TLG 4117 001 :: EUSTATHIUS :: De engastrimytho contra Origenem

EUSTATHIUS Scr. Eccl. Theol.
(Antiochenus: A.D. 4)

De engastrimytho contra Origenem

Source: Simonetti, M. (ed.), Origene, Eustazio, Gregorio di Nissa: La maga di Endor. Florence: Nardini, Centro Internazionale del Libro, 1989: 94–206.

Citation: Chapter — section — (line)

T

1

ΤΟΥ ΑΓΙΟΥ ΕΥΣΤΑΘΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΝΤΙΟΧΕΙΑΣ ΚΑΤΑ ΩΡΙΓΕΝΟΥΣ ΔΙΑΓΝΩΣΤΙΚΟΣ ΕΙΣ ΤΟ ΤΗΣ ΕΓΓΑΣΤΡΙΜΥΘΟΥ
5ΘΕΩΡΗΜΑ

1

.

1

Ἀεὶ μὲν ἄγαμαι τὸν ἀξιοφανῆ τῆς ἐνθέου πολιτείας σου ζῆλον, ὦ διαπρεπέστατε τῆς ὀρθοδοξίας ἱεροκήρυξ Εὐτρόπιε· τὸ δὲ τῆς εὐσεβείας σου γνώρισμα πολλαχῶς ἐκπληττόμενος, οὐχ ἥκιστα καὶ περὶ τόδε
5μάλιστα τεθαύμακα τὸ μέρος, ὅτι σαφῶς ἀκριβῶσαι βούλῃ πῶς ἂν ἔχοιμι γνώμης ἕνεκα τῆς ἐγγαστριμύθου τῆς ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν ἱστορουμένης·

1

.

2

οὐ γὰρ ἀρέσκεσθαι φὴς οἷς ἐξέδωκεν Ὠριγένης εἰς τήνδε τὴν ὑπόθεσιν. οὐ μὴν ἀλλ’ ἔγωγε καὶ ἄλλους εὗ οἶδ’ ὅτι μεμφομένους οὐκ ὀλίγους ἐφ’ οἷς ὡρίσατο προχείρως,
5ἀλλὰ συχνοὶ μέν εἰσιν οἱ δακνόμενοι τὰς ψυχάς, ἀσχάλ‐ λοντες οὐ μετρίως·

1

.

3

ἔσθ’ ὅτε δέ τινες οἷς ἔγραψεν ἐκεῖνος ὑπάγονται, τῇ προλαβούσῃ δοξοκοπίᾳ ῥᾷον ἀνατιθέμενοι, καὶ τοῖς ὀνόμασι μᾶλλον, ἀλλ’ οὐ τοῖς πράγμασι προσέχοντες ὡς δέον.

1

.

4

ἵν’ οὖν μὴ δόξαιμι κατ’ ἐμαυτὸν ἀγῶνα δικανικὸν εἰσάγειν, οὐκ ἀνοίκειον
ἡγοῦμαι πᾶσαν μὲν ὁμοῦ συζεῦξαι τὴν ἐξήγησιν αὐτοῦ τῇδε τοῦ γράμματος ὑπαγορίᾳ, δι’ ἑκατέρου δὲ τρανῶσαι94
5τὸ σαφές, ὡς ἂν μήτε τινὲς οἴοιντο συκοφαντεῖν ἡμᾶς τοὺς ὁπωσδήποτε δοξάσαι προαχθέντας, μήτ’ αὖ πάλιν ἀμφηρίστους εἶναι τὰς δόξας ἑκατέρων·

1

.

5

οἷόν τε γὰρ ἐκ τῆς παραλλήλου συγκρίσεως ἀντεξετάζειν μὲν ὅπως ἔχῃ δόξης ἑκάτερα τὰ μέρη, τὴν ἀμείνονα δὲ γνώμην ἐξ ἀμφοῖν αἱρεῖσθαι τοὺς φιλολόγους.

1

.

6

οὔτε γοῦν ἵππος ἀγωνιστὴς εἷναι κρίνεται δόκιμος, ἑαυτῷ τρέχων εὐσκελῶς, οὐδ’ εἰ σφόδρα κοῦφος ὢν ὥσπερ ὑποπτέρους ἐπιδείκνυται κινήσεις, οὔτ’ αὖ τις ἀθλητῶν ὠκύτατα
5τρέχειν ἐν σταδίῳ δυνάμενος οὔτε ἄλλος οὐδείς, οὔτε παλαίων ὑγρῶς, οὔτε τραχύτατα παγκρατιάζων ἢ πυγμαχῶν, ἢ τὸν ἀέρα δέρων ἐωροκοπίαις ὑποκένοις·

1

.

7

ἀλλὰ συσταδὸν ἁρμόττει τὰ μαχόμενα τοῖς ἐναντίοις ἀντιστατεῖν, ἵν’ ἐξ ἑνὸς ὁποτέρου διαγινώσκηται τὸ προὖχον. ὥστε τὰ μὲν Ὠριγένεια προτακτέον ἐν πρώτοις, ἰδίᾳ δὲ τάξει καὶ τὸν ἀντιπίπτοντα νοῦν ἐκείνοις ἐξετάσαι
5σπουδαστέον.

2

.

1

Φέρε γοῦν αὐτὸ τὸ τῆς ἱστορίας γράμμα θεωρήσωμεν ὡς οἷόν τε κατὰ τὸ ἐφικτόν· ἐνθένδε ποθὲν ἀρκτέον. ὁπηνίκα μὲν ὁ Σαοὺλ ἄριστα προΐστατο τῆς τοῦ λαοῦ πολυανδρίας, ἐξῆρε πάντας τοὺς ἐγγαστριμύ‐
5θους, ἔφη, καὶ τοὺς οὕτω καλουμένους ὀνόματι γνώστας, ἅτε δὴ λυμεῶνας ἐμφωλεύοντας ἐχθίστους.

2

.

2

ἐπειδὴ δὲ τραπεὶς ἐπὶ τὰ χείριστα πρὸς τοῦ ἀλιτηρίου πικρῶς ἠλαύνετο δαίμονος, ᾤχετο πάλιν ἐπὶ τὰ φάσματα τῆς μαντείας αὐτῶν, οἰκοδομῶν μὲν ὅσα κατέλυσεν ὀλίγῳ
5πρόσθεν, ἑαυτὸν δὲ καὶ διὰ τούτου παραβάτην ἐλέγχων.96

2

.

3

ὡς γὰρ οἱ πέριξ ἀλλογενεῖς ὁμοθύμῳ σπουδῇ πολέμου γένεσιν ἀνεκήρυττον, ἀθροισθέντες μὲν ὡς ἔνι μάλιστα παμπληθεὶ τὰς φάλαγγας ἀντιπαρέταττον, ὅπλα δὲ γυμνώσαντες εἰς μάχην ἐξῄεσαν εὐρώστως. ὁ
5μέντοιγε σχέτλιος ἔδεισε Σαούλ, αὐτὸ τὸ τῆς παρεμβολῆς ἐπιτείχισμα πεφραγμένον ἰδὼν αὐτοψεί, καὶ τὸ σύμπαν εἰπεῖν «ἐξέστη» καταπλαγείς, ὡς ἡ θεία διαγορεύει γραφή.

2

.

4

μετὰ δὲ τοῦτο, φησίν, ἠρώτα διὰ τοῦ κυρίου, γνῶναι δηλαδὴ τὰ πρακτέα γλιχόμενος· ὁ δὲ κύριος οὐκ ἀπεκρίνατο τὸ παράπαν αὐτῷ διὰ τὰς τῆς ἀδικίας ὑπερβολάς, οὔτε «ἐν ἐνυπνίοις» οὔτε «ἐν δήλοις» οὔτε
5«ἐν τοῖς προφήταις», ἀλλὰ μὴν ἐκείνῳ γε τὸ θεῖον οὐκ ἐχρημάτιζεν οὐδαμῶς, ἀθέμιτα δράσαντι.

2

.

5

τί δὲ μετὰ ταῦτα πράττει, τῆς ἀνωτάτω γυμνωθεὶς ἐπικουρίας; ἀντὶ τοῦ μᾶλλον ἐξιλεώσασθαι συχνοτέρᾳ δεήσει καὶ καρτερᾷ ψυχολατρείᾳ, τοὐναντίον ἀποπηδήσας αὔξει μὲν τὰ τῆς
5ἀποστασίας ἐπιτηδεύματα, τοῖς δὲ παισὶν αὐτοῦ προσέταττεν γυναῖκα ζητήσειν ἐγγαστρίμυθον, ἵνα ἀφίκοιτο πρὸς αὐτὴν πευσόμενος ὡς ἐν μαντείῳ.

2

.

6

τῶν δὲ δὴ χειρίστων ὑπηρετῶν αὐτίκα δὴ μάλα καταμηνυσάντων τὴν ἔμπληκτον, ὁ μὲν Σαοὺλ ἀμελλητὶ μετασχηματίσας ἑαυτὸν καὶ τὰ τὴς ἐσθῆτος ἀμείψας ἐνδύματα δρομαῖος ᾤχετο, τὴν στρατιὰν ἐκλιπών. ὡς
5δὲ ἀφίκετο πρὸς αὐτὴν ἅμα δυοῖν ἀνδράσι νύκτωρ, ἀξιώσεις αὐτῇ προσεφέρετο τηνικαῦτα, «μάντευσαι δή μοι» λέγων «ἐν τῷ ἐγγαστριμύθῳ καὶ ἀνάγαγέ μοι» φησὶν «ὃν ἂν εἴπω σοι».

2

.

7

τοιγαροῦν, εἴπερ ὁ Σαοὺλ ἐδεῖτο διὰ τῆς ἐγγαστριμύθου μαντεύσασθαι, φαίη τις ἂν ἀληθεῖς εἶναι τὰς ἐκείνου φωνάς. ἀλλ’ ἔστι τις ἀγνοῶν ὡς ἐκεῖνος ὑπὸ τοῦ δαίμονος ἀγρίοις ἠλαύνετο θυμοῖς, εἰς
5ἀνηκέστους ἐκτραπεὶς μαντείας καὶ διαβολικὰς μύθων ἐνεργείας;98

2

.

8

τί γάρ; οὐκ ἀξιόπιστος μᾶλλόν ἐστιν ὁ θεὸς ὁ τοὺς μὲν λόγους εἰς τὸ στόμα τοῦ Βαλαὰμ ἐμβαλών, ἐπιτρέψας δὲ Μωσεῖ γράψαι ῥητῶς ἐν τοῖς Ἀριθμοῖς· «οὐ γάρ ἐστιν οἰωνισμὸς ἐν Ἰακώβ, οὐδὲ
5μαντεία ἐν Ἰσραήλ»;

2

.

9

εἰ τοίνυν ἀπαγορευτέα τὰ τοιάδε καθέστηκεν, οἷα δὴ βδελύγματα μυσερὰ καὶ τῆς ἐχθίστης εἰδωλολατρείας αἴτια, πῶς ἂν εἴη φερέγγυος [ὁ] μάρτυς ὁ τούτοις ἀνοσιώτατα χρήσασθαι πειραθείς; ἀλλὰ
5ταῦτα μὲν ὀλίγον ὕστερον ἐπαναλαβόντες ἐντελέστερον ἐροῦμεν· ἐπανιτέον δὲ πάλιν εἰς τὴν τοῦ γράμματος ἱστορίαν.

3

.

1

Ὡς οὖν ἡ γυνὴ τὸν ἔκφρονα Σαοὺλ ἐθεάσατο, πλαττομένη μὴ εἰδέναι τὸν δυνάστην ἀνθυπέφερεν ὡς αὐτὸς ἄμεινον ἂν εἴη γινώσκων ὅσα πεποιήκει τοῖς περὶ ταῦτα δεινοῖς ὁ Σαούλ, «ὡς ἐξωλόθρευσε τοὺς
5ἐγγαστριμύθους» ἔφη «καὶ τοὺς ἐκφωνοῦντας ἀπὸ τῆς γῆς»

3

.

2

ἕνεκα δὲ τούτου παγιδεύσασθαι πρὸς αὐτοῦ τὴν ψυχὴν ἔφασκεν εἰς θάνατον. ἐπειδὴ δὲ πιστωσάμενος ὅρκῳ διεβεβαιώσατο μηδὲν αὐτὴν ὑποστῆναι σκαιόν, αὖ‐ θις ἐπιρρωσθεῖσα τῇ κακίᾳ παρρησιέστερον ἀποκρίνεται
5δήπουθεν ἡ γυνή· «τίνα» φησὶν «ἀναγάγω σοι;»

3

.

3

ποταπὴ καὶ ὁποία καὶ τίς ἡ κακοδαίμων ἐτύγχανεν αὕτη γραῦς, ἵνα ὑπόσχηται τὸν Σαμουὴλ ἐκ νεκρῶν ἀνάξαι; καὶ μήν, εἴ γε δεῖ τὸ τῆς ἀξίας ὑπερθεμένους εἰπεῖν, οὐχ ὁπωσοῦν ἠδύνατο προφητικὴν ἀνάξαι ψυχήν, ἀλλ’ οὐδὲ
5τῶν ἐπιτυχόντων οὐδενὸς οὐδ’ ὅλως, ἀλλ’ οὐδὲ μύρμηκος ἢ ψύλλης. οὐ γὰρ οἱ δαίμονες ἐξουσίαν ἔχουσιν πνευμάτων τε καὶ ψυχῶν, ἀλλ’ ὁ πάντων ὁμοῦ δεσπόζων
θεός· ὥστε τῇ θείᾳ δοτέον φύσει μόνῃ ἐξ ᾅδου μεταπέ‐ μπεσθαι καὶ πάλιν ἀνακαλεῖσθαι ψυχάς.100

3

.

4

ἀλλ’ ὁ κομψὸς Ὠριγένης, εἰδωλολατρείας ὄργανα καὶ νεκυομαντείας εὑρήματα τῷ τῆς ἐκκλησίας ἐθέλων ἐπεισκυκλῆσαι χορῷ, τοῦ θείου καταψεύδεται
5γράμματος. αὐτῆς γάρ τοι τῆς γραφῆς ἀναφανδὸν ἐκβοώσης ὡς εἶπεν ἡ γυνὴ «τίνα ἀναγάγω σοι;», τοὐναντίον ἀντιστρέψας οὗτος, τὸ πρόσωπον ἔφη ταῦτα εἰρηκέναι τοῦ ἁγίου πνεύματος.

3

.

5

εἶτα τοσοῦτον ἐξετράπη παρασυρείς, ὥστε οὐκ ἐρυθριᾷ τῷ ἁγίῳ περιτιθέναι πνεύματι τὰ τὴς ἐπιλήπτου ῥήματα· τοιαῦτα δὲ γυμνοτέρᾳ τῇ γλώττῃ βλασφημῶν, εἰς τὸ πνεῦμα τὸ
5ἅγιον ἀναφέρει τὸ πᾶν, ἀξιοπίστῳ τοὺς αὐτηκόους ὀνόματι καταιδέσαι πειρώμενος.

3

.

6

ἤρετο μὲν οὖν, ὡς ἔφην, ἡ γυνή, καὶ καθάπερ ἐξουσίαν ἔχουσα τοῦ μεταπέμπεσθαι τοὺς νεκροὺς ἐκφωνεῖ· «τίνα» φησὶν «ἀναγάγω σοι;». τοῦ δὲ μαντευομένου φήσαντος
5ἀναχθῆναι τὸν Σαμουήλ, αὖθις ἐπιφέρει· «καὶ εἶδεν ἡ γυνὴ τὸν Σαμουὴλ» ἔφη «καὶ ἐβόησεν φωνῇ μεγάλῃ καὶ εἶπεν» τῷ δυνάστῃ «διὰ τί παρελογίσω με; καὶ σὺ εἷ Σαούλ».

3

.

7

ὧς δὲ ὁ βασιλεὺς ἔφησεν αὐτῇ «μὴ φοβοῦ» καὶ τὸ «τί ἑόρακας;» ἐπάγει προσθείς, αὖθις ἀνθυπενέγκασα πάλιν ἡ πυθόμαντις ἔφη· «θεοὺς ἑόρακα ἀναβαίνοντας ἐκ τῆς γῆς». ἐπειδὴ δὲ καὶ τὸ τελευταῖον
5ὁ δυνάστης ἤρετο, «τί ἔγνως;» εἰπών, αὐτίκα πάλιν ἀθυπήνεγκε πρὸς ἔπος «ἄνδρα ὄρθιον ἀναβαίνοντα ἐκ τῆς γῆς, καὶ οὗτος ἀναβεβλημένος διπλοΐδα».

3

.

8

τί οὖν ἐπὶ τούτοις ἡ θεία διαγορεύει γραφή; «καὶ ἔγνω Σαοὺλ ὅτι Σαμουήλ ἐστιν οὗτος, καὶ ἔκυψεν ἐπὶ πρόσωπον αὐτοῦ
ἐπὶ τὴν γὴν καὶ προσεκύνησεν αὐτῷ.» φαίνεται τοίνυν102
5ὡς οὐδαμοῦ τὸ παράπαν ἡ τοῦ θείου γράμματος ἔφησεν ἐκδοχὴ τὸν Σαμουὴλ ἀνῆχθαι διὰ τῆς ἐγγαστριμύθου·

3

.

9

ἀλλ’ αὐτὴ μὲν προηγουμένως διὰ τοῦ ἐκβακχεύοντος αὐτὴν δαίμονος ἀποφθέγγεται δεῖν ἀνάγειν αὐτόν· εἶτα καὶ θεοὺς ἀνιόντας ἐπικομποῦσα θεωρεῖν, ἀπάτῃ μὲν ἐδίδου τὰ σημεῖα τἀνδρὸς εἰς ἐνέδραν, ὁ δὲ παράφρων
5«ἔγνω Σαοὺλ» ἐξ ὧν ἀκήκοεν ὡς αὐτὸς οὗτός ἐστι Σαμουήλ.

4

.

1

Εἰ δὲ δεῖ πιστεύειν ἢ τῷ δαιμονιζομένῳ Σαοὺλ ὡς ἀληθῆ γνώσεως ἠκριβωκότι κατάληψιν, ἢ δαίμονι καυχωμένῳ καὶ ψυχὰς ὑπισχνουμένῳ δικαίων ἐξ ᾅδου μεταπέμπεσθαι, κρίνωμεν παρ’ ἑαυτοῖς ὅσης ἂν εἴη γε
5δυσφημίας ἀνάπλεα ταῦτα καὶ τὰ τοιαῦτα νοεῖν, ὧ κράτιστε ἀνδρῶν Εὐτρόπιε·

4

.

2

πολὺ γάρ, ὡς ἔοικεν, Ὠριγένης τῆς ἀληθείας ἐσφάλη, καίτοι τοῦ δεσπότου ἡμῶν Ἰησοῦ περὶ τοῦ διαβόλου διαρρήδην εἰρηκότος «ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ’ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ
5οὐχ ἕστηκεν, ὅτι ἀλήθεια οὐκ ἔστιν ἐν αὐτῷ. ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ».

4

.

3

τί τοίνυν φής, ὦ Ὠρίγενες (ἀνάγκη γὰρ ἐρέσθαι σε); πότερον ἀληθῆ ταῦτά ἐστιν ἅπερ ἔφρασεν ὁ σωτήρ, ἢ τοὐναντίον ἀνθυποφέρων ἐρεῖς; εἰ μὲν οὖν ἀληθεῖς οἱ τοῦ κυρίου τυγχάνουσι λόγοι, εἰωθότως
5ἄρα ὁ δαίμων ἐψεύσατο θρασυνόμενος· εἰ δὲ ἀψευδῆ τὰ τοῦ δαίμονος ὁρίζῃ ῥήματα, ψεύστην ἀποφῆναι τὸν κύριον ἐγχειρεῖς.

4

.

4

ὁρᾷς εἰς ὅσην ἐκπέπτωκεν ἀτοπίαν ὁ παρὰ σοὶ δογματιζόμενος ὅρος; ἄκοντες μὲν γὰρ ἔσθ’ ὅτε τἀληθῆ λέγειν οἱ δαίμονες ἀναγκάζονται στρεβλού‐
μενοι τοῖς πόνοις, οὐ μὴν ἑκόντες ἀψευδῶς εἴποιεν ἂν104
5ὁτιοῦν. εἰ δὲ δὴ καὶ δικαίους ἀνάγειν ἐξ ᾅδου τοῦτον ὁριεῖταί τις ἀμελλητί, πῶς οὐκ ἄν γε εἴη σαφὲς ὡς ἀπάτῃ τὸ ψεῦδος ἀντεισάγει, βουλόμενος ἐκτραχηλιάσαι τινά;

4

.

5

ναί, φησίν, ἀλλ’ οὐχ ὁ δαίμων ταῦτα εἴρηκεν, ἀλλ’ «ἡ διηγηματικὴ τοῦ συγγραφέως φωνή· συγγραφεὺς δὲ τῶν λόγων εἶναι πεπίστευται τὸ πνεῦμα τὸ ἅγιον, ἀλλ’ οὐκ ἄνθρωπος». εἶτ’ οὐ νοεῖ πῶς ἐναντία φαίνει τῇ τοῦ
5διηγήματος ἐκδοχῇ;

4

.

6

κάλλιον γοῦν ἴσασιν οἱ παντοίοις σχολαιότερον ὁμιλήσαντες λόγοις ὡς ἡ διηγηματικὴ τοῦ συγγραφέως ὁμιλία ταῦτα ἐξέδωκεν, ἅπερ ἐδόκει πράττειν ἢ λέγειν τῷ μαντευομένῳ Σαοὺλ
5ἡ ἐγγαστρίμυθος· ἀμέλει περὶ ἐκείνης ἐκδιηγούμενος ὁ συγγραφεὺς καὶ τοὺς λόγους αὐτῆς ἐπὶ λέξεως ἐκτιθέμενος ἔφη «καὶ εἶπεν ἡ γυνή· τίνα ἀναγάγω σοι;»

4

.

7

τίς δὲ οὕτως εὐήθης ἐστὶν ὡς ὑποκρίνεσθαι μὴ νοεῖν ὅτι αὗται μὲν τοῦ συγγραφέως οὔκ εἰσιν αἱ φωναί, τῆς δὲ δαιμονώσης εἰσὶ γυναικός, ἧς καὶ τοὔνομα προὔταξεν; οὐδαμοῦ μέντοι βεβαιοῖ τοὺς λόγους αὐτῆς
5ὡς ἀληθεῖς, οὐδέ τις ἂν εἴη γε τοῦτο δεικνύναι δυνάμενος οὐδαμῶς.

4

.

8

ἀλλὰ μήν, εἴ γε δεῖ φιλαλήθως εἰπεῖν, ἡ διηγηματικὴ 〈φωνὴ〉 τοῦτο ἔφησε μόνον ὡς «εἶδεν ἡ γυνὴ τὸν Σαμουήλ». οὕτω δὲ ταῦτα ἔγραψεν ὡς πρὸς εἰδότας περὶ δαιμονώσης ὁμιλῶν. οὐ γὰρ ἔστιν ἀμφισβητεῖν ὅτι
5δαίμων οὐκ ἀνάγει ψυχὴν οὐδενός, ὃς ὑπὸ τῶν εὐσεβῶν ἐξορκιζόμενος ἀνθρώπων ἐλαύνεται, πυροῦται, μαστίζεται καὶ φεύγει, τὸ σκήνωμα προλιπών.

4

.

9

ἀλλ’ εἶδεν ἡ παραπλὴξ ὡς ἔπρεπεν αὐτῇ τὸ σχῆμα τῆς
πεφαντασιοκοπημένης ὄψεως. εἴωθε γοῦν ὁ θὴρ εἰς πολυπροσώπους ἑαυτὸν ἐξαλλάττειν ἰδέας, ἵνα δὲ κατὰ106
5τὸν ἁγιοφανῆ Παῦλον ἀποφθεγξάμενος εἴποιμ’ ἄν· «αὐτὸς γὰρ ὁ σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός· οὐ μέγα οὖν, εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης.»

4

.

10

Ὁ δὲ δογματιστὴς Ὠριγένης ὡς πρὸς ἐναντίους δικανικῇ δεινότητι διαλεγόμενος ἔταξεν μὲν καὶ τόδε τὸ χωρίον, οἰόμενος ἐκ τούτου περιγράφειν τοὺς τὴν ἀλήθειαν ἀντεισάγοντας, ἀτεχνίᾳ δὲ μᾶλλον ἢ τέχνῃ
5δοκῶν ἀνασκευάζειν αὐτὸ προσετίθει·

5

.

