TLG 4110 028 :: EVAGRIUS :: Expositio in Proverbia Salomonis EVAGRIUS Scr. Eccl. Expositio in Proverbia Salomonis Source: Tischendorf, C. (ed.), Notitia editionis codicis bibliorum Sinaitici. Leipzig, 1860: 76–122. Citation: Page — (line) | ||
76(1t) | Σχόλια εἰς τὰς παροιμίας. | |
2t | ἀστερίσκος, ὀβελός. | |
---|---|---|
1 | Ὅσοις οἱ ὀβελοὶ πρόσκεινται ῥητοῖς, οὗτοι οὐκ ἔκειντο οὔτε παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς οὔτε ἐν τῷ ἑβραϊκῷ, ἀλλὰ παρὰ μόνοις τοῖς ο· καὶ ὅσοις οἱ ἀστερίσκοι πρόσκεινται ῥητοῖς, οὗτοι ἐν μὲν τῷ ἑβραϊκῷ καὶ τοῖς λοιποῖς ἑρμηνευταῖς ἐφέροντο, ἐν δὲ τοῖς ο οὐκέτι· τὰ δὲ ἠστερισμένα ἐν ταὐτῷ καὶ ὠβελισμένα ῥητὰ φέρονται μὲν παρὰ τοῖς ο, φέρονται δὲ καὶ ἐν τῷ ἑβραϊκῷ καὶ παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς, τὴν θέσιν δὲ | |
5 | μόνην παραλλάσσουσιν οἱ λοιποὶ καὶ τὸ ἑβραϊκὸν παρὰ τοὺς ο· ὅθεν ὠβέλισται ἐν ταὐτῷ καὶ ἠστέρισται, ὡς παρὰ πᾶσι μὲν φερόμενα, οὐκ ἐν τοῖς αὐτοῖς δὲ τόποις. Τὸ μὲν οὖν βιβλίον ἔχει κατὰ τὴν θέσιν καὶ ἀκολουθίαν τῶν ο, σεσημείωται δὲ καὶ ἡ ἀκολουθία τῶν λοιπῶν, ὡς κεῖνται παρ’ αὐτοῖς τὰ ῥητά· καὶ ὅπου μὲν ἐν ὀλίγοις ῥητοῖς ἐγένετο αὐτοῖς ἡ ἐναλλαγή, δήλη ἐστὶν αὐτόθεν ἐκ τῶν παρακειμένων σημείων· ὅπου δὲ ἐν πλείοσιν, ἥτις καὶ ἐσχάτη ἐστίν, ταύτην ἔχει παρὰ | |
10 | τοῖς λοιποῖς τὴν ἀκολουθίαν· μετὰ τὸ Τὰς δὲ τιμωρίας ἀμφοτέρων τίς γνώσεται, συνάπτουσι Ταῦτα δὲ λέγω ὑμῖν τοῖς σοφοῖς ἐπιγινώσκειν, ἕως Καὶ ἡ ἔνδειά σου ὥσπερ ἀγαθὸς δρομεύς· εἶτα Αὗται αἱ παιδεῖαι σολομῶντος, ἕως Βδέλυγμα (cod. βδέλλ.) δὲ ἀνόμῳ κατευθύνουσα ὁδός· εἶτα Λόγον φυλασσόμενος υἱὸς ἀπωλείας ἐκτὸς ἔσται, ἕως Καὶ τοὺς πένητας αὐτῶν ἐξ ἀνθρώπων· εἶτα Τῇ βδέλλῃ τρεῖς θυγατέρες ἦσαν, ἕως Διάκρινε δὲ πένητα καὶ ἀσθενῆ· εἶτα Γυναῖκα ἀνδρείαν (cod. –εῖαν) τίς εὑρήσει. ταῦτα δὲ παρεθήκαμεν ἵνα μὴ ἐμπίπτοντος | |
15 | τοιούτου ἀντιγράφου δόξῃ τὸ βιβλίον ἐσφάλθαι. οἱ λοιποὶ Τὰς δὲ τιμωρίας· εἶτα Ταῦτα λέγω, ἕως Καὶ ἡ ἔνδειά σου· εἶτα Αὗται αἱ παιδεῖαι, ἕως Βδέλυγμα (cdd. rursus βδέλλ.) δὲ ἀνόμῳ· εἶτα Λόγον φυλασσόμενος, ἕως Καὶ τοὺς πένητας· εἶτα Τῇ βδέλλῃ τρεῖς, ἕως Διάκρινε δέ· εἶτα Γυναῖκα ἀνδρείαν. Εὐαγρίου σχόλιον. Εἰσὶν ὅσα προτεταγμένον ἔχουσι τὸν ἀριθμὸν ὧδε, ὅσα ὠριγένην ἐπιγεγραμμένον ἔχει τούτῳ τῷ μονοσυλλάβῳ ωρ· εἰσὶ δὲ μάλιστα ἐν τῷ ἰώβ· ὅσα δὲ περὶ διαφωνίας ῥητῶν τινῶν τῶν ἐν τῷ ἐδαφίῳ | |
20 | ἢ ἐκδόσεών ἐστιν σχόλια, ἅπερ καὶ κάτω νενευκυῖαν περιεστιγμένην ὄχει προτεταγμένην, τῶν ἀντιβεβληκότων τὸ βιβλίον ἐστίν· ὅσα δὲ ἀμφιβόλως ἔξω κείμενα ῥητὰ ἔξω νενευκυῖαν περιεστιγμένην ἔχει προτεταγμένην, διὰ τὰ σχόλια προσετέθησαν κατ’ αὐτὰ τοῦ μεγάλου εἰρηκότος διδασκάλου, ἵνα μὴ δόξῃ κατὰ κενοῦ τὸ σχόλιον φέρεσθαι, ἐν πολλοῖς μὲν τῶν ἀντιγράφων τῶν ῥητῶν οὕτως ἐχόντων, ἐν τούτῳ δὲ μὴ οὕτως κειμένων ἢ μηδ’ ὅλως | |
φερομένων καὶ διὰ τοῦτο προστεθέντων. | 76 | |
77 | α Παροιμία. παροιμία ἐστὶν λόγος δι’ αἰσθητῶν πραγμάτων σημαίνων πράγματα νοητά. β Βασιλεία Ἰσραήλ ἐστιν γνῶσις πνευματικὴ τοὺς περὶ τοῦ θεοῦ καὶ ἀσωμάτων καὶ σωμάτων καὶ κρίσεως καὶ προνοίας περιέχουσα λόγους, ἢ τὴν περὶ ἠθικῆς καὶ φυσικῆς καὶ θεολογικῆς ἀποκαλύπτουσα θεωρίαν. τούτου χάριν φησίν· Ἐβασίλευσεν ἐν Ἰσραὴλ τοῦ γνῶναι παιδείαν καὶ σοφίαν. καὶ σοφία μέν ἐστιν γνῶσις | |
5 | σωμάτων καὶ ἀσωμάτων καὶ τῆς ἐν τούτοις θεωρουμένης κρίσεως καὶ προνοίας· παιδεία δέ ἐστιν μετριοπάθεια παθῶν, περὶ τὸ παθητικὸν ἢ ἄλογον τῆς ψυχῆς μέρος θεωρουμένη. δ Τὸ κρίμα κατευθύνειν, ὀρθὸν καὶ ἀδιάστροφον εἶναι τὸ κριτήριον δηλοῖ. τρία δὲ κριτήρια ἐν ἡμῖν, αἴσθησις, λόγος, νοῦς· καὶ αἴσθησις μὲν τῶν αἰσθητῶν· λόγος δὲ ὀνομάτων καὶ ῥημάτων καὶ τῶν λεγομένων· νοῦς δὲ τῶν νοητῶν. | |
10 | α Ὥσπερ διὰ τῶν αἰσθήσεων ὁ νοῦς ἐπιβάλλει τοῖς αἰσθητοῖς, οὕτω καὶ διὰ τῶν ἀρετῶν ἐποπτεύει τὰ νοητά· διόπερ καὶ αἰσθήσεως αὐτὰς λόγον ἐπέχειν ὁ σοφὸς Σολομὼν ἡμᾶς διδάσκει. β Οἱ κτώμενοι κακίαν ἐξουθενήσουσιν σοφίαν καὶ παιδείαν· λόγῳ δὲ ὡς οἶμαι οὐδεὶς ἐξουθενεῖ σοφίαν καὶ παιδείαν. γ Ὥσπερ ἡ κορυφὴ καὶ ὁ τράχηλος δηλοῖ ἐνταῦθα τὸν νοῦν, οὕτω καὶ ὁ στέφανος καὶ ὁ κλοιὸς ἐνταῦθα | |
15 | σημαίνει τὴν γνῶσιν. αὕτη γὰρ ἡ συνήθεια τοῦ πνεύματος τοῦ ἁγίου, πολλοῖς ὀνόμασιν ὀνομάζειν τὸν θεόν τε καὶ τοὺς ἀγγέλους αὐτοῦ, καὶ τὸν νοῦν καὶ τὴν ἀρετὴν καὶ τὴν γνῶσιν, καὶ τὴν κακίαν καὶ τὴν ἀγνωσίαν, καὶ αὐτὸν τὸν διάβολον καὶ τοὺς ἀγγέλους αὐτοῦ. οὐχ ἁπλῶς δὲ τίθησι τὰ ὀνόματα, ὥς τινες οἴονται· διαφόρων γὰρ ἐνεργειῶν εἰσὶν γνωρίσματα, θεοῦ δὲ διὰ τῶν ἀγγέλων ἐν ἡμῖν ἐνεργοῦντος καὶ ἡμῶν ἐν αὐτῷ, δαιμόνων δὲ πρὸς ἡμᾶς καὶ ἡμῶν πρὸς αὐτούς. | |
20 | δ Ἡ κτῆσις τοῦ δικαίου ἐστὶν σοφία καὶ σύνεσις καὶ φρόνησις· κτῆσαι γάρ φησιν σοφίαν, καὶ κτῆσαι σύνεσιν, καὶ ὁ κτώμενος φρόνησιν ἀγαπᾷ ἑαυτόν. καταλαμβάνονται δὲ τὴν κτῆσιν ταύτην οἱ ἀσεβεῖς, πείθοντες τὸν δίκαιον ποιῆσαί τι τῶν ἀπηγορευμένων παρὰ θεῷ, ἵνα τυφλωθεὶς ὑπὸ τῆς ἁμαρτίας ὁ νοῦς ἐκπέσῃ τῶν | |
ἁγίων τούτων κτημάτων. | 77 | |
78 | ε Τούτους σκυλεύουσιν οὓς νικῶσιν οἱ δαίμονες, λαμβάνοντες ἀπ’ αὐτῶν τὴν τοῦ θεοῦ πανοπλίαν, τὴν περικεφαλαίαν καὶ τὸν θώρακα καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστιν ῥῆμα θεοῦ. ϛ Οὗτοι συγκληρονόμοι τῶν ἀντικειμένων εἰσίν, οἱ τῆς αὐτῆς αὐτοῖς κακίας ἀντιλαμβάνοντες. κοινὸν δέ ἐστιν ὃ μὴ τοῦ ἑνός ἐστι θεοῦ. | |
5 | Δίκτυόν ἐστιν κόλασις αἰώνιος παρὰ τοῦ δικαίου κριτοῦ ταῖς ἀκαθάρτοις προσαγομένη ψυχαῖς ἐπ’ ἀπωλείᾳ τῶν κακῶς ἀπ’ αὐτῶν ἐκφύντων πτερῶν. Ἔξοδον νῦν ὀνομάζει τὴν ἐξελθοῦσαν ψυχὴν ἀπὸ κακίας καὶ ἀγνωσίας· τοιαύτη δὲ καὶ ἡ ἔξοδος τῶν υἱῶν Ἰσραήλ, ἡ μετὰ τὴν ἐκ τῆς κρίσεως τοῦ θεοῦ καὶ διδασκαλίας γένεσιν γεγονυῖα. τὴν αὐτὴν δὲ ψυχὴν καὶ πλατείαν λέγει· Πλάτυνον γάρ φησιν τὸ στόμα σου, καὶ πληρώσω αὐτό· καὶ Πλατύνθητε δὴ καὶ ὑμεῖς, | |
10 | ἐν τῇ πρὸς Κορινθίους ὁ Παῦλος. καὶ ὑπὸ μὲν τῆς οὕτως ἐξερχομένης ψυχῆς ὑμνεῖται ἡ σοφία· ἐν δὲ τῇ πλατυνομένῃ διὰ τῶν ἀρετῶν παρρησίαν ἄγει. ἄκρον δὲ τεῖχος αὐτῆς τὴν ἄκραν ἀπάθειαν λέγει· εἴπερ οἱ ἀγαπῶντες τὸν νόμον περιβάλλουσιν ἑαυτοῖς τεῖχος· ὑπὲρ οὗ τείχους εὔχεται καὶ ὁ Δαυὶδ λέγων· Οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ, τοῦτ’ ἔστιν τῆς τοιᾶσδε ψυχῆς τὰ καταπεπτωκότα, δηλονότι ἐκ τῆς τοῦ Οὐρίου προφάσεως. πύλας δὲ δυναστῶν τὰς ἀρετὰς τῶν σοφῶν λέγει. Ἀνοίξατε γάρ μοί φησιν πύλας δικαιοσύνης· καὶ Οἱ δυνάσται | |
15 | θυμώδεις εἰσίν, οἶνον μὴ πινέτωσαν, ἵνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας, καὶ ὀρθὰ κρίνειν οὐ μὴ δύνωνται τοὺς ἀσθενεῖς. Πῶς οὖν ἔμπροσθέν φησιν Σολομών· Ὁ δὲ ἐπιχαίρων ἀπολλυμένῳ οὐκ ἀθωωθήσεται; ἢ τάχα οὕτως χαίρει ἡ σοφία, ὡς ἐχάρη ἐπὶ τῇ ἀπωλείᾳ Ματθαίου τοῦ τελώνου καὶ ἐπὶ τῇ τοῦ λῃστοῦ ἀπωλείᾳ τοῦ πιστεύσαντος τῶ Χριστῷ· τοῦ μὲν γὰρ τὸν λῃστὴν ἡ σοφία, τοῦ δὲ τὸν τελώνην ἀπώλεσεν. | |
20 | Πολιορκία ἐστὶν διδασκαλία ἠθική, τὴν κακῶς οἰκοδομηθεῖσαν ψυχὴν καταστρέφουσα. Εἰ ἐφ’ ἡμῶν ἐστὶν θέλειν προσέχειν ταῖς τῆς σοφίας βουλαῖς καὶ μὴ θέλειν προσέχειν, γεγόναμεν αὐτεξούσιοι. ὅμοιον τούτῳ ἐστὶν καὶ τὸ Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταῦτα. Ὥσπερ τὰ νήπια μεταξὺ δικαίων καὶ ἀδίκων ἐστίν, οὕτως καὶ πάντες οἱ ἄνθρωποι μεταξὺ ἀγγέλων | |
25 | καὶ δαιμόνων εἰσίν, μήτε δαίμονες ὄντες μήτε ἄγγελοι χρηματίζοντες, μέχρι τῆς συντελείας τοῦ αἰῶνος. Ὁ ἀπαθὴς ἡσυχάζει ἀφόβως ἀπὸ παντὸς κακοῦ λογισμοῦ. Οὗτος κρύπτει τὴν ἐντολὴν τοῦ θεοῦ, ὁ ποιῶν αὐτήν, εἴπερ καὶ οἱ δαίμονες ἐκ τοῦ μὴ συγχωρεῖν αὐτὴν | |
ποιεῖν ἡμᾶς ἁρπάζειν λέγονται. | 78 | |
79 | Νῦν τὴν φωνὴν τὴν ἀπάθειαν τῆς ψυχῆς ὀνομάζει· αὕτη γὰρ πέφυκεν ἐπικαλεῖσθαι γνῶσιν θεοῦ. οὕτω καὶ ὁ Δαυὶδ λέγει· Φωνῇ μου πρὸς κύριον ἐκέκραξα, καὶ πάλιν· Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου. Τότε συνήσεις πῶς ὁ φόβος τοῦ κυρίου ἀρχὴ σοφίας ἐστίν, καὶ πῶς τῆς τοῦ θεοῦ γνώσεως γίνεται πρόξενος. προϋπάρξαι δὲ δεῖ σοφίαν καὶ σύνεσιν, πρὸς τὸ δυνηθῆναι συνιέναι φόβον κυρίου· καὶ προσάξομέν γε | |
5 | ταῦτα τοῖς τὴν μὲν σοφίαν καὶ τὴν σύνεσιν ἐξουθενοῦσιν, καταφεύγειν δὲ βουλομένοις ἐπὶ τὸ φοβεῖσθαι τὸν θεόν, ὡς ἐπὶ εὐχερὲς πρᾶγμα. Ἄξονας λέγει τὰς ἐντολὰς τοῦ θεοῦ τὰς ἀγούσας ἡμᾶς ἐπὶ τὴν γνῶσιν τὴν τοῦ θεοῦ. καὶ ὁ Δαυὶδ φησίν· Διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην. Οἱ μὲν ἅγιοι ἄγγελοι πάντα λαλοῦσι πιστά· ἄνθρωποι δὲ τὰ μὲν πιστά, τὰ δὲ ἄπιστα· ὁ δὲ διάβολος | |
10 | οὐδὲν πιστὸν ἀντὶ τοῦ οὐ πίστεως ἄξιον. ἄνδρα γὰρ νῦν τὸν διάβολον λέγει, εἴγε ἄνθρωπος πονηρὸς ἐπέσπειρε τὰ ζιζάνια. Εἰ ἡ βουλὴ ποιὰ νοῦ κίνησίς ἐστιν, πῶς αὕτη ἀπέλιπεν διδασκαλίαν νεότητος; πῶς δὲ καὶ θείας ἐπελάθετο διαθήκης; ὡς γὰρ περὶ ζώου λογικοῦ τῆς κακῆς βουλῆς ἡμῖν διαλέγεται. ἢ νῦν κακὴν βουλὴν τὸν διάβολον λέγει· οὗτος γὰρ κακῶς ἐβουλεύσατο εἰπὼν τὸ Ἐπάνω τῶν ἄστρων θήσομαι τὸν θρόνον μου, | |
15 | ἔσομαι ὅμοιος τῷ ὑψίστῳ. ἐπελάθετο δὲ καὶ τῆς θείας γνώσεως, καταλιπὼν τὴν διδασκαλίαν τῆς νεότητος· ἥτις νεότης τὴν προτέραν αὐτοῦ κατάστασιν δηλοῖ, καθ’ ἣν καὶ ζηλωτὸς ἦν ἐν τοῖς ξύλοις τοῦ παραδείσου. Διώκοντας γὰρ δικαιοσύνην ἀγαπᾷ, καὶ οὕτως τρέχετε ἵνα καταλάβητε. Ὅσοι καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς, οὗτοι καταλαμβάνουσι τρίβους εὐθείας· Καὶ τὸ ἔλεός σου, | |
20 | φησίν, καταδιώξεταί με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. Οἱ μὲν ἐν ἀκακίᾳ, φησίν, μείναντες ὑπελείφθησαν ἐν τῇ γῇ, τοῦτ’ ἔστιν ἐν τῇ γνώσει· οἱ δὲ διὰ κακίαν | |
ἐκπεσόντες διὰ χρηστότητος πάλιν ἐπανελεύσονται. | 79 | |
