερ ὑπὸ πνεύματος ἀναφυσᾶσθαι, καὶ ἐπιπολᾶσθαι. Ῥιφέντες γὰρ ἐπ’ αὐτῇ ζῶντες ἄνθρω‐ ποι ἀναβλυστάνουσι· νεκροὶ δὲ καταδύνουσι· καὶ λύχνοι δὲ καιόμενοι ἐπιφέρονται, σβεσθέντες δὲ κα‐
45ταποντοῦνται. Ἀναφέρει δὲ ἅλας πικρὸν, καὶ στυ‐ πτηρίαν, καὶ τῆς ἀσφάλτου μελαίνας βώλους, ὡς ἐοικέναι τούτους ταύροις ἀκεφάλοις τὸ μέγεθος. Καὶ οἱ ναῦται, τὰς βώλους ταύτας δρασσόμενοι, πλη‐ ροῦσι τὰ σκάφη, καὶ ἕλκουσιν ἐπὶ τὴν χέρσον. Προσ‐

761

(50)

πήγνυται δὲ τῷ ξύλῳ τοῦ πλοίου ἡ ἄσφαλτος, καὶ ἀποξυλοῦται, ὡς μὴ δύνασθαι ἄλλως ἀποκολληθῆναι, εἰ μὴ βρεχθείη οὔροις καὶ γυναικείοις ἐμμήνοις· τού‐ τοις γὰρ εἴκειν μόνοις πέφυκεν. Ἀλλάττειν δέ φασι τῆς ἡμέρας χροιὰς τρεῖς τὸ ὕδωρ, καὶ ποικιλίαν ὄψεως ἐκπέμπειν πρὸς τὴν ἀκτῖνα τοῦ ἡλίου ἀνταυ‐
55γοῦσαν.
Ὁ δὲ Ἀβραὰμ, ἑκατοντούτης γενόμενος, γνήσιον

764

παῖδα ἐκ τῆς Σάῤῥας τὸν Ἰσαὰκ ἐγέννησε· καὶ μετὰ τὴν ὀγδόην ἡμέραν αὐτὸν περιέτεμεν, ἐξ οὗ καὶ νῦν τὸ ἔθος τοῦτο οἱ Ἑβραῖοι φυλάττουσι, τῇ ἡμέρᾳ ταύτῃ περιτεμνόμενοι. Ἄραβες γὰρ καὶ οἱ Ἰσμα‐
5ηλῖται τρισκαιδεκάτῳ περιτέμνονται ἔτει, τοῦ προ‐ πάτορος αὐτῶν Ἰσμαὴλ οὕτω περιτμηθέντος. Πεισθεὶς δὲ ὑπὸ τῆς Σάῤῥας, ὁ Ἀβραὰμ τὸν Ἰσμαὴλ ἀλλαχόσε μετῴκησε, μήποτε μετὰ τὴν αὐ‐ τοῦ ἀποβίωσιν, ὡς πρωτότοκος περὶ τῶν πρεσβείων
10κακουργήσῃ τὸν Ἰσαάκ. Κατέσχον γοῦν τοῦ Ἰσμαὴλ οἱ ἀπόγονοι τὴν ἀπὸ Εὐφράτου καθήκουσαν γῆν ἐπὶ τὴν Ἐρυθρὰν θάλασσαν. Μετὰ δὲ χρόνον εἰς θυσίαν ὁ Θεὸς τὸν Ἰσαὰκ ἀν‐ ενεχθῆναι αὐτῷ προσέταξεν· καὶ ὁ Ἀβραὰμ, μέ‐
15γιστον καὶ τοῦτο εὐσεβείας σύμβολον ἡγησάμενος, ἀφικνεῖται σὺν πολλῇ προθυμίᾳ ἐπ’ ἀκρωρείας τινὸς, καὶ πάντα τὰ πρὸς τὴν θυσίαν εὐτρεπίσας, φάσκει πρὸς τὸν παῖδα αὐτοῦ· «Ὦ παῖ, μυρίαις εὐχαῖς αἰτησάμενός σε γε‐
20νέσθαι μοι παρὰ Θεοῦ, ἐπεὶ παρῆλθες εἰς τὸν βίον, οὐκ ἔστιν ὅ τι μὴ περὶ τὴν σὴν ἀνατροφὴν ἐφιλοτι‐ μησάμην, οὐδ’ ἐφ’ ᾧ μᾶλλον εὐδαιμονήσειν ᾤμην, ὡς ἐπειδή μέ σε ἠνδρωμένον καὶ τελευτῶν διάδοχον ἀρχῆς τῆς ἐμαυτοῦ καταλείποιμι. Ἀλλ’ ἐπεὶ Θεοῦ
25βουλομένου σὸς πατὴρ ἐγενόμην, πάλιν τούτῳ αἰ‐ τοῦντι ἀνατίθημί σε. Φέρε οὖν γενναίως τὴν καθιέ‐ ρωσιν· τῷ Θεῷ γάρ σε παραχωρῶ, ταύτης ἀξιώ‐ σαντι παρ’ ἡμῶν τῆς τιμῆς, ἀνθ’ ὧν εὐμενὴς καὶ προστάτης μοι γέγονεν. Ἄπιθι οὖν οὐκ ἀποθανὼν
30τὸν κοινὸν ἐκ τοῦ ζῇν τρόπον, ἀλλ’ ὑπὸ πατρὸς ἰδίου Θεῷ τῷ πάντων πατρὶ νόμῳ θυσίας προπεμπόμενος. Ἄξιον οἶμαί σε κρίναντος αὐτοῦ, μήτε νόσῳ, μήτε πολέμῳ, μήτε ἄλλῳ τινὶ τῶν παθῶν, ἃ συμπίπτειν ἀνθρώποις πέφυκε, μετ’ εὐχῶν δὲ καὶ ἱερουργίας
35ἐκείνου τὴν σὴν ψυχὴν προσδεξαμένου. Ἔσῃ δέ μοι εἰς κηδεμόνα καὶ γηροκόμον τὸν Θεόν μοι ἀντὶ σαυτοῦ παρασχόμενος.» Τούτων ἀκούσας ὁ Ἰσαὰκ ἔφη πρὸς αὐτόν· «Οὐδὲ τὴν ἀρχὴν γεγονέναι δίκαιος εἴην ἂν, εἰ Θεοῦ καὶ
40πατρὸς μέλλοιμι κρίσιν ἀπωθεῖσθαι, καὶ μὴ παρέ‐ χειν ἐμαυτὸν τοῖς ἀμφοτέρων βουλήμασιν ἑτοίμως. Ἀλλ’ εἰ καὶ μόνος ταῦτα ὁ πατὴρ προῃρεῖτο, μὴ ὑπακούειν ἄδικον ἦν.» Καὶ ταῦτα λέγων ὥρμησεν ἐπὶ τὸν βωμὸν, καὶ
45τὴν σφαγήν. Ὁ δὲ Θεὸς, τὴν ἑκατέρου προθυμίαν ἀποδεξάμενος, ἐχαρίσατο τῷ πατρὶ τὸν παῖδα, κριὸν ἀντὶ τῆς τοῦ παιδὸς δείξας ὁλοκαυτώσεως· καὶ πα‐ ραχρῆμα τοῦτον ἀνήνεγκε ἀντὶ Ἰσαὰκ τοῦ παιδὸς αὐτοῦ.

764

(50)

Πρώτῳ δὲ τῷ Ἀβραὰμ ὁ τοῦ Θεοῦ Λόγος ἐπιφα‐ νεὶς ἐν σχήματι ἀνθρώπου τὴν τῶν ἐθνῶν κλῆσιν ἐθέσπισεν, ἣν καθ’ ἡμᾶς ἐπιδημήσας τῷ κόσμῳ, ἐπὶ πέρας ἤγαγεν διὰ τῆς εἰς πάντα τὰ ἔθνη εὐαγγελι‐ κῆς διδασκαλίας αὐτοῦ.
55Ἄγων δὲ τεσσαρακοστὸν ἔτος τῆς ἡλικίας ὁ Ἰσαὰκ

765

τὴν Ῥεβέκκαν πρὸς γάμον ἄγεται, ἐξ ἧς δύο παῖ‐ δας ἐγέννησεν, Ἡσαῦ καὶ Ἰακώβ. Καὶ ὁ Ἀβραὰμ, τελευτησάσης Σάῤῥας, τὴν Χεττοῦ‐ ραν γαμεῖ, καὶ ποιεῖ ἓξ παῖδας ἐξ αὐτῆς, Ζεμβρὰν,
5Ἰαζὰν, Μαδὴν, Μαδιανὴν, Λουσουβάκον, Σοῦον. Φύονται δὲ καὶ ἐκ τούτων παῖδες, Σούου μὲν Σαβα‐ κάνης, καὶ Δαδάνης, ἐκ δὲ τούτου Λατούσιμος, καὶ Ἄσουρος, καὶ Λούοβος· Μαδάμου δὲ Ἡθὰ, Θωφρῆς, Ἄμωχος, Ἔβιδος, Ἔλδος. Καὶ τούτοις ἅπασιν
10Ἀβραὰμ ἀπὸ κοιλίας ἐπενόησεν, οἵτινες τὴν Τρογλω‐ δύτην, καὶ τὰ μέρη τῆς Εὐδαίμονος Ἀραβίας, καὶ ὅσον ἐπὶ τὴν Ἐρυθρὰν καθήκει θάλασσαν, κατέλα‐ βον. Καὶ ἀπὸ μὲν Ἀσοὺρ Ἀσσυρία ἐκλήθη· Σωφρὴν δὲ, ἐπὶ Λιβύην στρατεύσας, κατέσχεν αὐτὴν, καὶ οἱ
15ἀπόγονοι αὐτοῦ, τουτέστιν οἱ υἱωνοὶ κατοικοῦντες αὐτὴν, ἀπὸ τοῦ ὀνόματος αὐτοῦ τὴν χώραν Ἀφρικὴν προσηγόρευσαν, οἵτινες Ἡρακλεῖ συνεμάχησαν ἐπὶ Ἀνταῖον τὸν γηγενῆ στρατεύσαντι. Τοῦ δὲ Οὐαφρῆ θυγατέρα ἄγεται Ἡρακλῆς, ἐξ ἧς Βόδωρον παῖδα
20ἐποίησε, ὅστις ἐγέννησεν υἱὸν Σωφονὰ, ἐξ οὗ τοὺς βαρβάρους Σωφονὰς λέγουσιν. Ὁ δὲ Ἀβραὰμ, βιώσας ἔτη ροεʹ, ἀπέθανεν. Ἰα‐ κὼβ, παραρπάσας τὴν εὐλογίαν τοῦ Ἡσαῦ, εἰς τὴν Μεσοποταμίαν παρεγένετο πρὸς Λάβαν ἀδελφὸν τῆς
25μητρὸς αὑτοῦ, καὶ δουλεύσας αὐτῷ ἔτη ιδʹ τὰς δύο θυγατέρας αὐτοῦ ἄγεται, τὴν Λείαν καὶ τὴν Ῥαχὴλ, ἧς μᾶλλον εἰς ἐπιθυμίαν ἦλθεν. Ἐπεθύμησε δὲ αὐτὴν οὐ τῷ κάλλει ἡττώμενος, (ἐπειδὴ καθὼς γέγραπται, Ῥαχὴλ ἦν καλὴ τῷ εἴδει, καὶ ὡραία τῇ ὄψει σφό‐
30δρα·) ἀλλ’ ὅτι, πρώτην αὐτὴν ἰδὼν, ὡς ἂν ἐκ θείας οἰκονομίας συναντήσασαν, ἠσπάσατό τε, καὶ ἠγάπη‐ σεν, εἰδὼς ὅτι τὸ θαῦμα τοῦτο, καὶ ἐπὶ τῆς μητρὸς αὐτοῦ Ῥεβέκκας γεγένηται, ὅτε, τοῦ παιδὸς Ἀβραὰμ εὐξαμένου, συνήντησεν αὐτῷ τὰ κατ’ εὐχὰς, καὶ τὰ
35προηργμένα αὐτῷ δι’ ἔργων ἐπληρώθη. Τίκτονται δὲ παῖδες ἐκ τῆς Λείας ἓξ αὐτῷ· Ῥου‐ βὴν, Συμεὼν, Λευὶ, Ἰούδας, Ἰσσάχαρ, Ζαβουλών· ἐκ τῆς Ῥαχὴλ δὲ Ἰωσὴφ καὶ Βενιαμίν· ἐκ δὲ τῆς παι‐ δίσκης Ῥαχὴλ τῆς Βάλλης, Δὰν καὶ Νεφθαλείμ· ἐκ
40δὲ τῆς παιδίσκης Λείας ὀνόματι Σελφὰς, Γὰδ καὶ Ἀσήρ. Τὸ δὲ Σύρων γένος ἐκ τοῦ Ἡσαῦ συνέστηκεν, οἳ καὶ Ἰδουμαῖοι ἐκαλοῦντο, τοῦ πρὶν Ἰδουμαίου τοῦ Ἡσαῦ ἐπικληθέντος, διὰ τὸ ξανθῆς ἐπιθυμῆσαι αὐτὸν φα‐ κῆς· Ἰδουμὰ γὰρ οἱ Ἑβραῖοι τὸ ξανθὸν λέγουσι. Ὕστε‐
45ρον δὲ Σύροι μετωνομάσθησαν, Σύρου τινὸς ὀνόματι τοῦ ἔθνους αὐτῶν κρατήσαντος. Ὁ δὲ Ἡσαῦ γυναῖκας τρεῖς ἀπὸ τῶν Χαναναίων πρὸς γάμον ἄγεται, τὴν Ἀδδὰ θυγατέρα Ἐλὼμ τοῦ Χετταίου, καὶ τὴν Ἐλι‐ βεμὰν θυγατέρα Ἐνὰν τοῦ Ἑβραίου, καὶ τὴν Βα‐

