TLG 4117 010 :: EUSTATHIUS :: De Melchisedech (fragmenta) EUSTATHIUS Scr. Eccl.
Theol. De Melchisedech (fragmenta) Citation: Fragment — (line) | ||
1(1t) | Εὐσταθίου ἐπισκόπου Ἀντιοχείας. | |
2 | Ἀμήτορά που καὶ ἀπάτορα τὸν Μελχισεδὲκ ἐξέφρασεν ὁ Παῦλος. Ὅτι μὲν τοίνυν ἐκ γῆς οὐκ ἀνέτειλεν ὁ μέγιστος τῶν ἱερέων Μελχι‐ σεδέκ, οὐδεὶς ἀντειπεῖν ἔχοι· οὐδὲ γὰρ ἐκ δρυὸς οὐδ’ ἀπὸ πέτρας ἔφυ, | |
---|---|---|
5 | οὐδ’ ἐκ γῆς ληφθεὶς πηλουργεῖται κατὰ τὸν Ἀδὰμ πλαττόμενος καὶ τῶ χεῖρε πλαστουργεῖται. Καὶ μετ’ ὀλίγον τόπον· Τί οὖν ἄν τις εἴποι; ἀμήτωρ γὰρ ἡμῖν ὁ Μελχισεδὲκ ἱστορεῖται. Καίτοι γε εἰ ἐμφερὴς τυγχάνοι τῷ Θεῷ καὶ Λόγῳ καὶ τὸ ξύμπαν ἡμῖν | |
10 | ἔοικεν αὐτῷ τὴν ἐκείνου φέρων εἰκόνα καὶ τὸν ἐκείνου σώζων χαρακτῆρα, οὐκ ἀμήτωρ οὐκ ἀπάτωρ ἐστίν· ἔστι γὰρ τῷ Χριστῷ καὶ μήτηρ Μαρία καὶ γένος τὸ βασιλικὸν τοῦ Δαυὶδ καὶ ἐκ τῆς ῥίζης τοῦ Ἰεσσαὶ τὸ τῆς ὅλης ἡμῖν εὐωδίας ἄνθος ἀνατέλλει καὶ γενεαλογεῖται τὸ κατὰ σάρκα γένος αὐτοῦ, τὸ δὲ τοῦ Μελχισεδὲκ ἀγενεαλόγητον εἶναι θεωρεῖται. | 34 |
15 | Οὐκοῦν εἴποι τις ἂν τὸν Μελχισεδὲκ ἀγενεαλόγητον εἶναι διὰ τὸ μὴ εἶναι ἐκ τοῦ σπέρματος Ἀβραὰμ μηδὲ ὑπὸ Μωσέως γενεαλογεῖσθαι πώποτε, εἶναι δὲ Χαναναῖον τὸ γένος καὶ ἐκ τῆς ἐπαράτου ἐκείνης σπορᾶς ὁρμᾶσθαι, δίκαιον δὲ τῶν καθ’ ἑαυτὸν ἀποφανθέντα καὶ οὐκ ἐκ προγόνων ὁρμώμενον δικαίων οὐδ’ ἀπό τινος δικαίας σπορᾶς. Οὐ θέμις | |
20 | οὖν ἦν γενεαλογεῖν καὶ εἰς τὸ τοῦ Χαναὰν γένος ἀνάγειν τὸν εἰς ἄκρον δικαιοσύνης νεύοντα, οὐδὲ γὰρ πρεπωδέστατον ἦν τὸν τῆς ἄκρας δικαιο‐ σύνης ἐπιλελημμένον συμπλέκειν τῷ τῆς ἄκρας ἀδικίας ἐπιλελημμένῳ γένει. Διὸ ἀπάτορα καὶ ἀμήτορά φησιν αὐτὸν εἶναι ἡ γραφή, οὐκ ἀξίους τοὺς προγόνους ἡγουμένη τῆς ἀρετῆς τοῦ δικαίου καὶ σώφρονος ἀνδρός. | |
25 | Ὅτι δὲ Χαναναῖος τὸ γένος δείκνυται ὁ Μελχισεδέκ, ἔστι δήπου τεκμή‐ ρασθαι καὶ ἀπ’ αὐτῶν ἐκείνων ὧν ἐκράτει καὶ ἐβασίλευε κλιμάτων καὶ οἷς ἐπλησίαζεν· ἀστυγείτων μὲν γὰρ ἦν Σοδόμων πλησιαίτερος δὲ τῷ Ἀβραὰμ οἰκοῦντι πρὸς τῇ δρϋὶ τῇ Μαμβρῇ. Οἶμαι δὲ 〈ὅτι〉 καὶ Σαλὴμ | |
