TLG 4110 030 :: EVAGRIUS :: Scholia in Proverbia (fragmenta e catenis)

EVAGRIUS Scr. Eccl.
(Ponticus: A.D. 4)

Scholia in Proverbia (fragmenta e catenis)

Source: Géhin, P. (ed.), Évagre le Pontique. Scholies aux Proverbes [Sources chrétiennes 340] Paris: Cerf, 1987: 90–474.

Citation: Scholion — (line)

t

ΣΧΟΛΙΑ ΕΙΣ ΤΑΣ ΠΑΡΟΙΜΙΑΣ

1

(1l)

1, 1 〈Παροιμίαι Σολομῶντος υἱοῦ Δαυίδ,
2lὃς ἐβασίλευσεν ἐν Ἰσραήλ〉
1 Παροιμία ἐστὶν λόγος δι’ αἰσθητῶν πραγμάτων σημαί‐ νων πράγματα νοητά.

2

Βασιλεία Ἰσραήλ ἐστιν γνῶσις πνευματικὴ τοὺς περὶ θεοῦ καὶ ἀσωμάτων καὶ σωμάτων καὶ κρίσεως καὶ προνοίας περιέχουσα λόγους ἢ τὴν περὶ ἠθικῆς καὶ φυσικῆς
καὶ θεολογικῆς ἀποκαλύπτουσα θεωρίαν.90

3

(1l)

1, 2.1 〈γνῶναι σοφίαν καὶ παιδείαν〉
1 Τούτου χάριν, φησίν, «ἐβασίλευσεν ἐν Ἰσραὴλ τοῦ γνῶναι παιδείαν καὶ σοφίαν». Καὶ σοφία μέν ἐστιν γνῶσις σωμάτων καὶ ἀσωμάτων καὶ τῆς ἐν τούτοις θεωρουμένης κρίσεως καὶ προνοίας· παιδεία δέ ἐστιν μετριοπάθεια
5παθῶν περὶ τὸ παθητικὸν ἢ ἄλογον τῆς ψυχῆς μέρος θεωρου‐
μένη.92

4

(1l)

1, 3.3 〈καὶ κρίμα κατευθύνειν〉
1 Τὸ κρίμα κατευθύνειν ὀρθὸν καὶ ἀδιάστροφον εἶναι τὸ κριτήριον δηλοῖ. Τρία δὲ κριτήρια ἐν ἡμῖν, αἴσθησις, λόγος, νοῦς· καὶ αἴσθησις μὲν τῶν αἰσθητῶν, λόγος δὲ ὀνομάτων καὶ ῥημάτων καὶ τῶν λεγομένων, νοῦς δὲ τῶν
5νοητῶν.

5

(1l)

1, 7.3 〈εὐσέβεια δὲ εἰς θεὸν ἀρχὴ αἰσθήσεωσ〉
1Ὥσπερ διὰ τῶν αἰσθήσεων ὁ νοῦς ἐπιβάλλει τοῖς
αἰσθητοῖς, οὕτω καὶ διὰ τῶν ἀρετῶν ἐποπτεύει τὰ νοητά·94

6

(1l)

1, 7.4 〈σοφίαν δὲ καὶ παιδείαν ἀσεβεῖς ἐξουθενήσουσιν〉
1 Οἱ κτώμενοι κακίαν ἐξουθενήσουσι σοφίαν καὶ παι‐ δείαν· λόγῳ δέ, ὡς οἶμαι, οὐδεὶς ἐξουθενεῖ σοφίαν καὶ παιδείαν.

7

(1l)

1, 9 〈στέφανον γὰρ χαρίτων ἕξῃ σῇ κορυφῇ
2lκαὶ κλοιὸν χρύσεον περὶ σῷ τραχήλῳ〉
1 Ὥσπερ ἡ κορυφὴ καὶ ὁ τράχηλος δηλοῖ ἐνταῦθα τὸν νοῦν, οὕτω καὶ ὁ στέφανος καὶ ὁ κλοιὸς ἐνταῦθα σημαίνει τὴν γνῶσιν. Αὕτη γὰρ ἡ συνήθεια τοῦ πνεύματος τοῦ ἁγίου πολλοῖς ὀνόμασιν ὀνομάζειν τὸν θεόν τε καὶ τοὺς
5ἀγγέλους αὐτοῦ καὶ τὸν νοῦν καὶ τὴν ἀρετὴν καὶ τὴν γνῶσιν καὶ τὴν κακίαν καὶ τὴν ἀγνωσίαν καὶ αὐτὸν τὸν διάβολον καὶ τοὺς ἀγγέλους αὐτοῦ. Οὐχ ἁπλῶς δὲ τίθησι τὰ ὀνόματα,
ὥς τινες οἴονται· διαφόρων γὰρ ἐνεργειῶν εἰσι γνωσρίσματα, θεοῦ τε διὰ τῶν ἀγγέλων ἐν ἡμῖν ἐνεργοῦντος καὶ ἡμῶν ἐν96
10αὐτῷ, δαιμόνων τε πρὸς ἡμᾶς καὶ ἡμῶν πρὸς αὐτούς.

8

(1l)

1, 13 〈τὴν κτῆσιν αὐτοῦ τὴν πολυτελῆ καταλαβώμεθα·
2lπλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων〉
1 Ἡ κτῆσις τοῦ δικαίου ἐστὶν σοφία καὶ σύνεσις καὶ φρόνησις· «κτῆσαι γάρ, φησί, σοφίαν καὶ κτῆσαι σύνεσιν» καὶ «ὁ κτώμενος φρόνησιν ἀγαπᾷ ἑαυτόν». Καταλαμβά‐ νονται δὲ τὴν κτῆσιν ταύτην οἱ ἀσεβεῖς, πείθοντες τὸν
5δίκαιον ποιῆσαί τι τῶν ἀπηγορευμένων παρὰ θεῷ, ἵνα τυφλωθεὶς ὑπὸ τῆς ἁμαρτίας ὁ νοῦς ἐκπέσῃ τῶν ἁγίων τούτων
κτημάτων.98

9

Τούτους σκυλεύουσιν οὓς νικῶσιν οἱ δαίμονες, λαμ‐ βάνοντες ἀπ’ αὐτῶν τὴν τοῦ θεοῦ πανοπλίαν, τὴν περι‐ κεφαλαίαν καὶ τὸν θώρακα καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα θεοῦ.

10

(1l)

1, 14.1—2 〈τὸν δὲ σὸν κλῆρον βάλε ἐν ἡμῖν·
2lκοινὸν δὲ βαλλάντιον κτησώμεθα πάντεσ〉
1 Οὗτοι συγκληρονόμοι τῶν ἀντικειμένων εἰσὶν οἱ τῆς αὐτῆς αὐτοῖς κακίας μεταλαμβάνοντες. Κοινὸν δέ ἐστιν
ὃ μὴ τοῦ ἑνός ἐστι θεοῦ.100

11

(1l)

1, 17 〈οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖσ〉
1 Δίκτυόν ἐστιν κόλασις αἰώνιος παρὰ τοῦ δικαίου κριτοῦ ταῖς ἀκαθάρτοις προσαγομένη ψυχαῖς ἐπ’ ἀπωλείᾳ τῶν κακῶς ἀπ’ αὐτῶν ἐκφύντων πτερῶν.

12

(1l)

1, 20 〈σοφία ἐν ἐξόδοις ὑμνεῖται·
2lἐν δὲ πλατείαις παρρησίαν ἄγει·
3l1, 21 ἐπ’ ἄκρων δὲ τειχέων κηρύσσεται·
4lἐπὶ δὲ πύλαις δυναστῶν παρεδρεύει〉
1 Ἔξοδον νῦν ὀνομάζει τὴν ἐξελθοῦσαν ψυχὴν ἀπὸ κακίας καὶ ἀγνωσίας. Τοιαύτη δὲ καὶ ἡ ἔξοδος τῶν υἱῶν Ἰσραὴλ ἡ μετὰ τὴν ἐκ τῆς κρίσεως τοῦ θεοῦ καὶ διδασκαλίας γένεσιν γεγονυῖα. Τὴν αὐτὴν δὲ ψυχὴν καὶ πλατεῖαν λέγει·
5«πλάτυνον γάρ, φησίν, τὸ στόμα σου καὶ πληρώσω αὐτὸ» καὶ «πλατύνθητε δὴ καὶ ὑμεῖς» ἐν τῇ πρὸς Κορινθίους
ὁ Παῦλος. Καὶ ὑπὸ μὲν τῆς οὕτως ἐξερχομένης ψυχῆς ὑμνεῖται ἡ σοφία· ἐν δὲ τῇ πλατυνομένῃ διὰ τῶν ἀρετῶν παρρησίαν ἄγει. Ἄκρον δὲ τεῖχος αὐτῆς τὴν ἄκραν ἀπάθειαν102
10λέγει, εἴπερ «οἱ ἀγαπῶντες τὸν νόμον περιβάλλουσιν ἑαυτοῖς τεῖχος», ὑπὲρ οὗ τείχους εὔχεται καὶ ὁ Δαυὶδ λέγων· «οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ», του‐ τέστιν τῆς τοιᾶσδε ψυχῆς τὰ καταπεπτωκότα δηλονότι ἐκ τῆς τοῦ Οὐρίου προφάσεως. Πύλας δὲ δυναστῶν τὰς
15ἀρετὰς τῶν σοφῶν λέγει· «ἀνοίξατε γάρ μοι, φησίν, πύλας δικαιοσύνης» καὶ «οἱ δυνάσται θυμώδεις εἰσίν· οἶνον μὴ πινέτωσαν, ἵνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας
καὶ ὀρθὰ κρίνειν οὐ μὴ δύνωνται τοὺς ἀσθενεῖς».104

13

(1l)

1, 26 〈τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι·
2lκαταχαροῦμαι δέ, ἡνίκα ἂν ἔρχηται ὑμῖν ὄλεθροσ〉
1 Πῶς οὖν ἔμπροσθέν φησιν ὁ Σολομών· «ὁ δὲ ἐπιχαίρων ἀπολλυμένῳ οὐκ ἀθῳωθήσεται»; Ἢ τάχα οὕτως χαίρει ἡ σοφία ὡς ἐχάρη ἐπὶ τῇ ἀπωλείᾳ Ματθαίου τοῦ τελώνου καὶ ἐπὶ τῇ τοῦ λῃστοῦ ἀπωλείᾳ τοῦ πιστεύ‐
5σαντος τῷ Χριστῷ. Τοῦ μὲν γὰρ τὸν λῃστὴν ἡ σοφία, τοῦ δὲ τὸν τελώνην ἀπώλεσεν.

14

(1l)

1, 27.1—3 〈καὶ ὡς ἂν ἀφίκηται ὑμῖν ἄφνω θόρυβος,
2lἡ δὲ καταστροφὴ ὁμοίως καταιγίδι παρῇ
3lἢ ὅταν ἔρχηται ὑμῖν θλῖψις καὶ πολιορκία〉
1Πολιορκία ἐστὶν διδασκαλία ἠθικὴ τὴν κακῶς οἰκο‐
δομηθεῖσαν ψυχὴν καταστρέφουσα.106

15

(1l)

1, 30.1 〈οὐδὲ ἤθελον ἐμαῖς προσέχειν βουλαῖσ〉
1 Εἰ ἐφ’ ἡμῖν ἐστιν τὸ θέλειν προσέχειν ταῖς τῆς σοφίας βουλαῖς καὶ μὴ θέλειν προσέχειν, γεγόναμεν αὐτε‐ ξούσιοι. Ὅμοιον τούτῳ ἐστὶν καὶ τὸ «ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ
5θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα».

16

(1l)

1, 32.1 〈ἀνθ’ ὧν γὰρ ἠδίκουν νηπίους, φονευθήσονται〉
1 Ὥσπερ τὰ νήπια μεταξὺ δικαίων καὶ ἀδίκων ἐστίν, οὕτως καὶ πάντες οἱ ἄνθρωποι μεταξὺ ἀγγέλων τε καὶ δαιμόνων εἰσίν, μήτε δαίμονες ὄντες, μήτε ἄγγελοι χρημα‐
τίζοντες μέχρι τῆς συντελείας τοῦ αἰῶνος.108

17

(1l)

1, 33 〈ὁ δὲ ἐμοῦ ἀκούων κατασκηνώσει ἐν ἐλπίδι
2lκαὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ〉
1 Ὁ ἀπαθὴς ἡσυχάζει ἀφόβως ἀπὸ παντὸς κακοῦ λογισμοῦ.

18

(1l)

2, 1 〈υἱέ, ἐὰν δεξάμενος ῥῆσιν ἐμῆς ἐντολῆς κρύψῃς παρὰ σεαυτῷ,
2l2, 2.1 ὑπακούσεται σοφίας τὸ οὖς σου〉
1 Οὗτος κρύπτει τὴν ἐντολὴν τοῦ θεοῦ ὁ ποιῶν αὐτήν, εἴπερ καὶ οἱ δαίμονες ἐκ τοῦ μὴ συγχωρεῖν αὐτὴν ποιεῖν
ἡμᾶς ἁρπάζειν λέγονται.110

19

(1l)

2, 3.1—2 〈ἐὰν γὰρ τὴν σοφίαν ἐπικαλέσῃ
2lκαὶ τῇ συνέσει δῷς φωνήν σου〉
1 Νῦν φωνὴν τὴν ἀπάθειαν τῆς ψυχῆς ὀνομάζει· αὕτη γὰρ πέφυκεν ἐπικαλεῖσθαι γνῶσιν θεοῦ. Οὕτω καὶ ὁ Δαυὶδ λέγει· «φωνῇ μου πρὸς κύριον ἐκέκραξα»· καὶ πάλιν· «πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.»

20

(1l)

2, 5 〈τότε συνήσεις φόβον κυρίου
2lκαὶ ἐπίγνωσιν θεοῦ εὑρήσεισ〉
1 Τότε συνήσεις πῶς ὁ φόβος τοῦ κυρίου ἀρχὴ σοφίας ἐστὶν καὶ πῶς τῆς τοῦ θεοῦ γνώσεως γίνεται πρόξενος. Προϋπάρξαι δὲ δεῖ σοφίαν καὶ σύνεσιν πρὸς τὸ δυνηθῆναι συνιέναι φόβον κυρίου. Καὶ προσάξομεν δὲ ταῦτα τοῖς τὴν
5μὲν σοφίαν καὶ τὴν σύνεσιν ἐξουθενοῦσιν, καταφεύγειν δὲ βουλομένοις ἐπὶ τὸ φοβεῖσθαι τὸν θεὸν ὡς ἐπὶ εὐχερὲς
πρᾶγμα.112

21

(1l)

2, 9 〈τότε συνήσεις δικαιοσύνην καὶ κρίμα
2lκαὶ κατορθώσεις πάντας ἄξονας ἀγαθούσ〉
1 Ἄξονας λέγει τὰς ἐντολὰς τοῦ θεοῦ τὰς ἀγούσας ἡμᾶς ἐπὶ τὴν γνῶσιν τὴν τοῦ θεοῦ. Καὶ ὁ Δαυίδ φησιν· «διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην.»

22

(1l)

2, 12 〈ἵνα ῥύσηται ἀπὸ ὁδοῦ κακῆς
2lκαὶ ἀπὸ ἀνδρὸς λαλοῦντος μηδὲν πιστόν〉
1 Οἱ μὲν ἅγιοι ἄγγελοι πάντα λαλοῦσι πιστά· ἄνθρωποι δὲ τὰ μὲν πιστά, τὰ δὲ ἄπιστα· ὁ δὲ διάβολος οὐδὲν πιστόν, ἀντὶ τοῦ οὐ πίστεως ἄξιον. Ἄνδρα γὰρ νῦν τὸν διάβολον
λέγει, εἴγε ἄνθρωπος πονηρὸς ἐπέσπειρε τὰ ζιζάνια.114

23

(1l)

2, 17 〈υἱέ, μή σε καταλάβῃ κακὴ βουλὴ
2lἡ ἀπολείπουσα διδασκαλίαν νεότητος
3lκαὶ διαθήκην θείαν ἐπιλελησμένη〉
1 Εἰ ἡ βουλὴ ποιὰ νοῦ κίνησίς ἐστιν, πῶς αὕτη ἀπέλιπεν διδασκαλίαν νεότητος; Πῶς δὲ καὶ θείας ἐπελάθετο δια‐ θήκης; Ὡς γὰρ περὶ ζῴου λογικοῦ τῆς κακῆς βουλῆς ἡμῖν διαλέγεται. Ἢ νῦν κακὴν βουλὴν τὸν διάβολον λέγει.
5Οὗτος γὰρ κακῶς ἐβουλεύσατο εἰπὼν τὸ «ἐπάνω τῶν ἄστρων θήσομαι τὸν θρόνον μου· ἔσομαι ὅμοιος τῷ ὑψίστῳ». Ἐπελάθετο δὲ καὶ τῆς θείας γνώσεως καταλιπὼν τὴν διδασκαλίαν τῆς νεότητος, ἥτις νεότης τὴν προτέραν αὐτοῦ κατάστασιν δηλοῖ, καθ’ ἣν καὶ ζηλωτὸς ἦν ἐν τοῖς
10ξύλοις τοῦ παραδείσου.116

24

(1l)

2, 19 〈πάντες οἱ πορευόμενοι ἐν αὐτῇ οὐκ ἀναστρέψουσιν
2lοὐδὲ μὴ καταλάβωσιν τρίβους εὐθείας·
3lοὐ γὰρ καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆσ〉
1 «Διώκοντας γὰρ δικαιοσύνην ἀγαπᾷ» καὶ «οὕτως τρέχετε ἵνα καταλάβητε».

25

Ὅσοι «καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς», οὗτοι καταλαμβάνουσι τρίβους εὐθείας. Καὶ «τὸ ἔλεός σου, φησίν, καταδιώξεταί με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου».

26

(1l)

2, 21.1—2 〈χρηστοὶ ἔσονται οἰκήτορες γῆς·
2lἄκακοι δὲ ὑπολειφθήσονται ἐν αὐτῇ〉
1 Οἱ μὲν ἐν ἀκακίᾳ, φησίν, μείναντες ὑπελείφθησαν ἐν τῇ γῇ, τουτέστιν ἐν τῇ γνώσει· οἱ δὲ διὰ κακίαν ἐκπε‐
σόντες διὰ χρηστότητος πάλιν ἐπανελεύσονται.118

27

(1l)

3, 1 〈υἱέ, ἐμῶν νομίμων μὴ ἐπιλανθάνου·
2lτὰ δὲ ῥήματά μου τηρείτω σὴ καρδία〉
1 Εἰ οὗτος ἐπιλανθάνεται τοῦ νόμου ὁ μὴ νομίμως βιούς, οὗτος μέμνηται τοῦ νόμου ὁ ζῶν κατ’ αὐτόν. Καὶ εἰ οὗτος τηρεῖ τὰ ῥήματα τοῦ θεοῦ ὁ ποιῶν αὐτά, οὗτος ἀπόλ‐ λυσιν αὐτὰ ὁ μὴ βουλόμενος πράττειν αὐτά· «οὐ γὰρ οἱ
5ἀκροαταὶ τοῦ νόμου δίκαιοι, φησίν, παρὰ τῷ θεῷ, ἀλλ’ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται.»

28

(1l)

3, 5 〈ἴσθι πεποιθὼς ἐν ὅλῃ καρδίᾳ ἐπὶ θεῷ·
2lἐπὶ δὲ σῇ σοφίᾳ μὴ ἐπαίρου〉
1 Μὴ ἐπαρθῇς, φησί, θεοῦ σοφίαν κτησάμενος. Ὅτι δὲ τὴν τοῦ θεοῦ ἐνταῦθα λέγει σοφίαν καὶ οὐ τὴν ἀνθρωπίνην, δι’ ὧν ἐπιφέρει δείκνυσι· «ἐν πάσαις γάρ, φησίν, ὁδοῖς
σου γνώριζε αὐτήν, ἵνα ὀρθοτομῇ τὰς ὁδούς σου.»120

29

(1l)

3, 8 〈τότε ἴασις ἔσται τῷ σώματί σου
2lκαὶ ἐπιμέλεια τοῖς ὀστέοις σου〉
1 Ὅταν αἱ δυνάμεις τῆς ψυχῆς ἐπιμελείας τύχωσιν, τὸ τηνικαῦτα ἐροῦσι· «κύριε, τίς ὅμοιός σοι; πάντα γάρ, φησί, τὰ ὀστᾶ μου ἐροῦσι· κύριε, κύριε, τίς ὅμοιός σοι;» Ἐπιμελείας γὰρ τυχοῦσα ἡ μνημονευτικὴ δύναμις τῆς ψυχῆς
5πάντως ἐρεῖ τὸ «ἐμνήσθην τοῦ θεοῦ καὶ εὐφράνθην». Ὁμοίως δὲ καὶ ἡ ὀπτικὴ λέξει τὸ «κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην». Ὡσαύτως δὲ καὶ ἡ ἐπιθυμητική· «κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου.» Ἐρεῖ δὲ καὶ ἡ λογιστικὴ τὸ «διελογισάμην ἡμέρας ἀρχαίας».
10Κατὰ ταῦτα συμβήσεται καὶ ἐπὶ τῶν ἄλλων δυνάμεων.122

30

(1l)

3, 15.1—2 〈τιμιωτέρα δέ ἐστιν λίθων πολυτελῶν·
2lοὐκ ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν〉
1 Πρὸς μόνην τὴν σοφίαν ἀδυνατοῦσιν οἱ δαίμονες λογισμοὺς ἐμβάλλειν εἰς τὴν καρδίαν τοῦ σεσοφισμένου μὴ συγχωρούμενοι· ὁ γὰρ νοῦς τοῖς τῆς σοφίας ποιούμενος θεωρήμασιν ἀνεπίδεκτος γίνεται λογισμῶν ἀκαθάρτων.

31

(1l)

3, 15.3 〈εὔγνωστός ἐστι πᾶσιν τοῖς ἐγγίζουσιν αὐτῇ〉
1 Νοῦς καθαρὸς ἐγγίζει σοφίᾳ· ὁ δὲ ἀκάθαρτος μακρυνθήσεται ἀπ’ αὐτῆς.

32

(1l)

3, 18.1 〈ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆσ〉
1Τούτου τοῦ ξύλου μετὰ τὴν παράβασιν ὁ Ἀδὰμ
μεταλαμβάνειν κωλύεται, εἴπερ «ἀπὸ καρπῶν δικαιοσύνης φύεται δένδρον ζωῆς». Εἰ δὲ τὸ δένδρον τῆς ζωῆς ἡ τοῦ θεοῦ σοφία ἐστίν, δικαίως ἅψασθαι κωλύεται τούτου124
5τοῦ ξύλου· «εἰς γὰρ κακότεχνον, φησίν, ψυχὴν σοφία οὐκ εἰσελεύσεται.»

33

(1l)

3, 19 〈ὁ θεὸς τῇ σοφίᾳ ἐθεμελίωσεν τῆν γῆν·
2lἡτοίμασεν δὲ οὐράνους ἐν φρονήσει·
3l3, 20 ἐν αἰσθήσει ἄβυσσοι ἐρράγησαν·
4lνέφη δὲ ἐρρύησαν δρόσουσ〉
1 Ἣν ἐνταῦθα γῆν εἶπεν, Παῦλος ὁ ἅγιος πλάτος ὠνόμασεν καὶ τοὺς ἐνταῦθα οὐρανοὺς λεγομένους ὕψος ἐκεῖνος ἐν τῇ πρὸς Ἐφεσίους καλεῖ καὶ τὰς λεγομένας τροπικῶς ἀβύσσους ὀνομάζει βάθος καὶ τὰ δεδροσωμένα
5νέφη μῆκος καλεῖ. Ταῦτα δὲ πάντα λογικῶν ἐστι φύσεων σύμβολα διαιρουμένων κόσμοις καὶ σώμασι κατ’ ἀναλογίαν
τῆς καταστάσεως.126

34

(1l)

3, 22 〈ἵνα ζήσῃ ἡ ψυχή σου
2lκαὶ χάρις ᾖ περὶ σῷ τραχήλῳ〉
1 Τράχηλον τὴν ψυχὴν εἶπεν τὴν βαστάσασαν τὸν ζυγὸν τοῦ κυρίου.

35

(1l)

3, 23 〈ἵνα πορεύῃ πεποιθὼς ἐν εἰρήνῃ πάσας τὰς ὁδούς σου,
2lὁ δὲ πούς σου οὐ μὴ προσκόψῃ〉128
1 Πρόσκομμά ἐστι φύσεως λογικῆς λογισμὸς ἀκάθαρτος ἢ γνῶσις ψευδής.

36

(1l)

3, 24 〈ἐὰν κάθῃ, ἄφοβος ἔσῃ·
2lἐὰν δὲ καθεύδῃς, ἡδέως ὑπνώσεις
3l3, 25 καὶ οὐ φοβηθήσῃ πτόησιν ἐπελθοῦσαν
4lοὐδὲ ὁρμὰς ἀσεβῶν ἐπερχομένασ〉
1 Ἐντεῦθεν γινώσκομεν ὅτι ἡ ἐλεημοσύνη περιαιρεῖ φοβερὰς φαντασίας νύκτωρ ἡμῖν ἐπισυμβαινούσας. Τὸ αὐτὸ δὲ ποιεῖ καὶ πραΰτης καὶ ἀοργησία καὶ μακροθυμία καὶ ὅσα πέφυκε ταρασσόμενον καταστέλλειν θυμόν, εἴπερ ἐκ
5τῆς ταραχῆς τοῦ θυμοῦ τὰ φοβερὰ φάσματα εἴωθε γίνεσθαι.130

37

(1l)

3, 30 〈μὴ φιλεχθρήσῃς πρὸς ἄνθρωπον μάτην,
2lμή τι εἰς σὲ ἐργάσηται κακόν〉
1 Αὕτη ἡ πρὸς τὸν πλησίον ἔχθρα ἀπεργάζεταί τινα κακόν.

38

(1l)

3, 33 〈κατάρα θεοῦ ἐν οἴκοις ἀσεβῶν·
2lἐπαύλεις δὲ δικαίων εὐλογοῦνται〉
1 Ἄγνοια κυρίου ἐν ψυχαῖς ἀσεβῶν· γνῶσις δὲ θεοῦ ἐν ψυχαῖς δικαίων.

39

(1l)

3, 34 〈κύριος ὑπερηφάνοις ἀντιτάσσεται·
2lταπεινοῖς δὲ δίδωσιν χάριν〉
1 Ὥσπερ τοῖς ἀδίκοις ὁ κύριος ὡς δικαιοσύνη ἀντιτάσ‐ σεται καὶ τοῖς ψεύσταις ὡς ἀλήθεια, οὕτω καὶ τοῖς ὑπερηφά‐
νοις ὡς ταπεινοφροσύνη ἀντιτάσσεται.132

40

(1l)

3, 35 〈δόξαν σοφοὶ κληρονομήσουσιν·
2lοἱ δὲ ἀσεβεῖς ὕψωσαν ἀτιμίαν〉
1 Γνῶσιν σοφοὶ κληρονομήσουσιν· οἱ δὲ ἀσεβεῖς ἐτίμησαν ἀγνωσίαν.

41

(1l)

4, 2.1 〈δῶρον γὰρ ἀγαθὸν δωροῦμαι ὑμῖν〉
1 Σημειωτέον ἐνταῦθα ὅτι δῶρον ἀγαθὸν ὀνομάζει τὸν νόμον διὰ τὸν λαμβάνοντα δῶρα ἐν κόλπῳ ἀδίκως καὶ μὴ κατευοδούμενον. Ἐκεῖ γὰρ δῶρα ἄδικα τὰ προστάγματα λέγει τοῦ πονηροῦ, ἅπερ ὁ νοῦς δεχόμενος οὐ κατευοδοῦται
5ἐν ταῖς ὁδοῖς αὐτοῦ.134

42

(1l)

4, 2.2 〈τὸν ἐμὸν νόμον μὴ ἐγκαταλίπητε〉
1Οὗτος ἐγκαταλιμπάνει τὸν νόμον ὁ παραβαίνων αὐτόν.

43

(1l)

4, 8.1 〈περιχαράκωσον αὐτήν, καὶ ὑψώσει σε〉
1 Εἰ ἐφ’ ἡμῖν ἐστι τὸ χαρακῶσαι τὴν σοφίαν, αἱ δὲ ἀρεταί εἰσιν ἐφ’ ἡμῖν, οἱ χάρακες ἄρα δηλοῦσιν ἐνταῦθα τὰς ἀρετάς, αἵτινες ὑψοῦσι τὴν γνῶσιν τὴν τοῦ θεοῦ.

44

(1l)

4, 9 〈ἵνα δῷ τῇ σῇ κεφαλῇ στέφανον χαρίτων·
2lστεφάνῳ δὲ τρυφῆς ὑπερασπίσῃ σου〉
1 Στέφανος χαρίτων καὶ στέφανος τρυφῆς ἡ γνῶσίς ἐστιν ἡ τοῦ θεοῦ, ἥτις καὶ ὑπερασπίζει ἡμῶν πάντα λογισμὸν
ἐμπαθῆ καὶ πᾶσαν ἀπωθουμένη γνῶσιν ψευδῆς.136

45

(1l)

4, 10 〈ἄκουε, υἱέ, καὶ δέξαι ἐμοὺς λόγους
2lκαὶ πληθυνθήσεταί σοι ἔτη ζωῆς σου,
3lἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου〉
1 Αὗται αἱ πολλαὶ ὁδοὶ εἰς μίαν ἄγουσιν ὁδὸν τὴν εἰποῦσαν· «ἐγώ εἰμι ἡ ὁδός.» Πολλὰς δὲ εἴρηκεν ὁδοὺς τὰς ἀρετὰς τὰς φερούσας ἐπὶ τὴν γνῶσιν τὴν τοῦ Χριστοῦ.

46

(1l)

4, 15 〈ἐν ᾧ ἂν τόπῳ στρατοπεδεύσωσιν, μὴ ἐπέλθῃς ἐκεῖ·
2lἔκκλινον δὲ ἀπ’ αὐτῶν καὶ παράλλαξον〉
1Τούτου τοῦ στρατοῦ ὁ τόπος ἐστὶν ἡ κακία καὶ ἡ
ψευδώνυμος γνῶσις.138

47

(1l)

4, 16 〈οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν,
2lἀφῄρηται ὁ ὕπνος ἀπ’ αὐτῶν, οὐ κοιμῶνται〉
1 Εἰ τοῖς ἀγαπητοῖς αὐτοῦ δίδωσιν ὁ κύριος ὕπνον, οἱ δὲ ἀσεβεῖς οὐκ εἰσὶν αὐτοῦ ἀγαπητοί, τοῖς ἀσεβέσιν οὐ δίδωσιν ὕπνον ὁ κύριος. Ἐντεῦθεν δὲ ἔστι καὶ πιθανῶς δεῖξαι ὅτι οὐδὲ καθεύδειν πεφύκασιν οἱ δαίμονες.

48

(1l)

4, 17 〈οἵδε γὰρ σιτοῦνται σῖτα ἀσεβείας·
2lοἴνῳ δὲ παρανόμῳ μεθύσκονται〉
1 Ἐντεῦθεν γινώσκομεν τίσι τρέφεται ὁ στρατὸς τῆς ἀντικειμένης δυνάμεως· σῖτα γάρ, φησίν, αὐτοῦ ἐστιν ἡ ἀσέβεια καὶ οἶνος παρανομία.

49

(1l)

4, 18 〈αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσιν,
2lπροπορεύονται καὶ φωτίζουσιν, ἕως κατορθώσῃ ἡ ἡμέρα〉140
1 Προπορεύονται ἡμῶν αἱ ἀρεταὶ καὶ φωτίζουσιν ἡμᾶς, ἕως ἂν ὁ ἥλιος τῆς δικαιοσύνης τὴν ἑαυτοῦ ἡμέραν ἡμῖν ἐπιλάμψῃ.