765

(50)

σεμμὰθ θυγατέρα Ἰσμαὴλ, ἀδελφὴν δὲ Ναβεώθ. Καὶ ἐκ μὲν τῆς Ἀδδᾶς τὴν Ἐλιφὰζ, ἐκ δὲ τῆς Βασεμμὰθ τὸν Ῥαγγὴλ, καὶ ἐκ τῆς Ἐλιβεμὰν τὸν Ἰεοὺλ, καὶ τὸν Ἰεγλὸμ, καὶ τὸν Κορὲ ἐγέννησε. Τούτους ἐν τῇ τῶν Χαναναίων ποιήσας γῇ, εἰς Σηεὶρ ὄρος μετῴκη‐
55σε, διὰ τὸ μὴ δύνασθαι τοῦ ἀδελφοῦ αὐτοῦ Ἰακὼβ ἐκ

768

τῆς Μεσοποταμίας ἐπανελθόντος ὁμοσκηνεῖν διὰ τὸ πλῆθος τῶν ὑπαρχόντων αὐτοῖς. Ποιήσας οὖν κἀκεῖ‐ θεν παῖδα, ἐκ τῆς ἑαυτοῦ ἐπωνυμίας Ἐδὼμ αὐτὸν ἐπωνόμασε. Ἐγένοντο δὲ καὶ τοῖς υἱοῖς αὐτοῦ παῖδες
5γνήσιοι, τῷ μὲν Ἐλιφὰς πέντε, Θεμὰν, Ὑμὰρ, Σω‐ φὰρ, Γομὸθ, Κενὲξ, ἐν οἷς ἦν καὶ νόθος, τεχθεὶς αὐ‐ τῷ Ἀμαλὴκ ἐκ παλλακίδος Θαμνᾶς ὀνόματι· τῷ δὲ Ῥαγουὴλ καὶ αὐτῷ τέσσαρες παῖδες ἐτέχθησαν, Να‐ μὶν, Ζαρὲς, Σομὲ, Ῥοζέ· καὶ Ἐδὼμ ἕνδεκα, Θαμμὰ,
10Γωλὰ, Ἰοθὸμ, Αἰλιβαιμὰν, Ἰήλας, Φίνων, Κενὺξ, Θε‐ μὰν, Μαζαριεὶ, Μαεδιὴλ, Ζεφονήν. Τῷ δὲ Σηεὶρ τῷ Χωῤῥαίῳ τῷ τὴν γῆν τοῦ Λωτὰν κατοικήσαντι υἱοὶ πέντε ἐγένοντο, Σώβαλ, Σεβεγὼν, Ἀναδησὼν, Ἀσὴρ, Ῥησών· καὶ τῷ Λωτὰν δύο, Χωῤῥεὶ, Ἐμάν. Ἡ δὲ
15Θαμνὰ ἀδελφὴ τοῦ Λωτὰν ἐτύγχανεν, ἥτις τὸν Ἀμα‐ λὴκ τῷ Ἐλιφὰζ ἐγέννησεν. Ὁ δὲ Σωβὰλ ὁ υἱὸς τοῦ Σηεὶρ πέντε παῖδας ἐποίησεν, Ὀδομνὰν, Ναχὰθ, Γε‐ βεὴλ, Σὼφ, Ὠμνᾶν· καὶ Ὀσεβεγὼν δύο, Αἰδεὶ καὶ Αἰνὰν, ὅστις εὗρεν ἐν τῇ ἐρήμῳ τὸν Ἀμὶν τὰ ὑποζύ‐
20για νέμοντα τοῦ πατρὸς αὐτοῦ Σεβεγών. Αἰνὰν δὲ τὸν Δησὼν καὶ Ἐλιβαμὰ θυγατέρα ἐγέννησεν· ὁ δὲ Δησὼν τὸν Ἀμαδὰν, καὶ Ἀσβὰν, καὶ Γεθρὰν, καὶ Χαῤ‐ ῥάν. Ὁ δὲ Ἀσὴρ ὁ τέταρτος υἱὸς τοῦ Σηεὶρ, τέσσαρας παῖδας ἐγέννησεν, Βαλὰμ, Ζουκὰμ, Ἰουκὰμ, Οὐ‐ κάμ· ὁ δὲ πέμπτος υἱὸς τοῦ Σηεὶρ Ὀρήσων τὸν Ὠσσαράν. Πρὸ δὲ τοῦ βασιλεῦσαι βασιλέας ἐν Ἰσραὴλ, τῆς
25Ἐδὼμ οὗτοι οἱ βασιλεῖς ἐβασίλευσαν· Βαλὰκ υἱὸς Βεὼρ καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενάβα, μεθ’ ὃν Ἰω‐ βὰβ υἱὸς Ζαῤῥὰ ὁ ἐκ Βοσσύρας, μεθ’ ὃν Ἀζὸμ ὁ ἐκ γῆς Θεμανὼν, μεθ’ ὃν Ἀδὰδ, υἱὸς Βαρὰδ, ὅστις ἐν τῷ πεδίῳ Μωὰβ ἐξέκοψε τὴν Μαδιὰμ, καὶ ὄνομα τῇ πό‐
30λει αὐτοῦ Γετθέμ· μετὰ δὲ τοῦτον Σαμαλὰκ ὁ ἐκ Μα‐ σέκκας, μεθ’ ὃν Σαοὺλ ὁ ἐκ Ῥοβὼθ τῆς παρὰ τὸν ποταμὸν, μεθ’ ὃν Βαλαεννὼν υἱὸς Ἀβοχὼρ ἔχων γυ‐ ναῖκα ὀνόματι Μετεβεὴλ, θυγατέρα Ματρὰδ, υἱοῦ Μεζοὼφ, οἳ πάντες ἦσαν ἔτη ἀριθμὸν φʹ. Οἱ δὲ υἱοὶ
35Ἰακὼβ, τὸν ἀδελφὸν αὐτῶν Ἰωσὴφ φθόνῳ μισήσαν‐ τες, τοῖς Ἰσμαηλίταις ἀπέδοντο. καὶ αὐτοὶ εἰς Αἴ‐ γυπτον τῷ Πετεφρῇ τῷ ἀρχιμαγείρῳ Φαραώ. Καὶ ἐν τῷ χρόνῳ τούτῳ Ἰούδας ἀφικνεῖται πρὸς Ἰράν τινα Ὀδολλαμίτην· καὶ θεασάμενος ἐκεῖ Χανα‐
40ναίαν γυναῖκα Σάβαν ὀνόματι, ταύτην πρὸς γάμον ἄγεται, καὶ ποιεῖ παῖδας ἐξ αὐτῆς τέσσαρας, Ἢρ, Αὐνὰν, Σηλὼμ, Φαρές. Καὶ Ἰούδας λαμβάνει τῷ πρωτοτόκῳ αὐτοῦ υἱῷ τῷ Ἢρ γυναῖκα ὀνόματι Θά‐ μαρ, καὶ διὰ πονηρίαν πολλὴν τῶν τρόπων αὑτοῦ
45ἄπαις ἀποθνήσκει, τοῦ Θεοῦ αὐτὸν θανατώσαντος. Καὶ ἐπιτρέπει ὁ Ἰούδας τῷ δευτέρῳ αὐτοῦ παιδὶ Αὐ‐ νὰν συνευνασθῆναι τῇ Θάμαρ, ὥστε ἀναστῆσαι σπέρ‐ μα τῷ ἀδελφῷ αὐτοῦ. Καὶ ὁ Αὐνὰν γνοὺς, ὅτι οὐκ αὐτῷ καθῆκεν ἡ τῶν τέκνων σπορὰ, ἐν τῷ μέλλειν

768

(50)

συνεῖναι τῇ γυναικὶ ἐξέχεεν ἐπὶ τῆς γῆς αὑτοῦ τὴν γονήν· καὶ νεμεσηθεὶς ἐπὶ τοῦτο ὑπὸ Θεοῦ, παρα‐ χρῆμα ἀπέθανεν. Καὶ ὁ Ἰούδας κελεύει τὴν Θάμαρ ἐν τοῖς πατρῴοις οἵκοις χήραν καθέζεσθαι, ἕως οὗ ὁ Σηλὼμ αὔξεται. Ἀνδρωθέντος οὖν αὐτοῦ ἐφοβήθη
55συνάψαι αὐτὸν τῇ Θάμαρ, ὑποτοπήσας μὴ καὶ οὗτος ἀπολεῖται. Ἡ δὲ ἐπὶ τούτῳ ἀχθεῖσα ὀδυνηρῶς, τοιῷδε
τρόπῳ τὸν Ἰούδαν ἀμείβεται. Ἀφιχθέντος οὖν αὐτοῦ

769

ἐπὶ τὴν κουρὰν τῶν προβάτων, ἀκούσασα αὐτὴ ἀπαμ‐ φίσκεται μὲν τὴν ἐσθῆτα τὴν πενθικὴν, ἀμφιέννυται δὲ πολυτελῆ, καὶ πρὸς ταῖς πύλαις τῆς πόλεως Αἰνὰν ἐκαθέζετο, ἣν ὁ Ἰούδας ἐκεῖθεν παριὼν θεασάμενος,
5ὡς ἑταίρας ἠράσθη αὐτῆς· τὸ γὰρ πρόσωπον αὐτῆς πρὸς τὸ μὴ ἐπιγνωσθῆναι ἐπεκάλυψε, καὶ ὑποσχόμε‐ νος αὐτῇ ἔριφον ἀποστεῖλαι, ἠξίου συμμιγῆναι αὑτῇ. Ἡ δὲ οὐ πρότερον εἶξεν, εἰ μὴ ἐνέχυρον τὸν δακτύ‐ λιον, καὶ τὸν ὁρμίσκον, καὶ τὴν βακτηρίαν εἴληφεν.
10Ὡς δὲ συνεμίγη αὐτῇ, αὐτὸς μὲν εἰς τὰ ποίμνια αὐτοῦ ἀφίκετο· ἡ δὲ μεταμφιεσαμένη πάλιν τὰ τῆς χήρας ἐνδύματα, ἐκρύπτετο λανθάνουσα. Ὡς δ’ ἀπο‐ στείλας ὁ Ἰούδας τὸν ἔριφον ἐπεζήτει τὸν ὁρμίσκον καὶ τὰ ἑξῆς, καὶ οὐχ εὗρεν, ἐπὶ τῷ παραλογισμῷ
15διεπρίετο μέντοι, ἐκαρτέρει δὲ φωρᾶσαι παντοίως τὴν ἀπάτην βουλόμενος. Χρόνου οὖν παρελθόντος ἔγ‐ γυος ἡ Θάμαρ γίνεται, καὶ ἀκούσας ὁ Ἰούδας, ὅτι ἐκ πορνείας συνείληφε, προστάττει ζῶσαν αὐτὴν κα‐ ταφλεχθῆναι. Ἡ δὲ ἀγομένη ἀποστέλλει τῷ Ἰούδᾳ τὸν
20ὁρμίσκον, καὶ τὸν δακτύλιον, καὶ τὴν ῥάβδον, φά‐ σκουσα· Ἐκ τοῦ ἀνθρώπου, οὗτινος ταῦτά ἐστι, ἐγὼ συνείληφα, Ἐπίγνωθι οὖν τίνος ὁ δακτύλιος, καὶ ὁ ὁρ‐ μίσκος, καὶ ἡ ῥάβδος. Ὁ δὲ Ἰούδας, σχετλιάσας ἐπὶ τῷ πράγματι. καὶ ἔνθους γενόμενος, αὐτὸς ἑαυτὸν ἐπὶ τῇ ἀδικίᾳ κατεμέμφετο, λέγων· Δεδικαίωται αὕ‐
25τη, ἢ ἐγὼ, οὗ ἕνεκεν οὐκ ἔδωκα αὐτὴν Σηλὼμ τῷ υἱῷ μου. Αὕτη δὲ, γενομένη ἐπίτεξ, διδύμους ἐν τῷ τίκτειν προσήνεγκεν. Καὶ ὁ μὲν μείζων, τουτέστιν ὁ πρῶτος τὴν χεῖρα αὑτοῦ προεξέβαλε, καὶ ἡ μαῖα λῶμα κόκ‐ κινον τῇ χειρὶ αὐτοῦ προσέδησε, φάσκουσα· Οὗτος
30ἐξελεύσεται πρῶτος· καὶ εὐθέως τὸ παιδίον τὴν χεῖ‐ ρα ἕνδον συνήγαγε, καὶ ἐξῆλθε πρῶτος ὁ ἀδελφὸς αὐ‐ τοῦ καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Φαρές· καὶ μετὰ τοῦ‐ τον ἐξῆλθεν ὁ ἀδελφὸς, ἐφ’ ᾧ ἦν τὸ κόκκινον ἐν τῇ χειρὶ, καὶ ἐπωνομάσθη Ζαρά. Τούτων ἐτύγχανεν ὁ
35Ἰωσὴφ ἀπόγονος ὁ μνήστωρ τῆς ἀχράντου Μαρίας, ἐξ ἧς ὁ Χριστὸς τὸ σαρκίον ἀνείληφεν. Φαρὲς γὰρ, ὡς ὁ εὐαγγελιστὴς Ματθαῖος ἱστορεῖ, ἐγέννησε τὸν Ἐσρὼμ, Ἐσρὼμ δὲ ἐγέννησε τὸν Ἀρὰμ, Ἀρὰμ δὲ ἐγέννησε τὸν Ἀμιναδὰβ, Ἀμινα‐
40δὰβ δὲ ἐγέννησε τὸν Ναασσὼν, Ναασσὼν δὲ ἐγέν‐ νησε τὸν Σαλμὼν, Σαλμὼν δὲ ἐγέννησε τὸν Βοὸζ, Βοὸζ δὲ ἐγέννησε τὸν Ὀβὴδ ἐκ τῆς Ῥοὺθ, Ὀβὴδ δὲ ἐγέννησε τὸν Ἰεσσαὶ, Ἰεσσαὶ δὲ ἐγέννησε τὸν Δαυῒδ τὸν βασιλέα· Δαυῒδ δὲ ὁ βασιλεὺς ἐγέννησε τὸν
45Σολομῶνα ἐκ τῆς τοῦ Οὐρίου, Σολομὼν δὲ ἐγέννη‐ σε τὸν Ῥοβοὰμ, Ῥοβοὰμ δὲ ἐγέννησε τὸν Ἀβιὰ, Ἀβιὰ δὲ ἐγέννησε τὸν Ἀσὰ, Ἀσὰ δὲ ἐγέννησε τὸν Ἰωσαφάτ· Ἰωσαφὰτ δὲ ἐγέννησε τὸν Ἰωρὰμ, Ἰωρὰμ δὲ ἐγέννησε τὸν Ὀζίαν, Ὀζίας δὲ ἐγέννησε