1

«καὶ διὰ τί» φησὶν «οὐκ εἴρηται· εἶδεν ἡ γυνὴ δαιμόνιον ὃ προσεποιεῖτο εἶναι Σαμουήλ;» ἀλλὰ γεγράφθαι πρὸς ἐπὶ τούτοις ἔφησεν «ἔγνω Σαοὺλ ὅτι Σαμουήλ ἐστιν»· εἶτα
5πάλιν ἐπιφέρει προϊών· «εἰ μὴ ἦν Σαμουήλ, ἔδει γεγράφθαι· καὶ ἐνόμιζεν Σαοὺλ εἶναι αὐτὸν Σαμουήλ.

5

.

2

νῦν δὲ γέγραπται· “ἔγνω Σαούλ”. οὐδεὶς δὲ ἔγνω τὸ μὴ ὄν· “ἔγνω” οὖν “Σαοὺλ ὅτι Σαμουήλ ἐστιν καὶ ἔπεσε ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ”». ἵνα δὲ μὴ παρεκβὰς ἐφ’ ἕτερα τῶν παραδειγμάτων—
5ἐξ αὐτῶν ὧν ἔγραψεν ἐνταῦθα ποιήσομαι τὴν ἐρώτησιν, εἶθ’ οὕτως ἐπὶ τὰ λοιπὰ βαδιοῦμαι παραδείγματα.

5

.

3

καί μοι λέγε πρὸς θεοῦ· τί φής, ὧ Ὠρίγενες; πότερον ἡ γυνὴ τὸν Σαμουὴλ ἀνήγαγεν αὐτῷ σώματι ἤ τί γε σχῆμα σκιαγραφίας εἴδει περιβεβλημένον; εἰ μὲν οὖν ἀσώματον ἀνήγαγεν αὐτόν, οὐκ ἄρα τὸν Σαμουὴλ ἀνέστησεν, ἀλλὰ
5πνεύματος ἰδέαν· ὁ γὰρ ἐκ ψυχῆς καὶ σώματος ἡρμοσμένος οὗτός ἐστι Σαμουήλ, ὁ ἄνθρωπος ὁ κρᾶσιν ἔχων ἐξ ἀμφοῖν ἀνάλογον.

5

.

4

εἰ δὲ ὁλόσωμον αὐτὸν ἀνήγαγεν τὸν ἄνδρα, πῶς οὐχ ἑόρακεν αὐτὸν ὁ Σαούλ;
εἰ γὰρ ἦν αὐτοψεὶ θεασάμενος αὐτόν, οὐκ ἂν ὡς ἀβλεπτῶν ἐξήταζε τὴν γυναῖκα, φάσκων αὐτολεξεὶ τὸ «τί108
5ἑόρακας;». οὐκοῦν εἰ μὲν ἀόρατος ἦν, ἀναμφίλογον ἀσώματος ἦν· εἰ δὲ ἀσωμάτῳ σχήματι διεφαίνετο, τί δή‐ ποτε τοὐναντίον ἔφραζεν ἡ πυθόμαντις, ἑορακέναι μὲν «ἄνδρα ὄρθιον ἐκ τῆς γῆς ἀναβαίνοντα», «διπλοΐδα» δὲ κατὰ τὸ πρόσθεν ἔθος «ἀναβεβλημένον»;

5

.

5

ἄρ’ οὖν αὐτὰ τὰ πράγματα μάχεταί σου τοῖς λόγοις, Ὠρίγενες· ὁ μέν γε Σαοὺλ οὐδὲν ὅλως ἑορακὼς ὡς περὶ φαντάσματος ἀοράτου διαλεγόμενος ἐπυνθάνετο τὸ «τί
5ἑόρακας;» εἰπών, ἡ δὲ τοὐναντίον ὡς αὐτὸν ἄνθρωπον ἰδοῦσα κέκραγεν «ἄνδρα ὄρθιον ἀναβαίνοντα ἐκ τῆς γῆς», ὑπὲρ δὲ τοῦ πεῖσαι ὠς αὐτὸς ἄνθρωπός ἐστι, δίδωσιν αὐτῷ καὶ σημεῖον ἐπιφθεγξαμένη «καὶ οὖτος ἀναβεβλημένος διπλοΐδα».

5

.

6

τί οὖν, ὧ τῆς ἀθεμίτου μαντείας ὑποθήμων, εἴπερ ἐτύγχανεν ἀνήρ, οὐκ εἶδεν αὐτὸν ὁ Σαούλ; ἐκτὸς εἰ μή τι καὶ τὸ αἰσθητὸν ὄμμα τυφλώττειν αὐτὸν εἴποις, ὥσπερ οὖν ἀμέλει καὶ τὸ τῆς
5ἐννοίας αὐτὸ τὸ νοητόν.

6

.

1

Ἀλλ’ ἴσως ἐρεῖς ἁλισκόμενος εὐπετῶς· αὐτὸ τὸ τῆς ψυχῆς ὄργανον ἀνθρωπόμορφον ἐσχηματίζετο κατὰ τὴν ὥραν, ἵνα ἐπιφανὲν ἐξείποι προφητικῷ μηνύματι τὸ μέλλον, οἷα δὴ κατὰ τοὺς ὕπνους ἐνίοτε πνεύματα καὶ
5ψυχαὶ τοῖς ἀνθρώποις ἐφίστανται, παμμελεὶ τοὺς ἀνθρωπείους ἐπιδεικνύμεναι χαρακτῆρας, οὐ μὴν ἀλλά γε καὶ διάφορα καὶ ποικίλα φοροῦντες ἐσθήματα καὶ σημασίας οὐλῶν ἢ τύπων ἢ μωλώπων ἐπιφερόμενοι καὶ πληγῶν ἢ τρώσεων.

6

.

2

εἰ τοίνυν ὁρίζῃ ψυχὴν ἀνῆχθαι μόνον, ἀλλ’ οὐκ ἄνθρωπον αὐτῷ σώματι (οὐδὲ γὰρ εἰ βούλῃ δίδωσί σοι τὸ γράμμα), μαχόμενα μὲν ἑαυτῷ
θεσπίζων οὐκ αἰσθάνῃ, ταὐτὸν δὲ τοῦτό τις ἀνθυποφέρων110
5ἐρεῖ σοι· τί δήποτε οὐκ εἶπεν ἡ γυνή· προφητικὴν εἶδον ψυχήν, ἀλλὰ τοὐναντίον «ἄνδρα ὄρθιον»;

6

.

3

ᾧ γὰρ ἔφησθα τρόπῳ· «καὶ διὰ τί» λέγων «οὐκ εἴρηται· εἶδεν ἡ γυνὴ δαιμόνιον ὃ προσεποιεῖτο εἶναι Σαμουήλ;», τούτῳ τῷ λόγῳ φαίην ἂν ἀνθυπενέγκας ἔγωγε· τίνος ἕνεκα
5ψυχῆς ἀναχθείσης οὐκ εἴρηκεν ἑορακέναι ψυχήν, εἴπερ οὕτως εἶχεν, ἀλλ’ ἐκ τῶν ἐναντίων «ἄνδρα» καὶ τοῦτον «ὄρθιον», ὅπερ ἐστὶ γνώρισμα σωματικῆς εὐεξίας;

6

.

4

οὐ γὰρ ἀμφίκυρτον οὐδὲ κεκυφότα γέροντα θεωρεῖν ἔφα‐ σκεν ἡ μαινάς, ἀλλ’ ὄρθιον, ἐντεταμένον, ἀπηυθυμένον εἰς πόλεμον, ἀεὶ νεάζοντα περὶ τὰς τῆς κακίας ἀναδόσεις· ἀπάτῃ δὲ τὸν ἔκφρονα δελεάζουσα, σημείῳ μὲν ἔπειθεν
5αὐτὸν ὡς ἄνθρωπός ἐστιν ὁ ἀνιὼν ἐκ τῆς γῆς, ἀναβεβλῆσθαι δὲ αὐτὸν ἔφαινε «διπλοΐδα».

6

.

5

τί οὖν (εἴποι τις ἄν), εἴπερ αὐτῷ σώματι προκύπτων ἐτύγχανεν ἀνήρ, οὐκ ἄρα ἑόρακεν αὐτὸν ὁ Σαούλ, ἀλλὰ παρ’ ἑτέρου βούλεται μαθεῖν ὁποῖός ἐστιν, ὡς ἀορασίᾳ πληγείς;
5οὐκοῦν αὐτὰ τὰ πράγματα κέκραγεν ὡς ἄνθρωπος μὲν οὐκ ἦν, ἀλλὰ σκιά τις ὡς ἔοικεν ἀφανής· οὐ γὰρ ἂν ἀόρατος ἦν.

6

.

6

εἰ δὲ νομίζεις, Ὠρίγενες, ὅτι ψυχὴ τοῦ Σαμουὴλ ἐτύγχανεν αὐτόθι, διὰ τί διπλοΐδα περιβεβλημένον ἑωρᾶτο τὸ φάσμα; προδήλῳ γοῦν ἐκφαίνεται σημασίᾳ ὡς ἅπαντα τὰ τῆς ἐσθῆτος ἐνδύματα
5καὶ σκεπάσματα σώμασι πλέον, ἀλλ’ οὐ ψυχαῖς ἁρμόττει·

6

.

7

οὐ γὰρ οἴομαί σε φῆσαι μεθ’ ὑποκρίσεως ἀσταϊζόμενον ὅτι μεμένηκεν ἡ διπλοῒς ἐπὶ τοῦ τάφου τοσούτοις ἔτεσιν ἄχρι τῆσδε τῆς ἡμέρας, ἵνα ἡ ψυχὴ τοῦ
προφήτου φορῇ, μή πῃ ἄρα γυμνὴ βαδίζουσα διάγοι.112
5καίτοιγε φαίη τις ἂν ὡς οὐδεὶς ἔοικεν ἀγνοεῖν ὅτι τοῖς ἁγίοις ἀδιάφθορα πάρεστιν οὐρανόθε ἐνδύματα φεγγοβόλοις ἐκλάμποντα μαρμαρυγαῖς, ἀλλ’ οὐκ ἐσθῆτος ὑφάσματα ποικίλης εὐδιάφθορα.

6

.

8

εἰ δὲ τὴν τοῦ Σαμουὴλ ὁρίζῃ ψυχὴν μὲν εἶναι τὴν ὀφθεῖσαν, ἱμάτιον μέντοι φὴς ἱερατικὸν ἑορᾶσθαι κατὰ ἔννοιαν, ἵν’ ὁ τῆς ἱερουργίας ἔκδηλος εἴη τρόπος (ἀμφότερα δὲ ταῦτα
5νοητῶν ἐστι πραγμάτων ἴδια), συνέστηκεν ὡς οὐδὲν ὑγιὲς οὐδὲ ἀληθὲς ἀπήγγελλεν ἡ μαινάς·

6

.

9

ἕτερα γὰρ ἔλεγεν παρὰ τὰ ὄντα, τὰ τῶν αἰσθητῶν ὀνόματα παραφέρουσα καὶ τὰ νοητὰ διαδεικνύουσα πράγματα. «ἄνδρα» γοῦν «ὄρθιον» ὀνομάζουσα καὶ περιβολῆς ὑφαντὸν ἔσθημα
5χειρότευκτον, ἀόρατον ἐκ τῶν ἐναντίων εἰσῆγε πνεῦμα φαντασιῶδες.

7

.

1

Εἰπὲ τοίνυν, ὦ βέλτιστε δογματιστά, πῶς ἔγνω Σαοὺλ ὡς αὐτὸς οὗτος ἐτύγχανε Σαμουήλ, ὁπηνίκα μη‐ δὲ σκιᾶς εἶδεν μόριον, οὐχ ὅπως ἀνδρὸς ἰδέαν; ἀλλ’ οὐκ ἐρυθριᾷς εἰρηκώς· «ἔδει γεγράφθαι· καὶ ἐνόμιζε
5Σαοὺλ εἶναι αὐτὸν Σαμουήλ. νῦν δὲ γέγραπται· “ἔγνω Σαούλ”».

7

.

2

εἶτα ὅτι μὲν ὁ δαιμονιζόμενος ἔγνω παρὰ δαιμονώσης ἀκούσας, ἄνω καὶ κάτω λέγεις· ὅτι δὲ οὐδὲ ὅλως ἐθεάσατο, σιγῇ τὸ γράμμα κρύπτεις.

7

.

3

οὐδαμοῦ δὲ δὴ παραφέρεις ἐν μέσῳ τὸν ἔλεγχον, ἀφελεῖς μὲν οἰόμενος ἐξαπατᾶν ἀνθρώπους, εὕρημα δὲ μαντείας ἐπιτειχίζων ἅπασιν ἀσεβοῦς· ἡ γάρ τοι τοῦ δαιμονιζομένου
5γνῶσις ἀξία τοῦ κηρύγματος ἐτύγχανεν ἐκείνης τῆς καὶ τοὺς λόγους αὐτῷ διακονούσης.

7

.

4

ἀλλ’ ἐπιστήμῃ καὶ συνέσει φαίης ἂν ὡς ἔγνω μὴ θεασάμενος, ἀλλ’ οὐκ ἐνόμισεν· ἕκαστος γοῦν ἀνθρώπων ἀκοῇ μᾶλλον ἢ ὄψει πρᾶγμα παραλαβὼν οἴεται καὶ νομίζει, τὸ σαφὲς οὐκ
114
5εἰδώς, ἄλλως τε κἂν ὑπὸ δαιμονῶντος ἀκούοι προσώπου· μόνα γὰρ τὰ τοῦ θεοῦ βεβαιοῦνται ῥήματα πρὸς ἀκριβῆ κατάληψιν καὶ πίστεως ὀχυρότητα.

7

.

5

καὶ μὴν εἰ περὶ τῶν ἀνθρώπων ἔφησεν ὁ μελογράφος· «ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου· πᾶς ἄνθρωπος ψεύστης» πόσῳ δὴ μᾶλλον, εἰ περὶ γυναικὸς ἐκδιηγοῖτό τις ἔκφρονος; εἶτα λέγεις ὅτι
5«οὐδεὶς ἔγνω τὸ μὴ ὄν», οἷα μειρακίοις ἄντικρυς ὁμιλῶν.

7

.

6

εἰπὲ τοίνυν πῶς ἔγνω τὸ ὄν, εἴπερ αὐτὸς οὐκ ἐθεάσατο πυνθανόμενος οὐ τὸν ἄνδρα τὸν ὄρθιον, οὐ τὸ ἐφοὺδ ὃ περιεῖχεν, οὐ τὸ ἀρχιερατικὸν ἱμάτιον; ἀλλ’ ὁ οὐδὲν οὐδαμόθεν ὁρῶν ὑποκένοις ἀνερριπίζετο
5λόγοις, ὥσπερ οὖν ἀμέλει καὶ σὺ κουφολογίᾳ τοὺς ἀστάτους ἀναπτεροῖς.

7

.

7

ἀλλ’ ὁ μὲν ἱστοριογράφος ὄνομα προθεὶς ἐγγαστριμύθου πρῶτον ἐδήλωσεν τὸ πρόσωπον ὁποῖόν ἐστιν, ἐμμανές. εἶθ’ οὕτως αὐτὸ τὴν ὀπτασίαν ἑορακέναι διέγραφεν, ὡς πρέπει τοῖς εὖ
5φρονοῦσιν περὶ τοῦ παραπεπληγμένου νοεῖν· οὐδεὶς γὰρ ἂν ὑπολάβοι φρενοβλαβῆ τινα τὰ δέοντα θεωρεῖν.

7

.

8

ὁμοίῳ δὲ τρόπῳ καὶ τὸν ἔκφρονα Σαοὺλ ἔφησεν ἐγνωκέναι μαντευόμενον, ὡς ἄξιον ἂν εἴη περὶ ἐκείνου γε νοῆσαι τοῦ τοσαύταις ἐτῶν περιόδοις ἐλαυνομένου πικρῶς ὑπὸ τοῦ δαίμονος.

8

.

1

Ἀλλὰ μὴν ὅτι γε ταῦτα τοῦτον ἔχει τὸν τρόπον
αὐτὰ τὰ πράγματα βοὰς ἀφίησιν ἐναργεῖς. ἵνα δὲ καὶ ἀφ’ ἑτέρου τὰ ὅμοια συστήσαιμι παραδείγματος, φέρε τὴν ἐπὶ Ἡλίου τοῦ προφήτου προσαγάγωμεν116
5ἱστορίαν.

8

.

2

ὁπηνίκα τοίνυν Ἡλίας ἐνθέῳ διήλεγχε ζήλῳ τοὺς ψευδοπροφήτας ὀκτακοσίους ὄντας πρὸς τοῖς πεντήκοντα τὸν ἀριθμόν, ἠξίου μὲν ἐν θυσίᾳ τὴν ἑκατέρων ἀντεξετάζεσθαι τάξιν, μηδένα δὲ πῦρ ἐπάγειν,
5ἀλλ’ εὐχαῖς ἐπάγεσθαι πυρὸς ἐπιφοράν, ἵνα ἐκ τοῦ κατακομπαζομένου μετεώρου οὐρανόθεν ἔκδηλος μὲν ἂν εἴη πᾶσιν ὁ ἐπακοῦσαι δυνάμενος ἔμφλογι πυρὸς ἀποστολῇ θεός, ἐκ δὲ τούτου διαγινώσκηται τίς ἡ τοῦ κρείττονος ἐξουσία, καὶ πᾶσι φανερὸν ἂν εἴη γε τὸ
10ἄμεινον.

8

.

3

ὡς οὖν ἐπέταττε πρώτοις ἐπιτελεῖν ἐκείνοις, οἱ μὲν ἐπιλεξάμενοι βοΐδιον ἐμέλιζον εἰωθότως, ἐπικαλούμενοι δὲ δὴ τὸ τετράμορφον ἐμμελέτημα τοῦ καλουμένου Βάαλ οὐδὲν ἧττον ἔπραττον, οὐδὲν οὐδαμῶς.
5οὐ μὴν ἀλλά γε «καὶ κατετέμνοντο κατὰ τὸ ἔθος αὐτῶν μαχαίραις» ἔφη «καὶ σειρομάσταις ἕως ἐκχύσεως αἵματος».

8

.

4

εἶτα ἐπὶ τούτοις ἡ διηγηματικὴ τοῦ συγγραφέως ἐπιφέρει βοή· «καὶ προεφήτευον ἕως παρῆλθε τὸ δειλινόν». ἐπεὶ τοίνυν οὐ διέστειλε τὸ γράμμα πότερον ἀληθῆ προὐφήτευον ἢ ψευδῆ, παρὰ τοῦτο φαίη τις ἂν
5ἐκείνους εἶναι προφήτας ἀληθεῖς;

8

.

5

ἔδει γὰρ εἰρηκέναι κατὰ τὴν Ὠριγένους ἀπόφασιν· ἐπροεφήτευον ὡς ᾤοντο τῷ δοκεῖν, μηδὲν ἀληθὲς λέγοντες (ἐπεὶ μηδὲ θέμις 〈λέγειν〉 ἐμπολιτεύεσθαι ἐν αὐτοῖς πρόγνωσιν), ἀλλ’ οὐκ
5ἀνεπιπλόκῳ καὶ καθαρᾷ προφωνῆσαι λέξει «καὶ προεφή‐ τευον ἕως παρῆλθε τὸ δειλινόν».

8

.

6

ἆρ’ οὖν ἀκολούθως ἐκ τῆς αὐτῆς τοῦ γράμματος ἱστορίας ἔστιν ἰδεῖν ὅτι
ταῦτα ἐκείνοις ἐπέοικεν· εἰ γὰρ ὁ αὐτός ἐστιν ἑκατέρων ὁ συγγραφεύς, ὅμοιον ἐξ ἀμφοῖν ἀνάγει τὸν νοῦν.118

8

.

7

ἀλλ’ ὥσπερ ἐνταῦθα τὸ τῶν εἰδωλολατρῶν ὄνομα προ‐ τάξας ἐδήλωσεν κατὰ ἔννοιαν ὅτι χρὴ περὶ τῶν τοιούτων ὑπολαμβάνειν ὡς εἰσὶν ψευδοπροφῆται λειπόμενοι προ‐ γνώσεως, οὕτω κἀκεῖ πρόσωπα δαιμονιζόμενα προτάξας
5καὶ μαντείας ἀθεμίτου δράματα, κατὰ ἀποσιώπησιν ἐμή‐ νυσεν τί δέοι περὶ τῶν ἐκφρόνων δοξάζειν τοὺς ἔμφρονας.

9

.

1

Ἀλλὰ τὰ τοιαῦτα μὲν εἰ παραφέροιμι μαρτύρια, τάχα ἴσως ὁ χρόνος ἡμᾶς ἐπιλείψει λέγοντας· ἄλλην δὲ μίαν παραδείγματος εἰκόνα προσθεὶς ἀρκεσθήσομαι. τοιγαροῦν ἐν τῷ τῆς Ἐξόδου κατασεσήμανται
5προγράμματι πῶς ἐπέταττε τοῖς ἀμφὶ Μωσέα καὶ Ἀαρὼν αὐτὸς ὁ κύριος εἰς ἔδαφος ἐκρίψειν τὴν ῥάβδον ἀντικρὺ Φαραώ, ἵνα εἰς ὄφιν ἀμείψασα τὸ σχῆμα σημείῳ κατα‐ πλήξοι φοβερῷ τοὺς Αἰγυπτίους.

9

.

2

ὡς δὲ τοῦτο ἐγίνετο παραδόξως, ὁ δυνάστης ἀνοίᾳ φενακιζόμενος ἀβούλῳ συνεκαλέσατο μὲν ὁμόσε «τοὺς σοφιστὰς καὶ τοὺς φαρμακοὺς Αἰγύπτου». «ἐποίησαν» δὲ «καὶ οἱ ἐπαοιδοὶ
5τῶν Αἰγυπτίων» ἔφη «ταῖς φαρμακείαις αὐτῶν ὡσαύτως, καὶ ἔρριψεν ἕκαστος τὴν ἑαυτοῦ ῥάβδον, καὶ ἐγένοντο δράκοντες· καὶ κατέπιεν ἡ ῥάβδος Ἀαρὼν τὰς ἐκείνων ῥάβδους».

9

.

3

ἔτι γε μὴν ἀναφερόμενόν ἐστιν ὡς αἷμά τε καὶ βατράχους «ἐποίησαν οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ὡσαύτως». ἐπεὶ οὖν ἡ διηγηματικὴ μηδὲ δεῦρο διαιρεῖ φωνὴ τὰς ἑκατέρων τάξεις, ὡσαύτως δὲ καὶ τοὺς
5ἐπαοιδοὺς ἐξεῖπεν πεποιηκέναι, παρὰ τοῦτο φαίη τις ἂν ὅτι τὰ δεδραμένα τοῖς φαρμακοῖς ὅμοια τοῖς διὰ Μωσέως γενομένοις ἐστίν.

9

.

4

οὐ μὲν οὖν, εἴποι τις ἄν, ἀλλ’ οὐδὲ
θεμιτὸν ἂν εἴη λέγειν ὡς ἐξομοιοῦται τὰ περίεργα καὶ γοώδη τοῖς οὐρανίοις ἀπομιμήμασιν. ὅσα μέν γε διὰ Μωσέως ἐπράττετο τὴν ἀλήθειαν ἐκ τῶν δρωμένων120
5ἐξέφαινεν, ὅσα δ’ αὖ διὰ τῶν ἐπαοιδῶν ἐκαττύετο, τῷ δοκεῖν ἐφάνταζε τὰς ὄψεις· αὐτοτελῆ γὰρ ἔλεγχον ἐκ τῆς ἀδρανείας ἐπεφέρετο τὸ ψεῦδος, ἐπεὶ πῶς ἡ μία κατέπιεν ῥάβδος ἄφνω τὰς πολλὰς ἐκείνας;

9

.

5

οὐδέ γε θέμις ἐστὶν ἐννοεῖν ὡς ἐκ τῶν ἀψύχων ἐκεῖνοι ῥάβδων ἐμψύχους ἠδύναντο δράκοντας ἀποτελεῖν ἀθρόως· ἀμείνους γὰρ ἂν ἧσαν ἴσως ἡμῶν οἱ τὰ νεκρὰ δυνάμενοι
5ψυχῶσαι ξύλα. τάχα δὲ οὐδὲ Μωσῆς παράδοξον ἔπρατ‐ τεν ἂν οὐδέν, εἰ τὰ παραπλήσια τούτοις εἰργάζετο.

