TLG 4117 015 :: EUSTATHIUS :: In Ecclesiasten (fragmenta e catenis) EUSTATHIUS Scr. Eccl.
Theol. In Ecclesiasten (fragmenta e catenis) frr. 79–80 Citation: Fragment — (line) | ||
t | IN ECCLESIASTAM | |
79 | Πνεῦμα τὴν ψυχὴν ὀνομάζει· προαίρεσις γάρ ἐστι ποία νοῦ κίνησις· καὶ ὁ Δαυῒδ· εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου· Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου· καὶ ἐν ταῖς Βασιλείαις· οὐκ ἐλύπησε, φησὶ, Δαυῒδ τὸ πνεῦμα Ἀμνὼν τοῦ υἱοῦ αὐτοῦ. | |
80 | Ὅτι ἓν τέλος τῶν τοιούτων πάντων ἡ ματαιότης ἐστίν· ἧς περισ‐ σεύειν εἰς τὸ ἐφεξῆς οὐχ εὑρίσκεται· παυσαμένης γὰρ τῆς ἐνεργείας, ἐξηλείφθη καὶ ἡ ἀπόλαυσις, καὶ οὐδὲν εἰς τὸ ἐφεξῆς ταμιεύεται. Οὐδὲ ὑπολείπεταί τι τοῖς ἡδομένοις ἴχνος εὐφροσύνης ἢ λείψανον παρελθούσης | |
5 | τῆς κατὰ τὴν ἡδονὴν ἐνεργείας. | 124 |
---|