TLG 4117 009 :: EUSTATHIUS :: De fide contra Arianos (fragmenta)

EUSTATHIUS Scr. Eccl. Theol.
(Antiochenus: A.D. 4)

De fide contra Arianos (fragmenta)

Source: Spanneut, M. (ed.), Recherches sur les écrits d’Eustathe d’Antioche avec une édition nouvelle des fragments dogmatiques et exégétiques. Lille: Facultés Catholiques, 1948: 112–113.

fr. 63

Citation: Fragment — (line)

t

DE FIDE CONTRA ARIANOS

63

Ἀρχὴ γάρ τοι τῶν καλλίστων τῆς δι‐ καιοσύνης ὁδῶν γεγένη‐ ται ἡμῖν ὁ ἄνθρωπος
5τοῦ Χριστοῦ, τοῖς κρείτ‐ τοσι τῶν ἐπιτηδευμάτων προσάγων ἡμᾶς. Σεμνο‐ πρεπῶς προσαρμόττει τῷ
Πνεύματι,112
10ξεναγεῖ εἰς τὸν παράδεισον, εἰς τὴν οἰκείαν ἀποκαθίστησι νομήν. Διὸ καὶ ὁ Χριστὸς ἔλεγεν· ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. Τῷ μὲν οὖν ὀνόματι τῆς ὁδοῦ τὴν κατὰ ἄν‐
15θρωπον δηλοῖ περιβολὴν, ὅπερ ἔστι τῶν σωματικῶν καὶ τῶν ὁρατῶν· γῆς γάρ τι μόριον ἡ ὁδὸς καὶ αἰσθη‐ τὸν ἔδαφος καθέστηκε· τὸ δὲ ὄνομα τῆς ἀληθείας 〈καὶ〉 τῆς ζωῆς τὴν
20τοῦ Πατρὸς φύσιν· ἡ γὰρ ἀλήθεια πρᾶγμά τι νοητὸν οὔτε ὄμμασιν οὔτε
ἁφῇ ὑποπίπτον.113