TLG 4117 020 :: EUSTATHIUS :: Fragmenta varia [Sp.] (fragmenta) EUSTATHIUS Scr. Eccl.
Theol. Fragmenta varia [Sp.] (fragmenta) Frr. 88, 90 Citation: Fragment — (line) | ||
t | FRAGMENTA VARIA | |
88 | Τὸ μὴ μόνον ἄνθρωπον, ἀλλὰ καὶ Θεόν, καθὼς καὶ Ἱερεμίας ὁ προ‐ φήτης λέγει· οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῶι παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῶι ἠγαπημένωι ὑπ’ αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη | |
5 | καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Πότε δὲ συνανεστράφη ἀνθρώποις, εἰ μὴ ὅτε συνεγεννήθη μετ’ αὐτῶν ἐκ παρθένου καὶ συνενηπίασε καὶ συνηυ‐ ξήθη καὶ συνέφαγε καὶ συνέπιε καὶ τὰ ἄλλα; | |
---|---|---|
90 | Εἰ γὰρ τὰς εὐχὰς ποιεῖσθαι δεῖ, φησίν, ὑπὲρ τῆς καθολικῆς Ἐκκλησίας τῆς ἀπὸ περάτων τῆς οἰκουμένης, πολλῷ μᾶλλον καὶ τὴν πρόνοιαν ὑπὲρ ἁπάσης αὐτῆς ἐπιδείκνυσθαι δεῖ καὶ ὁμοίως ἁπασῶν κήδεσ‐ | |
θαι καὶ μεριμνᾶν πάσας. | 130 |