9

.

6

καίτοι πῶς οὐ δίκαιον ἀδρανῆ φαίνειν αὐτὰ δι’ αὐτοῦ τοῦ γραφικοῦ μηνύματος; εἰ γὰρ ἀμυνόμενος τοὺς Αἰγυπτίους ὁ θεὸς ἅπαντα μὲν ἐπεκελεύετο τὰ ῥεῖθρα τῶν ὑδάτων εἰς αἷμα μεταβάλλεσθαι τιμωρίας χάριν,
5οἱ δὲ τοιαύταις αἰκιζόμενοι πληγαῖς εἰς αἵματος ἰδέαν ἀμείβουσι τοὺς ὀχετοὺς ὡσαύτως, αὔξειν ἐπιτεχνώμενοι τὸ πάθος, ἕνεκα τίνος ἀξιοῦσι καὶ δέονται πιεζόμε‐ νοι τῇ δίψῃ καθαρισθῆναι τὰ κατὰ πᾶσαν Αἴγυπτον ὕδατα τῆς αἱμοφόρου μίξεως;

9

.

7

ἢ αὖ πάλιν ἀπειροπληθεῖς ἄφνω θεασάμενοι βατράχους, τί δήποτε παραιτούμενοι τοὺς ὄχλους αὐτῶν αὖθις ἔπλαττον ἄλλους, εἰ μὴ τῶν μὲν ὡς ἐν σκιᾷ καὶ φαντασίας εἴδει
5φαινομένων οὐκ ἐπεφρόντιζον, ὑπὸ δὲ τῶν ἄλλων ἔργῳ δεικνυμένων ἐλυμήναντο δεινῶς;

9

.

8

οὐδεὶς γὰρ ἂν ἕλοιτο τῷ πολεμίῳ πλήθει ἕτερον προστιθέναι πλῆθος ἀναρίθμητον ἀντὶ τοῦ νεολέκτους στρατολογεῖν εἰς
συμμαχίαν δορυφόρους, οὐδὲ ἐπεγεῖραι πυρετῷ πυρετὸν122
5ἀπαλλαγῆναι τοῦ πρώτου γλιχόμενος, οὐδὲ πληγῶν ἀφορήτων βίᾳ μαστιζόμενος ἄλλας ἑαυτῷ προσεπιφέ‐ ρειν πληγάς, ἀνεθῆναι τούτων ἀφέσει καθαρᾷ καὶ πρεσβείᾳ καὶ δεήσει προσλιπαρῶν·

9

.

9

ἀλλ’ οὐδὲ τῶν οἴκοι πιπραμένων, ἀντὶ τοῦ σβεστήρια καταψεκάζειν ὄργανα, τοὐναντίον ἔλαιον ἢ πίτταν ἐπιχέων εἰς ἄμετρον μὲν ὕψος ἐγείρει τὴν φλόγα, φλεγομένη δὲ μεῖζον τὸ
5πάθος αὔξει καὶ πὺρ ἄρδει κατὰ πυρὸς ἀπειρο‐ κάλως.

9

.

10

οὕτως ἄρα, δι’ ὧν ἐφιλοτιμοῦντο πράττειν οἱ φαρμακοί, διὰ τούτων ἐναργεῖς ἐξέφερον ἐλέγχους ὡς οἰησικοπίᾳ φαντασιώδει ψυχαγωγεῖν ᾤοντο δεῖν ἑαυτούς. ἔστιν γοῦν αὐτόθεν οὐ χαλεπῶς ἰδεῖν ὅτι καὶ νυνὶ πολλῷ
5πλείονα καὶ μείζονα τούτων ἐν τοῖς θεάτροις οἱ ψηφο‐ παῖκται δρῶσιν εἰωθότως.

9

.

11

ἀλλ’ ὅμως αὐτοσχεδίῳ δυνάμει τούτων ἄντικρυς ἁλισκομένων ἑώλων, οὐδὲν ἧττον ἡ διηγηματικὴ προγράφει φωνή «καὶ ἐποίησαν οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς φαρμακείαις αὐτῶν ὡσαύ‐
5τως». ἔδει τοίνυν, ὡς ὁ δογματιστὴς ἐνομοθέτησεν Ὠρι‐ γένης, εἰπεῖν· ἐποίησαν δὲ τὰ παραπλήσια τῷ δοκεῖν οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων, ἀλλὰ μὴ λέγειν «ὡσαύτως», ἵνα μή τις ὑπολάβοιεν ἂν ὡς ἐξ ὁμοίας ὁρμᾶται δυνάμεως.

9

.

12

εἰ γὰρ ὅμοια τοῖς ἀμφὶ Μωσέα πράττειν οἷοί τε ἧσαν, οὐκοῦν ὡσαύτως ἠδύναντο τοὺς ἐναντίους ἀμύνασθαι τοῖς ἴσοις, ὥστε τοὺς ἀγῶνας ἑκατέρωθεν ὑπάρχειν ἀντιπάλους. εἰ δ’ οὐδένα δι’ ὧν ἐσχημάτιζον
5ἔβλαπτον, ἀποκέχρηται μὲν ἄρα τῷ ῥήματι, πρόδηλα δὲ τὰ τῆς ἀψύχου φαντασίας ἐκτυπώματα.124

9

.

13

οἷα δὴ κἀνταῦθα τὸ τῶν ἐπαοιδῶν ὄνομα προτάξας ὁ συγγραφεὺς καὶ τὰ τῆς φαρμακείας ἐπιτηδεύματα, διέδειξεν ὡς οὐ χρεὼν ἂν εἴη τὸ παράπαν ἀμφισβητεῖν
5ὅτι τοῖς μάγοις ἕκαστα περιεργίᾳ διαπράττεται γοώδει.

9

.

14

τοιαῦτα καὶ τὰ τῆσδε τῆς ἱστορίας ἀπογράφεται δράματα· αὐτὸς γὰρ ἐγγαστρίμυθον ὀνομάσας, εἶτα καὶ μαντικῆς εὑρήματα διελέγχων ἀσεβῆ, δαιμονιζομένου τε τὸ πρόσωπον ἀποδείξας εἶναι τὸ
5μαντευόμενον, αὐτοτελῶς ἐξέφηνεν ὅτι φαντασιοκοπίαις ἕκαστα διεπράττετο κιβδήλοις. Ἀλλὰ ταῦτα μὲν ἡμῖν οὕτω νοητέον.

10

.

1

Ἴωμεν δὲ πάλιν ἐξελίττοντες ἐπὶ τὰ τῶν λόγων ἴχνη. τί οὖν; ὡς ἤρετο τὴν ἐγγαστρίμυθον ὁ Σαοὺλ τὸ »τί ἑόρακας;» εἰπών, ἐν πρώτοις ἡ παραπλὴξ ἀνθυπενέγκασα βοᾷ· «καὶ θεοὺς ἑόρακα ἀναβαίνοντας
5ἐκ τῆς γῆς».

10

.

2

ἐπειδὴ γὰρ ἐβούλετο παντοίως ἐκτραχηλιάσαι τὸν ἄνδρα συναρπάσας ὁ διάβολος, ἐπειρᾶτο δεικνύναι σαφῶς ὅτι τὸ δαιμόνιον ἐπ’ ἐξουσίας εἶχεν οὐχὶ μίαν μόνον ἀνάξαι δικαίου ψυχήν, ἀλλὰ καὶ
5πάσας ὁμοῦ τὰς τῶν ἁγίων ἀνδρῶν. ὁ δὲ ἐκ τῶν ἐναντίων τὴν τῶν δαιμόνων ἐν ταὐτῷ στρατιὰν ὁπλίσας καὶ σύνοδον ἐν μιᾷ ῥοπῆς ὥρᾳ συστησάμενος ἐκόμπαζε, πεῖσαι καὶ διὰ τοῦδε τοὺς ἅπαντας ἐθέλων ὡς αὐτὸς εἴη θεὸς ὁ συναγωγεὺς τῶν ἄλλων.

10

.

3

ὅτι δ’ οὖν οἰκείᾳ χρώμενος ἀπονοίᾳ θεοποιεῖν εἴωθεν ἑαυτόν, ὁ μὲν Ἡσαΐας ἀντιπροσώπως ἐλέγχων αὐτὸν ἱεροφωνίᾳ κηρύττει προφητικῇ· «σὺ δὲ εἶπας ἐν τῇ καρδίᾳ σου· εἰς
5οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἀστέρων θήσω τὸν θρόνον μου, καθιῶ ἐν ὄρει ὑψηλῷ ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ
τὰ πρὸς βορρᾶν, ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν, ἔσομαι ὅμοιος τῷ ὑψίστῳ».126

10

.

4

μαρτυρεῖ δὲ τούτοις ὅμοια καὶ διὰ τοῦ προφήτου φθεγγόμενος Ἰεζεκιὴλ αὐτὸς ὁ κύριος ἄντικρυς· «ἀνθ’ ὧν ὑψώθη ἡ καρδία σου, καὶ εἶπας· θεός εἰμι ἐγώ, κατοικιῶ ἐν καρδίᾳ θαλάσσης, σὺ δὲ εἷ
5ἄνθρωπος καὶ οὐ θεός». ἀντὶ τούτου μὲν ὅσας αὐτῷ τιμωρίας ἀπειλεῖ, ῥᾷόν ἐστιν ἐκ τῶν ὑποκειμένων ἰδεῖν· ὅτι δὲ τοιούτοις ἐπερείδεται φάσμασι κομπολογῶν ἑκάστοτε, θείᾳ δεδήλωται ψηφοφορίᾳ.

10

.

5

τοιγαροῦν, εἴπερ ὁ δαίμων οἷός τε ἦν ἀνάξαι τοὺς ὀνόματι θεοὺς ἀνακικλησκομένους, οὐκ ἀνάγκη νοεῖν ὅτι μείζων τῶν ἀναγομένων ὁ ἀνάγων ἐστίν; εἰ δὲ προὔχει τῶν ὁσίων
5οὗτος, ἀκόλουθον ὑπολαμβάνειν ὅτι καὶ τούτου πάλιν αὐτὸς ὁ ἀρχιδαίμων.

10

.

6

εἰ δὲ ταῦτά τις ἀποδώσειεν, ἀναντιρρήτῳ δυνάμει συνίστησιν ὡς αὐτός ἐστιν θεὸς θεῶν ὁ τοῖς ὑπηρέταις τοῖς ἑαυτοῦ τοιαύτην ἀπονέμων ἐξουσίαν, ὥστε πνεύματα καὶ ψυχὰς ἐξ ᾅδου μετα‐
5πέμπεσθαι δικαίων. ἀλλὰ ταῦτα μὲν οὐδείς πω τῶν εὗ φρονούντων ὁριεῖται τὸ σύνολον, ἵνα μὴ ταῖς ἁγίαις ἐναντία ψηφιεῖται μαρτυρίαις.

10

.

7

ἐπειδὴ δὲ τὸ δεύτερον ὁ παραπλὴξ ἤρετο καὶ συνάψας εἶπεν τῇ γυναικί «τί ἔγνως;», αὐτίκα πάλιν ἀνθυπενέγκασα πρὸς τὴν ἐρώτησιν ἔφησεν· εἶδον «ἄνδρα ὄρθιον ἀναβαίνοντα ἐκ τῆς γῆς,
5καὶ οὗτος ἀναβεβλημένος διπλοΐδα.»

10

.

8

μηδένα δὲ τὸ παράπαν ἰδών, ὡς αὐτήκοος ἐγένετο τῶν λόγων, «ἔγνω» μὲν κατὰ τὴν ἔννοιαν τὴν ἑαυτοῦ τοῦτον εἶναι «Σαμουήλ», ἅτε δὴ πολιορκούμενος ὑπὸ τοῦ δαίμονος
5ἔνδοθεν· ὡς δὲ τῇ τῶν σημείων ὀνομασίᾳ συνηρπάσθη, τηνικαῦτα τὸ πρόσωπον ὑποκλίνας ἐπὶ τῇ γῇ «προσεκύνησεν αὐτῷ».

10

.

9

πρῶτον μὲν οὖν ὀρθότατα φαίη τις ἄν· εἰ Σαμουὴλ ἐτύγχανεν ἐκεῖνος, ἀλλὰ μὴ μεταμορφωθεὶς ὁ πολύτροπος ὄφις, ἀνθυπενέγκας ἔφρασεν ἂν εὐσεβεῖ λογισμῷ· «κυρίῳ τῷ θεῷ σου
128
5προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις».

10

.

10

δεύτερον δὲ πάλιν εἴποιμ’ ἄν· ὁπηνίκα Σαμουὴλ τοῦ παντὸς ἦρχε λαοῦ καὶ προφήτης ἐτύγχανεν ἔκκριτος, ὁ Σαοὺλ ἰδιωτεύων ἔτι καὶ τὰς τοῦ πατρὸς ὄνους ἀναζητῶν ἀπῄει μὲν ὡς αὐτὸν ἐρωτήσων οἷα προφήτην ἕνεκα τῶν
5ἀπολομένων ὑποζυγίων, οὐδαμοῦ δὲ φαίνεται προσκυνήσας αὐτῷ, καίτοι χρῄζων αὐτοῦ καὶ προφανῶς ὑποκείμενος οἷα καθηγεμόνι λαοῦ.

10

.

11

πῶς οὖν ὁ τότε μὴ προσκυνήσας ὡς ἰδιώτης ἄρχοντι, νῦν ἐκ τῶν ἐναντίων ὁ βασιλεὺς ἰδιωτεύοντι προσκυνεῖ; τρίτον δ’ ἐπὶ τούτοις ἔχω λέγειν· τί δήποτε, θεοὺς ἀναβαίνοντας
5ἀκούσας οὐδενὶ τούτων προσεκύνησεν, ὅτε δὲ τὸν ἄνδρα ὄρθιον ἀκήκοεν ἀναβεβηκότα, τηνικαῦτα προσκυνήσας ὑπέκυψεν;

10

.

12

καὶ μήν, ὡς Ὠριγένης ἀπεφήνατο τολμηρῶς, εἴπερ ἄγγελοί τινες ἦσαν ἐκ τούτων ἢ χοροὶ προφητῶν, ἔδει τοῖς κρείττοσι καὶ πλείοσι πρῶτον ὑποπεσεῖν, οὐχὶ δὲ τὸν μὲν ἕνα θεραπεῦσαι, τοὺς δὲ
5πλείους ὑπεροψίας ἀνοίᾳ προλιπεῖν.

10

.

13

ἦ γὰρ ἀγνοητέον ὡς αἱ φλογοείκελοι τῶν ἀγγέλων ἀξίαι τῶν ἀνθρώπων ἀεὶ μακρῷ καλλίους εἰσίν; οὐκοῦν ἐκ πάντων ὁμοῦ τῶν ἔργων εὐχερῶς ἔστιν ἰδεῖν ὅτι τὸν ἡγεμόνα μὲν
5νοῦν ἐτύφλωττεν ὁ Σαοὺλ ὑπὸ τοῦ δαίμονος ἐλαυνόμενος, ὁ δὲ διάβολος εἰς διαφόρους ἐξήλλαττεν ἑαυτὸν ἰδέας ὑπὸ τοῦ δυνάστου προσκυνηθῆναι πραγματευόμενος, ἵνα
ἐκ τούτου πλείστους ὅσους ἐξαπατήσοι λεληθότως ὑποκύπτειν αὐτῷ.130

10

.

14

καὶ τί γε δὴ ξένον ἐστὶν εἰπεῖν, ὅπου γε καὶ τὸ τοῦ Χριστοῦ πρόσωπον εἰσιδὼν ἔργῳ μὲν ἔνδοθεν ἑώρα καὶ πράξει θεὸν καὶ φύσει θεοῦ γνήσιον υἱόν, ἄνθρωπον δὲ καθαρόν, ἄχραντον, ἀκηλίδωτον
5ἐξωτάτω περικείμενον ἐποπτεύων καὶ ναοῦ χρῆμα περικαλλές, ἀφιερωμένον, ἀσύλητον, οὐδὲν ἦττον ἐκπειράσων αὐτὸν ἀμελλητὶ προσῄει θεομαχῶν εἰωθότως;

10

.

15

ὡς δὲ τὰ πρῶτα καὶ τὰ δεύτερα καθ’ ἑαυτοῦ προκαλεσάμενος ἡττήθη ῥαγεὶς ἀθλίως, αὖθις εἰς ἄλλο μεταλλάξας ἦθος ὑποδεικνύναι μὲν αὐτῷ πᾶσαν τὴν τοῦδε τοῦ κόσμου περιγραφὴν ἐπεχείρει καὶ τὰς
5βασιλείας αὐτῆς, ἀπονοίᾳ δὲ καὶ ψευδηγορίᾳ θρασυνόμε‐ νος ἐκόμπαζε «ταῦτα πάντα σοι δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι».

10

.

16

τοιαύτας μὲν οὖν ὁ ἀσεβὴς ἔρρηξε δεῦρο φωνάς, οἰόμενος εἰς ὀργὴν ἐκκαλέσασθαι τὰ τῆς ἀνεξικακίας ἤθη, καὶ διὰ τοῦ τοιοῦδε δοκῶν ἐπιλαμβάνεσθαι. μακροθυμίᾳ δὲ κατεσίγασε τὸν
5ἀλάστορα θεοπρεπῶς ὁ κύριος· ἴδιον γὰρ ἂν εἴη θεῷ πάντα ἀνεξικάκως φέρειν.

10

.

17

εἰ τοίνυν αὐτῷ τῷ κυρίῳ τοιαῦτα προσοῖσαι ῥήματα παρ’ οὐδὲν ἡγήσατο, πῶς οὐκ ἔστι σαφὲς ὅτι προσκυνεῖσθαι βουλόμενος ἴσα θεῷ ταῦτα διεπράττετο;

10

.

18

τοῦτο μέν, οἶμαι, τοῖς εὖ φρονοῦσι κατάφωρον ὑπάρχει πᾶσιν, ὅτι διὰ γυναικὸς ἐμμανοῦς ἠπάτησεν τὸν ἔκφρονα δυνάστην ὑποκύψειν αὐτῷ παρὰ τὸ δέον.

11

.

1

Ἔτι δὲ διαληπτέον αὐτὰ τὰ τούτοις ὑποκείμενα καθεξῆς. ὡς οὖν ὁ Σαοὺλ ὑπεκλίθη τῷ φάσματι προσκυνήσας, αὖθις ὑποκρίνεται πεπονθέναι βίαν ὁ
δολομήτης, εἰς τὸ σχῆμα τοῦ Σαμουὴλ ἀμείψας ἑαυτόν·132

11

.

2

εἶτα μετὰ εἰρωνείας ἀποκρίνεται σκυθρωπότερον, «ἵνα τί παρηνώχλησάς μοι» φάσκων «ἀναβῆναι;». ταῦτα δὲ πλαττόμενος ἀπαρεμφάτως ἐβούλετο σημαίνειν ὅτι καὶ ἄκοντα τὸν προφήτην ὁ δαίμων ἠδύνατο μεταπέμπεσθαι,
5καὶ κατ’ αὐτοῦ τοιαύτην ἔχειν ἐξουσίαν.

11

.

3

εἶτα τοσοῦτον ἀμβλυωποῦσί τινες, ὡς οὐ δύνασθαι νοεῖν ὅτι τοὺς δαίμονας ἐν τῷ θείῳ φυγαδεύουσιν ὀνόματι πάντες οἱ τὰ τοῦ Χριστοῦ φρονοῦντες εἰλικρινῶς, οὐχὶ δὲ
5τοὐναντίον ὡς ὑποκείμενοι τούτοις ἄκοντες ἀναβαίνουσιν ἐξ ᾅδου, μεταπεμπόμενοι πρὸς αὐτῶν;

11

.

4

εἰ δέ τις οἴεται τὸ τῆς ἐγγαστριμύθου δαιμόνιον οὐδεπώποτε φυγαδεύεσθαι, προὖχον ἁπάντων ὁμοῦ τῶν ἄλλων, ἀναδραμέτω μὲν εἰς τὰς τῶν ἀποστόλων Πράξεις, ἐπ’
5αὐτῶν δὲ τῶν χωρίων ἐμβατεύσας ἰδέτω πῶς ὁ περίοδος ἱεροκήρυξ ἀφίκετο Παῦλος εἰς Φιλίππους·

11

.

5

ὡς δὲ τὴν καλουμένην ἐφώτισε Λυδίαν εὐσεβείας ἐπιγνώσει, τηνικαῦτα μὲν ᾤχετο τὰς εὐχὰς ἀνοίσων, «ἐγένετο δὲ παιδίσκην ἀπαντῆσαί τινα» φησὶν «ἔχουσαν πνεῦμα
5πύθωνος, ἥπερ ἐργασίαν πολλὴν παρεῖχεν τοῖς κυρίοις αὐτῆς μαντευομένη». τοιγαροῦν αὕτη κατακολουθήσασα τῷ Παύλῳ καὶ τοῖς ἀμφ’ αὐτὸν ἐβόα γεγωνότως· «οὖτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ὑμῖν ὁδὸν σωτηρίας»· καὶ τοῦτο ἐπὶ
10πολλὰς ἔπραττεν ἡμέρας.

11

.

6

ἀλλ’ ὁ μὲν δαίμων ἀοράτῳ μάστιγι στρεβλούμενος ἄκων ἠναγκάζετο τοιαύτας ἀφιέναι φωνάς, ὁ δὲ Παῦλος οὐκ ἀξιόπιστον εἶναι τὴν ἐκείνου μαρτυρίαν ἐννοήσας ὀρθότατα,
5διαπονηθεὶς ἔφη τῷ πνεύματι, «παραγγέλλω σοι» λέγων «ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ’ αὐτῆς». εἶτα τὸ πρᾶγμα διηγούμενος ὁ συγγραφεὺς ἐπιφέρει, «καὶ ἐξῆλθεν» λέγων «αὐτῇ τῇ ὥρᾳ».

11

.

7

θεασάμενοι οὖν
οἱ κύριοι τῆς θεραπαινίδος ὡς ἐκποδὼν ᾤχετο τῆς ἐργασίας αὐτῶν ἡ ἐλπίς, «ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας»134
5ὕβρεσι δὲ καὶ πληγαῖς αἴτιοι γεγόνασι, συκοφαντίᾳ στάσεις ἐπεγείραντες.

11

.

8

εἰ τοίνυν ὁ Παῦλος ἐπιτιμήσας τῷ πνεύματι τὸν πυθόμαντιν ἀθρόως ἐξήλασεν ἐν αὐτῇ τῇ ῥοπῇ, τὸ δὲ πνεῦμα τῇ τοῦ ῥήματος ἀπέδρασεν ἐξουσίᾳ μὴ δυνάμενον ὑποστῆναι τὸν τῆς γλώσσης ἦχον,
5εἰπάτω παριὼν εἰς τοὐμφανὲς ὁ τῷ τοιῷδε συνιστάμενος ὅρῳ, ποταπῇ δυνάμεως ἀρετῇ τὸν ὁμόδοξον τῷ Παύλῳ Σαμουὴλ ἄκοντα μετακαλούμενος ὁ δαίμων ἀνήγαγεν ἐξ ᾅδου.

11

.

9

ἀλλ’ οὐκ ἂν ἔχοι δεικνύναι τούτων οὐδὲν ἀληθές· ὥστε καὶ διὰ τῶνδε μάλα ῥᾳδίως ἔστιν ἰδεῖν ὅτι μεταμορφωσάμενος ἠγόρευε τῷ Σαοὺλ ὁ δολομήτης, «ἵνα τί παρηνώχλησάς μοι;» φήσας. ὑπῃνίττετο γὰρ ὅτι παρὰ
5βούλησιν ἄκων ἀνέβαινεν, οὐ θέλων, ἀλλὰ ἀνάγκῃ καὶ βίᾳ, καθάπερ ὑπ’ αὐτοῦ μεταπεμφθῆναι τοῦ κρείττονος ἐπιταχθείς.

11

.