80 | Οὗτος ἐπιλανθάνεται νόμου, ὁ μὴ νομίμως βιούς· οὗτος μέμνηται τοῦ νόμου, ὁ ζῶν κατ’ αὐτόν· καὶ εἰ οὗτος τηρεῖ τὰ ῥήματα τοῦ θεοῦ, ὁ ποιῶν αὐτά, οὗτος ἀπόλλυσιν αὐτά, ὁ μὴ βουλόμενος πράττειν αὐτά· οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι, φησίν, παρὰ τῷ θεῷ, ἀλλ’ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. Μὴ ἐπαρθῇς, φησί, θεοῦ σοφίαν κτησάμενος· ὅτι δὲ τὴν τοῦ θεοῦ ἐνταῦθα λέγει σοφίαν καὶ αὐτὴν | |
5 | ἀνθρωπίνην, δι’ ὧν ἐπιφέρει δείκνυσιν· Ἐν πάσαις γάρ φησιν ὁδοῖς σου γνώριζε αὐτήν, ἵνα ὀρθοτομῇ τὰς ὁδούς σου. Ὅταν αἱ δυνάμεις τῆς ψυχῆς ἐπιμελείας τύχωσιν, τὸ τηνικαῦτα ἐροῦσι Κύριε, τίς ὅμοιός σοι; Πάντα γάρ φησι τὰ ὀστᾶ μου ἐροῦσι Κύριε κύριε, τίς ὅμοιός σοι; ἐπιμελείας γὰρ τυχοῦσα ἡ μνημονευτικὴ δύναμις τῆς ψυχῆς πάντως ἐρεῖ τὸ Ἐμνήσθην τοῦ θεοῦ καὶ εὐφράνθην· ὁμοίως δὲ καὶ ἡ ὀπτικὴ λέξει τὸ Κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην· ὡσαύτως δὲ καὶ ἡ ἐπιθυμητικὴ Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου· ἐρεῖ δὲ | |
10 | καὶ ἡ λογιστικὴ τὸ Διελογισάμην ἡμέρας ἀρχαίας. κατὰ πάντα συμβήσεται καὶ ἐπὶ τῶν ἄλλων δυνάμεων. Ἔν τισιν ἀντιγράφοις κεῖται πλησμονὴ σίτου· οὐ κεῖται δὲ οὔτε εἰς τὸ ἑβραϊκὸν οὔτε παρὰ τοῖς ο τὸ σίτου. Πρὸς μόνην τὴν σοφίαν ἀδυνατοῦσιν οἱ δαίμονες, λογισμοὺς ἐμβάλλειν εἰς τὴν καρδίαν τοῦ σεσοφισμέ‐ νου μὴ συγχωρούμενοι· ὁ γὰρ νοῦς τοῖς τῆς σοφίας ποιούμενος θεωρήμασιν, ἀνεπίδεκτος γίνεται λογισμοῦ ἀκαθάρτου. | |
15 | Νοῦς καθαρὸς ἐγγίζει σοφίᾳ· ὁ δὲ ἀκάθαρτος μακρυνθήσεται ἀπ’ αὐτῆς Τούτου τοῦ ξύλου μετὰ τὴν παράβασιν ὁ Ἀδὰμ μεταλαμβάνειν κωλύεται, εἴπερ ἀπὸ καρπῶν δικαιοσύνης φύεται δένδρον ζωῆς· εἰ δὲ τὸ δένδρον τῆς ζωῆς ἡ τοῦ θεοῦ σοφία ἐστίν, δικαίως ἅψασθαι κωλύεται τούτου τοῦ ξύλου· Εἰς γὰρ κακότεχνόν φησιν ψυχὴν σοφία οὐκ εἰσελεύσεται. Ὁ θεὸς τῇ μὲν σοφίᾳ τὴν γῆν ἐθεμελίωσεν, τῇ δὲ φρονήσει τοὺς οὐρανοὺς ἡτοίμασεν· διὰ δὲ τῆς | |
20 | αἰσθήσεως αὐτοῦ ἐρράγησαν ἄβυσσοι, τὰ δὲ νέφη ἐρρύησαν δρόσους. ἣν ἐνταῦθα γῆν εἶπεν, Παῦλος ὁ ἅγιος | |
πλᾶτος (sic cod.) ὠνόμασεν· καὶ τοὺς ἐνταῦθα οὐρανοὺς λεγομένους ὕψος ἐκεῖνος ἐν τῇ πρὸς Ἐφεσίους καλεῖ, | 80 | |
81 | καὶ τὰς λεγομένας τροπικῶς ἀβύσσους ὀνομάζει βάθος, καὶ τὰ δεδροσωμένα νέφη μῆκος καλεῖ. ταῦτα δὲ πάντα λογικῶν ἐστὶ φύσεων σύμβολα, διαιρουμένων κόσμοις καὶ σώμασι κατ’ ἀναλογίαν. Τράχηλον τὴν ψυχὴν εἶπεν τὴν βαστάσασαν τὸν ζυγὸν τοῦ κυρίου. Πρόσκομμά ἐστι φύσεως λογικῆς λογισμὸς ἀκάθαρτος ἢ γνῶσις ψευδής. | |
5 | Ἐντεῦθεν γινώσκομεν ὅτι ἡ ἐλεημοσύνη περιαιρεῖ φοβερὰς φαντασίας νύκτωρ ἡμῖν συμβαινούσας· τὸ αὐτὸ δὲ ποιεῖ καὶ πραΰτης καὶ ἀοργησία καὶ μακροθυμία, καὶ ὅσα πέφυκε ταρασσόμενον καταστέλλειν θυμόν· εἴπερ ἐκ τῆς ταραχῆς τοῦ θυμοῦ τὰ φοβερὰ φαντάσματα εἴωθε γίνεσθαι. Αὕτη ἡ πρὸς τὸν πλησίον ἔχθρα ἀπεργάζεταί τινα κακόν. Ἄγνοια κυρίου ἐν ψυχαῖς ἀσεβῶν, γνῶσις δὲ θεοῦ ἐν ψυχῇ δικαίων. | |
10 | Ὥσπερ τοῖς ἀδίκοις ὁ κύριος ὡς δικαιοσύνη ἀντιτάσσεται, καὶ τοῖς ψεύσταις ὡς ἀλήθεια, οὕτως καὶ τοῖς ὑπερηφάνοις ὡς ταπεινοφροσύνη ἀντιτάσσεται. Γνῶσιν σοφοὶ κληρονομήσουσιν· οἱ δὲ ἀσεβεῖς ἐτίμησαν ἀγνωσίαν. | |
Σημειωτέον ἐνταῦθα ὅτι δῶρον ἀγαθὸν ὀνομάζει τὸν νόμον διὰ τὸν λαμβάνοντα δῶρα ἐν κόλπῳ ἀδί‐ | 81 | |
82 | κως καὶ μὴ κατευοδούμενον· ἐκεῖ γὰρ δῶρα ἄδικα τὰ προστάγματα λέγει τοῦ πονηροῦ, ἅπερ ὁ νοῦς δεχόμενος οὐ κατευοδοῦται ἐν ταῖς ὁδοῖς αὐτοῦ. Οὗτος ἐγκαταλιμπάνει τὸν νόμον, ὁ παραβαίνων αὐτόν. Εἰ ἐφ’ ἡμῖν ἐστὶν τὸ χαρακῶσαι τὴν σοφίαν, αἱ δὲ ἀρεταί εἰσιν ἐφ’ ἡμῖν· οἱ χάρακες ἄρα δηλοῦσιν ἐν‐ | |
5 | ταῦθα τὰς ἀρετάς, αἵτινες ὑψοῦσιν τὴν γνῶσιν τὴν τοῦ θεοῦ. Στέφανος χαρίτων καὶ στέφανος τρυφῆς ἡ γνῶσίς ἐστιν ἡ τοῦ θεοῦ, ἥτις καὶ ὑπερασπίζει ἡμῶν, πάντα λογισμὸν ἐμπαθῆ καὶ πᾶσαν ἀπωθουμένη γνῶσιν ψευδῆ. Αὗται αἱ πολλαὶ ὁδοὶ εἰς μίαν ἄγουσιν ὁδόν, τὴν εἰποῦσαν· Ἐγώ εἰμι ἡ ὁδός. πολλὰς δὲ εἴρηκεν ὁδοὺς τὰς ἀρετὰς τὰς φερούσας ἐπὶ τὴν γνῶσιν τὴν τοῦ Χριστοῦ. | |
10 | Τούτου τοῦ στρατοῦ ὁ τόπος ἐστὶν ἡ κακία καὶ ἡ ψευδώνυμος γνῶσις. Εἰ τοῖς ἀγαπητοῖς αὐτοῦ δίδωσιν ὁ κύριος ὕπνον, οἱ δὲ ἀσεβεῖς οὐκ εἰσὶν αὐτοῦ ἀγαπητοί, τοῖς ἀσε‐ βέσιν ἄρα οὐ δίδωσιν ὕπνον ὁ κύριος. ἐντεῦθεν δέ ἐστιν καὶ πιθανῶς δεῖξαι ὅτι οὐδὲ καθεύδειν πεφύκασιν οἱ δαίμονες. Ἐντεῦθεν γινώσκομεν τίσι τρέφεται ὁ στρατὸς τῆς ἀντικειμένης δυνάμεως· σῖτα γάρ φησιν αὐτοῦ ἐστὶν | |
15 | ἡ ἀσέβεια, καὶ οἶνος παρανομία. Προπορεύονται ἡμῶν αἱ ἀρεταὶ καὶ φωτίζουσιν ἡμᾶς, ἕως ἂν ὁ ἥλιος τῆς δικαιοσύνης τὴν ἑαυτοῦ ἡμέ‐ ραν ἡμῖν ἐπιλάμψῃ. Οὐδὲ τὸν τρόπον πῶς ἁμαρτάνουσιν οἱ ἀσεβεῖς ἐπίστανται, οὐδὲ τὴν αἰτίαν γινώσκουσιν πόθεν προσκόπ‐ τουσιν· ἀλλ’ οὐδ’ αὐτὸ τοῦτο ἴσασιν, ὅτι παρανομοῦσιν, ὅπερ ἐστὶν γνώρισμα τῆς ἐσχάτης ἀνοίας. | |
20 | Πηγὰς λέγει τὰς ἀρετάς, ἀφ’ ὧν γεννῶσι τὸ ὕδωρ τὸ ζῶν, ὅπερ ἐστὶν ἡ γνῶσις τοῦ Χριστοῦ. καὶ ὁ Δαυὶδ Ὤφθησάν φησιν αἱ πηγαὶ τῶν ὑδάτων καὶ ἀνεκαλύφθησαν τὰ θεμέλια τῆς οἰκουμένης, παρὰ τὴν ἐπι‐ δημίαν δηλονότι τοῦ σωτῆρος ἡμῶν Χριστοῦ. | |
Ὅσοι λογισμοὺς ἔχουσιν ἀπαθεῖς καὶ δόγματα ἀληθῆ, οὗτοι ὁρῶσιν ὀρθά. | 82 | |
83 | Ἡ ἀρετὴ γὰρ μεσότης· διὸ καὶ τὴν ἀνδρείαν μεταξὺ τῆς θρασύτητος καὶ τῆς δειλίας εἶναί φασιν· νῦν δὲ ὀνομάζει δεξιὰ οὐ τὰ φύσει δεξιά, ἀλλὰ τὰ φαινόμενά τισι διὰ τὰς ἡδονὰς δεξιά. βορέας γάρ φησιν σκληρὸς ἄνεμος, ὀνόματι δὲ ἐπιδέξιος καλεῖται· βορέαν λέγων συμβολικῶς τὸν πονηρόν, ἀφ’ οὗ ἐξεκαύθη πάντα τὰ κακὰ ἐπὶ τῆς γῆς. | |
5 | Συμφωνεῖ τούτοις τὸ Ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον καὶ φυλάξει πόλιν, καὶ ἑξῆς. Τὸ λῖπος τὴν ἡδονὴν σημαίνει, ἀφ’ ἧς τίκτεται ἡ ἀκαθαρσία· ἧς ἔκγονον κακία καὶ ἄγνοια, ὧν οὐδέν ἐστιν πικρότερον ἐν τοῖς γεγονόσιν εὑρεῖν. Ἣν ἀνωτέρω πόρνην εἶπεν, νῦν ἀφροσύνην ὠνόμασεν. Ὑπὲρ τῶν μετὰ θανάτου καταβαινόντων εἰς τὸν ᾅδην προσεύχεται ὁ Δαυὶδ λέγων· Καταβήτωσαν εἰς | |
10 | ᾅδου ζῶντες. Εἰ οὐκ εὔγνωστοί εἰσιν αἱ τροχιαί, καλῶς εἴρηται τὸ Οὐκ οἴδασι πῶς προσκόπτουσιν. Ὁδὸν εἶπεν ἐνταῦθα τὸν ἐπὶ τὴν ἀρετὴν ὁδεύοντα νοῦν· ἢ τάχα τὴν ἀρετὴν προστάσσει χωρίζειν ἡμᾶς ἀπὸ κακίας. Ἐνταῦθα γινώσκομεν ὅτι τὸ θυμικὸν μέρος ἐπικρατεῖ ἐν τοῖς δαίμοσιν· ἀνελεήμων γὰρ θυμός, φησίν, | |
15 | καὶ ὀξεῖα ὀργή. Διὰ τῶν κακιῶν οἱ πονηροὶ κατατρίβουσι τὰς σάρκας τοῦ Χριστοῦ, καὶ τὸ αἷμα καταναλίσκουσιν, κοινὸν αὐτὸ ἡγησάμενοι· ὁ τρώγων γάρ μου, φησί, τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀνα‐ στήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ. Ἦν ὅτε οὐκ ἦν κακία, καὶ ἔσται ὅτε οὐκ ἔσται· οὐκ ἦν δὲ ὅτε οὐκ ἦν ἀρετή, οὐδὲ ἔσται ὅτε οὐκ | |
20 | ἔσται· ἀνεξάλειπτα γὰρ τὰ σπέρματα τῆς ἀρετῆς. πείθει δέ με καὶ οὗτος παρ’ ὀλίγον καὶ οὐ τελείως ἐν παντὶ κακῷ γεγονῶς, καὶ ὁ πλούσιος ἐν τῷ ᾅδῃ διὰ κακίαν γενόμενος καὶ οἰκτείρων τοὺς ἀδελφούς· τὸ δὲ ἐλεεῖν σπέρμα τυγχάνει τὸ κάλλιστον τῆς ἀρετῆς. | |
Ἡ γνῶσις καὶ φρέαρ ἐστὶ καὶ πηγή· τοῖς μὲν γὰρ προσελθοῦσι τὴν ἀρετὴν βαθὺ φρέαρ εἶναι δοκεῖ, | 83 | |
84 | τοῖς δὲ ἀπαθέσι καὶ καθαροῖς πηγή· οὕτω καὶ ὁ σωτὴρ ἐκαθέζετο ἐπὶ τῇ πηγῇ, ὥρα ἦν ὡσεὶ ἕκτη· ἡ δὲ Σαμαρεῖτις φρέαρ αὐτὴν ὀνομάζει· Κύριε γάρ φησιν, οὔτε ἄντλημα ἔχεις καὶ τὸ φρέαρ ἐστὶ βαθύ. Ἡ γυνὴ ἐνταῦθα τὴν τοῦ θεοῦ γνῶσιν σημαίνει· αὕτη δὲ ἐκ νεότητος ἡμῖν ἐδόθη, ἥντινα ἀνωτέρω διδασκαλίαν ὁ Σολομὼν νεότητος λέγει· Υἱέ φησι, μή σε καταλάβῃ βουλὴ κακή, τὸν διάβολον λέγων ὡς | |
5 | κακῶς βουλευσάμενον, ἡ ἀπολιποῦσα διδασκαλίαν νεότητος καὶ διαθήκην θείαν ἐπιλελησμένη. λήθη δὲ καὶ ἀπόλειψις γνώσεως καὶ κτήσεως δεύτεραι· ὥσπερ καὶ ὑγείας νόσος ἐσχάτη, καὶ ζωῆς θάνατος δεύτερος. ἅμα δὲ καὶ τοῦτο ἰστέον, ὅτι περ’ ἡ αὐτὴ γνῶσις καὶ μήτηρ λέγεται καὶ γυνὴ καὶ ἀδελφή· μήτηρ μὲν ἐπειδὴ ὁ διδάξας με δι’ αὐτῆς με γεγέννηκεν, ὡς Παῦλος διὰ τοῦ εὐαγγελίου Γαλάτας· γυνὴ δὲ ὅτι συνοῦσά μοι τίκτει τὰς ἀρετὰς καὶ δόγματα ὀρθά, εἴγε ἡ σοφία ἀνδρὶ τίκτει φρόνησιν· ἀδελφὴ δὲ ὅτι ἐγώ τε καὶ αὐτὴ ἐκ τοῦ | |
10 | ἑνὸς γεγόναμεν θεοῦ καὶ πατρός· Εἶπον γάρ φησι τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι. Εἰ χάρις καὶ φιλία ἐλευθεροῖ, ἀρετὴ δὲ καὶ γνῶσις ἐλευθεροῖ ψυχὴν λογικήν, ἡ χάρις καὶ ἡ φιλία ἀρετὴ καὶ γνῶσις ἐστίν. εἰ δὲ ἡ ἔλαφος ἐκ τῆς φιλίας, ὁ δὲ πῶλος ἐκ τῆς χάριτος γεννᾶται, ἡ μὲν ἔλαφός ἐστι θεω‐ ρίας σύμβολον, ὁ δὲ πῶλος τῆς ἀπαθείας· ἡ μὲν γὰρ ἐξ ἀρετῶν, ἡ δὲ ἐκ τῆς γνώσεως γίνεσθαι πέφυκεν. Ἰδία τῆς λογικῆς φύσεώς ἐστιν ἡ ἀρετὴ καὶ ἡ γνῶσις ἡ τοῦ θεοῦ. | |
15 | Τὸ πολλοστὸν εἶναι τὸ πλῆθός ἐστιν ἔχειν θεωρημάτων· πλῆθος δέ ἐστιν τῶν ὠφελουμένων. Τὸ Μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν, τινὲς μὲν περὶ τῆς ἔξωθεν σοφίας νομίσουσι λέγεσθαι, πρὸς ἣν χρο‐ νίζειν οὐκ ἀναγκαῖον διὰ τὰς ἐγκεκρυμμένας ἀπάτας· τινὲς δὲ περὶ τῆς κακίας ἐκλήψονται, καὶ τὸ μὴ πολὺν εἶναι πρὸς αὐτὴν ἑρμηνεύσουσιν οὕτως, ὅτι οὐ δυνατὸν ἄνθρωπον ὄντα παντάπασιν ἀπέχεσθαι πονηρῶν λογισμῶν, μὴ χρονίζειν μέντοιγε ἐν αὐτοῖς δυνατόν· καὶ ὅτι ἀγκάλας τὰς ἀλλοτρίας τοὺς πονηροὺς λογισμοὺς ὀνομάζει, | |
20 | τοὺς συνέχοντας τὴν ψυχὴν καὶ μὴ λανθάνοντας τὸν καρδιογνώστην θεόν. Πᾶς ὁ τὸν φίλον τῶν ἀποστόλων Χριστὸν ἐγγυώμενος, ὡς δικαιοσύνην καὶ ἀλήθειαν, παραδίδωσι τὴν ἑαυτοῦ ψυχὴν τοῖς ἐχθροῖς τοῖς εἰωθόσι πολεμεῖν τοῖς ἀνθρώποις διὰ τὴν πρὸς τὸν σωτῆρα φιλίαν· φιλία γάρ ἐστιν πνευματική, γνῶσις θεοῦ, καθ’ ἣν καὶ οἱ ἅγιοι φίλοι χρηματίζουσι τοῦ θεοῦ· οὕτω καὶ Ἰωάννης ὁ | |
βαπτιστὴς φίλος ἦν τοῦ νυμφίου, καὶ Μωσῆς καὶ οἱ ἀπόστολοι· Οὐκέτι γάρ φησιν ὑμᾶς καλῶ δούλους. Παρό‐ | 84 | |
85 | ξυνε δέ φησιν διὰ προσευχῶν καὶ δεήσεων καὶ τὸν φίλον σου ὃν ἐνηγγυήσω, λέγων· Φύλαξόν με κύριε ἐκ χειρὸς ἁμαρτωλοῦ, καὶ ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με, καὶ ἕνεκα τῶν ἐχθρῶν μου μὴ παράδος με εἰς χεῖρας θλιβόν‐ των με· ὅτι ἕνεκέν σου θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Ὕπνος μέν ἐστι ψυχῆς ἡ κατ’ ἐνέργειαν ἁμαρτία· νυσταγμὸς δὲ τὸ πρῶτον ἐν τῇ ψυχῇ συνιστάμενον | |