50

(1l)

4, 19 〈αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί,
2lοὐκ οἴδασιν πῶς προσκόπτουσιν〉
1 Οὐδὲ τὸν τρόπον πῶς ἁμαρτάνουσιν οἱ ἀσεβεῖς ἐπίστανται οὐδὲ τὴν αἰτίαν γινώσκουσι πόθεν προσκόπτουσιν, ἀλλ’ οὐδ’ αὐτὸ τοῦτο ἴσασιν ὅτι παρανομοῦσιν, ὅπερ ἐστὶ γνώρισμα τῆς ἐσχάτης ἀνοίας.

51

(1l)

4, 21 〈ὅπως μὴ ἐκλίπωσίν σε αἱ πηγαί σου,
2lφύλασσε αὐτὰς ἐν σῇ καρδίᾳ〉
1Πηγὰς λέγει τὰς ἀρετάς, ἀφ’ ὧν γεννᾶται τὸ ὕδωρ
τὸ ζῶν, ὅπερ ἐστὶν ἡ γνῶσις ἡ τοῦ Χριστοῦ. Καὶ ὁ Δαυίδ· «ὤφθησαν, φησίν, αἱ πηγαὶ τῶν ὑδάτων καὶ ἀνεκα‐ λύφθησαν τὰ θεμέλια τῆς οἰκουμένης», παρὰ τὴν ἐπιδημίαν142
5δηλονότι τοῦ σωτῆρος ἡμῶν Χριστοῦ.

52

(1l)

4, 25 〈οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν·
2lτὰ δὲ βλέφαρά σου νευέτω δίκαια〉
1 Ὅσοι λογισμοὺς ἔχουσιν ἀπαθεῖς καὶ δόγματα ἀληθῆ, οὗτοι ὁρῶσιν ὀρθά.

53

(1l)

4, 27 〈μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ μηδὲ εἰς τὰ ἀριστερά·
2lἀπόστρεψον δὲ σὸν πόδα ἀπὸ ὁδοῦ κακῆσ〉
1 Ἡ ἀρετὴ γὰρ μεσότης· διὸ καὶ τὴν ἀνδρείαν μεταξὺ τῆς θρασύτητος καὶ τῆς δειλίας εἶναί φασιν. Νῦν δὲ ὀνομάζει δεξιὰ οὐ τὰ φύσει δεξιά, ἀλλὰ τὰ φαινόμενά τισι διὰ τὰς
ἡδονὰς δεξιά· «βορέας γάρ, φησίν, σκληρὸς ἄνεμος·144
5ὀνόματι δὲ ἐπιδέξιος καλεῖται», βορέαν λέγων συμβολικῶς τὸν πονηρόν, ἀφ’ οὗ ἐξεκαύθη πάντα τὰ κακὰ ἐπὶ τῆς γῆς.

54

(1l)

4, 27b 〈αὐτὸς δὲ ὀρθὰς ποιήσει τὰς τροχιάς σου·
2lτὰς δὲ πορείας σου ἐν εἰρήνῃ προάξει〉
1Συμφωνεῖ τούτοις τὸ «ἐὰν μὴ κύριος οἰκοδομήσῃ
οἶκον» καὶ «φυλάξῃ πόλιν» καὶ ἑξῆς.146

55

(1l)

5, 3 〈μὴ πρόσεχε φαύλῃ γυναικί·
2lμέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης,
3lἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα,
4l5, 4 ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις
5lκαὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου〉
1 Τὸ λίπος τὴν ἡδονὴν σημαίνει, ἀφ’ ἧς τίκτεται ἡ ἀκαθαρσία, ἧς ἔκγονον κακία καὶ ἄγνοια, ὧν οὐδὲν ἔστι πικρότερον ἐν τοῖς γεγονόσιν εὑρεῖν.

56

(1l)

5, 5.1—2 〈τῆς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσιν
2lτοὺς χρωμένους αὐτῇ μετὰ θανάτου εἰς τὸν ᾅδην〉
1 Ἣν ἀνωτέρω πόρνην εἶπεν, νῦν ἀφροσύνην ὠνό‐ μασεν.

57

Ὑπὲρ τῶν μετὰ θανάτου καταβαινόντων εἰς τὸν ᾅδην προσεύχεται ὁ Δαυὶδ λέγων· «καταβήτωσαν εἰς
ᾅδου ζῶντες.»148

58

(1l)

5, 6 〈ὁδοὺς γὰρ ζωῆς οὐκ ἐπέρχεται·
2lσφαλεραὶ δὲ αἱ τροχιαὶ αὐτῆς καὶ οὐκ εὔγνωστοι〉
1 Εἰ οὐκ εὔγνωστοί εἰσιν αἱ τροχιαί, καλῶς εἴρηται τὸ «οὐκ οἴδασι πῶς προσκόπτουσιν».

59

(1l)

5, 8 〈μακρὰν ποίησον ἀπ’ αὐτῆς σὴν ὁδόν·
2lμὴ ἐγγίσῃς πρὸς θύραις οἴκων αὐτῆσ〉
1 Ὁδὸν εἶπεν ἐνταῦθα τὸν ἐπὶ τὴν ἀρετὴν ὁδεύοντα νοῦν. Ἢ τάχα τὴν ἀρετὴν προστάσσει χωρίζειν ἡμᾶς ἀπὸ κακίας.

60

(1l)

5, 9 〈ἵνα μὴ πρόῃ ἄλλοις ζωήν σου
2lκαὶ σὸν βίον ἀνελεήμοσιν〉
1 Ἐντεῦθεν γινώσκομεν ὅτι τὸ θυμικὸν μέρος ἐπικρατεῖ ἐν τοῖς δαίμοσιν· «ἀνελεήμων γὰρ θυμός, φησίν, καὶ ὀξεῖα
ὀργή.»150

61

(1l)

5, 11.2 〈ἡνίκα ἂν κατατριβῶσιν σάρκες σώματός σου〉
1 Διὰ τῶν κακιῶν οἱ πονηροὶ κατατρίβουσι τὰς σάρκας τὰς τοῦ Χριστοῦ καὶ τὸ αἷμα καταναλίσκουσι κοινὸν αὐτὸ ἡγησάμενοι· «ὁ τρώγων γάρ μου, φησί, τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω
5αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ.»

62

(1l)

5, 14 〈παρ’ ὀλίγον ἐγενόμην ἐν παντὶ κακῷ
2lἐν μέσῳ ἐκκλησίας καὶ συναγωγῆσ〉
1 Ἦν ὅτε οὐκ ἦν κακία καὶ ἔσται ὅτε οὐκ ἔσται· οὐκ ἦν δὲ ὅτε οὐκ ἦν ἀρετή, οὐδὲ ἔσται ὅτε οὐκ ἔσται· ἀνεξάλειπτα γὰρ τὰ σπέρματα τῆς ἀρετῆς. Πείθει δέ με καὶ οὗτος παρ’ ὀλίγον καὶ οὐ τελείως ἐν παντὶ κακῷ γεγονὼς
5καὶ ὁ πλούσιος ἐν τῷ ᾅδῃ διὰ κακίαν κρινόμενος καὶ οἰκτείρων τοὺς ἀδελφούς. Τὸ δὲ ἐλεεῖν σπέρμα τυγχάνει τὸ κάλλιστον τῆς ἀρετῆς.152

63

(1l)

5, 15 〈πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων
2lκαὶ ἀπὸ σῶν φρεάτων πηγῆσ〉
1 Ἡ γνῶσις καὶ φρέαρ ἐστὶ καὶ πηγή. Τοῖς μὲν γὰρ προσελθοῦσι ταῖς ἀρεταῖς βαθὺ φρέαρ εἶναι δοκεῖ, τοῖς δὲ ἀπαθέσι καὶ καθαροῖς πηγή. Οὕτω καὶ ὁ σωτὴρ «ἐκαθέζετο ἐπὶ τῇ πηγῇ, ὥρα ἦν ὡσεὶ ἕκτη». Ἡ δὲ Σαμαρεῖτις
5φρέαρ αὐτὴν ὀνομάζει· «κύριε γάρ, φησίν, οὔτε ἄντλημα
ἔχεις καὶ τὸ φρέαρ ἐστὶ βαθύ.»154

64

(1l)

5, 18 〈ἡ πηγή σου τοῦ ὕδατος ἔστω σοι ἰδία
2lκαὶ συνευφραίνου μετὰ γυναικὸς τῆς ἐκ νεότητός σου〉
1 Εἰ ἡ γυνὴ ἐνταῦθα τὴν τοῦ θεοῦ γνῶσιν σημαίνει, αὕτη δὲ ἐκ νεότητος ἡμῖν ἐδόθη, ἡ γνῶσις ἄρα τοῦ θεοῦ ἀπ’ ἀρχῆς ἡμῖν ἐδόθη, ἥντινα ἀνωτέρω διδασκαλίαν ὁ Σολομὼν νεότητος λέγει· «υἱὲ γάρ, φησί, μή σε καταλάβῃ
5βουλὴ κακή»—τὸν διάβολον λέγων ὡς κακῶς βουλευσά‐ μενον—, «ἡ ἀπολείπουσα διδασκαλίαν νεότητος καὶ διαθήκην θείαν ἐπιλελησμένη.» Λήθη δὲ καὶ ἀπόλειψις γνώσεως καὶ κτήσεως δεύτεραι, ὥσπερ καὶ ὑγείας νόσος ἐσχάτη καὶ ζωῆς θάνατος δεύτερος. Ἅμα δὲ καὶ τοῦτο
10ἰστέον ὅτιπερ ἡ αὐτὴ γνῶσις καὶ μήτηρ λέγεται καὶ γυνὴ καὶ ἀδελφή. Μήτηρ μὲν ἐπειδὴ ὁ διδάξας με δι’ αὐτῆς με γεγέννηκεν, ὡς Παῦλος διὰ τοῦ εὐαγγελίου Γαλάτας. Γυνὴ δὲ ὅτι συνοῦσά μοι τίκτει τὰς ἀρετὰς καὶ δόγματα ὀρθά, εἴγε «ἡ σοφία ἀνδρὶ τίκτει φρόνησιν». Ἀδελφὴ
15δὲ ὅτι ἐγώ τε καὶ αὐτὴ ἐκ τοῦ ἑνὸς γεγόναμεν θεοῦ καὶ πατρός· «εἶπον γάρ, φησίν, τὴν σοφίαν σὴν ἀδελφὴν
εἶναι.»156

65

(1l)

5, 19 〈ἔλαφος φιλίας καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι·
2lἡ δὲ ἰδία ἡγείσθω σου καὶ συνέστω σοι ἐν παντὶ καιρῷ·
3lἐν γὰρ ταύτῃ τῇ φιλίᾳ συμπεριφερόμενος πολλοστὸς ἔσῃ〉
1 Εἰ «χάρις καὶ φιλία ἐλευθεροῖ», ἀρετὴ δὲ καὶ γνῶσις ἐλευθεροῖ ψυχὴν λογικήν, ἡ χάρις καὶ ἡ φιλία ἀρετὴ καὶ γνῶσίς ἐστιν. Εἰ δὲ ἡ ἔλαφος ἐκ τῆς φιλίας, ὁ δὲ πῶλος ἐκ τῆς χάριτος γεννᾶται, ἡ μὲν ἔλαφός ἐστιν θεωρίας σύμβο‐
5λον, ὁ δὲ πῶλος τῆς ἀπαθείας· ἡ μὲν γὰρ ἐξ ἀρετῶν, ἡ δὲ
ἐκ τῆς γνώσεως γίνεσθαι πέφυκεν.158

66

Ἰδία τῆς λογικῆς φύσεώς ἐστιν ἡ ἀρετὴ καὶ ἡ γνῶσις ἡ τοῦ θεοῦ.

67

Τὸ πολλοστὸν εἶναι τὸ πλῆθός ἐστιν ἔχειν θεωρημάτων. Πλῆθος δέ ἐστιν τῶν ὠφελουμένων.

68

(1l)

5, 20 〈μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν
2lμηδὲ συνέχου ἀγκάλαις ταῖς μὴ ἰδίαισ〉
1 Τὸ «μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν», τινὲς μὲν περὶ τῆς ἔξωθεν σοφίας νομίσουσι λέγεσθαι, πρὸς ἣν χρονίζειν οὐκ ἀναγκαῖον διὰ τὰς ἐγκεκρυμμένας ἀπάτας· τινὲς δὲ περὶ τῆς κακίας ἐκλήψονται καὶ τὸ μὴ πολὺν εἶναι πρὸς
5αὐτὴν ἑρμηνεύσουσιν οὕτως, ὅτι οὐ δυνατὸν ἄνθρωπον ὄντα παντάπασιν ἀπέχεσθαι πονηρῶν λογισμῶν, μὴ χρονί‐ ζειν μέντοιγε ἐν αὐτοῖς δυνατὸν καὶ ὅτι ἀγκάλας τὰς ἀλλοτρίας τοὺς πονηροὺς λογισμοὺς ὀνομάζει τοὺς συνέχοντας τὴν
ψυχὴν καὶ μὴ λανθάνοντας τὸν καρδιογνώστην θεόν.160

69

(1l)

6, 1 〈υἱέ, ἐὰν ἐγγύῃ σὸν φίλον,
2lπαραδώσεις σὴν χεῖρα ἐχθρῷ〉
1 Πᾶς ὁ τὸν φίλον τῶν ἀποστόλων Χριστὸν ἐγγυώμενος ὡς δικαιοσύνην καὶ ἀλήθειαν παραδίδωσι τὴν ἑαυτοῦ ψυχὴν τοῖς ἐχθροῖς τοῖς εἰωθόσι πολεμεῖν τοῖς ἀνθρώποις διὰ τὴν πρὸς τὸν σωτῆρα φιλίαν· φιλία γάρ ἐστιν πνευματικὴ
5γνῶσις θεοῦ, καθ’ ἣν καὶ οἱ ἅγιοι φίλοι χρηματίζουσι τοῦ θεοῦ. Οὕτω καὶ Ἰωάννης ὁ βαπτιστὴς φίλος ἦν τοῦ νυμφίου καὶ Μωσῆς καὶ οἱ ἀπόστολοι· «οὐκέτι γάρ, φησίν, ὑμᾶς καλῶ δούλους, ἀλλὰ φίλους.» «Παρόξυνε δέ», φησίν, διὰ προσευχῶν καὶ δεήσεων, «καὶ τὸν φίλον σου ὃν
10ἐνεγυήσω» λέγων· «φύλαξόν με, κύριε, ἐκ χειρὸς ἁμαρτωλοῦ» καὶ «ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με» καὶ «ἕνεκα τῶν ἐχθρῶν μου μὴ παραδῷς με εἰς χεῖρας θλιβόντων με», «ὅτι ἕνεκέν σου θανατούμεθα ὅλην τὴν ἡμέραν·
ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς».162

70

(1l)

6, 4 〈μὴ δῷς ὕπνον σοῖς ὄμμασιν
2lμηδὲ ἐπινυστάξῃς σοῖς βλεφάροισ〉
1 Ὕπνος μέν ἐστι ψυχῆς ἡ κατ’ ἐνέργειαν ἁμαρτία· νυσταγμὸς δὲ τὸ πρῶτον ἐν τῇ ψυχῇ συνιστάμενον ἀκάθαρτον νόημα. Διὸ καὶ πρὸ τοῦ νυσταγμοῦ ὁ λόγος τὸν ὕπνον κωλύει· «ἐρρέθη γάρ, φησί, τοῖς ἀρχαίοις· οὐ φονεύσεις·
5ἐγὼ δὲ λέγω· οὐκ ὀργισθήσῃ.» Καὶ ἐνταῦθα γὰρ φαίνεταί μοι τὸν ὕπνον κωλύων ὁ νόμος, τὸν δὲ νυσταγμὸν τὸ εὐαγ‐ γέλιον τοῦ Χριστοῦ, εἴγε ὁ μὲν περικόπτει τὴν κατ’ ἐνέργειαν ἁμαρτίαν, τὸ δὲ τὴν κατὰ διάνοιαν πρῶτον συνισταμένην
κακίαν.164

71

(1l)

6, 6 〈ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ,
2lκαὶ ζήλωσον ἰδὼν τὰς ὁδοὺς αὐτοῦ
3lκαὶ γενοῦ ἐκείνου σοφώτερος·
4l6, 7 ἐκείνῳ γὰρ γεωργίου μὴ ὑπάρχοντος
5lμηδὲ τὸν ἀναγκάζοντα ἔχων
6lμηδὲ ὑπὸ δεσπότην ὤν,
7l6, 8.1 ἑτοιμάζεται θέρους τὴν τροφήν〉
1 Σημειωτέον ἐνταῦθα ὅτι τὴν τοῦ μύρμηκος φυσικὴν καὶ ἐναρμόνιον κίνησιν σοφίαν καλεῖ· καὶ γὰρ ὁ σοφώτερος σοφοῦ σοφώτερος λέγεται. Πῶς δὲ καὶ οὐκ ἔστιν ὑπὸ δεσπότην, εἴγε τὰ σύμπαντα δοῦλα τοῦ θεοῦ; Ἢ μήποτε
5ὁ θεὸς δεσπότης λέγεται διχῶς, ὡς δημιουργὸς καὶ ὡς γινωσκόμενος. Διὸ καὶ ὁ Παῦλος γράφει· «νυνὶ δὲ ἐλευ‐ θερωθέντες μὲν ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ θεῷ», δηλονότι κατ’ ἀρετὴν καὶ γνῶσιν, «ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον.»
10Εἰ δὲ τοῦ τοιούτου τέλους ἄμοιρός ἐστιν ὁ μύρμηξ, ἄλογος ὤν, δηλονότι καὶ τῆς τοιαύτης δουλείας ἐλεύθερος, καλῶς οὖν λέγεται μὴ εἶναι ὑπὸ δεσπότην ὁ μύρμηξ κατὰ ταύτην τὴν δεσποτείαν καὶ εἶναι πάλιν ὑπὸ δεσπότην ὡς δημιουργὸν
ἔχων τὸν θεόν.166

72

(1l)

6, 8a.1 〈ἢ πορεύθητι πρὸς τὴν μέλισσαν ...
2l6, 8b.1 ἧς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγείαν προσφέρονται〉
1 Διὰ μὲν τοῦ μύρμηκος ἔοικεν ὁ Σολομὼν τὴν πρακ‐ τικὴν ὁδὸν ἡμῖν ὑπογράφειν, διὰ δὲ τῆς μελίσσης τὴν θεωρίαν τῶν γεγονότων σημαίνειν καὶ αὐτοῦ τοῦ ποιήσαντος,
ἥντινα καὶ καθαροὶ καὶ ἀκάθαρτοι καὶ σοφοὶ καὶ ἀνόητοι168
5πρὸς τὴν τῆς ψυχῆς ὑγείαν προσφέρονται. Καὶ φαίνεται μέν μοι ὁ κηρὸς αὐτῶν τῶν πραγμάτων λόγον ἐπέχειν, τὸ δ’ ἐναποκείμενον αὐτῷ μέλι σύμβολον εἶναι τῆς θεωρίας αὐτῶν. Καὶ ὁ μὲν κηρὸς παρελεύσεται· «ὁ οὐρανὸς γάρ, φησίν, καὶ ἡ γῆ παρελεύσεται»· τὸ δὲ μέλι οὐ παρελεύσεται.
10Οὐδὲ γὰρ οἱ λόγοι παρελεύσονται τοῦ σωτῆρος ἡμῶν Χριστοῦ, περὶ ὧν λέγει ὁ Σολομών· «κηρία μέλιτος λόγοι καλοί, γλύκασμα δὲ αὐτῶν ἴασις ψυχῆς»· καὶ ὁ Δαυίδ· «ὡς γλυκέα, φησί, τῷ λάρυγγί μου τὰ λόγιά σου,
ὑπὲρ μέλι τῷ στόματί μου.»170

73

Τὸ ἀποτέλεσμα τοῦ πόνου πόνον ὠνόμασεν.

74

(1l)

6,09 〈ἕως τίνος, ὀκνηρέ, κατάκεισαι;
2lπότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ;〉
1 Ὁ ὕπνος οὗτος μόνῃ πέφυκεν ἐπισυμβαίνειν ψυχῇ λογικῇ· σημαίνει γὰρ ἐνταῦθα κακίαν καὶ ἀγνωσίαν, ὧν ἡ ἀγρυπνία ποιεῖ τινα «ὡς στρουθίον μονάζον ἐπὶ δώματι».

75

(1l)

6, 11 〈εἶτ’ ἐμπαραγίνεταί σοι ὥσπερ κακὸς ὁδοιπόρος ἡ πενία
2lκαὶ ἡ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύσ〉
1Πενία ἐστὶ στέρησις γνώσεως· ἔνδεια δὲ σπάνις τῶν
ἀρετῶν.172

76

(1l)

6, 13 〈ὁ δ’ αὐτὸς ἐννεύει ὀφθαλμῷ, σημαίνει δὲ ποδί,
2lδιδάσκει δὲ ἐννεύμασιν δακτύλων〉
1 Προσεκτέον ἐνταῦθα μήποτε ἄρα διὰ τῶν τοιούτων κινημάτων τοῦ σώματος γινώσκουσιν οἱ ἀντικείμενοι τοὺς ἑαυτῶν λογισμοὺς ἐν ἡμῖν τρεφομένους, ἐπιδὴ καρδιογνώ‐ στην μόνον τὸν θεὸν πεπιστεύκαμεν εἶναι.

77

(1l)

6, 17 〈ὀφθαλμὸς ὑβριστοῦ, γλῶσσα ἄδικος,
2lχεῖρες ἐκχέουσαι αἶμα δίκαιον〉
1 Πᾶς ὁ τρώγων τὰς σάρκας τοῦ Χριστοῦ καὶ πίνων τὸ αἷμα αὐτοῦ κτᾶται αἷμα δίκαιον, οὗ στερισκομένη λέγεται ἀποθνῄσκειν ψυχὴ λογική· «ψυχὴ γάρ, φησίν, ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθανεῖται.» Εἰ δέ ἐστιν αἷμα
5δίκαιον, ἔστιν δηλονότι καὶ αἷμα ἄδικον, ὅπερ συνάγουσιν ἐν ἑαυτοῖς οἱ κατεσθίοντες τὸ δεδομένον βρῶμα λαοῖς τοῖς Αἰθίοψιν καὶ τρεφόμενοι τῷ ἄρτῳ τοῦ ψεύδους. Καὶ οἱ μὲν θύοντες θεοῖς ἀλλοτρίοις τὸ δίκαιον ἑαυτῶν αἷμα καταναλίσκουσιν· οἱ δὲ ἑαυτοὺς θυσίαν προσάγοντες τῷ174
10μόνῳ θεῷ τὸ ἄδικον διαφθείρουσιν αἷμα. Ἀκολουθήσει δὲ πάντως τῇ μὲν φθορᾷ τοῦ ἀδίκου αἵματος ἡ γένεσις τοῦ δικαίου αἵματος καὶ τῇ φθορᾷ τοῦ δικαίου αἵματος ἡ γένεσις τοῦ ἀδίκου αἵματος. Ἀλλὰ τοῦτο μὲν νῦν γενέσθαι πέφυκεν, ἀπ’ ἀρχῆς δὲ οὐχ οὕτως· οὐ γὰρ κατὰ φθορὰν κακίας
15ὑπέστη δικαιοσύνη, ὡς οὐδὲ κατὰ φθορὰν νόσου ὑγεία, τῶν παιδίων μετὰ τῆς ὑγείας ἀπ’ ἀρχῆς τικτομένων.

78

(1l)

6, 19 〈ἐκκαίει ψεύδη μάρτυς ἄδικος
2lκαὶ ἐπιπέμπει κρίσεις ἀνὰ μέσον ἀδελφῶν〉
1 Ἀδελφοί εἰσιν οἱ τὸ τῆς υἱοθεσίας ἔχοντες χάρισμα καὶ ὑπὸ τὸν αὐτὸν ὄντες πατέρα Χριστόν, οὓς χωρίζειν ἐπιχειρεῖ ὁ μάρτυς τῆς ἀδικίας, ταραχὰς ἐν αὐτοῖς ἐμβάλλων καὶ κρίσεις. Τὸ δὲ ἐκκαίει, ὡς οἶμαι, προστέθειται διὰ176
5τοὺς ἐμπαθεῖς λογισμοὺς ἀνάπτοντας θυμὸν μὲν πρὸς ὀργὴν καὶ μῖσος, ἐπιθυμίαν δὲ πρὸς αἰσχρὰς ἐργασίας. Τούτους τοὺς λογισμοὺς καὶ ὁ ἅγιος Παῦλος ὠνόμασεν τοῦ πονηροῦ βέλη πεπυρωμένα τιτρώσκοντα τὴν ψυχὴν καὶ θάνατον ἐργαζόμενα.

79

(1l)

6, 20 〈φύλασσε, υἱέ, νόμους πατρός σου
2lκαὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου ...
3l6, 22.1 ἡνίκα ἂν περιπατῇς, ἐπάγου αὐτήν, καὶ μετὰ σοῦ ἔστω〉
1 Τὴν μητέρα προστάσσει ἐπάγεσθαι, ἥτις ἐστὶν ἡ σοφία γεννῶσα ἡμᾶς κατὰ θεόν. Καίτοι ἐχρῆν αὐτὸν εἰπεῖν τὸν πατέρα· οὗτος γὰρ πρὸς τὸ συνεῖναι τῷ υἱῷ μᾶλλον ἐπιτηδειότερος. Ἀλλ’ ἐπειδὴ οὐ δυνατὸν αὐτὸν γνῶναι
5τὸν θεὸν πρὸ τῆς τῶν γεγονότων θεωρίας, τούτου χάριν τὴν μητέρα καὶ οὐ τὸν πατέρα προστάσσει ἐπάγεσθαι, ἵνα διὰ τῆς μητρὸς ὁ υἱὸς ἴδῃ τὸν πατέρα· ἐὰν γὰρ αὐτὴ μὴ γεννήσῃ αὐτόν, οὐ βλέπει τὸ φῶς, ὅπερ ἐστὶ ἡ γνῶσις αὐτοῦ τοῦ θεοῦ.178

80

(1l)

6, 23 〈ὅτι λύχνος ἐντολὴ νόμου καὶ φῶς
2lκαὶ ὁδὸς ζωῆς, ἔλεγχος καὶ παιδεία〉
1 Ὅτι ἡ ἐντολὴ τοῦ νόμου λύχνος ἐστὶ καὶ φῶς. Καὶ τάχα λύχνος ἐστὶν ἡ παλαιὰ διαθήκη· «ἐκεῖνος γὰρ ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων»· φῶς δὲ ἡ νέα διαθήκη· «ἐγὼ γάρ, φησίν, εἰμὶ τὸ φῶς τοῦ κόσμου.»

81

(1l)

6, 26.1 〈τιμὴ γὰρ πόρνης ὅση καὶ ἑνὸς ἄρτου〉
1Τοσαύτη γάρ ἐστιν ἡ ἡδονὴ τῆς κακίας ὅση καὶ ἑνὸς
ἄρτου.180

82

(1l)

6, 27 〈ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατακαύσει;
2l6, 28 ἢ περιπατήσει τις ἐπ’ ἀνθράκων πυρός, τοὺς δὲ πόδακατακαύσει;〉
1 Οὗτος ἀποδεσμεῖ τὸ πῦρ ἐν τῷ κόλπῳ, ὁ συγχωρῶν τὸν ἀκάθαρτον λογισμὸν ἐν τῇ καρδίᾳ χρονίζοντα διαφθείρειν τοὺς ὀρθοὺς λογισμούς. Καὶ οὗτος ἐπὶ τῶν ἀνθράκων περιπατεῖ, ὁ διὰ τῆς κατ’ ἐνέργειαν ἁμαρτίας τὴν ἑαυτοῦ
5ψυχὴν ἀπολλύων.

83

(1l)

6, 29 〈οὕτως ὁ εἰσελθὼν πρὸς γυναῖκα ὕπανδρον
2lοὐκ ἀθῳωθήσεται οὐδὲ πᾶς ὁ ἁπτόμενος αὐτῆσ〉
1 Γυναῖκα ὕπανδρον τὴν κακίαν λέγει· ταύτης γὰρ ἀνὴρ ὁ διάβολος ὁ γεννῶν μετ’ αὐτῆς τοὺς παρανόμους υἱούς. Καὶ ὁ σωτὴρ δὲ ἐν τοῖς εὐαγγελίοις πρὸς τοὺς Ἰουδαίους·
«ὑμεῖς, φησίν, ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστέ.»182

84

(1l)

6, 30 〈οὐ θαυμαστὸν ἐάν τις ἁλῷ κλέπτων·
2lκλέπτει γὰρ ἵνα ἐμπλήσῃ ψυχὴν πεινῶσαν·
3l6, 31 ἐὰν δὲ ἁλῷ, ἀποτείσει ἑπταπλάσια
4lκαὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ δοὺς ῥύσεται ἑαυτόν〉
1 Ἐὰν δὲ ἁλῷ ὑπὸ γνώσεως ἀληθοῦς, ἀποθήσεται πᾶσαν γνῶσιν ψευδῆ ὁ πρότερον δι’ ἔνδειαν γνώσεως κλέπτων ἀπὸ τῆς μωρανθείσης ὑπὸ τοῦ σωτῆρος ἡμῶν σοφίας.

85

(1l)

6, 32 〈ὁ δὲ μοιχὸς δι’ ἔνδειαν φρενῶν ἀπώλειαν τῇ ψυχῆ αὐτοῦ περιποιεῖται〉
1 Πᾶς ὁ κοινωνήσας τῇ κακίᾳ μοιχός ἐστιν τοῦ διαβόλου τοῦ πρώτου γήμαντος τὴν κακίαν καὶ ἀπ’ ἀρχῆς γεγονότος ἀνθρωποκτόνου.

86

(1l)

6, 34 〈μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς
2lοὐ φείσεται ἐν ἡμέρᾳ κρίσεωσ〉
1Ἐνταῦθα δείκνυσιν ὅτι τὸν διάβολον ἕξομεν τῶν
πεπραγμένων ἡμῖν κατήγορον ἐν ἡμέρᾳ τῆς κρίσεως. Τοῦτο δὲ καὶ ὁ ἅγιος Παῦλός φησιν· «ἵν’ ὁ ἐξ ἐναντίας ἐντραπῇ μηδὲν ἔχων τι λέγειν περὶ ἡμῶν φαῦλον.»184

87

(1l)

7, 1a 〈υἱέ, τίμα τὸν κύριον καὶ ἰσχύσεις·
2lπλὴν δὲ αὐτοῦ μὴ φοβοῦ ἄλλον〉
1 Εἰ διὰ τῆς παραβάσεως τοῦ νόμου τις τὸν θεὸν ἀτιμάζει, διὰ τοῦ ποιεῖ δηλονότι τὸν νόμον τιμᾷ τὸν θεὸν.

88

(1l)

7, 4 〈εἶπον τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι·
2lτὴν δὲ φρόνησιν γνώριμον περιποίησαι σεαυτῷ〉
1 Ἀδελφὴ ἡμῶν ἡ σοφία ἐστίν, διότι ὁ ποιήσας τὴν ἀσώματον φύσιν πατὴρ καὶ ταύτην πεποίηκεν. Σοφίαν δὲ ἐνταῦθα λέγει οὐ τὸν υἱὸν τοῦ θεοῦ, ἀλλὰ τὴν θεωρίαν
σωμάτων καὶ ἀσωμάτων καὶ τῆς ἐν αὐτοῖς κρίσεως καὶ186
5προνοίας, ἧς εἶδός ἐστι καὶ ἡ φρόνησις καὶ ἡ γνῶσις καὶ ἡ παιδεία καὶ ἡ σύνεσις.

