TLG 4115 030 :: THEOPHILUS :: Fragmenta in Joannem (in catenis) THEOPHILUS Scr. Eccl., Episcopus Fragmenta in Joannem (in catenis) Citation: Fragment — (line) | ||
1(l) | Jo 9, 3 | |
1 | Ἐν τούτῳ δὲ ἀνέτρεπεν αὐτὸς ὁ σωτὴρ δόγμα παράνομον. ὑπονοούντων γάρ τινων ψυχὰς ἁμαρτανούσας ἐξ οὐρανοῦ τιμωρίας ἕνεκεν εἰς σῶμα πέμ‐ πεσθαι καί ποτε μὲν καθ’ ἑαυτὴν προϋπάρχουσαν τὴν ψυχὴν τοῦ σώματος 〈μένειν〉, ποτὲ δὲ οἰκείων ἁμαρτημάτων χάριν σώμασι συμπλέκεσθαι καὶ τότε | |
---|---|---|
5 | κατὰ γαστρὸς ἔχειν τὴν γυναῖκα δύνασθαι ὅτε τις ψυχὴ ἁμαρτάνῃ, ἀναιρῶν τὴν τοιαύτην πλάνην ἐρωτηθεὶς ὁ Χριστὸς ἔλεγεν· οὔτε οὗτος ἥμαρτεν οὔτε | |
οἱ γονεῖς αὐτοῦ, ἀλλ’ ἵνα φανερωθῇ τὰ ἔργα θεοῦ. | 187 |