5 | ἀκάθαρτον νόημα· διὸ καὶ πρὸ τοῦ νυσταγμοῦ ὁ λόγος τὸν ὕπνον καλεῖ. Ἐρρέθη γάρ φησι τοῖς ἀρχαίοις· Οὐ φονεύσεις, ἐγὼ δὲ λέγω Οὐκ ὀργισθήσῃ. καὶ ἐνταῦθα γὰρ φαίνεταί μοι τὸν ὕπνον κωλύων ὁ νόμος· τὸν δὲ νυσταγμὸν τὸ εὐαγγέλιον τοῦ Χριστοῦ· εἴγε ὁ μὲν περικόπτει τὴν κατ’ ἐνέργειαν ἁμαρτίαν, τὸ δὲ τὴν κατὰ διάνοιαν πρῶτον συνισταμένην κακίαν. Σημειωτέον ἐνταῦθα ὅτι τὴν τοῦ μύρμηκος φυσικὴν ἐναρμόνιον κίνησιν σοφίαν καλεῖ· καὶ γὰρ ὁ σοφώ‐ | |
10 | τερος σοφοῦ σοφώτερος λέγεται. πῶς δὲ καὶ οὐκ ἔστιν ὑπὸ δεσπότην, εἴγε τὰ σύμπαντα δοῦλα τοῦ θεοῦ; ἢ μή ποτε ὁ θεὸς δεσπότης λέγεται διχῶς, ὡς δημιουργὸς καὶ ὡς γινωσκόμενος; διὸ καὶ ὁ Παῦλος γράφει· Νυνὶ δὲ ἐλευθερωθέντες μὲν ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ θεῷ (δηλονότι κατ’ ἀρετὴν καὶ γνῶσιν), ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. εἰ δὲ τοῦ τοιούτου τέλους ἄμοιρός ἐστιν ὁ μύρμηξ ἄλογος ὤν, δῆλον ὅτι καὶ τῆς τοιαύτης δουλείας ἐλεύθερος. καλῶς οὖν λέγεται μὴ εἶναι ὑπὸ δεσπότην ὁ μύρ‐ | |
15 | μηξ, κατὰ ταύτην τὴν δεσποτείαν· καὶ εἶναι πάλιν ὑπὸ δεσπότην, ὡς δημιουργὸν ἔχων τὸν θεόν. Διὰ μὲν τοῦ μύρμηκος ἔοικεν ὁ Σολομὼν τὴν πρακτικὴν ὁδὸν ἡμῖν ὑπογράφειν, διὰ δὲ τῆς μελίσσης τὴν θεωρίαν τῶν γεγονότων σημαίνειν καὶ αὐτοῦ τοῦ ποιήσαντος, ἥντινα καὶ καθαροὶ καὶ ἀκάθαρτοι καὶ σοφοὶ καὶ ἀνόητοι πρὸς τὴν τῆς ψυχῆς ὑγείαν προσφέρονται. καὶ φαίνεται μέν μοι ὁ κηρὸς αὐτῶν τῶν πραγ‐ μάτων λόγον ἐπέχειν, τὸ δ’ ἐναποκείμενον αὐτῷ μέλι σύμβολον εἶναι τῆς θεωρίας αὐτῶν. καὶ ὁ μὲν κηρὸς παρ‐ | |
20 | ελεύσεται· ὁ οὐρανὸς γάρ φησιν καὶ ἡ γῆ παρελεύσεται· τὸ δὲ μέλι οὐ παρελεύσεται· οὐδὲ γὰρ οἱ λόγοι παρε‐ λεύσονται τοῦ σωτῆρος ἡμῶν Χριστοῦ. περὶ ὧν λέγει ὁ Σολομών· Κηρία μέλιτος λόγοι καλοί, γλύκασμα δὲ αὐτῶν ἴασις ψυχῆς· καὶ ὁ Δαυίδ· Ὡς γλυκέα φησὶ τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου. Τὸ ἀποτέλεσμα τοῦ πόνου πόνους ὠνόμασεν. Ὁ ὕπνος οὗτος μόνῃ πέφυκεν ἐπισυμβαίνειν ψυχῇ λογικῇ· σημαίνει γὰρ ἐνταῦθα κακίαν καὶ ἀγνω‐ | |
25 | σίαν· ὧν ἡ ἀγρυπνία ποιεῖ τινά. Πενία ἐστὶ στέρησις γνώσεως· ἔνδεια δὲ σπάνις τῶν ἀρετῶν. Προσεκτέον ἐνταῦθα, μή ποτε ἄρα διὰ τῶν τοιούτων κινημάτων τοῦ σώματος γινώσκουσιν οἱ ἀντικεί‐ μενοι τοὺς ἑαυτῶν λογισμοὺς ἐν ἡμῖν τρεφομένους· ἐπειδὴ καρδιογνώστην μόνον τὸν θεὸν πεπιστεύκαμεν εἶναι. Πᾶς ὁ τρώγων τὰς σάρκας τοῦ Χριστοῦ καὶ πίνων τὸ αἷμα αὐτοῦ κτᾶται αἷμα δίκαιον, οὗ στερισκο‐ | |
30 | μένη λέγεται ἀποθνήσκειν ψυχὴ λογική· Ψυχὴ γάρ φησιν ἡ ἁμαρτάνουσα, αὐτὴ ἀποθανεῖται. εἰ δὲ ἔστιν αἷμα δίκαιον, ἔστιν δηλονότι καὶ αἷμα ἄδικον· ὅπερ συνάγουσιν ἐν ἑαυτοῖς οἱ κατεσθίοντες τὸν δεδομένον βρῶμα | |
λαοῖς τοῖς Αἰθίοψιν, καὶ τρεφόμενοι τῷ ἄρτῳ τοῦ ψεύδους. καὶ οἱ μὲν θύοντες θεοῖς ἀλλοτρίοις τὸ δίκαιον | 85 | |
86 | ἑαυτῶν αἷμα καταναλίσκουσιν, οἱ δὲ ἑαυτοὺς θυσίαν προσάγοντες τῷ μόνῳ θεῷ τὸ ἄδικον διαφθείρουσιν αἷμα. ἀκολουθήσει δὲ πάντως τῇ μὲν φθορᾷ τοῦ ἀδίκου αἵματος ἡ γένεσις τοῦ δικαίου αἵματος, καὶ τῇ φθορᾷ τοῦ δικαίου αἵματος ἡ γένεσις τοῦ ἀδίκου αἵματος. ἀλλὰ τοῦτο μὲν νῦν γίνεσθαι πέφυκεν, ἀπ’ ἀρχῆς δὲ οὐχ οὕτως· οὐ γὰρ κατὰ φθορὰν κακίας ὑπέστη δικαιοσύνη, ὡς οὐδὲ κατὰ φθορὰν νόσου ὑγεία, τῶν παίδων | |
5 | μετὰ τῆς ὑγείας ἀπ’ ἀρχῆς τικτομένων. Ἀδελφοί εἰσιν οἱ τῆς υἱοθεσίας ἔχοντες χάρισμα καὶ ὑπὸ τὸν αὐτὸν ὄντες πατέρα Χριστόν, οὓς χω‐ ρίζειν ἐπιχειρεῖ ὁ μάρτυς τῆς ἀδικίας, ταραχὰς ἐν αὐτοῖς ἐμβάλλων καὶ κρίσεις. τὸ δὲ Ἐκκαίει, ὡς οἶμαι, προστέθειται διὰ τοὺς ἐμπαθεῖς λογισμούς, ἀνάπτοντας θυμὸν μὲν πρὸς ὀργὴν καὶ μῖσος, ἐπιθυμίαν δὲ πρὸς αἰσχρὰς ἐργασίας. τούτους τοὺς λογισμοὺς καὶ ὁ ἅγιος Παῦλος ὠνόμασεν τοῦ πονηροῦ βέλη πεπυρωμένα, τιτρώ‐ | |
10 | σκοντα τὴν ψυχὴν καὶ θάνατον ἐργαζόμενα. Τὴν μητέρα προστάσσει ἐπάγεσθαι, ἥτις ἐστὶν ἡ σοφία γεννῶσα ἡμᾶς κατὰ θεόν. καίτοι ἐχρῆν αὐτὸν εἰπεῖν τὸν πατέρα· οὗτος γὰρ πρὸς τὸ συνεῖναι τῷ υἱῷ μᾶλλον ἐπιτηδειότερος. ἀλλ’ ἐπειδὴ οὐ δυνατὸν αὐτὸν γνῶναι τὸν θεὸν πρὸ τῆς τῶν γεγονότων θεωρίας, τούτου χάριν τὴν μητέρα καὶ οὐ τὸν πατέρα προσ‐ τάσσει ἐπάγεσθαι, ἵνα διὰ τῆς μητρὸς ὁ υἱὸς ἴδῃ τὸν πατέρα· ἐὰν γὰρ αὐτὴ μὴ γεννήσῃ αὐτόν, οὐ βλέπει | |
15 | τὸ φῶς, ὅπερ ἐστὶν ἡ γνῶσις αὐτοῦ τοῦ θεοῦ. Ὅτι ἡ ἐντολὴ τοῦ νόμου λύχνος ἐστὶ καὶ φῶς, καὶ τάχα λύχνος ἐστὶν ἡ παλαιὰ διαθήκη· ἐκεῖνος γὰρ ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων· φῶς δὲ ἡ νέα διαθήκη· Ἐγὼ γάρ φησιν εἰμὶ τὸ φῶς τοῦ κόσμου. Τοσαύτη γάρ ἐστιν ἡ ἡδονὴ τῆς κακίας, ὅση καὶ ἑνὸς ἄρτου. Οὗτος ἀποδεσμεῖ τὸ πῦρ ἐν τῷ κόλπῳ, ὁ συγχωρῶν τὸν ἀκάθαρτον λογισμὸν ἐν τῇ καρδίᾳ χρονίζοντα | |
20 | διαφθείρειν τοὺς ὀρθοὺς λογισμούς. καὶ οὗτος ἐπὶ τῶν ἀνθράκων περιπατεῖ, ὁ διὰ τῆς κατ’ ἐνέργειαν ἁμαρτίας τὴν ἑαυτοῦ ψυχὴν ἀπολλύων. Γυναῖκα ὕπανδρον τὴν κακίαν λέγει· ταύτης γὰρ ἀνὴρ ὁ διάβολος, γεννῶν μετ’ αὐτῆς τοὺς παρανόμους υἱούς. καὶ ὁ σωτὴρ δὲ ἐν τοῖς εὐαγγελίοις πρὸς τοὺς Ἰουδαίους Ὑμεῖς, φησίν, ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ. Ἐὰν δὲ ἁλῷ ὑπὸ γνώσεως ἀληθοῦς, ἀποθήσεται πᾶσαν γνῶσιν ψευδῆ, ὁ πρότερον δι’ ἔνδειαν γνώσεως | |
25 | κλέπτων ἀπὸ τῆς μωρανθείσης ὑπὸ τοῦ σωτῆρος ἡμῶν σοφίας. Πᾶς ὁ κοινωνήσας τῇ κακίᾳ μοιχός ἐστιν τοῦ διαβόλου, τοῦ πρώτου γήμαντος τὴν κακίαν καὶ ἀπ’ ἀρχῆς | |
γεγονότος ἀνθρωποκτόνου. | 86 | |
87 | Ἐνταῦθα δείκνυσιν ὅτι τὸν διάβολον ἕξομεν τῶν πεπραγμένων ἡμῖν κατήγορον ἐν ἡμέρᾳ τῆς κρίσεως· τοῦτο δὲ καὶ ὁ ἅγιος Παῦλος φησίν· Ἵν’ ὁ ἐξ ἐναντίας ἐντραπῇ, μηδὲν ἔχων τι λέγειν περὶ ἡμῶν φαῦλον. Εἰ διὰ τῆς παραβάσεως τοῦ νόμου τις τὸν θεὸν ἀτιμάζει, διὰ τοῦ ποιεῖν δηλονότι τὸν νόμον τιμᾷ τὸν θεόν. Ἀδελφὴ ἡμῶν ἡ σοφία ἐστίν, διότι ὁ ποιήσας τὴν ἀσώματον φύσιν πατὴρ καὶ ταύτην πεποίηκεν· | |
5 | σοφίαν δὲ ἐνταῦθα λέγει οὐ τὸν υἱὸν τοῦ θεοῦ, ἀλλὰ τὴν θεωρίαν σωμάτων καὶ ἀσωμάτων καὶ τῆς ἐν αὐτοῖς κρίσεως καὶ προνοίας· ἧς εἶδός ἐστιν καὶ ἡ φρόνησις καὶ ἡ γνῶσις, καὶ ἡ παιδεία καὶ ἡ σύνεσις. Οἱ πρὸς χάριν ἐμβαλλόμενοι λόγοι οἱ ἐμπαθεῖς εἰσὶ λογισμοί. Τὴν σάρκα τοῦ ἀνθρώπου θυρίδα νῦν ὀνομάζει· διὰ γὰρ ταύτης ὁ πονηρὸς τὰς ἀπάτας τοῖς ἀνθρώ‐ ποις ἐργάζεται, τοῖς βουλομένοις ὁδεύειν τὴν πλατείαν ὁδὸν καὶ εὐρύχωρον καὶ ἀπάγουσαν ἐπὶ τὴν ἀπώλειαν. | |
10 | ἀλλ’ ἐνταῦθα προσεκτέον τί φησὶν (sic cod.) ὁ Σολομὼν περὶ τῆς κακίας, ὅτι οὐχ αὕτη τὸν ἄνθρωπον ἐν ἀρχαῖς ἐπὶ τὴν κακίαν ἀπάγει, οὐδ’ ἀναγκάζει πορεύεσθαι ἐν διόδοις οἴκων αὐτῆς, ἢ προσεγγίζειν γωνίᾳ, ἢ λαλεῖν ἐν σκότει ἑσπερινῷ· ἀλλ’ ἐὰν ἴδῃ τινὰ ἑαυτὸν ἐπιδιδόντα ταῖς ἡδοναῖς, εὐθὺς συναντᾷ αὐτῷ, εἶδος ἔχουσα πορνικόν, ἣ ποιεῖ νέων ἐξαπατᾶσθαι καρδίας. Ἡσυχίαν νυκτερινὴν καὶ γνοφώδη τὴν ἀκάθαρτον κατάστασιν ὠνόμασε τῆς ψυχῆς, καθ’ ἣν ἀναπτομένη | |
15 | τὴν ἁμαρτίαν διὰ τοῦ σώματος κατεργάζεται. Οἱ μὲν ἐν ταῖς πλατείαις ῥεμβόμενοι μοιχείας καὶ πορνείας καὶ κλοπῆς λαμβάνουσι λογισμούς· οἱ δὲ ἔξω τούτων ῥεμβόμενοι παρὰ φύσιν κινοῦνται ἀρρένων κοίτην ἐπιζητοῦντες, καὶ ἄλλων τινῶν ἀπειρημένων πραγμάτων φαντασίας λαμβάνοντες. Εἰ τῶν λογισμῶν οἱ μὲν καθαροί εἰσιν, οἱ δὲ ἀκάθαρτοι· καὶ εἰ μὲν τῶν γραμμῶν αἱ μὲν εὐθεῖαι | |
20 | καλοῦνται, αἱ δὲ κεκλασμέναι εὐθεῖαι· γωνία δέ ἐστιν κεκλασμένη εὐθεῖα· γωνία ἄρα νοητή ἐστιν ἀκά‐ θαρτος λογισμός. τὸ οὖν παρὰ πᾶσαν γωνίαν ἐνεδρεύειν τὴν κακίαν δηλοῖ τὸ διὰ πάντων τῶν ἀκαθάρτων λογισμῶν αὐτὴν ἐξαπατᾶν τὴν ψυχήν· φέλημα δὲ δαιμονιῶδές ἐστιν νόημα ἐμπαθές, πρὸς αἰσχρὰν ἐργασίαν τὴν ψυχὴν ἐκκαλούμενον. Ἡ κακία ζητεῖ τὸ πρόσωπον τῆς ψυχῆς ἡμῶν καταισχύναι (hoc acc. cod.), διὰ τῶν κειριῶν καὶ τῆς | |
25 | κλίνης καὶ τῶν ἀμφιτάπων καὶ τοῦ κρόκου καὶ τοῦ κινναμώμου· ἅπερ κακὰ καὶ διάφορα πάθη σημαίνει | |
παρὰ τοῖς ἐφευρεταῖς γινόμενα τῶν κακῶν. | 87 | |
88 | Εἰ δι’ ἡμερῶν πολλῶν ἐπανήξει εἰς τὸν οἶκον αὐτοῦ, πάνυ πνευματικῶς ἐνατενίσας τῇ οἰκονομίᾳ ὁ Παῦλος ἔσχατον ἐχθρὸν γράφει καταργεῖσθαι τὸν θάνατον. Τῶν ἐρωδιῶν τρία γένη εἰσίν, ὅ τε κέπφος καὶ ὁ λευκὸς καὶ ὁ ἀστερίας καλούμενος. τούτων ὁ κέπφος χαλεπῶς εὐνάζεται καὶ ὀχεύει· κράζει τε γὰρ καὶ ὀχεύων αἷμα, ὥς φασιν, ἀφίησιν ἐκ τῶν ὀφθαλμῶν καὶ | |
5 | τίκτει φαύλως καὶ ὀδυνηρῶς. ταῦτα μὲν οὖν ἀπὸ τῶν τοῦ Ἀριστοτέλους ἐκ τῶν περὶ τὰ ζῶα ἱστοριῶν παρεθήκαμεν. ἔοικε δὲ ἡ γραφὴ ἀπὸ τῆς ἱστορίας τοῦ ζώου τοῦ κέπφου τὴν λέξιν πεποιηκέναι τοῦ πειθο‐ μένου τῇ πόρνῃ γυναικὶ κεπφουμένου καὶ ἐξομοιουμένου τῷ ὀρνέῳ δι’ ἀκολασίαν οἷον διακινηθέντος. Τιτρώσκει μὲν ἡμᾶς τοῖς λογισμοῖς, φονεύει δὲ ταῖς ἁμαρτίαις. Μεταξὺ θρασύτητος καὶ δειλίας ἡ ἀνδρεία ἕστηκεν. | |
10 | Τὴν σοφίαν ποτὲ μὲν ἐν ἐξόδοις, ποτὲ δὲ ἐν εἰσόδοις ὑμνεῖσθαι φησίν, τοῦτ’ ἔστιν παρὰ τοῖς ἐξερχο‐ μένοις ἀπὸ τῆς κακίας καὶ εἰσερχομένοις εἰς τὴν ἀρετήν. ἔξοδον γὰρ καὶ εἴσοδον τὸν ἐξερχόμενον καὶ εἰσερχό‐ μενον ὀνομάζει· πολλάκις δὲ ἐσημειωσάμεθα τὴν συνήθειαν αὐτοῦ ταύτην, ὅτι ἀπὸ τῶν ἕξεων ὀνομάζει τοὺς κεκτημένους τὰς ἕξεις ἤτοι τὰς ἀρίστας καὶ τὰς χειρίστας. Καρδίαν ἐνταῦθα τὴν ἀρετὴν εἴρηκεν, τὴν ἐπισυμβαίνουσαν τῇ καρδίᾳ. | |
15 | Τὴν σοφίαν ἐνταῦθα ὡς γένος ἔλαβεν τῆς παιδείας καὶ τῆς γνώσεως· παιδείαν γὰρ καὶ γνῶσιν προτάξας ἐπάγει· Κρεῖσσον γὰρ σοφία λίθων πολυτελῶν, ὡς τῆς παιδείας καὶ τῆς γνώσεως περιεχομένης ἐν τῇ σοφίᾳ, ἥτις ἐστὶν πρῶτον χάρισμα τοῦ πνεύματος τοῦ ἁγίου, εἴπερ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας. τὸ δ’ αὐτὸ τοῦτο λέγεται καὶ πνεῦμα υἱοθεσίας. Σημειωτέον ὅτι ἀδικίαν καὶ ὕβριν καὶ ὑπερηφανίαν τὸν ἄδικον καὶ ὑβριστὴν καὶ ὑπερήφανον λέγει, | |
20 | ἀπὸ τῆς χειρίστης ἕξεως ὀνομάζων αὐτόν. | |