10

ὁ δὲ δυνάστης ἀνθυπενέγκας ἔφη· «θλίβομαι σφόδρα, καὶ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν ἐμοί, καὶ ὁ θεὸς ἀφέστηκε» φησὶν «ἀπ’ ἐμοῦ καὶ οὐκ ἀκήκοέν μου ἔτι, οὔτ’ ἐν χειρὶ τῶν προφητῶν οὔτε ἐν ἐνυπνίοις·
5καὶ νῦν κέκληκά σε γνωρίσαι μοι τί ποιήσω». πάλιν οὖν ἀποκριτέον· εἰ Σαμουὴλ ὁ περίβλεπτος ἐτύγχανε προφήτης, οὐκ ἂν ἐσωφρόνισε τὸν ἄνδρα νουθετῶν;

11

.

11

οὐκ ἂν εἶπεν αὐτῷ τὸ πρῶτον· εἰπέ μοι, σχέτλιε πάντων ἀνθρώπων, εἰ περιέστηκαν οἱ ἀλλογενεῖς εἰς πόλεμον ἀντιπαραταττόμενοι συσταδόν, εἴπερ ὁ θεὸς ἀφέστηκεν ἀπὸ σοῦ καὶ τὸ παράπαν οὐκ ἐπακήκοέν σου, οὔτε δὲ
5προφήται πρεσβεύοντες ὑπὲρ σοῦ κατῄδεισαν, οὔτε ὄναρ οὔτε ὕπαρ ἀπεκαλύφθη σοι τὸ δέον, οὐ ταύτῃ μάλλον ὤφελες ἐξιλεούμενος ὑποκλιθῆναι θεῷ καὶ πενήτων ἐλεημοσύναις ἀπολούσασθαι τὰ τῶν ἐγκλημάτων αἴτια, μήτι γε δὴ καταφεύγειν ἐπὶ μάντιν ἐγγαστρίμυθον καὶ136
10μανιώδει μαντικῇ τὰ τῆς εὐσεβείας ἀντικαταλλάττεσθαι σύμβολα καὶ καθ’ ἑαυτοῦ τὸ πάθος αὐξῆσαι διττῶς;

11

.

12

ἦ γὰρ οὐ διανοητέον ὅτι τὰ τοιάδε μιάσματα ῥητῶς ἀπηγόρευσεν ὁ θεός, ἐν τῷ Λευϊτικῷ διὰ Μωσέως εἰπών· «οὐκ ἐπακολουθήσετε τοῖς ἐγγαστριμύθοις, καὶ τοῖς ἐπαοιδοῖς οὐ προσκολληθήσεσθε μιανθῆναι ἐν αὐτοῖς· ἐγώ
5εἰμι κύριος ὁ θεὸς ὑμῶν»; ἀλλ’ οὐκ ἀσεβῆ τάδε τὰ βδελύγματα νομίζεις, ἐναντία τῷ θεῷ δραματουργεῖν ἐγχειρῶν;

11

.

13

ἄκουε καὶ μεθ’ ἕτερα τοῦ θεοῦ χρησμῳδοῦντος ἐπὶ τῷ τοιῷδε τολμήματι· «καὶ ψυχὴ» φησὶν «ἥτις ἂν ἐπακολουθήσῃ τοῖς ἐγγαστριμύθοις ἢ ἐπαοιδοῖς ὥστε ἐκπορνεῦσαι ὀπίσω αὐτῶν»· ὁποῖα καὶ
5τίνα πείσεται προσθείς, ἐπέφρασε προϊών· «ἐπιστήσω τὸ πρόσωπόν μου» φάμενος «ἐπὶ τὴν ψυχὴν ἐκείνην καὶ ἀπολῶ αὐτὴν ἐκ τοῦ λαοῦ αὐτῆς».

11

.

14

εἰ οὖν ἀρχῆθεν νομοθετήσας ὁ θεὸς αὐστηροῖς ἀπέστειλε προγράμμασι τοὺς ταῖς τοιαύταις ἐγκαλινδουμένους ἐπαοιδαῖς ἢ μαντείαις, ἀπειλεῖ δὲ σκυθρωπὰ καὶ φρικώδη κολαστήρια
5κατὰ τῶν ἁλισκομένων ἐπὶ τῇ δίκῃ φοβερῶς, οὐ τὸν ἀνακείμενον ἐξ ἁπαλῶν ὀνύχων αὐτῷ τῷ θεῷ καὶ νομοφύλακα βέβαιον ἔδει περὶ τούτων ἐγκαλέσαι πρῶτον;

11

.

15

ἀλλ’ ὁ νομομαθὴς ἐκ μειρακίου καὶ τὰς νομικὰς ἀκριβῶσαι γραμμὰς ἀκρότατα δυνηθεὶς οὐκ ἂν ἐπεζήτησε τὸ πταῖσμα, μή πῃ ἄρα διὰ τούτου τινὲς εἰς μανικὰς ἐξελκυσθῶσι μαντείας, ἀπάτῃ συληθέντες
5ἀθλίως;

11

.

16

ἀλλὰ τούτων μὲν οὐδὲν οὔτε εἶπεν οὔτε ἐζήτησεν (οὐ γὰρ ἦν ὁ Σαμουήλ, ἀλλ’ ὁ τὰ τοιάδε
δράματα τυρεύων ἀνέκαθεν), ἐπὶ δὲ τούτοις ἀποκρίνεται, τὸ πρόσωπον τοῦ προφήτου ὑποδύς, «ἵνα τί» λέγων138
5«ἐπερωτᾷς με, καὶ κύριος ἀφέστηκεν ἀπὸ σοῦ καὶ γέγονεν μετὰ τοῦ πλησίον σου; καὶ πεποίηκέν σοι κύριος καθὰ ἐλάλησεν ἐν χειρί μου».

11

.

17

ταῦτα μὲν οὖν ὡς ἐχθρὸς ἅμα καὶ ἐκδικίαν ὑποτυπούμενος εἰσάγειν ἀναγινώσκει τὰ τῆς κατηγορίας ὑπομνήματα.

12

.

1

Θεωρητέον δὲ πῶς αὐτὰ τὰ συνεκτικὰ παρεὶς ἐγκλήματα πλάττεται μὲν ὑποκρίσει δεικτικώτερα φθέγγεσθαι, μηδὲν δὲ προγνώσεως ἄξιον εἰπὼν ἐκεῖνα δευτεροῖ τετεχνασμένως, ὅσα περιὼν ὁ Σαμουὴλ ἔτι
5προὔλεγε συνενεχθῆναι τῷ Σαούλ, ἅπερ ὡς ἤδη γεγονότα προανεφώνει προφητεύων.

12

.

2

ἀλλὰ μὴν ὅ γε φήσας αὐτῷ «τί ἐπερωτᾷς με;» διαρρήδην ὁμολογεῖ ταῦτα καὶ πρότερον εἰρηκέναι· ταυτολογεῖ δὲ δή, τὰ πρῶτα διὰ τῶν ἔπειτα βεβαιῶν ἐπὶ προσχήματι γοωδῶς.

12

.

3

Ὠριγένης δὲ τοὐναντίον αὐτὰ τὰ πάλαι τῷ προφήτῃ προαναφωνη‐ θέντα ῥήματα παραλαβὼν ἐπὶ λέξεως ὡς ἄρτια καὶ καινὰ προφητείας ἀποφθέγματα διορίζεται, διά τοι τοῦτο
5βούλεται τὸν Σαμουὴλ ἀνῆχθαι, καίτοι τῆς γραφῆς ἄντικρυς ἐλεγχούσης αὐτόν, ὥς γε συνομολογεῖ καὶ αὐτὸς ἐν μέρει τοπικῶς.

12

.

4

ἀλλὰ τί μετὰ ταῦτα προσετίθει πάλιν, ὁπηνίκα τῷ δυνάστῃ διελέγετο, τὸ φάσμα; «διαρρήξει κύριος τὴν βασιλείαν ἐκ χειρός σου καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ Δαβίδ. διότι οὐκ ἤκουσας τῆς
5φωνῆς κυρίου καὶ οὐκ ἔπλησας θυμὸν ὀργῆς αὐτοῦ ἐν Ἀμαλήκ, διὰ τὸ ῥῆμα τοῦτο ἐποίησεν κύριος τοῦτό σοι τῇ ἡμέρᾳ ταύτῃ καὶ δώσει κύριος τὸν Ἰσραὴλ μετὰ σοῦ εἰς χεῖρας ἀλλοφύλων».

12

.

5

εἰ δέ τις ἀκριβῶσαι βούλοιτο τὸ σαφές, ἐπανίτω μὲν ἐπὶ τὴν τοῦ γράμματος ἱστορίαν ὀλίγῳ πρόσθεν ἀναδραμών, αὐτὸ δὲ τὸ χωρίον ἀναπτύξας, ἔνθα τὸν Ἀμαλὴκ ἡττήσας ἐσφετερίσατο τὰ
140
5κράτιστα τῶν σκύλων καὶ τὰς ἐκ τούτων ᾤετο δεῖν ἀναφέρειν ὁλοκαυτώσεις ὡς ἀπαρχάς.

12

.

6

ἀκριβολογίᾳ δὲ τρανοτέρᾳ ζητῶν ἐπιστημόνως εὑρήσειεν ἂν ὡς ἅπαντα τὰ ῥήματα ταῦτα κατ’ ἐκεῖνο καιροῦ προεῖπεν ἐπὶ λέξεως ὁ Σαμουήλ· ἔφη γὰρ ὅτι καὶ διέρρηξεν κύριος
5ἐκ χειρὸς αὐτοῦ τὴν βασιλείαν, ὁπότε καὶ τὸ τοῦ διπλοϊδίου πτερύγιον ἐπιλαβόμενος ὁ δυνάστης ἐδίχασε.

12

.

7

προὔλεγε δ’ αὐτῷ πρὸς ἐπὶ τούτοις μὲν ὡς ἤμελλεν ἡ βασιλεία δοθήσεσθαι τῷ πλησίον αὐτοῦ τῷ μᾶλλον ὑπὲρ αὐτὸν ἀγαθῷ. προὐφήτευε δὲ καὶ τίνα τρόπον ἔδει τὸν Ἰσραὴλ ἕνεκα τούτου διασχισθήσεσθαι
5καὶ μηκέτι ἐπιστρέψαι. ταῦτα δὲ φήσας ὁμοῦ τοῖς ἔργοις ἐβεβαίου τὰ λεκτέα· μετ’ οὐ πολὺ γὰρ ἐκ θείας ἀποσταλεὶς ἐπικρίσεως ἔχρισε βασιλέα τὸν Δαβίδ.

12

.

8

ἆρ’ οὖν οὐδὲν ἀπήγγελλεν ξένον ὁ διὰ τῆς ἐγγαστριμύθου λεγόμενος ἀνῆχθαι, τὰ δὲ ὑπὸ τοῦ Σαμουὴλ εἰρημένα πρότερον ὡς ἴδια μὲν ἐσχημάτιζε προσωποποιῶν ἀπάτῃ, πιθανῇ δὲ τεχνοποιίᾳ ταυτολογῶν ὑπεκρίνατο δὴ
5προφητικῶς ὁμιλεῖν.

12

.

9

ἀλλ’ ὥσπερ ἀγύρται 〈καὶ〉 μάντεις ἐπὶ πλουσίων ἰέναι θύρας ἐπειγόμενοι τὰ μὲν ἤδη παροδεύσαντα τοῦ βίου πράγματα πολυπευστοῦντες ἀνιχνεύουσι λεληθότως, αὐτὰ δὲ τὰ πρὸ πολλοῦ γεγονότα
5λέγειν αὐτοσχεδίως ὑπονοούμενοι παραχρῆμα μὲν ἐκπλήττουσι τοὺς αὐτηκόους, εἰς εὐήθη δὲ πίστιν αὐτοὺς ὑπαγόμενοι περὶ τῶν μελλόντων ἅπερ ἐθέλουσι πλάττουσιν, οὕτως ἄρα καὶ τὸ τῆς ἐγγαστριμύθου φάσμα μεταμορφούμενον αὐτὰ μὲν ἐξηγόρευε τὰ προφητικὰ τοῦ
10Σαμουὴλ ἀποφθέγματα, τῷ δὲ δοκεῖν ᾤετο προφητεύειν οὐδὲν ἐπιστάμενον, ἀλλὰ τὰ μὲν ἀλλότρια προὔταττεν ὡς ἴδια καὶ κατέπληττε τὸν ἀλάστορα, διὰ δὲ τούτων εὐχερῶς ὑπεσύλα καὶ τὸν νοῦν ἔκλεπτεν ἐκείνου.142

12

.

10

τί οὖν ἄλλο μετὰ ταῦτα προσετίθει; «καὶ σὺ» φησὶν «αὔριον καὶ ὁ υἱός σου Ἰωνάθαν μετ’ ἐμοῦ, καὶ τὴν παρεμβολὴν Ἰσραὴλ δώσει κύριος εἰς τὰς χεῖρας ἀλλοφύλων». ἀλλὰ ταῦτα μὲν ἐῴκει λέγειν ὁ δαίμων ὡς
5ἴδια.

13

.

1

Ζητητέον δὲ πότερον ἀληθῆ προὔλεγεν, ὡς ᾤετο, καὶ πότερον ἀπὸ στόχου καὶ συγκυρίας ἀπήγγελλεν, καὶ πρὸς ἐπὶ τούτοις εἰ προεγνωκέναι τούτων ἠδύνατό τινα. πρῶτον μὲν οὖν οὐ φαίνεται τῇ ἑξῆς ἡμέρᾳ
5διαφθαρεὶς ὁ Σαούλ, ὡς ἔφασκε τὸ φάσμα φθεγγόμενον.

13

.

2

εἰ γὰρ ἀκούσας τῶν λόγων ἐκ τῆς ἄγαν ἀθυμίας «οὐκ ἔφαγεν ἄρτον ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα» φησὶν «ἐκείνην», ὡς ἡ θεία διαγορεύει γραφή, μετὰ δὲ τοῦτο παραινοῦσα πάλιν ἡ γυνὴ
5προὔτρεπεν ἐδωδῆς ἅψασθαι, προκειμένης ὁδοῦ, πρόδηλον ὅτι τῇ δευτέρᾳ δήπουθεν ἡμέρᾳ μετὰ τὴν πάννυκτον καὶ πανήμερον ἐκείνην ἀσιτίαν ἔπεισε μὲν αὐτόν, εἰς τοὔδαφος ἐρριμμένον ἐκλύτως, ἀναστῆναι καὶ καθεσθῆναι κοσμιώτερον ἐπὶ τοῦ δίφρου, τὸ δὲ μοσχάριον
10ὅπερ εἶχε γαλαθηνὸν ἀμελλητὶ λαβοῦσα σφάττει, ὀψοποιοῦσα δὲ καὶ πέττουσα τοὺς ἀζύμους, ηὐτρέπιζεν ἐδωδάς.

13

.

3

ἐπειδὴ δὲ προσέφερεν αὐτῷ καὶ τοῖς ἀμφ’ αὐτὸν ἀριστοποιήσασα σπουδαίως, ὁ μὲν αὐτόθι σιτίων ἐλάβετο προτραπείς· ἀνάγκη δὲ νοεῖν ὡς εἰς ἄλλας ἀφίκετο νυκτερίους ὥρας, εἴπερ ᾤχετο νυκτὸς ἐκεῖθεν
5ἐξορμήσας. ὥστε τοῦτο μὲν αὐτοτελῶς ἐλέγχεται
ψευσάμενος ὁ δαίμων· οὐ γάρ, ὡς εἶπεν («αὔριον» ἔσῃ «σὺ μετ’ ἐμοῦ»), γέγονεν οὕτως, ὁπηνίκα τὴν ἑξῆς αὐτόσε διέτριψεν ἡμέραν ἄσιτος, εἶτα τῇ δευτέρᾳ τῆς ἐδωδῆς ἁψάμενος ἐβάδισεν εἰς τὸ στρατόπεδον.144

13

.

4

οὐχὶ δὲ τοῦτο μόνον ἁλίσκεται παρὰ τὸ γεγονὸς εἰρηκώς, ἀλλὰ καὶ τὸν Ἰωάθαν ἔφη μονώτατον ὁμοῦ τῷ πατρὶ καταλῆξαι πρὸς αὐτόν· ἐκ δὲ τῶν ἐναντίων ἡ διηγηματικὴ
5τοῦ γράμματος ἀγορεύει φωνὴ τὸν Σαοὺλ ἅμα τρισὶν ἀπεσφάχθαι παισίν, ἀλλ’ οὐχ ἑνὶ μόνῳ, ὡς ἔφησεν ἐκεῖνος.

13

.

5

οὐκοῦν ἀπορίᾳ προγνώσεως οὐδὲν ἀληθὲς ἐξεῖπεν ὁ δαίμων (οὐ γὰρ ἂν ἐναντία τῶν γεγονότων ἀπήγγελλεν), ἀλλὰ τὰ τῷ Σαμουὴλ εἰρημένα πρότερον, ὡς ἔφην, ὑπεκκλέψας, ὀλίγα ἄττα προσετίθει τούτοις,
5ἐκ τῶν εἰκότων ὁμοιότροπα συμπλέξας.

13

.

6

οὕτως ἄρα καὶ θάνατον ἠπείλει τῷ δυνάστῃ, ταῖς ἐκείνου φωναῖς ἀποχρώμενος. ἀλλ’ ἔτι γε καὶ τὴν τοῦ Ἰσραὴλ ἐκδοῦναι παρεμβολὴν ὑπισχνεῖτο, τῷ τὸν προφήτην ἐμβριθῶς
5εἰρηκέναι διασχισθήσεσθαι τὸν λαόν.

13

.

7

ὁρῶν οὖν ἐπιτετειχισμένα πολέμου μηχανήματα καὶ τὸν τοῦ λαοῦ προεστῶτα περιδεῆ, προσέτι δὲ καὶ καταλειφθέντα πρὸς αὐτοῦ τοῦ θεοῦ (δι’ ὧν ὁ δυνάστης ὡμολόγει στοχαζόμε‐
5νος ὅτι δεῦρο περαιοῦται τὸ τοῦ προφήτου κήρυγμα), πρὸς τὰς ἐνεστώσας ὑπεκρίνατο κινήσεις ἀναφωνεῖν.

13

.

8

ὅσα μέντοι προσέθηκεν ἴδια καθ’ ἑαυτά, φανερῶς ἑάλω ψευσάμενος· οὔτε γὰρ τὴν τοῦ θανάτου δεδύνηται προειπεῖν ἡμέραν, οὔτε τὰς τῶν υἱέων τοῦ Σαοὺλ ἀναιρέσεις, ὧν ἐπὶ ὀνόματος ἐμνημόνευσεν ἡ
5γραφή. ἐκ δὲ τούτων οὐ χαλεπῶς ἂν εἴη νοεῖν ὡς οὐδὲν
ἴδιον οὐδὲ ἀληθὲς ἀπήγγελλεν τὸ πνεῦμα, ὅσα δὲ τοῦ Σαμουὴλ ὑπεξέκλεπτε ῥήματα, ταῦτα σφετεριζόμενον ᾤετο προφητεύειν.146

13

.

9

ἀλλὰ μάλιστα μὲν οὐκ ἔστιν εἰπεῖν ὅτι τοῦτο προὐφήτευεν ἀψευδῶς· εἰ δ’ ἄρα καὶ πολέμου γένεσιν ἀνεκήρυττεν καὶ τὰ τῆς αἱματεκχυσίας ἀνήκεστα ῥεύματα, τίς ὁ τῶν ἁπάντων αἴτιός ἐστι
5πολέμων;

13

.

10

οὐχ ὁ διάβολος; οὐκ αὐτὸς ἐξῃτήσατο τὸν Ἰώβ; οὐκ ἐπήγειρεν αὐτῷ πόλεμον ἐξαίφνης ἀκήρυκτον; οὐ μεταμορφούμενος ἄλλοθι ἄλλως αὐτάγγελος ἅμα καὶ μάρτυς ἐγίγνετο καὶ πολέμαρχος,
5εἰς τὰ τῶν ἀνθρώπων ἐνδόσθια παρεισδύς;

14

.

1

Ἀλλὰ ἀσαφὲς εἶναι τὸ τοιοῦτο σχῆμα νενόμισται τοῖς πολλοῖς· ἰτέον οὖν ἀκολούθως εἰς τὰ τῆς τρίτης τῶν Βασιλειῶν ἴχνη. φαίνεται τοίνυν ὅπως ὁ προφήτης ἐπερωτᾶται Μιχαίας ὑπὸ τοῦ Ἀχαάβ· ἀλλ’
5ἐπειδήπερ ἠναγκάζετο τἀληθῆ λέγειν ἀπαρακαλύπτως, ἑορακέναι μὲν ἔφασκε τὸν κύριον ἐπὶ θρόνου καθήμενον, εἶτα καὶ στρατιὰς ἑστάναι περὶ αὐτὸν οὐρανίους ἔκ τε δεξιῶν ἅμα καὶ εὐωνύμων·

14

.

2

ὁμοῦ δὲ τῇ τῆς ὄψεως ἱστορίᾳ καὶ φωνῆς ἔφησεν ἀκηκοέναι τοιᾶσδέ τινος· «τίς ἀπατήσει τὸν Ἀχαὰβ καὶ ἀναβήσεται εἰς Ῥεμμὸδ Γαλαὰδ καὶ πεσεῖται ἐκεῖ;», τηνικαῦτα δέ φησιν (ἵνα τὰ
5ἐν μέσῳ παραλείψας ἐρῶ τὸ ζητούμενον) «ἐξῆλθε πνεῦμα καὶ ἔστη ἐνώπιον κυρίου καὶ εἶπεν· ἐγὼ ἀπατήσω αὐτόν».

14

.

3

ὡς δὲ ὁ κύριος ἀνθυπενέγκας ἔφρασεν «ἐν τίνι;» ἀνθυποφέρει πάλιν· «ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν αὐτοῦ». πρὸς ταῦτα μὲν οὖν εἴρηκεν ὁ κρείττων·
5«ἀπατήσεις, καί γε δυνήσῃ· καὶ νῦν ἰδοὺ» φησὶν «ἔξελθε καὶ ποίησον οὕτως.» ὁ δὲ προφήτης αὐτὰ ταῦτα τῷ βασιλεῖ διηγούμενος εὐθέως ἐπιφέρει· «δέδωκεν ὁ θεὸς πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν σου
τούτων, καὶ ἐλάλησεν κύριος ἐπὶ σὲ κακά.»148

14

.

4

τοιγαροῦν εἴπερ ἀνάγκη νοεῖν οὐκ ἀγαθόν, ἀλλὰ πονηρὸν εἶναι τοῦτο τὸ πνεῦμα τὸ τῆς ψευδηγορίας αἴτιον, ἀκόλουθον ὑπολαμβάνειν αὐτὸ τοῦτο διαβολικὸν ὄργανον ὑπάρχειν. εἰ δὲ κυρίως ἀποδείκνυται τοῦτο εἶναι,
5προακήκοεν ἄρα πῶς ἤμελλεν ὁ μιαρὸς Ἀχαὰβ εἰς πόλεμον ἀπιὼν ἀποθνῄσκειν·

14

.

5

αὐτὸ γὰρ ἠξίωσε τὸ ψεῦδος ἀντὶ τῆς ἀληθείας ἐμβάλλειν, ἵνα πολέμου γένεσιν αὐτουργήσῃ καὶ διαφθείρῃ τὸν ἄδικον αἰσχίως. ὥστε καὶ διὰ τούτων ἀποδείκνυται τῶν ἔργων ὅτι τὰ κακὰ τοῖς
5ἀδίκοις ἐπιφερόμενα προμεμάθηκεν ὁ διάβολος, ἐπειδὴ τῶν ἐχθίστων ὁ δραματουργὸς αὐτός ἐστιν ἁπάντων.

14

.

6

Ἐπὶ μέντοι τοῦ Σαοὺλ ὅσα προσθεὶς ἀφ’ ἑαυτοῦ συνέζευξεν τοῖς τοῦ Σαμουὴλ ἀποφθέγμασιν, οὐ μόνον ἐψεύσατο πιθανῶς, ἀλλὰ καὶ ἐβλασφήμησεν ἀσεβῶς. ἐνθένδε ποθὲν ἡ πρώτη διελέγχεται δυσφημία· πρῶτον
5μέν, ὅτι κατὰ μίμησιν, ὡς ὁ κύριος ἔφη τῷ λῃστῇ τὸ κράτος ὁμολογήσαντι τῆς βασιλείας αὐτοῦ, «σήμερον ἔσῃ μετ’ ἐμοῦ» λέγων «ἐν τῷ παραδείσῳ», ταὐτὸν δὴ τοῦτο καὶ τῷ Σαοὺλ ἐκπληρώσαντι τὰς μανικὰς αὐτοῦ μαντείας ἔφησεν ὁ δολομήτης· «αὔριον ἔσῃ σὺ μετ’ ἐμοῦ
10καὶ Ἰωνάθαν ὁ υἱός σου.»