89

(1l)

7, 5 〈ἵνα σε τηρήσῃ ἀπὸ γυναικὸς ἀλλοτρίας καὶ πονηρᾶς,
2lἐάν σε λόγοις τοῖς πρὸς χάριν ἐμβάληται〉
1 Οἱ πρὸς χάριν ἐμβαλλόμενοι λόγοι οἱ ἐμπαθεῖς εἰσι λογισμοί.

90

(1l)

7, 6 〈ἀπὸ γὰρ θυρίδος ἐκ τοῦ οἴκου αὐτῆς εἰς τὰς πλατείας παρακύπτουσα,
2l7, 7 ὃν ἂν ἴδῃ τῶν ἀφρόνων τέκνων νεανίαν ἐνδεῆ φρενῶν
3l7, 8 παραπορευόμενον παρὰ γωνίαν ἐν διόδοις οἴκων αὐτῆς
4l7, 9 καὶ λαλοῦντα ἐν σκότει ἑσπερινῷ,
5lἡνίκα ἂν ἡσυχία νυκτερινὴ ᾖ καὶ γνοφώδης,
6l7, 10 ἡ δὲ γυνὴ συναντᾷ αὐτῷ εἶδος ἔχουσα πορνικόν,
7lἣ ποιεῖ νέων ἐξίπτασθαι καρδίασ〉188
1 Τὴν σάρκα τοῦ ἀνθρώπου θυρίδα νῦν ὀνομάζει· διὰ γὰρ ταύτης ὁ πονηρὸς τὰς ἀπάτας τοῖς ἀνθρώποις ἐργάζεται τοῖς βουλομένοις ὁδεύειν τὴν πλατεῖαν ὁδὸν καὶ εὐρύχωρον καὶ ἀπάγουσαν ἐπὶ τὴν ἀπώλειαν. Ἀλλ’ ἐνταῦθα προσ‐
5εκτέον τί φησιν ὁ Σολομὼν περὶ τῆς κακίας, ὅτι οὐχ αὕτη τὸν ἄνθρωπον ἐν ἀρχαῖς ἐπὶ τὴν πλατεῖαν ἀπάγει οὐδ’ ἀναγκάζει πορεύεσθαι ἐν διόδοις οἴκων αὐτῆς ἢ προσεγγίζειν γωνίᾳ ἢ λαλεῖν ἐν σκότει ἑσπερινῷ, ἀλλ’ ἐὰν ἴδῃ τινὰ ἑαυτὸν ἐπιδιδόντα ταῖς ἡδοναῖς, εὐθὺς «συναντᾷ αὐτῷ εἶδος ἔχουσα
10πορνικόν, ἣ ποιεῖ νέων ἐξίπτασθαι καρδίας».

91

Ἡσυχίαν νυκτερινὴν καὶ γνοφώδη τὴν ἀκάθαρτον κατάστασιν ὠνόμασε τῆς ψυχῆς, καθ’ ἣν ἀναπτομένη τὴν
ἁμαρτίαν διὰ τοῦ σώματος κατεργάζεται.190

92

(1l)

7, 12 〈χρόνον γάρ τινα ἔξω ῥέμβεται,
2lχρόνον δὲ ἐν πλατείαις, παρὰ πᾶσαν γωνίαν ἐνεδρεύει,
3l7, 13.1 εἶτα ἐπιλαβομένη ἐφίλησεν αὐτόν〉
1 Οἱ μὲν ἐν ταῖς πλατείαις ῥεμβόμενοι μοιχείας καὶ πορνείας καὶ κλοπῆς λαμβάνουσι λογισμούς· οἱ δὲ ἔξω τούτων ῥεμβόμενοι παρὰ φύσιν κινοῦνται ἀρρένων κοίτην ἐπιζητοῦντες καὶ ἄλλων τινῶν ἀπειρημένων πραγμάτων
5φαντασίας λαμβάνοντες.

93

Εἰ τῶν λογισμῶν οἱ μὲν καθαροί εἰσιν, οἱ δὲ ἀκάθαρτοι καὶ εἰ μὲν τῶν γραμμῶν αἱ μὲν εὐθεῖαι καλοῦνται, αἱ δὲ κεκλασμέναι εὐθεῖαι, γωνία δέ ἐστιν κεκλασμένη εὐθεῖα, γωνία ἄρα νοητή ἐστιν ἀκάθαρτος λογισμός. Τὸ οὖν παρὰ
5πᾶσαν γωνίαν ἐνεδρεύειν τὴν κακίαν δηλοῖ τὸ διὰ πάντων τῶν ἀκαθάρτων λογισμῶν αὐτὴν ἐξαπατᾶν τὴν ψυχήν. Φίλημα δὲ δαιμονιῶδές ἐστιν νόημα ἐμπαθὲς πρὸς αἰσχρὰν
ἐργασίαν τὴν ψυχὴν ἐκκαλούμενον.192

94

(1l)

7, 15 〈ἕνεκα τούτου ἐξῆλθον εἰς συνάντησίν σου·
2lποθοῦσα τὸ σὸν πρόσωπον εὕρηκά σε·
3l7, 16 κειρίαις τέτακα τὴν κλίνην μου·
4lἀμφιτάποις δὲ ἔστρωκα τοῖς ἀπ’ Αἰγύπτου·
5l7, 17 διέρραγκα τὴν κοίτην μου κρόκῳ·
6lτὸν δὲ οἶκόν μου κινναμώμῳ〉
1 Ἡ κακία ζητεῖ τὸ πρόσωπον τῆς ψυχῆς ἡμῶν καταισχῦναι διὰ τῶν κειριῶν καὶ τῆς κλίνης καὶ τῶν ἀμφι‐ τάπων καὶ τοῦ κρόκου καὶ τοῦ κινναμώμου, ἅπερ κακὰ καὶ διάφορα πάθη σημαίνει παρὰ τοῖς ἐφευρεταῖς γινόμενα
5τῶν κακῶν.

95

(1l)

7, 19 〈οὐ γὰρ πάρεστιν ὁ ἀνήρ μου ἐν οἴκῳ·
2lπεπόρευται δὲ ὁδὸν μακράν,
3l7, 20 ἔνδεσμον ἀργυρίου λαβὼν ἐν χειρὶ αὐτοῦ·
4lδι’ ἡμερῶν πολλῶν ἐπανήξει εἰς τὸν οἶκον αὐτοῦ〉
1 Εἰ «δι’ ἡμερῶν πολλῶν ἐπανήξει εἰς τὸν οἶκον αὐτοῦ», πάνυ πνευματικῶς ἐνατενίσας τῇ οἰκονομίᾳ ὁ Παῦλος
ἔσχατον ἐχθρὸν γράφει καταργεῖσθαι τὸν θάνατον.194

96

(1l)

7, 22.1 〈ὁ δὲ ἐπηκολούθησεν αὐτῇ κεπφωθείσ〉
1 Τῶν ἐρῳδιῶν τρία γένη εἰσίν, ὅ τε κέπφος καὶ ὁ λευκὸς καὶ ὁ ἀστερίας καλούμενος. Τούτων ὁ κέπφος χαλεπῶς εὐνάζεται καὶ ὀχεύει· κράζει τε γὰρ καὶ ὀχεύων αἷμα, ὥς φασιν, ἀφίησι ἐκ τῶν ὀφθαλμῶν καὶ τίκτει φαύλως
5καὶ ὀδυνηρῶς. Ταῦτα μὲν οὖν ἀπὸ τῶν τοῦ Ἀριστοτέλους ἐκ Τῶν περὶ τὰ ζῷα ἱστοριῶν παρεθήκαμεν. Ἔοικε δὲ ἡ γραφὴ ἀπὸ τῆς ἱστορίας τοῦ ζῴου τοῦ κέπφου τὴν λέξιν πεποιηκέναι τοῦ πειθουμένου τῇ πόρνῃ γυναικί, κεπφουμένου καὶ ἐξομοιουμένου τῷ ὀρνέῳ δι’ ἀκολασίαν. [Οἷον δια‐
10κινηθείς.]

97

(1l)

7, 26 〈πολλοὺς γὰρ τρώσασα καταβέβληκεν
2lκαὶ ἀναρίθμητοί εἰσιν, οὓς πεφόνευκεν〉
1Τιτρώσκει μὲν ἡμᾶς τοῖς λογισμοῖς· φονεύει δὲ
ταῖς ἁμαρτίαις.196

98

(1l)

8, 2 〈ἐπὶ γὰρ τῶν ὑψηλῶν ἄκρων ἐστίν·
2lἀνὰ μέσον δὲ τῶν τρίβων ἕστηκεν〉
1Μεταξὺ θρασύτητος καὶ δειλίας ἡ ἀνδρεία ἕστηκεν.

99

(1l)

8, 3 〈παρὰ γὰρ πύλαις δυναστῶν παρεδρεύει·
2lἐν δὲ εἰσόδοις ὑμνεῖται〉
1 Τὴν σοφίαν ποτὲ μὲν ἐν ἐξόδοις, ποτὲ δὲ ἐν εἰσόδοις ὑμνεῖσθαί φησιν, τουτέστι παρὰ τοῖς ἐξερχομένοις ἀπὸ τῆς κακίας καὶ εἰσερχομένοις εἰς τὴν ἀρετήν· ἔξοδον γὰρ καὶ εἴσοδον τὸν ἐξερχόμενον καὶ εἰσερχόμενον ὀνομάζει. Πολ‐
5λάκις δὲ ἐσημειωσάμεθα τὴν συνήθειαν αὐτοῦ ταύτην, ὅτι ἀπὸ τῶν ἕξεων ὀνομάζει τοὺς κεκτημένους τὰς ἕξεις ἤτοι τὰς ἀρίστας ἢ τὰς χειρίστας.

100

(1l)

8, 5 〈νοήσατε, ἄκακοι, πανουργίαν·
2lοἱ δὲ ἀπαίδευτοι, ἔνθεσθε καρδίαν〉
1Καρδίαν ἐνταῦθα τὴν ἀρετὴν εἴρηκεν τὴν ἐπι‐
συμβαίνουσαν τῇ καρδίᾳ.198

101

(1l)

8, 10.1—2 〈λάβετε παιδείαν καὶ μὴ ἀργύριον
2lκαὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον ...
3l8, 11.1 κρείσσων γὰρ σοφία λίθων πολυτελῶν〉
1 Τὴν σοφίαν ἐνταῦθα ὡς γένος ἔλαβε τῆς παιδείας καὶ τῆς γνώσεως· παιδείαν γὰρ καὶ γνῶσιν προτάξας, ἐπάγει· «κρεῖσσον γὰρ σοφία λίθων πολυτελῶν», ὡς τῆς παιδείας καὶ τῆς γνώσεως περιεχομένης ἐν τῇ σοφίᾳ,
5ἥτις ἐστὶν πρῶτον χάρισμα τοῦ πνεύματος τοῦ ἁγίου, εἴπερ «διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας». Τὸ δ’ αὐτὸ τοῦτο λέγεται καὶ πνεῦμα υἱοθεσίας.

102

(1l)

8, 13.1—2 〈φόβος κυρίου μισεῖ ἀδικίαν,
2lὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν〉
1 Σημειωτέον ὅτι ἀδικίαν καὶ ὕβριν καὶ ὑπερηφανίαν τὸν ἄδικον καὶ ὑβριστὴν καὶ ὑπερήφανον λέγει, ἀπὸ τῆς
χειρίστης ἕξεως ὀνομάζων αὐτόν.200

103

(1l)

9, 2.1—2 〈ἔσφαξεν τὰ ἑαυτῆς θύματα,
2lἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον〉
1 Ἡ αὐτὴ τροφὴ καὶ κρέας ὀνομάζεται καὶ ἄρτος καὶ γάλα καὶ λάχανα καὶ οἶνος. Πλὴν οἱ ἄφρονες ὡς ἄρτων αὐτῆς λέγονται μεταλαμβάνειν καὶ ὡς οἴνου κεκε‐ ρασμένου. Εἰ δὲ τοῦτο, πῶς νοήσωμεν τὸ «ἄρτον ἀγγέλων
5ἔφαγεν ἄνθρωπος»;

104

Κρατήρ ἐστιν γνῶσις πνευματικὴ τοὺς περὶ ἀσωμά‐ των καὶ σωμάτων καὶ κρίσεως καὶ προνοίας περιέχουσα
λόγους.202

105

(1l)

9, 3.1 〈ἀπέστειλεν τοὺς ἑαυτῆς δούλουσ〉
1 Εἰ Παῦλος ὁ ἀπόστολος δοῦλός ἐστι Χριστοῦ, ὁ δὲ Χριστὸς σοφία ἐστίν, Παῦλος ἄρα ὁ ἀπόστολος δοῦλος σοφίας ἐστίν. Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ἀποστόλων καὶ τῶν προφητῶν τὸν λόγον συνάξομεν, δούλους τῆς σοφίας
5αὐτοὺς ἀποδείξαντες.

106

(1l)

9, 3.2 〈συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα λέγουσα〉
1 Τοῦτο τὸ κήρυγμα μόνον ἐστὶν ὑψηλὸν τόπους γνώσεως κηρῦσσον θεοῦ.

107

(1l)

9, 5 〈ἔλθατε, φάγετε τῶν ἐμῶν ἄρτων
2lκαὶ πίετε οἶνον ὃν ἐκέρασα ὑμῖν〉
1Οὐκ εἶπεν τῶν ἐμῶν κρεῶν· «τελείων γάρ ἐστιν ἡ
στερεὰ τροφή.»204

108

(1l)

9, 8.1 〈μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισῶσίν σε〉
1 Οὐ δεῖ ἁμαρτάνοντας ἐλέγχειν τοὺς κακούς, μᾶλλον δὲ περὶ φόβου θεοῦ αὐτοῖς διαλέγεσθαι, ὅστις πείθει αὐτοὺς ἀποστῆναι κακίας.

109

(1l)

9, 10a 〈τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆσ〉
1 Εἰ «τὸ γνῶναι τὸν νόμον διανοίας ἐστὶν ἀγαθῆς», καὶ τὸ ποιῆσαι τὴν ἐντολὴν διανοίας ἐστὶν ἀγαθῆς. Πλὴν πρότερον τὸ ποιῆσαι τὴν ἐντολὴν τοῦ γνῶναι τὸν νόμον, εἴπερ ἡ γνῶσις μετὰ τὴν κάθαρσιν προσγίνεσθαι πέφυκεν.

110

(1l)

9, 12a 〈ὃς ἐρείδεται ἐπὶ ψεύδεσιν, οὗτος ποιμανεῖ ἀνέμους·
2lὁ δ’ αὐτὸς διώξεται ὄρνεα πετόμενα〉
1Παντὶ ἀνέμῳ τῆς διδασκαλίας περιφερόμενος καὶ
ναυαγήσας περὶ τὴν πίστιν.206

111

(1l)

9, 12b 〈ἀπέλιπεν γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος·
2lτοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργίου πεπλάνηται〉
1 Ἀπέλιπεν γὰρ τὴν ἄμπελον τὴν εἰποῦσαν· «ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα», καί· «ὁ πατήρ μου ὁ γεωργός ἐστιν.»

112

(1l)

9, 12c.3 〈συνάγει δὲ χερσὶν ἀκαρπίαν〉
1Ἀκαρπία ἐστὶ κακία καὶ ἄγνοια.

113

(1l)

9, 13 〈γυνὴ ἄφρων καὶ θρασεῖα ἐνδεὴς ψωμοῦ γίνεται,
2lἣ οὐκ ἐπίσταται αἰσχύνην〉
1 Ὡς διδακτῆς οὔσης τῆς αἰσχύνης, εἴρηται τὸ «οὐκ ἐπίσταται αἰσχύνην». Καὶ ὁ Δαυὶδ τὸν τοῦ θεοῦ φόβον διδακτὸν εἶναι λέγει· «δεῦτε γάρ, φησίν, τέκνα, ἀκούσατέ μου, φόβον κυρίου διδάξω ὑμᾶς.» Εἰ δὲ ὁ φόβος καὶ ἡ208
5αἰσχύνη πάθη ψυχῆς ἐστι φυσικά, πῶς διδακτά ἐστιν; Ἢ τάχα φόβον λέγει κυρίου τὴν διδασκαλίαν τὴν περὶ φόβου κυρίου τὴν διδάσκουσαν ἡμᾶς ὅπως δεῖ ἀπὸ κακίας ἐκκλίνειν, εἴγε «τῷ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ». Καὶ πάλιν αἰσχύνην ὀνομάζει τοὺς περὶ μετανοίας καὶ
10αἰσχύνης λόγους τοὺς ἄγοντας ἡμᾶς εἰς συναίσθησιν τῶν οἰκείων ἁμαρτημάτων. Οὕτω καὶ ὁ Δαυίδ φησιν· «ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας ἃ σὺ ἐθεμελίωσας», τουτέστιν ὄψομαι τοὺς λόγους τοὺς
περὶ οὐρανῶν καὶ σελήνης καὶ ἀστέρων.210

114

(1l)

9, 17 〈ἄρτων κρυφίων ἡδέως ἅψασθε
2lκαὶ ὕδατος κλοπῆς γλυκεροῦ〉
1 «Ἡδύνθη αὐτοῖς ἄρτος ψεύδους καὶ μετὰ τοῦτο πλησθήσεται τὸ στόμα αὐτῶν ψηφῖδος.»

115

(1l)

9, 18a 〈ἀλλὰ ἀποπήδησον, μὴ ἐγχρονίσῃς ἐν τῷ τόπῳ
2lμηδὲ ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτήν〉
1 Οὐ δεῖ τὸν νοῦν ἐγχρονίζειν τοῖς φαύλοις νοήμασιν· «οὐδεὶς γὰρ ἀποδήσει πῦρ ἐν κόλπῳ καὶ τὰ ἱμάτια οὐ
κατακαύσει.»212

116

(1l)

9, 18c 〈ἀπὸ δὲ ὕδατος ἀλλοτρίου ἀπόσχου
2lκαὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃσ〉
1 Ὥσπερ παρὰ τῷ θεῷ ἐστιν πηγὴ ζωῆς, οὕτω καὶ παρὰ τῷ διαβόλῳ πηγὴ θανάτου. Εἰ δὲ ἡ τοῦ θεοῦ πηγὴ ἀρετῆς καὶ γνώσεώς ἐστιν πηγή, ἡ τοῦ διαβόλου πηγὴ δηλονότι κακίας καὶ ἀγνωσίας ἐστὶν πηγή. Ὡσαύτως δὲ
5καὶ ἐπὶ ποταμῶν καὶ φρεάτων καὶ ὑδάτων καὶ ὑετῶν νοητέον.

117

(1l)

10, 2 〈οὐκ ὠφελήσουσιν θησαυροὶ ἀνόμους·
2lδικαιοσύνη δὲ ῥύσεται ἐκ θανάτου〉
1 «Οὐκ ὠφελήσουσι θησαυροὶ ἀνόμους», οὓς ἐπὶ γῆς ἐθησαύρισαν, «ὅπου σὴς καὶ βρῶσις ἀφανίζει καὶ ὅπου
κλέπται διορύσσουσι καὶ κλέπτουσιν».214

118

(1l)

10, 3 〈οὐ λιμοκτονήσει κύριος ψυχὴν δικαίαν·
2lζωὴν δὲ ἀσεβῶν ἀνατρέψει〉
1 Εἰ ἡ ζωὴ τῶν ἀσεβῶν ἡ κακία ἐστίν, ταύτην δὲ ἀνατρέψει ὁ κύριος, ἔσονται δηλονότι ποτὲ οἱ ἀσεβεῖς οὐκ ἀσεβεῖς· μετὰ γὰρ ταύτην τὴν ἀνατροπὴν ὁ κύριος παραδώσει τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ἵνα γένηται ὁ θεὸς τὰ
5«πάντα ἐν πᾶσιν».

119

(1l)

10, 17 〈ὁδοὺς ζωῆς φυλάσσει παιδεία·
2lπαιδεία δὲ ἀνεξέλεγκτος πλανᾶται〉
1Παιδείαν ἀνεξέλεγκτον ὀνομάζει τὴν κακὴν τῆς
ψυχῆς πολιτείαν, ἥτις καὶ πλάνης αὐτῇ γίνεται πρόξενος.216

120

(1l)

10, 18 〈καλύπτουσιν ἔχθραν χείλη δίκαια·
2lοἱ δὲ ἐκφέροντες λοιδορίας ἀφρονέστατοί εἰσιν〉
1 Ἔχθραν τὴν κακίαν λέγει· διὰ γὰρ ταύτης ἐχθροὶ γινόμεθα τοῦ θεοῦ· «εἰ γὰρ ἐχθροὶ ὄντες, φησὶν ὁ Παῦλος, κατηλλάγημεν τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ.» Εἰ δὲ ἡ ἔχθρα ἡ κακία ἐστίν, ἡ φιλία ἡ ἀρετή ἐστιν καὶ ἡ
5γνῶσις ἡ τοῦ θεοῦ, δι’ ἧς φίλοι γινόμεθα τοῦ θεοῦ καὶ τῶν ἁγίων δυνάμεων· ἐπὶ γὰρ ταύτης τῆς φιλίας οἱ τοῦ αὐτοῦ φίλοι καὶ ἀλλήλων εἰσὶ φίλοι.

121

(1l)

10, 24.2 〈ἐπιθυμία δὲ δικαίου δεκτή〉
1«Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου»,
φησὶν ὁ Δαυίδ.218

122

(1l)

10, 27 〈φόβος κυρίου προστίθησιν ἡμέρας·
2lἔτη δὲ ἀσεβῶν ὀλιγωθήσεται〉
1 Εἰ «φόβος κυρίου προστίθησιν ἡμέρας», «ἀρχὴ δὲ σοφίας φόβος κυρίου», αἱ ἡμέραι αὗται μέρη τῆς σοφίας εἰσὶν ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης γινόμεναι, ὑπὲρ ὧν εὔχεται καὶ ὁ Δαυὶδ λέγων· «μὴ ἀναγάγῃς με
5ἐν ἡμίσει ἡμερῶν μου.» Ταύτας δὲ τὰς ἡμέρας καὶ Ἀβραὰμ πληρώσας ἀπέθανε, περὶ οὗ εἴρηται· «καὶ Ἀβραὰμ ἀπέθανε πρεσβύτης καὶ πλήρης ἡμερῶν.»

123

(1l)

10, 30 〈δίκαιος τὸν αἰῶνα οὐκ ἐνδώσει·
2lἀσεβεῖς δὲ οὐκ οἰκήσουσιν γῆν〉
1 Τὸν αἰῶνα ἀντὶ τοῦ διὰ βίου. Καὶ ὁ Παῦλος· «οὐ μὴ φάγω, φησίν, κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω», αἰῶνα τὸ συμπαρεκτεινόμενον τῇ
συστάσει τῆς ζωῆς αὐτοῦ διάστημα ὀνομάζων.220

124

(1l)

10, 32 〈χείλη ἀνδρῶν δικαίων ἀποστάζει χάριτας·
2lστόμα δὲ ἀσεβῶν ἀποστρέφεται〉
1Στόμα νῦν τὸν νοῦν εἴρηκεν.

125

(1l)

11, 14 〈οἷς μὴ ὑπάρχει κυβέρνησις, πίπτουσιν ὥσπερ φύλλα·
2lσωτηρία δὲ ὑπάρχει ἐν πολλῇ βουλῇ〉
1Παντὶ ἀνέμῳ τῆς διδασκαλίας περιφερόμενοι καὶ
ναυαγοῦντες περὶ τὴν πίστιν.222

126

(1l)

11, 15 〈πονηρὸς κακοποιεῖ, ὅταν συμμείξῃ δικαίῳ·
2lμισεῖ δὲ ἦχον ἀσφαλείασ〉
1 Ἦχον ἀσφαλείας τοὺς περὶ σωτηρίας λόγους ὠνόμασεν.

127

(1l)

11, 17 〈τῇ ψυχῇ αὐτοῦ ἀγαθὸν ποιεῖ ἀνὴρ ἐλήμων·
2lἐξολλύει δὲ αὐτοῦ σῶμα ὁ ἀνελεήμων〉
1 Ἐνταῦθα τὴν ψύχην ἄντικρυς προσεῖπεν σῶμα. Καὶ ὁ Χριστὸς δὲ ἐν τοῖς εὐαγγελίοις σῶμα τὴν ψυχὴν ὀνομάζει, «ὁ λύχνος, λέγων, τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός», λύχνον μὲν εἰπὼν τὸν νοῦν—αὐτὸς γάρ ἐστιν γνώσεως
5δεκτικός—, σῶμα δὲ τὸ θυμικὸν καὶ ἐπιθυμητικὸν μέρος τῆς ψυχῆς, ὅπερ τινὲς μὲν ἄλογον, τινὲς δὲ παθητικὸν μέρος
καλοῦσιν.224

128

(1l)

11, 21 〈χειρὶ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀτιμώρητος ἔσται·
2lὁ δὲ σπείρων δικαιοσύνην λήμψεται μισθὸν πιστῶν〉
1 Οὗτος χειρὶ χεῖρας ἐμβάλλει ἀδίκως ὁ κακῶν γινόμενος πραγμάτων καὶ δογμάτων διδάσκαλος. Καὶ οὗτος σπείρει δικαιοσύνην ὁ περὶ ἀρετῶν καὶ θεοῦ γνώσεως προϊέμενος λόγους.

129

(1l)

11, 24 〈εἰσὶν οἳ τὰ ἴδια σπείροντες πλείονα ποιοῦσιν·
2lεἰσὶν δὲ καὶ οἳ συνάγοντες ἐλαττονοῦνται〉
1 Τοῖς τὰ ἴδια σπείρουσι καὶ πλείονα ποιοῦσιν ἀντί‐ κεινται οἱ συνάγοντες καὶ ἐλαττονούμενοι. Εἰ δὲ οἱ τὰ ἴδια σπείροντές εἰσιν οἱ εἰς τὸ πνεῦμα σπείροντες καὶ ζωὴν θερίζοντες, οἱ συνάγοντές εἰσιν οἱ εἰς τὴν σάρκα σπείροντες
5καὶ φθορὰν συνάγοντες ἑαυτοῖς.226

130

(1l)

11, 26 〈ὁ συνέχων σῖτον ὑπολίποιτο αὐτὸν τοῖς ἔθνεσιν·
2lεὐλογία δὲ εἰς κεφαλὴν τοῦ μεταδιδόντοσ〉
1 Ὅμοιόν ἐστι τούτῳ καὶ τὸ ὑπὸ τοῦ σωτῆρος ἡμῶν ἐν τοῖς εὐαγγελίοις λεγόμενον· «οὐδεὶς λύχνον ἅψας τίθησιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ’ ἐπὶ τὴν λυχνίαν καὶ φαίνει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ.»

131

(1l)

11, 27 〈τεκταινόμενος ἀγαθὰ ζητεῖ χάριν ἀγαθήν·
2lἐκζητοῦντα δὲ κακά, καταλήμψεται αὐτόν〉
1 Εἰ τεκτονική ἐστιν ἐργασία ἀγαθῶν καὶ πρακτική ἐστιν ἐργασία ἀρετῶν, ἡ πρακτική ἐστιν ἡ τεκτονική.

132

(1l)

11, 30 〈ἐκ καρποῦ δικαιοσύνης φύεται δένδρον ζωῆς·
2lἀφαιροῦνται δὲ ἄωροι ψυχαὶ παρανόμων〉
1 Τοῦτο τὸ δένδρον τῆς ζωῆς ἐστι τὸ φυτευθὲν ἐν μέσῳ τοῦ παραδείσου, οὗ ἅψασθαι μετὰ τὴν ἁμαρτίαν κωλύεται ὁ Ἀδὰμ τὰ σπέρματα τῆς δικαιοσύνης ἀποβαλών,
ἀφ’ ὧν φύεται τὸ δένδρον τῆς ζωῆς.228

133

(1l)

12, 2 〈κρείσσων ὁ εὑρὼν χάριν παρὰ κυρίῳ
2lἀνὴρ δὲ παράνομος παρασιωπηθήσεται〉
1 «Μήποτε παρασιωπήσῃς ἀπ’ ἐμοῦ, φησὶν ὁ Δαυίδ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.»

134

(1l)

13, 22 〈ὁ ἀγαθὸς ἀνὴρ κληρονομήσει υἱοὺς υἱῶν·
2lθησαυρίζεται δὲ δικαίοις πλοῦτος ἀσεβῶν〉
1 Πλοῦτος ἀσεβῶν κακία. Οἱ δὲ δίκαιοι ἐξαναλώσουσιν αὐτὸν δηλονότι διὰ τῆς ἀγαθῆς διδασκαλίας ἤτοι νῦν ἢ καὶ ἐν τῷ αἰῶνι τῷ μέλλοντι γενόμενοι ἐπάνω πέντε καὶ δέκα πόλεων. Καὶ ὁ Παῦλός φησιν· «κατὰ δὲ τὴν σκληρότητά
5σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν
ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ θεοῦ.»230

135

(1l)

14, 7 〈πάντα ἐναντία ἀνδρὶ ἄφρονι·
2lὅπλα δὲ αἰσθήσεως χείλη σοφά〉
1 «Οὐκ ἀντιτάσσεται» γὰρ τῇ σοφίᾳ «οὐδὲν πονηρόν», διότι ὅπλον ἐστὶν ἀκαταμάχητον· μόνον γὰρ πρὸς αὐτὴν ἀδυνατοῦσιν οἱ δαίμονες.

136

(1l)

14, 9 〈οἰκίαι ἀφρόνων ὀφειλήσουσι καθαρισμόν·
2lοἰκίαι δὲ δικαίων δεκταί〉
1 Ἵνα καθαροὶ γενόμενοι ἴδωσι τὸν θεόν· τοῦτο γάρ ἐστι τὸ μακάριον τέλος ὅπερ πάσῃ λογικῇ φύσα
τετήρηται.232

137

(1l)

14, 14 〈τῶν ἑαυτοῦ ὁδῶν πλησθήσεται θρασυκάρδιος·
2lἀπὸ δὲ τῶν διανοημάτων αὐτοῦ ἀνὴρ ἀγαθόσ〉
1 Διανοήματα νῦν εἶπεν τὰς ἕξεις τῶν ἀρετῶν, ἅσπερ ταῖς ὁδοῖς τοῦ θρασυκαρδίου ἀντέθηκεν.

138

(1l)

14, 18 〈μεριοῦνται ἄφρονες κακίαν·
2lοἱ δὲ πανοῦργοι κρατήσουσιν αἰσθήσεωσ〉
1Ἀντέθηκε τὴν κακίαν τῇ αἰσθήσει. Εἰ δὲ ἡ κακία
τῇ ἀρετῇ ἀντίκειται, ἡ αἴσθησις νῦν σημαίνει τὴν ἀρετήν.234

139

(1l)

15, 16 〈ἐν πλεοναζούσῃ δικαιοσύνῃ ἰσχὺς πολλή·
2lοἱ δὲ ἀσεβεῖς ὁλόρριζοι ἐκ γῆς ὀλοῦνται〉
1 «Ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν γραμματέων καὶ φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.»

140

(1l)

15, 10 〈παιδεία ἀκάκου γνωρίζεται ὑπὸ τῶν παριόντων·
2lοἱ δὲ μισοῦντες ἐλέγχους τελευτῶσιν αἰσχρῶσ〉
1 Ἐλέγχους νῦν τὰς ἐντολὰς εἶπεν· αὗται γὰρ ἡμᾶς ἐλέγχουσιν ἁμαρτάνοντας.

141

(1l)

15, 15 〈πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν κακῶν προσδέχονται κακά·
2lοἱ δὲ ἀγαθοὶ ἡσυχάζουσιν διὰ παντόσ〉236
1Ἡσυχία ἐστὶν ἀποχὴ κακίας.