Ἡ αὐτὴ τροφὴ καὶ κρέας ὀνομάζεται καὶ ἄρτος καὶ γάλα καὶ λάχανα καὶ οἷνος· πλὴν οἱ ἄφρονες | 88 | |
89 | ὡς ἄρτον αὐτοὺς λέγονται μεταλαμβάνειν καὶ ὡς οἶνος κεκερασμένος. εἰ δὲ τοῦτο, πῶς νοήσωμεν τὸ Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος. Κρατήρ ἐστιν γνῶσις πνευματικὴ τοὺς περὶ ἀσωμάτων καὶ σωμάτων καὶ κρίσεως καὶ προνοίας περιέχουσα λόγους. | |
5 | Εἰ Παῦλος ὁ ἀπόστολος δοῦλός ἐστιν Χριστοῦ, ὁ δὲ Χριστὸς σοφία ἐστίν, Παῦλος ἄρα ὁ ἀπόστολος δοῦλος σοφίας ἐστίν. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ἀποστόλων καὶ τῶν προφητῶν τὸν λόγον συνάξωμεν, δούλους τῆς σοφίας αὐτοὺς ἀποδείξαντες. Τοῦτο τὸ κήρυγμα μόνον ἐστὶν ὑψηλόν, τόπους γνώσεως κηρῦσσον θεοῦ. Οὐκ εἶπεν τῶν ἐμῶν κρεῶν, τελείων γάρ ἐστιν ἡ στερεὰ τροφή. | |
10 | Οὐ δεῖ ἁμαρτάνοντας ἐλέγχειν τοὺς κακούς· μᾶλλον δὲ περὶ φόβου θεοῦ αὐτοῖς διαλέγεσθαι, ὅστις πείθει | |
αὐτοὺς ἀποστῆναι κακίας. | 89 | |
90 | Εἰ τὸ γνῶναι τὸν νόμον διανοίας ἐστὶν ἀγαθῆς, καὶ τὸ ποιῆσαι τὴν ἐντολὴν διανοίας ἐστὶν ἀγαθῆς· πλὴν πρότερον τὸ ποιῆσαι τὴν ἐντολὴν τοῦ γνῶναι τὸν νόμον, εἴπερ ἡ γνῶσις μετὰ τὴν κάθαρσιν προσγίνεσθαι πέφυκεν. Ὃς ἐρείδεται ἐπὶ ψεύδεσιν: σχό. Παντὶ ἀνέμῳ τῆς διδασκαλίας περιφερόμενος καὶ ναυαγήσας περὶ | |
5 | τὴν πίστιν. Ἀπέλειπεν γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος: σχό. Ἀπέλειπεν γὰρ τὴν ἄμπελον τὴν εἰποῦσαν· Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστιν. Συνάγει δὲ χερσὶν ἀκαρπίαν: Ἀκαρπία ἐστὶν κακία καὶ ἄγνοια. Ἣ οὐκ ἐπίσταται αἰσχύνην: σχό. Ὡς διδακτῆς οὔσης τῆς αἰσχύνης εἴρηται τὸ Οὐκ ἐπίσταται αἰσχύνην. | |
10 | καὶ ὁ Δαυὶδ τὸν τοῦ θεοῦ φόβον διδακτὸν εἶναι [λέγει?]· Δεῦτε γάρ φησιν τέκνα, ἀκούσατέ μου, φόβον κυρίου διδάξω ὑμᾶς. εἰ δὲ ὁ φόβος καὶ ἡ αἰσχύνη πάθη ψυχῆς εἰσὶ φυσικά, πῶς διδακτικά ἐστιν; ἢ τάχα φόβον λέγει κυρίου τὴν διδασκαλίαν τὴν περὶ φόβου κυρίου, τὴν διδάσκουσαν ἡμᾶς ὅπως δεῖ ἀπὸ κακίας ἐκκλίνειν· εἴγε τῷ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. καὶ πάλιν αἰσχύνην ὀνομάζει τοὺς περὶ μετανοίας καὶ αἰσχύνης λόγους τοὺς ἄγοντας ἡμᾶς εἰς συναίσθησιν τῶν οἰκείων ἁμαρτημάτων· οὕτω καὶ ὁ Λαυὶδ φησίν· Ὄψομαι τοὺς | |
15 | οὐρανοὺς ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, ἃς σὺ ἐθεμελίωσας· τοῦτ’ ἔστιν, ὄψομαι τοὺς λόγους τοὺς περὶ οὐρανῶν καὶ σελήνης καὶ ἀστέρων. Ἄρτων κρυφίων ἡδέως ἅψασθε: σχό. Ἡδύνθη αὐτοῖς ἄρτος ψεύδους· καὶ μετὰ τοῦτο πλησθήσεται τὸ στόμα αὐτῶν ψηφῖδος. Ἀλλὰ ἀποπήδησον, μὴ ἐγχρονίσῃς: Οὐ δεῖ τὸν νοῦν ἐγχρονίζειν τοῖς φαύλοις νοήμασιν· οὐδεὶς γὰρ | |
20 | ἀποδήσει πῦρ ἐν κόλπῳ, καὶ τὰ ἱμάτια οὐ κατακαύσει. Καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς: Ὥσπερ παρὰ τῷ θεῷ ἐστὶν πηγὴ ζωῆς, οὕτως καὶ παρὰ τῷ δια‐ βόλῳ πηγὴ θανάτου· εἰ δὲ ἡ τοῦ θεοῦ πηγὴ ἀρετῆς καὶ γνώσεώς ἐστιν πηγή, ἡ τοῦ διαβόλου πηγὴ δηλονότι κακίας καὶ ἀγνωσίας ἐστὶν πηγή· ὡσαύτως δὲ καὶ ἐπὶ ποταμῶν καὶ φρεάτων καὶ ὑδάτων καὶ ὑετῶν νοητέον. Οὐκ ὠφελήσουσι θησαυροὶ ἀνόμους: Οὐκ ὠφελήσουσι θησαυροὶ ἀνόμους, οὓς ἐπὶ γῆς ἐθησαύρισαν, | |
25 | ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσιν. | |
Ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει: Εἰ ἡ ζωὴ τῶν ἀσεβῶν ἡ κακία ἐστίν, ταύτην δὲ ἀνατρέψει ὁ κύριος, | 90 | |
91 | ἔσονται δηλονότι ποτὲ οἱ ἀσεβεῖς οὐκ ἀσεβεῖς· μετὰ γὰρ ταύτην τὴν ἀνατροπὴν ὁ κύριος παραδώσει τὴν βασι‐ λείαν τῷ θεῷ καὶ πατρί, ἵνα γένηται ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν. Παιδεία ἀνεξέλεγκτος πλανᾶται: Παιδείαν ἀνεξέλεγκτον ὀνομάζει τὴν κακὴν τῆς ψυχῆς πολιτείαν, ἥτις καὶ πλάνης αὐτῇ γίνεται πρόξενος. | |
5 | Καλύπτουσιν ἔχθραν χείλη ἄδικα: Ἔχθραν τὴν κακίαν λέγει, διὰ γὰρ ταύτης ἐχθροὶ γινόμεθα τοῦ θεοῦ. Εἰ γὰρ ἐχθροὶ ὄντες, φησὶν ὁ Παῦλος, κατηλλάγημεν τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ. εἰ δὲ ἡ ἔχθρα ἡ κακία ἐστίν, ἡ φιλία ἡ ἀρετή ἐστιν καὶ ἡ γνῶσις ἡ τοῦ θεοῦ, δι’ ἧς φίλοι γινόμεθα τοῦ θεοῦ καὶ τῶν ἁγίων δυνάμεων· ἐπὶ γὰρ ταύτης τῆς φιλίας οἱ τοῦ αὐτοῦ φίλοι καὶ ἀλλήλων εἰσὶ φίλοι. Ἐπιθυμία δὲ δικαίου δεκτή: Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, φησὶν ὁ Δαυίδ. | |
10 | Φόβος κυρίου προστίθησιν ἡμέρας: Εἰ φόβος κυρίου προστίθησιν ἡμέρας, ἀρχὴ δὲ σοφίας φόβος κυρίου, αἱ ἡμέραι αὗται μέρη τῆς σοφίας εἰσὶν ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης γινόμεναι· ὑπὲρ ὧν εὔχεται καὶ ὁ Δαυὶδ λέγων· Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν· ταύτας δὲ τὰς ἡμέρας καὶ Ἀβραὰμ πληρώσας ἀπέθανεν, περὶ οὗ εἴρηται· Καὶ Ἀβραὰμ ἀπέθανεν πρεσβύτερος καὶ πλήρης ἡμερῶν. Δίκαιος τὸν αἰῶνα οὐκ ἐνδώσει: Τὸν αἰῶνα ἀντὶ τοῦ διὰ βίου· καὶ ὁ Παῦλος Οὐ μὴ φάγω, φησίν, | |
15 | κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω, αἰῶνα τὸ συμπαρεκτεινόμενον τῇ συστάσει τῆς ζωῆς αὐτοῦ διάστημα ὀνομάζων. Στόμα δὲ ἀσεβῶν ἀποστρέφεται: Στόμα νῦν τὸν νοῦν εἴρηκεν. Οἷς μὴ ὑπάρχει κυβέρνησις: Παντὶ ἀνέμῳ τῆς διδασκαλίας περιφερόμενοι καὶ ναυαγοῦντες περὶ | |
τὴν πίστιν. | 91 | |
92 | Μισεῖ δὲ ἦχον ἀσφαλείας: Ἦχον ἀσφαλείας τοὺς περὶ σωτηρίας λόγους ὠνόμασεν. Ἐξολλύει δὲ τὸ ἑαυτοῦ σῶμα ὁ ἀνελεήμων: Ἐνταῦθα τὴν ψυχὴν ἄντικρυς προσεῖπεν σῶμα. καὶ ὁ Χριστὸς δὲ ἐν τοῖς εὐαγγελίοις σῶμα τὴν ψυχὴν ὀνομάζει, Ὁ λύχνος, λέγων, τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· λύχνον μὲν εἰπὼν τὸν νοῦν, αὐτὸς γάρ ἐστιν γνώσεως δεκτικός. σῶμα δὲ τὸ θυμικὸν καὶ ἐπιθυμητικὸν μέρος | |
5 | τῆς ψυχῆς, ὅπερ τινὲς μὲν ἄλογον, τινὲς δὲ παθητικὸν μέρος καλοῦσιν. Χειρὶ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ αθ: Οὗτος χειρὶ χεῖρας ἐμβάλλει ἀδίκως, ὁ κακῶν γινόμενος πραγμάτων καὶ δογμάτων διδάσκαλος· καὶ οὗτος σπείρει δικαιοσύνην, ὁ περὶ ἀρετῶν καὶ θεοῦ γνώσεως προϊέμενος λόγους. Εἰσὶν οἱ τὰ ἴδια σπείροντες πλείονα ποιοῦσιν: Τοῖς τὰ ἴδια σπείρουσιν καὶ πλείονα ποιοῦσιν ἀντίκεινται οἱ συνάγοντες καὶ ἐλαττονούμενοι· εἰ δὲ οἱ τὰ ἴδια σπείροντές εἰσιν οἱ εἰς τὸ πνεῦμα σπείροντες καὶ ζωὴν | |
10 | θερίζοντες, οἱ συνάγοντές εἰσιν οἱ εἰς τὴν σάρκα σπείροντες καὶ φθορὰν συνάγοντες ἑαυτοῖς. Ὁ συνέχων σῖτον δημοκατάρατος. Ὅμοιόν ἐστιν τοῦτο τὸ ὑπὸ τοῦ σωτῆρος ἡμῶν ἐν τοῖς εὐαγγελίοις λεγόμενον· Οὐδεὶς λύχνον ἅψας τίθησιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ’ ἐπὶ τὴν λυχνίαν, καὶ φαίνει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. Τεκταινόμενος ἀγαθὰ ζητεῖ δεκτόν: Εἰ τεκτονική ἐστιν ἐργασία ἀγαθῶν καὶ πρακτική ἐστιν ἐργασία | |
15 | ἀγαθῶν, ἡ πρακτική ἐστιν ἡ τεκτονική. Ἐκ καρποῦ δικαιοσύνης φύεται δένδρον ζωῆς: Τοῦτο τὸ δένδρον τῆς ζωῆς ἐστὶν τὸ φυτευθὲν ἐν μέσῳ τοῦ παραδείσου, οὗ ἅψασθαι μετὰ τὴν ἁμαρτίαν κωλύεται ὁ Ἀδάμ, τὰ σπέρματα τῆς δικαιοσύνης ἀποβαλών, ἀφ’ ὧν φύεται τὸ δένδρον τῆς ζωῆς. Ἀνὴρ δὲ παράνομος παρασιωπηθήσεται: Μή ποτε παρασιωπήσῃς ἀπ’ ἐμοῦ, φησὶν ὁ Δαυίδ, καὶ ὁμοιω‐ | |
20 | θήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. | 92 |
93 | Θησαυρίζεται δὲ δικαίοις πλοῦτος ἁμαρτανόντων: Πλοῦτος ἀσεβῶν κακία. οἱ δὲ δίκαιοι ἐξαναλώσουσιν αὐτόν, δηλονότι διὰ τῆς ἀγαθῆς διδασκαλίας, ἤτοι νῦν ἢ καὶ ἐν τῷ αἰῶνι τῷ μέλλοντι, γενόμενοι ἐπάνω πεντεκαίδεκα πόλεων. καὶ ὁ Παῦλος φησίν· Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ θεοῦ. | |
5 | Ὅπλα δὲ αἰσθήσεως χείλη σοφά: Οὐκ ἀντιτάσσεται γὰρ τῇ σοφίᾳ οὐδὲν πονηρόν, διότι ὅπλον ἐστὶν ἀκαταμάχητον· μόνον γὰρ πρὸς αὐτὴν ἀδυνατοῦσιν οἱ δαίμονες. Οἰκίαι παρανόμων ὀφειλήσουσι καθαρισμόν: Ἵνα καθαροὶ γενόμενοι ὄψωνται τὸν θεόν· τοῦτο γάρ ἐστι τὸ μακάριον τέλος, ὅπερ πάσῃ λογικῇ φύσει τετήρηται. Ἀπὸ δὲ τῶν διανοημάτων αὐτοῦ ἀνὴρ ἀγαθός: Διανοήματα νῦν εἶπεν τὰς ἕξεις τῶν ἀρετῶν, ὥσπερ | |
10 | ταῖς ὁδοῖς τοῦ θρασυκαρδίου ἀντέθηκεν. Οἱ δὲ πανοῦργοι κρατήσουσιν αἰσθήσεως Ἀντέθηκεν τὴν κακίαν τῇ αἰσθήσει· εἰ δὲ ἡ κακία τῇ ἀρετῇ ἀντίκειται, ἡ αἴσθησις νῦν σημαίνει τὴν ἀρετήν. Ἐν πλεοναζούσῃ δικαιοσύνῃ ἰσχὺς πολλή: Ἐὰν μὴ περισσεύσῃ ὑμῶν ἡ δικαιοσύνη πλέον τῶν φαρισαίων καὶ γραμματέων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. | |
15 | Οἱ δὲ μισοῦντες ἐλέγχους τελευτῶσιν αἰσχρῶς: Ἐλέγχους νῦν τὰς ἐντολὰς εἶπεν· αὗται γὰρ ἡμᾶς ἐλέγχουσιν ἁμαρτάνοντας. Οἱ δὲ ἀγαθοὶ ἡσυχάζουσι διὰ παντός: Ἡσυχία ἐστὶν ἀποχὴ κακίας. Ὁδοὶ ζωῆς διανοήματα συνετοῦ: Ὁδὸς ζωῆς λέγει τὰς πρακτικὰς ἀρετὰς τὰς φερούσας ἐπὶ τὴν γνῶσιν. | |
Διὰ δὲ αὐτῶν καὶ οἱ ἐχθροὶ φίλοι γίνονται: Παύλου κηρύξαντος· Οἱ ποτὲ ὄντες ἐχθροὶ κατηλλάγησαν | 93 | |
94 | τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ. πλὴν προσεκτέον εἰ πάντες οἱ ἐχθροὶ διὰ τῶν δικαίων φίλοι γίνονται, ἵνα καὶ πᾶσιν εἴπῃ ὁ Χριστός· Οὐκέτι ὑμᾶς καλῶ δούλους, ἀλλὰ φίλους. Μαντεῖον ἐπὶ χείλεσι βασιλέως: Καρδιογνώστης ἐστὶν ὁ Χριστός, καὶ κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Θυμὸς βασιλέως ἄγγελος θανάτου: Ὁ ἄγγελος ὁ τοὺς περὶ κολάσεως ἐπιστάμενος λόγους θυμὸς τοῦ | |
5 | θεοῦ καλεῖται. Νοσσιαὶ σοφίας αἱρετώτεραι (cod. –τότεραι) χρυσίου: Γνῶσις σοφίας ὑπὲρ χρυσίον, γνῶσις δὲ φρονήσεως ὑπὲρ ἀργύριον. Ὁ δὲ φυλάσσων ἐλέγχους σοφισθήσεται: Ἐλέγχους λέγει τὰς ἐντολὰς τοῦ θεοῦ· αὗται γὰρ ἡμᾶς ἐλέγχουσιν ἁμαρτάνοντας. | |
10 | Παιδεία δὲ ἀφρόνων κακή: Τὴν παιδείαν τὴν ἀνεξέλεγκτον νῦν παιδείαν ἀφρόνων ὠνόμασεν· εἰ δὲ παιδεία ἀφρόνων ἡ κακία ἐστίν, ἡ ἀνεξέλεγκτος παιδεία ἡ ἀφροσύνη ἐστίν. Ἐπὶ χείλεσι δὲ φορέσει ἐπιγνωμοσύνην: Τὴν γνῶσιν ἐπιγνωμοσύνην εἶπεν παρὰ τὸ πάντα αὐτὴν ἐπιγινώ‐ σκειν τὰ πράγματα. Ἀνὴρ σκολιὸς διαπέμπεται κακά: Λόγος τοὺς δαίμονας παρὰ τοῦ διαβόλου μανθάνοντας ἐπιχειρεῖν | |