ἐκείνης ἐτύγχανε βασιλεύς, ἥ ἐστιν ἡ πολυθρύλητος αὕτη Ἱερουσαλήμ. | 35 | |
30 | Καὶ μετ’ ὀλίγον τόπον. Οὐκοῦν εἰ σαφῶς ἔοικεν ὁ Μελχισεδὲκ τῷ υἱῷ τοῦ Θεοῦ, οὐκ ἀπά‐ τωρ οὐδὲ ἀμήτωρ οὐδὲ ἀγενεαλόγητος ἔσται, ἀλλὰ τὰ μὲν τῆς σαρκὸς κατὰ τὴν φύσιν τῆς σαρκὸς γενεαλογηθήσεται, θάτερον δέ τι τὸ ἀγενεα‐ λόγητον ὀφθήσεται καθάπερ οὖν ἀμέλει καὶ ἐπὶ τοῦ Χριστοῦ· καὶ γὰρ | |
35 | ὁ Χριστὸς κατὰ μὲν δὴ τὸ σῶμα γενεαλογεῖται, κατὰ δὲ τὴν ἀνωτάτω τάξιν ἀδιήγητον ἔχει τὴν γενεὰν ὡς προαποδεδώκαμεν. | |
2(1t) | Τοῦ Χρυσοστόμου εἰς αὐτό· | |
2 | Πολλοὶ μὴ νοήσαντες τὰ περὶ τοῦ Μελχισεδὲκ εἰρημένα μείζονα τοῦ Χριστοῦ τοῦτον εἰρήκασι καὶ συνεστήσαντο ἑαυτοῖς αἵρεσιν, οἳ καὶ λέ‐ γονται Μελχισεδεκιανοί. Φιλονεικοῦντες οὖν καὶ βουλόμενοι δεῖξαι ὅτι | |
5 | μείζων ἐστὶ τοῦ Χριστοῦ ὁ Μελχισεδὲκ προφέρουσιν ἡμῖν μάρτυρα τὴν γραφὴν λέγουσαν· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Πῶς γάρ, φησίν, οὐκ ἂν εἴη μείζων, οὗ κατὰ τὴν εἰκόνα καὶ τὴν τάξιν ἱερατεύει ὁ Χριστός; Ἄλλοι δὲ πλανηθέντες λέγουσιν αὐτὸν εἶναι τὸ Πνεῦμα τὸ ἅγιον. | |
10 | Ἡμεῖς δὲ λέγομεν αὐτὸν εἶναι ἄνθρωπον ὁμοιοπαθῆ ἡμῖν καὶ μήτε μείζονα Χριστοῦ, ἀλλ’ οὔτε Ἰωάννου τοῦ βαπτιστοῦ, οὔτε μὴν εἶναι αὐτὸν τὸ Πνεῦμα τὸ ἅγιον. Ὅτι δὲ οὐκ ἔστι μείζων τοῦ Χριστοῦ, εἰπάτωσαν ἡμῖν οἱ τοῦτο λέγοντες ποίου χωρίου αὐτὸν εἶναι λέγουσιν; ἆρα οὐρα‐ νίου; ἆρα ἐπιγείου ἢ καταχθονίου; Εἰ μὲν οὐρανίου ἢ ἄλλου τινὸς | |
15 | χωρίου, ἀκουσάτωσαν ὅτι αὐτῷ κάμψει πᾶν γόνυ καὶ τὰ ἑξῆς. Εἰ οὖν κάμπτει γόνυ, ἐλάττων εἴη ὁ προσκυνῶν τοῦ προσκυνουμένου Χριστοῦ. Ἀλλ’ οὔτε τὸν ἐπιόντα στίχον ἴσασιν οἱ τάλανες· τῷ ἀφομοιουμένῳ τῷ | |
υἱῷ τοῦ Θεοῦ· ὥσπερ καὶ ἡμεῖς κατ’ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ ἐγενόμεθα. Ἀλλ’ ἴσως τις ἐπερωτᾷ τῶν ἀκροατῶν καὶ λέγει· τί οὖν ἔστι τὸ | 36 | |