142

(1l)

15, 24 〈ὁδοὶ ζωῆς διανοήματα συνετοῦ,
2lἵνα ἐκκλίνας ἐκ τοῦ ᾅδου σωθῇ〉
1 Ὁδοὺς ζωῆς λέγει τὰς πρακτικὰς ἀρετὰς τὰς φερούσας ἐπὶ τὴν γνῶσιν.

143

(1l)

15, 28a 〈δεκταὶ παρὰ κυρίῳ ὁδοὶ ἀνθρώπων δικαίων·
2lδιὰ δὲ αὐτῶν καὶ οἱ ἐχθροὶ φίλοι γίνονται〉
1 Παύλου κηρύξαντος· «οἵ ποτε ὄντες ἐχθροὶ κατηλ‐ λάγησαν τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ»· πλὴν προσεκτέον εἰ πάντες οἱ ἐχθροὶ διὰ τῶν δικαίων φίλοι γίνονται, ἵνα καὶ πᾶσιν εἴπῃ ὁ Χριστός· «οὐκέτι ὑμᾶς
5καλῶ δούλους, ἀλλὰ φίλους.»238

144

(1l)

16, 10 〈μαντεῖον ἐπὶ χείλεσι βασιλέως·
2lἐν δὲ κρίσει οὐ μὴ πλανηθῇ τὸ στόμα αὐτοῦ〉
1 Καρδιογνώστης ἐστὶν ὁ Χριστὸς καὶ κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ.

145

(1l)

16, 14 〈θυμὸς βασιλέως ἄγγελος θανάτου·
2lἀνὴρ δὲ σοφὸς ἐξιλάσεται αὐτόν〉
1Ὁ ἄγγελος ὁ τοὺς περὶ κολάσεως ἐπιστάμενος
λόγους θυμὸς τοῦ θεοῦ καλεῖται.240

146

(1l)

16, 16 〈νοσσιαὶ σοφίας αἱρετώτεραι χρυσίου·
2lνοσσιαὶ δὲ φρονήσεως αἱρετώτεραι ὑπὲρ ἀργύριον〉
1 Γνῶσις σοφίας ὑπὲρ χρυσίον· γνῶσις δὲ φρονήσεως ὑπὲρ ἀργύριον.

147

(1l)

16, 17.3—4 〈ὁ δεχόμενος παιδείαν ἐν ἀγαθοῖς ἔσται·
2lὁ δὲ φυλάσσων ἐλέγχους σοφισθήσεται〉
1 Ἐλέγχους λέγει τὰς ἐντολὰς τοῦ θεοῦ· αὗται γὰρ ἡμᾶς ἐλέγχουσιν ἁμαρτάνοντας.

148

(1l)

〈πηγὴ ζωῆς ἔννοια τοῖς κεκτημένοις·
2lπαιδεία δὲ ἀφρόνων κακή〉
1 Τὴν παιδείαν τὴν ἀνεξέλεγκτον νῦν παιδείαν ἀφρόνων ὠνόμασεν. Εἰ δὲ παιδεία ἀφρόνων ἡ κακία ἐστίν,
ἡ ἀνεξέλεγκτος παιδεία ἡ ἀφροσύνη ἐστίν.242

149

(1l)

16, 23 〈καρδία σοφοῦ νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος·
2lἐπὶ δὲ χείλεσιν φορέσει ἐπιγνωμοσύνην〉
1 Τὴν γνῶσιν ἐπιγνωμοσύνην εἶπεν παρὰ τὸ πάντα αὐτὴν ἐπιγινώσκειν τὰ πράγματα.

150

(1l)

16, 28 〈ἀνὴρ σκολιὸς διαπέμπεται κακὰ
2lκαὶ λαμπτῆρα δόλου πυρσεύει κακοῖς καὶ διαχωρίζει φίλουσ〉
1 Λόγος τοὺς δαίμονας παρὰ τοῦ διαβόλου μανθάνοντας ἐπιχειρεῖν τοῖς ἁγίοις καὶ πειρᾶσθαι χωρίζειν αὐτοὺς ἀπὸ τῆς γνώσεως, ἥτις πέφυκε συνάπτειν αὐτοὺς πρὸς φιλίαν ταῖς ἐπουρανίοις δυνάμεσι. Τὸ δ’ αὐτὸ τοῦτο καὶ ὁ Σολομών,
5ὡς οἶμαι, διὰ ταύτης τῆς παροιμίας δεδήλωκε, σκολιὸν μὲν ἄνδρα λέγων τὸν σατανᾶν, πυρσευομένους δὲ δόλους τοὺς κακοὺς δαίμονας ἀντὶ τοῦ διδασκομένους καὶ φίλους
τοὺς ἁγίους τοὺς διὰ τῆς γνώσεως συναπτομένους ἀλλήλοις.244

151

(1l)

16, 30 〈στηρίζων ὀφθαλμοὺς αὐτοῦ λογίζεται διεστραμμένα,
2lὁρίζει δὲ τοῖς χείλεσιν αὐτοῦ πάντα τὰ κακά·
3lοὗτος κάμινός ἐστιν κακῶν〉
1 Ταύτης τῆς καμίνου ἐκτινάσσει τὴν φλόγα πνεῦμα δρόσου διασυρίζον.

152

(1l)

16, 33 〈εἰς κόλπους ἐπέρχεται πάντα τοῖς ἀδίκοις·
2lπαρὰ δὲ κυρίου πάντα τὰ δίκαια〉
1 Σημειωτέον ὅτι κόλπους ἐνταῦθα τὰς καρδίας εἴρηκε τῶν ἀδίκων. Οἶμαι δὲ ὅτι καὶ πανταχοῦ ὁ κόλπος ἤτοι τὸν νοῦν ἢ τὴν γνῶσιν σημαίνει. Εἰ δ’ ἐστὶ καὶ κόλπος
ψεκτός, τὴν ἀγνωσίαν δηλονότι δηλώσει.246

153

(1l)

17, 2 〈οἰκέτης νοήμων κρατήσει δεσποτῶν ἀφρόνων·
2lἐν δὲ ἀδελφοῖς διελεῖται μέρη〉
1 Εἰ «πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας», πᾶς ὁ ἀποστὰς τῆς κακίας καὶ διὰ τῶν ἀρετῶν κρατήσας δαιμόνων ἀφρόνων κεκράτηκε δεσποτῶν. Ὁ δὲ τοιοῦτος γενήσεται καὶ οἰκονόμος μυστηρίων θεοῦ, κατ’
5ἀναλογίαν τῆς καταστάσεως ἑκάστῳ τῶν ἀδελφῶν διδοὺς γνῶσιν πνευματικὴν καὶ τὸν μὲν Κορίνθιον γάλα ποτίζων, τὸν δὲ Ἐφέσιον τρέφων στερεωτέρᾳ τροφῇ, περὶ ὕψους καὶ μήκους καὶ πλάτους καὶ βάθους διαλεγόμενος καὶ διὰ τούτων τῶν διαστημάτων τὴν τῆς λογικῆς φύσεως σημαίνων
10διαίρεσιν, ἥτις τοὺς περὶ κρίσεως καὶ προνοίας τοῦ θεοῦ λόγους ἐμπεριέχει, πάνυ βαθυτάτους ὑπάρχοντας καὶ ἐκφεύ‐ γοντας τὴν ἀνθρωπίνην κατάστασιν. Οὕτω καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ τὴν γῆν τῆς ἐπαγγελίας ἐμέρισεν ταῖς δώδεκα φυλαῖς, ἥτις ἐστὶν τῆς τοῦ θεοῦ καὶ τῶν ὑπ’ αὐτοῦ γεγο‐
15νότων γνώσεως σύμβολον. Πλὴν τοῦτο ἰστέον ὅτι οἱ περὶ τῆς σαρκώσεως τοῦ Χριστοῦ λόγοι καὶ τῆς ἐπιδημίας αὐτοῦ ἐν τῇ Ἰούδα γνώσει ἐναπόκεινται· ἐν γὰρ τῷ τούτου κλήρῳ γεννᾶται Χριστός. Οἶμαι δὲ τοὺς περὶ προνοίας λόγους εἶναι ἁρμόζοντας τῇ καταστάσει τοῦ κρυπτοῦ Ἰούδα
20καὶ Βενιαμίν, ἅτινα ὀνόματα διαφόρων καὶ καθαρῶν κατα‐ στάσεων ἡγοῦμαι διαγνωρίσματα, εἴγε Ἰούδας μὲν ἐξομο‐ λογούμενος ἑρμηνεύεται, Βενιαμὶν δὲ υἱὸς ἡμερῶν ἢ υἱὸς
δεξιᾶς.248

154

(1l)

17, 4 〈κακὸς ὑπακούει γλώσσης παρανόμων·
2lδίκαιος δὲ οὐ προσέχει χείλεσιν ψευδέσιν〉
1 Οὗτος ὑπακούει ταῖς γλώσσαις τῶν παρανόμων ὁ τοὺς ἀδίκους δεχόμενος παρ’ αὐτῶν λογισμοὺς καὶ σπεύδων ἐνεργεῖν κατ’ αὐτούς, οἷς ὁ δίκαιος λέγεται μὴ προσέχειν,
τουτέστιν μὴ ἐπὶ πλέον τρέφειν ἐν ἑαυτῷ.250

155

(1l)

17, 6a 〈τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων·
2lτοῦ δὲ ἀπίστου οὐδὲ ὀβολόσ〉
1 Ὁ πιστός, φησίν, ὄψεται τοὺς λόγους τοῦ κόσμου τούτου, οὕστινας χρήματα τοῦ νοῦ τροπικῶς προσηγόρευσεν· ὁ δὲ ἄπιστος οὐδὲ τοῦ τυχόντος πράγματος γνώσεται τὸν λόγον διὰ τὴν ἀκαθαρσίαν τῆς ψυχῆς αὐτοῦ. Ὅτι δὲ πλοῦτος
5ψυχῆς ἡ γνῶσίς ἐστιν ἡ τοῦ θεοῦ, ὁ Παῦλος διδάσκει δι’ ὧν γράφει τὸ «ἐν παντὶ ἐπλουτίσθητε ἐν πάσῃ γνώσει καὶ πάσῃ σοφίᾳ». Εἰ δέ τις βούλοιτο δεῖξαι μὴ ταύτην τὴν ἔννοιαν εἶναι ταύτης τῆς παροιμίας, λεγέτω ποῦ ηὐπόρησαν χρημάτων οἱ περιελθόντες «ἐν μηλωταῖς, ἐν αἰγείοις
10δέρμασιν, κακουχούμενοι, θλιβόμενοι, ὑστερούμενοι»· πῶς δὲ καὶ ὁ ἄπιστος οὐχ ἕξει ὀβολόν, πολλῶν ἀπίστων περιβε‐ βλημένος πλοῦτον, πολλῶν λέγω δὴ βασιλέων καὶ ἀρχόντων
τοῦ κόσμου τούτου.252

156

(1l)

17, 7 〈οὐχ ἁρμόσει ἄφρονι χείλη πιστὰ
2lοὐδὲ δικαίῳ χείλη ψευδῆ〉
1 «Τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀδικίᾳ ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος;»

157

(1l)

17, 9 〈ὃς κρύπτει ἀδικήματα ζητεῖ φιλίαν·
2lὃς δὲ μισεῖ κρύπτειν, διΐστησιν φίλους καὶ οἰκείουσ〉
1 Διὰ μὲν τῆς δικαιοσύνης τὴν ἀδικίαν κρύπτομεν, διὰ δὲ τῆς σωφροσύνης τὴν ἀκολασίαν καὶ πάλιν διὰ τῆς ἀγάπης τὸ μῖσος καὶ διὰ τῆς ἀφιλαργυρίας τὴν πλεονεξίαν. Κρύπτομεν δὲ καὶ διὰ τῆς ταπεινοφροσύνης τὴν ὑπερηφανίαν
5καὶ διὰ τῆς πραΰτητος τὴν θρασύτητα, ζητοῦντες τὴν πνευματικὴν φιλίαν, ἥτις τὴν ἁγίαν γνῶσιν σημαίνει. Καὶ παρὰ τῷ Παύλῳ δὲ συμπολῖταί τινες τῶν ἁγίων λέγονται γεγονέναι καὶ οἰκεῖοι τῆς Ἱερουσαλήμ, «ἐποικοδομηθέντες
ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν».254

158

(1l)

17, 13 〈ὃς ἀποδίδωσιν κακὰ ἀντὶ ἀγαθῶν,
2lοὐ κινηθήσεται κακὰ ἐκ τοῦ οἴκου αὐτοῦ〉
1 Εἰ ὁ κακὰ ἀντὶ κακῶν ἀποδιδοὺς παράνομος, πόσῳ μᾶλλον ὁ κακὰ ἀντὶ ἀγαθῶν ἀποδιδοὺς παρανομώτερος; Τοιοῦτος δὲ ἐγένετο κατὰ τὴν ἔρημον πρὸς τὸν θεὸν ὁ Ἰσραήλ, πρὸς ὃν Μωσῆς ἐν τῷ Δευτερονομίῳ φησίν·
5«γενεὰ σκολιὰ καὶ διεστραμμένη ταῦτα κυρίῳ ἀνταπο‐ δίδοτε.»

159

(1l)

17, 14 〈ἐξουσίαν δίδωσιν λόγοις ἀρχὴ δικαιοσύνης·
2lπροηγεῖται δὲ τῆς ἐνδείας στάσις καὶ μάχη〉
1Δικαιοσύνῃ ἕπεται γνῶσις· προηγεῖται δὲ τῆς
ἀγνοίας κακία.256

160

(1l)

17, 15 〈ὃς δίκαιον κρίνει τὸν ἄδικον, ἄδικον δὲ τὸν δίκαιον,
2lἀκάθαρτος καὶ βδελυκτὸς παρὰ θεῷ〉
1 Ὅμοιός ἐστιν τούτῳ ὁ λέγων τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ πικρὸν καὶ τὸ μὲν φῶς ὀνομάζων σκότος, τὸ δὲ σκότος φῶς.

161

(1l)

17, 16 〈ἵνα τί ὑπῆρξε χρήματα ἄφρονι;
2lκτήσασθαι γὰρ σοφίαν ἀκάρδιος οὐ δυνήσεται〉
1 Χρήματα ἄφρονός ἐστιν αἱ περὶ τὰ καθ’ ἕκαστον αὐτοῦ πράγματα ἀφροσύναι· διὰ ταύτας γὰρ καὶ ἀκάρδιος γεγονὼς κτήσασθαι σοφίαν ἀδυνατεῖ.

162

(1l)

17, 16a 〈ὃς ὑψηλὸν ποιεῖ τὸν ἑαυτοῦ οἶκον, ζητεῖ συντριβήν·
2lὁ δὲ σκολιάζων τοῦ μαθεῖν ἐμπεσεῖται εἰς κακά〉258
1 «Ὁ δὲ σκολιάζων τοῦ μαθεῖν», ὅτι «κύριος ὑπερηφάνοις ἀντιτάσσεται», «ἐμπεσεῖται εἰς κακά».

163

(1l)

17, 17.1—2 〈εἰς πάντα καιρὸν φίλος ὑπαρχέτω σοι·
2lἀδελφοὶ δὲ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν〉
1 Εἰ οἱ τοῦ Χριστοῦ υἱοὶ ἀλλήλων εἰσὶν ἀδελφοί, οἱ ἄγγελοι δὲ καὶ οἱ δίκαιοι ἄνθρωποι Χριστοῦ εἰσιν υἱοί, οἱ ἄγγελοι ἄρα καὶ οἱ ἅγιοι ἄνθρωποι ἀλλήλων εἰσὶν ἀδελφοί, τῷ τῆς υἱοθεσίας γεννώμενοι πνεύματι.

164

(1l)

17, 17.3 〈τούτου γὰρ χάριν γεννῶνται〉
1 «Τούτου γὰρ χάριν γεννῶνται» ὑπὸ τῆς σοφίας, ἵνα ἀνθρώπους ὁδηγήσωσιν ἀπὸ κακίας ἐπ’ ἀρετὴν καὶ ἀπὸ ἀγνωσίας ἐπὶ γνῶσιν θεοῦ, εἴγε «καὶ αὐτὴ ἡ κτίσις στενάζει καὶ συνωδίνει ἡμῖν καὶ ὑπετάγη τῇ ματαιότητι οὐχ
5ἑκοῦσα».260

165

(1l)

17, 20.2 〈ἀνὴρ εὐμετάβολος γλώσσῃ ἐμπεσεῖται εἰς κακά〉
1 Οὗτός ἐστιν εὐμετάβολος ὁ ῥᾳδίως ἀπὸ ἀρετῆς ἐπὶ κακίαν μεταβαλλόμενος.

166

(1l)

17, 23 〈λαμβάνοντος δῶρα ἐν κόλπῳ ἀδίκως οὐ κατευοδοῦνται ὁδοί·
2lἀσεβὴς δὲ ἐκκλίνει ὁδοὺς δικαιοσύνησ〉
1 Ἐν καρδίᾳ νοήματα λαμβάνοντος ἄδικα οὐ κατευο‐ δοῦνται ὁδοί· τὰ γὰρ ἐμπαθῆ νοήματα ὠνόμασε δῶρα παρὰ τῶν δαιμόνων ἡμῖν προσφερόμενα. Ἢ δῶρα ἐν κόλπῳ ἀσεβὴς λήψεται τοῦ ἐκκλῖναι ὁδοὺς κρίσεως.

167

(1l)

17, 21 〈καρδία δὲ ἄφρονος ὀδύνη τῷ κεκτημένῳ αὐτήν,
2lοὐκ εὐφραίνεται πατὴρ ἐφ’ υἱῷ ἀπαιδεύτῳ·
3lυἱὸς δὲ φρόνιμος εὐφραίνει μητέρα αὐτοῦ〉
1Ὁ μὲν φρόνιμος εὐφραίνει τὴν μητέρα· ὁ δὲ ἄφρων
ὀδυνᾷ τὴν τεκοῦσαν αὐτόν.262

168

(1l)

17, 24 〈πρόσωπον συνετὸν ἀνδρὸς σοφοῦ·
2lοἱ δὲ ὀφθαλμοὶ τοῦ ἄφρονος ἐπ’ ἄκρᾳ γῆσ〉
1Καρδία δὲ ἄφρονος ἐν ἄκρᾳ κακίᾳ.

169

(1l)

17, 25 〈ὀργὴ πατρὶ υἱὸς ἄφρων
2lκαὶ ὀδύνη τῇ τεκούσῃ αὐτοῦ〉
1 Ὁ μὲν φρόνιμος υἱὸς καὶ τεκοῦσαν ἔχει καὶ μητέρα· ὁ δὲ ἄφρων υἱὸς μόνον τεκοῦσαν· ἡ γὰρ μήτηρ καὶ τεκοῦσά ἐστιν· ἡ δὲ τεκοῦσα οὐ πάντως ἐστὶν καὶ μήτηρ. Ἐὰν γὰρ ἀποθάνῃ τὸ τεχθὲν ἐν κακίᾳ καὶ ἀγνωσίᾳ, τεκοῦσα
5μέν ἐστιν, μήτηρ δὲ οὐκ ἔστιν, ὅτι μηδὲ τοῦ τῆς υἱοθεσίας πνεύματος μετέσχηκε τὸ τεχθέν. Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν αἰσθητῶν μητέρων νοηθήσεται καὶ ἐπὶ τοῦ θανάτου τοῦ αἰσθητοῦ· τὴν γὰρ μητέρα ἐροῦμεν καὶ τεκοῦσαν·
τὴν δὲ τεκοῦσαν οὐκέτι μητέρα τοῦ παιδίου ἀποθανόντος.264

170

(1l)

17, 26 〈ζημιοῦν ἄνδρα δίκαιον οὐ καλὸν
2lοὐδὲ ὅσιον ἐπιβουλεύειν δυνάσταις δικαίοισ〉
1Οὐ γὰρ ζητοῦσι τὰ ἡμῶν, ἀλλ’ ἡμᾶς.

171

(1l)

17, 27 〈ὃς φείδεται ῥῆμα προέσθαι σκληρόν, ἐπιγνώμων·
2lμακρόθυμος δὲ ἀνὴρ φρόνιμοσ〉
1 Τὸν λογισμὸν τὸν κινοῦντα θυμὸν ὠνόμασεν ῥῆμα σκληρόν. Ἢ τὸν λόγον τὸν κινοῦντα τοῦ πλησίον αὐτοῦ θυμὸν ὠνόμασεν ῥῆμα σκληρόν.

172

(1l)

17, 28 〈ἀνοήτῳ ἐπερωτήσαντι σοφίαν σοφία λογισθήσεται·
2lἐνεὸν δέ τις ἑαυτὸν ποιήσας δόξει φρόνιμος εἶναι〉
1 Εἰ οὗτος ἐρωτᾷ περὶ σοφίας ὁ βουλόμενός τι περὶ σοφίας μαθεῖν, οὗτος σιωπᾷ ἀπὸ σοφίας ὁ μηθὲν θέλων γνῶναι περὶ σοφίας· διὸ καὶ φρονιμώτερος λέγεται εἶναι
ὁ πρότερος τοῦ δευτέρου.266

173

(1l)

18, 1 〈προφάσεις ζητεῖ ἀνὴρ βουλόμενος χωρίζεσθαι ἀπὸ φίλων·
2lἐν παντὶ δὲ καιρῷ ἐπονείδιστος ἔσται〉
1 Προφάσεις λέγει τὰς ἁμαρτίας· «τοῦ προφασίζεσθαι γάρ, φησίν, προφάσεις ἐν ἁμαρτίαις.» Φίλους δὲ πάντας τοὺς ἁγίους οἷς δι’ ἀρετῆς συνήπτετο.

174

(1l)

18, 2 〈οὐ χρείαν ἔχει σοφίας ἐνδεὴς φρενῶν·
2lμᾶλλον γὰρ ἄγεται ἀφροσύνῃ〉
1Ἠγάπησεν γὰρ τὸ σκότος μᾶλλον ἢ τὸ φῶς.268

175

(1l)

18, 5 〈θαυμάσαι πρόσωπον ἀσεβοῦς οὐ καλὸν
2lοὐδὲ ὅσιον ἐκκλίνειν τὸ δίκαιον ἐν κρίσει〉
1 Ὁ τὴν ἐνυπάρχουσαν κακίαν τῷ διαβόλῳ ἀποδε‐ χόμενος καὶ κατ’ αὐτὴν ἐνεργῶν, οὗτος θαυμάζει τὸ πρόσωπον τοῦ ἀσεβοῦς.

176

(1l)

18, 6 〈χείλη ἄφρονος ἄγουσιν αὐτὸν εἰς κακά·
2lτὸ δὲ στόμα αὐτοῦ τὸ θρασὺ θάνατον ἐπικαλεῖται〉
1 Εἰ ὁ θάνατος γεννᾶται ἀπὸ θρασύτητος, ὁ δὲ θάνατος χωρίζει ψυχὴν ἀπὸ τῆς ὄντως ζωῆς, ἡ θρασύτης ἡμᾶς ἀποχωρίζει ἀπὸ τοῦ εἰπόντος· «ἐγώ εἰμι ἡ ζωή.» Καὶ ὥσπερ ἐκ τῆς θρασύτητος γεννᾶται ὁ θάνατος, οὕτως ἐκ
5τῆς πραΰτητος ἡ ζωή· ἀντίκειται γὰρ τῇ θρασύτητι ἡ
πραύτης.270

177

(1l)

18, 8.1 〈ὀκνηροὺς καταβάλλει φόβοσ〉
1 Ὀκνηροὺς καταβάλλει φόβος ἤτοι ὁ ἐχθρὸς φόβος ἢ ὁ τοῦ κυρίου χωρίζων αὐτοὺς τοῦ ὄκνου διὰ ἔργων ἀγαθῶν.

178

(1l)

18, 8.2 〈ψυχαὶ δὲ ἀνδρογύνων πεινάσουσιν〉
1 Ἀνδρόγυνός ἐστιν ὁ μήτε διδάσκειν ἄλλον δυνάμενος μήτε μανθάνειν ὑφ’ ἑτέρου βουλόμενος.

179

(1l)

18, 9 〈ὁ μὴ ἰώμενος ἑαυτὸν ἐν τοῖς ἔργοις αὐτοῦ
2lἀδελφός ἐστιν τοῦ λυμαινομένου ἑαυτόν〉
1Καὶ ὁ Παῦλός φησιν· «ἐὰν οὖν τις ἐκκαθάρῃ
ἑαυτόν, ἔσται σκεῦος χρήσιμον τῷ δεσπότῃ.»272

180

(1l)

18, 10 〈ἐκ μεγαλωσύνης ἰσχύος ὄνομα κυρίου·
2lαὐτῷ δὲ προσδραμόντες δίκαιοι ὑψοῦνται〉
1 Τὸ ὄνομα τοῦ κυρίου τὴν τοῦ θεοῦ γνῶσιν σημαίνει. Καὶ διὰ μὲν τοῦ ὀρθοῦ βίου προστρέχουσιν αὐτῷ οἱ δίκαιοι· διὰ δὲ θεωρίας ὑψοῦνται.

181

(1l)

18, 12 〈πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρὸς
2lκαὶ πρὸ δόξης ταπεινοῦται〉
1Ὥσπερ τῇ ὑπερηφανίᾳ ἕπεται συντριβή, οὕτως τῇ
ταπεινώσει δόξα.274

182

(1l)

18, 13 〈ὃς ἀποκρίνεται λόγον πρὶν ἀκοῦσαι,
2lἀφροσύνη αὐτῷ ἐστιν καὶ ὄνειδοσ〉
1 Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς μὴ λαβόντας μὲν γνῶσιν παρὰ θεοῦ, διδάσκειν δὲ ἄλλους ἐπιχειροῦντας. Καὶ ὁ Δαυίδ φησιν· «τοῦ ἀκοῦσαι φωνὴν αἰνέσεώς σου καὶ» τότε «διηγήσασθαι» καὶ ἄλλοις «τὰ θαυμάσιά
5σου». Καὶ πάλιν ὁ Σολομών φησιν· «ἃ εἶδον οἱ ὀφθαλμοί σου, λέγε.»

183

(1l)

18, 14 〈θυμὸν ἀνδρὸς πραΰνει θεράπων φρόνιμος·
2lὀλιγόψυχον δὲ ἄνδρα τίς ὑποίσει;〉
1 Ὥσπερ ὁ κύριος ἡμῶν πάρδαλις ἀπορουμένη λέγεται γίνεσθαι πρὸς τοὺς πλημμελοῦντας καὶ πέτρα σκανδάλου πρὸς τοὺς ἀπειθοῦντας, οὕτω καὶ ὀλιγόψυχος ἐπὶ τοῖς ἁμαρτάνουσιν. Δύναται δὲ ὀλιγόψυχον λέγειν καὶ
5τὸν πονηρὸν καὶ πάντα δαίμονα ἀρετῆς ἐκπεπτωκότα καὶ
γνώσεως.276

184

(1l)

18, 16 〈δόμα ἀνθρώπου ἐμπλατύνει αὐτὸν
2lκαὶ παρὰ δυνάσταις καθιζάνει αὐτόν〉
1 Τὸν βίον τὸν ὀρθὸν νῦν εἶπεν δόμα ἀνθρώπου, ὅστις αὐτὸν πλατύνει καὶ παρέχει τοῦ πληρώματος ἄξιον τοῦ θεοῦ, ὅπερ καθέδραν τῶν ἁγίων δυνάμεων ὀνομάζει· νοῦ γὰρ καθέδρα ἐστὶν ἕξις ἀρίστη δυσκίνητον ἢ ἀκίνητον
5διατηροῦσα τὸν καθεζόμενον.

185

(1l)

18, 18 〈ἀντιλογίας παύει κλῆρος·
2lἐν δὲ δυνάσταις ὁρίζει〉278
1 Ἄνοιαν παύει γνῶσις· αὕτη γάρ ἐστιν ὁ κλῆρος τῆς φύσεως τῆς λογικῆς.

186

(1l)

18, 21 〈θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης·
2lοἱ δὲ κρατοῦντες αὐτῆς ἔδονται τοὺς καρποὺς αὐτῆσ〉
1 Ἐνταῦθα λέγει τὴν ψυχὴν εἶναι θανάτου καὶ ζωῆς δεκτικήν, ἀφ’ ὧν τὸ αὐτεξούσιον αὐτῆς γεγονέναι κατασκευά‐ ζομεν.

187

(1l)

18, 22.1 〈ὃς εὗρεν γυναῖκα ἀγαθήν, εὗρεν χάριτας ...
2l18, 22a.2 ὁ δὲ κατέχων μοιχαλίδα ἄφρων καὶ ἀσεβήσ〉
1«Ὃς εὗρεν» σοφίαν «ἀγαθήν, εὗρεν χάριτας».

188

«Ὁ δὲ κατέχων» κακίαν «ἄφρων καὶ ἀσεβής».280

189

(1l)

19, 4 〈πλοῦτος προστίθησι φίλους πολλούς·
2lὁ δὲ πτωχὸς καὶ ἀπὸ τοῦ ὑπάρχοντος φίλου λείπεται〉
1 Πλοῦτος γνώσεως καὶ σοφίας προστίθησιν ἡμῖν ἀγγέλους πολλούς· ὁ δὲ ἀκάθαρτος καὶ ἀπὸ τοῦ δοθέντος αὐτῷ ἐκ παιδὸς ἀγγέλου χωρίζεται. Ἡ γὰρ πνευματικὴ φιλία ἐστὶν ἀρετὴ καὶ γνῶσις θεοῦ, δι’ ὧν συναπτόμεθα
5πρὸς φιλίαν ταῖς ἁγίαις δυνάμεσιν, εἴγε οἱ μετανοοῦντες ἄνθρωποι χαρᾶς αἴτιοι γίνονται τοῖς ἀγγέλοις. Οὕτως καὶ ὁ σωτὴρ φίλους καλεῖ τοὺς δούλους ποτὲ τῆς μείζονος αὐτοὺς θεωρίας καταξιώσας. Οὕτω καὶ Ἀβραὰμ πλουτήσας ἐν γνώσει τὴν μυστικὴν ἐκείνην παρατίθησι τράπεζαν τοῖς
10κατὰ τὴν μεσημβρίαν φίλοις φανεῖσιν αὐτῷ. Σαοὺλ δὲ καὶ ἀπὸ τοῦ ὑπάρχοντος φίλου διὰ τὴν κακίαν χωρίζεται· γέγραπται γὰρ «καὶ ἀπέστη πνεῦμα θεοῦ ἀπὸ Σαοὺλ καὶ πνεῦμα πονηρὸν παρὰ κυρίου ἔπνιγε τὸν Σαούλ», πνεῦμα κυρίου λέγων τὸν ἄγγελον· «ὁ ποιῶν γάρ, φησίν, τοὺς
15ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον.» Ὅτι δὲ καὶ ἄγγελοι τοὺς ἀνθρώπους πεπί‐ στευνται, διδάσκει ἐν τοῖς εὐαγγελίοις ὁ κύριος· «ὁρᾶτε,
λέγων, μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων, ὅτι οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ282
20πατρός μου τοῦ ἐν οὐρανοῖς.» Καὶ πάλιν ὁ Ἰακώβ· «ὁ ἄγγελος ὁ ῥυόμενός με ἀπὸ πάντων τῶν κακῶν». Καὶ ὁ Ζαχαρίας· «καὶ εἶπεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί.»