15 | τοῖς ἁγίοις καὶ πειρᾶσθαι χωρίζειν αὐτοὺς ἀπὸ τῆς γνώσεως, ἥτις πέφυκεν συνάπτειν αὐτοὺς πρὸς φιλίαν ταῖς ἐπουρανίοις δυνάμεσι. τὸ δ’ αὐτὸ τοῦτο καὶ ὁ Σολομὼν ὡς οἶμαι διὰ ταύτης τῆς παροιμίας δεδήλωκεν, σκολιὸν μὲν ἄνδρα λέγων τὸν σατανᾶν, πορευομένους δὲ δόλους τοὺς κακοὺς δαίμονας ἀντὶ τοὺς διδασκομένους, καὶ φίλους τοὺς ἁγίους τοὺς διὰ τῆς γνώσεως συναπτομένους ἀλλήλοις. Οὗτος κάμινός ἐστιν κακίας: Ταύτης τῆς καμίνου ἐκτινάσσει τὴν φλόγα πνεῦμα δρόσου διασυρίζον. | |
20 | Εἰς κόλπον ἐπέρχεται πάντα τοῖς ἀδίκοις: Σημειωτέον ὅτι κόλπον ἐνταῦθα τὰς καρδίας εἴρηκε τῶν | 94 |
95 | ἀδίκων· οἶμαι δὲ ὅτι καὶ πανταχοῦ ὁ κόλπος ἤτοι τὸν νοῦν ἢ τὴν γνῶσιν σημαίνει· εἰ δ’ ἔστιν καὶ κόλπος ψεκτός, τὴν ἀγνωσίαν δηλονότι δηλώσει. Οἰκέτης νοήμων κρατήσει δεσπότων ἀφρόνων: Εἰ πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας, πᾶς ὁ ἀποστὰς τῆς κακίας καὶ διὰ τῶν ἀρετῶν κρατήσας δαιμόνων ἀφρόνων κεκράτηκε δεσπότων· ὁ δὲ τοιοῦτος | |
5 | γενήσεται καὶ οἰκονόμος μυστηρίων θεοῦ, κατ’ ἀναλογίαν τῆς καταστάσεως ἑκάστῳ τῶν ἀδελφῶν διδοὺς γνῶσιν πνευματικήν, καὶ τὸν μὲν Κορίνθιον γάλα ποτίζων, τὸν δὲ Ἐφέσιον τρέφων στερεωτέρᾳ τροφῇ, περὶ ὕψους καὶ μήκους καὶ πλάτους καὶ βάθους διαλεγόμενος· καὶ διὰ τούτων τῶν διαστημάτων τὴν τῆς λογικῆς φύσεως σημαίνων διαίρεσιν, ἥτις τοὺς περὶ κρίσεως καὶ προνοίας τοῦ θεοῦ λόγους ἐμπεριέχει, πάνυ βαθυτάτους ὑπάρ‐ χοντας καὶ ἐκφεύγοντας τὴν ἀνθρωπίνην κατάστασιν. οὕτω καὶ Ἰησοῦς ὁ τοῦ Ναυὴ τὴν γῆν τῆς ἐπαγγελείας (sic) | |
10 | ἐμέρισεν ταῖς δώδεκα φυλαῖς, ἥτις ἐστὶν τῆς τοῦ θεοῦ καὶ τῶν ὑπ’ αὐτοῦ γεγονότων γνώσεως σύμβολον. πλὴν τοῦτο ἰστέον, ὅτι οἱ περὶ τῆς σαρκώσεως τοῦ Χριστοῦ λόγοι καὶ τῆς ἐπιδημίας αὐτοῦ ἐν γῇ Ἰούδα γνώσει ἐναπόκεινται· ἐν γὰρ τῷ τούτου κλήρῳ γεννᾶται Χριστός· οἶμαι δὲ τοὺς περὶ προνοίας λόγους εἶναι ἁρμόζοντας τῇ καταστάσει τοῦ κρυπτοῦ Ἰούδα καὶ Βενιαμίν· ἅτινα ὀνόματα διαφόρων καὶ καθαρῶν καταστάσεων ἡγοῦμαι διαγνωρίσματα, εἴγε Ἰούδας μὲν ἐξομολογούμενος ἑρμηνεύεται, Βενιαμὶν δὲ υἱὸς ἡμερῶν ἢ υἱὸς δεξιᾶς. | |
15 | Κακὸς ὑπακούει γλώσσῃ παρανόμων, δίκαιος δὲ οὔ: Οὗτος ὑπακούει ταῖς γλώσσαις τῶν παρανόμων, ὁ τοὺς ἀδίκους δεχόμενος παρ’ αὐτῶν λογισμοὺς καὶ σπεύδων ἐνεργεῖν κατ’ αὐτούς· οἷς ὁ δίκαιος λέγεται μὴ προσέχειν, τοῦτ’ ἔστιν μὴ ἐπὶ πλέον τρέφειν ἐν ἑαυτῷ. Τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων: Ὁ πιστός, φησίν, ὄψεται τοὺς λόγους τοῦ κόσμου τούτου, οὕστινας χρήματα τοῦ νοῦ τροπικῶς προσηγόρευσεν· ὁ δὲ ἄπιστος οὐδὲ τοῦ τυχόντος πράγματος γνώσεται τὸν | |
20 | λόγον διὰ τὴν ἀκαθαρσίαν τῆς ψυχῆς αὐτοῦ. ὅτι δὲ πλοῦτος ψυχῆς ἡ γνῶσίς ἐστιν ἡ τοῦ θεοῦ, ὁ Παῦλος διδάσκει δι’ ὧν γράφει τὸ Ἐν παντὶ ἐπλουτίσθητε, ἐν πάσῃ γνώσει καὶ πάσῃ σοφίᾳ. εἰ δέ τις βούλοιτο δεῖξαι μὴ ταύτην τὴν ἔννοιαν εἶναι ταύτης τῆς παροιμίας, λεγέτω ποῦ ηὐπόρησαν χρημάτων οἱ περιελθόντες ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, κακουχούμενοι, θλιβόμενοι, ὑστερούμενοι· πῶς δὲ καὶ ὁ ἄπιστος οὐκ (sic) ἕξει ὀβολόν, πολλῶν ἀπίστων περιβεβλημένων πλοῦτον· πολλῶν λέγω δὴ βασιλέων καὶ ἀρχόντων τοῦ κόσμου τούτου. | |
25 | Οὐχ ἁρμόσει ἄφρονι χείλη πιστά: Τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀδικίᾳ; ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; Ὃς κρύπτει ἀδίκημα ζητεῖ φιλίαν: Διὰ μὲν τῆς δικαιοσύνης τὴν ἀδικίαν κρύπτομεν, διὰ δὲ σωφρο‐ | |
σύνης τὴν ἀκολασίαν, καὶ πάλιν διὰ τῆς ἀγάπης τὸ μῖσος, καὶ διὰ τῆς ἀφιλαργυρίας τὴν πλεονεξίαν· κρύπτομεν | 95 | |
96 | δὲ καὶ διὰ τῆς ταπεινοφροσύνης τὴν ὑπερηφανίαν καὶ διὰ τῆς πραΰτητος τὴν θρασύτητα, ζητοῦντες τὴν πνευματικὴν φιλίαν, ἥτις τὴν ἁγίαν γνῶσιν σημαίνει. καὶ παρὰ τῷ Παύλῳ δὲ συμπολίται (hoc acc.) τινὲς τῶν ἁγίων λέγονται γεγονέναι καὶ οἰκεῖοι τῆς Ἱερουσαλήμ, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν. | |
5 | Ὃς ἀποδίδωσι πονηρὰ ἀντὶ ἀγαθῶν: Εἰ [ὁ] κακὰ ἀντὶ κακῶν ἀποδιδοὺς παράνομος, πόσῳ μᾶλλον ὁ κακὰ ἀντὶ ἀγαθῶν ἀποδιδοὺς παρανομώτερος· τοιοῦτος δὲ ἐγίνετο κατὰ τὴν ἔρημον πρὸς τὸν θεὸν ὁ Ἰσραήλ, πρὸς ὃν Μωσῆς ἐν τῷ δευτερονομίῳ φησίν· Γενεὰ σκολιὰ καὶ διεστραμμένη, ταῦτα κυρίῳ ἀνταποδίδοτε; Ἐξουσίαν δίδωσιν ἀρχὴ δικαιοσύνης: Δικαιοσύνῃ ἕπεται γνῶσις· προηγεῖται δὲ τῆς ἀγνοίας κακία. Ὃς δίκαιον κρίνει τὸν ἄδικον, καὶ ἄδικον δὲ τὸν δίκαιον: Ὅμοιός ἐστιν τούτῳ ὁ λέγων τὸ πικρὸν γλυκὺ | |
10 | καὶ τὸ γλυκὺ πικρόν, καὶ τὸ μὲν φῶς ὀνομάζων σκότος, τὸ δὲ σκότος φῶς. Ἵνα τί ὑπῆρξε χρήματα ἄφρονι: Χρήματα ἄφρονός ἐστιν αἱ περὶ τὰ καθ’ ἕκαστον αὐτοῦ πράγματα ἀφροσύναι· διὰ ταύτας γὰρ καὶ ἀκάρδιος γεγονὼς κτήσασθαι σοφίαν ἀδυνατεῖ. Ὁ δὲ σκολιάζων τοῦ μαθεῖν: Ὁ δὲ σκολιάζων τοῦ μαθεῖν ὅτι κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ἐμπεσεῖται εἰς κακά. | |
15 | Ἀδελφοὶ δὲ ἐν ἀνάγκαις ἔστωσαν χρήσιμοι: Εἰ οἱ τοῦ Χριστοῦ υἱοὶ ἀλλήλων εἰσὶν ἀδελφοί, οἱ ἄγγελοι δὲ καὶ οἱ δίκαιοι ἄνθρωποι Χριστοῦ εἰσὶν υἱοί, οἱ ἄγγελοι ἄρα καὶ οἱ ἅγιοι ἄνθρωποι ἀλλήλων εἰσὶν ἀδελφοί, τῷ τῆς υἱοθεσίας γεννώμενοι πνεύματι. Τούτου γὰρ χάριν γεννῶνται: Τούτου γὰρ χάριν γεννῶνται ὑπὸ τῆς σοφίας, ἵνα ἀνθρώπους ὁδηγή‐ σωσιν ἀπὸ κακίας ἐπ’ ἀρετήν, καὶ ἀπὸ ἀγνωσίας ἐπὶ γνῶσιν θεοῦ· εἴγε καὶ αὐτὴ ἡ κτίσις στενάζει καὶ συνω‐ | |
20 | δίνει ἡμῖν, καὶ ὑπετάγη τῇ ματαιότητι οὐχ ἑκοῦσα. Ἀνὴρ εὐμετάβολος γλώσσης ἐμπεσεῖται εἰς κακά: Οὗτός ἐστιν εὐμετάβολος, ὁ ῥᾳδίως ἀπὸ ἀρετῆς ἐπὶ κακίαν μεταβαλλόμενος. | |
Λαμβάνων δῶρα ἐν κόλπῳ ἀσεβῆς: Ἐν καρδίᾳ νοήματα λαμβάνοντος ἄδικα οὐ κατευοδοῦνται ὁδοί· τὰ | 96 | |
97 | γὰρ ἐμπαθῆ νοήματα ὠνόμασε δῶρα παρὰ τῶν δαιμόνων ἡμῖν προσφερόμενα ἢ δῶρα ἐν κόλπῳ ἀσεβὴς λήψεται τοῦ ἐκκλῖναι ὁδοὺς κρίσεως. Υἱὸς δὲ φρόνιμος εὐφραίνει μητέρα αὐτοῦ: Ὁ μὲν φρόνιμος εὐφραίνει τὴν μητέρα, ὁ δὲ ἄφρων ὀδυνᾶται τὴν τεκοῦσαν αὐτόν. | |
5 | Οἱ δὲ ὀφθαλμοὶ τοῦ ἄφρονος ἐπ’ ἄκρα γῆς: Καρδία δὲ ἄφρονος ἐν ἄκρᾳ κακίᾳ, καὶ ὀδύνη τῇ τεκούσῃ αὐτόν. Ὁ μὲν φρόνιμος υἱὸς καὶ τεκοῦσαν ἔχει καὶ μητέρα, ὁ δὲ ἄφρων υἱὸς μόνον τεκοῦσαν· ἡ γὰρ μήτηρ καὶ τεκοῦσά ἐστιν, ἡ δὲ τεκοῦσα οὐ πάντως ἐστὶν καὶ μήτηρ· ἐὰν γὰρ ἀποθάνῃ τὸ τεχθὲν ἐν κακίᾳ καὶ ἀγνωσίᾳ, τεκοῦσα μέν ἐστιν, μήτηρ δὲ οὐκ ἔστιν, ὅτι μηδὲ τοῦ τῆς υἱοθεσίας πνεύματος μετέσχηκε τὸ τεχθέν. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν αἰσθητῶν μητέρων νοηθήσεται, καὶ ἐπὶ τοῦ θανάτου τοῦ αἰσθητοῦ· τὴν γὰρ μητέρα | |
10 | ἐροῦμεν καὶ τεκοῦσαν, τὴν δὲ τεκοῦσαν οὐκέτι μητέρα τοῦ παιδίου ἀποθανόντος. Ζημιοῦν ἄνδρα δίκαιον οὐ καλόν: Οὐ γὰρ ζητοῦσι τὰ ἡμῶν ἀλλ’ ἡμᾶς. Ὃς φείδεται ῥῆμα προέσθαι σκληρὸν ἐπιστήμων: Τὸν λογισμὸν τὸν κινοῦντα θυμὸν ὠνόμασεν ῥῆμα σκλη‐ ρόν· ἢ τὸν λόγον τὸν κινοῦντα τοῦ πλησίον αὐτοῦ θυμὸν ὠνόμασεν ῥῆμα σκληρόν. Ἀνοήτῳ ἐπερωτήσαντι σοφίαν σοφία λογισθήσεται: Εἰ οὗτος ἐρωτᾷ περὶ σοφίας ὁ βουλόμενός τι περὶ | |
15 | σοφίας μαθεῖν, οὗτος σιωπᾷ ἀπὸ σοφίας, ὁ μηθὲν θέλων γνῶναι περὶ σοφίας διὸ καὶ φρονιμώτερος λέγεται εἶναι ὁ πρότερος τοῦ δευτέρου. Προφάσεις ζητεῖ ἀνὴρ βουλόμενος χωρίζεσθαι: Προφάσεις λέγει τὰς ἁμαρτίας· Τοῦ προφασίζεσθαι γάρ φησιν προφάσεις ἐν ἁμαρτίαις· φίλους δὲ πάντας τοὺς ἁγίους τοὺς οἷς δι’ ἀρετῆς συνήπτετο. Οὐ χρείαν ἔχει σοφίας ἐνδεὴς φρενῶν: Ἠγάπησεν γὰρ τὸ σκότος μᾶλλον ἢ τὸ φῶς. | |
20 | Θαυμάσαι (cod. –ᾶ–) πρόσωπον ἀσεβοῦς οὐ καλόν: Ὁ τὴν ἐνυπάρχουσαν κακίαν τῷ διαβόλῳ ἀποδεχόμενος | |
καὶ κατ’ αὐτὴν ἐνεργῶν, οὗτος θαυμάζει τὸ πρόσωπον τοῦ ἀσεβοῦς. | 97 | |
98 | Τὸ δὲ στόμα αὐτοῦ τὸ θρασὺ θάνατον ἐπικαλεῖται: Εἰ ὁ θάνατος γεννᾶται ἀπὸ θρασύτητος, ὁ δὲ θάνατος χωρίζει ψυχὴν ἀπὸ τῆς ὄντως ζωῆς, ἡ θρασύτης ἡμᾶς ἀποχωρίζει ἀπὸ τοῦ εἰπόντος· Ἐγώ εἰμι ἡ ζωή, καὶ ὥσπερ ἐκ τῆς θρασύτητος γεννᾶται ὁ θάνατος, οὕτως ἐκ τῆς πραΰτητος ἡ ζωή· ἀντίκειται γὰρ [πρὸς] τὴν θρασύτητα ἡ πραΰτης. | |
5 | Ὀκνηρὸν καταβάλλει φόβος: Ὀκνηροὺς καταβάλλει φόβος, ἤτοι ὁ ἐχθρὸς φόβος, ἢ ὁ τοῦ κυρίου, χωρί‐ ζων αὐτοὺς τοῦ ὄκνου διὰ ἔργων ἀγαθῶν. Ψυχαὶ δὲ ἀνδρογύνων πεινάσουσιν: Ἀνδρόγυνός ἐστιν ὁ μήτε διδάσκειν ἄλλον δυνάμενος μήτε μανθάνειν ὑφ’ ἑτέρου βουλόμενος. Ὁ μὴ ἰώμενος ἑαυτὸν ἐν τοῖς ἔργοις ἐαυτοῦ ἀδελφός ἐστιν τοῦ λυμαινομένου ἑαυτόν: Καὶ ὁ Παῦλος | |
10 | φησίν· Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτόν, ἔσται σκεῦος χρήσιμον τῷ δεσπότῃ. Ἐκ μεγαλωσύνης ἰσχύος ὄνομα κυρίου: Τὸ ὄνομα τοῦ κυρίου τὴν τοῦ θεοῦ γνῶσιν σημαίνει· καὶ διὰ μὲν τοῦ ὀρθοῦ βίου προστρέχουσιν αὐτῷ οἱ δίκαιοι, διὰ δὲ τῆς θεωρίας ὑψοῦνται. Πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρός: Ὥσπερ τῇ ὑπερηφανίᾳ ἕπεται συντριβή, οὕτως τῇ ταπεινώσει δόξα. Ὃς ἀποκρίνεται λόγον πρὶν ἀκοῦσαι, ἀφροσύνη ἐστὶν αὐτῷ καὶ ὄνειδος: Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς | |
15 | τοὺς μὴ λαβόντας μὲν γνῶσιν παρὰ θεοῦ, διδάσκειν δὲ ἄλλους ἐπιχειροῦντας. καὶ ὁ Δαυὶδ φησίν· Τοῦ ἀκοῦ‐ σαι φωνὴν αἰνέσεώς σου, καὶ τότε διηγήσασθαι καὶ ἄλλοις τὰ θαυμάσιά σου. καὶ πάλιν ὁ Σολομὼν φησίν· Ἃ εἶδον οἱ ὀφθαλμοί σου, λέγε. Ὀλιγόψυχον δὲ ἄνδρα τίς ὑποίσει: Ὥσπερ ὁ κύριος ἡμῶν πάρδαλις ἀπορουμένη λέγεται γίνεσθαι πρὸς τοὺς πλημμελοῦντας, καὶ πέτρα σκανδάλου πρὸς τοὺς ἀπειθοῦντας, οὕτω καὶ ὀλιγόψυχος ἐπὶ τοῖς ἁμαρτάνουσιν· | |
20 | δύναται δὲ ὀλιγόψυχον λέγειν καὶ τὸν πονηρὸν καὶ πάντας δαίμονας ἀρετῆς ἐκπεπτωκότας καὶ γνώσεως. Δόμα ἀνθρώπου ἐμπλατύνει αὐτόν: Τὸν βίον τὸν ὀρθὸν νῦν εἶπεν δόμα ἀνθρώπου, ὅστις αὐτὸν παρέχει καὶ πλατύνει καὶ παρέχει τοῦ πληρώματος ἄξιον τοῦ θεοῦ· ὅπερ καθέδραν τῶν ἁγίων δυνάμεων ὀνομάζει· νοῦ γὰρ καθέδρα ἐστὶν ἕξις ἀρίστη, δυσκίνητον ἢ ἀκίνητον διατηροῦσα τὸν καθεζόμενον. | |