769

(50)

τὸν Ἰωάθαμ, Ἰωάθαμ δὲ ἐγέννησε τὸν Ἐζεκίαν, Ἐζε‐ κίας δὲ ἐγέννησε τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησε τὸν Ἀμμὼν, Ἀμμὼν δὲ ἐγέννησε τὸν Ἰωσίαν, Ἰωσίας δὲ ἐγέννησε τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυ‐
55λῶνος· μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος, Ἰε‐ χονίας ἐγέννησε τὸν Σαλαθιὴλ, Σαλαθιὴλ δὲ
ἐγέννησε τὸν Ζοροβάβελ, Ζοροβάβελ δὲ ἐγέννησε

772

τὸν Ἀβιοὺδ, Ἀβιοὺδ δὲ ἐγέννησε τὸν Ἐλιακεὶμ, Ἐλιακεὶμ δὲ ἐγέννησε τὸν Ἀζὼρ, Ἀζὼρ δὲ ἐγέν‐ νησε τὸν Σαδὼκ, Σαδὼκ δὲ ἐγέννησε τὸν Ἀχεὶμ, Ἀχεὶμ δὲ ἐγέννησε τὸν Ἐλιοὺδ, Ἐλιοὺδ δὲ ἐγέν‐
5νησε τὸν Ἐλεάζαρ, Ἐλεάζαρ δὲ ἐγέννησε τὸν Ματ‐ θὰν, Ματθὰν δὲ ἐγέννησε τὸν Ἰακὼβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεν‐ νήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός. Πᾶσαι νῦν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυῒδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος
10γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες. Ζητητέον δὲ ἡμῖν κατὰ ποῖον λόγον ὁ Ματθαῖος καὶ ὁ Λουκᾶς ἐν τῇ γενεαλογίᾳ διαφωνοῦσι τοῦ Ἰω‐ σήφ· ὁ μὲν υἱὸν Ἰακὼβ γράφων αὐτὸν υἱοῦ Ματ‐ θὰν, ὁ δὲ Λουκᾶς υἱὸν Ἡλεὶ τοῦ Μελχεί· καὶ πῶς
15οὗτοι, διαφόρων γενῶν ὑπάρχοντες, ὅ τε Μελχεὶ καὶ ὁ Ματθὰν, πάπποι τοῦ Ἰωσὴφ ἀναφαίνονται. Ἔστιν οὖν τοῦτο σαφηνιζόμενον. Πρῶτος γὰρ Ματ‐ θὰν, ὁ ἐκ γένους Σολομῶντος, ἄγεται γυναῖκα Αἰθὰν ὀνόματι, καὶ ἐκ ταύτης γεννᾷ τὸν Ἰακὼβ, καὶ ἀπο‐
20θνήσκει. Καὶ ἄγεται αὐτὴν ὁ Μελχεὶ ὁ ἐκ γένους Ματ‐ θὰν, ἐκποιεῖ ἐξ αὐτῆς τὸν Ἡλεί. Καὶ δὴ οὖν ὅ τε Ματθὰν καὶ ὁ Μελχεὶ, τὴν αὐτὴν ἀγαγόμενοι γυναῖ‐ κα, δύο ὁμομητρίους ἐπαιδοποιήσαντο ἀδελφοὺς, διὸ καὶ ἐκ διαφόρων δύο γενῶν εὑρίσκομεν τὸν Ἰακὼβ
25καὶ τὸν Ἡλεί. Ἡλεὶ δὲ, λαβὼν γυναῖκα, ἄπαις ἐτελεύ‐ τησε, καὶ ὁ ἀδελφὸς αὐτοῦ Ἰακὼβ ἔλαβε τὴν γυναῖκα αὐτοῦ, ὅπως κατὰ τὸν νόμον ἐγείρῃ τέκνα τῷ ἀδελφῷ, καὶ γεννᾷ ἐξ αὐτῆς τὸν Ἰωσήφ. Ὥστε οὖν κατὰ φύ‐ σιν μὲν ἦν υἱὸς τοῦ Ἰακὼβ ὁ Ἰωσὴφ, κατὰ νόμον δὲ
30τοῦ Ἡλεί. Ἄξιον δὲ καὶ τὴν ἱστορίαν, ἣν διέξεισι περὶ τῆς ἁγίας Μαρίας Ἰάκωβός τις, ἐπελθεῖν. Φάσκει γὰρ, ἐν ταῖς φυλαῖς τοῦ Ἰσραὴλ ἄνδρα πλούσιον γεγενῆ‐ σθαι ὀνόματι Ἰωακεὶμ, ὃς καθ’ ἑορτὴν διπλάσιον τῶν
35ἅλλων δῶρα τῷ Θεῷ προσεκόμιζεν, οὕτω λέγων· Τὸ τῆς περιουσίας ἐν παντὶ τῷ λαῷ, καὶ τὸ τῆς ἀφέσεως εἰς ἱλασμὸν ἐμοὶ Κυρίῳ τῷ Θεῷ. Ἐνστάσης οὖν τῆς μεγίστης τοῦ Κυρίου ἑορτῆς, καὶ πάντων κατὰ τὸ εἰωθὸς τὰ δῶρα τῷ Θεῷ προσκομιζόντων, προσενεγκεῖν
40πρῶτος αὐτὸς ὥρμησεν. Καὶ Ῥουβίν τις διεκώλυσεν αὐτὸν προσοῖσαι πρῶτον, λέγων, μὴ ἐξεῖναι αὐτῷ, καθότι ἄτεκνος ἐν τῷ Ἰσραὴλ καθέστηκε. Καὶ λυπη‐ θεὶς ἐπὶ τοῦτο, εἰς τὴν ἔρημον ἀφίκετο, κἀκεῖ πήξας σκηνὴν ἱκέτευε τὸν Θεὸν παρασχεῖν καὶ αὐτῷ, ὥσπερ
45τῷ Ἀβραὰμ γνησίου παιδὸς σποράν· μόνον γὰρ ἐγνώ‐ κει ἑαυτὸν ὑπάρχειν ἐν τῷ Ἰσραήλ· ἄχρις ἡμερῶν νηστεύων τεσσαράκοντα ἱκέτευε τὸν Θεόν. Ὁμοίως δὲ καὶ ἡ ὁμόζυγος αὐτοῦ, περιθεμένη ἐσθῆτα εὐτελῆ, ἐδεῖτο τοῦ Θεοῦ τυχεῖν γονῆς. Ἐπιστάσης δὲ τῆς με‐

772

(50)

γίστης ἡμέρας τοῦ Θεοῦ, λαμπρὰν στολὴν ἀμφιέννυ‐ ται· οὐ γὰρ ἦν θεμιτὸν ἐν ταύτῃ τῇ ἑορτῇ πένθιμον ἠμφιέσθαι στολήν. Περὶ γοῦν τὴν ἐννάτην ὥραν τῆς ἡμέρας ὑπό τι δέν‐ δρον ἐν τῷ παραδείσῳ αὐτῆς καθεσθεῖσα. ἱκέτευε λέ‐
55γουσα τῷ Θεῷ· «Ὁ Θεὸς τῶν πατέρων ἡμῶν, εὐλό‐ γησόν με, καὶ ἐπάκουσον τῆς δεήσεώς μου, καθὼς εὐλόγησας τὴν μήτραν Σάῤῥας, καὶ ἔδωκας αὐτῇ υἱὸν τὸν Ἰσαάκ.» Καὶ ταῦτα λέγουσα ἀφορᾷ εἰς τὸ δέν‐
δρον, καὶ θεασαμένη στρουθὸν τὰ νεοσσία ἑαυτοῦ πε‐

773

ριέποντα, πικρῶς στενάξασα, καὶ κωκύσασα εἶπε· «Ὦ δὴ, Κύριε, ὅτι οὐδὲ τοῖς πετεινοῖς τούτοις ὡμοί‐ ωμαι γονίμοις ὑπάρχουσι!» Καὶ ταῦτα βοώσης αὐ‐ τῆς πρὸς τὸν Θεὸν, ἄγγελος Κυρίου ἐπιφανεὶς αὐτῇ
5εὐαγγελίζεται αὐτῇ παιδοποιίαν. Ἡ δὲ ἀκούσασα εὐ‐ θὺς τὸ γεννηθὲν ἀναθεῖναι τῷ Θεῷ ἐπηγγείλατο. Τοιαῦτα δὲ καὶ τῷ Ἰωακεὶμ ὁ ἄγγελος ἐν τῷ ὄρει διεσήμανε. Καὶ καταβὰς Ἰωακεὶμ ἀπὸ τοῦ ὄρους, δέκα ἀμνάδων θυσίαν τῷ Κυρίῳ προσήνεγκε, καὶ τοῖς
10ἱερεῦσι μόσχους δεκαδύο, καὶ τῇ γερουσίᾳ καὶ παντὶ τῷ λαῷ ἑκατὸν χιμάρους. Καὶ ἐπιτελέσας τὰς θυσίας ταύτας ἐν τῷ ναῷ τοῦ Θεοῦ, ἀφικνεῖται εἰς τὸν οἶκον αὐτοῦ· καὶ γνοὺς τὴν γυναῖκα αὑτοῦ, ποιεῖ ἐξ αὐτῆς θυγατέρα, καὶ ὀνομάζει αὐτὴν Μαριὰμ, ἥντινα τριετῆ
15γενομένην τῷ ναῷ τοῦ Θεοῦ ἀφιέρωσαν. Γενομένης δὲ αὐτῆς δωδεκαετοῦς, οἱ ἱερεῖς συμ‐ βούλιον ἐποιήσαντο, τῶν τίνι αὐτὴν πρὸς γάμον συν‐ άψωσι. Καὶ ἐπιτρέπουσι τὸν ἀρχιερέα Ζαχαρίαν, εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσελθόντα, αἰτήσασθαι τὸν Θεὸν
20ἀποκαλύψαι αὐτῷ, τὸ τίνι προσήκει ζευχθῆναι αὐτήν. Καὶ τοῦ Ζαχαρίου εὐχομένου, ἄγγελος ἐπιφανεὶς ση‐ μαίνει πάντας συναγαγεῖ τοῦ λαῦ τοὺς χηρεύοντας, καὶ κατέχειν ἕκαστον ῥάβδον· καὶ ᾧ ἂν ὁ Θεὸς ἐπι‐ δείξῃ σημεῖον, τούτῳ συνάψαι τὴν παρθένον.
25 Ἐξελθὼν δὲ ὁ Ζαχαρίας ἐποίησεν οὕτως, καθὼς ὁ ἄγγελος αὐτῷ προσέταξε. Καὶ λαβὼν πάντων τὰς ῥάβδους αὐτῶν, ἀπῆλθεν ἐν τῷ ἱερῷ, καὶ προσηύξα‐ το, καὶ ἐξελθὼν ἑκάστῳ τὴν ἰδίαν ῥάβδον ἀπένειμε. Τελευταῖον δὲ ἐπιδιδοὺς τὴν ῥάβδον τῷ Ἰωσὴφ, ση‐
30μεῖον μέγα ἐγένετο. Ἀθρόως γὰρ τὴν ῥάβδον αὐτοῦ παρὰ τοῦ ἱερέως λαμβάνοντος, περιστερὰ ἐξέπτη ἀπὸ τῆς ῥάβδου, καὶ ἐπὶ τὴν κεφαλὴν ἐκαθέσθη τοῦ Ἰω‐ σήφ· καὶ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ συνόντες ἱερεῖς, θαυμάσαντες τὸ γεγονὸς, αὐτὸν γενέσθαι μνηστῆρα
35τῆς κόρης ἔκριναν, ἣν λαβὼν ὁ Ἰωσὴφ ἐφύλασσε, καὶ καταλιπὼν ἐν τῷ οἴκῳ αὐτοῦ ἀφικνεῖται τὰς οἰκοδο‐ μὰς ἐκτελέσων· ἦν γὰρ τέκτων τῇ ἐπιστήμῃ. Κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν ἔδοξε τοῖς ἱερεῦσι κατα‐ σκευασθῆναι ὑπὸ ἁγνῶν παρθένων τῷ ναῷ τοῦ Θεοῦ
40καταπέτασμα, καὶ εὑρέθησαν ἐν τῇ φυλῇ Ἰούδα παρ‐ θένοι ἑπτά. Καὶ τῆς Μαρίας δὲ μνησθεὶς Ζαχαρίας, ἐκέλευσε καὶ αὐτὴν παρεῖναι εἰς τὸν κατάλογον· καὶ εἰσαγαγὼν αὐτὰς εἰς τὸν οἶκον τοῦ Θεοῦ, κλῆρον βα‐ λεῖν προσέταξε, ποίαν οἶσαι τὸν χρυσὸν καὶ τὸ ἀμίαν‐
45τον καὶ τὴν βύσσον, καὶ τὸ σηρικὸν, καὶ τὴν ἀληθῆ πορφύραν, καὶ τὸν ὑάκινθον, καὶ τὸν κόκκον· καὶ ἐκληρώθη Μαρία τὴν πορφύραν καὶ τὸν κόκκον ἐργά‐ ζεσθαι. Καὶ δὴ ἐπὶ τοῦ οἴκου ἐργαζομένης αὐτῆς ἐπι‐ φανεὶς ἄγγελος τὸν παράδοξον τόκον εὐαγγελίζεται