190

(1l)

19, 5 〈μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται·
2lὁ δὲ ἐγκαλῶν ἀδίκως οὐ διαφεύξεται〉
1 Ὅσοι τοὺς περὶ κρίσεως καὶ προνοίας ἀγνοοῦντες λόγους τὸν δημιουργὸν βλασφημοῦσιν, οὗτοι ἐγκαλοῦσιν ἀδίκως. Καὶ ὅσοι πάλιν ὑπὸ τῶν ἰδίων παθῶν ἐνοχλούμενοι νομίζουσιν ἀκατόρθωτον εἶναι τὴν ἀρετήν, οὗτοι τῷ δεδωκότι
5τὸν νόμον ἐγκαλοῦσιν ἀδίκως.284

191

(1l)

19, 7.3—4 〈ἔννοια ἀγαθὴ τοῖς εἰδόσιν αὐτὴν ἐγγιεῖ·
2lἀνὴρ δὲ φρόνιμος εὑρήσει αὐτήν〉
1 Τὴν τοῦ θεοῦ γνῶσιν νῦν ὠνόμασεν ἔννοιαν καὶ τοὺς εἰδότας αὐτὴν τοὺς καθαροὺς τῇ καρδίᾳ.

192

(1l)

19, 7.5—6 〈ὁ πολλὰ κακοποιῶν τελεσιουργεῖ κακίαν·
2lὃς δὲ ἐρεθίζει λόγους οὐ σωθήσεται〉
1Οἱ ἐμπαθεῖς λογισμοὶ ἐρεθίζουσι τὴν ψυχὴν πρὸς
κακίαν.286

193

(1l)

19, 10.1 〈οὐ συμφέρει ἄφρονι τρυφή〉
1 Οὔτε ἡ νοητὴ τρυφὴ οὔτε ἡ αἰσθητὴ συμφέρει τῷ ἄφρονι. Τὴν μὲν γὰρ καταπατήσει τοῖς ποσί, χοῖρος φιλήδονος ὤν· ὑπὸ δὲ τῆς αἰσθητῆς τρυφῆς ἡ σὰρξ αὐτοῦ κινηθήσεται.

194

(1l)

19, 11 〈ἐλεήμων ἀνὴρ μακροθυμεῖ·
2lτὸ δὲ καύχημα αὐτοῦ ἐπέρχεται παρανόμοισ〉
1 Εἰ ὁ καυχώμενος ὀρθῶς ἐν κυρίῳ καυχᾶται, ὁ δὲ κύριος ἡμῶν σοφία ἐστίν, ὁ καυχώμενος ἄρα ὀρθῶς ἐν σοφίᾳ καυχᾶται. Τὸ καύχημα τοίνυν τοῦ μακροθύμου καὶ ἐλεήμονος, ὅπερ ἐστὶν ἡ σοφία καὶ ἡ γνῶσις αὐτοῦ,
5ἐπέρχεται τοῖς παρανόμοις, ἀπαλλάττον αὐτοὺς τῆς κακίας
νῦν μὲν ἐνδεχομένως, ἀναγκαίως δὲ ἐν τῷ αἰῶνι τῷ μέλλοντι.288

195

(1l)

19, 12 〈βασιλέως ἀπειλὴ ὁμοία βρυγμῷ λέοντος·
2lὥσπερ δὲ δρόσος ἐπὶ χόρτῳ, οὕτως τὸ ἱλαρὸν αὐτοῦ〉
1 Ὁ κύριος ἡμῶν πῦρ μὲν καταναλίσκον καὶ λέων ὀργιζόμενος γίνεται πρὸς τοὺς ἁμαρτάνοντας, κατακαίων ξύλα, χόρτον, καλάμην καὶ τὴν σάρκα τὴν στρατευομένην κατὰ τοῦ πνεύματος ἀναλίσκων· φῶς δὲ καὶ δρόσος πρὸς
5τοὺς κατορθοῦντας, δεικνὺς αὐτοῖς τῶν γεγονότων τοὺς λόγους καὶ κατασβεννύων τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ
καὶ περιψύχων τὸν ἐκ τῆς πρακτικῆς συμβαίνοντα καύσωνα.290

196

(1l)

19, 13.2 〈οὐχ ἁγναὶ εὐχαὶ ἀπὸ μισθώματος ἑταίρασ〉
1 Τὴν ἀκάθαρτον ψυχὴν ἑταίραν ὠνόμασεν καὶ ταύτης τὸ μίσθωμα τὴν κατάστασιν εἴρηκεν, ἀφ’ ἧς οὐ καθαραὶ γίνονται προσευχαί.

197

(1l)

19, 14 〈οἶκον καὶ ὕπαρξιν μεριοῦσι πατέρες παισίν·
2lπαρὰ δὲ κυρίου ἁρμόζεται γυνὴ ἀνδρί〉
1 Τὸ μὲν διδάσκειν τοὺς υἱοὺς περὶ ἀρετῆς καὶ γνώσεως θεοῦ τῶν πατέρων ἐστίν· τὸ δὲ σοφίαν δοῦναι τοῖς παισὶ τοῦ κυρίου ἐστίν. Γυναῖκα γὰρ ἐνταῦθα τὴν σοφίαν λέγει· «ἐράσθητι γάρ, φησί, τῆς σοφίας καὶ τηρήσει σε· τίμησον
5αὐτήν, ἵνα σε περιλάβῃ.»

198

(1l)

19, 16 〈ὃς φυλάσσει ἐντολὴν τηρεῖ τὴν ἑαυτοῦ ψυχήν·
2lὁ δὲ καταφρονῶν τῶν ἑαυτοῦ ὁδῶν ἀπολεῖται〉292
1 Αἱ ἐντολαὶ ὡς πρὸς μὲν τὸν ἐντειλάμενον θεὸν καλοῦνται ἐντολαί· ὡς δὲ πρὸς τὸν ὁδεύοντα νοῦν ἐν αὐταῖς καλοῦνται ὁδοί. Καὶ πάλιν ἐπειδὴ ἐπὶ μαρτύρων οὐρανοῦ καὶ γῆς ἐδόθησαν, αἱ ἐντολαὶ λέγονται μαρτύρια· διὸ
5καὶ ὁ δεξάμενος αὐτὰ νοῦς ὀνομάζεται μάρτυς, ὅστις ψευσά‐ μενος αὐτὰ οὐκ ἀτιμώρητος ἔσται.

199

(1l)

19, 17 〈δανίζει θεῷ ὁ ἐλεῶν πτωχόν·
2lκατὰ δὲ τὸ δόμα αὐτοῦ ἀνταποδώσει αὐτῷ〉
1 Δόμα νῦν τὴν καθαρότητα τῆς καρδίας ὠνόμασεν· κατ’ ἀναλογίαν γὰρ τῆς ἀπαθείας ἡμῶν καταξιούμεθα γνώσεως.

200

(1l)

19, 19 〈κακόφρων ἀνὴρ πολλὰ ζημιωθήσεται·
2lἐὰν δὲ λοιμεύηται, καὶ τὴν ψυχὴν αὐτοῦ προσθήσει〉
1 Ἐγὼ νομίζω τὴν μὲν πολλὴν ζημίαν στέρησιν περιέχειν τῆς θεωρίας τῶν γεγονότων, τὴν δὲ προσθήκην τῆς ψυχῆς ἀφανισμὸν τῶν φυσικῶν περὶ θεοῦ ἐννοιῶν,
παντάπασιν αὐτῆς εἰς ἀλογίαν περιπεσούσης. Καὶ ὁ σωτὴρ294
5δὲ ἐν τοῖς εὐαγγελίοις φησίν· «τί ὠφεληθήσεται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ» ἀπολέσῃ καὶ «ζημιωθῇ». Ἀλλ’ ἐνταῦθα μὲν ἡ ἀπώλεια τὴν ἄγνοιαν σωμάτων καὶ ἀσωμάτων ἐμφαίνει· ἡ δὲ ζημία τὴν ἐσχάτην ἀλογίαν παρίστησιν.

201

(1l)

19, 20 〈ἄκουε, υἱέ, παιδείαν πατρός σου,
2lἵνα σοφὸς γένῃ ἐπ’ ἐσχάτων σου〉
1 Μετὰ τὴν ὀρθὴν πολιτείαν ἐστὶν ἡ γνῶσις. Τὸ γὰρ ἐπ’ ἐσχάτων ἐνταῦθα οὐ τὸν χρόνον σημαίνει, ἀλλὰ τὴν μετὰ τὰς πρακτικὰς ἀρετὰς καθαρότητα.

202

(1l)

19, 23 〈φόβος κυρίου εἰς ζωὴν ἀνδρί·
2lὁ δὲ ἄφοβος αὐλισθήσεται ἐν τόποις οὗ οὐκ ἐπισκοπεῖται γνῶσισ〉296
1 Εἰ «φόβος κυρίου εἰς ζωὴν ἀνδρί», «φόβος δὲ κυρίου παιδεία καὶ σοφία», ζωὴ τοῦ ἀνδρὸς παιδεία ἐστὶ καὶ σοφία. Ἀλλ’ ὁ Χριστὸς λέγει· «ἐγώ εἰμι ἡ ζωή»· ὁ Χριστὸς ἄρα ἐστὶν παιδεία καὶ σοφία. Τὸ οὖν «γνῶναι
5παιδείαν καὶ σοφίαν» γνῶναί ἐστιν τὸν Χριστόν. Ὁ οὖν ἄφοβος ἔσται ἐν κακίᾳ καὶ ἀγνωσίᾳ, ἐν αἷς οὐκ ἔστιν Χριστός.

203

(1l)

19, 24 〈ὁ ἐγκρύπτων εἰς τὸν κόλπον αὐτοῦ χεῖρας ἀδίκως
2lοὐδὲ τῷ στόματι οὐ μὴ προσαγάγῃ αὐτάσ〉
1 Ὁ μὴ ὀρθῶς βιοὺς κρύπτει ἐν τῇ ψυχῇ αὐτοῦ τὰς χεῖρας ἀδίκως, τὴν ἑαυτοῦ γῆν ἐργάσασθαι μὴ βουλόμενος μηδ’ ἐμπλησθῆναι ἄρτων· αἱ γὰρ πρακτικαὶ ἀρεταὶ χειρῶν ἐπέχουσι λόγον, τὸν ἄρτον τῷ στόματι ἡμῶν προσφέ‐
5ρουσαι τὸν ἀπὸ τῶν οὐρανῶν καταβάντα καὶ ζωὴν διδόντα
τῷ κόσμῳ.298

204

(1l)

19, 26 〈ὁ ἀτιμάζων πατέρα καὶ ἀπωθούμενος μητέρα αὐτοῦ
2lκαταισχυνθήσεται καὶ ἐπονείδιστος ἔσται〉
1 Διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζει καὶ τὴν μητέρα δὲ ἀπωθεῖται, ἥτις ἐστὶν ἡ παιδεία, εἴπερ «ἀνὴρ δίκαιος γεννᾶται εἰς ζωήν». Ἡ δὲ δικαιοσύνη ἀπὸ πασῶν συνίσταται τῶν ἀρετῶν.

205

(1l)

19, 27 〈υἱὸς ἀπολειπόμενος φυλάξαι παιδείαν πατρὸς
2lμελετήσει ῥήσεις κακάσ〉
1 Οἱ ἀκάθαρτοι λογισμοὶ ῥήσεις εἰσὶ κακαὶ ἐν τῇ ψυχῇ γεννώμεναι τοῦ μὴ τετηρηκότος τὰς ἐντολὰς τοῦ ἐπουρανίου πατρός.

206

(1l)

20, 1.1 〈ἀκόλαστον οἶνος καὶ ὑβριστικὸν μέθη〉
1Εἰ «θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν», ἀκόλαστον
δὲ ὁ οἶνος, ἀκόλαστον ἄρα ὁ θυμός, ἀκολάστους τοὺς ἀνθρώπους ποιῶν, καὶ ὑβριστικὸν ἡ ὀργή· αὕτη γὰρ ἡ μέθη ἀπὸ ζέοντος τοῦ θυμοῦ πέφυκε γίνεσθαι. Εἰ δὲ οἴνου300
5οἱ ναζιραῖοι κατὰ τὸν νόμον ἀπέχονται, θυμοῦ ἄρα τοὺς ναζιραίους ἐκτὸς εἶναι νενομοθέτηται.

207

(1l)

20, 2 〈οὐ διαφέρει ἀπειλὴ βασιλέως θυμοῦ λέοντος·
2lὁ δὲ παροξύνων αὐτὸν ἁμαρτάνει εἰς τὴν ἑαυτοῦ ψυχήν〉
1 Ἐνταῦθα τὸν Χριστὸν ἄντικρυς εἴρηκε βασιλέα· ὁ γὰρ τοῦτον διὰ τῶν ἁμαρτιῶν παροξύνων ἁμαρτάνει εἰς
τὴν ἑαυτοῦ ψυχήν.302

208

(1l)

20, 4 〈ὀνειδιζόμενος ὀκνηρὸς οὐκ αἰσχύνεται·
2lὡσαύτως καὶ ὁ δανιζόμενος σῖτον ἐν ἀμήτῳ〉
1 Εἰ ἔστιν ἐν ἀμήτῳ σῖτον δανείσασθαι, ἔστιν καὶ ἐν τῷ αἰῶνι τῷ μέλλοντι νοητὸν σῖτον δανείσασθαι παρὰ τῶν ἐργασαμένων ἐν τοῖς ἓξ ἔτεσι τὴν ἑαυτῶν γῆν καὶ τρεφόντων ἐν τῷ ἑβδόμῳ ἔτει χήρας καὶ ὀρφανούς.

209

(1l)

20, 7 〈ὃς ἀναστρέφεται ἄμωμος ἐν δικαιοσύνῃ,
2lμακαρίους τοὺς παῖδας αὐτοῦ καταλείψει〉
1Οὓς κατ’ ἀρετὴν δηλονότι γεγέννηκεν.304

210

(1l)

20, 9a 〈κακολογοῦντος πατέρα ἢ μητέρα σβεσθήσεται λαμπτήρ·
2lαἱ δὲ κόραι τῶν ὀφθαλμῶν αὐτοῦ ὄψονται σκότοσ〉
1 Δύναται ὁ αὐτὸς Χριστὸς κατ’ ἐπίνοιαν καὶ πατὴρ εἶναι καὶ μήτηρ· πατὴρ μὲν τῶν πνεῦμα ἐχόντων υἱοθεσίας, μήτηρ δὲ τῶν δεομένων γάλακτος καὶ οὐ στερεᾶς τροφῆς. Καὶ γὰρ ὁ ἐν Παύλῳ λαλῶν Χριστὸς πατὴρ μὲν τῶν
5Ἐφεσίων ἐγίνετο, σοφίας αὐτοῖς ἀποκαλύπτων μυστήρια, μήτηρ δὲ Κορινθίων, γάλα ποτίζων αὐτούς.

211

(1l)

20, 9b 〈μερὶς ἐπισπουδαζομένη ἐν πρώτοις,
2lἐν τοῖς τελευταίοις οὐκ εὐλογηθήσεται〉
1«Ἣ πρὸς καιρὸν λιπαίνει» μερὶς «σὸν φάρυγγα·
ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις».306

212

(1l)

20, 9c 〈μὴ εἴπῃς· τίσομαι τὸν ἐχθρόν·
2lἀλλὰ ὑπόμεινον τὸν κύριον, ἵνα σοι βοηθήσῃ〉
1 Μὴ εἴπῃς καθ’ ὑπερηφανίαν κινούμενος· ἐγὼ μόνος τοῖς ἐχθροῖς πολεμήσω· ἀλλ’ ὑπόμεινον τὸν κύριον, ἵνα σοι βοηθήσῃ. Καὶ ὁ Δαυίδ φησιν· «οὐκ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ καὶ ἡ ῥομφαία μου οὐ σώσει με.» Καὶ πάλιν·
5«ψευδὴς ἵππος εἰς σωτηρίαν» καὶ «ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον καὶ φυλάξῃ πόλιν».

213

(1l)

20, 10 〈στάθμιον μέγα καὶ μικρὸν καὶ μέτρα δισσά,
2lἀκάθαρτα ἐνώπιον κυρίου καὶ ἀμφότερα〉
1 Τὸν παρά τισι θρασύδειλον λεγόμενον στάθμιον μέγα καὶ μικρὸν εἶναι νομίζω καὶ καθόλου πᾶσαν ὑπερβολὴν καὶ ἔλλειψιν στάθμιον μέγα καὶ μικρὸν εἶναι νομίζω·
ἑκάτερα γὰρ κακίαι.308

214

Ὁ εὖ μὲν πάσχειν ὑφ’ ἑτέρου βουλόμενος, αὐτὸς δὲ ὁμοίως ἄλλους ἀναπαύειν μὴ προαιρούμενος, μέτρα ἔχει δισσά, μὴ πειθόμενος τῇ ἐντολῇ τῇ λεγούσῃ· «πάντα ὅσα θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, ταῦτα καὶ ὑμεῖς
5ὁμοίως ποιεῖτε αὐτοῖς.»

215

(1l)

20, 12 〈οὖς ἀκούει καὶ ὀφθαλμὸς ὁρᾷ·
2lκυρίου ἔργα καὶ ἀμφότερα〉
1 Οὐχ ὁ κακῶς ὁρῶν ὀφθαλμὸς ἔργον ἐστὶ τοῦ κυρίου, ἀλλ’ ὁ ὁρῶν· καὶ οὐ τὸ κακῶς ἀκοῦον οὖς ἔργον ἐστὶ τοῦ κυρίου, ἀλλὰ τὸ ἀκοῦον· καὶ ἐπὶ τῶν ἄλλων δὲ μελῶν τοῦ σώματος ὡσαύτως λεκτέον. Χρήσῃ δὲ τῷ ῥητῷ τούτῳ
5πρὸς τοὺς κακηγοροῦντας ἡμῶν τοῦτο τὸ σῶμα καὶ τὸν
δημιουργὸν ἐνυβρίζοντας.310

216

(1l)

20, 13 〈μὴ ἀγάπα καταλαλεῖν, ἵνα μὴ ἐξαρθῇς·
2lδιάνοιξον δὲ τοὺς ὀφθαλμούς σου καὶ ἐμπλήσθητι ἄρτων〉
1 Διὰ μὲν τῶν ἀρετῶν ἀνοίγομεν τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς· διὰ δὲ τῆς σοφίας νοητῶν πληρούμεθα ἄρτων.

217

(1l)

20, 23 〈βδέλυγμα κυρίῳ δισσὸν στάθμιον
2lκαὶ ζυγὸς δόλιος οὐ καλὸν ἐνώπιον αὐτοῦ〉
1 Ζυγὸν δόλιον λέγει τὸν νοῦν πεφυκότα μὲν δικαίως κρίνειν τὰ πράγματα, παρακλίνοντα δὲ τῇ τοῦ αὐτεξουσίου ῥοπῇ.

218

(1l)

20, 24 〈παρὰ κυρίου εὐθύνεται διαβήματα ἀνδρί·
2lθνητὸς δὲ πῶς ἂν νοήσαι τὰς ὁδοὺς αὐτοῦ;〉
1Οὐ δύναται νοῆσαι τὰς ὁδοὺς κυρίου ὁ ἔτι θνητὸς
καὶ μὴ συναποθανὼν τῷ Χριστῷ.312

219

(1l)

20, 25 〈παγὶς ἀνδρὶ ταχύ τι τῶν ἰδίων ἁγιάσαι·
2lμετὰ γὰρ τὸ εὔξασθαι μετανοεῖν γίνεται〉
1 Ἡ ἐπὶ τοῖς ἀγαθοῖς μετάνοια οὐ δικαίοις συμβαίνει, ἀλλὰ ἀδίκοις. Ἄδικοι δὲ μηδὲν ἀπερισκέπτως ὑπισχνείσθωσαν τῷ θεῷ· «μετὰ γὰρ τὸ εὔξασθαι μετανοεῖν γίνεται.»

220A

(1l)

20, 26 〈λικμήτωρ ἀσεβῶν βασιλεὺς σοφὸς
2lκαὶ ἐπιβαλεῖ αὐτοῖς τροχόν〉
1Χωρίζων τὰ ἄχυρα ἀπὸ τοῦ σίτου.314

220B

«Ποίησον αὐτοὺς ὡς τροχόν.»

221

(1l)

20, 27 〈φῶς κυρίου πνοὴ ἀνθρώπων,
2lἡ λύχνος ὃς ἐρευνᾷ ταμίεια κοιλίασ〉
1 Εἰ τὸ φῶς τοῦ κυρίου ἡ γνῶσις τοῦ κυρίου ἐστί, τὸ δὲ φῶς τοῦ κυρίου ἡ πνοὴ τῶν ἀνθρώπων ἐστίν, ἡ ἄρα γνῶσις τοῦ κυρίου ἡ πνοὴ τῶν ἀνθρώπων ἐστίν. Τὸν δὲ ἐν ἀγνοίᾳ διάβολον φαίνειν δοκοῦντα λύχνον ὠνόμασεν
5ἐκκενοῦντα τὸν νοῦν τῶν ἀγαθῶν καὶ μετασχηματιζόμενον εἰς ἄγγελον φωτός.

222

(1l)

21, 3 〈ποιεῖν δίκαια καὶ ἀληθεύειν
2lἀρεστὰ παρὰ θεῷ μᾶλλον ἢ θυσιῶν αἷμα〉
1Ἐκβάλλει τὸ ῥητὸν τοῦτο τὴν διὰ τῶν ἀλόγων ζῴων
θυσίαν· «θυσία γὰρ τῷ θεῷ πνεῦμα συντετριμμένον.»316

223

(1l)

21, 8 〈πρὸς τοὺς σκολιοὺς σκολιὰς ὁδοὺς ἀποστελεῖ ὁ θεός·
2lἁγνὰ γὰρ καὶ ὀρθὰ τὰ ἔργα αὐτοῦ〉
1 Εἰ ἁγνὰ καὶ ὀρθὰ τὰ ἔργα τοῦ θεοῦ, ἓν δὲ τῶν ἔργων αὐτοῦ ἐστιν καὶ ὁ νοῦς, ὀρθὸς ἄρα καὶ ἁγνὸς ἐκτίσθη παρὰ τοῦ κυρίου ὁ νοῦς.

224

(1l)

21, 9 〈κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας ὑπαίθρου
2lἢ ἐν κεκονιαμένοις μετὰ ἀδικίας καὶ ἐν οἴκῳ κοινῷ〉
1 Τῷ οἴκῳ τῷ κεκονιαμένῳ καὶ κοινῷ τὴν ὕπαιθρον γωνίαν ἀντέθηκεν. Εἰ δὲ ὁ οἶκος ὁ κεκονιαμένος καὶ κοινὸς ἡ κακία ἐστίν, ἡ ὕπαιθρος γωνία ἡ ἀρετή ἐστιν. Γωνία τοίνυν ὕπαιθρός ἐστιν πρᾶξις θεωρίας ἐφαπτομένη καὶ
5φωτιζομένη ὑπὸ τῆς δικαιοσύνης ἡλίου. Καλῶς δὲ καὶ ὁ Παῦλος τὸν ἀρχιερέα τῶν Ἰουδαίων τοῖχον εἶπεν κεκο‐ νιαμένον τυπτηθησόμενον ὑπὸ τοῦ θεοῦ. Καὶ ὁ σωτὴρ δὲ ἐν τοῖς εὐαγγελίοις τοὺς φαρισαίους τάφους εἶπεν κεκο‐ νιαμένους. Εὖ δὲ καὶ τὸ ἐπὶ γωνίας εἰπεῖν ἔνθα ὁ λίθος
10κεῖται ὁ ἀποδοκιμασθεὶς ὑπὸ τῶν οἰκοδόμων καὶ γενόμενος κεφαλὴ γωνίας. Κοινὸν δὲ εἶπεν ὁ μὴ τοῦ ἑνός ἐστιν θεοῦ.318

225

(1l)

21, 14 〈δόσις λάθριος ἀνατρέπει ὀργάς·
2lδώρων δὲ ὁ φειδόμενος θυμὸν ἐγείρει ἰσχυρόν〉
1 Δόσις λάθριός ἐστιν, ἵν’ ὃ ποιεῖ ἡ δεξιὰ μὴ γινώσκῃ ἡ ἀριστερά.

226

(1l)

21, 16 〈ἀνὴρ πλανώμενος ἐξ ὁδοῦ δικαιοσύνης
2lἐν συναγωγῇ γιγάντων ἀναπαύσεται〉
1Ἡ συναγωγὴ τῶν γιγάντων ἡ κακία καὶ ἡ ἀγνωσία
ἐστίν.320

227

(1l)

21, 19 〈κεῖσσον οἰκεῖν ἐν γῇ ἐρήμῳ
2lἢ μετὰ γυναικὸς μαχίμου καὶ γλωσσώδους καὶ ὀργίλου〉
1 Καὶ ὁ Δαυίδ φησιν· «ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ, οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι.» Ἔρημος τοίνυν γῆ ἐστιν ἡ ἀρετὴ ἡ μὴ ἔχουσα τοὺς παλαιοὺς ἀνθρώπους οἰκοῦντας τοὺς φθειρομένους κατὰ τὰς ἐπιθυμίας τῆς
5ἀπάτης. Διὸ οὐδὲ εὑρίσκει ἐν αὐτῇ ἀνάπαυσιν ὁ διάβολος, εἴγε «διέρχεται δι’ ἀνύδρων τόπων ζητῶν ἀνάπαυσιν καὶ οὐχ εὑρίσκει»· «αὐτὸς γὰρ βασιλεύς ἐστι πάντων τῶν ἐν τοῖς ὕδασι»· καὶ πάλιν τῆς σοφίας· «στεγναί, φησίν, αἱ διατριβαὶ οἴκων αὐτῆς.» Εἰ δὲ τοῦτο, οὐκοῦν
10καὶ ἡ γυνὴ ἡ μάχιμος καὶ γλωσσώδης καὶ ὀργίλος ἡ κακία ἐστίν, ἥτις τὸν συζῶντα αὐτῇ ποιεῖ μάχιμον καὶ γλωσσώδη
καὶ ὀργίλον.322

228

(1l)

21, 20 〈θησαυρὸς ἐπιθυμητὸς ἀναπαύσεται ἐπὶ στόματος σοφο ἐπὶ στόματος σοφοῦ·
2lἄφρονες δὲ ἄνδρες καταπίονται αὐτόν〉
1 Σοφία κυρίου ἀναπαύσεται ἐν καρδίᾳ σοφοῦ· ἄφρονες δὲ ἄνδρες διαφθεροῦσιν αὐτήν.

229

(1l)

21, 22 〈πόλεις ὀχυρὰς ἐπέβη σοφὸς
2lκαὶ καθεῖλεν τὸ ὀχύρωμα, ἐφ’ ᾧ ἐπεποίθεισαν οἱ ἀσεβεῖσ〉
1 Ἡ σοφία ἐστὶν πόλις ὀχυρά, ἐν ᾗ οἱ σοφοὶ κατοικοῦσι «λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ».

230

(1l)

21, 23 〈ὃς φυλάσσει τὸ στόμα αὐτοῦ καὶ τὴν γλῶσσαν
2lδιατηρεῖ ἐκ θλίψεως τὴν ψυχὴν αὐτοῦ〉
1 Στόμα καὶ γλῶσσαν ψυχὴν καὶ νοῦν· ψυχὴν δέ φασιν θυμὸν καὶ ἐπιθυμίαν, ὅπερ τινὲς παθητικὸν μέρος
ὀνομάζουσι τῆς ψυχῆς.324

231

(1l)

21, 26 〈ἀσεβὴς ἐπιθυμεῖ ὅλην τὴν ἡμέραν ἐπιθυμίας κακάς·
2lὁ δὲ δίκαιος ἐλεᾷ καὶ οἰκτείρει ἀφειδῶσ〉
1 Ἀγγέλων μὲν τὸ μὴ ἐπιθυμεῖν ποτε ἐπιθυμίας κακάς· ἀνθρώπων δὲ τό ποτε μὲν ἐπιθυμεῖν, ποτὲ δὲ μὴ ἐπιθυμεῖν ἐπιθυμίας κακάς· δαιμόνων δὲ τὸ ἀεὶ ἐπιθυμεῖν ἐπιθυμίας κακάς. Τὸ γὰρ ὅλην τὴν ἡμέραν τὸ διὰ βίου δηλοῖ.
5Τοιοῦτόν ἐστιν καὶ τὸ «ἐν φόβῳ κυρίου ἴσθι ὅλην τὴν ἡμέραν», ἀντὶ τοῦ διὰ βίου.

232

(1l)

21, 31 〈ἵππος ἑτοιμάζεται εἰς ἡμέραν πολέμου·
2lπαρὰ δὲ κυρίου ἡ βοήθεια〉
1 Ἵππον λέγει τὸν νοῦν· «ἐπιβήσῃ γάρ, φησίν, ἐπὶ τοὺς ἵππους σου καὶ ἡ ἱππασία σου σωτηρία»· καὶ ἐπὶ τοῦ Παύλου ὁ κύριος «τοῦ βαστάσαι τὸ ὄνομά μού»
φησιν.326

233

(1l)

22, 1 〈αἱρετώτερον ὄνομα καλὸν ἢ πλοῦτος πολύς·
2lὑπὲρ δὲ ἀργύριον καὶ χρυσίον χάρις ἀγαθή〉
1 Τὴν σημαινομένην ἀρετὴν ὑπὸ τοῦ οἰκείου ὀνόματος ὄνομα εἶπεν καλόν· τοῦτο γὰρ τὸ ὄνομα καλόν ἐστιν ὅπερ ἔχει τὸ σημαινόμενον ἀγαθόν. Οὕτως οὐδὲ τὴν ἄδικον γυναῖκα δικαιοσύνην καλουμένην ἐπαινέσομεν, ἀλλὰ τὴν
5ἔχουσαν τὴν δικαιοσύνην, κἂν ἀδικία ὀνομάζηται.

234

(1l)

22, 2 〈πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλήλοις·
2lἀμφοτέρους δὲ ὁ κύριος ἐποίησεν〉
1 Ὁ μὲν πλούσιος διὰ τῶν ἐλεημοσυνῶν καθαίρει θυμόν, κτώμενος τὴν ἀγάπην· ὁ δὲ πένης διὰ τῆς πενίας
ταπεινοφρονεῖν ἐκδιδάσκεται.328

235

(1l)

22, 4 〈γενεὰ σοφίας φόβος κυρίου
2lκαὶ πλοῦτος καὶ δόξα καὶ ζωή〉
1 «Αὗται αἱ γενέσεις Νῶε», αὗται αἱ γενέσεις Ἀβραάμ.

236

(1l)

22, 5 〈τρίβολοι καὶ παγίδες ἐν ὁδοῖς σκολιαῖς·
2lὁ δὲ φυλάσσων τὴν ἑαυτοῦ ψυχὴν ἀφέξεται αὐτῶν〉
1 Καὶ ὁ κύριος τῷ Ἀδάμ φησιν· «ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι» ἡ γῆ, τουτέστιν ἡ ψυχή. Ἀκάνθας δὲ καὶ τριβόλους λέγει τὰς ἁμαρτίας, ἀφ’ ὧν καὶ ὁ στέφανος ἐπλάκη τοῦ Χριστοῦ· αὐτὸς γὰρ ἦρε τὴν ἁμαρτίαν τοῦ
5κόσμου.330

237

(1l)

22, 7 〈πλούσιοι πτωχῶν ἄρξουσιν
2lκαὶ οἰκέται ἰδίοις δεσπόταις δανιοῦσιν〉
1 Ἐν τῷ αἰῶνι τῷ μέλλοντι οἱ ἐν παντὶ πλουτισθέντες ἐν πάσῃ γνώσει καὶ πάσῃ σοφίᾳ ἄρξουσιν τῶν ἀκαθάρτων καὶ ἐστερημένων τούτου τοῦ πλούτου. Τίνες δὲ οἱ οἰκέται καὶ τίνες οἱ δεσπόται, νῦν οὐκ ἀναγκαῖον δημοσιεύειν διὰ
5τὸ εἶναι τὸν περὶ αὐτῶν λόγον μυστικὸν καὶ βαθύτερον.