Ἀντιλογίαν παύει κλῆρος: Ἄνοιαν παύει γνῶσις· αὕτη γάρ ἐστιν ὁ κλῆρος τῆς φύσεως τῆς λογικῆς. | 98 | |
99 | Θάνατος καὶ ζωὴ ἐν χερσὶ (LXX χειρὶ) γλώσσης: Ἐνταῦθα λέγει τὴν ψυχὴν εἶναι θανάτου καὶ ζωῆς δεκτικήν, ἀφ’ ὧν τὸ αὐτεξούσιον αὐτῆς γεγονέναι κατασκευάζομεν. Ὃς εὗρεν γυναῖκα χρηστήν, εὗρεν χάριτας: Ὃς εὗρεν σοφίαν ἀγαθήν, εὗρεν χάριτας. Ὁ δὲ κατέχων μοιχαλίδα, ἄφρων καὶ ἀσεβής: Ὁ δὲ κατέχων κακίαν, ἄφρων καὶ ἀσεβής. | |
5 | Πλοῦτος προστίθησι φίλους πολλούς: Πλοῦτος γνώσεως καὶ σοφίας προστίθησιν ἡμῖν ἀγγέλους φίλους πολλούς· ὁ δὲ ἀκάθαρτος ἀπὸ τοῦ δοθέντος αὐτῷ ἐκ παιδὸς ἀγγέλου χωρίζεται· ἡ γὰρ πνευματικὴ φιλία ἐστὶν ἀρετὴ καὶ γνῶσις θεοῦ, δι’ ὧν συναπτόμεθα πρὸς φιλίαν ταῖς ἁγίαις ἀγγελικαῖς δυνάμεσιν, εἴγε οἱ μετανοοῦντες ἄνθρωποι χαρᾶς αἴτιοι γίνονται τοῖς ἀγγέλοις. οὕτως καὶ ὁ σωτὴρ φίλους καλεῖ τοὺς δούλους ποτέ, τῆς μείζονος αὐτοὺς θεωρίας καταξιώσας. οὕτω καὶ Ἀβραὰμ πλουτήσας ἐν γνώσει τὴν μυστικὴν ἐκείνην παρατίθησι τράπεζαν | |
10 | τοῖς κατὰ τὴν μεσημβρίαν φίλοις φανεῖσιν αὐτῷ. Σαοὺλ δὲ καὶ ἀπὸ τοῦ ὑπάρχοντος φίλου διὰ τὴν κακίαν χωρίζεται· γέγραπται γάρ· Καὶ ἀπέστη πνεῦμα θεοῦ ἀπὸ Σαούλ, καὶ πνεῦμα πονηρὸν παρὰ κυρίου ἔπνιγεν τὸν Σαούλ· πνεῦμα κυρίου λέγων τὸν ἄγγελον· Ὁ ποιῶν γάρ φησιν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον. ὅτι δὲ καὶ ἄγγελοι τοὺς ἀνθρώπους πεπίστευνται, διδάσκει ἐν τοῖς εὐαγγελίοις ὁ κύριος, Ὁρᾶτε, λέγων, μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων, ὅτι οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέ‐ | |
15 | πουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. καὶ πάλιν ὁ Ἰακώβ· Ὁ ἄγγελος ὁ ῥυόμενός με ἀπὸ πάν‐ των τῶν κακῶν. καὶ ὁ Ζαχαρίας· Καὶ εἶπεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί. Ὁ δὲ ἐγκαλῶν ἀδίκως οὐ μὴ διαφύγῃ: Ὅσοι τοὺς περὶ κρίσεως καὶ προνοίας ἀγνοοῦντες λόγους τὸν δημιουργὸν βλασφημοῦσιν, οὗτοι ἐγκαλοῦσιν ἀδίκως· καὶ ὅσοι πάλιν ὑπὸ τῶν ἰδίων παθῶν ἐνοχλούμενοι νομί‐ ζουσιν ἀκατόρθωτον εἶναι τὴν ἀρετήν, οὗτοι τῷ δεδωκότι τὸν νόμον ἐγκαλοῦσιν ἀδίκως. | |
20 | Ἔννοια ἀγαθὴ τοῖς εἰδόσιν αὐτὴν ἐγγιεῖ: Τὴν τοῦ θεοῦ γνῶσιν νῦν ὠνόμασεν ἔννοιαν, καὶ τοὺς εἰδότας αὐτὴν τοὺς καθαροὺς τῇ καρδίᾳ. Ὃς δὲ ἐρεθίζει λόγους οὐ σωθήσεται: Οἱ ἐμπαθεῖς λογισμοὶ ἐρεθίζουσι τὴν ψυχὴν πρὸς κακίαν. Οὐ συμφέρει ἄφρονι τρυφή: Οὔτε ἡ νοητὴ τρυφὴ οὔτε ἡ αἰσθητὴ συμφέρει τῷ ἄφρονι· τὴν μὲν γὰρ καταπατήσει τοῖς ποσί, χοῖρος φιλήδονος ὤν· ὑπὸ δὲ τῆς αἰσθητῆς τρυφῆς ἡ σὰρξ αὐτοῦ κινηθήσεται. | |
25 | Ἐλεήμων ἀνὴρ μακροθυμεῖ, τὸ δὲ καύχημα αὐτοῦ ἐπέρχεται παρανόμοις: Εἰ ὁ καυχώμενος ὀρθῶς ἐν | |
κυρίῳ καυχᾶται, ὁ δὲ κύριος ἡμῶν σοφία ἐστίν, ὁ καυχώμενος ἄρα ὀρθῶς ἐν σοφίᾳ καυχᾶται· τὸ καύχημα | 99 | |
100 | τοίνυν τοῦ μακροθύμου καὶ ἐλεήμονος, ὅπερ ἐστὶν ἡ σοφία καὶ ἡ γνῶσις αὐτοῦ, ἐπέρχεται τοῖς παρανόμοις, ἀπαλλάττον αὐτοὺς τῆς κακίας, νῦν μὲν ἐνδεχομένως, ἀναγκαίως δὲ ἐν τῷ αἰῶνι τῷ μέλλοντι. Βασιλέως ἀπειλὴ ὁμοία βρυγμῷ λέοντος: Ὁ κύριος ἡμῶν πῦρ μὲν καταναλίσκον καὶ λέων ὀργιζόμενος γίνεται πρὸς τοὺς ἁμαρτάνοντας, κατακαίων ξύλα χόρτον καλάμην, καὶ τὴν σάρκα τὴν στρατευομένην κατὰ | |
5 | τοῦ πνεύματος ἀναλίσκων· φῶς δὲ καὶ δρόσος πρὸς τοὺς κατορθοῦντας, δεικνὺς αὐτοῖς τῶν γεγονότων τοὺς λόγους, καὶ κατασβεννύων τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ, καὶ περιψύχων τὸν ἐκ τῆς πρακτικῆς συμβαί‐ νοντα καύσωνα. Οὐχ ἁγναὶ εὐχαὶ ἀπὸ μισθώματος ἑταίρας: Τὴν ἀκάθαρτον ψυχὴν ἑταίραν ὠνόμασεν· καὶ ταύτης τὸ μίσθωμα τὴν κατάστασιν εἴρηκεν, ἀφ’ ἧς οὐ καθαραὶ γίνονται προσευχαί. | |
10 | Οἶκον καὶ ὕπαρξιν μεριοῦσι πατέρες: Τὸ μὲν διδάσκειν τοὺς υἱοὺς περὶ ἀρετῆς καὶ γνώσεως θεοῦ, πα‐ τέρων ἐστίν· τὸ δὲ σοφίαν δοῦναι τοῖς παισί, τοῦ κυρίου ἐστίν· γυναῖκα γὰρ ἐνταῦθα τὴν σοφίαν λέγει· Ἐράσθητι γάρ φησι τῆς σοφίας, καὶ τηρήσει σε· τίμησον αὐτήν, ἵνα σε περιλάβῃ. Ὃς φυλάσσει ἐντολήν, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν: Αἱ ἐντολαὶ ὡς πρὸς μὲν τὸν ἐντειλάμενον θεὸν καλοῦνται ἐντολαί· ὡς δὲ πρὸς τὸν ὁδεύοντα νοῦν ἐν αὐταῖς καλοῦνται ὁδοί· καὶ πάλιν ἐπειδὴ ἐπὶ μαρτύρων οὐρανοῦ | |
15 | καὶ γῆς ἐδόθησαν αἱ ἐντολαί, λέγονται μαρτύρια· διὸ καὶ ὁ δεξάμενος αὐτὰ νοῦς ὀνομάζεται μάρτυς, ὅστις ψευσάμενος αὐτὰ οὐκ ἀτιμώρητος ἔσται. Κατὰ δὲ τὸ δόμα αὐτοῦ ἀνταποδώσει αὐτῷ: Δόμα νῦν τὴν καθαρότητα τῆς καρδίας ὠνόμασεν· κατ’ ἀναλογίαν γὰρ τῆς ἀπαθείας ἡμῶν καταξιούμεθα γνώσεως. Κακόφρων ἀνὴρ πολλὰ ζημιωθήσεται: Ἐγὼ νομίζω τὴν μὲν πολλὴν ζημίαν στέρησιν περιέχειν τῆς | |
20 | θεωρίας τῶν γεγονότων, τὴν δὲ προσθήκην τῆς ψυχῆς ἀφανισμὸν τῶν φυσικῶν περὶ θεοῦ ἐννοιῶν, παντάπασιν αὐτῆς εἰς ἀλογίαν περιπεσούσης. καὶ ὁ σωτὴρ δὲ ἐν τοῖς εὐαγγελίοις φησίν· Τί ὠφεληθήσεται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ἀπολέσῃ καὶ ζημιωθῇ; ἀλλ’ ἐνταῦθα μὲν ἡ ἀπώλεια τὴν ἄγνοιαν σωμάτων καὶ ἀσωμάτων ἐμφαίνει· ἡ δὲ ζημία τὴν ἐσχάτην ἀλογίαν παρίστησιν. Ἵνα σοφὸς γένῃ ἐπὶ γήρως: Μετὰ τὴν ὀρθὴν πολιτείαν ἐστὶν ἡ γνῶσις· τὸ γὰρ Ἐπ’ ἐσχάτων ἐνταῦθα | |
25 | οὐ τὸν χρόνον σημαίνει, ἀλλὰ τὴν μετὰ τὰς πρακτικὰς ἀρετὰς καθαρότητα. Φόβος κυρίου εἰς ζωὴν ἀνδρί, ὁ δὲ πλανώμενος αὐλισθήσεται ἐν τόποις οἷς οὐκ ἐπισκοπεῖται ὁ αἰώνιος: Εἰ φόβος κυρίου εἰς ζωὴν ἀνδρί, φόβος δὲ κυρίου παιδεία καὶ σοφία, ζωὴ τοῦ ἀνδρὸς παιδεία ἐστὶν καὶ σοφία. ἀλλὰ Χριστὸς λέγει· Ἐγώ εἰμι ἡ ζωή· ὁ Χριστὸς ἄρα ἐστὶν παιδεία καὶ σοφία. τὸ οὖν γνῶναι παιδείαν καὶ | |
σοφίαν γνῶναί ἐστιν τὸν Χριστόν· ὁ οὖν ἄφοβος ἔσται ἐν κακίᾳ καὶ ἀγνωσίᾳ, ἐν αἷς οὐκ ἔστιν Χριστός. | 100 | |
101 | Ὁ ἐγκρύπτων χεῖρας αὐτοῦ εἰς τὸν κόλπον ἀδίκως, οὐδὲ τῷ στόματι αὐτοῦ οὐ μὴ προσαγάγῃ αὐτάς: Ο μὴ ὀρθῶς βιοὺς κρύπτει ἐν τῇ ψυχῇ αὐτοῦ τὰς χεῖρας ἀδίκως, τὴν ἑαυτοῦ γῆν ἐργάσασθαι μὴ βουλόμενος μηδ’ ἐμπλησθῆναι ἄρτων· αἱ γὰρ πρακτικαὶ ἀρεταὶ χειρῶν ἐπέχουσι λόγον, τὸν ἄρτον τῷ στόματι ἡμῶν προσ‐ φέρουσαι, τὸν ἀπὸ τῶν οὐρανῶν καταβάντα καὶ ζωὴν διδοῦντα τῷ κόσμῳ. | |
5 | Ὁ ἀτιμάζων πατέρα καὶ ἀπωθούμενος μητέρα υἱὸς αἰσχυνθήσεται καὶ ἐπονείδιστος ἔσται: Διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζει, καὶ τὴν μητέρα δὲ ἀπωθεῖται, ἥτις ἐστὶν ἡ παιδεία· εἴπερ ἀνὴρ δίκαιος γεννᾶται εἰς ζωήν, ἡ δὲ δικαιοσύνη ἀπὸ πασῶν συνίσταται τῶν ἀρετῶν. Υἱὸς ἀπολειπόμενος φυλάξαι παιδείαν πατρὸς μελετήσει ῥήσεις κακάς: Οἱ ἀκάθαρτοι λογισμοὶ ῥήσεις εἰσὶ κακαὶ ἐν τῇ ψυχῇ γεννώμεναι τοῦ μὴ τετηρηκότος τὰς ἐντολὰς τοῦ ἐπουρανίου πατρός. | |
10 | Ἀκόλαστον οἶνος καὶ ὑβριστικὸν μέθη: Εἰ θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, ἀκόλαστον δὲ ὁ οἶνος, ἀκό‐ λαστον ἄρα ὁ θυμός, ἀκολάστους τοὺς ἀνθρώπους ποιῶν, καὶ ὑβριστικὸν ἡ ὀργή· αὕτη γὰρ ἡ μέθη ἀπὸ ζέοντος τοῦ θυμοῦ πέφυκε γίνεσθαι. εἰ δὲ οἴνου ναζιραῖοι κατὰ τὸν νόμον ἀπέχονται, θυμοῦ ἄρα τοὺς ναζι‐ ραίους ἐκτὸς εἶναι νενομοθέτηται. Οὐδὲν (LXX οὐ) διαφέρει ἀπειλὴ βασιλέως θυμοῦ λέοντος: Ἐνταῦθα τὸν Χριστὸν ἄντικρυς εἴρηκε βασι‐ | |
15 | λέα· ὁ γὰρ τοῦτον διὰ τῶν ἁμαρτιῶν παροξύνων ἁμαρτάνει εἰς τὴν ἑαυτοῦ ψυχήν. Ὡσαύτως ὁ δανιζόμενος σῖτον ἐν ἀμητῷ: Εἰ ἔστιν ἐν ἀμητῷ σῖτον δανείσασθαι, ἔστιν καὶ ἐν τῷ αἰῶνι τῷ μέλλοντι νοητὸν σῖτον δανείσασθαι παρὰ τῶν ἐργασαμένων ἐν τοῖς ἓξ ἔτεσι τὴν ἑαυτῶν γῆν, καὶ τρεφόντων ἐν τῷ ἑβδόμῳ ἔτει χήραν καὶ ὀρφανούς. Μακαρίους τοὺς παῖδας αὐτοῦ καταλείψει: Οὓς κατ’ ἀρετὴν δηλονότι γεγέννηκεν. | |
20 | Κακολογοῦντος πατέρα ἢ μητέρα σβεσθήσεται λαμπτήρ: Δύναται ὁ αὐτὸς Χριστὸς κατ’ ἐπίνοιαν καὶ πατὴρ εἶναι καὶ μήτηρ· πατὴρ μὲν τῶν πνεῦμα ἐχόντων υἱοθεσίας, μήτηρ δὲ τῶν δεομένων γάλακτος καὶ οὐ στερεᾶς τροφῆς· καὶ γὰρ ὁ ἐν Παύλῳ λαλῶν Χριστὸς πατὴρ μὲν τῶν Ἐφεσίων ἐγίνετο, σοφίας αὐτοῖς ἀποκα‐ λύπτων μυστήρια, μήτηρ δὲ Κορινθίων, γάλα ποτίζων αὐτούς. Μερὶς ἐπισπουδαζομένη ἐν πρώτοις: Ἣ πρὸς καιρὸν λιπαίνει μερὶς σὸν φάρυγγα, ὕστερον μέντοι πικρό‐ | |
25 | τερον χολῆς εὑρήσεις. | |
Μὴ εἴπῃς· Τίσομαι τὸν ἐχθρόν: Μὴ εἴπῃς καθ’ ὑπερηφανίαν κινούμενος· Ἐγὼ μόνος τοῖς ἐχθροῖς | 101 | |
102 | πολεμήσω, ἀλλ’ ὑπόμεινον τὸν κύριον ἵνα σοι βοηθήσῃ. καὶ ὁ Δαυὶδ φησίν· Οὐκ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με· καὶ πάλιν· Ψευδὴς ἵππος εἰς σωτηρίαν· καὶ ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον καὶ φυλάξῃ πόλιν. Στάθμιον μέγα καὶ μικρὸν καὶ μέτρα δισσά, βδελυκτὰ (LXX ἀκάθαρτα) ἐνώπιον κυρίου ἀμφότερα: | |
5 | Τὸν παρά τισι θρασύδειλον λεγόμενον στάθμιον μέγα καὶ μικρὸν εἶναι νομίζω· καὶ καθόλου πᾶσαν ὑπερβο‐ λὴν καὶ ἔλλειψιν στάθμιον μέγα καὶ μικρὸν εἶναι νομίζω· ἑκάτερα γὰρ κακίαι. Μέτρα δισσά: Ὁ εὖ μὲν πάσχειν ὑφ’ ἑτέρου βουλόμενος, αὐτὸς δὲ ὁμοίως ἄλλους ἀναπαύειν μὴ προ‐ αιρούμενος, μέτρα ἔχει δισσά, μὴ πειθόμενος τὴν ἐντολὴν τὴν λέγουσαν· Πάντα ὅσα θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, πάντα καὶ ὑμεῖς ὁμοίως ποιεῖτε αὐτοῖς. | |
10 | Οὖς ἀκούει καὶ ὁ ὀφθαλμὸς ὁρᾷ: Οὐχ ὁ κακῶς ὁρῶν ὀφθαλμὸς ἔργον ἐστὶν τοῦ κυρίου, ἀλλ’ ὁ ὁρῶν· καὶ οὐ τὸ κακῶς ἀκοῦον οὖς ἔργον ἐστὶν τοῦ κυρίου, ἀλλὰ τὸ ἀκοῦον. καὶ ἐπὶ τῶν ἄλλων δὲ μελῶν τοῦ σώ‐ ματος ὡσαύτως λεκτέον· χρήσῃ δὲ τῷ ῥητῷ τούτῳ πρὸς τοὺς κατηγοροῦντας ἡμῶν τοῦτο τὸ σῶμα καὶ τὸν δημιουργὸν ἐνυβρίζοντας. Διάνοιξον δὲ τοὺς ὀφθαλμούς σου καὶ ἐμπλήσθητι ἄρτων: Διὰ μὲν τῶν ἀρετῶν ἀνοίγομεν τοὺς ὀφθαλ‐ | |
15 | μοὺς τῆς ψυχῆς, διὰ δὲ τῆς σοφίας νοητῶν πληρούμεθα ἄρτων. Θνητὸς δὲ πῶς ἂν ἐννοήσαι (LXX νοήσαι) τὰς ὁδοὺς ἑαυτοῦ: Οὐ δύναται νοῆσαι τὰς ὁδοὺς κυρίου ὁ ἔτι θνητὸς καὶ μὴ συναποθανὼν τῷ Χριστῷ. Παγὶς ἀνδρὶ ταχύ τι τῶν ἰδίων ἁγιάσαι: Ἡ ἐπὶ τοῖς ἀγαθοῖς μετάνοια οὐ δικαίοις συμβαίνει ἀλλὰ ἀδίκοις· ἄδικοι δὲ μηδὲν ἀπερισκέπτως ὑπισχνείσθωσαν τῷ θεῷ· μετὰ γὰρ τὸ εὔξασθαι μετανοεῖν γίνεται. | |