14

.

7

δεύτερον δὲ βούλεται δεικνύναι διὰ τούτων ὅτι μηδὲν ὁ δίκαιος ἀδίκου διαφέ‐ ρει, τὰς τῶν εὐσεβῶν ἐκκόψαι προθυμίας ἐπιτεχνώμενος. οὐδεὶς δὲ ἔοικεν ἀγνοεῖν ὅτι μηδεμία συνυπάρχει κοινωνίας
5πιστῷ μετὰ ἀπίστου, ἢ αὖ πάλιν ὅπως ὁ πλούτῳ κατατρυφήσας ἀπλήστῳ πόρρω τῆς τοῦ Λαζάρου διαίτης ἀπεκρίθη, καίτοι μηδὲν ὅμοιον ἐκείνῳ δράσας.

14

.

8

ἀλλ’ οὗτος μὲν οὐδὲν πώποτε μετέδωκεν τῷ πενομένῳ, τὸ
παράπαν οὐδέν, οὔτε περιττευμάτων οὔτε ψιχῶν εἰς τοὔδαφος ἐκριπτομένων, ἀλλ’ οὐδ’ ἐλυμήνατο τὸν ἄνδρα150
5πληγαῖς, οὐ μάστιξιν αἰκισάμενος ἐδίωξε περαιτέρω που γῆς.

14

.

9

ἀλλ’ ὅμως, ἐπειδὴ μετήλλαξαν ἄμφω μετάραντες ἐντεῦθεν, ὁ μὲν εἰς κόλπους ἔληξε τοῦ προπάτορος Ἀβραάμ, ὁ δὲ ταῖς ἀκοιμήτοις ἐδόθη φλοξὶν τοῦ πυρός. ὡς οὖν ἐν τῷ ᾅδῃ βασανιζόμενος ἐφλέγετο,
5πόρρωθεν μὲν ὁρᾷ τὸν προπάτορα, θεωρεῖ δὲ καὶ τὸν «Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ»·

14

.

10

τῇ δὲ δὴ φλογὶ πυρούμενος, ἐκθύμως ἠξίου τὸν Ἀβραάμ, ὅπως ἐκπέμψῃ τὸν πένητα πρὸς αὐτόν· ἐδεῖτο γάρ, ἵν’ ἀφικόμενος ὁ Λάζαρος τὸ μὲν ἄκρον ὕδατι βάψῃ τοῦ δακτύλου,
5καταψύξῃ δὲ τὴν γλῶτταν αὐτοῦ, νοτίδος ἐπαφυσάμενος ἰκμάδα· πυροφόροις οὖν ἀλγυνόμενος ὀδύναις ἐπρέσβευε τοιαῦτα μεθ’ ἱκετείας ὁ τάλας.

14

.

11

ἐπειδὴ δὲ πρὸς ἔπος ἀποκρινάμενος ὁ προπάτωρ ἕκαστον ἐν ἑκάστῳ μέρει τὰς ἀξίας ἔφαινεν ἀμοιβὰς ἐπάθλου χάριν εἰληφέναι, τηνικαῦτα προσθεὶς ἐπεφθέγξατο· «καὶ ἐπὶ πᾶσι τούτοις
5μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα» φησὶν «ἐστήρικται μέγα, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν.»

14

.

12

εἰ τοίνυν ἐστὶ χάσματος ἰδέα διείργουσα μεταξὺ δικαίων ἠδ’ ἀδίκων, ὥστε μὴ δύνασθαι τοὺς ἔνθεν ἐκεῖσε διαπορθμεῦσαι μήτε δεῦρο τοὺς ἐκεῖθεν ἀφικέσθαι,
5συνέστηκεν ὡς ὁ Σαοὺλ ἄδικος ὢν οὐκ ἔστι μετὰ προφήτου Σαμουήλ·

14

.

13

εἰ γὰρ ὁ πλούσιος οὐ δύναται μετὰ τοῦ πένητος εἶναι, καὶ ταῦτα μηδὲν ἀδικήσας μηδὲ διώξας αὐτόν, ἀλλὰ μὴ μεταδοὺς αὐτῷ προχείρως ἐξ ὧν εἶχεν, πόσῳ δὴ μᾶλλον ὁ σχέτλιος ἀνὴρ ἀνάξιός ἐστι
5τῆς τῶν ἁγίων ἀπολαῦσαι κοινωνίας;

15

.

1

Ἀλλ’ οὐ διανοητέον ὅπως αἰσχροῦ μὲν ἕνεκα κέρδους ἀθετεῖ τὸ θεῖον ἐπίταγμα, δαίμονι δὲ πληγεὶς ἀνιάτως ἐλαύνεται βασκανίᾳ, τὸν ἁγιοπρεπῆ διώκει Δαβὶδ οὐδενὶ κόσμῳ πρέποντι, καίτοι ψαλμῳδίᾳ προφη‐152
5τικῇ τὴν ἀγριότητα τοῦ ἐμβακχεύοντος ἐν αὐτῷ δαίμονος ἡμεροῦντα,

15

.

2

τοὺς ἱερεῖς ἀποσφάττει τοῦ κυρίου τριακοσίους ὄντας πρὸς τοῖς πεντήκοντα τὸν ἀριθμόν, ἀφίσταται τοῦ θεοῦ μαντευόμενος ἀσεβῶς; εἰ δὲ ταῦτα καὶ τὰ τούτοις ἀδελφὰ διεπράξατο, πῶς οἷόν τε νομίζειν
5ὅτι μετὰ τοῦ θαυμασιουργοῦ κατέληξε Σαμουήλ, ὃς ἐν ὥρᾳ θέρους ὑετὸν ἠξίωσε γενέσθαι, καὶ παρ’ αὐτὸ κατεσκεδάσθη πλῆθος ἀμέτρητον ὑδάτων;

15

.

3

εἰ δὲ οὐκ ἔστιν εἰπεῖν ὅτι Σαούλ ἐστιν μετὰ τοῦ Σαμουήλ, ἐψεύσατο μὲν ὁ λέγων αὐτῷ· «αὔριον ἔσῃ σὺ μετ’ ἐμοῦ». τοιγαροῦν εἰ ψεύστης ὁ ταῦτα εἰρηκὼς ὑπάρχει, πρόδηλον ὡς οὐκ
5ἔστιν ὁ Σαμουὴλ οὗτος· οὐ γὰρ ἂν οὕτως ἀφρόνως ὁ τοῦ κυρίου ψεύσαιτο προφήτης, ὥστε τὰ τοιαῦτα δίχα διαπτυσσόμενα ῥήματα γυμνὸν ὑποδεικνύει τὸν πολυπρόσωπον ἐνδοτάτω θῆρα κρυπτόμενον.

15

.

4

αὐτὸς γοῦν ἐστιν ὁ κατασπάσας εἰς τοῦ ταρτάρου χάσμα καὶ τὸν ἐμμανῆ Σαούλ· ὅθεν οἰκείως αὐτῷ προσεφθέγγετο κρατήσας· «αὔριον ἔσῃ μετ’ ἐμοῦ».

15

.

5

διττῷ δὲ συστῆσαι τρόπῳ πειρώμενος ὡς οὐδέποτε δίκαιος ἀδίκου διαφέρει, καὶ τὸν Ἰωνάθαν ἅμα τῷ πατρὶ τὸν αὐτὸν ἐκείνῳ κλῆρον ἀπενέγκασθαι συνωμολόγει, καίτοι μὴ
5συνενεχθέντα τῇ τούτου ὠμότητι.

15

.

6

τίς δὲ τῶν ὄντων ὑποκρίνεται μὴ νοεῖν ὅτι κράτιστα βιώσας ὁ τοῦ προφήτου Δαβὶδ ἐραστής, ἀλλὰ μὴ διῶξαι δίκαιον
ἀδίκως ἐγχειρήσας, οὐ τὴν αὐτὴν ἀποφέρεται τῷ διώξαντι154
5μισθοφορίαν;

15

.

7

οὐ γὰρ ἀποθανεῖται, τὸ ξύμπαν εἰπεῖν, υἱὸς ὑπὲρ ἀδίκου πατρός. ἀλλὰ μὴν ἐλέγχεταί γε καὶ διὰ τοῦδε τοῦ μηνύματος ὁ ψευδορράφος.

16

.

1

Ἀπαραλείπτῳ δὲ τάξεως ἀκολουθίᾳ προσθεὶς ἔφησεν ὁ συγγραφεὺς ὅτι «καὶ ἔσπευσε Σαοὺλ καὶ ἔπεσεν ἑστηκὼς ἐπὶ τὴν γῆν καὶ ἐφοβήθη σφόδρα» λέγων «ἀπὸ τῶν λόγων Σαμουήλ».

16

.

2

ἐκείνους γὰρ οἶδε τοῦ Σαμουὴλ εἶναι τοὺς λόγους, οὓς προεφήτευσε μὲν αὐτῷ σώματι καὶ γλώττῃ παρών, τὸ δὲ φάσμα τούτους ἀνελέξατο τοὺς λόγους καὶ προὔφερεν ὡς ἰδίους· ὧν ὁ
5δυνάστης ὑπομνησθείς, καὶ τὰ τοῦ πολέμου σύμβολα θεωρῶν ἄντικρυς ἱδρυμένα, περιδεὴς ἐγεγόνει, τὸ πέρας αὐτῶν ἐννοῶν.

16

.

3

ἀλλ’ Ὠριγένης ἑαυτῷ δόγματα πλάτ‐ των, εἰδὼς ὅτι πλεῖστοι μὲν ὅσοι τυγχάνουσιν οἱ ταῦτα ψηφιζόμενοι, πρὸς δὲ τοὺς ἀντιλέγοντας αὐτῷ διαλεγόμε‐ νος, οὐκ ἐσπούδασε μετὰ τῆς ὀφειλομένης εὐλαβείας ἀ‐
5κριβῶσαι τὸ δέον· ἀλλά γε τὸ τῆς ἐγγαστριμύθου δρᾶμα πάντων ἅπτεσθαι προλέγων καὶ τὴν ἀλήθειαν εἰς τὴν ἐξέτασιν ἀναγκαίαν ἐπικαλούμενος, αὐτῇ τῇ ἀληθείᾳ μάχεται προφανῶς.

16

.

4

εἶτα τοῦ Σαμουὴλ ἐγκώμια διεξιών, ὅσα περὶ αὐτοῦ διαλαλοῦσιν αἱ θεῖαι γραφαί, τηνικαῦτα πάλιν ὑπὸ τὴν τοῦ δαίμονος ἐξουσίαν ἀποφαίνων αὐτὸν αὐτοῖς ῥήμασι καὶ αὐταῖς ἐπέφραζε
5συλλαβαῖς· «ἆρ’ οὖν 〈εἰ〉 ὁ τηλικοῦτος ὑπὸ τὴν γῆν ἦν καὶ ἀνήγαγεν αὐτὸν ἡ ἐγγαστρίμυθος, ἐξουσίαν ἔχει δαιμόνιον ψυχῆς προφητικῆς;»

16

.

5

ἀλλὰ ταῦτα μὲν ὡς ἐπαπορῶν ἢ τάχα ἴσως ἐρόμενος ὑπονοεῖται λέγειν ἐνίοτε παρά τισιν· ἵνα δὲ διὰ τῶν ἔπειτα συστήσειεν ἐπιλόγων ὅτι ταῦτα οὕτως ἔχει, λευκοτέρᾳ προσετίθει φράσει «τί
5εἴπω;» κεκραγὼς «ἐγγέγραπται ταῦτα·» φησὶν «ἀληθῆ ἐστιν ἢ οὐκ ἔστιν ἀληθῆ;

16

.

6

τὸ μὲν μὴ εἶναι ἀληθῆ λέγειν εἰς ἀπιστίαν προτρέπει (χωρήσει ἐπὶ κεφαλὰς— φάμενος—τῶν λεγόντων), τὸ δὲ εἶναι ἀληθῆ ζήτησιν καὶ ἐπαπόρησιν ἡμῖν παρέχει».
156

16

.

7

μετὰ δὲ τοῦτο πάλιν βεβαιῶν ἀνεπισκέπτως ἅπερ εἰσαγγέλλει, καὶ τὰς τῶν ἀντιδοξούντων αὐτῷ γνώμας ἐκτιθέμενος ἐπιφέρει· «καὶ μὴν ἴσμεν τινὰς τῶν ἡμετέρων ἀδελφῶν ἀντιβλέψαντας
5τῇ γραφῇ καὶ λέγοντας· οὐ πιστεύω τῇ ἐγγαστριμύθῳ, λέγει ἡ ἐγγαστρίμυθος ἑορακέναι τὸν Σαμουήλ, ψεύδεται» καὶ πολλά γε πρὸς ἐπὶ τούτοις ἕτερα.

16

.

8

διὰ δὲ τούτων ἀπαρακαλύπτως ἐπιτιμᾷ τοῖς ἀποφαίνουσι ψευδῆ τὰ τῆς ἐγγαστριμύθου μαντεύματα, καὶ καταρώμενος ἐπὶ κεφαλὰς ἀναφέρει τῶν ἀπιστούντων αὐτῇ. ῥᾷστα μέντοι
5πεῖσαι τοὺς εὐχερεῖς ἐθέλων αὐτῇ περιάπτει τῇ γραφῇ τὸ διήγημα, «γέγραπται ταῦτα» λέγων «ἢ οὐ γέγραπται;»

16

.

9

συλλογιστικῇ δὲ δεινότητι χρώμενος ἐπάγει δευτερῶν «ἀληθῆ ταῦτά ἐστιν ἢ οὐκ ἔστιν ἀληθῆ;», καίτοι τὸ μὲν οὐκ ἀνῆχθαι τὴν τοῦ προφήτου ψυχὴν «ἐπαπόρησιν ἡμῖν —ἔφη—παρέχει καὶ ζήτησιν». αὐτὸ δὲ τὸ τὰ τοιαῦτα
5διδόναι τῷ δαίμονι πόσης ἀσεβείας ἐστὶ μεστόν, οὐκέτι λέγει ζητῶν οὐδὲ προσέχει τὸν νοῦν ἀκράτῳ πληγεὶς ἀσυνεσίᾳ.

16

.

10

θεῷ γὰρ ὑπάρχει μόνῳ τοιαύτῃ ἐξουσίᾳ ἐπιτάσσειν, ὥστε ψυχὰς ἐξ ᾅδου μεταπέμπεσθαι καὶ καλεῖν. ἀνθυπενεκτέον οὖν ἐνταῦθα πάλιν· ἐν μὲν ταῖς ἱεραῖς ἀνείληπται ταῦτα γραφαῖς, οὐ μὴν ἐξ ἰδίου
5προσώπου τὸ τοιοῦτο διαπεπρᾶχθαι γράμμα προὔλεγεν ὁ συγγραφεύς· οὐ γὰρ ἂν ἐκκλησίαζεν ἡ βίβλος, ἐναντία ταῖς προφητικαῖς ἀντιβοῶσα φωναῖς, ὥς γε καὶ πρόσθεν ἐδείξαμεν καὶ μικρὸν ὕστερον ἐροῦμεν.

16

.

11

ἀλλὰ δὴ τὰ τῆς ἐγγαστριμύθου διεχάραττε ῥήματα καὶ τὴν ἐμμανῆ τοῦ δυνάστου γνῶσιν ἔργοις ἀγνωσίας ἀποδεδειγμένην ἀνάπλεον· εἰ γὰρ οὕτως ἁρμόσει ταῖς ἁγίαις ἐπισκῆψαι
158
5γραφαῖς, οὐκοῦν, ἐπειδή φασιν ὅτι καὶ θεὸν ἄντικρυς ὁ διάβολος ἑαυτὸν ἀναγορεύει, παρὰ τοῦτο δεήσει πιστεύειν αὐτῷ, τῇ διηγηματικῇ τοῦ γράμματος ἐκδοχῇ τὸ πᾶν ἀνατιθέντας, ὡς Ὠριγένης εἰσηγεῖται;

16

.

12

καὶ τοῦτο γὰρ εἰς αὐτὰς ἀναγέγραπται τὰς γραφάς. ἢ αὖ πάλιν, ἐπειδὰν ὑπερηφανίᾳ χρώμενος ἀμέτρῳ πᾶσαν ὁμοῦ τὴν τοῦδε τοῦ κόσμου περιγραφὴν ἤτοι καὶ τὰς βασιλείας
5αὐτῆς ἰδίας εἶναι λέγοι, παρὰ τοῦτο φαίη τις ἂν ὡς ἄρα προσήκει νοεῖν ὅτι δημιουργὸς αὐτός ἐστιν ἁπάντων;

16

.

13

οὐ μὲν οὖν, εἴποι τις ἄν’ ἡ γάρ τοι διηγηματικὴ διε‐ χάραξε φωνὴ τὰς ἐκείνου μεγαληγορίας, οὐ μὴν ἀληθεῖς ἀποφαίνει αὐτάς, οὐδ’ ἔστι τοῦτο δεῖξαι δυνάμενος οὐδεὶς οὐδαμῶς. ἀλλὰ μυρία μὲν ἔστι τοιαῦτα πρὸς ἐπὶ τούτοις
5ἰδεῖν, οὐχ οἷόν τε δὲ πάντα παράγειν, ἵνα μὴ μακρηγορίᾳ δόξωμεν ἐκκρούεσθαι τοῦ ζητήματος.

17

.

1

Ὡς οὖν ἐδόκει τοῖς ὀρθότατα φρονοῦσιν οὐ μετρίως ἐπιτιμᾶν, αὖθις ὑπεκκλέψας ἐπ’ ἄλλην ἀπεπήδησεν ἔννοιαν, ἐδεινοποίει δὲ δημαγωγῶν ὅτι φάσκουσι πρὸς τοῖς ἄλλοις ὡς εἴη φρικῶδες ὑπολαβεῖν
5ἐν ᾅδου γεγονέναι τὸν εὐκλεῆ Σαμουήλ, ὃς ἐκκρίτῳ προφητείας ἀξίᾳ τετίμηται.

17

.

2

τοῦτο μὲν οὖν ἄνω καὶ κάτω ταυτολογεῖ γραωδῶς, ἐξ ἄλλων εἰς ἄλλα μεταχειρίζεσθαι τοὺς αὐτηκόους ἀπάτῃ τεχνώμενος. ἡμεῖς δὲ περὶ τούτων οὐ διαφερόμεθα, περὶ ὧν ἅπασιν
5συνομολογητέα καθέστηκεν, ἀλλ’ ὧν ἕνεκα κυρίως
ἀμφισβητεῖν ἐγνώκαμεν· οὐ γὰρ εἰ Σαμουὴλ γέγονεν ζητητέον, ἀλλ’ εἰ τοιαύτην ἔχει δαίμων ἐξουσίαν, ὥστε δικαίων ἀνακαλεῖσθαι ψυχὰς ἐξ ᾅδου καὶ πάλιν ἀποπέμπειν.160

17

.

3

ἐπεὶ τοίνυν ἐπ’ αὐτοφώρῳ ληφθεὶς ἑάλω βλασφημίας ἐπαντλῶν αἰκίᾳ τὰς τῶν ἀκροατῶν ἀκοάς, ἀπατηλῇ μὲν ὑπεκκλίνει τέχνῃ, καταφεύγει δὲ δῆθεν ἐπὶ τὸ τοῦ Χριστοῦ πρόσωπον, ἵν’ ἀντεξετάσας αὐτὸ τοῖς
5ἁγίοις ἀνδράσιν ἀποδείξειεν ὅτι καὶ αὐτὸς εἰς ᾅδου κατῆλθεν ὁ Χριστὸς ὁμοῦ τοῖς ἄλλοις ἅπασιν.

17

.

4

ἀλλὰ γὰρ ὡς ἀπεδείκνυε τοῦτο καὶ δὴ καὶ κατ’ ἄνδρα παραινῶν ἐπεφθέγγετο, «τί φοβῇ» λέγων «εἰπεῖν ὅτι πᾶς χρῄζει τόπος» αὐτοῦ τε «τοῦ Χριστοῦ καὶ τῶν προ‐
5φητῶν;», ὀλίγα ἄττα διὰ μέσου τάττων ἄλλην ἐπιπλέ‐ κει δυσφημίαν, ἐκφαίνων ὅτι καὶ κάτω τυγχάνων ὁ Χρι‐ στὸς «ἵν’ οὕτως εἴπω» φησὶν «ἐν τῷ κάτω τόπῳ ὤν, τῇ προαιρέσει ἄω ἦν.»

17

.

5

ὡς περὶ ἀνθρώπου δὲ μόνου προσομιλῶν ἀλλ’ οὐκέτι καὶ τῆς θείας αὐτοῦ στοχαζόμενος φύσεως, ἐν τοῖς κατωτάτω μὲν αὐτὸν ἔφασκεν ἀφῖχθαι, προαιρέσει δὲ δήπουθεν ἄνω βεβηκέναι,
5καθάπερ οὖν ἀμέλει καὶ τοὺς ἄλλους ἀνθρώπους.

17

.

6

«οὕτω» γὰρ ἔφη «καὶ οἱ προφῆται καὶ Σαμουήλ, κἂν καταβῶσιν ὅπου αἱ ψυχαὶ» φησὶν «αἱ κάτω, ἐν τῷ κάτω μὲν δύνανται εἶναι τόπῳ, οὐ κάτω δέ εἰσι τῇ προαιρέσει». κουφολογίᾳ δὲ δὴ περιηχήσας ἀπειροπληθεῖ τὸν κόσμον,
5οὐδὲ τοῦτο ξυνίησιν ὅτι πᾶς ὁστισοῦν ἀνθρώπων, εἰ καὶ σφόδρα σχέτλιός ἐστιν, ἐν ᾅδου κατελθὼν ἄων τῇ προαιρέσει καθέστηκεν.

17

.

7

οὐδεὶς γοῦν ἂν εἴη γε δικαίων οὐδ’ ἀδίκων, ὃς οὐ γλίχεται τῶν ἀνωτάτω μὲν ἑκάστοτε διατριβῶν ἔχεσθαι, τῶν δὲ καταχθονίων ἀπηλλάχθαι τόπων. εἰ τοίνυν ἅπαντες ὁμοῦ οἱ
5καταχθέντες εἰς ᾅδου τῶν ἄνω φορῶν ἐρῶσι προαιρέσει, κἂν οὐ πάνυ δικαίου τινὲς ἐπεμελήσαντο βίου, ποταπὸν ἀξίωμα τοῦ προφητικοῦ διεσάφει χοροῦ;162

17

.

8

τί δὲ τὸ περιττὸν ἀπήγγελλε τοῦ κυρίου, πᾶσιν ὅμοιον ἀποφαίνων αὐτόν; ἀλλ’ οὕτως ἀμαθῶς ἐξήχησε τὴν φωνήν, οὐκ ἐννοήσας ὅτι θεὸς ὢν ὁ λόγος, οὐ προαιρέσει μᾶλλον,
5ἀλλ’ ἀρετῇ τῆς θεότητος ἁπανταχοῦ πάρεστιν ἀθρόως.

17

.

9

εἰ δὲ καὶ τὰ μάλιστα τὸν ἔκκριτον ἑαυτοῦ ναὸν ἐπέτρεψε λυθῆναι, τριήμερον μὲν αὐτίκα πάλιν ἀνή‐ γειρε καινοπρεπῶς, ἡ δὲ ψυχὴ τοῦδε τοῦ ἀνθρωπείου σκη‐ νώματος εἰς τὰ κατώτατα κατελθοῦσα μέρη τῆς γῆς, ἀνε‐
5πέτασε τὰς ἐκεῖσε πύλας ἀθρόᾳ ῥοπῇ καὶ τὰς αὐτόθι καθειργμένας ἀνῆκε ψυχάς·

17

.

10

οὕτω δὲ θεσπεσίᾳ κεκραταίωται δυνάμει διὰ τὴν τοῦ θεοῦ καὶ λόγου συνουσίαν, ὥστε καὶ παντέφορον ἔχειν ἐξουσίαν.

