TLG 4117 003 :: EUSTATHIUS :: In inscriptione titulorum (fragmenta)

EUSTATHIUS Scr. Eccl. Theol.
(Antiochenus: A.D. 4)

In inscriptione titulorum (fragmenta)

Source: Spanneut, M. (ed.), Recherches sur les écrits d’Eustathe d’Antioche avec une édition nouvelle des fragments dogmatiques et exégétiques. Lille: Facultés Catholiques, 1948: 97–98.

frr. 7–9

Citation: Fragment — (line)

t

ΕΙΣ ΤΑΣ ΕΠΙΓΡΑΦΑΣ ΤΗΣ ΣΤΗΛΟΓΡΑΦΙΑΣ

7

Φαίνεται τοίνυν ὅτι διττὰς ὑποτίθεται στηλῶν ἰδέας· οὐ γὰρ ἂν τὴν τοῦ Ἰακὼβ ἀποδεχόμενος εὐφήμως, ἐπετίμα τὰς τῶν ἐναντίων ὡς ἀσεβῶς ἱδρυμένας· ἀλλ’ ἐκεῖναι μὲν εἰδωλολατρείας ἐκτυποῦσι φάσματα δαιμονιώδη κακοδόξως· ἡ δὲ τοῦ προπάτορος Ἰακὼβ, οὐ τὴν αὐτὴν ἐκείναις ἐμφαίνει
5πραγματείαν· ὁ γάρ τοι δίκαιος ἀνὴρ, ἐνηχηθεὶς ἁγίῳ Πνεύματι, πρῶτον μὲν αὐτὸ τὸ σωματικὸν εἶδος ὁρᾷ τοῦ Χριστοῦ προαναζωγραφούμενον ἐναργῶς, ὅπερ ἐστὶν ὁρατὸν καὶ τοπικῆς ἐχόμενον περιγραφῆς· δεύτερον δὲ καὶ τὸ νικη‐ φόρον τοῦ σταυροῦ τρόπαιον, κλίμακι προσεμφερῶς ἀπεικαζόμενον, ἱστορεῖ. Τούτῳ γὰρ καὶ ἐπεστηρίχθη μετεώρως ἑλκύσας ἅπαντας πρὸς ἑαυτόν.
10 Ἔστι γοῦν ἐννοοῦντας ἰδεῖν ὅπως ὀνόματι μὲν αὐτὰ τὰ τῶν πειρασμῶν πάθη κλιμακτῆρας ἔσθ’ ὅτε κικλήσκουσί τινες ἀμφικρήμνους ἀναβάσεις ὑπεμ‐ φαίνοντα καὶ καταβάσεις, σχήματι δὲ τῷ σταυρῷ προσέοικεν ὀλίγως πως ἡ κλῖμαξ, ὀρθίοις τε καὶ πλαγίοις ἁρμοσθεῖσα ξύλοις. Ὡς οὖν ἱστόρησε τὴν τοιαύτην ὀπτασίαν, τὸν λίθον ἄρας, ἐφ’ ᾧ τὴν κεφαλὴν ἀνακλίνας ἡσύχασεν,
15ἔστησε μὲν αὐτὸν εἰς στήλην ὑπόμνημα τῆς ἱστορίας, εἰκόνα δὲ τοῦ φανέντος αὐτῷ προσώπου χαρακτηρίζων, ἐν ᾧ μνήμης ἀνανέωσιν ἵδρυσεν, οἶκον δὲ Θεοῦ προσειπὼν αὐτὸν, ᾐνίττετο τὸν τοῦ Θεοῦ Λόγου ναὸν ὡς καὶ αὐτὸς ἐξέφηνεν ὁ τοῦ Παντοκράτορος Υἱός· λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Ἤδη δὲ καὶ πύλην ὠνόμασεν οὐρανοῦ τὸν αὐτὸν, ἐπειδὴ
20διὰ τῆς τοῦ Χριστοῦ ναουργίας τὸ σῶμά τε καὶ ψυχὴν καθαριζόμενοι, τῇ θείᾳ δυνάμεθα προσιέναι φύσει. Τοιγαροῦν οὐδὲ τὸ ἔλαιον ἀργῶς ἐπὶ τὸ ἄκρον ἐπέχεε τῆς στήλης· ἀλλὰ τοῦτο μὲν ἐκείνου δηλωτικὸν ἦν οὗ διεπράττετο σπουδαίως ἡ Μαρία, μύρον ἐξ ἄκρων ἐπιχέουσα τοῖς τοῦ Χριστοῦ ποσίν· αὐτὸ δὲ πάλιν ἐτύγχανεν ἐκεῖνο μήνυμα τῆς ταφῆς, ὡς αὐτὸς ἐσαφήνισεν97
25ἀναφανδὸν ὁ Κύριος· ὁ δὲ λίθος οὗτος εἰκονίζει τὸν ἀκρογωνιαῖον ἐκεῖνον λίθον, ὃν ἀπεδοκίμασαν μὲν οἰ οἰκοδομοῦντες, εἰς γωνίας δὲ κεφαλὴν ἐγένετο.

8

Δύο ἔθνη καὶ δύο λαοὺς αἱ θεῖαι δηλοῦσι γραφαί. Καὶ τούτου μάρτυς Μωϋσῆς· ἐν τῇ κοσμοποιΐᾳ γοῦν τὸν τῆς Ῥεβέκκας διηγούμενος βίον, λέγει μὲν ὅπως ἐπορεύθη πυθέσθαι παρὰ Κυρίου περὶ ὧν εἶχε συλλαβοῦσα. Τηνι‐ καῦτα δέ φησι· ὁ Κύριος εἶπεν αὐτῇ· δύο ἔθνη ἐν τῇ γαστρί σού εἰσιν, καὶ
5δύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται, καὶ λαὸς λαοῦ ὑπερέξει, καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. Πολλὰ μὲν γὰρ ἔθνη καὶ πολλοὶ τυγχά‐ νουσι λαοὶ, δύο δὲ τούτους ἐξαιρέτως ὀνομάζουσι λαοὺς, οἳ τὸ δόγμα τῆς εὐσεβείας ἐγχειρισθῆναι κατηξιώθησαν, —οὔτε δὲ σχισμάτων, οὔτε αἱρέσεων, οὔτε ἐναριθμίων μέμνηται—ἀλλὰ δύο μέν εἰσι λαοὶ πολλαχοῦ γῆς ἐκτετα‐
10μένοι, Χριστιανῶν τε καὶ Ἰουδαίων. Ὁ δὲ μείζων τοῖς χρόνοις αὐχῶν εἶναι, λειπόμενος ἀρετῇ δουλεύσει τῷ νεωτέρῳ· δουλεύσεται γὰρ ἄφρων, ἔφη, φρονίμῳ.

9

Ἐντεῦθεν τοίνυν ἐπὶ θρόνου προὔγραφεν αὐτὸν τοῦ ἁγίου καθέζεσθαι, δηλῶν ὅτι σύνθρονος ἀποδέδεικται τῷ θειοτάτῳ Πνεύματι διὰ τὸν οἰκοῦντα
Θεὸν ἐν αὐτῷ διηνεκῶς.98