20 | Καὶ ζυγὸς δόλιος οὐ καλὸν ἐνώπιον αὐτοῦ: Ζυγὸν δόλιον λέγει τὸν νοῦν πεφυκότα μὲν δικαίως κρίνειν τὰ πράγματα, παρακλίνοντα δὲ τῇ τοῦ ἀντεξουσίου ῥοπῇ. Λικμήτωρ ἀσεβῶν βασιλεὺς σοφός: Χωρίζειν (–ζων?) τὰ ἄχυρα ἀπὸ τοῦ σίτου. | |
Καὶ ἐπιβαλεῖ αὐτοῖς τροχόν: Ποίησον αὐτοὺς ὡς τροχόν. | 102 | |
103 | Φῶς κυρίου πνοὴ ἀνθρώπων: Εἰ τὸ φῶς τοῦ κυρίου ἡ γνῶσις τοῦ κυρίου ἐστίν, τὸ δὲ φῶς τοῦ κυρίου ἡ πνοὴ τῶν ἀνθρώπων ἐστίν, ἡ ἄρα γνῶσις τοῦ κυρίου ἡ πνοὴ τῶν ἀνθρώπων ἐστίν. τὸν δὲ ἐν ἀγνοίᾳ διάβολον φαίνειν δοκοῦντα λύχνον ὠνόμασεν, ἐκκενοῦντα τὸν νοῦν τῶν ἀγαθῶν καὶ μετασχηματιζόμενον εἰς ἄγγελον φωτός. Ποιεῖν δίκαια καὶ ἀληθεύειν ἀρεστὸν παρὰ κυρίου μᾶλλον ἢ θυσιῶν αἷμα: Ἐκβάλλει τὸ ῥητὸν τοῦτο | |
5 | τὴν διὰ τῶν ἀλόγων ζώων θυσίαν· θυσία γὰρ τῷ θεῷ πνεῦμα συντετριμμένον. Ἁγνὰ δὲ καὶ ὀρθὰ τὰ ἔργα αὐτοῦ: Εἰ ἁγνὰ καὶ ὀρθὰ τὰ ἔργα τοῦ θεοῦ, ἓν δὲ τῶν ἔργων αὐτοῦ ἐστὶν καὶ ὁ νοῦς, ὀρθὸς ἄρα καὶ ἁγνὸς ἐκτίσθη παρὰ τοῦ κυρίου ὁ νοῦς. Κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας ὑπαίθρου ἢ ἐν κεκονιαμένοις μετὰ ἀηδείας (LXX ἀδικίας) καὶ ἐν οἴκω κοινῷ: Τῷ οἴκῳ τῷ κεκονιαμένῳ καὶ κοινῷ τὴν ὕπαιθρον γωνίαν ἀντέθηκεν· εἰ δὲ ὁ οἶκος ὁ κεκονιαμένος καὶ κοινὸς | |
10 | ἡ κακία ἐστίν, ἡ ὕπαιθρος γωνία ἡ ἀρετή ἐστιν· γωνία τοίνυν ὕπαιθρός ἐστιν πρᾶξις θεωρίας ἐφαπτομένη καὶ φωτιζομένη ὑπὸ τοῦ τῆς δικαιοσύνης ἡλίου. καλῶς δὲ καὶ ὁ Παῦλος τὸν ἀρχιερέα τῶν Ἰουδαίων τοῖχον εἶπεν κεκονιαμένον, τυπτηθησόμενον ὑπὸ τοῦ θεοῦ· καὶ ὁ σωτὴρ δὲ ἐν τοῖς εὐαγγελίοις τοὺς Φαρισαίους τά‐ φους εἶπεν κεκονιαμένους. εὖ δὲ καὶ τὸ Ἐπὶ γωνίας εἶπεν, ἔνθα ὁ λίθος κεῖται ὁ ἀποδοκιμασθεὶς ὑπὸ τῶν οἰκοδόμων καὶ γενόμενος κεφαλὴ γωνίας· κοινὸν δὲ εἶπεν ὃ μὴ τοῦ ἑνός ἐστιν θεοῦ. | |
15 | Δόσις λάθριος ἀνατρέπει ὀργάς: Δόσις λάθριός ἐστιν, ἵν’ ὃ ποιῇ ἡ δεξιὰ μὴ γινώσκῃ ἡ ἀριστερά. Ἀνὴρ πλανώμενος ἐξ ὁδοῦ δικαιοσύνης ἐν συναγωγῇ γιγάντων ἀναπαύσεται: Ἡ συναγωγὴ τῶν γιγάντων ἡ κακία καὶ ἡ ἀγνωσία ἐστίν. Κρεῖσσον οἰκεῖν ἐν γῇ ἐρήμῳ ἢ μετὰ γυναικὸς θυμώδους καὶ μαχίμης: Καὶ ὁ Δαυὶδ φησίν· Ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ, οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι. ἔρημος τοίνυν γῆ ἐστὶν ἡ ἀρετὴ ἡ μὴ ἔχουσα | |
20 | τοὺς παλαιοὺς ἀνθρώπους οἰκοῦντας τοὺς φθειρομένους κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· διὸ οὐδὲ εὑρίσκει ἐν αὐτῇ ἀνάπαυσιν ὁ διάβολος, εἴγε διέρχεται δι’ ἀνύδρων τόπων ζητῶν ἀνάπαυσιν καὶ οὐχ εὑρίσκει· αὐτὸς γὰρ βασιλεύς ἐστι πάντων τῶν ἐν τοῖς ὕδασι. καὶ πάλιν τῆς σοφίας Στεγναί φησιν αἱ διατριβαὶ οἵκων αὐτῆς (27,31). εἰ δὲ τοῦτο, οὐκοῦν καὶ ἡ γυνὴ ἡ μάχιμος καὶ γλωσσώδης καὶ ὀργίλος ἡ κακία ἐστίν, ἥτις τὸν συζῶντα αὐτῇ | |
ποιεῖ μάχιμον καὶ γλωσσώδη καὶ ὄργιλον. | 103 | |
104 | Θησαυρὸς ἐπιθυμητὸς ἀναπαύσεται ἐπὶ στόματος σοφοῦ: Σοφία κυρίου ἀναπαύσεται ἐν καρδίᾳ σοφοῦ· ἄφρονες δὲ ἄνδρες διαφθεροῦσιν αὐτήν. Πόλεις ὀχυρὰς ἐπέβη σοφός: Σοφία ἐστὶν πόλις ὀχυρά, ἐν ᾗ οἱ σοφοὶ κατοικοῦσιν, λογισμοὺς καθαι‐ ροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Χριστοῦ. | |
5 | Ὃς φυλάσσει τὸ στόμα αὐτοῦ καὶ τὴν γλῶσσαν, διατηρεῖ ἐκ θλίψεως τὴν ψυχὴν αὐτοῦ: Στόμα καὶ γλῶσσαν, ψυχὴν καὶ νοῦν· ψυχὴν δέ φασιν θυμὸν καὶ ἐπιθυμίαν, ὅπερ τινὲς παθητικὸν μέρος ὀνομάζουσι τῆς ψυχῆς. Ἀσεβὴς ὅλην τὴν ἡμέραν ἐπιθυμεῖ ἐπιθυμίας κακάς: Ἀγγέλων μὲν τὸ μὴ ἐπιθυμεῖν ποτὲ ἐπιθυμίας κακάς· ἀνθρώπων δὲ τὸ ποτὲ μὲν ἐπιθυμεῖν, ποτὲ δὲ μὴ ἐπιθυμεῖν ἐπιθυμίας κακάς· δαιμόνων δὲ τὸ ἀεὶ ἐπι‐ | |
10 | θυμεῖν ἐπιθυμίας κακάς. τὸ γὰρ Ὅλην τὴν ἡμέραν τὸ διὰ βίου δηλοῖ. τοιοῦτόν ἐστιν καὶ τὸ Ἐν φόβῳ κυρίου ἴσθι ὅλην τὴν ἡμέραν, ἀντὶ τοῦ διὰ βίου. Ἵππος ἑτοιμάζεται εἰς ἡμέραν πολέμου: Ἵππον λέγει τὸν νοῦν. Ἐπιβήσῃ γάρ φησιν ἐπὶ τοὺς ἵππους σου, καὶ ἡ ἱππασία σου σωτηρία. καὶ ἐπὶ τοῦ Παύλου ὁ κύριος Τοῦ βαστάσαι τὸ ὄνομά μου φησίν. Αἱρετώτερον ὄνομα καλὸν ἢ πλοῦτος πολύ (edd. πολύς): Τὴν σημαινομένην ἀρετὴν ὑπὸ τοῦ οἰκείου | |
15 | ὀνόματος ὄνομα εἶπεν καλόν· τοῦτο γὰρ τὸ ὄνομα καλόν ἐστιν, ὅπερ ἔχει τὸ σημαινόμενον ἀγαθόν. οὕτως οὐδὲ τὴν ἄδικον γυναῖκα δικαιοσύνην καλουμένην ἐπαινέσομεν, ἀλλὰ τὴν ἔχουσαν τὴν δικαιοσύνην, κἂν ἀδικία ὀνομάζηται. Πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλήλοις, ἀμφοτέρους δὲ ἐποίησεν ὁ κύριος (edd. ὁ κύρ. ἐποί.): Ὁ μὲν πλούσιος διὰ τῶν ἐλεημοσυνῶν καθαίρει θυμόν, κτώμενος τὴν ἀγάπην· ὁ δὲ πένης διὰ τῆς πενίας ταπεινοφρο‐ | |
20 | νεῖν ἐκδιδάσκεται. Γενεὰ σοφίας, φόβος κυρίου: Αὗται αἱ γενέσεις Νῶε· αὗται αἱ γενέσεις Ἀβραάμ. Τρίβολοι καὶ παγίδες ἐν ὁδοῖς σκολιαῖς: Καὶ ὁ κύριος τῷ Ἀδὰμ φησίν· Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι ἡ γῆ, τοῦτ’ ἔστιν ἡ ψυχή. ἀκάνθας δὲ καὶ τριβόλους λέγει τὰς ἁμαρτίας, ἀφ’ ὧν καὶ ὁ στέφανος ἐπλάκη τοῦ Χριστοῦ· αὐτὸς γὰρ ἦρεν τὴν ἁμαρτίαν τοῦ κόσμου. | |
25 | Πλούσιοι πτωχῶν ἄρξουσιν: Ἐν τῷ αἰῶνι τῷ μέλλοντι οἱ ἐν παντὶ πλουτισθέντες, ἐν πάσῃ γνώσει καὶ | 104 |
105 | πάσῃ σοφίᾳ, ἄρξουσι τῶν ἀκαθάρτων καὶ ἐστερημένων τούτου τοῦ πλούτου. τίνες δὲ οἱ οἰκέται καὶ τίνες οἱ δεσπόται, νῦν οὐκ ἀναγκαῖον δημοσιεύειν, διὰ τὸ εἶναι τὸν περὶ αὐτῶν λόγον μυστικὸν καὶ βαθύτερον. Ματαιότητα δὲ ἔργων αὐτοῦ συντελέσει: Τὴν ματαιότητα τῶν ἔργων διὰ τῆς ἀρετῆς ὁ κύριος καὶ τῆς γνώσεως συντελεῖ. | |
5 | Νίκην καὶ τιμὴν περιποιεῖται ὁ τὰ (edd. om.) δῶρα διδούς: Δῶρα τοῦ ἀνθρώπου τὰς ἀρετὰς ὀνομάζει, δι’ ὧν νικῶν τὸν διάβολον τίμιον ἑαυτὸν παρέχει τῷ θεῷ, καὶ ἀφαιρεῖται τὴν ἑαυτοῦ ψυχὴν ἀπὸ τῶν κτησα‐ μένων, αὐτὴν δαιμόνων. Ἔκβαλε λοιμὸν ἐκ συνεδρίας (edd. ἐκ συνεδρίου λοιμ.), καὶ συνεξελεύσεται αὐτῷ νεῖκος: Τὴν χειρίστην κατάστασιν συνέδριον εἶπεν, ἀφ’ ἧς ὁ σοφὸς Σολομὼν ἐκβάλλεσθαι τὸν ἄνθρωπον βούλεται διὰ πνευματικῆς | |
10 | διδασκαλίας· τὸ δὲ νεῖκος τὴν φιλονεικίαν σημαίνει. δύναται δὲ λοιμὸν καὶ τὸν διάβολον λέγειν, ὃν δεῖ ἀπο‐ διώκειν τῆς ψυχῆς· ἐὰν γὰρ καθίσῃ ἐν αὐτῇ, διὰ τῆς ἀκαθαρσίας πάντας τοὺς ὀρθοὺς λογισμοὺς ἀτιμάζει. συνέδριον δὲ καὶ ὁ ἀπόστολος τὴν ψυχὴν ἀποδείκνυσι, δι’ ὧν κατηγοροῦντας λογισμοὺς εἰσάγει καὶ ἀπολογου‐ μένους· Μεταξὺ γάρ φησιν ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων. ὅπου δὲ κατηγορία καὶ ἀπολογία, ἐκεῖ καὶ συνέδριον. | |
15 | Χείλεσι ποιμαίνει βασιλεύς: Ὁ διατηρῶν τὰς ψυχὰς ἡμῶν κύριος, αὐτὸς καὶ διὰ τῆς πνευματικῆς γνώ‐ σεως ποιμαίνει ἡμᾶς, ἥντινα γνῶσιν φαυλίζει ὁ παραβαίνων τὸν νόμον αὐτοῦ. σημειωτέον δὲ ὅτι βασιλεὺς ὢν ὁ Χριστὸς λέγεται διὰ τῆς συγκαταβάσεως ποιμαίνειν ἡμᾶς· Ἐγὼ γάρ φησιν εἰμὶ ὁ ποιμὴν ὁ καλός. εἰ δὲ βασι‐ λεὺς μέν ἐστι βασιλευόντων, ποιμὴν δὲ προβάτων, ἔσται ποτὲ μόνον βασιλεὺς τῶν προβάτων εἰς τὸ βασιλικὸν μεταβάντων ἀξίωμα. | |
20 | Προφασίζεται καὶ λέγει ὀκνηρός· Λέων ἐν ταῖς ὁδοῖς: Ὁ ἐχθρὸς ἡμῶν διάβολος ὡς λέων περιέρχεται ζητῶν τίνα καταπίῃ· ὅντινα φοβούμενος ὁ ὀκνηρὸς πρὸς τὴν ἐργασίαν τῶν ἀρετῶν ἀναδύεται. Ὁ δὲ μισηθεὶς ὑπὸ κυρίου ἐμπεσεῖται εἰς αὐτόν: Ὁ Ἰὼβ οὐ μισηθεὶς ὑπὸ κυρίου ἀλλὰ δοκιμῆς ἕνεκεν ἐμπέπτωκεν εἰς αὐτόν. Ῥάβδος δὲ καὶ παιδεία μακρὰν ἀπ’ αὐτοῦ: Μακρὰν ἀπὸ τῆς καρδίας τοῦ ἄφρονός ἐστιν ἡ ῥάβδος ἡ | |
25 | ἐκ τῆς ῥίζης Ἰεσσαί. | 105 |
106 | Ὁ συκοφαντῶν πτωχὸν (edd. πένητα) πολλὰ ποιεῖ τὰ ἑαυτοῦ κακά: Ὥσπερ ὁ διάβολος συκοφαντεῖ ἡμᾶς λαμβάνων παρ’ ἡμῶν τὰς ἀρετὰς ἃς μὴ δέδωκεν ἡμῖν, οὕτως καὶ ἡμεῖς συκοφαντοῦμεν αὐτὸν λαμβά‐ νοντες παρ’ αὐτοῦ τὰς κακίας ἃς μὴ δεδώκαμεν αὐτῷ. καὶ καθὸ μὲν λαμβάνομεν παρ’ αὐτοῦ τὰς κακίας, ὡς παρὰ πένητος ἐν ἀρεταῖς λαμβάνομεν· καθὸ δὲ τὰς ἀρετὰς ἡμῶν διδόαμεν αὐτῷ ἐπ’ ἐλαττώσει ἡμῶν, ὡς πλου‐ | |
5 | σίῳ ἐν κακίᾳ διδόαμεν. ἔλεγεν δέ τις τῶν γερόντων, ὅτι ἡμεῖς ἐσμὲν οἱ συκοφάνται οἱ Χριστὸν συκοφαντοῦν‐ τες, πτωχεύσαντα δι’ ἡμᾶς καὶ μηδὲν ὀφείλοντα ἡμῖν, καὶ λαμβάνοντες παρ’ αὐτοῦ πολλὰ καὶ διδόντες τῷ σατανᾷ ἐπὶ ταπεινώσει τῶν ἡμετέρων ψυχῶν. Παράβαλε σὸν οὖς λόγοις σοφῶν: Οὗτος ἀκούει τῶν τοῦ θεοῦ λόγων, ὁ ποιῶν τὰ προστασσόμενα ὑπ’ αὐτῶν· οὐ γὰρ οἱ ἀκροαταὶ νόμου δίκαιοι παρὰ θεῷ, ἀλλ’ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. | |
10 | Καὶ σὺ δὲ ἀπόγραψαι αὐτὰ σεαυτῷ τρισσῶς ἐν βουλῇ καὶ γνώσει (edd. εἰς βουλὴν κ. γνῶσιν) ἐπὶ τὸ πλάτος τῆς καρδίας σου: Ὁ πλατύνας διὰ τῆς καθαρότητος τὴν καρδίαν αὐτοῦ νοήσει τοὺς τοῦ θεοῦ λόγους, τούς τε πρακτικοὺς καὶ τοὺς φυσικοὺς καὶ τοὺς θεολογικούς· πᾶσα γὰρ ἡ κατὰ τὴν γραφὴν πραγματεία τέμνεται τριχῶς, εἰς ἠθικὴν καὶ φυσικὴν καὶ θεολογικήν· καὶ ἀκολουθεῖ τῇ μὲν πρώτῃ αἱ παροιμίαι, τῇ δὲ δευτέρᾳ ὁ ἐκκλησιαστής, τῇ δὲ τρίτῃ τὰ ἄσματα τῶν ἀσμάτων. | |
15 | Μὴ δίδου σεαυτὸν εἰς ἐγγύην, αἰσχυνόμενος πρόσωπον: Οἱ τοὺς φαύλους ἀναδεχόμενοι λογισμοὺς καὶ τούτῳ τιμῶντες τὸν πονηρὸν σπουδαζέτωσαν ὅση δύναμις διὰ τῶν ἀγαθῶν λογισμῶν ἀποδιδόναι τοὺς χείρονας· ἐὰν γὰρ μὴ ἰσχύσωσι τοῦτο ποιῆσαι, λήψονται τὸ στρῶμα τὸ ὑπὸ τὰς πλευρὰς τῆς ψυχῆς, τοῦτ’ ἔστι τὴν ἀρετήν· αὕτη γὰρ τοῦ μὲν ἑστῶτος ἐν τῇ δικαιοσύνῃ νοῦ ἱμάτιον λέγεται, τοῦ δὲ λοιπὸν πεσόντος διὰ τῶν φαύλων λογισμῶν ὑπόστρωμα καλεῖται. | |
20 | Μὴ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου: Ὁ μετατιθεὶς τὰ ὅρια τῆς θεοσεβείας δεισιδαιμο‐ νίαν ἢ ἀσέβειαν αὐτὴν ἀποδείκνυσι· καὶ ὁ μετατιθεὶς τὰ ὅρια τῆς ἀνδρείας θρασύτητα ἢ δειλίαν αὐτὴν ἀπερ‐ γάζεται. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν καὶ ἐπὶ τῶν δογμάτων καὶ ἐπ’ αὐτῆς τῆς πίστεως· νοητέον· μάλιστα δὲ τοῦτο τηρητέον ἐπὶ τῆς ἁγίας τριάδος· ὁ γὰρ μὴ θεολογῶν τὸ πνεῦμα τὸ ἅγιον διαλύει τὸ βάπτισμα· ὁ δὲ καὶ ἄλλους τινὰς ὀνομάζων θεοὺς δῆμον εἰσάγει θεῶν. | |