238

(1l)

22, 8a 〈ἄνδρα ἱλαρὸν καὶ δότην εὐλογεῖ ὁ θεός·
2lματαιότητα δὲ ἔργων αὐτοῦ συντελέσει〉
1 Τὴν ματαιότητα τῶν ἔργων διὰ τῆς ἀρετῆς ὁ κύριος καὶ τῆς γνώσεως συντελεῖ.

239

(1l)

22, 9a 〈νίκην καὶ τιμὴν περιποιεῖται ὁ δῶρα διδούς,
2lτὴν μέντοι ψυχὴν ἀφαιρεῖται τῶν κεκτημένων〉332
1 Δῶρα τοῦ ἀνθρώπου τὰς ἀρετὰς ὀνομάζει, δι’ ὧν νικῶν τὸν διάβολον τίμιον ἑαυτὸν παρέχει θεῷ καὶ ἀφαι‐ ρεῖται τὴν ἑαυτοῦ ψυχὴν ἀπὸ τῶν κτησαμένων αὐτὴν δαι‐ μόνων.

240

(1l)

22, 10 〈ἔκβαλε ἐκ συνεδρίου λοιμὸν καὶ συνεξελεύσεται αὐτῷ νεῖκος·
2lὅταν γὰρ καθίσῃ ἐν συνεδρίῳ, πάντας ἀτιμάζει〉
1 Τὴν χειρίστην κατάστασιν συνέδριον εἶπεν, ἀφ’ ἧς ὁ σοφὸς Σολομὼν ἐκβάλλεσθαι τὸν ἄνθρωπον βούλεται διὰ πνευματικῆς διδασκαλίας· τὸ δὲ νεῖκος τὴν φιλονεικίαν σημαίνει. Δύναται δὲ λοιμὸν καὶ τὸν διάβολον λέγειν, ὃν
5δεῖ ἀποδιώκειν τῆς ψυχῆς. Ἐὰν γὰρ καθίσῃ ἐν αὐτῇ, διὰ τῆς ἀκαθαρσίας πάντας τοὺς ὀρθοὺς λογισμοὺς ἀτιμάζει. Συνέδριον δὲ καὶ ὁ ἀπόστολος τὴν ψυχὴν ἀποδείκνυσι, δι’ ὧν κατηγοροῦντας λογισμοὺς εἰσάγει καὶ ἀπολογουμένους· «μεταξὺ γάρ, φησίν, ἀλλήλων τῶν λογισμῶν κατηγο‐
10ρούντων ἢ καὶ ἀπολογουμένων»· ὅπου δὲ κατηγορία
καὶ ἀπολογία, ἐκεῖ καὶ συνέδριον.334

241

(1l)

22, 11.3 〈χείλεσι ποιμαίνει βασιλεύς·
2l22, 12 οἱ δὲ ὀφθαλμοὶ κυρίου διατηρήσουσιν αἴσθησιν·
3lφαυλίζει δὲ λόγους παράνομοσ〉
1 Ὁ διατηρῶν τὰς ψυχὰς ἡμῶν κύριος αὐτὸς καὶ διὰ τῆς πνευματικῆς γνώσεως ποιμαίνει ἡμᾶς, ἥντινα γνῶσιν φαυλίζει ὁ παραβαίνων τὸν νόμον αὐτοῦ. Σημειωτέον δὲ ὅτι βασιλεὺς ὢν ὁ Χριστὸς λέγεται διὰ τῆς συγκαταβάσεως
5ποιμαίνειν ἡμᾶς· «ἐγὼ γάρ, φησίν, εἰμὶ ὁ ποιμὴν ὁ καλός.» Εἰ δὲ βασιλεὺς μέν ἐστι βασιλευόντων, ποιμὴν δὲ προβά‐ των, ἔσται ποτὲ μόνον βασιλεύς, τῶν προβάτων εἰς τὸ βασιλικὸν μεταβάντων ἀξίωμα.

242

(1l)

22, 13 〈προφασίζεται καὶ λέγει ὀκνηρός·
2lλέων ἐν ταῖς ὁδοῖς, ἐν δὲ ταῖς πλατείαις φονευταί〉
1 Ὁ ἐχθρὸς ἡμῶν διάβολος ὡς λέων περιέρχεται ζητῶν τίνα καταπίῃ, ὅντινα φοβούμενος ὁ ὀκνηρὸς πρὸς
τὴν ἐργασίαν τῶν ἀρετῶν ἀναδύεται.336

243

(1l)

22, 14 〈βόθρος βαθὺς στόμα παρανόμου·
2lὁ δὲ μισηθεὶς ὑπὸ κυρίου ἐμπεσεῖται εἰς αὐτόν〉
1 Ὁ Ἰὼβ οὐ μισηθεὶς ὑπὸ κυρίου, ἀλλὰ δοκιμῆς ἕνεκεν ἐμπέπτωκεν εἰς αὐτόν.

244

(1l)

22, 15 〈ἄνοια ἐξῆπται καρδίας νέου·
2lῥάβδος δὲ καὶ παιδεία μακρὰν ἀπ’ αὐτοῦ〉
1 Μακρὰν ἀπὸ τῆς καρδίας τοῦ ἄφρονός ἐστιν ἡ ῥάβδος ἡ ἐκ τῆς ῥίζης Ἰεσσαί.

245

(1l)

22, 16 〈ὁ συκοφαντῶν πένητα πολλὰ ποιεῖ τὰ ἑαυτοῦ κακά·
2lδίδωσιν δὲ πλουσίῳ ἐπ’ ἐλάσσονι〉
1 Ὥσπερ ὁ διάβολος συκοφαντεῖ ἡμᾶς, λαμβάνων παρ’ ἡμῶν τὰς ἀρετὰς ἃς μὴ δέδωκεν ἡμῖν, οὕτω καὶ ἡμεῖς
συκοφαντοῦμεν αὐτόν, λαμβάνοντες παρ’ αὐτοῦ τὰς κακίας ἃς μὴ δεδώκαμεν αὐτῷ. Καὶ καθὸ μὲν λαμβάνομεν παρ’338
5αὐτοῦ τὰς κακίας, ὡς παρὰ πένητος ἐν ἀρεταῖς λαμβάνομεν· καθὸ δὲ τὰς ἀρετὰς ἡμῶν διδόαμεν αὐτῷ ἐπ’ ἐλαττώσει ἡμῶν, ὡς πλουσίῳ ἐν κακίᾳ διδόαμεν. Ἔλεγεν δέ τις τῶν γερόντων ὅτι ἡμεῖς ἐσμὲν οἱ συκοφάνται οἱ Χριστὸν συκο‐ φαντοῦντες πτωχεύσαντα δι’ ἡμᾶς καὶ μηδὲν ὀφείλοντα
10ἡμῖν καὶ λαμβάνοντες παρ’ αὐτοῦ πολλὰ καὶ διδόντες τῷ σατανᾷ ἐπὶ ταπεινώσει τῶν ἡμετέρων ψυχῶν.

246

(1l)

22, 17 〈λόγοις σοφῶν παράβαλε σὸν οὖς καὶ ἄκουε ἐμὸν λόγον·
2lτὴν δὲ σὴν καρδίαν ἐπίστησον, ἵνα γνῷς ὅτι καλοί εἰσιν〉
1 Οὗτος ἀκούει τῶν τοῦ θεοῦ λόγων ὁ ποιῶν τὰ προστασσόμενα ὑπ’ αὐτῶν· «οὐ γὰρ οἱ ἀκροαταὶ νόμου δίκαιοι παρὰ θεῷ, ἀλλὰ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθή‐
σονται.»340

247

(1l)

22, 20 〈καὶ σὺ δὲ ἀπόγραψαι αὐτὰ σεαυτῷ τρισσῶς
2lεἰς βουλὴν καὶ γνῶσιν ἐπὶ τὸ πλάτος τῆς καρδίας σου〉
1 Ὁ πλατύνας διὰ τῆς καθαρότητος τὴν καρδίαν αὐτοῦ νοήσει τοὺς τοῦ θεοῦ λόγους τούς τε πρακτικοὺς καὶ τοὺς φυσικοὺς καὶ τοὺς θεολογικούς. Πᾶσα γὰρ ἡ κατὰ τὴν γραφὴν πραγματεία τέμνεται τριχῶς εἰς ἠθικὴν καὶ φυσικὴν
5καὶ θεολογικήν. Καὶ ἀκολουθεῖ τῇ μὲν πρώτῃ αἱ Παροιμίαι, τῇ δὲ δευτέρᾳ ὁ Ἐκκλησιαστής, τῇ δὲ τρίτῃ τὰ ᾌσματα τῶν ᾀσμάτων.

248

(1l)

22, 26 〈μὴ δίδου σεαυτὸν εἰς ἐγγύην αἰσχυνόμενος πρόσωπον·
2l22, 27 ἐὰν γὰρ μὴ ἔχῃς πόθεν ἀποτείσῃς,
3lλήμψονται τὸ στρῶμα τὸ ὑπὸ τὰς πλευράς σου〉342
1 Οἱ τοὺς φαύλους ἀναδεχόμενοι λογισμοὺς καὶ τούτῳ τιμῶντες τὸν πονηρὸν σπουδαζέτωσαν ὅση δύναμις διὰ τῶν ἀγαθῶν λογισμῶν ἀποδιδόναι τοὺς χείρονας. Ἐὰν γὰρ μὴ ἰσχύσωσι τοῦτο ποιῆσαι, λήψονται τὸ στρῶμα τὸ
5ὑπὸ τὰς πλευρὰς τῆς ψυχῆς, τουτέστιν τὴν ἀρετήν. Αὕτη γὰρ τοῦ μὲν ἑστῶτος ἐν τῇ δικαιοσύνῃ νοῦ ἱμάτιον λέγεται· τοῦ δὲ λοιπὸν πεσόντος διὰ τῶν φαύλων λογισμῶν ὑπόστρωμα καλεῖται.

249

(1l)

22, 28 〈μὴ μέταιρε ὅρια αἰώνια ἃ έθεντο οἱ πατέρες σου〉
1 Ὁ μετατιθεὶς τὰ ὅρια τῆς θεοσεβείας δεισιδαιμονίαν ἢ ἀσέβειαν αὐτὴν ἀποδείκνυσι καὶ ὁ μετατιθεὶς τὰ ὅρια τῆς ἀνδρείας θρασύτητα ἢ δειλίαν αὐτὴν ἀπεργάζεται. Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν καὶ ἐπὶ τῶν δογμά‐
5των καὶ ἐπ’ αὐτῆς τῆς πίστεως νοητέον. Μάλιστα δὲ τοῦτο τηρητέον ἐπὶ τῆς ἁγίας τρίαδος· ὁ γὰρ μὴ θεολογῶν τὸ πνεῦμα τὸ ἅγιον διαλύει τὸ βάπτισμα· ὁ δὲ καὶ ἄλλους
τινὰς ὀνομάζων θεοὺς δῆμον εἰσάγει θεῶν.344

250

(1l)

23, 1 〈ἐὰν καθίσῃς δειπνεῖν ἐπὶ τραπέζης δυναστοῦ,
2lνοητῶς νόει τὰ παρατιθέμενά σοι ...
3l23, 3 εἰ δὲ ἀπληστότερος εἶ, μὴ ἐπιθύμει τῶν ἐδεσμάτων αὐτοῦ·
4lταῦτα γὰρ ἔχεται ζωῆς ψευδοῦσ〉
1 Οὐ γὰρ πάντες χωροῦσι τὴν μυστικωτέραν διά‐ νοιαν τῆς γραφῆς.

251

Δεῖ τὴν θείαν γραφὴν νοητῶς νοεῖσθαι καὶ πνευμα‐ τικῶς· ἡ γὰρ κατὰ τὴν ἱστορίαν αἰσθητὴ γνῶσις οὐκ ἔστιν
ἀληθής.346

252

(1l)

23, 6 〈μὴ συνδείπνει ἀνδρὶ βασκάνῳ·
2lμηδὲ ἐπιθύμει τῶν βρωμάτων αὐτοῦ·
3l23, 7 ὃν τρόπον γὰρ εἴ τις καταπίοι τρίχα,
4lοὕτως ἐσθίει καὶ πίνει·
5l23, 8 μηδὲ πρὸς σὲ εἰσαγάγῃς αὐτὸν καὶ φάγῃς τὸν ψωμόν σου μετ’ αὐτοῦ·
6lἐξεμέσει γὰρ αὐτὸν καὶ λυμανεῖται τοὺς λόγους σου τοὺς καλούσ〉
1 Εἰ ὁ βάσκανος σῖτα ἀσεβείας ἐσθίει καὶ οἴνῳ παρανόμῳ μεθύσκεται, οὐ δεῖ δὲ συνδειπνεῖν τούτῳ, οὐ χρὴ ἄρα εἶναι ἀσεβῆ καὶ παράνομον· αὗται γὰρ αἱ κακίαι λυμαίνονται γνῶσιν πνευματικήν.

253

(1l)

23, 9 〈εἰς ὦτα ἄφρονος μηδὲν λέγε,
2lμήποτε μυκτηρίσῃ τοὺς συνετοὺς λόγους σου〉
1Μηδὲν λέγε συνετόν, τουτέστιν βαθὺ καὶ μυστικόν·
οὐ δεῖ γὰρ βάλλειν τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων.348

254

(1l)

23, 10 〈μὴ μεταθῇς ὅρια αἰώνια ἃ ἔθεντο οἱ πατέρες σου·
2lεἰς δὲ κτῆμα ὀρφανῶν μὴ εἰσέλθῃσ〉
1 Κτῆμα ὀρφανῶν ἡ κακία ἐστίν, δι’ ἣν ἐστερήθησαν τοῦ ἐν οὐρανοῖς πατρός.

255

(1l)

23, 17 〈μὴ ζηλούτω ἡ καρδία σου ἁμαρτωλούς,
2lἀλλὰ ἐν φόβῳ κυρίου ἴσθι ὅλην τὴν ἡμέραν〉
1 Εἰ «τῷ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ», καλῶς παραινεῖ διὰ παντὸς τοῦ βίου ἐκκλίνειν ἡμᾶς ἀπὸ παντὸς κακοῦ.

256

(1l)

23, 18 〈ἐὰν γὰρ τηρήσῃς αὐτά, ἔσται σοι ἔγγονα·
2lἡ δὲ ἐλπίς σου οὐκ ἀποστήσεται〉
1 Τοὺς ὀρθοὺς λογισμοὺς καὶ τὰ πνευματικὰ θεωρήματα ἔγγονα εἶπεν τοῦ νοῦ. Διὸ καὶ ἄτεκνός ἐστιν ἡ ψυχὴ ἡ μὴ ἔχουσα ταῦτα τὰ ἔγγονα, ἅπερ πέφυκε τίκτεσθαι ἀπὸ τοῦ πνευματικοῦ νυμφίου.350

257

(1l)

23, 21 〈πᾶς γὰρ μέθυσος καὶ πορνοκόπος πτωχεύσει
2lκαὶ ἐνδύσεται διερρηγμένα καὶ ῥακώδη πᾶς ὑπνώδησ〉
1 Οὐκ ἔστιν ἔνδυμα γάμου διερρηγμένον ἱμάτιον καὶ ῥακῶδες.

258

(1l)

23, 22 〈ἄκουε, υἱέ, πατρὸς τοῦ γεννήσαντός σε
2lκαὶ μὴ καταφρόνει ὅτι γεγήρακέν σου ἡ μήτηρ〉
1Ἤκουσά τινος τῶν γερόντων τὴν ψυχὴν εἰπόντος
μητέρα τοῦ νοῦ· αὕτη γάρ, φησίν, διὰ τῶν πρακτικῶν ἀρετῶν εἰς φῶς προάγει τὸν νοῦν. Ψυχὴν δὲ ἔλεγεν τὸ παθητικὸν μέρος τῆς ψυχῆς, ὅπερ διαιρεῖται εἰς θυμὸν καὶ352
5ἐπιθυμίαν. Διὰ γὰρ ἀνδρείας, φησί, καὶ σωφροσύνης κτώμεθα σοφίαν καὶ γνῶσιν θεοῦ. Ἀνδρεία δὲ καὶ σωφροσύνη θυμοῦ καὶ ἐπιθυμίας ἐστὶν ἀρεταί.

259

(1l)

23, 30 〈οὐ τῶν ἐγχρονιζόντων ἐν οἴνοις;
2lοὐ τῶν ἰχνευόντων ποῦ πότοι γίνονται;〉
1Οἱ οἶνοι οὗτοι ἐκ τῆς σοδομιτικῆς εἰσιν ἀμπέλου.

260

(1l)

23, 31.1—2 〈μὴ μεθύσκεσθε οἴνῳ, ἀλλὰ ὁμιλεῖτε ἀνθρώποις δικαίοις
2lκαὶ ὁμιλεῖτε ἐν περιπάτοισ〉
1Νοῦς ὁμιλῶν ἐν περιπάτοις ἀξίως περιπατεῖ τῆς
κλήσεως ἧς ἐκλήθη.354

261

(1l)

23, 31.3 〈ἐὰν γὰρ εἰς τὰς φιάλας καὶ τὰ ποτήρια δῷς τοὺς ὀφθαλμούς σου〉
1 Ἡ μὲν κατὰ διάνοιαν ἁμαρτία ἔοικε φιάλῃ, ἡ δὲ κατ’ ἐνέργειαν ποτηρίῳ.

262

(1l)

23, 31.4 〈ὕστερον περιπατήσεις γυμνότερος ὑπέρου〉
1 Πολλὰ κρούει τὸ ὕπερον καὶ οὐκ ἀνοίγει τὸν τόπον ὃν κρούει. Τοῖς δὲ μαθηταῖς ὁ κύριός φησι· «κρούετε καὶ
ἀνοιγήσεται ὑμῖν.»356

263

(1l)

23, 33 〈οἱ ὀφθαλμοί σου, ὅταν ἴδωσιν ἀλλοτρίαν,
2lτὸ στόμα σου τότε λαλήσει σκολιά〉
1 Νοῦς δεξάμενος ἀλλότριον νόημα μελετήσει λογισμοὺς κακούς· ὁ δὲ τηρήσας ἑαυτὸν κληρονομήσει ζωήν.

264

(1l)

23, 34 〈καὶ κατακείσῃ ὥσπερ ἐν καρδίᾳ θαλάσσης
2lκαὶ ὥσπερ κυβερνήτης ἐν πολλῷ κλύδωνι〉
1Παντὶ ἀνέμῳ τῆς διδασκαλίας περιφερόμενος.

265

(1l)

23, 35.3 〈πότε ὄρθρος ἔσται, ἵνα ἐλθὼν ζητήσω μεθ’ ὧν συνελεύσομαι;〉
1Ὄρθρος ψυχῆς ἐστιν ἐπίγνωσις ἁμαρτίας.358

266

(1l)

24, 6 〈μετὰ κυβερνήσεως γίνεται πόλεμος,
2lβοήθεια δὲ μετὰ καρδίας βουλευτικῆσ〉
1 Οἱ περὶ τὴν πίστιν ναυαγοῦντες οὐ μετὰ κυβερνή‐ σεως πολεμοῦσιν τοῖς πνεύμασι τοῖς ἀντικειμένοις τῇ θεολογίᾳ. Δυνατὸν δὲ καὶ ἐπὶ πάσης ἀρετῆς τὸ αὐτὸ τοῦτο εἰπεῖν· ἔστι γὰρ καὶ περὶ σωφροσύνην ναυάγιον καὶ περὶ
5ἀγάπην καὶ περὶ ἀφιλαργυρίαν· καὶ περὶ ἕκαστον δὲ δόγμα ὁμοίως τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας συμβαίνει ναυάγιον. Εἰ δὲ μετὰ κυβερνήσεως πολεμεῖν δεῖ τοῖς ἀντι‐ κειμένοις, ναυμαχίᾳ παραπλήσιος ἡμῶν ἐστιν ὁ βίος ἐπὶ τῆς γῆς.

267

(1l)

24, 7.1 〈σοφία καὶ ἔννοια ἀγαθὴ ἐν πύλαις σοφῶν〉
1Αἱ πύλαι τῶν σοφῶν αἱ πρακτικαί εἰσιν ἀρεταὶ
δι’ ὧν εἰσέρχεται σοφία θεοῦ.360

268

(1l)

24, 9.2 〈ἀκαθαρσία ἀνδρὶ λοιμῷ ἐμμολυνθήσεται
2l24, 10 ἐν ἡμέρᾳ κακῇ καὶ ἐν ἡμέρᾳ θλίψεως, ἕως ἂν ἐκλίπῃ〉
1 Εἰ ἀρετὴν ἡ κακία μειοῖ, καὶ τὴν κακίαν δηλονότι ἡ ἀρετὴ διαφθείρει· τοῦτο δὲ γενήσεται ἐν τῷ αἰῶνι τῷ μέλλοντι, ἕως ἂν ἐκλίπῃ ἡ κακία. Τὸ γὰρ ἐμμολυνθήσεται ἀντὶ τοῦ διαφθαρήσεται τέθεικεν· διαφθείρεται δὲ ἀκαθαρσία
5ἤτοι ὑπὸ πρακτικῆς ἢ ὑπὸ δριμείας κολάσεως.

269

(1l)

24, 11 〈ῥῦσαι ἀγομένους εἰς θάνατον
2lκαὶ ἐκπρίω κτεινομένους, μὴ φείσῃ〉
1 Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς καταξιωθέντας γνώσεως καὶ ἀμελοῦντας τῆς διδασκαλίας, πολλῶν ἀπαγο‐
μένων ὑπὸ τῆς κακίας εἰς θάνατον.362

270

(1l)

24, 13 〈φάγε μέλι, υἱέ, ἀγαθὸν γὰρ κηρίον,
2lἵνα γλυκανθῇ σου ὁ φάρυγξ〉
1 Ἐσθίει μέλι ὁ ἀπὸ τῶν θείων γραφῶν ὠφελούμενος· ὁ δ’ ἀπ’ αὐτῶν τῶν πραγμάτων ἐκβάλλων τοὺς λόγους, ἀφ’ ὧν εἰλήφασι καὶ οἱ ἅγιοι προφῆται καὶ ἀπόστολοι, τρώγει κηρίον. Καὶ τὸ μὲν φαγεῖν μέλι παντὸς τοῦ βουλομέ‐
5νου ἐστίν, τὸ δὲ κηρίον μόνου τοῦ καθαροῦ.

271

(1l)

24, 15 〈μὴ προσαγάγῃς ἀσεβῆ νομῇ δικαίων
2lμηδὲ ἀπατηθῇς χορτασίᾳ κοιλίασ〉
1Μὴ ἕνεκεν ἡδονῆς προδῷς τὸν θεόν· οὗτος γὰρ
νομὴ δικαίου καὶ οὐ μὴ ἐγκαταλίπῃ σε.364

272

(1l)

24, 17 〈ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ·
2lἐν δὲ τῷ ὑποσκελίσματι αὐτοῦ μὴ ἐπαίρου,
3l24, 18 ὅτι ὄψεται κύριος καὶ οὐκ ἀρέσει αὐτῷ
4lκαὶ ἀποστρέψει τὸν θυμὸν αὐτοῦ ἀπ’ αὐτοῦ〉
1 Ἀποστρέφει μὲν ὁ θεὸς τὸν θυμὸν αὐτοῦ ἀπὸ τοῦ πεσόντος, ἐλεήσας αὐτόν· ὀργίζεται δὲ τῷ ἐπαρθέντι ἐπὶ τῷ πτώματι τοῦ ἐχθροῦ αὐτοῦ. Πᾶς γὰρ ὁ ἐπιχαίρων ἀπολ‐ λυμένῃ ψυχῇ ὅμοιός ἐστι τῷ διαβόλῳ τῷ μὴ θέλοντι
5πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Σημειωτέον δὲ ὅτι ἄνθρωπον ἐνταῦθα εἴρηκε τὸν ἐχθρόν, ὑπὲρ οὗ καὶ προσεύχεσθαι ἡμᾶς νενομοθέτηκεν ἐν τοῖς
εὐαγγελίοις ὁ κύριος.366

273

(1l)

24, 20 〈οὐ γὰρ μὴ γένηται ἔκγονα πονηρῶν·
2lλαμπτὴρ δὲ ἀσεβῶν σβεσθήσεται〉
1 Οὐ γεννήσουσι πονηροὶ ἀρετὰς καὶ δόγματα ὀρθά —ταῦτα γάρ ἐστι γεννήματα τῆς ψυχῆς—διὰ τὸ μὴ φοβεῖ‐ σθαι αὐτοὺς τὸν κύριον· οἱ δὲ ὄντες ἐν φόβῳ κυρίου ὅλην τὴν ἡμέραν ἕξουσιν ἔγγονα καὶ ἡ ἐλπὶς αὐτῶν οὐκ ἀπο‐
5στήσεται.

274

(1l)

24, 21 〈φοβοῦ τὸν θεόν, υἱέ, καὶ βασιλέα
2lκαὶ μηδετέρῳ αὐτῶν ἀπειθήσῃσ〉
1«Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ
ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.»368

275

(1l)

24, 22 〈ἐξαίφνης γὰρ τείσονται τοὺς ἀσεβεῖς·
2lτὰς δὲ τιμωρίας ἀμφοτέρων τίς γνώσεται;〉
1 Πῶς οὖν ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις φησίν· «ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκεν τῷ υἱῷ»; Ἢ ἄλλο μέν ἐστι τιμωρία, ἄλλο δὲ κρίσις. Καὶ τιμωρία μέν ἐστιν στέρησις ἀπαθείας καὶ γνώσεως θεοῦ
5μετ’ ὀδύνης σωματικῆς· κρίσις δέ ἐστιν γένεσις αἰῶνος κατ’ ἀναλογίαν ἑκάστῳ τῶν λογικῶν σώματα διανέμοντος.

276

(1l)

24, 22c 〈μάχαιρα γλῶσσα βασιλέως καὶ οὐ σαρκίνη·
2lὃς δ’ ἂν παραδοθῇ συντριβήσεται〉
1«Καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστιν ῥῆμα
θεοῦ.» Τὸ δὲ οὐ σαρκίνη ἀντὶ τοῦ οὐκ αἰσθητή.370

277

(1l)

24, 22d 〈ἐὰν γὰρ ὀξυνθῇ ὁ θυμὸς αὐτοῦ,
2lσὺν νεύροις ἀνθρώπους ἀναλίσκει〉
1 Τοὺς παλαιοὺς ἀνθρώπους τοὺς φθειρομένους κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης ἀναλίσκει ἡ μάχαιρα τοῦ θεοῦ, ἵν’ ἀποθέμενοι τὸν παλαιὸν ἄνθρωπον ἐνδύσωνται τὸν νέον τὸν κατὰ θεὸν κτισθέντα.

278

(1l)

24, 22e.1—2 〈καὶ ὀστᾶ ἀνθρώπων κατατρώγει
2lκαὶ συγκαίει ὥσπερ φλόξ〉
1«Πῦρ γὰρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν.»

279

(1l)

24, 22e.3 〈ὥστε ἄβρωτα εἶναι νεοσσοῖς ἀετῶν〉
1Οὗτος ἄβρωτός ἐστι τοῖς δαίμοσιν ὁ ὑπὸ τοῦ κυρίου
καθαρθεὶς καὶ ἀπεχόμενος ἀπὸ πάσης κακίας.372

280

(1l)

30, 2 〈ἀφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων,
2lκαὶ φρόνησις ἀνθρώπων οὐκ ἔστιν ἐν ἐμοί〉
1 Ἀφρονέστατον ἑαυτὸν εἶπεν κατὰ στέρησιν τῆς ἀνθρωπίνης φρονήσεως.

281

(1l)

30, 4.1 〈τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη;〉
1 «Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν ἄνω, εἰ μὴ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ἀπὸ τοῦ οὐρανοῦ κατελθών.»

282A

(1l)

30, 4.2—4 〈τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ;
2lτίς συνέστρεψεν ὕδωρ ἐν ἱματίῳ;
3lτίς ἐκράτησεν πάντων τῶν ἄκρων τῆς γῆς;〉
1 Τίς πίστει ἢ πάντως συνήγαγε τοὺς «ἀπ’ ἀνα‐ τολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης» ἐν τῇ γνώσει τῇ τοῦ θεοῦ καὶ δέδωκεν αὐτοῖς θεωρίαν πνευματικὴν
ἐναποθεῖναι ταῖς ἀρεταῖς;374

282B

Καὶ ἄλλως. Τίς διὰ τῆς ἀληθοῦς γνώσεως ἔκρυψε γνῶσιν ψευδῆ;

283

Τίς ἀληθῆ γνῶσιν ἐναπέθετο ταῖς ἀρεταῖς;

284

Τίς «ἀπ’ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης» συνήγαγε πάντα τὰ ἔθνη πυκνώσας αὐτὰ ταῖς ἀρεταῖς καὶ τὸ ἐπουράνιον ὕδωρ ἐναποθέμενος τὸ ῥέον
ἐκ τῆς πηγῆς τῆς ζωῆς;376

285

(1l)

30, 6 〈μὴ προσθῇς τοῖς λόγοις αὐτοῦ,
2lἵνα μὴ ἐλέγξῃ σε καὶ ψευδὴς γένῃ〉
1 Τῷ γὰρ νόμῳ κυρίου «οὐκ ἔστιν προσθεῖναι καὶ ἀπ’ αὐτοῦ οὐκ ἔστιν ἀφελεῖν».

286

(1l)

30, 8.1 〈μάταιον λόγον καὶ ψευδῆ μακράν μου ποίησον〉
1Ψευδώνυμον γνῶσιν μακράν μου ποίησον.

287A

(1l)

30, 9 〈ἵνα μὴ πλησθεὶς ψευδὴς γένωμαι καὶ εἴπω· τίς με ὁρᾷ;
2lἢ πενηθεὶς κλέψω καὶ ὀμόσω τὸ ὄνομα τοῦ θεοῦ〉
1 Ἵνα μή, φησί, πλησθεὶς γνώσεως ἀκροτάτης ὑπερήφανος γένωμαι καὶ εἴπω· οὐδεὶς τὴν ἐμὴν ἐπιγνώσε‐ ται σοφίαν.

287B

Ἵνα μὴ πλησθεὶς ἀπροσίτου γνώσεως ψεύστης
τοῖς ἀνθρώποις φανῶ, τοιαῦτα λέγων ὁποῖα μὴ δύνανται γινώσκειν οἱ ἐνδεδεμένοι αἵματι καὶ σαρκί. Καλῶς δὲ καὶ τὸ ἑξῆς προστέθειται τὸ «ἵνα μὴ πενηθεὶς κλέψω καὶ ὀμόσω378
5τὸ ὄνομα τοῦ θεοῦ»· κλέπτει γάρ τις ἀλλότρια θεωρήματα, ἵνα νοῦν ἐμπλήσῃ πεινῶντα. Ἀλλὰ τοῦτο μὲν πρὸ τῆς ἐπιδημίας τοῦ σωτῆρος ἐγίνετο· νυνὶ δὲ ὁ Παῦλός φησιν· «ὁ κλέπτων μηκέτι κλεπτέτω», μᾶλλον δὲ ἐργαζέσθω δικαιοσύνην, ἵνα γνῶσιν κτησάμενος μεταδῷ καὶ τῷ χρείαν
10ἔχοντι. Τί γὰρ καὶ ἔστιν ὃ μὴ ἔστιν ἡμέτερον, ἵνα καὶ κλέψωμεν οἱ πεπιστευκότες Χριστῷ; Πάντα γὰρ ἡμῶν ἐστιν, ἡμεῖς δὲ Χριστοῦ, δι’ οὗ τὰ πάντα ἐγένετο, Χριστὸς δὲ θεοῦ.