18

.

1

Ἁλλὰ μὴν ἔγωγε πείθομαι καὶ τούτου τεκμήριον εἶναι σαφές, ὁπηνίκα μὲν εἰς τοὺς καταχθονίους ἀφικνεῖτο τόπους, ἐν ταὐτῷ δὲ καὶ τὴν τοῦ λῃστοῦ ψυχὴν αὐθήμερον εἰσῆγεν εἰς τὸν παράδεισον.

18

.

2

εἰ γὰρ δι’ ἑνὸς ἀνθρώπου τοῖς ἅπασιν ὑπῆρξεν ἀνθρώποις ἡ σωτηρία, πρόδηλον ὡς ἡ ψυχὴ τὰς ὁμογενεῖς ἀναλυτροῦται ψυχάς, ἅμα μὲν εἰς τὰ καταχθόνια
5κατιοῦσα μέρη τοῦ χάους, ἅμα δὲ καὶ τῇ ἀρχαιοτάτῃ τοῦ παραδείσου πάλιν ἀποκαθιστῶσα νομῇ τὸν ὑπεισδύντα τῷ κράτει τῆς ἀηττήτου βασιλείας.

18

.

3

ἀκόλουθα δὲ καὶ πρὸ τούτων ὁ τοῦ θεοῦ παῖς ἐμαρτύρετο, προλέγων ὅτι «καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ».

18

.

4

τοιγαροῦν εἴπερ ἔφασκε τὸν ἐκ τοῦ ἀνθρωπείου γένους ὁρμώμενον εἰς οὐρανὸν μὲν ἀναβεβηκέναι μονώτατον ἐκ πάντων, ἐκ δὲ τῶν ἐκεῖσε πάλιν καταβεβηκέναι ἐνθάδε, καὶ δεῦρο βεβηκότα φοιτᾶν
164
5ἐν οὐρανῷ, συνέστηκεν ὅτι ψυχῆς ἀρετῇ ταῦτα ἔπραττεν ὁ ἄνθρωπος ἐκκρίτως.

18

.

5

ἡ γὰρ ἁγία τοῦ Χριστοῦ ψυχή, τῷ θεῷ συνδιαιτωμένη καὶ λόγῳ, πάντα μὲν ἐκπεριπολεῖ συλλήβδην, εἰς αὐτὸν δὲ βέβηκεν τὸν ἀνώτατον οὐρανόν, εἰς ὃν οὐδεὶς ἄλλος ἀνῆλθε τῶν
5ἀνθρώπων. ἀλλὰ ταῦτα εἰς αὐτὴν ἀνήρτηται τὴν ἀνθρωπείαν ἰδέαν, ἣν ὁ θεὸς ἐφόρεσε καὶ λόγος.

18

.

6

ὅτι δὲ πανταχοῦ πάρεστιν ἀθρόως ὁ τοῦ θεοῦ παῖς, οὐχ ἥκιστα καὶ περὶ τούτου μάρτυς ἕστηκεν Ἰωάννης, αὐτήκοος μὲν ὑπάρχων αὐτοῦ τοῦ Χριστοῦ, βοᾷ δὲ γεγωνότως αὐτολεξεί «θεὸν οὐδεὶς ἑόρακεν πώποτε· ὁ
5μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο».

18

.

7

καὶ μὴν εἰ δεῦρο παρὼν ἐπεφοίτα σωματικῶς ὁ Χριστός, ὁπηνίκα τούτους ἀπήγγελλεν Ἰωάννῃ τοὺς λόγους, ὁ δὲ τὰς τούτου ῥήσεις ὑποδεξάμενος ἐκήρυττε μὲν αὐτὸν ἐν τοῖς κόλποις εἶναι
5τοῦ πατρός, ἑστιώμενον ἐπὶ γῆς αὐτῷ σώματι, πῶς οὐκ ἐννοητέον ὅτι καὶ τῶν οὐρανῶν ἐπιβεβήκει τῷ τότε, καὶ ὡς κόλπων εἴσω διαιτώμενος καὶ τῇ γῇ θεοπρεπῶς ἐπεδήμει καὶ πᾶσιν ὁμοῦ παρῆν οἷα θεός;

19

.

1

Εἰ δέ τις Ἰουδαϊκὴν ἀρρωστῶν ἀβλεψίαν τὰς εὐαγγελικὰς οὐ προσίεται φωνάς, ἐπακτέον αὐτῷ τὰ τοῦ Σολομῶντος ἀποφθέγματα καὶ ῥητέον ὧδέ πως· «ἡσύχου γὰρ σιγῆς περιεχούσης τὰ πάντα καὶ νυκτὸς ἐν ἰδίῳ τάχει
5μεσαζούσης, ὁ παντοδύναμός σου λόγος ἀπ’ οὐρανοῦ ἐκ θρόνων βασιλείων, ξίφος ὀξὺ τὴν ἀνυπόκριτον ἐπιταγήν σου φέρων, στὰς ἐπλήρωσε θανάτου τὰ πάντα· καὶ οὐρανοῦ μὲν ἥπτετο, βεβήκει δὲ ἐπὶ γῆς».

19

.

2

εἰ τοίνυν ὁ μονογενὴς υἱὸς αὐτοῦ τοῦ θεοῦ λόγος ἀναγορεύεται καὶ θεὸς ὁμοδόξῳ συνῳδίᾳ, δι’ οὗ γεγόνασιν ἄγγελοι καὶ οὐρανοὶ καὶ γῆ καὶ θάλατται καὶ
166
5βυθοὶ καὶ φωστῆρες οὐρανοδρόμοι καὶ συλλήβδην εἰπεῖν ἅπασα τῶν γενητῶν ἡ σύστασις, οὕτως δὲ δικαίᾳ κρίσει σωφρονίζων ἅπαντας θρόνου μὲν οὐρανόθεν ἔχεται τῆς ἀϊδίου βασιλείας, ὀξείᾳ δὲ τιμωρεῖται δίκῃ τοὺς ἀδίκους (ἀλλὰ μὴν ἔργῳ καὶ πράξει παντοδύναμος ὤν, ἅτε δὴ
10θεὸς καὶ θεὸς λόγος, «οὐρανοῦ μὲν ἥπτετο, βεβήκει δὲ ἐπὶ γῆς» ἐν ταὐτῷ), θεότητος ἀρετῇ δηλονότι πάντα πληροῖ πανταχῶς.

19

.

3

οὐκοῦν εἰ τοιαύτης ἐπείληπται φύσεως, ἀσεβοῦσι μὲν οἱ νομίζοντες ἀβουλίᾳ τόπῳ καὶ ῥητῷ τινι χωρίου μορίῳ περιγράφεσθαι τὸ θεῖον, ἀμαθίᾳ δὲ μᾶλλον ἢ φρονήσει κοσμίᾳ φθέγγεται προχείρως
5Ὠριγένης ὅτι κατελθὼν εἰς τὰ κατώτατα μέρη τῆς γῆς ὁ Χριστὸς ἄνω τῇ προαιρέσει διέτριβεν·

19

.

4

οὐ γὰρ ἐνόησεν ὅτι θεὸς ὢν οὐ τοσούτῳ προθυμίᾳ γνώμης ἄνω τῷ δοκεῖν [ἐπιθυμίᾳ] παρῆν, ὅσῳ θειότητος ἐνεργείᾳ τοῖς ἅπασιν ὡς ἔνι μάλιστα πάντα πληροῖ πανταχῶς.

20

.

1

Ἀλλὰ τοιαῦτα μὲν ἁρμόττει περὶ τοῦ Χριστοῦ δοξάζειν ἐκεῖνον, ὃς ὑπὸ δαίμονος ὁρίζεται ψυχὰς ἀνάγεσθαι προφητικάς· ἡ δὲ πυθόμαντις ὡς ἐθεάσατο τοὺς ὁμογαστρίους αὐτῇ δαίμονας, οἷα δή τινας
5ὁμοκοιλίους ἀδελφοὺς ἐπαίρουσα τὰ ὁμομήτρια γένη, βοᾷ· «θεοὺς ἑόρακα ἀναβαίνοντας ἐκ τῆς γῆς».

20

.

2

ἀλλ’ ὁ μεγαληγόρος οὐκ ἔδεισεν Ὠριγένης εἰπεῖν ὅτι τὸ δαιμόνιον οὐχὶ τὴν τοῦ προφήτου μόνον ἀνήγαγεν ψυχήν, ἀλλὰ μήτι γε καὶ ἄλλαι «συναναβεβήκασιν» ἔφη «ψυχαὶ
προφητῶν ἅγιαι»; μὴ κορεσθεὶς δὲ τῇ τοσαύτῃ παροινίᾳ168
5καὶ τοὺς ἀγγέλους ὡρίσατο συναναβεβηκέναι τοῖς πνεύμασιν αὐτῶν· εἴρηκε γὰρ ὅτι τῆς τῶν δεομένων ἕνεκα σωτηρίας ἀνῄεσαν ἐνθάδε.

20

.

3

μεγίστας οὖν, ὡς ἔοικεν, Ὠριγένης ἐλπίδας ὑποτίθεται τοῖς ἀγγέλοις καὶ προφήταις ἤτοι καὶ παντὶ τῷ τῶν ἁγίων ὁμόσε χορῷ, πρῶτον μὲν εἰσάγων ὡς ὑπὸ δαίμονος ἐξουσίαν εἰσίν,
5ἔπειτα δὲ μηνύων ὅτι διὰ μαινάδος ἀνήχθησαν ἐνταῦθα γυναικός, ἰατρεῦσαι τοὺς πάσχοντας οἷα δεσμῶται προαχθέντες.

20

.

4

οὔτι γέ μοι δοκεῖ μεῖον ἐκείνης ἀποφθέγγεσθαι φρενοβλαβῶς· ἔργῳ γὰρ οὕτως οἰκτρῶς ἐξεφαύλισε τοὺς ἁγίους ἄνδρας, οὐδὲ τὸ τῶν οὐρανοπετῶν ἀγγέλων ᾐσχύνθη τάγμα διαβαλεῖν·

20

.

5

ἢ δεικνύτω τρανῶς ὁ τῷ τοιούτῳ συνιστάμενος ὅρῳ πόθεν λαβὼν ἐκ τῆς γῆς ἔφησεν ἀνιέναι τοὺς ἐν τοῖς οὐρανοῖς ἑστιωμένους ἀγγέλους· οὐ γὰρ οὗτοι κατεληλύθασιν εἰς
5ᾅδου λυτηρίους ἐπαγόμενοι τοῖς αἰχμαλώτοις ἀφέσεις, ἀλλ’ ὁ Χριστός, ἐπειδὴ καὶ νικηφόρον οὗτος ἵδρυσε κατὰ τοῦ πολεμίου τρόπαιον, καὶ τὰς τῶν αἰχμαλώτων ἀποσπάσας λείας αὐτῷ σώματι μεταρσίως ἀνῆλθεν εἰς οὐρανούς.

20

.

6

ἄγγελοι δὲ τῷ θεῷ παρεστᾶσιν ἑκάστοτε, τὰς ὀφειλομένας ἐκτελεῖν ἐπειγόμενοι λατρείας, ἀλλ’ οὐχὶ τὸν ᾅδην οἰκοῦσιν.

21

.

1

Ἀλλ’, ὡς ἔοικεν, Ὠριγένης ὑποκρίνεται μὴ νοεῖν, ἵνα δυσδαίμονα παρασκευάσῃ μαντείαν· εἶτα πάσας ἀλληγορῆσαι τὰς γραφὰς ἐγχειρήσας οὐκ ἐρυθριᾷ τοῦτο μόνον ἐπὶ τοῦ γράμματος ἐκδέχεσθαι θεσπίζων
5ὑποκρίσει, καίτοι μηδ’ αὐτῷ σώματι προσέχων εὐγνωμό‐ νως.170

21

.

2

ἀλλὰ δὴ περὶ τοῦ παραδείσου διαλεγόμενος, ὃν ἐφύτευσεν ὁ θεὸς ἐν Ἐδέμ, εἶτα καὶ τίνα τρόπον ἐξανέτειλε τὰ καρποφόρα ξύλα διηγεῖσθαι βουλόμενος ἐπέφερε πρὸς τοῖς ἄλλοις· «ὅταν ἀναγινώσκοντες
5ἀναβαίνωμεν ἀπὸ τῶν μύθων» ἔφη «καὶ τῆς κατὰ τὸ γράμμα ἐκδοχῆς 〈καὶ〉 ζητῶμεν τίνα τὰ ξύλα» φησὶν «ἐστὶν ἐκεῖνα, ἃ ὁ θεὸς γεωργεῖ, λέγομεν ὅτι οὐκ ἔνι αἰσθητὰ ξύλα ἐν τῷ τόπῳ».

21

.

3

ταῦτα δὲ δὴ τροπολογῶν οὐ φρίττει μύθους ὀνομάζειν, ὅσα δεδημιουρ‐ γηκέναι μὲν ἱστορεῖται θεός, ὁ δὲ πιστότατος τοῦ θεοῦ θεράπων ἔγραψε Μωσῆς· ἀλλ’ ἐκ τῶν ἐναντίων, ἅπερ
5ὁ μῦθος ἐν γαστρὶ πλαττόμενος ἀφανῶς ὑπηχεῖ, ταῦτα δογματικῷ βεβαιοῖ προγράμματι, δεικνύων ἀληθῆ.

21

.

4

τὰ μέν γε τῆς ἐγγαστριμύθου ῥήματα διὰ τοῦ ἁγίου πνεύματος εἰρῆσθαι συνιστῶν ἀσάλευτα μένειν ἀξιοῖ, τῇ γραφῇ τῷ δοκεῖν ἀναθείς· αὐτὰ δὲ τὰ τοῦ θεοῦ διὰ Μωσέως ἐκδοθέντα μηνύματα μύθους ὀνομάσας
5ἐνδιαλλάττει τὴν ἔννοιαν, οὐ δικαιῶν ἐμμένειν τῇ τοῦ γράμματος ἐκδοχῇ.

21

.

5

ἀλλ’ οὐχὶ τὰ ὑπὸ τοῦ Ἀβραὰμ ὀρωρυγμένα φρέατα καὶ τῶν ἀμφ’ αὐτὸν ἀλληγορεῖ, καὶ τοσοῦτον ἀποτείνας λόγων ἑσμὸν ἅπασαν ὁμοῦ τὴν πραγματείαν αὐτῶν ἀναιρεῖ, μεταθεὶς εἰς ἕτερον νοῦν,
5καίτοι τῶν φρεάτων ἐπὶ χώρας ἔτι καὶ νῦν ὄψει φαινομένων;

21

.

6

οὐχὶ τὰ τοῦ Ἰσαὰκ καὶ τὰ τῆς Ῥεβέκκας ἐτροπολόγησε πράγματα, τὰ μὲν ἐνώτια καὶ ψέλλια λόγους εἶναι χρυσοῦς εἰρηκώς, ἅπασαν δὲ τὴν ὑπόθεσιν ἐκβιασάμενος ἐκείνην ἐπὶ τοῦ νοητοῦ
5παραλαβὼν ἐσυκοφάντησεν;

21

.

7

περὶ δέ γε τοῦ πολύτλα
προσομιλήσας Ἰώβ, ἀντὶ τοῦ θαυμάσαι τὴν ὑπομονήν, ἐπαινέσαι τοὺς πόνους, εὐφημῆσαι τὴν ἀριστείαν, ἀποδέξασθαι τὴν πίστιν, ἐκφράσαι τὰ τῆς καρτεροψυχίας172
5ὑποδείγματα, προτρέψασθαι διὰ τούτου τοὺς νεολέκτους εἰς ἀρετήν, εὐψυχίᾳ καὶ ῥώμῃ φρονήσεως ὁπλίσαι τοὺς ἀγωνιστὰς ἀνδρείως ὑπὲρ τῆς εὐσεβείας ἀθλεῖν, ἀφέμενος ἐκείνου, μετεώρως εἰς τὰ τῶν θυγατέρων ὁρμήσας ὀνόματα κατετρίβη γραωδῶς. ἀλλ’ οἷα μὲν ἐφλυάρησεν
10εἰς τὸ τῆς Ἡμέρας ὄνομα καὶ Κασσίας ἤτοι καὶ τὸ τῆς Ἀμαλθείας κέρας, οὐδὲ λέγειν οἷόν τε· χλεύης γάρ ἐστι παντοίας ἀνάπλεα.

21

.

8

περὶ δὲ τοῦ Λαζάρου γράφων, ἀντὶ τοῦ δοξάσαι τὴν τοῦ Χριστοῦ μεγαλουργίαν καὶ διὰ τούτων ἀποδεῖξαι σαφῶς ὅτι θεός ἐστιν ὁ τὸν ὀδωδότα νεκρὸν ἐκ τῶν μνημάτων ἐξουσίᾳ μεταπεμψάμενος καὶ
5τῇ τοῦ ῥήματος ἀφέσει τὰ διῳδηκότα σώματα ψυχώσας, οὐδὲν μὲν ἕνεκα τούτου λέγει, Λάζαρον δὲ τὸν τοῦ κυρίου φίλον, ὃν οὐκ ἀπεικότως ἠγάπα δι’ ἀρετήν, εἰς τὸν ἀσθενοῦντα καὶ τεθνεῶτα ταῖς ἁμαρτίαις ἀνήγαγεν ἀλληγορῶν.

21

.

9

οὐδεὶς δὲ κατὰ τοῦ δικαίου ταῦτα εἶπεν οὔτ’ ἔγραψεν· οὐ γὰρ ἂν οὕτως ἐκκρίτως ἔστεργεν ὁ κύριος αὐτόν, εἰ μὴ θεσπεσίας ἐξῆπτο πολιτείας.

21

.

10

οὐκ ἔλαττον δὲ καὶ τὸ τῆς λιθοβολίας δρᾶμα θεωρῶν (ἐπειδὴ καὶ τοῦτο πειρᾶται τροπολογῆσαι) τοῦ εὐαγγελι‐ κοῦ καταψεύδεται γράμματος, «οὐ πάνυ τι» λέγων «εὕ‐ ραμεν, ζητήσαντες ἐν τοῖς πρὸ τούτου, ὅτι ἐβάστασαν
5οἱ Ἰουδαῖοι λίθους ἵνα λιθάσωσιν αὐτόν»· εἶτα μετ’ ὀλίγα φησίν· «εἰ γὰρ “πάλιν ἐβάστασαν”, πρότερον ἐβάστα‐ σαν».

21

.

11

ἄνω δὲ καὶ κάτω βούλεται κατασκευάσαι μὴ προηγεῖσθαι καὶ ἄλλην ὁμοίως ἐκδοχήν, ἵνα συστήσειεν ὅτι λόγους, ἀλλ’ οὐχὶ λίθους ἐβάστασαν ἀμελλητὶ κατ’ αὐτοῦ, καίτοι τοῦ εὐαγγελιστοῦ πρόσθεν
174
5εἰρηκότος «ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπαὐτόν».

21

.

12

ὡς δὲ ταῦτα προὔγραψεν, ἐν τῷ μεταξὺ πέντε που καὶ τριάκοντα πρὸς τοῖς ἑκατὸν στίχους ὑπερβάς, ἐπιφέρει προσθείς· «ἐβάστασαν οὖν πάλιν οἱ Ἰουδαῖοι λίθους, ἵνα λιθάσωσιν αὐτόν». ἀλλὰ ταῦτα μὲν
5ἐν διττοῖς ἀναγέγραπται χωρίοις, ἐν διαφόροις δὲ φαίνεται πεπραγμένα καιροῖς ἀπὸ τοῦ μὴ τὰς αὐτὰς ἔχειν τῶν ῥημάτων ἐπιπλοκὰς ἢ συζυγίας· ἀλλ’ Ὠριγένης ὁ πάσας οἰόμενος εἰδέναι τὰς γραφὰς οὐκ ἀνέγνω τοῦτο, καὶ ταῦτα γράφων εἰς ὅλον ὁμοῦ τὸ εὐαγγέλιον ἐπὶ λέξεως.

22

.

1

Εἰ δέ τις ὑπολαμβάνει ταῦτα πλάττειν ἡμᾶς, αὐταῖς ταῖς εὐαγγελικαῖς ἐντυχὼν ἀποφάσεσι καὶ τοῖς ἐκπονηθεῖσιν αὐτῷ περὶ τοῦτο σπουδάσμασιν, εὑρήσει μηδὲν ἡμᾶς εἰρηκέναι ψευδές.

22

.

2

ἀλλὰ τί δεῖ περαιτέρω λέγειν; ἅπαντα μὲν ὡς ἔπος εἰπεῖν, ἐκ τῶν ὀνομάτων ἀλληγορῶν ἀναιρεῖ τὰς τῶν πραγμάτων ὑποθέσεις, οὐδὲ τοῦτο ἐννοῶν, ὅτι πολλαὶ μέν εἰσιν ὁμωνυμίαι δικαίων
5ἠδ’ ἀδίκων, οὐχ οἷόν τε δὲ τὰς ἀνομοίους τοῦ βίου πολιτείας ἐκ τοῦ ἑνὸς ὡσαύτως ὀνόματος κρίνεσθαι.

22

.

3

ἔστιν γοῦν Ἰούδας ὁ προδότης καὶ θάτερος Ἰούδας ἀπόστολος, ἢ αὖ πάλιν Ζαχαρίας ἀδικώτατος βασιλεὺς καὶ Ζαχαρίας ἕτερος ὁ προφήτης, οὐ μὴν ἀλλὰ καὶ ὁ βληθεὶς ἐν τῇ καμίνῳ τοῦ πυρὸς Ἀνανίας, ἔτι δὲ παρὰ
5τοῦτο ἄλλος Ἀνανίας ὁ διώκων μὲν ἐκκλησίαν ἀντὶ τοῦ διώκεσθαι, προστάττων δὲ τύπτεσθαι τὸν ἀπόστολον,
ᾧ καὶ καταντικρὺ πρὸς ἔπος ὁ Παῦλος ἀντεφθέγξατο· «τύπτειν σε μέλλει ὁ θεός, τοῖχε κεκονιαμένε. καὶ σὺ κάθῃ κρῖναί με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις176
10με τύπτεσθαι;»

22

.

4

τοιγαροῦν, εἴπερ ὀνόματι τὰ πράγματα κρίνεται, λεγέτωσαν οἱ ταῖς τοιαύταις ἐπερειδόμενοι τροπολογίαις ὁποίᾳ μεθόδῳ τὰς ἀνομοίους ἐπιστήμας ἢ πολιτειῶν ἀναγωγὰς ἐκ τῆς ὁμωνυμίας
5ἀξιοῦσιν ἑρμηνεύειν. ἀμέλει πολλοὶ μὲν ἔτι καὶ τήμερον Ἰουδαῖοι προπατόρων ἢ προφητῶν ὀνόματα περιβαλλό‐ μενοι δρῶσιν ἀθέμιτα, πολλοὶ δὲ καὶ παρ’ Ἕλλησιν Πέ‐ τροι καὶ Παῦλοι καλούμενοι πράττουσιν ἀνήκεστα.

22

.

5

τὰ μὲν τοίνυν ὑπόκενα τῶν λόγων Ὠριγένους οὐχ ἥκιστα καὶ διὰ τῆς τοιαύτης ἁλίσκεται κουφολογίας. ὅσα δὲ τῆς ἀναστάσεως ἕνεκα κακοδόξως εἰσηγεῖται, δηλῶσαι μὲν ἐπὶ τοῦ παρόντος οὐχ οἷόν τε. Μεθόδιος γὰρ ὁ τῆς ἁγίας
5ἄξιος μνήμης ἔγραψεν ἀποχρώντως εἰς τόδε τὸ θεώρημα, καὶ διέδειξέ γε 〈ἀνα〉φανδὸν ὅτι τοῖς αἱρεσιώταις ἔδωκε πάροδον ἀβούλως, ἐπὶ εἴδους, ἀλλ’ οὐκ ἐπὶ σώματος αὐτοῦ τὴν ἀνάστασιν ὁρισάμενος.

22

.

6

ἀλλ’ ὅτι μὲν ἅπαντα τροπολογίαις ἀνέτρεψε καὶ τὰ τῆς κακοδοξίας ἔσπειρεν ἑκασταχοῦ σπέρματα ῥᾷόν ἐστιν ἰδεῖν, ἄνω δὲ καὶ κάτω ταυτολογῶν ἐπλήρωσε τὴν οἰκουμένην ἀμέτρῳ
5φλυαρίᾳ.