773

(50)

αὐτῇ, καθὼς ἱστορεῖ τὰ Εὐαγγέλια. Τὸ γοῦν ὁρισθὲν αὐτῇ ἔργον ἐκτελέσασα, δίδωσι τῷ ἀρχιερεῖ, καὶ εὐλογηθεῖσα παρ’ αὐτοῦ ἄπεισι· καὶ μετὰ χρόνον τίκτει τὸν Χριστὸν κατὰ σάρκα. Καὶ τῶν μάγων ἀπὸ Ἀνατολῆς ὡς βασιλεῖ προσκυνησάντων
55μετὰ δώρων αὐτῷ, ὁ Ἡρώδης ἐταράχθη, καὶ διενο‐ εῖτο ἀνελεῖν παραχρῆμα αὐτόν. Ὁ δὲ ὑπὸ Ἰωσὴφ καὶ
τῆς Μαρίας εἰς Αἴγυπτον ἀπεκομίσθη, καὶ τὸν ἐξ

776

Ἡρώδου διέφυγε θάνατον. Αὐτὸς δὲ, ἀγνοήσας τὴν φυγὴν, πάντα τὰ ἐν τῇ Βηθλεὲμ παιδία ἀναιρεθῆναι προσέταξεν· ἐν οἷς καὶ τὸν Ἰωάννην ἔτι νήπιον ὄντα ἀνελεῖν ἐσπούδαζεν. Ἡ δὲ Ἐλισάβετ, ἁρπάσασα αὐ‐
5τὸν, εἰς τὴν ἔρημον ἔφυγε· καὶ εὐξαμένης αὐτῆς, διεσχίσθη τὸ ὅρος, καὶ μετὰ τοῦ παιδίου αὐτὴν ἐδέ‐ ξατο, καὶ ἄγγελος τοῦ Θεοῦ διεφύλαττεν αὐτούς. Πέμπει γοῦν πρὸς Ζαχαρίαν ὁ Ἡρώδης· Δὸς τὸν υἱόν σου· ποῦ ἔκρυψας αὐτὸν, ἀπάγγειλόν μοι. Ὁ δὲ
10Ζαχαρίας ἀντεπιστέλλει φάσκων αὐτῷ· Ἐγὼ τῷ θυ‐ σιαστηρίῳ προσεδρεύων ἀεὶ, τί ἐγένετο ὁ υἱός μου οὐκ ἐπίσταμαι. Καὶ ὀργισθεὶς ὁ Ἡρώδης πάλιν ἐπέ‐ στελλεν αὐτῷ. Δὸς ἔξω, λέγων, τὸν υἱόν σου. Οὐκ οἶδας, ὅτι τὸ αἷμά σου ὑπὸ τὴν χεῖρά μού ἐστιν; Καὶ
15ὁ Ζαχαρίας ἔφη· Μάρτυς εἰμὶ τοῦ Θεοῦ. Σὺ μὲν ἔχε μου τὸ αἷμα, τὸ δὲ πνεῦμά μου ὁ Θεός. Δέξαι δὲ καὶ γίνωσκε, ὅτι ἀθῶον αἷμα ἐκχέεις εἰς τὰ πρόθυρα τοῦ ναοῦ Κυρίου. Καὶ ὁ Ἡρώδης, ἐπὶ τούτοις ὀργισθεὶς, μεταξὺ τοῦ θυσιαστηρίου ἀναιρεθῆναι αὐτὸν πρὸ τοῦ
20διαφαῦσαι προσέταξεν, πρὸς τὸ μὴ ὑπὸ τοῦ λαοῦ κω‐ λυθῆναι αὐτοῦ τὴν ἀναίρεσιν. Ὄρθρου δὲ οἱ ἱερεῖς παραγενόμενοι εἰς τὸν ναὸν, ἐξενίζοντο, κατὰ τὸ εἰωθὸς μὴ ὑπαντήσαντος αὐτοῖς τοῦ ἀρχιερέως, καὶ ἐπέμενον ἔξω. Ὥρας οὖν παρελ‐
25κούσης, εἷς τις ἐξ αὐτῶν εἰσελθεῖν ἀπετόλμησεν. Ὁ δὲ θεωρεῖ αἷμα πεπηγὸς παρὰ τὸ θυσιαστήριον, καὶ ἀκούει φωνῆς λεγούσης· Ζαχαρίας πεφόνευται, καὶ οὐκ ἐξαλειφθήσεται τὸ αἷμα αὐτοῦ, ἕως ἂν ἔλθῃ ὁ ἔκδικος. Ἀκούων γοῦν ταῦτα ἔμφοβος ἐγένετο, καὶ
30ἐξελθὼν τοῖς ἱερεῦσιν ἀπήγγειλεν. Οἱ δὲ, εἰσελθόντες, τὸ μὲν σῶμα οὐκ εἶδον, εἰ μὴ τὸ αἷμα, καὶ τὰς στο‐ λὰς ἑαυτῶν διαῤῥήξαντες, ἐκόψαντο, καὶ τῷ λαῷ ἀνήγ‐ γειλαν, καὶ τρία νυχθήμερα ἐπ’ αὐτῷ θρῆνον ἐποίη‐ σαν. Καὶ μετὰ ταῦτα Συμεῶνα εἰς τὴν τάξιν αὐτοῦ
35κλήρῳ κατέστησαν, ὃς ὑπῆρχεν ὑπὸ τοῦ ἁγίου Πνεύ‐ ματος χρηματισθεὶς μὴ ἰδεῖν θάνατον, ἕως ἂν ἴδῃ τὸν Χριστὸν Κυρίου. Ἄλλη δέ τις ἱστορία περὶ τοῦ Ζαχαρίου ἐμφέρε‐ ται· ὡς ἄρα ἦν τις περὶ τὸν ναὸν τόπος, ἔνθα μόνας
40τὰς παρθένους ἐξῆν εἰσιούσας προσκυνεῖν τῷ Θεῷ· τὰς δὲ γαμηθείσας μὴ εἶναι νόμιμον. Ἡ οὖν Μαρία, γεννήσασα τὸν Σωτῆρα, ἐλθοῦσα, ἔστη ἐν τῷ τόπῳ τούτῳ. Κωλυόντων οὖν αὐτὴν τῶν εἰδότων γεγεννη‐ κυῖαν αὐτὴν, ὁ Ζαχαρίας ἔλεγεν ἀξίαν αὐτὴν εἶναι τοῦ
45τόπου τῶν παρθένων. Ὡς οὖν παρανομοῦντα αὐτὸν εἰς τὸν τόπον τῶν παρθένων μεταξὺ τοῦ θυσιαστηρίου ἀπέκτειναν. Καὶ ταῦτα μὲν ὡς ἐν παρόδῳ ἐλέχθη. Ἰωσὴφ δὲ, ἀποδοθεὶς ἐν Αἰγύπτῳ ὑπὸ τῶν ἀδελ‐ φῶν, θείᾳ ἐπινοίᾳ τῷ Φαραὼ διακρίνας ὀνείρατα, ἡγε‐

776

(50)

μὼν πάσης τῆς Αἰγύπτου καθίσταται. Καὶ λιμοῦ πᾶσαν πιέζοντος τὴν γῆν, οἱ ἀδελφοὶ αὐτοῦ κατῆλθον εἰς Αἴγυπτον, σῖτον καὶ αὐτοὶ διὰ τὸν λιμὸν ὠνησό‐
μενοι· καὶ ἀναγνωρισθεὶς αὐτοῖς Ἰωσὴφ, μεθιστᾷ

777

αὐτοὺς ἅμα τῷ πατρὶ Ἰακὼβ εἰς τὴν Αἴγυπτον παγ‐ γενῆ. Τῷ μὲν γὰρ Ῥουβὶν τέσσαρες παῖδες ἐγένοντο, Ἐνὼχ, Φαλὲς, Ἀῤῥὼμ, Χαρμεί· τῷ δὲ Συμεὼν ἓξ, Ἰεβουὴλ, Ἰαβὴν, Ἀὼδ, Ἀχιὴ, Σαδὴ, Σαούλ· καὶ τῷ
5Λευῒ τρεῖς, Γεδσὼν, Βωὰδ, καὶ Μεναρεί· τῷ δὲ Ἰούδα πέντε, Ἢρ, Αὐνὼν, οἵτινες, καθὼς προεγράφη, ἀπέθανον, Σηλὼμ, Φαρὲς, Ζαρά· τῷ δὲ Φαρὲς δύο, Ἀῤῥὼμ, καὶ Ἰεμοήλ· τῷ δὲ Ἰσσάχαρ τέσσαρες, Θαλὰ, Φονὰ, Ἰασοὺφ, Ζαβράν· τῷ Σαβουλὼν τρεῖς,
10Σερδὲρ, Ἀλδὼν, Αἰήλ· οἱ πάντες τριάκοντα τρεῖς, ἐκ τῆς Λείας τὸ γένος ἔχοντες, καὶ θυγατέρα Δίνα. Ἐγένοντο δὲ καὶ τῷ Γὰδ υἱοὶ ἑπτὰ, Σαφὼν, Ἄγγεις, Σαῦνις, Θασοβὰθ, Ἀήδις, Ἀνοήδης, Ἀρίλης· τῷ δὲ Ἀσὴρ τέσσαρες, Ἰεμνὰ, Ἰοὺλ, Μερία, καὶ Σερὰ
15θυγάτηρ· ἐκ δὲ τοῦ Βερία ἐγεννήθησαν Χοβὼρ, καὶ Μελχιήλ· οὗτοι πάντες ἓξ καὶ δέκα υἱοὶ Ζελφᾶς τῆς παιδίσκης Λείας, ἥτις εἰς ὄνομα τῆς Λείας τῷ Ἰακὼβ αὐτοὺς ἐγέννησεν. Ἐτέχθησαν δὲ καὶ τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ παῖδες δύο, Μανασσῆς καὶ
20Ἐφραῒμ, οὓς ἔτεκεν αὐτῷ Ἀσινὲθ θυγάτηρ Πετε‐ φρῆ Ἡλιοῦ. Καὶ ἐκ μὲν τοῦ Μανασσῆ ἐγεννήθη Μα‐ χεὶρ ἐκ παλακῆς Συρίας τῷ γένει· ὁ δὲ Μαχεὶρ ἐγέν‐ νησε τὸν Γαλαάδ· ἐκ δὲ τοῦ Ἐφραῒμ ἐγεννήθησαν υἱοὶ Σουταλὰμ, Βὰδ, Λάμ. Ἐκ δὲ τοῦ Σουταλὰμ ἐγεν‐
25νήθη Ἐδέν. Τῷ δὲ Βενιαμὶν καὶ αὐτῷ δύο παῖδες ἐγένοντο, Βαλλαχοβὼρ καὶ Ἀσσαήρ· ἐκ δὲ τοῦ Βαλ‐ λαχοβὼρ Γηρὰν, καὶ Νοεμὶν, καὶ Λάχης, καὶ Ἐσρὼμ, καὶ Μαμφί. Μαμφὶ δὲ ἐγέννησε τὸν Ἀράδ· οὗτοι υἱοὶ Ῥαχὴλ οἱ πάντες ὀκτωκαίδεκα. Υἱὸς δὲ ἐγένετο τῷ
30Δάδ· τοῦ δὲ Νεφθαλεὶμ Ἀσιὴλ, καὶ Γοϋμὶν, καὶ Ἰσαὰρ, καὶ Συλήμ· οὗτοι υἱοὶ Βάλλας παιδίσκης Ῥα‐ χὴλ οἱ πάντες ἑπτά. Ὁ δὲ μακάριος Ἰακὼβ ἔτη τὰ πάντα βιώσας ρμζʹ, ἐν Αἰγύπτῳ ἀπέθανε, πρότερον ἕκαστον τῶν υἱῶν αὐτοῦ διαφόροις εὐλογίαις εὐλογή‐
35σας. Καὶ τὴν μὲν εὐλογίαν τῶν πρωτοτόκων Ἰωσὴφ παρέσχετο, καὶ οὐχὶ Ῥουβίν· διότι ὁ μὲν Ἰωσὴφ μὴ εἴξας ἡδονῇ τῆς Αἰγυπτίας ἐδικαιώθη, ὁ δὲ Ῥουβὶν ἡττηθεὶς ἥμαρτεν· ἄλλως τε ὅτι καὶ ἐκ τῆς Ῥαχὴλ πρωτότοκος ὑπῆρχε, καὶ τῇ Ἰούδα φυλῇ ἀπεκλήρωσε
40τὴν βασιλείαν, καὶ οὐ τῇ τοῦ Ῥουβίν· διότι ὁ μὲν Ἰούδας ἐν γυναικὶ ὠνειδίσθη, ὁ δὲ ἐδικαιώθη, ὁμολο‐ γήσας εὐγνωμόνως ἑαυτὸν τυγχάνειν τῇ ἁμαρτίᾳ ὑπεύθυνον, καὶ οὐ τὴν γυναῖκα. Ἀλλὰ καὶ κατὰ τοῦτο βασιλεύειν ἐτάχθη, ἐπειδὴ μόνη τῶν ἄλλων φυλῶν
45ἰταμωτέρα πρὸς ζῆλον καὶ ἐκδίκησιν Θεοῦ ἐτύγχανεν· διὸ καὶ ἐξ αὐτοῦ φῦναι προφητεύει τὸν Χριστὸν κατὰ σάρκα, καὶ τὴν κλῆσιν δι’ αὐτοῦ τῶν ἐθνῶν. Καὶ τῷ Λευῒ δὲ τὴν ἀρχιερωσύνην μόνῳ ἀπένειμε, καθότι ὁ Ἀμρὰμ ἐξ αὐτοῦ φὺς, τὸ δόγμα τοῦ Φαραὼ παρ‐