288

Οὗτος κλέπτει γνῶσιν οὐχ ὁ τὴν τοῦ προλαβόντος λαμβάνων, ἀλλ’ ὁ ἐκ τῆς ψευδωνύμου ὑφαιρούμενος γνώ‐ σεως. Καὶ γὰρ πάντες οἱ πεπιστευκότες Χριστῷ ἀπὸ τῶν
ἁγίων προφητῶν καὶ ἀποστόλων λαμβάνοντες θεωρήματα380
5οὐ λέγονται κλέπται ἀλλοτρίων θεωρημάτων, ἀλλὰ μᾶλλον κληρονόμοι πατρῴων χρημάτων.

289

(1l)

30, 10 〈μὴ παραδῷς οἰκέτην εἰς χεῖρας δεσπότου,
2lμήποτε καταράσηταί σε καὶ ἀφανισθῇσ〉
1 Φυγόντα νοῦν τὴν κακίαν μὴ πάλιν παραδῷς τῇ κακίᾳ, εἴπερ «πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας». Ἁμαρτία δὲ νῦν ὀνομάζεται ὁ ἐνεργῶν τὴν ἁμαρτίαν διάβολος.

290

(1l)

24, 25 〈οἱ δὲ ἐλέγχοντες βελτίους φανοῦνται·
2lἐπ’ αὐτοὺς δὲ ἥξει εὐλογία ἀγαθή〉
1 Ἡ εὐλογία ἡ ἀγαθὴ ἡ νοητή ἐστιν εὐλογία, ἥτις ἀντιδιαιρεῖται πρὸς τὴν αἰσθητὴν εὐλογίαν.

291

(1l)

24, 27.1—2 〈ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου
2lκαὶ παρασκευάζου εἰς τὸν ἀγρόν〉
1 Ὁ μὲν κύριος ἡμῶν ἐν τοῖς εὐαγγελίοις ἀγρὸν τὸν κόσμον ὠνόμασεν· ὁ δὲ Σολομὼν ἀγρὸν νῦν εἴρηκεν τὴν θεωρίαν τοῦ κόσμου. Ἀλλ’ ὁ μὲν ἐν τοῖς εὐαγγελίοις ἀγρὸς τοῦ συνεστῶτος ἐκ ψυχῆς καὶ σώματος ἀνθρώπου ἐστίν·382
5αἰσθητὸς γάρ ἐστιν· ὁ δὲ ἐνταῦθα δηλούμενος ἀγρὸς τοῦ νοῦ μόνου ἐστίν, νοητὸς ὢν καὶ συνεστὼς ἐκ τῶν λόγων τούτου τοῦ κόσμου, εἰς ὃν καρδίαι εἰσβαίνουσι καθαραί.

292

(1l)

24, 27.3—4 〈καὶ πορεύου κατόπισθέν μου
2lκαὶ ἀνοικοδομήσεις τὸν οἶκόν σου〉
1 «Μετὰ γὰρ σοφίας οἰκοδομεῖται οἶκος»· «εἰς δὲ κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία.»

293

(1l)

24, 31 〈ἐὰν ἀφῇς αὐτόν, χερσωθήσεται
2lκαὶ χορτομανήσει ὅλος καὶ γίνεται ἐκλελειμένος·
3lοἱ δὲ φραγμοὶ τῶν λίθων αὐτοῦ κατασκάπτονται〉
1Φραγμός ἐστιν ἀπάθεια ψυχῆς λογικῆς ἐκ τῶν
πρακτικῶν ἀρετῶν συνεστῶσα.384

294

(1l)

30, 17 〈ὀφθαλμὸν καταγελῶντα πατρὸς καὶ ἀτιμάζοντα γῆρας μητρὸς
2lἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων
3lκαὶ καταφάγοισαν αὐτὸν νεοσσοὶ ἀετῶν〉
1 Οὗτοι οἱ κόρακες τοὺς μὲν δικαίους τρέφουσι μυστικῶς, τοὺς δὲ ἀδίκους κολάζουσι τοὺς τῆς ἀδικίας ὀφθαλμοὺς ἐξορύττοντες, διότι τοῦ πάντων πατρὸς καὶ θεοῦ κατεγέλασαν καὶ τὴν γεννῶσαν αὐτοὺς ἀρχαίαν
5γνῶσιν ἠτίμασαν. Καὶ τοὺς μὲν ἐξορύσσοντας τοὺς ὀφθαλμοὺς τοῦ ἀσεβοῦς κόρακας εἶπεν· τοὺς δὲ ὅλον αὐτὸν κατεσθίοντας ὠνόμασεν ἀετούς, διὰ τὸ τοὺς μὲν τὴν μερικήν, τοὺς δὲ τὴν
καθόλου κάθαρσιν πεπιστεῦσθαι.386

295

(1l)

30, 31.2 〈καὶ τράγος ἡγούμενος αἰπολίου〉
1 Εἰ ἔριφοί εἰσιν οἱ ἀκάθαρτοι ἐξ ἀριστερῶν ὑπὸ τοῦ σωτῆρος ἱστάμενοι, ὁ δὲ τράγος ἡγεῖται τούτων, μήποτε ὁ τράγος νῦν τὸν διάβολον σημαίνει.

296

(1l)

31, 5 〈ἵνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας
2lκαὶ ὀρθὰ κρίνειν οὐ μὴ δύνωνται τοὺς ἀσθενεῖσ〉
1Οὐ μὴ δύνωνται ὀρθῶς διδάσκειν.

297

(1l)

31, 6 〈δίδοτε μέθην τοῖς ἐν λύπαις
2l31, 7 καὶ οἶνον πίνειν τοῖς ἐν ὀδύναις,
3lἵνα ἐπιλάθωνται τῆς πενίας
4lκαὶ τῶν πόνων μὴ μνησθῶσιν ἔτι〉
1Ὁ μεθυσθεὶς ἀπὸ τῆς πιότητος τοῦ οἴκου κυρίου
ἐπιλανθάνεται τῶν ὀδυνῶν.388

298

(1l)

31, 9 〈ἄνοιγε σὸν στόμα καὶ κρῖνε δικαίως·
2lδιάκρινε δὲ πένητα καὶ ἀσθενῆ〉
1 Πένητα λέγει τὸν ἐστερημένον τῆς γνώσεως, ἀσθενῆ δὲ τὸν ἀκάθαρτον.

299

(1l)

25, 2 〈δόξα θεοῦ κρύπτει λόγον·
2lδόξα δὲ βασιλέως τιμᾷ προστάγματα〉
1 Τὸν ἔχοντα τὴν δόξαν τοῦ θεοῦ δόξαν εἶπεν θεοῦ καὶ τὸν ἔχοντα τὴν δόξαν τοῦ ἐπουρανίου βασιλέως δόξαν βασιλέως ὠνόμασεν. Οὗτοι γὰρ κρύπτουσι τὸν τοῦ θεοῦ λόγον ἐν ἑαυτοῖς, ὅπως ἂν μὴ ἁμάρτωσι καὶ τιμῶσι τὰ
5προστάγματα, δι’ ὧν ποιοῦσιν αὐτά. Πολλάκις δὲ τοῦτο παρεσημειωσάμεθα ὅτι ἀπὸ τῶν ἀρετῶν ὀνομάζονται καὶ τῶν κακιῶν οἱ ἔχοντες τὰς ἀρετὰς καὶ τὰς κακίας. Οὕτω «δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν», ἀντὶ τοῦ δικαίους· καὶ «φόβος κυρίου μισεῖ ἀδικίαν, ὕβριν τε καὶ
10ὑπερηφανίαν», τουτέστιν ἄδικον καὶ ὑβριστὴν καὶ ὑπερή‐ φανον. Καὶ ἐνταῦθα δὲ τὸν ἔχοντα τὴν τοῦ θεοῦ δόξαν καὶ τὸν ἔχοντα τὴν δόξαν τοῦ βασιλέως δόξαν θεοῦ καὶ δόξαν βασιλέως ὠνόμασεν. Ἢ τάχα δόξαν θεοῦ λέγει τὸν δοξά‐ ζοντα τὸν θεὸν καὶ δόξαν βασιλέως τὸν δοξάζοντα τὸν
15βασιλέα, ἵν’ ᾖ τοιοῦτον τὸ λεγόμενον· ὁ δοξάζων τὸν θεὸν κρύπτει τὸν λόγον αὐτοῦ καὶ ὁ δοξάζων τὸν βασιλέα τιμᾷ τὰ προστάγματα αὐτοῦ· ὁ γὰρ ἀτιμάζων αὐτὸν διὰ τῆς
παραβάσεως τοῦ νόμου ἀτιμάζει αὐτόν.390

300

(1l)

25, 5 〈κτεῖνε ἀσεβεῖς ἐκ προσώπου βασιλέως,
2lκαὶ κατορθώσει ἐν δικαιοσύνῃ ὁ θρόνος αὐτοῦ〉
1 Ὁ λόγῳ πνευματικῷ τὸν παλαιὸν ἄνθρωπον ἀπο‐ κτέννων τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης κατορθοῖ ἐν δικαιοσύνῃ τὸν ἑαυτοῦ νοῦν, ὅστις λέγεται εἶναι θρόνος θεοῦ. Οὐδαμοῦ γὰρ πέφυκεν ἀλλαχοῦ καθέζε‐
5σθαι σοφία καὶ γνῶσις καὶ δικαιοσύνη εἰ μὴ ἐν φύσει λογικῇ·
ταῦτα δὲ πάντα ἐστὶν ὁ Χριστός.392

301

(1l)

25, 6 〈μὴ ἀλαζονεύου ἐνώπιον βασιλέως
2lμηδὲ ἐν τόποις δυναστῶν ὑφίστασο·
3l25, 7.1—2 κρεῖσσον γὰρ τὸ ῥηθῆναί σοι· ἀνάβαινε πρός με,
4lἢ ταπεινῶσαί σε ἐν προσώπῳ δυνάστου〉
1 Μὴ εἴπῃς· «ἐπάνω τῶν ἄστρων θήσομαι τὸν θρόνον μου· ἔσομαι ὅμοιος τῷ ὑψίστῳ.» Κρεῖσσον γὰρ τὸ ῥηθῆναι περὶ σοῦ τὸ «διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα».

302

(1l)

25, 8.1—2 〈μὴ πρόσπιπτε εἰς μάχην ταχέως,
2lἵνα μὴ μεταμεληθῇς ἐπ’ ἐσχάτων〉
1Διὰ τῆς μάχης τὴν κακίαν ᾐνίξατο.

303

(1l)

25, 8.3 〈ἡνίκα δ’ ἄν σε ὀνειδίσῃ ὁ φίλος,
2l25, 9 ἀναχώρει εἰς τὰ ὀπίσω, μὴ καταφρόνει〉
1 Καὶ ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις ὀνειδίζει ταῖς πόλεσιν, «ἐν αἷς αἱ πλεῖσται αὐτοῦ δυνάμεις γεγόνασιν ὅτι οὐ μετενόησαν, οὐαί σοι Χοραζίν, οὐαί σοι λέγων
Βηθσαϊδά».394

304

(1l)

25, 10.1—2 〈χάρις καὶ φιλία ἐλευθεροῖ,
2lἃς τήρησον σεαυτῷ, ἵνα μὴ ἐπονείδιστος γένῃ〉
1 Πυκνότερον ὁ Σολομὼν φίλου τε μέμνηται καὶ φιλίας. Διὸ καλῶς ἔχει νῦν προσέχειν τῷ ὀνόματι, τί βούλεται αὐτῷ σημαίνειν ἡ φιλία· «χάρις γάρ, φησίν, καὶ φιλία ἐλευθεροῖ.» Καίτοι ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις πρὸς
5τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους φησίν· «ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς.» Παῦλος δὲ πάλιν γράφει· «Χριστὸς ἡμᾶς ἠλευθέρωσεν ἐκ τῆς κατάρας τοῦ νόμου.» Εἰ οὖν ἡ φιλία ἐλευθεροῖ καὶ ἡ ἀλήθεια ἐλευθεροῖ
10καὶ ὁ σωτὴρ ἐλευθεροῖ, Χριστός ἐστιν ἡ ἀλήθεια καὶ ἡ φιλία. Ὅθεν καὶ πάντες οἱ ἔχοντες τὴν γνῶσιν τοῦ Χριστοῦ φίλοι ἀλλήλων εἰσίν. Οὕτω καὶ τοὺς μαθητὰς φίλους εἴρηκεν ὁ σωτὴρ καὶ Ἰωάννης φίλος ἦν τοῦ νυμφίου, Μωσῆς καὶ πάντες οἱ ἅγιοι. Καὶ ἐπὶ ταύτης μόνον τῆς
15φιλίας οἱ τοῦ αὐτοῦ φίλοι καὶ ἀλλήλων εἰσὶ φίλοι.396

305

(1l)

25, 10a.3 〈ἀλλὰ φύλαξον τὰς ὁδούς σου εὐσυναλλάκτωσ〉
1 Ὁ διδαχθεὶς περὶ τῶν ἀρετῶν καὶ κατ’ αὐτὰς ἐνεργῶν τὰς ὁδοὺς αὐτοῦ φυλάσσει εὐσυναλλάκτως.

306

(1l)

25, 11 〈μῆλον χρύσεον ἐν ὁρμίσκῳ σαρδίου,
2lοὕτως εἰπεῖν λόγον ἐπὶ ἁρμόζουσιν αὐτῷ〉
1 Ὥσπερ μῆλον χρύσεον ἁρμόζει σαρδίῳ, οὕτω γνῶσις θεοῦ ψυχῇ καθαρᾷ.

307

(1l)

25, 12 〈εἰς ἐνώτιον χρυσοῦν σάρδιον πολυτελὲς δέδεται·
2lλόγος σοφὸς εἰς εὐήκοον οὖσ〉
1Ἔμβαλε σάρδιον πολυτελὲς εἰς ἐνώτιον χρυσοῦν
καὶ σοφίαν κυρίου εἰς νοῦν ἀπαθῆ.398

308

(1l)

25, 13.1—2 〈ὥσπερ ἔξοδος χιόνος ἐν ἀμήτῳ κατὰ καῦμα ὠφελεῖ,
2lοὕτως ἄγγελος πιστὸς τοὺς ἀποστείλαντας αὐτόν〉
1 Ὥσπερ χιὼν ψύχει καύσωνα, οὕτως γνῶσις ἁγίων διαλύει κόπον ψυχῆς.

309

(1l)

25, 15 〈ἐν μακροθυμίᾳ εὐοδία βασιλεῦσιν·
2lγλῶσσα δὲ μαλακὴ συντρίβει ὀστᾶ〉
1 Νῦν τὴν θυμώδη ψυχὴν ὠνόμασεν μαλακήν, ἥτις συντρίβει τὰ ὀστᾶ τὰ πεφυκότα λέγειν· «κύριε, τίς ὅμοιός σοι;»

310

(1l)

25, 17 〈σπάνιον εἴσαγε σὸν πόδα πρὸς τὸν σεαυτοῦ φίλον,
2lμήποτε πλησθείς σου μισήσῃ σε〉
1 Σπανίως δεῖ ἅπτεσθαι θεολογικῶν προβλημάτων καὶ μὴ πυκνῶς τοῦτο ποιεῖν, μήποτε εἴπωμέν τι τῶν οὐ
λεγομένων ἐπὶ θεοῦ καὶ ὡς ἀσεβοῦντες τῆς πνευματικῆς ἐκπέσωμεν γνώσεως, τοῦ νοῦ δι’ οἰκείαν ἀσθένειαν συνεχῶς400
5ἐνατενίζειν τῇ τοιαύτῃ θεωρίᾳ μὴ δυναμένου.

311

(1l)

25, 19 〈ὀδοὺς κακοῦ καὶ ποὺς παρανόμου ὀλεῖται ἐν ἡμέρᾳ κακῇ〉
1 Τουτέστιν ἡ κακία καὶ ἡ παρανομία ἀπολεῖται ἐν ἡμέρᾳ τῆς κρίσεως.

312

(1l)

25, 20 〈ὥσπερ ὄξος ἕλκει ἀσύμφορον,
2lοὕτω προσπεσὸν πάθος σώματι καρδίαν λυπεῖ〉
1Τὰ προσπίπτοντα τῇ καρδίᾳ πάθη αἱ κακίαι εἰσίν,
ὧν κατὰ στέρησιν ὁ ἀπαθὴς ὀνομάζεται.402

313

(1l)

25, 20a 〈ὥσπερ σὴς ἱματίῳ καὶ σκώληξ ξύλῳ,
2lοὕτως λύπη ἀνδρὸς βλάπτει καρδίαν〉
1 Λύπη ἐστὶ ψεκτὴ στέρησις φθαρτῆς ἡδονῆς· λύπη δέ ἐστιν ἐπαινετὴ στέρησις ἀρετῶν καὶ γνώσεως θεοῦ.

314

(1l)

25, 21 〈ἐὰν πεινᾷ ὁ ἐχθρός σου, τρέφε αὐτόν,
2lἐὰν διψᾷ, πότιζε αὐτόν·
3l25, 22.1 τοῦτο γὰρ ποιῶν ἄνθρακας σωρεύσεις ἐπὶ τὴν κεφαλὴναὐτοῦ〉
1Διὰ τῆς χρηστότητος καὶ εὐποιΐας καθαρίζων
αὐτοῦ τὸ ἡγεμονικόν.404

315

(1l)

25, 23 〈ἄνεμος βορέας ἐξεγείρει νέφη·
2lπρόσωπον δὲ ἀναιδὲς γλῶσσαν ἐρεθίζει〉
1 Τὸν διάβολον εἶπεν πρόσωπον ἀναιδὲς ἐρεθίζοντα τὴν ψυχήν. Πανταχοῦ δὲ ὁ Σολομὼν γλῶσσαν τὸν νοῦν λέγει. Τοῦτο οὖν τὸ πρόσωπον αἰδεῖσθαι ἐν κρίσει οὐ καλόν.

316

(1l)

25, 25 〈ὥσπερ ὕδωρ ψυχρὸν ψυχῇ διψώσῃ προσηνές,
2lοὕτως ἀγγελία ἀγαθὴ ἐκ γῆς μακρόθεν〉
1Οὕτως γνῶσις θεοῦ ἐκ γῆς πραέων.

317

(1l)

25, 26 〈ὥσπερ εἴ τις πηγὴν φράσσοι καὶ ὕδατος ἔξοδον λυμαίνοιτο,
2lοὕτως ἄκοσμον δίκαιον πεπτωκέναι ἐνώπιον ἀσεβοῦσ〉406
1 Τῶν νοημάτων τοῦ νοῦ, τὰ μὲν πτώματα αὐτοῦ λέγεται, τὰ δὲ ἐγέρσεις, τὰ δὲ καθέδρα, τὰ δὲ στάσις· καὶ ἄλλα περίπατος καί τινα αὐτοῦ προσκόμματα ὀνομάζεται· καὶ ἄλλα σκληρὰ καὶ μαλακὰ καὶ εὐώδη καὶ γλυκέα καὶ
5πικρὰ καὶ λεῖα καὶ ὀρθὰ καὶ σκολιά· καὶ πάλιν τὰ μὲν αὐτοῦ καλεῖται ἄκανθαι καὶ τρίβολοι, τὰ δὲ φῶς καὶ σκότος καὶ ζωὴ καὶ θάνατος, τὰ δὲ νόσοι καὶ ὑγεῖαι· καὶ ἄλλα πάλιν ὀνομάζεται ψεῦδος καὶ ἀλήθεια· καὶ πολλὰ ἕτερα ὀνόματα τίθησιν ἡ γραφὴ κατά τε τῆς ψυχῆς καὶ τῶν
10νοημάτων αὐτῆς. Ἃ δὲ τίθησι κατ’ αὐτῆς, ὡς ἔστιν ὀλίγα ἐκ πολλῶν εἰπεῖν, ἔστι ταῦτα· νοῦν, ψυχήν, καρδίαν, ἄνθρωπον, ἄνδρα, γυναῖκα, δοῦλον, οἰκέτην, πατέρα, υἱόν, πνεῦμα, ὀφθαλμόν, στόμα, χείλη, γλῶσσαν, λάρυγγα, κοιλίαν, κόλπον, βραχίονα, δάκτυλον, ξύλον, μυκτῆρα,
15πρόβατον, ἔριφον, ποιμένα· καὶ ἄλλα πλείονά ἐστιν ὀνόματα τῆς ψυχῆς, ἃ οὐ δυνατὸν νῦν παραθέσθαι διὰ τὸ εἶδος τῶν σχολίων πολυλογίαν μὴ ἐπιδεχόμενον. Ἐνταῦθα οὖν πίπτει δίκαιος νοῦς ἐνώπιον τοῦ σατανᾶ, λογισμὸν ἀκάθαρτον ἢ ψευδὲς δόγμα ὑποδεξάμενος. Καὶ ὁ Δαυὶδ δέ φησιν·
20«ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς γῆν»· ἀλλὰ τοῦτο τὸ πτῶμα περιέχει γνῶσιν ἀληθῆ
καὶ λογισμοὺς καθαρούς.408

318

(1l)

25, 28 〈ὥσπερ πόλις τὰ τείχη καταβεβλημένη καὶ ἀτείχιστος,
2lοὕτως ἀνὴρ ὃς οὐ μετὰ βουλῆς τι πράσσει〉
1 Βουλὴν εἶπεν ἐνταῦθα τὴν ἐπὶ τὸ κρεῖττον ῥοπὴν τῆς καρδίας.

319

(1l)

26, 3 〈ὥσπερ μάστιξ ἵππῳ καὶ κέντρον ὄνῳ,
2lοὕτως ῥάβδος ἔθνει παρανόμῳ〉
1Ἡ ῥάβδος νῦν σύμβολόν ἐστι κολάσεως.410

320

(1l)

26, 6 〈ἐκ τῶν ἑαυτοῦ ὁδῶν ὄνειδος ποιεῖται
2lὁ ἀποστείλας δι’ ἀγγέλου ἄφρονος λόγον〉
1 Οὐ δεῖ τοῖς κυσὶ διδόναι τὰ ἅγια οὐδὲ βάλλειν τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων.

321

(1l)

26, 7 〈ἀφελοῦ πορείαν σκελῶν
2lκαὶ παρανομίαν ἐκ στόματος ἀφρόνων〉
1 Περίελε ἄφρονος ὁδὸν κακὴν καὶ γνῶσιν ψευδῆ μακρὰν ποίησον ἀπ’ αὐτοῦ.

322

(1l)

26, 8 〈ὃς ἀποδεσμεύει λίθον ἐν σφενδόνῃ,
2lὅμοιός ἐστι τῷ διδόντι ἄφρονι δόξαν〉
1Οὐχ ἁρμόσει ἄφρονι γνῶσις καὶ λίθος ἄτιμος ἐν
σφενδόνῃ χρυσῇ.412

323

(1l)

26, 10 〈πολλὰ χειμάζεται πᾶσα σὰρξ ἀφρόνων·
2lσυντρίβεται γὰρ ἡ ἔκστασις αὐτῶν〉
1 Ἐὰν συντριβῇ ἡ ἔκστασις τῶν ἀφρόνων, καθ’ ἣν ἐξέστησαν θεοῦ, πάλιν καθαροὶ γενόμενοι προσέρχονται θεῷ· «πᾶσα γὰρ σὰρξ ὄψεται τὸ σωτήριον τοῦ θεοῦ.» Προσεκτέον δὲ ἐνταῦθα ὅτι τὰς παχυνθείσας ψυχὰς ἀπὸ
5τῆς κακίας σάρκας ἀφρόνων ὠνόμασεν. Οὕτω δὲ καὶ ὁ κύριός φησιν· «οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας.»

324

(1l)

26, 11 〈ὥσπερ κύων ὅταν ἐπέλθῃ ἐπὶ τὸν ἑαυτοῦ ἔμετον καὶ μισητὸς γένηται,
2lοὕτως ἄφρων τῇ ἑαυτοῦ κακίᾳ ἀναστρέψας ἐπὶ τὴν ἑαυτοῦ ἁμαρτίαν〉
1Ὁ ἀποβαλὼν κακίαν αὐτοῦ καὶ ἐπιστρέψας πάλιν
πρὸς αὐτήν, ὅμοιός ἐστι κυνὶ ἐσθίοντι τὸν ἑαυτοῦ ἔμετον.414

325

(1l)

26, 15 〈κρύψας ὀκνηρὸς τὴν χεῖρα ἐν τῷ κόλπῳ αὐτοῦ
2lοὐ δυνήσεται ἐπενεγκεῖν εἰς τὸ στόμα〉
1 Εἰ «ἀπὸ καρπῶν δικαιοσύνης φύεται δένδρον ζωῆς», πᾶς ὁ κρύπτων τὴν δικαιοσύνην τῇ ἀδικίᾳ οὐ βρώσεται ἐκ τούτου τοῦ δένδρου.

326

(1l)

26, 17 〈ὥσπερ ὁ κρατῶν κέρκου κυνός,
2lοὕτως ὁ προεστὼς ἀλλοτρίας κρίσεωσ〉
1 Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς ψηφιζομένους τινὰς τῶν ἀναξίων ἐν ἱερωσύνῃ ἢ ἐν κλήρῳ.

327

(1l)

26, 20 〈ἐν πολλοῖς ξύλοις θάλλει πῦρ·
2lὅπου δὲ οὐκ ἔστι δίθυμος, ἡσυχάζει μάχη〉
1Τὸν θυμώδη δίθυμον εἶπεν.416

328

(1l)

26, 23.2 〈χείλη λεῖα καρδίαν καλύπτει λυπηράν〉
1 Καρδίαν καθαρὰν οὐ καταλήψεται λύπη· ἐπιθυμίας γὰρ φθαρτὰς ἀπώσατο ἀπ’ αὐτῆς.

329

(1l)

26, 25.1 〈ἐάν σου δέηται ὁ ἐχθρὸς μεγάλῃ τῇ φωνῇ, μὴ πεισθῇς αὐτῷ〉
1 Δέεται ἡμῶν ὁ σατανᾶς ποτε μὲν διὰ τῶν ἀκαθάρτων λογισμῶν γαργαλίζων ἡμᾶς καὶ τῷ λείῳ τῆς ἡδονῆς ἐπι‐ σπώμενος, ποτὲ δὲ καὶ φωνὴν ὄντως ἔναρθρον ὡς ἡττηθεὶς προβαλλόμενος, ᾧ οὐ δεῖ πείθεσθαι ἄσπονδον ἔχοντι τὸν
5πόλεμον τὸν πρὸς ἡμᾶς.418

330

(1l)

26, 25.2 〈ἑπτὰ γάρ εἰσι πονηρίαι ἐν τῇ καρδίᾳ αὐτοῦ〉
1Τοῖς ἑπτὰ πνεύμασιν ἀντίκεινται αὗται αἱ πονηρίαι.

331

(1l)

27, 7 〈ψυχὴ ἐν πλησμονῇ οὖσα κηρίοις ἐμπαίζει·
2lψυχῇ δὲ ἐνδεεῖ καὶ τὰ πικρὰ γλυκεῖα φαίνεται〉
1 Ψυχὴ καθαρὰ κατατρυφᾷ γνώσεως· ψυχὴ δὲ ἀκάθαρτος καὶ τὴν ψευδώνυμον γνῶσιν ἀληθῆ γνῶσιν νομίζει.

332

(1l)

27, 8 〈ὥσπερ ὄρνεον ὅταν καταπετασθῇ ἐκ τῆς ἰδίας νοσσιᾶς,
2lοὕτως ἄνθρωπος δουλοῦται, ὅταν ἀποξενωθῇ ἐκ τῶν ἰδίων τόπων〉
1Τόπος τῆς καρδίας ἐστὶν ἀρετὴ καὶ γνῶσις, ἀφ’ ὧν
ἀποξενωθεὶς ἄνθρωπος ἐμπίπτει εἰς κακίαν καὶ ἀγνωσίαν καὶ γίνεται δοῦλος, ἐπειδὴ «πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας».420

333

(1l)

27, 9 〈μύροις καὶ οἴνοις καὶ θυμιάμασι τέρπεται καρδία·
2lκαταρρήγνυται δὲ ὑπὸ συμπτωμάτων ψυχή〉
1 Νοῦς ἀπαθὴς πολυποικίλῳ τέρπεται σοφίᾳ· νοῦς δὲ ἐμπαθὴς ἐν ἀγνωσίᾳ πεσεῖται.

334

(1l)

27, 10.1 〈φίλον σὸν καὶ φίλον πατρῷον μὴ ἐγκαταλίπῃσ〉
1«Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος καὶ
ὤρυξαν ἑαυτοῖς λάκκους.»422

335

(1l)

27, 10.2 〈εἰς δὲ τὸν οἶκον τοῦ ἀδελφοῦ σου μὴ εἰσέλθῃς ἀτυχῶν〉
1 Τοιοῦτος ἦν ὁ εἰσελθὼν εἰς τοὺς γάμους καὶ μὴ ἔχων ἔνδυμα γάμου.

336

(1l)

27, 10.3 〈κρεῖσσον φίλος ἐγγὺς ἢ ἀδελφὸς μακρὰν οἴκων〉
1 Κρεῖσσον ὁ συναπτόμενός μοι διὰ τῆς ἀληθοῦς γνώσεως ὑπὲρ τὸν συναπτόμενόν μοι μόνον διὰ τῆς φύσεως.

337

(1l)

27, 13 〈ἀφελοῦ τὸ ἱμάτιον αὐτοῦ, παρῆλθεν γὰρ
2lὑβριστὴς ὅστις τὰ ἀλλότρια λυμαίνεται〉
1 Τοῦτό ἐστιν τὸ ἐν τῷ εὐαγγελίῳ λεγόμενον τὸ «καὶ ἀπὸ τοῦ μὴ ἔχοντος καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ’ αὐτοῦ». Δηλοῖ δὲ τοῦτο, ὡς οἶμαι, τὰ κατὰ διάνοιαν λείψανα τῶν ἀρετῶν καὶ τῆς γνώσεως τοῦ θεοῦ λαμβα‐
5νόμενα ἀπὸ τῶν κακῶς αὐτοῖς χρησαμένων ἀνθρώπων.424

338

(1l)

27, 18 〈ὃς φυτεύει συκῆν φάγεται τοὺς καρποὺς αὐτῆς·
2lὃς δὲ φυλάσσει τὸν ἑαυτοῦ κύριον τιμηθήσεται〉
1 Ὁ κύριος ἡμῶν ἐστιν ἡ συκῆ· ὁ γὰρ καρπὸς αὐτῆς λέπραν θεραπεύει.

