TLG 4117 006 :: EUSTATHIUS :: Oratio in inscriptione psalmorum graduum (fragmenta) EUSTATHIUS Scr. Eccl.
Theol. Oratio in inscriptione psalmorum graduum (fragmenta) frr. 33–34 Citation: Fragment — (line) | ||
t | Ο ΛΟΓΟΣ ΕΙΣ ΤΑΣ ΕΠΙΓΡΑΦΑΣ ΤΩΝ ΑΝΑΒΑΘΜΩΝ | |
33 | Δόξαν δὲ ἐπίκτητον ὁ Πατὴρ οὐκ ἐπιδέχεται, τέλειος, ἄπειρος, ἀπερι‐ νόητος ὢν, ἀπροσδεὴς κάλλους καὶ παντοίας εὐπρεπείας. Ἀλλ’ οὐδὲ ὁ Λόγος αὐτοῦ, Θεὸς ὢν ὁ γεννηθεὶς ἐξ αὐτοῦ, δι’ οὗ γεγόνασιν ἄγγελοι καὶ οὐρα‐ νοὶ καὶ γῆς ἄπειρα μεγέθη καὶ πᾶσαι συλλήβδην τῶν γενητῶν ὕλαι τε καὶ | |
5 | συστάσεις· ἀλλ’ ὁ ἄνθρωπος τοῦ Χριστοῦ, ἐκ νεκρῶν ἐγειρόμενος, ὑψοῦται καὶ δοξάζεται, τῶν ἐναντίων αἰσχύνην ἄντικρυς ἀραμένων. | |
---|---|---|
34 | Οἱ δὲ φθόνῳ τὸ μῖσος ἀράμενοι κατ’ αὐτοῦ καὶ πεφραγμένοι πολε‐ μίᾳ παρατάξει σκορπίζονται, τοῦ Λόγου τε καὶ Θεοῦ τὸν ἑαυτοῦ ναὸν ἀξιο‐ | |
πρεπῶς ἀναστήσαντος. | 106 |