777

(50)

εκρούσατο, καὶ τὸν υἱὸν ἑαυτοῦ τὸν Μωϋσῆν ἐζωο‐ ποίησε. Μόνον δὲ τὸν Ῥουβὶν πολὺν τῷ ἀριθμῷ ἐποίησε, διὰ τὸ μὴ συναινέσαι ἐπὶ τῇ Ἰωσὴφ ἐπι‐ βουλῇ. Τελευτήσαντος γοῦν τοῦ Ἰακὼβ ἐν Αἰγύπτῳ, εἰς τὴν Χαναναίαν γῆν κηδεύουσιν ἀποκομίσαντες·
55ὁμοίως δὲ καὶ τοὺς υἱοὺς αὐτοῦ πάντας. Ἐπὶ τέλει δὲ καὶ τὸν Ἰωσὴφ, τῆς Αἰγύπτου ἀποχωρήσαντες,
κηδεύουσιν ἔνθα ὁ προπάτωρ αὐτῶν Ἀβραὰμ προκε‐

780

κήδευτο· ἐν ᾧ τόπῳ ὑπῆρχε καὶ ἡ τερέβινθος, ὑφ’ ᾗ ἔκρυψεν Ἰακὼβ τῆς Λάβαν τὰ εἴδωλα, ἥτις ἔτι καὶ νῦν εἰς τιμὴν τῶν προγόνων ὑπὸ τῶν πλησιοχό‐ ρων θρησκεύεται· ἔστι γὰρ ἄχρι τοῦ δεῦρο παρὰ τὸν
5πρέμνον αὐτῆς βωμὸς, ἐφ’ ὃν τά τε ὁλοκαυτώματα, καὶ τὰς ἑκατόμβας ἀνέφερον· εἶναί τε φασὶ ῥάβδον αὐτὴν ἑνὸς τῶν ἐπιξενωθέντων ἀγγέλων τῷ Ἀβραὰμ, ἥνπερ τῷ τόπῳ τότε παρὼν ἐνεφύτευσε, καὶ ἐξ αὐτῆς ἡ ἀξιάγαστος ἐνεφύη [f. ἀν—] τερέβινθος. Ὑπαφθεῖσα
10γὰρ ὅλη πῦρ γίνεται, καὶ νομίζεται τοῖς πᾶσιν εἰς κόνιν ἐκ τῆς φλογὸς ἀναλύεσθαι, καίτοι σβεσθεῖσα μέντοι ἀσινὴς ὅλη, καὶ ἀκέραιος δείκνυται. Μετὰ δὲ τὴν τελευτὴν τοῦ Ἰωσὴφ, τῆς εὐποιίας ἀμνημονεύσαντες οἱ Αἰγύπτιοι, ποικίλαις συμφοραῖς
15τὸ γένος τῶν Ἰσραηλιτῶν ὑπέβαλον, φθόνῳ καὶ ζήλῳ πρὸς αὐτοὺς διακείμενοι. Οἱ γὰρ Ἰσραηλῖται πρὸς πόνους ὄντες καρτεροὶ, ἀρετῇ καὶ πλούτῳ τοὺς Αἰγυ‐ πτίους διήνεγκαν, ἐκείνων εἰς μέθην κεχαυνωμένων καὶ ἀργίαν, καὶ ῥᾳθυμίᾳ πεπεδημένων ἀεί. Εἷς δέ
20τις τῶν παρ’ Αἰγυπτίοις ἱερογραμματέων προσημαί‐ νει τῷ Φαραὼ τεχθήσεσθαι παρὰ τοῖς Ἰσραηλίταις τινὰ, ὃς πᾶσαν μὲν ταπεινώσει τὴν Αἴγυπτον, αὐξή‐ σει δὲ ἐπὶ μέγα προκοπῆς τὸ οἰκεῖον ἔθνος, ἀειμνη‐ μόνευτον δόξαν κτησάμενος. Καὶ διὰ τοῦτο παντοίως
25τοὺς Ἑβραίους ὁ Φαραὼ ἀπολέσαι διενοεῖτο· ἔργα μὲν αὐτοῖς προστάττων ἐπιμοχθεύειν, τειχίζειν δὲ πάσας τῆς Αἰγύπτου τὰς πόλεις, καὶ τὸν ποταμὸν εἰς πολλὰς διατέμνειν διωρυγάς· καὶ χώματα ἐγείρειν, κελεύων, ὅπως κατὰ μηδὲν τὴν πόλιν ἐπιλιμνίζων
30λυμαίνηται· πρὸς δὲ τούτοις καὶ πυραμίδας ἐγείρειν, καὶ τὰ παρ’ αὐτοῖς τικτόμενα βρέφη κατακρημνίζειν ἐπὶ τοῦ ποταμοῦ ἀπεφήνατο, οἰόμενος καὶ τὸν θεσπι‐ σθέντα καταλῦσαι τὴν Αἴγυπτον ἀραιρήσειν [f. καθ‐ αιρήσειν] ἐπὶ τοῦ ποταμοῦ.
35 Ὑπῆρχεν οὖν τις ἐκ τῆς φυλῆς τοῦ Λευῒ Ἀμρὰμ ὀνόματι, ὃς γυναῖκα τὴν Ἰωχαβὲθ κτησάμενος, ἐξ αὐτῆς τὸν θεσπέσιον Μωϋσῆν ἐγέννησε, καὶ ἔκρυπτεν αὐτὸν ἐπὶ χρόνον τινά. Ὡς δὲ εἶδε τὸν νόμον τοῦ βασιλέως ἐπικρατοῦντα σφοδρότερον, δεδοικὼς μὴ
40κατάφωρος γένηται, εἰς θήκην ἐμβαλὼν τὸ παιδίον, παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ ἐκτίθεται. Καὶ ἡ θυγά‐ τηρ τοῦ Φαραὼ, λουτροῦ χάριν ἀφικομένη, θεωρή‐ σασα τὴν θήκην ἀνοίγει, καὶ πρὸς τὸ κάλλος τοῦ παι‐ δίου ἡσθεῖσα εἰσεποιήσατο ἀποροῦσα παιδός· καὶ
45πολλὰς τροφοὺς συγκαλέσασα τῶν Αἰγυπτίων, οὐκ εἶχεν ὅπως τὸ παιδίον ἐκθρέψειεν· οὐδεμιᾶς γὰρ αὐ‐ τῶν μαζὸν προσίετο. Ἐπὶ τέλει γοῦν ἡ μήτηρ, ἀνεῖσα κρύβδην τῇ βασιλίσσῃ, γαλουχεῖν προσετάχθη· μό‐ νης γὰρ αὐτῆς τὸν μαζὸν προσεδέξατο, ἐξ αὐτῶν,

780

(50)

οἶμαι, σπαργάνων τὸ μὲν οἰκεῖον γένος προσιέμενον, τὸ δὲ ἀλλότριον μυσαττόμενον. Ἀνδρωθέντα γοῦν αὐ‐ τὸν, Μωϋσῆν προσεῖπεν ἡ Θέρμουθις (τοῦτο γὰρ τῇ βασιλίσσῃ ὄνομα), ἐπειδὴ διεσώθη ἐκ τοῦ ὕδατος· Αἰγύπτιοι γὰρ τὸ ὕδωρ μῶϋ, καὶ τὸ σὴς σωθῆναι
55προσαγορεύουσιν. Ἐκάλουν δὲ τὸ πρὶν αὐτὸν οἱ γο‐ νεῖς Μελχείς. Ἦν δὲ ἀστεῖος ἅγαν τῇ ὄψει, ὡς τὸν
καθ’ ὁδὸν ἀπαντῶντα αὐτῷ ἀφίστασθαι ἐκπληττόμε‐

781

νον, καὶ ὑπερθαυμάζοντα τὸ κάλλος. Προσάγει αὐτὸν οὖν αὐξηθέντα ἡ Θέρμουθις τῷ πατρὶ αὐτῆς, ἀξιοῦσα ποιῆσαι αὐτὸν τῆς βασιλείας αὐτοῦ διάδοχον, καὶ τί‐ θησιν αὐτὸν ἐν ταῖς χερσὶν αὐτοῦ. Ὁ δὲ λαβὼν, καὶ
5προστερνισάμενος, κατεφίλει· χαριεντιζόμενός τε, περιελὼν τῆς ἑαυτοῦ κεφαλῆς τὸ διάδημα, ἐπιτίθησι τῇ ἐκείνου κεφαλῇ. Ὁ δὲ Μωϋσῆς, ἀποῤῥίψας ἐπὶ τῆς γῆς τὸ διάδημα, κατεπάτει. Καὶ ὁ γραμματεὺς, ὁ τὴν γένεσιν αὐτοῦ προειπὼν, θεασάμενος καὶ συνεὶς
10ἐκεῖνον εἶναι τὸν θεσπιζόμενον τῆς Αἰγυπτίων ἀρχῆς πολέμιον, ὥρμησε μὲν ἀποκτεῖναι, καὶ οὐκ ἴσχυσε· βοήσας δὲ ἔφη τῷ βασιλεῖ· «Οὗτος ἐκεῖνός ἐστι, βασιλεῦ, ὅνπερ ἡμῖν ἀναφυῆ‐ ναι ἐκ τῶν Ἑβραίων τὸ δαιμόνιον ἔχρησε τῆς βασι‐
15λείας Αἰγυπτίων ἐπίβουλον· ὅσγε καὶ νῦν σύμβολον τοῦ μέλλοντος οὐ μικρὸν ἐπεδείξατο, αὐτὸ δὴ τῆς βα‐ σιλείας τὸ σύνθημα ῥίψας, καὶ καταπατήσας εἰς τοὔδα‐ φος Τοῦτον γοῦν ἀνελὼν, Αἰγυπτίους μὲν τῶν προσδο‐ κωμένων στερήσεις κακῶν, Ἑβραίους δὲ σφαλῆναι τῆς
20ἐλπίδος τῆς ἐπ’ αὐτῷ καταστήσεις.» Ταῦτα εἰπόντος αὐτοῦ, ὁ μὲν βασιλεὺς κατὰ πρό‐ νοιαν Θεοῦ ὀκνηρὸς πρὸς τὸν φόνον ἐγένετο· ἡ δὲ Θέρμουθις, τῶν χειρῶν τοῦ βασιλέως τὸν Μωϋσῆν ἐξαρπάσασα, ἐφύλαττεν ἀσφαλῶς.
25 Αἰθίοπες δὲ, πρόσοικοι τοῖς Αἰγυπτίοις τυγχάνον‐ τες, ἄφνω ἐπελθόντες, ἐπολιόρκουν τὴν Αἴγυπτον, καὶ ἀντιπαραταξαμένους τοὺς Αἰγυπτίους τροπωσά‐ μενοι, προέβησαν ἄχρι Μέμφεως καὶ τῆς θαλάσσης, ὅσῳ Αἰγύπτιοι κατὰ χρησμὸν σύμμαχον τὸ τῶν
30Ἑβραίων γένος λαβόντες ἐπῄεσαν. Καὶ ὁ Φαραὼ, καιρὸν ἐπιτήδειον εὑρηκέναι νομίζων πρὸς τὴν Μωϋ‐ σέως ἀναίρεσιν, τὴν Θερμούθιδα ἠξίωσε παρασχεῖν αὐτῷ τὸν Μωϋσῆν, ὅπως αὐτὸν στρατηγὸν τῶν Ἑβραίων ποιήσειεν, ἐπομνύμενος μηδὲν κακουργή‐
35σειν αὐτὸν, ἀλλὰ ταξίαρχον μόνον καταστῆσαι τῶν Ἑβραίων, ὑπολαμβάνω ῥᾳδίως αὐτὸν ὑπὸ τῶν πολε‐ μίων φθαρήσεσθαι, ὡς μάχης ὑπάρχοντα ἄπειρον. Ἡ δὲ πολλὰ πρότερον τὸν πατέρα καὶ τοὺς γραμματεῖς ὀνειδίσασα, ὅτι ὅνπερ ὡς πολέμιον ἀπο‐
40κτεῖναι ἐβούλοντο, νῦν ὡς ἐπίκουρον παρακαλοῦσι, δίδωσιν αὐτοῖς τὸν Μωϋσῆν. Ὁ δὲ τοῦ οἰκείου ἔθνους στρατηγὸς προαχθεὶς, λάθρα τῶν Αἰθιόπων δι’ ἑτέρας ὁδοῦ ἄγει τὴν στρατιὰν, τῆς ἀβάτου καὶ θη‐ ριοτόκου (πᾶσαν γὰρ θηρίων ἐκτρέφει φύσιν, ὡς
45εἶναί τινα ἐν αὐτῇ καὶ πετόμενα), καὶ πρὸς τὸ μὴ πλήττεσθαι ὑπὸ τῶν θηρίων τινὰ, κιβωτοὺς πλεκτὰς προστάττει ἕκαστον ἐπιφέρεσθαι ἴβεων πεπληρωμέ‐ νας· ἔστι γὰρ τοῦτο τὸ ζῶον ταῖς ἀσπίσι πολέμιον. Ὡς οὖν τὸν τόπον ἐκεῖνον διώδευον, τὰς ἴβεας τοῖς