339

(1l)

27, 22 〈ἐὰν μαστιγοῖς τὸν ἄφρονα ἐν μέσῳ συνεδρίῳ ἀτιμάζων,
2lοὐ μὴ περιέλῃς τὴν ἀφροσύνην αὐτοῦ〉
1 Οὐκ ἀτιμάζων τὸν ἄφρονα ἀποστήσεις αὐτὸν τῆς ἀφροσύνης, ἀλλὰ διδάσκων αὐτὸν ὁποίας ἀτιμίας ἡ ἀφροσύνη
γίνεται πρόξενος.426

340

(1l)

27, 23 〈γνωστῶς ἐπιγνώσῃ ψυχὰς ποιμνίου σου
2lκαὶ ἐπιστήσεις καρδίαν σου σαῖς ἀγέλαις·
3l27, 24 ὅτι οὐ τὸν αἰῶνα ἀνδρὶ κράτος καὶ ἰσχὺς
4lοὐδὲ παραδίδωσιν ἐκ γενεᾶς εἰς γενεάν〉
1 Πρόσεχε σεαυτῷ καὶ τὰς ἀρετάς σου κατεύθυνε, ὅτι οὐκ ἀεὶ ἐν αὐταῖς ἰσχύουσιν ἐπίσης οἱ ἄνθρωποι οὐδὲ ἀπὸ ἀρετῆς ἐπ’ ἀρετὴν ἢ ἀπὸ γνώσεως ἐπὶ γνῶσιν ὑγιῶς μεταβαίνουσιν, τῆς ἀνθρωπίνης καταστάσεως τοῦτο ῥᾳδίως
5μὴ δεχομένης. Ὅτι δὲ γενεὰς λέγει τὰς ἀρετὰς καὶ τὰς γνώσεις, καθ’ ἃς γεννῶνται οἱ ἅγιοι, δείκνυσι δι’ ὧν γράφει· «γενεὰ σοφίας φόβος κυρίου καὶ πλοῦτος καὶ δόξα καὶ ζωή.» Χρηστέον δὲ ταύτῃ τῇ παροιμίᾳ καὶ πρὸς τοὺς ποιμένας τῶν ἐκκλησιῶν, οὓς δεῖ μὴ προσώποις, ἀλλὰ
10καρδίαις προσέχειν καὶ νοητῶς ποιμαίνειν τὰ πρόβατα.428

341

(1l)

27, 25 〈ἐπιμελοῦ τῶν ἐν τῷ πεδίῳ χλωρῶν καὶ κερεῖς πόαν
2lκαὶ συνάγαγε χόρτον ὀρεινόν〉
1 Πεδίον λέγει τὸν νοῦν, χλωρὰ δὲ τὰς ἐν αὐτῷ κατὰ δύναμιν ἐνυπαρχούσας ἀρετάς, ὧν ὁ ἐπιμελούμενος κερεῖ πόαν, σύμβολον οὖσαν τῆς γνώσεως τοῦ θεοῦ, ἣν καὶ χόρτον πάλιν ὀρεινὸν ὀνομάζει· χόρτος γάρ ἐστιν ὀρεινὸς γνῶσις
5ἁγίων δυνάμεων ἁρμόζουσα τῇ ἀλογωτέρᾳ τῶν ψυχῶν καταστάσει. Ἔθος δὲ τῇ γραφῇ τοὺς ἁγίους ὄρη καλεῖν. Οὕτω καὶ ὁ Δαυὶδ αἴρει τὴν ψυχὴν αὐτοῦ «εἰς τὰ ὄρη πόθεν ἥξει ἡ βοήθεια» αὐτοῦ· καὶ πάλιν· «ὄρη σκιρτῶσιν ὡς κριοὶ καὶ βουνοὶ ὡς ἀρνία προβάτων» ἐπὶ τῇ σωτηρίᾳ
10τοῦ Ἰσραήλ. Εἰ γὰρ ἐπὶ ἑνὶ μετανοοῦντι χαίρουσιν ἄγγελοι, πόσῳ μᾶλλον ἐπὶ πλήθει τοσούτῳ ὁδεύοντι ἀπὸ κακίας εἰς ἀρετήν. Διὸ καὶ μόνη ἡ γνῶσις τῶν ἁγίων ἀγγέλων τρέφει τὰς ἐν ἡμῖν ἀρετάς, ἀφ’ ὧν ἐνδύεται ψυχὴ σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, μακροθυμίαν, ταπεινοφροσύνην,
15πίστιν, ἐγκράτειαν, ἀγάπην καὶ τὰ ἐκ ταύτης γεννώμενα ἀγαθά. Ὅτι δὲ πεδία καὶ ὁ Δαυὶδ λέγει τὰς λογικὰς ψυχάς, ἐντεῦθεν ἔστι μαθεῖν· «καὶ τὰ πεδία σου γάρ, φησίν, πλησθήσονται πιότητος»· καὶ πάλιν μετ’ ὀλίγα· «καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον· κεκράξονται καὶ γὰρ ὑμνήσου‐
20σιν»· ὕμνος δὲ καὶ κραυγὴ μόνῃ πέφυκεν ἐπισυμβαίνειν
τῇ φύσει τῇ λογικῇ.430

342

(1l)

28, 3 〈ἀνδρεῖος ἐν ἀσεβείαις συκοφαντεῖ πτωχούς,
2lὥσπερ ὑετὸς λάβρος καὶ ἀνωφελήσ〉
1 Εἰ ἔστιν ἀνδρεῖος ἐν ἀσεβείαις, ἔστιν ἀνδρεῖος καὶ ἐν ἀρεταῖς· καὶ εἰ ὁ ἀνδρεῖος ἐν ἀσεβείαις συκοφαντεῖ πτωχούς, ὁ ἀνδρεῖος ἐν ἀρεταῖς παρακαλεῖ πτωχούς· οὐκοῦν πᾶς ὁ παρακαλῶν πτωχοὺς ἀνδρεῖός ἐστιν ἐν εὐσε‐
5βείαις.432

343

(1l)

28, 4 〈οὕτως οἱ ἐγκαταλείποντες τὸν νόμον ἐγκωμιάζουσιν ἀσέβειαν·
2lοἱ δὲ ἀγαπῶντες τὸν νόμον περιβάλλουσιν ἑαυτοῖς τεῖχοσ〉
1 Πᾶς ὁ ἀγαπῶν τὸν νόμον ποιεῖ τὸν νόμον· πᾶς δὲ ὁ ποιῶν τὸν νόμον ἀπάθειαν κτᾶται καὶ γνῶσιν θεοῦ. Εἰ δὲ «οἱ ἀγαπῶντες τὸν νόμον περιβάλλουσιν ἑαυτοῖς τεῖχος», νῦν τὸ τεῖχος τὴν ἀπάθειαν σημαίνει καὶ τὴν γνῶσιν τὴν
5τοῦ θεοῦ, ἅπερ μόνα πέφυκε φυλάσσειν τὴν φύσιν τὴν λογικήν.

344

(1l)

28, 7 〈φυλάσσει νόμον υἱὸς συνετός·
2lὃς δὲ ποιμαίνει ἀσωτίαν ἀτιμάζει πατέρα αὐτοῦ〉
1 Ποιμένα λέγει τὸν νοῦν, πρόβατα δὲ τὰ ἐν αὐτῷ ἐμπαθῆ νοήματα, ἅπερ ἐκτρέφων ἐν ἑαυτῷ «διὰ τῆς παρα‐
βάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζει». Ἀσωτία γὰρ ψυχῆς ἐστι λογισμοὶ ἐμπαθεῖς διὰ τοῦ σώματος ἐκτελού‐434
5μενοι· ἀσωτία δὲ νοῦ ἐστι ψευδῶν δογμάτων καὶ θεωρημάτων ὑπόληψις.

345

(1l)

28, 8 〈ὁ πληθύνων τὸν πλοῦτον αὐτοῦ μετὰ τόκων καὶ πλεονασμῶν
2lτῷ ἐλεῶντι πτωχοὺς συνάγει αὐτόν〉
1 Εἰ πλοῦτος ἀσεβῶν κακία, ἄνδρες δὲ σοφοὶ ἀπο‐ λέσουσιν αὐτόν, δηλονότι κακίαν ἀπολλύουσιν οἱ δίκαιοι καὶ σοφοί, διὰ τῆς πνευματικῆς διδασκαλίας τοὺς ἀκαθάρτους
πρὸς τὴν ἀρετὴν ἐπανάγοντες.436

346

(1l)

28, 9 〈ὁ ἐκκλίνων τὸ οὖς αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι νόμου
2lκαὶ αὐτὸς τὴν προσευχὴν αὐτοῦ ἐβδέλυκται〉
1 Οὐχ ὁ νόμος βδελύσσεταί τινος τὴν προσευχήν, ἀλλ’ ὁ δεδωκὼς τὸν νόμον θεός. Καὶ ὁ Παῦλός φησιν· «προϊδοῦσα δὲ ἡ γραφὴ» τὸ μέλλον, ἀντὶ τοῦ ὁ τὴν γραφὴν δεδωκώς.

347

(1l)

28, 13 〈ὁ ἐπικαλύπτων ἀσέβειαν ἑαυτοῦ οὐκ εὐοδωθήσεται·
2lὁ δὲ ἐξηγούμενος ἐλέγχους ἀγαπηθήσεται〉
1 «Εἶπα· ἐξαγορεύσω κατ’ ἐμοῦ τὴν ἀνομίαν μου τῷ κυρίῳ καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου.»

348

(1l)

28, 15 〈λέων πεινῶν καὶ λύκος διψῶν
2lὃς τυραννεῖ πτωχὸς ὢν ἔθνους πενιχροῦ〉
1 Εἰ «μακάριοί» εἰσιν «οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην», λέοντες καὶ λύκοι εἰσὶν οἱ διψῶντες καὶ
πεινῶντες τὴν ἀδικίαν.438

349

(1l)

28, 16 〈βασιλεὺς ἐνδεὴς προσόδων μέγας συκοφάντης·
2lὁ δὲ μισῶν ἀδικίαν μακρὸν χρόνον ζήσεται〉
1 Αἱ πρόσοδοι τοῦ πονηροῦ βασιλέως εἰσὶν αἱ κακίαι καὶ τὰ ψευδῆ δόγματα· ταῦτα γὰρ αὐτῷ προσοδεύουσιν οἱ βασιλευόμενοι ὑπ’ αὐτοῦ.

350

(1l)

28, 17 〈ἄνδρα τὸν ἐν αἰτίᾳ φόνου ὁ ἐγγυώμενος
2lφυγὰς ἔσται καὶ οὐκ ἐν ἀσφαλείᾳ〉
1 Ὁ ἐγγυώμενος τὸν σατανᾶν ἐγγυᾶται τὴν ἀδικίαν, ὑπισχνούμενος αὐτῷ τοὺς τῆς ἀδικίας ἀποδώσειν καρπούς. Περὶ τούτου δὲ καὶ τὸ εὐαγγέλιον λέγει ὡς διὰ φόνον καὶ στάσιν βεβλημένου εἰς φυλακήν.

351

(1l)

28, 17a 〈παίδευε υἱὸν καὶ ἀγαπήσει σε
2lκαὶ δώσει κόσμον τῇ σῇ ψυχῇ·
3lοὐ μὴ ὑπακούσῃ ἔθνει παρανόμῳ〉
1Ἔθνος παράνομον τὸ τάγμα τῶν δαιμόνων ἐστίν,
ᾧ οὐχ ὑπακούει ὁ παιδευθεὶς υἱός.440

352

(1l)

28, 19 〈ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν πλησθήσεται ἄρτων·
2lὁ δὲ διώκων σχολὴν πλησθήσεται πενίασ〉
1 Ὁ καθαίρων ἑαυτὸν πλησθήσεται γνώσεως· ὁ δὲ ἀκάθαρτος πλησθήσεται ἀγνωσίας.

353

(1l)

28, 21 〈ὃς οὐκ αἰσχύνεται πρόσωπα δικαίων οὐκ ἀγαθός·
2lὁ τοιοῦτος ψωμοῦ ἄρτου ἀποδώσεται ἄνδρα〉
1 Εἰ πρόσωπα τῶν δικαίων εἰσὶν αἱ ἀρεταί, οὐκ ἀγαθὸς ὁ μὴ τὰς ἀρετὰς αἰσχυνόμενος. Καὶ εἰ πρόσωπα τῶν ἁμαρτωλῶν εἰσιν αἱ κακίαι, ἀγαθὸς ὁ τὰς κακίας μὴ αἰσχυνόμενος.

354

(1l)

28, 22 〈σπεύδει πλουτεῖν ἀνὴρ βάσκανος
2lκαὶ οὐκ οἶδεν ὅτι ἐλεήμων κρατήσει αὐτοῦ〉
1 Οἱ νῦν ἐλεήμονες ἐν τῷ αἰῶνι τῷ μέλλοντι ἐλεηθέντες ὑπὸ θεοῦ καὶ γενόμενοι ἄγγελοι ἄρξουσι τῶν ἀσεβῶν.
Τοιοῦτον δὲ ἀξίωμα καὶ τοῖς μαθηταῖς αὐτοῦ ὑπέσχετο δώσειν ὁ κύριος τοῦ καθίσαι αὐτοὺς ἐπὶ δώδεκα θρόνων442
5κρίνοντας τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ· θρόνος δέ ἐστιν, ἐν ᾧ νοῦς καθέζεται, γνῶσις πνευματικὴ τοὺς πλανηθέντας ἀπὸ τῆς θεοσεβείας ἐπισυνάγουσα. Τὸ δὲ κρίνειν ἐνταῦθα τὸ διδάσκειν σημαίνει ὡς καὶ τὸ «ἄνοιγε σὸν στόμα λόγῳ θεοῦ καὶ κρῖνε πάντας ὑγιῶς», ἀντὶ
10τοῦ δίδασκε. Ἅμα δὲ καὶ τοῦτο ἰστέον ὅτι ὁ ἐλεήμων κρατήσας τοῦ βασκάνου, αὐτὸς μὲν οὐ γενήσεται βάσκανος, ἐλεήμονα δὲ ποιήσει μᾶλλον τὸν βάσκανον.

355

(1l)

28, 28 〈ἐν τόποις ἀσεβῶν στένουσι δίκαιοι·
2lἐν δὲ τῇ ἐκείνων ἀπωλείᾳ πληθυνθήσονται δίκαιοι〉
1 Ἐὰν ἀποθῶνται οἱ ἀσεβεῖς τὸ εἶναι ἀσεβεῖς, γενήσονται δίκαιοι· ἡ γὰρ ἀπώλεια νῦν τὴν ἀναίρεσιν τῆς ἀσεβείας σημαίνει. Οὕτω καὶ Ματθαῖον τὸν τελώνην
ἀπολέσας ὁ κύριος δικαιοσύνην αὐτῷ ἐχαρίσατο.444

356

(1l)

29, 1 〈κρείσσων ἀνὴρ ἐλέγχων ἀνδρὸς σκληροτραχήλου·
2lἐξαπίνης γὰρ φλεγομένου αὐτοῦ οὐκ ἔσται ἴασισ〉
1 Οὐκ εἶπεν ὅτι παυσαμένης τῆς φλογὸς οὐκ ἔστιν ἴασις, ἀλλὰ φλεγομένου αὐτοῦ οὐκ ἔσται ἴασις, ὡς ἔχοντος ἔτι δηλονότι ξύλα, χόρτον, καλάμην, εἴπερ καὶ τοῖς καιομένοις μετὰ τὸν καυτῆρα πέφυκεν ἡ ὑγεία προσγίνεσθαι.

357

(1l)

29, 2 〈ἐγκωμιαζομένου δὲ δικαίου εὐφρανθήσονται λαοί·
2lἀρχόντων δὲ ἀσεβῶν στένουσιν ἄνδρεσ〉
1 Ὅσοι εἰσὶν ὑπὸ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, οὗτοι πάντως καὶ
στένουσιν.446

358A

(1l)

29, 3 〈ἀνδρὸς φιλοῦντος σοφίαν εὐφραίνεται ὁ πατὴρ αὐτοῦ·
2lὃς δὲ ποιμαίνει πόρνας ἀπολεῖ πλοῦτον〉
1Ὁ δὲ ἐκτρέφων κακίας ἀπολεῖ γνῶσιν.

358B

Ἄλλως. Ποιμήν ἐστιν ἀγαθὸς νοῦς ἀπαθεῖς λογισμοὺς κεκτημένος καὶ ποιμήν ἐστι πονηρὸς νοῦς ἐμπαθεῖς λογισμοὺς κεκτημένος. Εἰ δὲ τοῦτο, οὐκοῦν ἔριφός ἐστιν λογισμὸς ἐμπαθὴς καὶ πρόβατόν ἐστιν λογισμὸς ἀπαθής.
5Διὸ καὶ τοὺς ἐρίφους ὁ κύριος ἵστησιν ἐξ ἀριστερῶν, τὰ δὲ πρόβατα ἐκ δεξιῶν· ἐρίφους δὲ καὶ πρόβατα λέγει τοὺς κεκτημένους ἐρίφους καὶ πρόβατα, τουτέστιν τοὺς ἔχοντας λογισμοὺς ἐμπαθεῖς καὶ ἀπαθεῖς. Οὕτω καὶ τοὺς ἔχοντας τὰ ζιζάνια, ζιζάνια προσηγόρευσε καὶ τοὺς τὸν σῖτον ἔχοντας
10σῖτον, ἀπὸ τῆς χειρίστης καὶ ἀρίστης ἕξεως ὀνομάσας αὐτούς. Τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τῷ Παύλῳ λεγόμενον τὸ
«ἡ ἀγάπη οὐ περπερεύεται», ἀντὶ τοῦ ὁ ἔχων τὴν ἀγάπην.448

359

(1l)

29, 4 〈βασιλεὺς δίκαιος ἀνίστησιν χώραν·
2lἀνὴρ δὲ παράνομος κατασκάπτει〉
1 Ὁ μὲν Χριστὸς ἀνίστησι τὴν φύσιν τὴν λογικήν· ὁ δὲ ἀντίχριστος κατασκάπτει.

360

(1l)

29, 7 〈ἐπίσταται δίκαιος κρίνειν πενιχροῖς·
2lὁ δὲ ἀσεβὴς οὐ συνήσει γνῶσιν
3lκαὶ πτωχῷ οὐχ ὑπάρχει νοῦς ἐπιγνώμων〉
1Οὐκοῦν πτωχός ἐστιν ὁ μὴ ἔχων νοῦν ἐπιγνώμονα.450

361

(1l)

29, 9 〈ἀνὴρ σοφὸς κρίνει ἔθνη·
2lἀνὴρ δὲ φαῦλος ὀργιζόμενος καταγελᾶται καὶ οὐ καταπτήσσει〉
1 «Καὶ ἐπ’ αὐτόν, φησὶν ὁ Δαυίδ, γελάσονται καὶ ἐροῦσιν· ἰδοὺ ἄνθρωπος ὃς οὐκ ἔθετο τὸν θεὸν βοηθὸν αὐτοῦ.»

362

(1l)

29, 10 〈ἄνδρες αἱμάτων μέτοχοι ζητήσουσιν ὅσιον·
2lοἱ δὲ εὐθεῖς ἐκζητήσουσιν ψυχὴν αὐτοῦ〉
1 Οὗτος ἐκζητεῖ ψυχὴν δικαίου ὁ τὰ αὐτῇ νενοημένα νοῆσαι βουλόμενος.

363

(1l)

29, 11 〈ὅλον τὸν θυμὸν αὐτοῦ ἐκφέρει ἄφρων·
2lσοφὸς δὲ ταμιεύεται κατὰ μέροσ〉
1 Οὗτος ταμιεύεται τὸν θυμὸν κατὰ μέρος ἤτοι ὁ ἐπὶ τοῖς δικαίοις ὀργιζόμενος πράγμασιν ἢ ὁ διὰ τῆς μακρο‐ θυμίας καταναλίσκων τὸν θυμὸν κατὰ μέρος. Καὶ πρὸς μὲν τοὺς ἁπλουστέρους λεκτέον τὸ πρότερον, πρὸς δὲ τοὺς
5σπουδαίους τὸ δεύτερον.452

364

(1l)

29, 18 〈οὐ μὴ ὑπάρξῃ ἐξηγητὴς ἔθνει παρανόμῳ·
2lὁ δὲ φυλάσσων τὸν νόμον μακαριστόσ〉
1 Τοῖς μὲν φυλάξασι τὸν νόμον ὑπάρξει ἐξηγητής· τοῖς δὲ παρανομήσασιν ἐξηγητὴς μὲν οὐχ ὑπάρξει, κολαστὴς δὲ ὑπάρξει, εἴπερ οὐ λόγος, ἀλλὰ ῥάβδος παρανόμῳ δίδοται ἔθνει.

365

(1l)

29, 19 〈λόγοις οὐ παιδευθήσεται οἰκέτης σκληρός·
2lἐὰν γὰρ καὶ νοήσῃ, οὐχ ὑπακούσεται〉
1 Ὅτι οὐδεὶς κατὰ φύσιν σκληρός, παρίστησι τὸ «ἐὰν γὰρ καὶ νοήσῃ, οὐχ ὑπακούσεται»· ὁ γὰρ κατὰ φύσιν σκληρὸς οὐκ ἂν ὀρθόν τι νοήσοι ποτέ. Τοῦτο δὲ λέγω διὰ τὸν Φαραὼ σκληρυνθέντα ἐπὶ τὸν Ἰσραὴλ καὶ μὴ λόγοις,
5ἀλλὰ μάστιξι παιδευθέντα.454

366

(1l)

29, 21 〈ὃς κατασπαταλᾷ ἐκ παιδός, οἰκέτης ἔσται·
2lἔσχατον δὲ ὀδυνηθήσεται ἐφ’ ἑαυτῷ〉
1 Εἰ τὸ σπαταλᾶν ἁμαρτάνειν ποιεῖ, «πᾶς δὲ ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας», πᾶς ἄρα ὁ σπαταλῶν δοῦλός ἐστι τῆς ἁμαρτίας.

367

(1l)

29, 23 〈ὕβρις ἄνδρα ταπεινοῖ·
2lτοὺς δὲ ταπεινόφρονας ἐρείδει δόξῃ κύριοσ〉
1Νῦν τὴν κακίαν ὕβριν ψυχῆς λογικῆς ὀνομάζει.456

368

(1l)

29, 24.1 〈ὃς μερίζεται κλέπτῃ μισεῖ τὴν ἑαυτοῦ ψυχήν〉
1 «Ὁ κλέπτης, φησίν, οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ.»

369

(1l)

29, 24.2 〈ἐὰν δὲ ὅρκου προτεθέντος ἀκούσαντες μὴ ἀναγγείλωσιν,
2l29, 25.1 φοβηθέντες καὶ αἰσχυνθέντες ἀνθρώπους ὑποσκελισθήσονται〉
1 Ὅρκον εἶπε τὸν νόμον· ὥσπερ γὰρ ὁ ὅρκος τίθησι θεὸν ἐν ψυχῇ, οὕτω καὶ ὁ νόμος εἰσάγει θεὸν εἰς ψυχήν· καὶ ὃν τρόπον πάλιν ἀναιρεῖ ἡ ἐπιορκία θεὸν ἐκ ψυχῆς, οὕτω καὶ παρανομία ἐκβάλλει θεὸν ἀπ’ αὐτῆς. Ἐὰν οὖν, φησίν,
5νόμου τεθέντος ἀκούσαντες μὴ ἐξαγορεύσωσιν ἑαυτῶν τὰς ἁμαρτίας, «φοβηθέντες καὶ αἰσχυνθέντες ἀνθρώπους ὑποσκε‐ λισθήσονται». Οὕτω φησὶ καὶ ὁ Δαυίδ· «ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου.» Καὶ πάλιν ὁ Σολομών φησιν· «ὁ ἐπικαλύπτων ἀσέβειαν
10ἑαυτοῦ οὐκ εὐοδωθήσεται· ὁ δὲ ἐξηγούμενος καὶ ἐλέγχων ἀγαπηθήσεται.» Καὶ ὁ Δαυίδ· «εἶπα, φησίν, ἐξαγορεύσω κατ’ ἐμοῦ τὴν ἀνομίαν μου τῷ κυρίῳ καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου»· καὶ «λέγε σὺ πρῶτος τὰς
ἀνομίας σου.»458

370

(1l)

29, 26 〈πολλοὶ θεραπεύουσι πρόσωπα ἡγουμένων·
2lπαρὰ δὲ κυρίου γίνεται τὸ δίκαιον ἀνδρί〉
1 Ἐν τῷ κατορθοῦν θεραπεύομεν τοὺς ἀγγέλους· αὐτοὶ γάρ εἰσιν οἱ ἡγούμενοι ἡμῶν ἀπ’ ἀρχῆς λαβόντες ἡμᾶς, «ὅτε διεμέριζεν ἔθνη ὁ ὕψιστος» καὶ «ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων αὐτοῦ». Τὸ δὲ ἐκ
5τῆς κρίσεως δίκαιον ὑπάρξει ἡμῖν παρὰ τοῦ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὅτε κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ,
εἴγε πᾶσαν τὴν κρίσιν ὁ πάτηρ δέδωκε τῷ υἱῷ.460

371

(1l)

31, 10.1 〈γυναῖκα ἀνδρείαν τίς εὑρήσει;〉
1 Ἀνδρεία ἐστὶν ἕξις ἀρίστη λογικῆς ψυχῆς, καθ’ ἣν τῶν ἀντικειμένων αὐτῇ κεκράτηκεν ἐχθρῶν.

372

(1l)

’31, 11.2 〈ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει〉
1 Νικήσαντες τὴν ἀντικειμένην δύναμιν σκυλεύομεν αὐτὴν τοὺς περὶ αὐτῆς λόγους μανθάνοντες.

373

(1l)

’31, 13 〈μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστα ταῖσχερσὶν αὐτῆσ〉
1 Μηρύεται ἔρια καὶ λίνον ψυχὴ τοὺς περὶ ἐμψύχων καὶ ἀψύχων λόγους γυμνάζουσα ἢ τοὺς περὶ πρακτικῆς καὶ φυσικῆς ἐξετάζουσα λόγους. Ἔλεγε δέ τις ὅτι μηρύεται ἔρια καὶ λίνον ψυχὴ τὴν περὶ σωμάτων καὶ ἀσωμάτων
5θεωρίαν διὰ τῆς πρακτικῆς ἕλκουσα πρὸς αὐτήν.462

374

(1l)

’31, 15.1—2 〈καὶ ἀνίσταται ἐκ νυκτῶν
2lκαὶ ἔδωκε βρώματα τῷ οἴκῳ〉
1 Τὴν ἐκ νυκτὸς ἀνισταμένην ψυχὴν ἐγρηγορυῖαν εὑρίσκει ὁ τῆς δικαιοσύνης ἥλιος, πάντως δὲ καὶ προσευ‐ χομένην, ἵνα μὴ ἐμπέσῃ εἰς πειρασμόν· σπεύδει γὰρ καὶ αὐτὴ εἰπεῖν τὸ «ἠγρύπνησα καὶ ἐγενόμην ὡς στρουθίον
5μονάζον ἐπὶ δώματι».

375

(1l)

’31, 18 〈ἐγεύσατο δὲ ὅτι καλόν ἐστιν τὸ ἐργάζεσθαι
2lκαὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆσ〉464
1 Λύχνος ἐστὶ νοῦς καθαρὸς πνευματικῆς θεωρίας πεπληρωμένος.

376

(1l)

’31, 19 〈τὰς χεῖρας αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα·
2lτοὺς δὲ πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον〉
1 Ἄτρακτός ἐστι νοῦς καθαρὸς συμπλέκων ἀρετὴν ἀρετῇ καὶ δόγματι δόγμα ἢ λόγος προφορικὸς ἕλκων ἀπὸ τοῦ νοῦ πνευματικὴν θεωρίαν.

377

(1l)

’31, 21 〈οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅτανπου χρονίζῃ·
2lπάντες γὰρ οἱ παρ’ αὐτῆς ἐνδιδύσκονται〉
1 Οὐκ ἂν προέλθοι ὁ νοῦς οὐδ’ ἐν τῇ θεωρίᾳ γένοιτο τῶν ἀσωμάτων μὴ τὰ ἔνδον διορθωσάμενος· ἡ γὰρ ταραχὴ τῶν οἰκείων ἐπιστρέφειν αὐτὸν εἴωθε πρὸς τὰ ἀφ’ ὧν
ἐξελήλυθεν. Ἀπάθειαν δὲ κτησάμενος χρονίσει τε ἐν τῇ466
5θεωρίᾳ καὶ οὐ φροντίσει τῶν ἐν οἴκῳ· ἐνδέδυται γὰρ θυμὸς μὲν πραΰτητα καὶ ταπεινοφροσύνην, ἐπιθυμία δὲ σωφροσύνην καὶ ἐγκράτειαν.

378

(1l)

’31, 22 〈δισσὰς χλαίνας ἐποίησεν τῷ ἀνδρὶ αὐτῆς·
2lἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα〉
1 Γῆς καὶ θαλάσσης οἱ λόγοι ἐνδύματά εἰσι ψυχῆς λογικῆς ἐκ βύσσου καὶ πορφύρας. Ἄλλος δέ τις ἐρεῖ τὴν θεωρίαν τῶν γεγονότων καὶ τὴν θεωρίαν τῆς ἁγίας τριάδος
ἔνδυμα εἶναι νοῦ καθαροῦ ἐκ βύσσου καὶ πορφύρας.468

379

(1l)

’31, 24 〈σινδόνας ἐποίησεν καὶ ἀπέδοτο,
2lπεριζώματα δὲ τοῖς Χαναναίοισ〉
1 Ἡ φανεῖσα σινδὼν ἐπὶ τοῦ δώματος Πέτρῳ σύμβολον ἦν τοῦ κόσμου τοῦ αἰσθητοῦ· τὰ γὰρ ἐν αὐτῇ περιεχόμενα ζῷα τὰ διάφορα ἤθη τῶν ἀνθρώπων ἐδήλου καθαρισθέντα τῷ σταυρῷ τοῦ Χριστοῦ. Εἰ οὖν ἡ μία σινδὼν
5τὸν κόσμον τοῦτον ἐσήμαινεν, μήποτε αἱ πλείους σινδόνες τὴν περὶ διαφόρων κόσμων περιέχουσι θεωρίαν, ἣν ἡ καθαρὰ ψυχὴ θεωρήσασα καὶ ἄλλοις μετέδωκεν. Εἰ δὲ οἱ Χαναναῖοι ταπεινοὶ ἑρμηνεύονται, καλῶς οὐ τοῖς ταπεινοῖς τὴν διάνοιαν ἀπέδοτο τὰς σινδόνας, ἀλλὰ καθαροῖς μὲν τὰς σινδόνας,
10τοῖς δὲ Χαναναίοις περιζώματα, ἅπερ πρακτικῆς ἐστι
σύμβολα τὸ παθητικὸν μέρος τῆς ψυχῆς περισφίγγοντα.470

380

(1l)

’31, 27.1 〈στεγναὶ διατριβαὶ οἴκων αὐτῆσ〉
1 Εἰ ὁ διάβολος «βασιλεύς» ἐστι «πάντων τῶν ἐν τοῖς ὕδασι» καὶ «δι’ ἀνύδρων τόπων ἀνάπαυσιν οὐχ εὑρίσκει», καλῶς τῆς καθαρᾶς ψυχῆς στεγναὶ αἱ διατριβαὶ λέγονται εἶναι.

381

(1l)

’31, 27.2 〈σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγεν〉
1Σῖτα ὀκνηρὰ τὰς κακίας εἶναί φασιν.

382

(1l)

’31, 30.2—3 〈γυνὴ γὰρ συνετὴ εὐλογεῖται·
2lφόβον δὲ κυρίου αὕτη αἰνείτω〉
1 Εἰ «ἀρχὴ σοφίας φόβος κυρίου», δικαίως ἡ τυχοῦσα τῆς σοφίας ψυχὴ αἰνεῖ τὸν φόβον κυρίου, ὅστις
γέγονεν αὐτῇ τῆς τοιαύτης γνώσεως πρόξενος.472

383

(1l)

11, 29 〈ὁ μὴ συμπεριφερόμενος τῷ ἑαυτοῦ οἴκῳ κληρονομήσει ἄνεμον,
2lδουλεύσει δὲ ἄφρων φρονίμῳ〉
1 Ἐγκώμιον τοῦτο τοῦ ἄφρονος. Πᾶς φαῦλος ἄφρων, πᾶς ἄφρων δοῦλος, πᾶς ἄρα φαῦλος δοῦλος.

384

(1l)

14, 20 〈φίλοι μισήσουσιν φίλους πτωχούς,
2lφίλοι δὲ πλουσίων πολλοί〉
1Ἀγαπῶσι γὰρ οἱ ἅγιοι ἄγγελοι τοὺς ἁγίους διὰ τὰς
ἀρετάς· τοὺς δὲ ἁμαρτωλοὺς μισοῦσι διὰ τὴν τούτων πενίαν.474