TLG 4117 014 :: EUSTATHIUS :: In Proverbia (fragmenta) EUSTATHIUS Scr. Eccl.
Theol. In Proverbia (fragmenta) frr. 75–78 Citation: Fragment — (line) | ||
t | IN PROVERBIA | |
75 | Διὰ τοῦ οἴνου καὶ τοῦ ἄρτου τὰ ἀντίτυπα τῶν σωματικῶν τοῦ Χριστοῦ κηρύττει μελῶν. | |
76 | Τὸν Χριστὸν λέγει Σοφίαν, τὴν αἰσθητὴν αὐτῆς εἰκόνα, διαγρά‐ φων τὴν ὁρατὴν φρόνησιν τήν τε ἐμπορίαν αὐτῆς 〈πρὸ〉 πάντων | |
5 | ἀσπαστέαν σημαίνων· καὶ οὐδὲν αὐτῇ κακίας εἶδος ἢ πανουργίας ἀντιτασσόμενον ἰσχύει· τοῖς γὰρ ἐρῶσιν αὐτῆς πρόδηλον γνώρισμα παριστῶν, ἐκβοᾷ μετ’ εὐφημίας· | |
---|---|---|
10 | εὔγνωστός ἐστι πᾶσι, καὶ πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς. | |
77 | Ὁ μὲν γὰρ στρατηγὸς πόλιν ἅπαξ ἑλὼν ὡς ἠβουλήθη διέθηκεν, ὁ δέ γε τῶν παθῶν ἡνίοχος ὑποτάτ‐ τει ταῦτα, ἐφ’ ὅσον ἐστὶν ἐν τῇ ζωῇ· | |
5 | ὁ γὰρ ἐμφύλιος πολέμιος πάντως τοῦ ἔξωθέν ἐστι χαλεπώτερος, ὡς ὅ γε πορθήσας ἀπεμερίμνησεν, ὁ δὲ πρὸς ἄπαυστον ἐχθρὸν ἔχων ἀγωνίζεται. Μέγα τοίνυν κατόρθωμα | 122 |
10 | τὸ κρατεῖν ὀργῆς καὶ μέγα στρατή‐ γημα κατὰ τοῦ πνεύματος τῆς ὀργῆς. | |
78 | Οὐ μόνον περὶ πόρνης εἴρηται, ἀλλὰ καὶ περὶ πονηρᾶς ἐπιθυμίας· ὅταν γὰρ ὁ νοῦς πρὸς τὴν κακὴν πρᾶξιν ὁρμήσῃ, τότε ἡ καρδία ὃ λέγει στόμα μελετᾷ σκολιά· τότε γὰρ ἔσται ὡς ἐν καρδίᾳ θαλάσσης, ὑπὸ τῆς ἅλμης τῶν πολλῶν λογισμῶν πνιγόμενος καὶ ὡς κυβερνήτης ἐν πολλῷ | |
5 | κλύδονι, ὑπὸ τῶν τῆς κακῆς ἐπιθυμίας κυμάτων ὠθούμενος πρὸς τὴν πονη‐ | |
ρὰν πρᾶξιν ἀγωνιᾷ. | 123 |