781

(50)

θηρίοις ἐπαφῆκαν, κἀκεῖνα τὴν ἔφοδον τούτων μὴ ὑπομείναντα, διεφθείροντο· καὶ τοῦτον τὸν τρόπον διοδεύσας ἄφνω προσπίπτει τοῖς Αἰθίοψι, καὶ πολὺ πλῆθος αὐτῶν κατασφάξας, τοὺς λοιποὺς εἰς φυγὴν ἔτρεψεν.
55 Οἱ δὲ Αἰθίοπες, μόλις φόνον τῇ φυγῇ διαδράσαντες, τὴν πόλιν Σαβὰ καταλαμβάνουσιν. Ἦν γὰρ αὐτῶν αὕτη βασίλειος, ὠχυρωμένη τείχει κρατερῷ καὶ χώμασιν, ἀπρόσβατος διὰ τὸν Νεῖλον (ἐπειδὴ πᾶσαν
αὐτὴν περιτειχίζει τῷ ῥεύματι)· διόπερ καὶ δυσπολι‐

784

όρκητος τοῖς Αἰγυπτίοις ἐτύγχανεν. Ὁ γοῦν Μωσῆς προσῆγε τῇ πόλει τὴν στρατιὰν, ἐν ἀμηχανίᾳ μεγίστῃ ὢν, διὰ τὸ εἶναι δυσάλωτον. Μηχανωμένων οὖν πολλὰ τῶν Αἰγυπτίων, καὶ μηδὲν ἰσχυόντων, ἡ θυγάτηρ τοῦ
5βασιλέως Θάρμεις ὀνόματι, τὸν Μωϋσέα διὰ τῶν πύργων θεασαμένη, καὶ ἡσθεῖσα ἐπὶ τῷ κάλλει αὐτοῦ, καὶ θαυμάσασα τῶν ἐπιχειρήσεων αὐτοῦ τὴν ἐπίνοιαν, εἰς πόθον ἔρχεται· καὶ ἀποστείλασα τῶν οἰκετῶν τὸν πιστότατον, περὶ γάμου πρὸς αὐτὸν διελέχθη. Ὁ δὲ
10Μωϋσῆς ποιήσειν τοῦτο ὑπέσχετο, εἰ τὴν πόλιν αὐτῷ παραδώσειεν. Ἡ δὲ παραχρῆμα τὴν εἰρήνην σπένδε‐ ται, καὶ τὴν πόλιν αὐτῷ παραδίδωσιν. Λυθείσης οὖν τῆς μάχης, καὶ τῶν Αἰγυπτίων εἰς τοὺς οἰκείους τόπους ἐπανελθόντων, ἄγεται πρὸς γάμον αὐτὴν, καὶ κτίζει
15πόλιν, καὶ Ἑρμούπολιν ἀναγορεύει· οὕτω γὰρ ὑπὸ τῶν Αἰγυπτίων ὁ Μωϋσῆς προσαγορεύεται, διὰ τὴν [f. τὸ] τῶν ἱερῶν γραμμάτων ἑρμηνείαν ποιήσασθαι. Ἐτιμᾶτο δὲ καὶ παρὰ τοῖς Αἰθίοψιν οὐ μικρῶς διὰ τὴν σοφίαν τὴν ἀξιάγαστον. Πλοίων γὰρ τὴν χρῆσιν,
20καὶ μηχανὰς πρὸς λιθοθεσίαν, καὶ ὅπλα Αἰγύπτια, καὶ ὄργανα ὑδρευτικὰ καὶ πολέμια πρῶτος αὐτοῖς ἐπ‐ ενόησεν. Ἕτι δὲ καὶ τὴν Αἴγυπτον πᾶσαν εἰς τριάκοντα διεῖλε νομοὺς, πρὸς τὸ τῷ Χενεφρῇ τὴν βασιλείαν βεβαιῶσαι· ἐπειδὴ ἀτάκτως ἐβασιλεύοντο Αἰγύπτιοι,
25γνώμῃ προσάγοντες καὶ καθαιροῦντες ὃν ἂν προῄ‐ ρηντο. Δι’ ἃ γοῦν ὑπὸ μὲν τῶν ἱερέων ὡς θεὸς ἐτι‐ μᾶτο, ὑπὸ δὲ τῶν Αἰθιόπων ὡς βασιλεύς· καὶ γὰρ καὶ τὴν περιτομὴν παρ’ αὐτοῦ μαθόντες ἄχρι τοῦ δεῦρο φυλάττουσιν. Πρῶτος γὰρ οὗτος σοφὸς γεγένηται, ὡς
30ἱστορεῖ ὁ Εὐπόλεμος, καὶ γράμματα πρῶτος Ἑβραίοις παραδέδωκεν, ἅπερ ὁ μακάριος Ἀβραὰμ ἀπὸ τῶν Χαλδαίων ἐκόμισε· πρῶτοι γὰρ εὑρεταὶ τούτων οἱ Χαλδαῖοι γεγένηνται· παρὰ δὲ τῶν Ἑβραίων ἔλαβον Φοίνικες· καὶ Κάδμος ταῦτα μετήγαγεν εἰς τοὺς
35Ἕλληνας. Μετὰ δὲ τὴν κατὰ τῶν Αἰθιόπων στρατηγίαν ἀφικνεῖται εἰς Αἴγυπτον· καὶ ὁ Χενεφρῆς λόγοις μὲν εὐφήμοις ἐδεξιοῦτο αὐτὸν, ἔργοις δὲ τὸ θάνατον κατὰ αὐτοῦ ἤρτυεν· ἔρημον γὰρ τῶν ὁμοφύλων καταστήσας αὐτὸν, εἰς Μέμφιν μετ’ αὐτοῦ παραγίνεται· καὶ
40ἐρωτᾷ αὐτὸν, τί τοῖς ἀνθρώποις ὑπάρχει εὔχρηστον. Ὁ δὲ ἔφη· Τῶν βοῶν τὸ γένος, διὰ τὸ ἀρώσιμον τὴν γῆν ὑπ’ αὐτῶν καθίστασθαι. Κελεύσας οὖν τοῖς ὄχλοις ὁ Χενεφρῆς ταύρου Ἄπιδος σηκὸν τεκτήνασθαι, τὰ τοῦ Μωϋσέως τῆς ἀρετῆς ὑπομνήματα (ἦν δὲ ταῦτα
45ἐκ χαλκοῦ πεποιημένα, τῶν ἴβεων τὴν ἐπίνοιαν, καὶ τὴν ἱστορίαν τῆς κατ’ Αἰθιόπων ἀνδραγαθίας κηρύτ‐ τοντα) ὑπὸ τὸ ἔδαφος ἐνέκρυψε τοῦ ναοῦ πρὸς τὸ λήθῃ παραδοῦναι τὰ τούτου δράματα. Τὸν δὲ ὄχλον τῶν Ἑβραίων τὸν περιέποντα αὐτὸν, εἰς δύο ἔργα

784

(50)

διένειμε· τοὺς μὲν γὰρ εἰς φυλακὴν τῆς Αἰθιοπίας ἐξέπεμψε, τοὺς δὲ τὸν ἐν Διὸς πόλει ναὸν ἐκ λίθου κα‐ τασκευάσαι, λατομήσαντας τὸ πλησίον ὄρος, ἐπέτρεψε· πάλαι γὰρ ἐξ ὀπτῆς πλίνθου ὁ ναὸς κατεσκεύαστο· Ἀπο‐ ξενώσας δὲ καὶ τῶν Αἰγυπτίων αὐτὸν, ἀνελεῖν αὐτὸν τοῖς
55φίλοις αὐτοῦ ἐνετέλλετο, πάντας ὁρκωμοτῶν, μὴ ποιῆ‐ σαι αὐτῷ τὴν κατ’ αὐτοῦ τυρευομένην κατάδηλον. Πάν‐ των οὖν τὴν βουλὴν ταύτην ἀπειπαμένων, Χανενώθης τις διακονῆσαι τῇ γνώμῃ τοῦ βασιλέως κατέθετο, δολο‐
φονῆσαι τὸν Μωϋσέα ἐπαγγειλάμενος. Τότε δὴ καὶ τῆς

785

Μεῤῥόης (οὕτω γὰρ ἡ Θέρμουθις ἐκαλεῖτο) τελευτησά‐ σης, ἕρμαιον ὁ Φαραὼ τὸν καιρὸν ἡγησάμενος, προστάτ‐ τει Μωϋσῇ καὶ Χανενώθῃ εἰς τοὺς ὑπὲρ Αἰγύπτου τό‐ πους κηδεῦσαι αὐτήν. Ἀφικνουμένων δὲ αὐτῶν, εἷς τις
5τῶν συνειδότων τὴν γνώμην τοῦ Φαραὼ ἀνακοινοῦται τῷ Μωϋσῇ· καὶ φυλάξας ἑαυτὸν πάντοθεν ὁ Μωϋσῆς, τὴν Μεῤῥόην ἔθαψε, καὶ τὸν τόπον καὶ τὸν ποταμὸν Μεῤῥόην ἐξ αὐτῆς προσηγόρευσεν. Αὐτὸς δὲ ἐκ μὲν Μέμφεως τὸν Νεῖλον διαπορθμεύσας, καθ’ ὑπόθεσιν
10Ἀαρὼν τοῦ ἀδελφοῦ αὐτοῦ, εἰς τὴν Ἀραβίαν ἀπέφευ‐ γεν· ὁ δὲ Χανενώθης πυθόμενος, γυμνώσας τὸ ξίφος ὑπαντιάξει αὐτῷ· ὁ δὲ Μωϋσῆς κατεῖχεν αὐτοῦ τὴν χεῖρα, καὶ ἐκσπάσας τὸ ξίφος αὐτοῦ τῆς χειρὸς, τῷ οἰκείῳ ξίφει αὐτὸν διεχειρίσατο, καὶ εἰς Ἀραβίαν
15πρὸς Ῥαγουῆλον τὸν τῶν τόπων ἄρχοντα παρεγένετο, καὶ τὴν θυγατέρα αὐτοῦ Σεπφόραν ἀγόμενος, ἐξ αὐτῆς δύο παῖδας ἐγέννησεν. Ὁ δὲ Φαραὼ, πᾶσαν τὴν δραματουργίαν τοῦ Μωϋ‐ σέως πυθόμενος, τὸν θυμὸν ἐπὶ τὸ πλῆθος τῶν Ἰου‐ δαίων ἔχεε, καὶ ἄρδην τούτους ἀναιρεῖσθαι προσ‐
20έταξε· μόνους γὰρ αὐτοὺς λινῆν ἐσθῆτα φορεῖν κελεύ‐ σας διὰ τὸ εὔσημον, εἰς σφαγὴν αὐτοὺς τοῖς Αἰγυ‐ πτίοις ἐκδίδωσιν· ἐφ’ ᾧ ὁ Θεὸς μεγίστῃ τιμωρίᾳ τοῦτον ἐκόλασε· πρῶτος γὰρ παντὸς ἀνθρώπου ἐλε‐ φαντιάσας ὁ Φαραὼ, αἰσχρῷ τὸν βίον τέλει κατέλυ‐
25σεν. Ὁ δὲ τούτου τὴν αὐτὴν ἀρχὴν τῆς βασιλείας διαδεξάμενος, ὁμοῦ καὶ τῆς πονηρίας αὐτοῦ ἦν διάδο‐ χος· τοῖς γὰρ αὐτοῖς κακοῖς τοὺς Ἰουδαίους ὑπέβαλλε. Καὶ θρήνου πολλοῦ περιέχοντος αὐτοὺς, ὁ Θεὸς οἶ‐ κτον λαβὼν αὐτῶν, τὸν Μωϋσῆν ἐξέπεμψεν εἰς τὴν
30Αἴγυπτον, προστάττων τῷ Φαραὼ ἀπολῦσαι τῶν Ἰου‐ δαίων τὸ ἔθνος εἰς τὴν ἔρημον, ὥστε λατρεῦσαι αὐτῷ. Ἐπὶ γοῦν τῇ τοιαύτῃ ῥήσει τοῦ Μωϋσέως χαλεπή‐ νας ὁ Φαραὼ, εἰς εἰρκτὴν παραχρῆμα ἐμβληθῆναι
35αὐτὸν προσέταξε· καὶ διὰ τῆς νυκτὸς σεισμῷ διεσεί‐ σθη πᾶσα ἡ γῆ, ὡς τινὰς τῶν φυλάκων ἐκ τοῦ δέους ψυχοῤῥαγῆσαι, τινὰς δὲ ὕπνῳ βαθεῖ παραθεῖναι τὰ μέλη· αὐτὰς δὲ τὰς πύλας τῆς εἱρκτῆς ἀναπετασθῆ‐ ναι, καὶ ἐξελθεῖν τὸν Μωϋσῆν, καὶ παραγενέσθαι
40νυκτὸς εἰς τὰ βασίλεια· καὶ γὰρ κἀκείνου αἱ θύραι κλονουμένης τῆς γῆς διέστησαν· καὶ πάντων τῶν σω‐ ματοφυλάκων καθευδόντων, διύπνησε τὸν Φαραὼ λέγων· «Ὁ Θεὸς ἐξαπέστειλέ με ἀπολῦσαι προστάτ‐ των σοι τὸν τῶν Ἰουδαίων λαόν.» Ὁ δὲ καταπλαγεὶς
45ἠρώτα καὶ ποῖος οὗτός ἐστι, καὶ τί τὸ ὄνομα τοῦ ἀποστείλαντος αὐτὸν Θεοῦ· ὁ δὲ Μωϋσῆς, προκύ‐ ψας εἰς τὴν ἀκοὴν αὐτοῦ, τοῦ Θεοῦ τὸ ὄνομα αὐτῷ διεσάφησε· καὶ μὴ καρτερήσας τὴν ἀκοὴν ὁ Φαραὼ, ἐπὶ τῆς γῆς ἔπεσεν ἄφωνος. Καὶ προσελθὼν ἤγει‐

785

(50)

ρεν αὐτὸν ὁ Μωϋσῆς, καὶ εἰς δέλτον τὸ πανάγιον ὄνομα ἐγχαράξας, ἐσφράγισε· καί τις τῶν παρ’ Αἰγυπτίοις ἱερέων, φαυλίσαι τοῦτο τολμήσας τὸ ὄνο‐ μα, σπασμονῇ εὐθέως τὸν βίον κατέλυσε. Ὁ δὲ Φαραὼ ποιῆσαί τι σημεῖον τὸν Μωϋσῆν ἐπ‐
55έτρεπε· καὶ ὁ Μωϋσῆς, ἣν κατεῖχε ῥάβδον ἀφεὶς ἐπὶ τῆς γῆς, εἰς ὄφιν αὐτὴν μετέβαλε· καὶ πάλιν αὐτῆς
ἁψάμενος, εἰς τὸ ἀρχαῖον ἀποκατέστησε.