22

.

7

τοιαύτῃ δὲ δὴ μεθόδῳ συνήθως ἀλληγορῶν ἅπαντα πανταχῶς, οὐχ οἷός τε ἐγένετο τὰ τῆς ἐγγαστριμύθου τροπολογῆσαι ῥήματα μόνον, οὐδ’ αὖ τὸ σαφὲς ἐξ αὐτῆς ἱστορῆσαι τῆς ἀκολουθίας.

23

.

1

Ἀλλὰ τί πρὸς ἐπὶ τούτοις εἰσήγαγεν, ἀφοσιώσει πλαττόμενος ἀποφυγάς; ἐπειδήπερ ἐδόκει τὸ φάσμα τῷ
Σαοὺλ εἰρηκέναι· «διαρρήξει κύριος τὴν βασιλείαν ἐκ χειρός σου», πρὸς ταῦτα πιθανολογῶν ἀνθυπέφερεν ὡς178
5οὐ χρεὼν εἴη νοεῖν ὅτι «δαιμόνιον προφητεύει περὶ βασιλείας Ἰσραηλιτικῆς».

23

.

2

ἤδη δὲ καὶ πρόσθεν ἔφαμεν ὅτι ταῦτα τὰ ῥήματα τῷ Σαμουὴλ εἰρημένα πρόσθεν ἔκλεψεν ὁ δαίμων, ἵνα δὴ τὸν ἔκφρονα Σαοὺλ ἐξαπατήσας ἴδια δόξῃ λέγειν. ἀλλ’ οὗτος οὐ προσποιεῖται
5τὰ τοιάδε τοῦ διαβόλου δράματα γιγνώσκειν. ὡς οὖν ἐδόκει προλέγειν ὅτι διαρραγήσοιτο τοῦ παραπλῆγος ἡ βασιλεία, τηνικαῦτα προσετίθει· «καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ Δαβίδ». ὁ μέντοιγε πολυΐστωρ Ὠριγένης ἐνταῦθα κινηθεὶς ἔφη· «δαιμόνιον δὲ» λέγων «οὐ δύναται
10εἰδέναι τὴν βασιλείαν Δαβὶδ τὴν ὑπὸ κυρίου χειροτονη‐ θεῖσαν».

23

.

3

ἀλλ’ ἔμοιγε θαυμάζειν ἔπεισιν ὅπως οὗτος ἀποφέρεται δόξαν ἐτ’ εὐβουλίᾳ παρὰ τοῖς πολλοῖς, ὡς ἔμφρων ἅμα καὶ γνώμης ἄριστος. εἰ μὲν οὖν ἄδηλος ἦν ἡ βασιλεία, ἐξῆν ἂν ἴσως ἄγνοιαν ὑποκρίνεσθαί τινα
5σκηπτόμενον·

23

.

4

εἰ δὲ μεμαρτύρητο μὲν ὑπὸ τοῦ θεοῦ, κέχριστο δ’ ἐπὶ τούτοις ὑπὸ τοῦ Σαμουήλ, ἔν τε τοῖς πολέμοις ἀριστεύων ἀεὶ γαμβρὸς ἀναδέδεικτο τοῦ βασιλέως, ὥστε τούτῳ μὲν τὰς χορευούσας ἀναθεῖναι τὰς
5μυριάδας, τῷ δὲ Σαοὺλ ἀποδοῦναι τὰς χιλιάδας, εἰ δὲ ταῦτα καὶ τὰ τοιαῦτα καθειστήκει σαφῆ, τί ξένον ἢ τί παράδοξον ἦν, εἰ τὴν οὖσαν καὶ κεχειροτονημένην ὑπὸ τοῦ κυρίου διὰ τοῦ προφήτου βασιλείαν ἐπεγίνωσκεν ὁ δαίμων;

23

.

5

ἦ γὰρ οὐ διανοητέον (εἴ γε δεῖ λέγειν ἐξ ὑπερβολῆς ὅτι τὰ σωματικὰ μόνον οἶδεν) ὡς ἡ τοῦ ἐλαίου χρίσις αἰσθητὴν ἔχει τὴν τῆς ἁφῆς ἐπιφοράν; ἀλλὰ ταῦτα
μὲν οὐδεὶς ἀμφιλέξει πρόδηλα καθεστάναι πᾶσιν· ἵνα δὲ180
5τὸ ὑπερβάλλον ἐρῶ προσθεὶς εἰ καὶ μὴ 〈τὰ〉 τοιαῦτα καθειστήκει σαφῆ· πότερον ἂν εἴη μεῖζον πρὸς σύγκρισιν τὸ γνῶναι τὴν τοῦ Δαβὶδ βασιλείαν, ἢ ψυχὰς ἐξ ᾅδου προφητικὰς ἀνάξαι;

23

.

6

καίτοι τοῦτο καὶ ἐπὶ τοῦ κρείττονος ἀποδέδεικται προσώπου· καὶ γὰρ καὶ ἐπὶ τοῦ Χριστοῦ στρεβλούμενοι καὶ ἄκοντες ἐκβοῶσιν οἱ δαίμονες, αὐτολεξεὶ «τί ἡμῖν καὶ σοί» κεκραγότες «υἱὲ
5τοῦ θεοῦ; ἦλθες πρὸ καιροῦ ἀπολέσαι ἡμᾶς;» τὸ δὲ ψυχὰς ἐξ ᾅδου μεταπέμπεσθαι καὶ χοροὺς ἀγγέλων οὐρανοπετεῖς ἐν ταὐτῷ μετακαλεῖσθαι μόνος ἐξουσίαν ἔχει διαπράττε‐ σθαι θεὸς καὶ ὁ θειότατος αὐτοῦ παῖς, ἄλλος δὲ τὸ παρά‐ παν οὐδείς.

23

.

7

εἰ οὖν τὴν ἀόρατον τοῦ θεοῦ βασιλείαν ἔγνωσαν ἁγίῳ πνεύματι χρισθεῖσαν, οὐ πολλῷ πλέον ἐπιγνῶναι τὴν τοῦ Δαβὶδ ἐδύναντο διὰ χρίσματος ἀναδειχθεῖσαν αἰσθητοῦ καὶ καταχύσεως ὁρατῆς; ἀλλ’
5οὐκ ᾔδει τὰ πεπραγμένα καὶ γραφαῖς ἀνακείμενα περὶ τοῦ Δαβὶδ ὁ ἀλιτήριος, ὅς γε καὶ τῷ κυρίῳ περιβαλλο‐ μένῳ τὸ σῶμα προσελθὼν ἔφη τολμηρῶς· «εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ» φησὶν «ἐντελεῖται περὶ σοῦ καὶ ἐπὶ
10χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου»;

23

.

8

οὐκοῦν εἴπερ ἐκ τῶν ἁγίων ὑποτυποῦται γραφῶν ὁμιλεῖν, οἶδεν ἄρα τὰ γεγραμμένα κακομαθῶς· εἰ δὲ τούτων ἐν γνώσει καθέστηκεν, οὐκ ἄρα τὴν τοῦ Δαβὶδ ἠγνόει βασιλείαν, ἣ τοῖς ἱεροῖς ἐγκεχάρακται
5γράμμασιν· ὥστε τὰ γεγραμμένα λέγων ὁ δαίμων οὐδὲν
ἐπροφήτευσεν οὐδαμῶς.182

24

.

1

Ἀλλ’ ὁ πολύφημος Ὠριγένης, οὐδ’ ὁτιοῦν εὑρίσκων εἰπεῖν, εἰς τοῦτο κατέφυγε τετεχνασμένως, ἑτέρωθι πρὸς ἐπὶ τούτοις ἐπαγαγών· «ἐγὼ δὲ» φησὶν «οὐ δύναμαι διδόναι δαιμονίῳ τηλικαύτην δύναμιν, ἵνα
5προφητεύῃ περὶ Σαοὺλ καὶ τοῦ λαοῦ τοῦ θεοῦ, καὶ προφητεύῃ περὶ βασιλείας Δαβὶδ ὅτι μέλλει βασιλεύειν».

24

.

2

εἶτα, φαίη τις ἄν, ὦ ἀνοητότατε ἀνδρῶν, οὐ δίδως μὲν αὐτῷ προφητεύειν, ἐπιτρέπεις δὲ αὐτῷ προφήτας ἀνάγειν ἐξ ᾅδου καὶ ἀγγελικοὺς ἄφνω μεταστέλλεσθαι χορούς, ὅπερ ἐστὶ μεῖζον καὶ προὖχον καὶ θειοτέρας
5ἐχόμενον ἐξουσίας; ἆρά γέ τις οὕτως ἐνόησεν ἀσθενῶς ἢ πτωχῶς; ἀλλὰ μάλιστα μὲν ἔγωγε φαίην ἂν ἀνθυπενέγκας ὅτι μηδὲν ἐπροφήτευσεν ὁ δαίμων, ὥς γε καὶ πρόσθεν ἐδείξαμεν·

24

.

3

εἰ δ’ ἄρα καὶ προφητείας ἄξια διαλεχθεὶς ἐτύγχανεν, οὐδ’ οὕτως ἐχρῆν ὑπολαμβάνειν ὅτι πνεύματα καὶ ψυχὰς ὁ δαίμων ἀνήγαγεν ἐξ ᾅδου· καὶ γὰρ ὁ Καϊάφας ἐπὶ τῇ κατὰ τοῦ
5Χριστοῦ συστάσει προὐφήτευσεν, εἰρηκὼς ὅτι «συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται».

24

.

4

ταῦτα μὲν οὐκ εἶπεν ἀφ’ ἑαυτοῦ, καθάπερ ὁ σοφώτατος ἐξέδωκεν Ἰωάννης, ἀρχιερεὺς δὲ τυγχάνων ἐκείνου τοῦ ἔτους ἐπροφήτευσεν.

24

.

5

εἰ δὲ οὗτος ὁ κατὰ τοῦ κυρίου βουλὰς ἀδίκους ἀράμενος ὅμως οὐκ ἀφ’ ἑαυτοῦ προφητεύει, κινούμενος δὲ δήπουθεν ὑφ’ ἑτέρου καθ’ ἑαυτοῦ ποιεῖται τὸν ἔλεγχον, οὐδὲ εἴ τις ἄλλος ἄρα τοιοῦτό τι δρᾷ προσεκτέον ὅτι
5παρὰ τοῦτο θειοτέρας ἐξῆπται δυνάμεως, οὐδὲ
ἀνασχετέον εἰ λέγοι τις ὅτι μαντείᾳ δαιμονιώδει ψυχὰς ἀνάγειν ἔοικεν ἐξ ᾅδου καὶ στρατιὰς ἀγγέλων οἷα θεός.184

24

.

6

ἐπακουστέον γὰρ οἷα περὶ τῶν τοιούτων ἐξαγορεύει προφητῶν ἐν τῷ Δευτερονομίῳ θεσπίζων ὁ Μωσῆς, «ἐὰν δὲ ἀναστῇ» φάσκων «ἐν σοὶ προφήτης ἢ ἐνυπνιαζόμενος ἐνύπνιον καὶ δῷ σοι σημεῖον ἢ τέρας,
5καὶ ἔλθῃ τὸ σημεῖον ἢ τὸ τέρας ὃ ἐλάλησεν πρὸς σὲ λέγων·

24

.

7

πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις οὓς οὐκ οἴδατε, οὖκ ἀκούσεσθε τῶν λόγων ἐκείνου τοῦ προφήτου» φησὶν «ἢ τοῦ ἐνυπνιαζομένου τὸ ἐνύπνιον ἐκεῖνο· ὅτι πειράζει κύριος ὁ θεὸς ὑμῶν ὑμᾶς, τοῦ ἰδεῖν
5εἰ ἀγαπᾶτε κύριον τὸν θεὸν ὑμῶν».

24

.

8

ἀλλ’ ἐνταῦθα μὲν τὴν δυάδα πατρός τε καὶ τοῦ μονογενοῦς υἱοῦ παριστῶν, ἄλλον μὲν τὸν ἐκπειράζοντα κύριον ὠνόμαζεν, ἄλλον δὲ παρὰ τοῦτον εἶναι τὸν ἀγαπώμενον κύριόν τε
5καὶ θεόν, ἵν’ ἐκ δυάδος τὴν μίαν ἀποδείξοι θεότητα καὶ τὴν ἀληθῆ θεογονίαν.

24

.

9

εἰ δ’ ὁ προφήτης ἐκεῖνος ὁ τὸ σημεῖον ὑποσχόμενος ἢ τὸ τέρας ὑποδεῖξαι παντάπα‐ σιν ἀποκριτέος ἐστὶ τῷ τὴν ἀθέμιτον εἰδωλολατρείαν εἰσηγεῖσθαι, κἂν ἡ τοῦ σημείου δύναμις ἐνεργοῦσα
5προτρέχῃ, πόσῳ δὴ μᾶλλον οὐ χρὴ δαίμονι πιστεύειν ἐπαγγελλομένῳ ψυχὰς ἐξ ᾅδου μεταπέμπεσθαι καὶ πνεύματα δικαίων;

24

.

10

ἀλλ’ οὐδὲ φαίη τις ἂν ἀσεβῶν ὅτι μαντευομένων ἐκείνων ὁ θεὸς ἀνέστησε τὸν Σαμουὴλ ἐκπειράσαι τὸν ἄδικον ἐθέλων, ἵνα ἐπιγράψῃ τῇ τοῦ δαίμονος ἐπαγγελίᾳ τὸ δρᾶμα καὶ διὰ τῆσδε τῆς
5προφάσεως ἀπάτῃ φθείρῃ τινάς· ἀνάγκη γὰρ ἐξ ἅπαντος φυλάττεσθαι τὸ τῆς μαντείας ἅγος, ὡς ὁ νομοθέτης ἐθέσπισεν.

24

.

11

ἀλλ’ οὐ μυσερά τις ἡγεῖται τὰ τῆς
οἰωνοσκοπίας αἴτια καὶ τὰ τῆς ἐγγαστριμύθου μαντεῖα καὶ σύμβολα κλῃδόνων; ἀκουέτω πῶς ὀλίγῳ πρόσθεν ὑπερβὰς ἐδογμάτισε πάλιν· «ἐὰν δὲ» φησὶν «εἰσέλθῃς186
5εἰς τὴν γῆν ἣν κύριος ὁ θεός σου δίδωσίν σοι, οὐ μαθήσῃ ποιεῖν κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ἐκείνων.

24

.

12

οὐχ εὑρεθήσεται ἐν σοὶ περικαθαίρων τὸν υἱὸν αὐτοῦ καὶ τὴν θυγατέρα αὐτοῦ ἐν πυρί, καὶ μαντευόμενος μαντείαν, καὶ κλῃδονιζόμενος καὶ οἰωνιζόμενος φαρμάκοις ἐπαοιδῶν ἐπαοιδήν, ἐγγαστρίμυθος καὶ τερατοσκόπος,
5ἐπερωτῶν τοὺς νεκρούς. ἔστι γὰρ βδέλυγμα κυρίῳ πᾶς ὁ ποιῶν ταῦτα».

24

.

13

μετὰ δὲ τοῦτο μηνύων ὅτι καὶ τοῖς ἀλλογενέσι διὰ ταῦτα θανάτου γένεσιν ἀπειλεῖ καὶ φθοράν, ἐπήγαγεν εὐθέως· «ἕνεκα γὰρ τῶν βδελυγμάτων τούτων κύριος ἐξολοθρεύσει αὐτοὺς ἀπὸ σοῦ».

24

.

14

φαίνεται τοίνυν ὡς ἡ μαντεία τῆς ἐγγαστριμύθου συνέζευκται μετὰ πάντων ὁμοῦ τῶν τῆς εἰδωλολατρείας αἰτιῶν, ὥσπερ ἂν εἰ πυρετῷ σκυβάλων ἔνδοθεν ὑποκειμένων, ἐγερτικῶν μὲν ἀρρωστίας, ὑπεκκαυμάτων
5δὲ μοχθηρῶν, οἰδήσει καὶ φθορᾷ τὴν λυμώδη νόσον ἀποκύειν εἰωθότων.

24

.

15

εἰ δὲ δὴ καὶ τερατοσκοπίας ὠνόμασε τὰς ἀμειδεῖς ὀπτασίας, ὅσαι διὰ τῶν ἐγγαστριμύθων ἱστοροῦνται, συνέστησεν ὅτι μηδέν ἐστιν ἀληθὲς ἐν αὐτοῖς·

24

.

16

ἐντεῦθεν, οἶμαι, πάλιν ἐν τῷ Λευϊτικῷ σκυθρωποτέραν ἀπόφασιν ἐξήνεγκε κατ’ αὐτῶν, ἐπαγαγὼν αὐτοῖς ῥήμασιν· «καὶ ἀνὴρ ἢ γυνὴ» φάμενος «〈ὃσ〉 ἂν γένηται ἐγγαστρίμυθος ἢ ἐπαοιδὸς ἐν
5ὑμῖν, θανάτῳ θανατούσθωσαν· λίθοις λιθοβολήσατε αὐτούς, ἔνοχοί εἰσιν».

25

.

1

Τί τοίνυν φασὶν οἱ τὰς Ὠριγένους ἀσπαστέας
εἶναι τιθέμενοι δοξοκοπίας; πότερον ὡς ἐχθίστων ἐπιτηδευμάτων αἰτίους ἀναιρεῖσθαι προστάττει τοὺς ἐγγαστριμύθους, ἢ τοὐναντίον ὡς ἀγαθῶν ὑποθήμονας188
5ἔργων; εἰ μὲν οὖν ἀσεβῶν εἰσὶ δραμάτων αὐτουργοί, δικαίως ὁ νομοθέτης ἀπελαύνει τοὺς ἐναγεῖς, οὐδὲν εἰσαγγέλλοντας ἀληθές.

25

.

2

εἰ δὲ καλλίστων εὑρεταὶ πράξεών εἰσι, περιττῶς ὁ νόμος ἐψηφίσατο κατ’ αὐτῶν. εἰ γὰρ ἀνάγουσι μὲν ἐξ ᾅδου ψυχάς, αἱ δὲ ἀφικνούμεναι δεῦρο κηρύττουσι τὸ μέλλον, ἐφοδιάζουσι τοὺς δεομένους
5ἐπωφελῶς· οὐ δικαίως ἄρα λιθοβολεῖσθαι τοὺς εὐεργέτας ἐθέσπισεν ὁ νομοθέτης.

25

.

3

ὥστε δυοῖν ἀνάγκη θάτερον, ἢ ταύτας ἀχρειῶσαι τὰς φωνάς, ἢ τὰ τῆς ἐγγαστριμύθου ῥήματα διαβαλεῖν ὡς ἕωλα καὶ ψευδῆ. ἀλλὰ τί φῶμεν; ἀντιδοξοῦσιν ἑαυταῖς αἱ θεῖαι γραφαί; ταῖς δὲ πολλαῖς
5ἡ μία μάχεται ψῆφος; εἰ δ’ ἄρα καὶ μάχη τίς ἐστιν, ἐπικρατοῦσιν αἱ πολλαί.

25

.

4

καὶ μὴν ἐκ τῶν ἐναντίων οὕτως ὁμοφώνῳ συνῳδίᾳ καταψηφίζονται τῶν ἐγγαστρι‐ μύθων ὡς ἀνόσια δρώντων. οὐδὲν ἧττον ἔτι κἀν τῇ τετάρτῃ τῶν Βασιλειῶν ἀνειλημμένον ἐστὶν ὅτι
5Μανασσῆς μὲν ἀσεβείας ὑπερβολῇ πρὸς οἷς ἐδικαιοκτόνει καὶ παντοίας ἐθρήσκευεν εἰδωλομόρφους ὕλας «ἐποίησεν ἑαυτῷ» φησὶν «ἐγγαστριμύθους καὶ γνώστας».

25

.

5

ἀντιστρόφως δ’ αὖ πάλιν ὁ δικαιοσύνης ἀρετῇ διαπρέψας Ἰωσίας ὁ βασιλεὺς ἅπαντα μὲν ὁμοῦ τὰ χειρότευκτα καθεῖλεν ἀφιδρύματα, πυρὶ δὲ τεφρώσας ἠφάνισεν· οὐ μὴν ἀλλά γε πρὸς τούτοις «ἀφεῖλεν» ἔφη «τοὺς
5ἐγγαστριμύθους καὶ τοὺς γνώστας καὶ τὰ θεραφεὶμ καὶ τὰ εἴδωλα καὶ τὰ καρσαείν»· εἶτα καὶ μετ’ ὀλίγα φησὶν ὅτι καὶ «ἐνεπύρισεν», ὡς ἀθέμιτα δηλαδή.

25

.

6

τοιγαροῦν εἴπερ ὁ αὐτός ἐστιν συγγραφεὺς ἑκατέρου τοῦ γράμματος, ἐνταῦθα δὲ δύο πρόσωπα βιολογεῖ βασιλέων,
εἶτα τούτοιν τὸ μὲν ἄδικον εἰσάγει, τὸ δὲ δίκαιον—ἀλλὰ τὸ μὲν ἀκράτῳ κεχορηγημένον ἀδικίᾳ μέμφεται, διὸ πρὸς190
5τοῖς ἄλλοις εἴχετο καὶ τῶν ἐγγαστριμύθων, τὸ δὲ ζήλῳ θείῳ διεγηγερμένον ἐπαινεῖ τῷ καὶ τοὺς ἐγγαστριμύθους ἐξᾶραι πρὸς ἅπασι τοῖς ἐχθροῖς—εἰ δὲ ταῦτα οὕτως ἔχει, συνέστηκεν ὡς οὐχ ἑαυτῷ μαχομένας ἐξεδίδου φωνάς.

25

.

7

οὐδ’ αὖ τὸ πνεῦμα τὸ ἅγιον ἔφασκεν ἀναβεβηκέναι τὸν Σαμουήλ, ἀλλὰ τοὺς τῆς ἐγγαστριμύ‐ θου διηγεῖτο λόγους, ὡς ᾤετο καὶ τῷ δοκεῖν ἐκόμπαζεν ἐκείνη, φαντασιοκοπίαις ἀναπτεροῦσα τὸν δυνάστην
5ἀδήλοις· οὐ γὰρ ἂν ἑαυτῷ καὶ ταῖς ἄλλαις ἁπάσαις ἐμάχετό πω γραφαῖς.

25

.

8

ἀλλ’ οὐχὶ μόνον αὗται ταῦτα διελέγχουσιν αἱ ῥήσεις, ἀλλ’ ἔτι γε τούτοις ἐπιψηφίζεται καὶ μάρτυς ἄλλος ἀξιοφανής, ὁ προφήτης Ἡσαΐας· πῇ μὲν ἀπαγορεύων τὰ τοιάδε μύση, πῇ δὲ παραινῶν
5ὀρθότατα τοῖς ὑπηκόοις αὐτῷ κελαδεῖ· «καὶ ἐὰν εἴπωσι πρὸς ὑμᾶς· ζητήσατε τοὺς ἐγγαστριμύθους, καὶ τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας, τοὺς κενολογοῦντας οἳ ἐκ τῆς κοιλίας φωνοῦσιν, οὐχὶ ἔθνος πρὸς θεόν;»

25

.

9

εἶτα τί μετὰ ταῦτα προσθεὶς ἐπιφέρει; «τί ἐκζητοῦσιν» ἔφη «περὶ τῶν ζώντων τοὺς νεκρούς; νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν, ἵνα εἴπωσιν οὐχ ὡς τὸ ῥῆμα τοῦτο, περὶ οὗ οὐκ
5ἔστι δῶρα δοῦναι».

25

.

10

προδήλῳ μὲν ἱεροφωνίᾳ τὸ τῶν ἐγγαστριμύθων ἀπεκήρυξε γένος· εἰ δὲ κενολόγον ἀπέφηνε τὸ τοιοῦτο συνέδριον, ἀναμφιλόγως ἀπέδειξεν ὅτι τούτων οὐδὲν οὐδεὶς οὐδεπώποτε λέγει τὸ παράπαν
5ἀληθές, ἀλλὰ ψευδηγορίᾳ μὲν ὑποκένῳ πλάττουσι τὴν ἀπάτην, ἑώλῳ δὲ κενολογίᾳ φενακίζουσι τοὺς ἀμαθεῖς.