20 | ἀπάτορα αὐτὸν λέγεσθαι καὶ ἀμήτορα καὶ ἀγενεαλόγητον; Πρὸς ὃν ἐροῦμεν ὅτι Ἰουδαῖοι μὲν αὐτὸν εἰρήκασιν ἐκ πόρνης γεννηθῆναι καὶ διὰ τοῦτο μὴ γενεαλογηθῆναι ὑπὸ τῆς γραφῆς. Πρὸς οὓς ἐροῦμεν ὅτι κακῶς εἴπατε. Εὑρίσκομεν γὰρ καὶ ἄλλους ἐκ πόρνης γεννηθέντας καὶ γενεαλογηθέντας· εὐθὺς ὁ Σολομῶν ἐκ τῆς τοῦ Οὐρίου, εἶτα καὶ ὁ Ἀβι‐ | |
25 | μέλεχ υἱὸς Γεδεών. Τίνος οὖν ἕνεκεν οὐ γενεαλογεῖται; Ἐπειδὴ τύπος ἦν τοῦ Χριστοῦ καὶ τούτου εἰκόνα ἔφερε, διὰ τοῦτο παρέλιπεν αὐτοῦ ἡ γραφὴ τὸν πατέρα καὶ μητέρα, ἵνα ἐν ἐκείνῳ καθάπερ εἰκόνι τὸν ἀληθῶς ἀπάτορα καὶ ἀμήτορα καὶ ἀγενεαλόγητον Χριστὸν ἐνοπτρισώμεθα. Ἀπάτωρ γὰρ ἐπὶ | |
30 | γῆς Χριστὸς κατὰ σάρκα, ἀμήτωρ ἐν οὐρανοῖς κατὰ πνεῦμα κατὰ τὴν θεότητα· τοιοῦτόν ἐστι καὶ τὸ μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων. Οὐ γὰρ ἐγενεαλόγησεν ἡ γραφὴ τὸν Μελχισεδέκ, ἀλλὰ παρέλιπεν αὐτοῦ τὴν γέννησιν καὶ τὴν τελευτήν, ἵνα, καθὰ προείπαμεν, ἐν ἐκείνῳ τοῦτον θεωρήσωμεν. Βασιλεὺς γὰρ δικαιοσύνης ἑρμηνεύεται Μελχισεδέκ, | |
35 | ὅς ἐστι Χριστὸς μήτε ἀρχὴν ἡμερῶν ἕχων μήτε ζωῆς τέλος· οὔτε γὰρ ἐν ἀρχῇ ἡμερῶν ὁ Θεὸς Λόγος ἐγεννήθη, οὔτε ἔληξέ ποτε ἢ ἐτελεύτησεν, εἰς ἀεὶ γὰρ ὁ Χριστὸς διαμένει. Οὕτως οὖν ὁ Μελχισεδὲκ ἀνὴρ δίκαιος γέγονε καὶ ἀληθῶς εἰκόνα Θεοῦ φέρων ἐν ἑαυτῷ· προφητικῷ τοίνυν πνεύματι κινούμενος τὴν | |
40 | μέλλουσαν ὑπὸ Χριστοῦ προσφορὰν τῷ Θεῷ προσκομίζεσθαι νοήσας, ἄρτῳ καὶ οἴνῳ τὸν Θεὸν ἐγέραιρεν μιμούμενος τὸν μέλλοντα Χριστόν. Ἐπεὶ οὖν ἐν τῇ Ἰουδαίων συναγωγῇ ἡ τάξις τοῦ Ἀαρὼν θυσίαν προσ‐ έφερε τῷ Θεῷ, οὐκ ἄρτον καὶ οἶνον, ἀλλὰ μόσχους καὶ ἀμνούς, ἐναίμοις θυσίαις δοξάζουσα τὸν Θεόν, ὁ Θεὸς πρὸς τὸν μέλλοντα γεννᾶσθαι ἐκ | |
45 | τῆς παρθένου Μαρίας Ἰησοῦν ἐβόα λέγων· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ, οὐ κατὰ τὸν Ἀαρὼν τὸν ἐναίμοις θυσίαις λατρεύοντα, ἀλλὰ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἐν ἄρτῳ καὶ οἴνῳ τὴν τῶν | |
ἐθνῶν προσκομίζων προσφορὰν εἰς τὸ διηνεκές. | 37 |