788

Τούτου δὲ ἐπὶ τοῦτο μὴ εἴξαντος ἀπολῦσαι τὸν λαὸν, εὐξαμένου τοῦ Μωϋσέως πρὸς τὸν Θεὸν, σεισμὸς μέγας μετὰ χαλάζης ἐνέσκηψεν, ὡς τὸν φεύγοντα ἐκ τῶν δωμάτων τὸν σεισμὸν ὑπὸ τῆς χαλάζης ἀπόλλυ‐
5σθαι, τοὺς δ’ αὖ πάλιν τὴν χάλαζαν ἐκκλίνειν σπεύ‐ δοντας ὑπὸ τοῦ σεισμοῦ καταφθείρεσθαι. Ὡς δὲ καὶ ἐπὶ τοῦτο ἔμεινεν ἀδυσώπητος, τῇ ῥᾴβδῳ τὸ Νειλώϊον ὕδωρ ἐπάταξε, καὶ τὴν Αἴγυπτον πλημ‐ μυρήσας ὁ ποταμὸς, μικροῦ δεῖν πᾶσαν ἐπέκλυσεν, ὡς
10ἔκτοτε ἄχρι τοῦ νῦν ποιεῖσθαι αὐτὸν τὴν κατάβασιν. Ὁ γοῦν Φαραὼ, τοὺς ὑπὲρ Μέμφιν ἱερεῖς προσκα‐ λεσάμενος, ἠπείλησεν αὐτούς τε καὶ πάντας τοὺς τῶν εἰδώλων ἐξαφανίσαι σηκοὺς, εἰ μὴ τῷ Μωϋσῇ παρα‐ πλησίως τερατουργήσειαν. Οἱ δὲ, ταῖς εἰωθυίαις
15γοητείαις χρησάμενοι, δράκοντας ἐξέρπειν ἐποίησαν, καὶ τὸν ποταμὸν δοκήσει μετέχρωσαν, ὡς ἐκ τούτου τυφωθέντα τὸν Φαραὼ τιμωρίᾳ μεγίστῃ τοὺς Ἰου‐ δαίους ὑποβαλεῖν. Καὶ ὁ Μωϋσῆς, τῇ ῥάβδῳ παίσας τὴν γῆν, πτηνόν τι ζῶον ἐξερπύσαι αὐτὴν παρεσκεύα‐
20σεν, ὅπερ τοῖς σώμασιν ἐφιζάνον τῶν Αἰγυπτίων ἑλκώσεις ἀνιαρὰς αὐτοῖς παρείχετο, ὡς μηδεμίαν τὴν ἰατρικὴν ποιῆσαι τούτοις ἐπικουρίαν δύνασθαι. Ὡς δὲ καὶ ἐπὶ τῆς μάστιγος ταύτης ἐσκληρύνθη Φαραὼ, τελευταῖον θανάτῳ τὰ πρωτότοκα τῆς Αἰγύ‐
25πτου πάσης ὑπέβαλε. Καὶ πένθους ἐπὶ τοῦτο ἀμέτρου καταλαβόντος τὴν Αἴγυπτον, ἀπὸ τῆς χώρας παγγενῆ πάντας ὁ Φαραὼ τοὺς Ἰουδαίους ἐξέπεμψε· καὶ πολ‐ λὴν οὗτοι ὁδὸν διανύσαντες, καὶ τοὺς Ἀραβίας δια‐ βάντες ποταμοὺς, τριταῖοι ἐπὶ τὴν Ἐρυθρὰν θάλασ‐
30σαν παρεγένοντο. Τοῦ δὲ Θεοῦ τὴν καρδίαν σκληρύ‐ ναντος τοῦ Φαραὼ, πάλιν οἱ Αἰγύπτιοι ἐπιλησθέντες τῶν προλαβόντων κακῶν, τοὺς Ἰσραηλίτας ἅμα τῷ Φαραὼ ἐπεδίωκον. Μηδεὶς δὲ ὑπολάβῃ τὸν Φαραὼ ὑπὸ τοῦ Θεοῦ εἰς ἀναισθησίαν τῶν πραττομένων χωρεῖν ἐκβιάζεσθαι·
35ἀδικίας γὰρ ἵσως τοῦ Θεοῦ ὁ τοιοῦτος καταψηφίζεται φάσκων· Εἰ αὐτὸς σκληρύνει τὴν καρδίαν, τί μέμφε‐ ται τῷ σκληρυνομένῳ; Ἀλλὰ γινωσκέτω, ὅτι ἀνοχὴ τῶν μαστίγων αἰτία τῆς πωρώσεως αὐτῷ ἐγίνετο· ἡνίκα γὰρ ἐπῆγεν ἐπ’ αὐτὸν τὰς πληγὰς, ἀπολύειν
40τὸν λαὸν ἐπηγγείλατο· ἡνίκα δὲ ἠφίει τῶν βασάνων αὐτὸν, ἐσκληρύνετο· τοῦτο γὰρ ἐπὶ λέξεως σημαίνει καὶ ἡ Γραφὴ λέγουσα· Ἰδὼν δὲ Φαραὼ, ὅτι γέγονεν ἀνάψυξις, ἐβάρυνε τὴν καρδίαν αὐτοῦ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ ἐλάλησεν ὁ Κύριος·
45καὶ, Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ πᾶσαν τὴν δύναμίν μου. Ἀλλ’ ἀκούων μὴ δυσφήμως ὑπολάβῃς, λέγων· Διὰ τί τιμωρεῖται αὐτοὺς, ἀντιστῆναι αὐτῷ παρασκευάζων αὐτόν; διὰ τί τύπτει, εἰ οὐκ ἔστιν ἀδικία παρὰ τῷ

788

(50)

Θεῷ; Ἀλλὰ γινωσκέτω πρῶτον, ὅτι τὰ δοκοῦντα εἶναι ἀντιλεγόμενα παρὰ τῇ Γραφῇ, οὐ λογισμοῖς, ἀλλὰ παραδείγμασι λύεται. Ὥσπερ γὰρ οἱ ἄριστοι τῶν ἰατρῶν, ὠφέλιμόν τι ἐπι‐ νοῆσαι τῇ ἀνθρωπίνῃ φύσει σπουδάζοντες, τοὺς θα‐
55νατικῇ ἀποφάσει ὑποβληθέντας αἰτησάμενοι ἀνατέμ‐ νουσιν. ἵνα διὰ τῶν ὑποδίκων τῷ θανάτῳ ὠφέλιμόν τι
τοῖς ἀνθρώποις ἐφεύρωσιν· οὕτως ὁ πᾶσαν ἀνθρωπί‐

789

νην σοφίαν ὑπερβαίνων Θεὸς διὰ τοῦ ἀνίατον ἡμαρ‐ τηκότος Φαραὼ σημεῖα μεγάλα δείκνυσι, τὸν μὲν ἄξιον τιμωρίας κολάζων, τοὺς δὲ μετὰ ταῦτα γεν‐ νωμένους θεραπεύων, σωτηρίας ὑπόθεσιν τὴν αὐτοῦ
5τιμωρίαν αὐτοῖς παρεχόμενος. Συναγαγὼν οὖν πᾶσαν τὴν δύναμιν ὁ Φαραὼ, ἅρ‐ ματα μὲν διακόσια, ἱππέων δὲ μυριάδας κʹ, τοὺς Ἰσραηλίτας ἐδίωκεν. Οἱ δὲ, διαιρεθείσης τῆς Ἐρυ‐ θρᾶς θαλάσσης ὑπὸ Μωϋσέως, προστάγματι Θεοῦ
10ἐπορεύοντο· καὶ Αἰγύπτιοι κατόπιν αὐτῶν ἐλαύνον‐ τες κατεποντώθησαν, τῇ ῥάβδῳ τοῦ Μωϋσέως πατά‐ ξαντος, καὶ συναγαγόντος τὰ ὕδατα. Τῇ δ’ ὑστεραίᾳ ἡμέρᾳ, τὰ ὅπλα τῶν Αἰγυπτίων τῷ πλήθει τῶν Ἑβραίων προσήνεγκε τὸ ὕδωρ ὠθούμενον
15ὑπὸ τοῦ πνεύματος. Καὶ ὁ Μωϋσῆς εἰκάσας καὶ τοῦτο τῇ τοῦ Θεοῦ γεγενῆσθαι προνοίᾳ, ἐκέλευσεν αὐτὰ πο‐ ρίσασθαι, ὅπως μὴ εἶεν ἄνοπλοι. Ἀφικνοῦνται γοῦν εἰς τὴν ἕρημον. Καὶ ὁ Ῥαγουῆλος καὶ Ἰοθὼρ (διώνυμος γὰρ ἐτύγ‐
20χανεν) ἀφικνεῖται πρὸς τὸν Μωϋσῆν, ἐπαγόμενος αὐτῷ τὴν γυναῖκα καὶ τοὺς υἱούς· καὶ μαθὼν πᾶσαν παρ’ αὐ‐ τοῦ τὴν κατ’ Αἰγυπτίων τοῦ Θεοῦ θαυματουργίαν, κατεπλάγη, καὶ ἐδόξασε τὸν Θεόν. Ἦν δὲ οὗτος, ὥς φασι, τοῦ Ἀβραὰμ ἀπόγονος, ἐξ ἑνὸς τῶν ἐκ Χετ‐
25τόυρας γεννηθέντων αὐτῷ τεχθείς· ἐκ γὰρ τοῦ Ἰε‐ ζὰν ἐγένετο Δάδαν, Ῥαγουὴλ, Ἰοθὼρ καὶ Ὀβάβ. Δεξιῶς οὖν αὐτὸν φιλοφρονησάμενος ὁ Μωϋσῆς, εἰς τοὺς οἰκείους τόπους προέπεμψεν. Αὐτὸς δὲ πολλὰς πρὸς τὸ χρήσιμον τοῖς Ἑβραίοις
30νομοθετήσας ὁ Μωϋσῆς ἐτελεύτησε, βιώσας ἔτη ρκʹ. καὶ Ἰησοῦς ὁ Ναυῆ τὴν ἡγεμονίαν αὐτοῦ διαδέχεται, καὶ ἐξάγει τῆς ἐρήμου τὸν λαὸν, ἔτη μʹ ἐν αὐτῇ δια‐ τρίψαντα, ἐφ’ ἧς ἔτι τὰ ἴχνη τῆς κατοικήσεως τῶν Ἰουδαίων σώζεται. Οἱ γὰρ χάριν ἱστορίας τοῖς τόποις
35ἐπιδημήσαντες, τῶν σκηνῶν τύπους ἔτι συνεστάναι διηγοῦνται μυρίου πλήθους ὑπαρχούσας [f. ὑπαρ‐ χουσῶν], τό τε Σιναῖον ὄρος θεωρεῖσθαι, παρ’ ᾧ τὰς νομοθεσίας ὁ Μωϋσῆς εἴληφε, καὶ ἕκαστα τῶν ἐν μέρει ἀναγεγραμμένων.
40 Ζητητέον δέ· Οἱ Ἑβραῖοι ἐν τῇ Αἰγύπτῳ παρῴκη‐ σαν ἔτη υʹ καὶ λʹ, καὶ οὐχὶ ιεʹ καὶ διακόσια· ἡ μὲν γὰρ τῶν χρόνων ἐφεξῆς ἀναγραφὴ σιεʹ σημαίνει, ἡ δὲ Γραφὴ υʹ καὶ λʹ. Λέγει γὰρ, ὅτι πάροικον ἔσται τὸ σπέρμα τοῦ Ἀβραὰμ ἐν γῇ ἀλλοτρίᾳ ἔτη υλʹ.
45 Πρῶτον μὲν οὖν ἐπιτηρητέον, ὅτι οὐκ εἶπεν ἐν Αἰ‐ γύπτῳ, ἀλλ’ ἐν γῇ ἀλλοτρίᾳ πάροικον ἔσται τὸ σπέρμα τοῦ Ἀβραάμ· ἀλλοτρία δὲ ὑπῆρχε καὶ ἡ Χαναναία γῆ, ἣν παρῴκησεν ὁ Ἰσαὰκ, σπέρμα τοῦ Ἀβραὰμ πρὸ πάντων αὐτὸς τυγχάνων ἐξαίρετον·