25

.

11

ὅθεν ἀκολούθως ἐπέσκωπτεν ἐκείνους ὅσοι περὶ τῶν ζώντων ἐρωτῶσι τοὺς νεκρούς· αὐτοὶ γὰρ
ὅλοι νεκροὶ καὶ πηροὶ τυγχάνοντες οἱ κενολόγοι τὰς τῶν νεκρῶν ὑποτυποῦνται διακονεῖσθαι φωνάς. ὁ δὲ προφήτης192
5ἐπεμαρτύρετο βοῶν ὅτι νόμος ἀρραγὴς ἔκκειται περὶ τούτων, ἵνα μὴ κατὰ τοὺς ἀποφθεγγομένους ὑπαχθῶσι κουφολογίαις ἑώλοις·

25

.

12

ἀκροτάτη γάρ, οἶμαι, φυλακὴ νόμου καθέστηκεν οὐρανόθεν ἐπικαλεῖσθαι τὴν βοήθειαν, ἀλλὰ μὴ ἐκ τῶν γηΐνων ἐρανίζεσθαι τὴν ἐπικουρίαν εἰς αὐτὰ τὰ καταχθόνια βλέποντας.

26

.

1

Ἀλλ’ ὁ πάσας ἑρμηνεῦσαι τὰς γραφὰς οἰηθεὶς Ὠριγένης οὐ προσποιεῖται ταύτας εἰδέναι τὰς μαρτυρίας, οὐδὲ τίθησιν αὐτὰς ὡς δέον, ἀλλ’ ἐπεισκυκλεῖ μὲν ἐκείνας ὅσαι μηδὲν ἐν μηδενὶ τῷ ζητήματι διαφέρουσιν,
5ὑπερβαίνει δὲ τὰς αὐτῇ φύσει προσηκούσας· ἤτοι γὰρ ἀμαθίᾳ τοῦτο πράττειν ἔοικεν ἀφρόνως, ἢ κακοθελίᾳ πραγματεύεσθαι τολμηρῶς.

26

.

2

ἀλλὰ καὶ καθάπερ ἐπαμφοτερίζων εἰρηκὼς ὅτι «τί οὖν ποιεῖ ἐγγαστρίμυθος ἐνθάδε; τί ποιεῖ ἐγγαστρίμυθος περὶ τὴν ἀναγωγὴν τῆς ψυχῆς τοῦ δικαίου;», λόγου μὲν ἀπορίᾳ μετεώρως
5ἀπέφυγεν, ἄλλῳ τοῦτο ἐπιγράφων ὅπερ ἔδρασεν αὐτός· αὐτῇ δὲ τῇ γραφῇ τὸ πᾶν ἀναθείς, ἰσχυρίζεται μὲν ἀνῆχθαι τὸν Σαμουήλ, οὐκέτι δὲ τολμᾷ δευτερῶσαι τὸ «τίς ἀνήγαγε αὐτόν.»

26

.

3

οἶμαι δὲ ὅτι καὶ μετέπειτα διελεγχόμενος ὑπὸ τῶν ὀρθότατα φρονούντων ἀεί, δευτέρᾳ πάλιν ἀπολογούμενος ἐξηγήσει, τετηρῆσθαι μὲν ἔφη τὸν τῆς ἐγγαστριμύθου τόπον· εἶτα λέγει καὶ ὅτι μὲν
5«ἡ ἐγγαστρίμυθός τινα ἀνήγαγε γέγραπται», καὶ «ὅτι Σαοὺλ εἶπεν τῷ Σαμουὴλ ἀναγέγραπται»·

26

.

4

φλυαρίᾳ δὲ πολλῇ τοιαῦτα συχνά τινα ταυτολογήσας, ἐπιφέρει πάλιν· «οὐκ εἴρηκεν δὲ» φησὶν «εἰ ἑκουσίως ἀναβέβηκεν· οὐ γὰρ ἔχεις» ἔφη «κείμενον εἰ ἀνήγαγεν αὐτὸν ἡ
194
5ἐγγαστρίμυθος· ἐπεὶ ἐλεγξάτω μέ τις ἀναγνοὺς τὴν γραφήν».

26

.

5

οὐκοῦν ἀντιπροσώπως ἐλεγχόμενος ἠρνήσατο λευκῶς ἅπερ ἀβουλίᾳ πρόσθεν ἐδόξασεν· ἐκεῖ γὰρ αὐτὴν ὡρίσατο τὴν γραφὴν εἰρηκέναι μᾶλλον, ἀλλ’ οὐ τὴν γυναῖκα, τὸ «τίνα ἀναγάγω σοι;»· δεῦρο δὲ
5καταφανῶς ἁλισκόμενος ἐκφυγεῖν ἐσπούδασε λήθῃ τὴ αἰτίαν.

26

.

6

οὕτως ἑκασταχοῦ μαχομένας ἑαυτῷ δόξας ἐκτίθεται γυμνώς, ὥσπερ οὖν ἀμέλει κἀνταῦθα γνωσιμαχήσας ἑάλω, τὴν ἐγκληματικὴν ἀποδρᾶναι δίκην ἐπειχθείς. ἐπεὶ τοίνυν ἄκων ἑλκόμενος ὡμολόγησεν ὡς
5οὐκ ἀνήγαγεν ἡ γυνὴ τὴν τοῦ προφήτου ψυχήν, εἰπάτω τίς ὁ ταύτην ἀναγαγών (ἐνέμεινε γὰρ ἀμεταστάτως ἀνῆχθαι μόνον αὐτὴν ὁρισάμενος).

26

.

7

αὐτὴ γοῦν ἡ πυθόμαντις ἐτύγχανε μόνη, καὶ Σαοὺλ ὁ δεόμενος ἐκείνης ἀνάξαι τὸν προφήτην. ἀλλ’ οὗτος μὲν οὐκ ἂν εἴη γε τοῦ δράματος αὐτουργός· οὐ γὰρ ἂν ἐδεῖτο τῆς ἐγγαστριμύθου
5νύκτωρ ἀφικνούμενος ὡς αὐτήν. εἰ δὲ γέγονεν ἡ πρᾶξις, οὐχ ἑτέρῳ τινὶ τὸ δραθὲν ἐπιγραπτέον. ὥστε δυοῖν ἀνάγκη θάτερον ἔστιν εἰπεῖν, ἢ τοῦτο μηδεπώποτε γεγονέναι μηδαμῶς ἢ διὰ τῆς ἐγγαστριμύθου καὶ τοῦ δαίμονος ἀνῆχθαι τὸν ἄνδρα τὸν ὄρθιον.

26

.

8

ἆρ’ οὖν ἀφοσιώσει τὰς ἑαυτοῦ φωνὰς ἀρνεῖσθαι δοκῶν ἄλλῃ μεθόδῳ τὴν
αὐτὴν εἰσηγεῖται δοξοκοπίαν ἀπατηλῶς; ἀλλὰ δι’ ὧν μὲν ἔοικεν ἀπολογεῖσθαι, διὰ τούτων ὡς ἀλήθειαν εἰσηγεῖται196
5τὸ ψεῦδος.

26

.

9

οὐ καταιδοῦσι δὲ αὐτὸν αἱ τοσαῦται καὶ τοιαῦται νομοθετικαὶ ψηφοφορίαι, οὐ σύμφωνοι προφητικαὶ μαρτυρίαι, οὐχ αἱ λοιπαὶ τῆς ἱστοριογραφίας ὁμόδοξοι συνῳδίαι· τὰ δὲ δὴ πανάγια παραλογισάμενος
5ἀποφθέγματα, προαιρέσει βεβαιοῖ τὰ τῆς ἐγγαστριμύθου ῥήματα, καινότερα μὲν εἰδωλολατρείας ὄργανα θεσπίζων, ἀσεβεῖ δὲ μαντείᾳ δαιμόνων ἐπεισκυκλῶν.

26

.

10

οὐ πείθει δὲ αὐτὸν οὐδὲ τὸ σύνθετον ὄνομα ποταπὴν ἔχει διαγωγήν· ἡ γὰρ ἐγγαστρίμυθος ἑρμηνεύεται παρὰ τὸ μῦθον ἐν γαστρὶ πεπλασμένον ἐμφαίνειν, ἡ δὲ τοῦ μύθου σύνθεσις
5ἐσχημάτισται σκηνοπηγουμένη πιθανῶς εἴσω γαστρός, οὐκ ἀλήθειαν ἀλλὰ τὸ ψεῦδος ἄντικρυς ἐκφωνεῖ. μακρῷ γοῦν ἄμεινον ἴσασιν οἱ ποικίλαις ὁμιλήσαντες λόγων ἀναφοραῖς ὁποῖόν ἐστι τὸ γένος αὐτοῦ.

27

.

1

Κἂν τὰ μάλιστα δὲ δεισιδαιμονίαν πυρέττων Ἑλληνικὴν μαντείαν εἰσηγῆται λεληθότως, ἀλλ’ ὅμως οὐ παραιτητέον ἡγοῦμαι κἀντεῦθεν ἐλέγξαι τὴν ἀξυνεσίαν αὐτοῦ δι’ ὀλίγων, ὡς δέον.

27

.

2

αἱ γάρ τοι ῥητορικαὶ δηλοῦσι τεχνογραφίαι σαφῶς ὅτι μῦθός ἐστι πλάσμα συγκείμενον μετὰ ψυχαγωγίας πρός τι τῶν ἐν τῷ βίῳ χρήσει διαφέρον· πλάσμα δὲ δήπουθεν εἴρηται παρὰ τὸ
5πεπλάσθαι, φασίν, αὐτὸ συνωμολογημένως· οὐ γὰρ ἂν ἔτι νομίζοιτο μῦθος, εἰ γεγονὼς εἴη κατὰ ἀλήθειαν.

27

.

3

εἰ δὲ πλάσματος αὐτοσχεδίου σύνθεσίς ἐστιν ἢ μυθοποιία, πόρρω μὲν ἔργῳ ἀληθείας ἐλήλεγκται, λόγῳ δὲ πραγμάτων ὕλας εἰκονίζει τῇ πράξει λειπομένη· τὰ γὰρ οὐκ ὄντα πιθανολογεῖν ἔοικεν ὡς ὄντα, καὶ διηγήσει
5μίμησιν εἰσάγει πεπλασμένην· ἀνυπόστατα τοίνυν εἰδοποιεῖ πράγματα, μηδεμιᾶς ὑποκειμένης ἕδρας ὡς οἷόν τε βεβαίας.

27

.

4

οὐδὲν δέ μοι δοκεῖ διαφέρειν ἀψύχου σκιαγραφίας ἡ τοῦ μύθου πλαστουργία· καθ’ ὁμοιότητα γάρ, οἶμαι, τοῦ πίνακος αὐτῇ διαχαράττεται τῇ γραμμῇ· παραπλησίῳ γέ τοι προσεμφερείᾳ προσωποποιεῖ μὲν
198
5ὑπόθεσιν, εἴς τι μέρος ἀποβλέπουσα, αὐτὰ δὲ σχηματίζει

27

.

5

τῇ μιμήσει τὰ πράγματα γραμμαῖς ἐντεταμέναις. ἀνομολογίαν μὲν οὖν ἐφ’ ἑκάστων ἐς τὰ μάλιστα τηρεῖ τῶν ῥυθμῶν, ἄκρα τε πολέμου γράφει καὶ τέλος, ἐοικότα βάσει, καὶ χείλη φθεγγόμενα καὶ φωνῶν ἰδιώματα, καὶ
5γέλωτας καὶ κλαυθμούς, ἢ δημηγορίας ἀρχοντικὰς ἢ συμπόσια καὶ κώμους ἢ βακχείας ἢ τελετὰς ἢ μέθας ἀκολάστους ἢ παροινίας ἐρωτικὰς ἢ λῃστρικὰς ἁρπαγὰς ἢ φθορὰς ἀνηκέστους ἢ σφαγὰς ἀκρίτους ἢ πενίας ὑποκρίσεις ἢ πλούτων ἐπιρροίας.

27

.

6

εἰκοτολογίᾳ μὲν οὖν ἅπαντα χαρακτηρίζει, προσωποποιίᾳ δὲ προσεμφερεῖ διαγορεύει πράξεις ἀδρανεῖς· οἱ γάρ τοι μυθοποιοὶ τὰς ἀνθηρὰς ἀναλεγόμενοι λέξεις αὐτουργοῦσι ποικίλα
5χρωμάτων εἴδη καὶ τῇ προσωποποιίᾳ συμπλέκουσιν· εἶτα λόγοις ἐπιχρώσαντες ἡδέσι, πᾶσαν μὲν ἐπισυνάγουσι τὴν τοῦ μύθου διήγησιν, ὥσπερ δὲ ζῳδιογράφοι τὴν τῆς ὄψεως εἰκονίζουσιν ὥραν, ἐρυθροῖς ἠδ’ ἀνθινοῖς χρώμασι κηρογραφοῦντες·

27

.

7

ῥήμασι δὲ καὶ σχήμασι μελοποιεῖν ἐπειγόμενοι χαρακτῆρας ὑλικούς, ἔργῳ τῆς ἀληθείας αὐτῆς ἀποδέουσιν. ἀλλ’ οὖτοι μὲν τοιούτῳ ποικίλλουσι τρόπῳ τὰς τῶν μύθων εἰκόνας· ἐντεῦθεν δὲ μουσική τις
5ἁρμονία συνίσταται καὶ ποιητικῆς οἰησικοπίας εὕρεσις.

28

.

1

Ἀμέλει γοῦν ἐρόμενος ὁ Πλάτων μουσικῆς μὲν εἶναι λόγους ὁρίζεται [λόγων]· «λόγων δὲ διττὸν εἶδος» ἔφη «τὸ μὲν ἀληθές, ψεῦδος δὲ θάτερον· παιδευτέον δὲ
ἐν ἀμφοτέροις, ἀλλά γε πρότερον ἐν τοῖς ψευδέσι».200
5προηγουμένως γὰρ εἶπε τὰ παιδία καταθέλγεσθαι μύθων ἐπαοιδῇ. «τοῦτο δέ που ὡς τὸ ὅλον εἰπεῖν ψεῦδος, ἔνι δὲ καὶ ἀληθές.

28

.

2

οὐκοῦν ἀρχὴ παντὸς ἔργου μέγιστον, ἄλλως τε δὴ καὶ νέῳ καὶ ἁπαλῷ ὁτῳοῦν; μάλιστα γὰρ δὴ τότε πλάττεται καὶ ἐνδύεται τύπον, ὃν ἄν τις βούληται ἐνσημήνασθαι ἑκάστῳ». διὰ δὲ τῶν τοιούτων πειρᾶται
5ῥήσεων ἐκφαίνειν ὡς οὐ χρεὼν ἂν εἴη γε ψευδηγορίαις ἐπαντλεῖν ἀκράτοις τὰς τῶν νεηλύδων ἀκοάς, ἐπειδὴ τοῖς ἀρτίως ἐνσῃμαινόμενοι μείραξιν οἱ τύποι τῆς κακοδοξίας ἀμετάστατοι φιλοῦσι γίγνεσθαι καὶ δυσέκνιπτοι·

28

.

3

διόπερ ἀκολούθως ἐπιφέρει πάλιν· «ἆρ’ οὖν ῥᾳδίως οὕτω παρήσομεν» ἔφη «τοὺς ἐπιτυχόντας ὑπὸ τῶν ἐπιτυχόντων μύθους πλασθέντας ἀκούειν τοὺς παῖδας καὶ λαμβάνειν ἐν ταῖς ψυχαῖς ὡς ἐπὶ τὸ πολὺ ἐναντίας δόξας ἐκείναις
5ἃς ἐπειδὰν τελειωθῶσιν ἔχειν οἰησόμεθα δεῖν αὐτούς; οὐδ’ ὁπωστιοῦν» εἴρηκεν ὅτι «παρήσομεν.

28

.

4

πρῶτον μὲν ἡμῖν, ὡς ἔοικεν, ἐπιστατητέον τοῖς μυθοποιοῖς, καὶ ὃν μὲν ἂν καλὸν μῦθον ποιήσωσιν ἐγκριτέον, ὃν δὲ μὴ ἀποκριτέον. τοὺς δὲ ἐγκριθέντας πείσωμεν τὰς τροφούς
5τε καὶ μητέρας λέγειν τοῖς παισίν, καὶ πλάττειν τὰς ψυχὰς αὐτῶν τοῖς μύθοις πολὺ μᾶλλον ἢ τὰ σώματα ταῖς χερσίν. ὦν δὲ νῦν λέγουσι τοὺς πολλοὺς ἐκβλητέον.»

28

.

5

εἶτα ἐπειδή, περὶ τῆς ἑκάστων ἀναλόγου διαφορᾶς ἐρωτώμενος, «ἐν τοῖς μείζοσιν» ἔφασκε «μύθοις ἀναγνωρίζεσθαι καὶ τοὺς ἐλάττους», ὡς ἤρετο πάλιν ὁ Ἀδείμαντος, οὐδὲ τούτους εἰδέναι δηλῶν, αὖθις
5ἀνθυπενέγκας ἔφησεν· «οὓς Ἡσίοδός τε, εἶπον, καὶ Ὅμηρος ἡμῖν ἐλεγέτην· οὗτοι γάρ που μύθους τοῖς ἀνθρώποις ψευδεῖς συντιθέντες ἔλεγόν τε καὶ λέγουσιν».202

29

.

1

Εἰ τοίνυν Ὁμήρου τὰ ἔπη καὶ Ἡσιόδου μύθους ἀποφαίνει ψευδεῖς, ἃ δὴ μάλιστα καὶ παιδείας ἕνεκα ψυχαγωγεῖ τοὺς αὐτηκόους, οὐ μὴν ἀλλά γε καὶ καλλιλεξίᾳ διεγείρει τὸ φρόνημα πρὸς εὐγλωττίαν ἐντελῆ,
5πόσῳ δὴ μᾶλλον ὅσους ἡ δαιμονῶσα γραῦς ἀπεφθέγξατο λόγους οὐχὶ μυθοποιίας ὁριεῖταί τις εἶναι ψευδεῖς, ὁπηνίκα καὶ τοὔνομα τῆς ἐγγαστριμύθου τοῦτον ὑπαγορεύει τὸν νοῦν;

29

.

2

εἰ γὰρ Ἑλλήνων παῖδες, οἱ καὶ τὰς ὀνοματο‐ ποιίας ἑκάστου πράγματος ἀκριβοῦντες, ἐν τῇ Ἑλλάδι φωνῇ πλάσματα ψευδῆ τοὺς μύθους ὀνομάζουσιν, ἀκόλουθον ἐκ τοῦ ὀνόματος ὑποπτεῦσαι τὸ πρᾶγμα καθ’
5οὗ τέτακται κυρίως.

29

.

3

ἀλλ’ αἱ μὲν Αἰσώπου λογοποιίαι τοιαῦτα μύθων ἴσασι πλάσματα, οἷα καὶ τὰ μειράκια πολλαχῶς ἐν ταῖς παιδιαῖς ἀσταϊζόμενα παίζει καὶ κορυβαντιῶσαι γραῖαι κωτίλοις ἐπᾴδουσι λόγοις (ἔσθ’ ὅτε
5ταῦτα δρῶσιν οἴνῳ μὲν ἐπιβρέχουσαι τὸν φάρυγγα συχνῷ, κύλικι δὲ προσέχουσαι καὶ ποτῷ φλυαροῦσιν ἀμέτρως).

29

.

4

οἱ μέντοιγε φιλοσοφίας ἤθη πρεσβεύειν ἡγούμενοι καὶ τὰς ἐμμούσους ποιήσεις οἷα ψευδῆ μύθων εἴδη διέβαλλον, ὡς δέον.

30

.

1

Εἰ οὖν αὐτὸ τοὔνομα κατὰ τοῦ πράγματός ἐστι τεταγμένον ὀρθῶς, ἐν γαστρὶ μῦθον ἔοικεν ἀναπλάττειν ἡ ἐγγαστρίμυθος· οὐ γὰρ ἐκ τοῦ φυσικοῦ φθέγγεται νοῦ σωφρόνως, ἀλλ’ ἐν τοῖς ἐνδοτάτω μορίοις ἐμφωλεύων
5ὁ δαίμων αὐτὴν ἐπινέμεται καὶ βλάπτει τὴν φρόνησιν, ἐκ δὲ τῆς γαστρὸς ἐξηχεῖ μυθώδη πλάσματα συγκροτῶν, εἰς ποικίλα δὲ μεταμορφούμενος εἴδη διαφόροις ἰνδάλμασιν ὑπάγει τὴν ψυχήν.

30

.

2

ἐπειδὴ δὲ παντοδα‐ ποῖς ἐξαλλάττεται σχήμασι πολυπρόσωπος ὤν, οὐδὲν ἧττον ἔτι καὶ ἐκ τῆς γῆς ἀναβαίνειν ὑποκρίνεται καὶ φωνεῖν· εἶτα παρ’ ἑκάτερα τὰς διακονίας ἀμείβων ὁμοῦ
204
5ταῖς μορφαῖς, ἄλλον μὲν τὸν ἀναβαίνοντα παρὰ τὸν καλοῦντα δοκεῖ παριστᾶν, ὁ αὐτὸς δὲ τῇδε κἀκεῖσε περιτρέχων ἀλλάττει τὰς ἰδέας, ἵνα ἔργοις ἀποδεικνύῃ καὶ λόγοις ὅτι ψεύστης ἐστίν.

30

.

3

ὑποτυποῦται γοῦν αὐτὰ τὰ πρόσωπα νεκρῶν ἀνάγειν, ὡς εἰκός ἐστιν ἐκ τοῦ τοιοῦδε δράματος ὑπολαβεῖν, ἀμειδεῖς μὲν ὄψεις, σκυθρωπὰ δὲ φάσματα πεπλασμένως εἰσάγων, ὅλα δὲ
5κατηφῆ καὶ νεκρᾶς ὀδμῆς ἀνάπλεα παριστῶν ὡς ἐξ ᾅδου μετακεκλημένα δεινοποιεῖ, καὶ καθάπερ εἱρκτῆς ἢ δεσμῶν ἀνειμένα πρὸς ὀλίγον, εἶτα πάλιν ἐντεῦθεν ἐκεῖσε διαβαίνοντα.

30

.

4

τοιγάρτοι καὶ καταπλήττει τοῖς δείμασι τὴν ψυχὴν ἐκ τῶν ὄψεων, ὠχρὰ μὲν εἴδη πλάττων, ὄμμα δὲ βλοσυρὸν ἢ κατηφές, ἅτε δὴ νεκρῶν ἀρτίως ἐμπνεῖν καὶ πάλιν ἐκπνεῖν ὑπισχνουμένων· εἴωθε γὰρ ὑποκρίσει
5συσχηματίζεσθαι τοῖς δεινοῖς ὁ πλαστογράφος.

30

.

5

ἀλλ’ ἔσθ’ ὅτε μὲν αὐτὸς ἑαυτὸν εἰς πολλὰς ἀλλάττει μορφάς, ἔσθ’ ὅτε δὲ συνεργοῖς ἀποκέχρηται τοῖς ὁμοήθεσιν αὐτῷ δαίμοσιν, οὔτε δὲ ψυχὰς ἐξ ᾅδου μεταπέμπεται προφητῶν
5οὔτε πνεύματα δικαίων οὔτε τὰς ἀγγελικὰς ἀξίας, ἀλλὰ τοὐναντίον ἐγένετο μὲν εἰς τὸ καταπαίζεσθαι πρὸς τῶν ἀγγέλων, ἐξεδόθη δὲ τοῖς ἀρίστοις ἀνδράσιν ὥστε πατεῖσθαι πρηνὴς εἰς τοὔδαφος ἀπορραγείς.

30

.

6

ἀλλ’ οὗτος μὲν ἐκ τῶν ἀνωτάτω ῥοιζήματι βιαίῳ κατενεχθεὶς ὑπεστόρεσε τὰ νῶτα· μόνῳ δὲ τῷ παντοκράτορι πάρεστι θεῷ καὶ τῷ θειοτάτῳ τούτου παιδὶ ψυχὰς ἀνάγειν ἐξ ᾅδου
5καὶ χοροὺς ἀγγέλων ἐν τάξει παρεστῶτας ἔχειν, ὅπερ
ἴδιον ἔκκριτον ὑπάρχει τῆς τοῦ θείου φύσεως.206