789

(50)

υἱὸς γὰρ ἦν. Δῆλον οὖν, ὅτι πρὸ τοῦ κληρονομῆσαι τῶν ἀλλοφύλων τὴν γῆν, ὑπῆρχον πάροικοι μέχρις ἐτῶν υλʹ, ὥς που καὶ ὁ Ἀπόστολος λέγει· Διαθήκην προκεκυ‐ ρωμένην ὑπὸ Θεοῦ μετὰ ἔτη υλʹ, εἰς τὸ καρποφο‐ ρῆσαι τὴν ἐπαγγελίαν· καὶ ἐπιφέρει· Τῷ δὲ
55Ἀβραὰμ δι’ ἐπαγγελίας ἐχαρίσατο ὁ Θεός. Εἰκὸς
οὖν, ὅτι ἐν μὲν τῇ Χαναναίᾳ σιεʹ παρῴκησαν, ἐν δὲ

792

τῇ Αἰγύπτῳ τὰ αὐτὰ σιεʹ, ἅπερ ὁμοῦ γίνεται ἔτη υλʹ. Διάγοντος δὲ τοῦ Ἰησοῦ τὸν λαὸν καὶ τὴν κιβωτὸν τῆς Διαθήκης διὰ τοῦ Ἰορδάνου, διέστη τὰ ὕδατα εἰς πῆγμα ἓν ἀφεστηκὸς μακρὰν σφόδρα· τὸ δὲ κατα‐
5βαῖνον εἰς τὴν θάλασσαν τῶν ἀλῶν Ἄραβα κατῆλθεν, ἕως οὗ εἰς τέλος ἐξέλιπε, καὶ πάντες ἐπὶ ξηρᾶς διέ‐ βησαν, καὶ στρατοπεδεύουσιν ἐπὶ τὴν Ἱεριχώ. Ἦν δὲ αὕτη μεγίστοις ὠχυρωμένη τείχεσι. Κυκλοῦσι γοῦν αὐτὴν ἐπὶ ἡμέρας ἓξ, Θεοῦ προστάξαντος· καὶ
10τῇ ἑβδόμη ὄρθρου περιῆλθον αὐτὴν ἕβδομον κυκλόθεν, καὶ οἱ ἱερεῖς σαλπίγξαντες ταῖς σάλπιγξι τὸν λαὸν πάντα ἀλαλάξαι ὁμοθυμαδὸν διήγειραν· καὶ βοησάν‐ των αὐτῶν, παραχρῆμα τὸ τεῖχος ἔπεσε, καὶ ἑάλω ἡ πόλις, καὶ πᾶσα τῷ Κυρίῳ ὑπῆρξεν ἀνάθημα.
15 Καὶ μετὰ τὴν Ἱεριχὼ ἐνεδρεύουσι τὴν πόλιν Οὐαῒ, καὶ λαβόντες αὐτὴν ἐνέπρησαν, καὶ τὸν βασιλέα αὐτῆς ἐπὶ ξύλου κρεμάσαντες, προστάξαντος τοῦ Ἰησοῦ, ἐσταύρωσαν. Καὶ δύνοντος τοῦ ἡλίου ἔῤῥιψαν τὸ σῶμα αὐτοῦ εἰς φάραγγα, καὶ σωρῷ αὐτὸ λίθων ἐπέχω‐
20σαν. Οἱ δὲ Γαβαωνῖται, τούτων τὰς πολιορκίας πυθόμε‐ νοι (ὑπῆρχον γὰρ αὐτῶν ἀστυγείτονες), πανούργως τοὺς Ἰσραηλίτας κατασοφίζονται. Ἦσαν [f. ὡς ἂν] γὰρ μὴ φθάσαντες τῇ πόλει αὐτῶν παρεμβάλωσιν,
25ὑπαντῶσιν αὐτοῖς ἐσθῆτα καὶ ὑποδήματα διεῤῥωγότα ἠμφιεσμένοι, καὶ σάκκους ἄρτων ξηρῶν καὶ εὐρω‐ τιώντων, καὶ ἀσκοὺς παλαιοὺς ἐπηχθισμένοι, φά‐ σκοντες αὐτοῖς· «Ἡ μὲν πόλις ἡμῶν πολὺ ἀφ’ ἡμῶν διέστηκε· τοὺς γὰρ ἄρτους τούτους νεαροὺς ἐφωδιά‐
30σθημεν, καὶ τὴν ἐσθῆτα ἣν περικείμεθα καινὴν ἠμφιέσμεθα, καὶ τὰ ὑποδήματα νέα τοῖς ποσὶν ὑπ‐ εβάλομεν· καὶ ταῦτα πάντα τὸ μῆκος τῆς ὁδοῦ κατ‐ έτριψε, καὶ ἐπαλαίωσε. Διάθεσθε οὖν πρὸς ἡμᾶς εἰ‐ ρήνην, καὶ φίλους ἡμῶν καταστήσατε.» Καὶ ὁ μακά‐
35ριος Ἰησοῦς ὅρκοις εἰρήνην τὴν πρὸς αὐτοὺς ἐπι‐ στώσατο. Ὕστερον δὲ τὴν πανουργίαν αὐτῶν ἐπι‐ γνοὺς, ἐφείσατο μὲν αὐτῶν διὰ τὸν ὅρκον, ξυλοφορεῖν δὲ καὶ ὑδροφορεῖν τοῖς Ἰσραηλίταις ἀντὶ τῆς ἀπάτης προσέταξεν.
40 Ὀργισθεὶς δὲ Ἀδωνιβεζὲκ ὁ βασιλεὺς Ἱερουσαλὴμ ἐπὶ τὸ αὐτομολῆσαι τοῖς Ἰσραηλίταις τοὺς Γαβαωνί‐ τας, συμμάχους τοὺς πλησιοχώρους λαβὼν βασιλεῖς, τὸν Αἰλὰμ βασιλέα Χεβρὼν, καὶ τὸν Φιδὼν τὸν τῆς Ἰεριμοὺδ, καὶ Σιφὰ τὸν Λαχεὶς, ἕτι δὲ καὶ τὸν Δὰδ
45τῆς Σοδολλὰμ, ἐστρατοπέδευσε πρὸς αὐτοὺς, καὶ ἐπολιόρκει τὴν Γαβαών. Οἱ δὲ Γαβαωνῖται συνεχόμε‐ νοι πρεσβεύονται πρὸς Ἰησοῦν. Ὁ δὲ ἐν Γαλγάλοις ὢν, ἀντιπαρετάξατο αὐτοῖς, καὶ συμβολῆς γενομένης ἐτροπώθησαν οἱ ἀλλόφυλοι· καὶ οἱ μὲν ξίφει δι‐

792

(50)

εφθάρησαν, οἱ δὲ χαλάζῃ. Φευγόντων γὰρ αὐτῶν, ὁ Θεὸς χάλαζαν αὐτοῖς κατώμβρησεν, ἥτις πλείστους τῶν ἐναντίων ἀνεῖλε, ἤπερ ὁ πόλεμος. Ἵνα δὲ τέλεον ἐξαφανίσῃ αὐτοὺς Ἰησοῦς, ηὔξατο τῷ Θεῷ, ὅπως τὴν ἡμέραν παρὰ φύσιν μηκύνῃ αὐτοῖς στήσας τὸν ἥλιον
55κατὰ Γαβαὼν, καὶ τὴν σελήνην κατὰ φάραγγα Ἀρ‐ νῶν. Καὶ ἔστησεν ὁ Θεὸς στάσει τὸν ἥλιον καὶ τὴν
σελήνην, ἕως οὗ παηνμέριον τοὺς πολεμίους ἥλω.

793

Τοὺς δὲ πέντε βασιλεῖς τῶν ἐθνῶν Ἰησοῦς ὁ τοῦ Ναυῆ κρυπτομένους εὑρὼν, εἰς σπήλαιον ὑπτίους ἐπὶ τῆς γῆς, ῥιφῆναι αὐτοὺς προσέταξε, καὶ κατα‐ πατεῖσθαι ὑπὸ τοῦ λαοῦ ἐπὶ τοῦ τραχήλου ποιήσας,
5ἀπέκτεινε· καὶ τὰ σώματα αὐτῶν ἐπὶ ξύλου ἀναρτή‐ σας, ὕστερον εἰς τὸ σπήλαιον αὐτὰ κατώρυξε. Πάσας δὲ τὰς πόλεις ἐκπορθήσας αὐτῶν, πᾶσαν τὴν ὀρεινὴν καὶ τὴν πεδινὴν ὑπέταξε. Ἀσὼρ δὲ, ὁ βασιλεὺς Ἰαβὶν, συμμάχους τοὺς πέ‐ ριξ λαβὼν βασιλεῖς, πολλὴν συνήγαγε δύναμιν, ὡς
10εἰκάσαι τὸ πλῆθος τῆς στρατείας αὐτῶν τῇ ἀναρι‐ θμήτῳ τῆς θαλάσσης ψάμμῳ, καὶ ἀντιπαρετάξατο τῷ Ἰησοῦ. Ὁ δὲ αὐτοῖς ἄφνω ἐπιπεσὼν Ἰησοῦς αὐτόν τε καὶ πάντας τοὺς συμμάχους πανστρατὶ κατέσφαξε, καὶ τοὺς ἵππους αὐτῶν ἐνευροκόπησε, καὶ πᾶσαν
15αὐτῶν τὴν γῆν τοῖς Ἰσραηλίταις διένειμε· τῇ μὲν φυλῇ τοῦ Ῥουβὶν τὴν τῶν Ἀμοῤῥαίων γῆν ἀπεκλή‐ ρωσε καὶ τὴν Ῥαφασὴν, τὴν δὲ Γὰδ τὴν αὐτὴν γῆν τῶν Ἀμοῤῥαίων, καὶ τὸ ἥμισυ φυλῇ Μανασσῆ ἀπ‐ ένειμε, καὶ τῇ φυλῇ Ἰούδα τὴν τῶν Ἑβραίων, καὶ
20Χετταίων, καὶ τὴν Ἐνακείμ. Ἤγουν Ἰούδα φυλὴ, σύμμαχον λαβοῦσα τὴν φυλὴν Συμεὼν, τοὺς Χανα‐ ναίους καὶ Φερεζαίους ἐπόρθησε, καὶ φεύγοντα τὸν Ἀδωνιβεζὲκ χειρωσάμενοι, τοὺς πόδας αὐτοῦ καὶ τὰς χεῖρας ἠκρωτηρίασαν· καὶ κατοδυρόμενος ἑαυτὸν
25ἔφη· «Καθὼς ἐποίησα, οὕτω μοι ὁ Θεὸς ἀνταπέδωκεν. Ἑβδομήκοντα γὰρ βασιλεῖς, τὰ ἄκρα τῶν ποδῶν αὐτῶν καὶ τῶν χειρῶν ἐκκεκομμένοι, ὑποκάτω ἦσαν τῆς τραπέζης μου τὰ ἐμπίπτοντα ἀναλέγοντες.» Κομισθεὶς οὖν εἰς Ἱερουσαλὴμ παραυτίκα ἀπέθανε. Τῇ
30δὲ φυλῇ Ἐφραῒμ τὴν τῶν Ἀμοῤῥαίων, καὶ Φερεζαίων, καὶ Σαμαραίων· καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ τὴν τῶν Γερσαίων, καὶ Ἀμοῤῥαίων γῆν ἀπένειμεν Ἰησοῦς· τὴν δὲ τῶν Ἑβραίων, καὶ Ἀμοῤῥαίων, καὶ Ἰεβου‐ σαίων τῇ τοῦ Βενιαμὶν ἐκληροδότησε· τῇ δὲ τοῦ
35Συμεὼν τὴν τῶν Ἑβραίων καὶ Φερεζαίων· καὶ τῇ τοῦ Ζαβουλὼν τὴν τῶν Φερεζαίων· τὴν δὲ τῶν Κι‐ ναίων τῇ Νεφθαλείμ· καὶ τῇ φυλῇ τοῦ Δὰν τὴν Ἀμοῤῥαίων· τῇ δὲ φυλῇ Ἰσσάχαρ, καὶ τῇ φυλῇ Ἀσὴρ τὴν τῶν Φερεζαίων. Ταύτην πᾶσαν διανείμας
40τὴν γῆν Ἰησοῦς ρʹ καὶ ιʹ βιώσας ἔτη, ἀπέθανεν, Ἐλεαζάρου δὲ τοῦ υἱοῦ Ἀαρὼν τελευτήσαντος τὴν ἀρχιερωσύνην Φινὲς ὁ υἱὸς αὐτοῦ διεδέξατο. Μετὰ δὲ τὴν τελευτὴν Ἰησοῦ Ναυῆ οἱ Ἰσραηλῖται, ἀποστάν‐ τες τοῦ Θεοῦ, τῇ Ἀστάρτῃ ἐλάτρευσαν καὶ παρ‐
45έδωκεν αὐτοὺς ὑποχειρίους ὁ Θεὸς Χουσαρθὰν τῷ Σύρων βασιλεῖ, ὅστις εἰς πολλὴν συνοχὴν αὐτοὺς κατέστησεν, ὡς ἐπὶ πολὺ καταπονηθέντας αὐτοὺς βοῆσαι πρὸς τὸν Θεὸν, καὶ δοθῆναι αὐτοῖς κρι‐
τάς.