25 | Εἰ δὲ ἀπληστότερος εἶ, μὴ ἐπιθύμει τῶν ἐδεσμάτων αὐτοῦ: Οὐ γὰρ πάντες χωροῦσι τὴν μυστικω‐ | |
τέραν διάνοιαν τῆς γραφῆς. | 106 | |
107 | Ταῦτα γὰρ ἔχεται ζωῆς ψευδοῦς: Δεῖ τὴν θείαν γραφὴν νοητῶς νοεῖσθαι καὶ πνευματικῶς· ἡ γὰρ κατὰ τὴν ἱστορίαν αἰσθητὴ γνῶσις οὐκ ἔστιν ἀληθής. Μὴ συνδείπνει ἀνδρὶ βασκάνῳ: Εἰ ὁ βάσκανος σῖτα ἀσεβείας ἐσθίει καὶ οἴνῳ παρανόμῳ μεθύσκεται, οὐ δεῖ δὲ συνδείπνειν τούτῳ, οὐ χρὴ ἄρα εἶναι ἀσεβῆ καὶ παράνομον· αὗται γὰρ αἱ κακίαι λυμαίνονται γνῶσιν | |
5 | πνευματικήν. Εἰς ὦτα ἄφρονος μηθὲν (edd. μηδὲν) λέγε: Μηθὲν λέγε συνετόν, τοῦτ’ ἔστιν βαθὺ καὶ μυστικόν· οὐ δεῖ γὰρ βάλλειν τὰς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων. Εἰς δὲ κτῆμα ὀρφανῶν μὴ εἰσέλθῃς: Κτῆμα ὀρφανῶν ἡ κακία ἐστίν, δι’ ἣν ἐστερήθησαν τοῦ ἐν οὐ‐ ρανοῖς σωτῆρος. | |
10 | Ἀλλ’ ἢ ἐν φόβῳ κυρίου ἴσθι ὅλην τὴν ἡμέραν: Εἰ τῷ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ, καλῶς παραινεῖ διὰ παντὸς τοῦ βίου ἐκκλίνειν ἡμᾶς ἀπὸ παντὸς κακοῦ. Ἐὰν γὰρ τηρήσῃς ταῦτα (edd. αὐτά), ἔσται σοι ἔγγονα (ut cod. Alex.): Τοὺς ὀρθοὺς λογισμοὺς καὶ τὰ πνευματικὰ θεωρήματα ἔγγονα εἶπεν τοῦ νοῦ· διὸ καὶ ἄτεκνός ἐστιν ψυχὴ ἡ μὴ ἔχουσα ταῦτα τὰ ἔγγονα, ἅπερ πέφυκε τίκτεσθαι ἀπὸ τοῦ πνευματικοῦ νυμφίου. | |
15 | Καὶ ῥακώδη ἐνδύσεται πᾶς ὑπνώδης: Οὐκ ἔστιν ἔνδυμα γάμου διερρηγμένον ἱμάτιον καὶ ῥακῶδες. Καὶ μὴ καταφρόνει ὅτι γεγήρακεν ἡ μήτηρ σου: Ἤκουσά τινος τῶν γερόντων τὴν ψυχὴν εἰπόντος μητέρα τοῦ νοῦ· αὕτη γάρ φησιν διὰ τῶν πρακτικῶν ἀρετῶν εἰς φῶς προάγει τὸν νοῦν· ψυχὴν δὲ ἔλεγεν τὸ παθητικὸν μέρος τῆς ψυχῆς, ὅπερ διαιρεῖται εἰς θυμὸν καὶ ἐπιθυμίαν· διὰ γὰρ ἀνδρείας, φησίν, καὶ σωφροσύνης κτώμεθα σοφίαν καὶ γνῶσιν θεοῦ· ἀνδρεία δὲ καὶ σωφροσύνη θυμοῦ καὶ ἐπιθυμίας εἰσὶν ἀρεταί. | |
20 | Μὴ μεθύσκεσθε οἴνῳ: Οἱ οἶνοι οὗτοι ἐκ τῆς Σοδομιτικῆς εἰσὶν ἀμπέλου. | 107 |
108 | Μὴ ὁμιλεῖτε ἀνθρώποις, καὶ ὁμιλεῖτε ἐν περιπάτοις: Νοῦς ὁμιλῶν ἐν περιπάτοις ἀξίως περιπατεῖ τῆς κλήσεως ἧς ἐκλήθη. Ἐὰν γὰρ εἰς τὰς φιάλας καὶ τὰ ποτήρια δῷς τοὺς ὀφθαλμούς σου: Ἡ μὲν κατὰ διάνοιαν ἁμαρτία ἔοικε φιάλῃ, ἡ δὲ κατ’ ἐνέργειαν ποτηρίῳ. | |
5 | Ὕστερον περιπατήσεις γυμνότερος ὑπέρου: Πολλὰ κρούει τὸ ὕπερον καὶ οὐκ ἀνοίγει τὸν τόπον ὃν κρούει. τοῖς δὲ μαθηταῖς ὁ κύριος φησίν· Κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. Οἱ ὀφθαλμοί σου ὅταν ἴδωσιν ἀλλοτρίαν, τὸ στόμα σου τότε λαλήσει σκολιά: Νοῦς δεξάμενος ἀλλότριον νόημα μελετήσει λογισμοὺς κακούς· ὁ δὲ τηρήσας ἑαυτὸν κληρονομήσει ζωήν. Καὶ ὥσπερ κυβερνήτης ἐν πολλῷ κλύδωνι: Παντὶ ἀνέμῳ τῆς διδασκαλίας περιφερόμενος. | |
10 | Πότε ὄρθρος ἔσται: Ὄρθρος ψυχῆς ἐστὶν ἐπίγνωσις ἁμαρτίας. Μετὰ κυβερνήσεως γίνεται πόλεμος: Οἱ περὶ τὴν πίστιν ναυαγοῦντες οὐ μετὰ κυβερνήσεως πολεμοῦσιν τοῖς πνεύμασι τοῖς ἀντικειμένοις τῇ θεολογίᾳ. δυνατὸν δὲ καὶ ἐπὶ πάσης ἀρετῆς τὸ αὐτὸ τοῦτο εἰπεῖν· ἔστιν γὰρ καὶ περὶ σωφροσύνην ναυάγιον καὶ περὶ ἀγάπην καὶ περὶ ἀφιλαργυρίαν, καὶ περὶ ἕκαστον δὲ δόγμα ὁμοίως τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας συμβαίνει ναυάγιον. εἰ δὲ μετὰ κυβερνήσεως πολεμεῖν δεῖ τοῖς ἀντι‐ | |
15 | κειμένοις, ναυμαχίᾳ παραπλήσιος ἡμῶν ἐστὶν ὁ βίος ἐπὶ τῆς γῆς. Ἐν πύλαις σοφοὶ οὐκ ἐκκλίνουσιν ἐκ στόματος (edd. add. κυρίου): Αἱ πύλαι τῶν σοφῶν αἱ πρακτικαί εἰσιν ἀρεταί, δι’ ὧν εἰσέρχεται σοφία θεοῦ. Ἀκαθαρσία δὲ λοιμῷ ἀνδρὶ ἐμμολυνθήσεται: Εἰ ἀρετὴν ἡ κακία μειοῖ, καὶ τὴν κακίαν δηλονότι ἡ | |
ἀρετὴ διαφθείρει· τοῦτο δὲ γενήσεται ἐν τῷ αἰῶνι τῷ μέλλοντι ἕως ἂν ἐκλείπῃ ἡ κακία· τὸ γὰρ Ἐμμολυν‐ | 108 | |
109 | θήσεται ἀντὶ τοῦ Διαφθαρήσεται τέθεικεν· διαφθείρεται δὲ ἀκαθαρσία ἤτοι ὑπὸ πρακτικῆς ἢ ὑπὸ δριμείας κολάσεως. Ῥῦσαι ἀγομένους εἰς θάνατον καὶ ἐκπρίου κτεινομένους, μὴ φείσῃ: Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς καταξιωθέντας γνώσεως καὶ ἀμελοῦντας τῆς διδασκαλίας, πολλῶν ἀπαγομένων ὑπὸ τῆς κακίας εἰς | |
5 | θάνατον. Φάγε μέλι υἱέ, ἀγαθὸν γὰρ κηρίον, ἵνα γλυκανθῇ ὁ λάρυγξ σου: Ἐσθίει μέλι ὁ ἀπὸ τῶν θείων γρα‐ φῶν ὠφελούμενος· ὁ δ’ ἀπ’ αὐτῶν τῶν πραγμάτων ἐκβάλλων τοὺς λόγους, ἀφ’ ὧν εἰλήφασι καὶ οἱ ἅγιοι προφῆ‐ ται καὶ ἀπόστολοι, τρώγει κηρίον· καὶ τὸ μὲν φαγεῖν μέλι παντὸς τοῦ βουλομένου ἐστίν, τὸ δὲ κηρίον μόνον τοῦ καθαροῦ. | |
10 | Μὴ προσαγάγῃς ἀσεβῆ νομῇ δικαίου: Μὴ ἕνεκεν ἡδονῆς προδῷς τὸν θεόν· οὗτος γὰρ νομὴ δικαίου, καὶ οὐ μὴ ἐγκαταλείπῃ σε. Ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς: Ἀποστρέφει μὲν ὁ θεὸς τὸν θυμὸν αὐτοῦ ἀπὸ τοῦ πεσόντος, ἐλεήσας αὐτόν· ὀργίζεται δὲ τῷ ἐπαρθέντι ἐπὶ τῷ πτώματι τοῦ ἐχθροῦ αὐτοῦ· πᾶς γὰρ ὁ ἐπιχαίρων ἀπολλυ‐ μένῃ ψυχῇ ὅμοιός ἐστιν τῷ διαβόλῳ τῷ μὴ θέλοντι πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας | |
15 | ἐλθεῖν. σημειωτέον δὲ ὅτι ἄνθρωπον ἐνταῦθα εἴρηκε τὸν ἐχθρόν, ὑπὲρ οὗ καὶ προσεύχεσθαι ἡμᾶς νενομοθέτη‐ κεν ἐν τοῖς εὐαγγελίοις ὁ κύριος. Οὐ γὰρ μὴ γένωνται ἔγγονα πονηρῶν: Οὐ γεννήσουσι πονηροὶ ἀρετὰς καὶ δόγματα ὀρθά, ταῦτα γάρ ἐστι γεννήματα τῆς ψυχῆς, διὰ τὸ μὴ φοβεῖσθαι αὐτοὺς τὸν κύριον· οἱ δὲ ὄντες ἐν φόβῳ κυρίου ὅλην τὴν ἡμέραν ἕξουσιν ἔγγονα, καὶ ἡ ἐλπὶς αὐτῶν οὐκ ἀποστήσεται. | |
20 | Φοβοῦ τὸν κύριον, υἱέ μου, καὶ βασιλέα: Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν, καὶ ὃν ἀπέστει‐ λας Ἰησοῦν Χριστόν. Τὰς δὲ τιμωρίας ἀμφοτέρων τίς γνώσεται: Πῶς οὖν ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις φησίν· Ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκεν τῷ υἱῷ; ἢ ἄλλο μέν ἐστιν τιμωρία, ἄλλο δὲ κρίσις· καὶ τιμωρία μέν ἐστιν στέρησις ἀπαθείας καὶ γνώσεως θεοῦ μετ’ ὀδύνης σωματικῆς· κρίσις δέ ἐστιν γένεσις αἰῶνος κατ’ ἀναλο‐ | |
25 | γίαν ἑκάστῳ τῶν λογικῶν σωμάτων διανέμοντος. | 109 |
110 | Μάχαιρα γὰρ γλῶσσα βασιλέως, καὶ οὐ σαρκίνη: Καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστιν ῥῆμα θεοῦ. τὸ δὲ Οὐ σαρκίνη ἀντὶ τοῦ Οὐκ αἰσθητή. Ἐὰν γὰρ ὀξυνθῇ ὁ θυμὸς αὐτοῦ, σὺν νεύροις ἀνθρώπους ἀναλίσκει: Τοὺς παλαιοὺς ἀνθρώπους τοὺς φθειρομένους κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης ἀναλίσκει ἡ μάχαιρα τοῦ θεοῦ, ἵν’ ἀποθέμενοι τὸν παλαιὸν ἄν‐ | |
5 | θρωπον ἐνδύσονται τὸν νέον τὸν κατὰ θεὸν κτισθέντα. Καὶ συγκαίει ὥσπερ φλόξ: Πῦρ γὰρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. Ὥστε ἄβρωτα εἶναι νεοσσοῖς ἀετῶν: Οὗτος ἄβρωτός ἐστι τοῖς δαίμοσιν, ὁ ὑπὸ τοῦ κυρίου καθαρθεὶς καὶ ἀπεχόμενος ἀπὸ πάσης κακίας. Ἀφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων: Ἀφρονέστατον ἑαυτὸν εἶπεν κατὰ στέρησιν τῆς ἀνθρωπίνης | |
10 | φρονήσεως. Τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη: Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν ἄνω, εἰ μὴ ὁ υἱὸς τοῦ ἀν‐ θρώπου ὁ ἀπὸ τοῦ οὐρανοῦ κατελθών. Τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ: Τίς πίστει ἢ πάντως συνήγαγε τοὺς ἀπ’ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης ἐν τῇ γνώσει τῇ τοῦ θεοῦ, καὶ δέδωκεν αὐτοῖς θεωρίαν πνευματικὴν ἐναποθεῖναι ταῖς | |
15 | ἀρεταῖς; καὶ ἄλλως, τίς διὰ τῆς ἀληθοῦς γνώσεως ἔκρυψε γνῶσιν ψευδῆς; Τίς συνέστρεψεν ὕδωρ ἐν ἱματίῳ: Τίς ἀληθῆ γνῶσιν ἐναπέθετο ταῖς ἀρεταῖς; Τίς ἐκράτησε πάντων τῶν ἄκρων τῆς γῆς: Τίς ἀπ’ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης συνήγαγε πάντα τὰ ἔθνη, πυκνώσας αὐτὰ ταῖς ἀρεταῖς καὶ τὸ ἐπουράνιον ὕδωρ ἐναποθέμενος τὸ ῥέον ἐκ τῆς πηγῆς τῆς ζωῆς. | |
20 | Μὴ προσθῇς τοῖς λόγοις αὐτοῦ: Τῷ γὰρ νόμῳ κυρίου οὐκ ἔστιν προσθεῖναι, καὶ ἀπ’ αὐτοῦ οὐκ ἔστιν ἀφελεῖν. Μάταιον λόγον καὶ ψευδῆ μακράν μου ποίησον: Ψευδώνυμον γνῶσιν μακράν μου ποίησον. Ἵνα μὴ πλησθεὶς ψευδὴς γένωμαι καὶ εἴπω Τίς με ὁρᾷ: Ἵνα μή, φησίν, πλησθεὶς γνώσεως ἀκροατὴς ὑπερήφανος γένωμαι, καὶ εἴπω Οὐδεὶς τὴν ἐμὴν ἐπιγνώσεται σοφίαν· ἵνα μὴ πλησθεὶς ἀπροσίτου γνώσεως, ψεύ‐ | |
25 | στης τοῖς ἀνθρώποις φανῶ, τοιαῦτα λέγων ὁποῖα μὴ δύνανται γινώσκειν οἱ ἐνδεδεμένοι αἵματι καὶ σαρκί. | |
καλῶς δὲ καὶ τὸ ἕξης προστέθειται, τὸ Ἵνα μὴ πενηθεὶς κλέψω καὶ ὀμόσω τὸ ὄνομα τοῦ θεοῦ· κλέπτει γάρ | 110 | |
111 | τις ἀλλότρια θεωρήματα, ἵνα νοῦν ἐμπλήσῃ πεινῶντα. ἀλλὰ τοῦτο μὲν πρὸ τῆς ἐπιδημίας τοῦ σωτῆρος ἐγίνετο· νυνὶ δὲ ὁ Παῦλος φησίν· Ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ ἐργαζέτω δικαιοσύνην, ἵνα γνῶσιν κτησά‐ μενος μεταδῶ καὶ τῷ χρείαν ἔχοντι τί γὰρ καὶ ἔστιν ὃ μή ἐστιν ἡμέτερον, ἵνα καὶ κλέψωμεν οἱ πεπιστευκότες Χριστῷ; πάντα γὰρ ἡμῶν ἐστίν, ἡμεῖς δὲ Χριστοῦ, δι’ οὗ τὰ πάντα ἐγένετο, Χριστὸς δὲ θεοῦ. | |
5 | Ἢ πενόμενος κλέψω καὶ ὀμόσω τὸ ὄνομα τοῦ θεοῦ μου: Οὗτος κλέπτει γνῶσιν, οὐχ ὁ τὴν τοῦ προλα‐ βόντος λαμβάνων, ἀλλ’ ὁ ἐκ τῆς ψευδωνύμου ὑφαιρούμενος γνώσεως. καὶ γὰρ πάντες οἱ πεπιστευκότες Χριστῷ ἀπὸ τῶν ἁγίων προφητῶν καὶ ἀποστόλων λαμβάνοντες θεωρήματα οὐ λέγονται κλέπται ἀλλοτρίων θεωρημάτων, ἀλλὰ μᾶλλον κληρονόμοι πατρώων χρημάτων. Μὴ παραδῷς οἰκέτην εἰς χεῖρας δεσπότου: Φυγόντα νοῦν τὴν κακίαν μὴ πάλιν παραδῷς τῇ κακίᾳ, | |
10 | εἴπερ πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλος ἐστὶν τῆς ἁμαρτίας· ἁμαρτία δὲ νῦν ὀνομάζεται ὁ ἐνεργῶν τὴν ἁμαρ‐ τίαν διάβολος. Ἐπ’ αὐτοὺς δὲ ἥξει εὐλογία ἀγαθή: Ἡ εὐλογία ἡ ἀγαθὴ ἡ νοητή ἐστιν εὐλογία, ἥτις ἀντιδιαιρεῖται πρὸς τὴν αἰσθητὴν εὐλογίαν. Ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου καὶ παρασκευάζου εἰς τὸν ἀγρόν: Ὁ μὲν κύριος ἡμῶν ἐν τοῖς | |
15 | εὐαγγελίοις ἀγρὸν τὸν κόσμον ὠνόμασεν, ὁ δὲ Σολομὼν (cod. h. l. –ῶν) ἀγρὸν νῦν εἴρηκεν τὴν θεωρίαν τοῦ κόσμου· ἀλλ’ ὁ μὲν ἐν τοῖς εὐαγγελίοις ἀγρὸς τοῦ συνεστῶτος ἐκ ψυχῆς καὶ σώματος ἀνθρώπου ἐστίν, αἰσθητὸς γὰρ ἐστίν· ὁ δὲ ἐνταῦθα δηλούμενος ἀγρὸς τοῦ νοῦ μόνου ἐστίν, νοητὸς ὢν καὶ συνεστὼς ἐκ τῶν λόγων τούτου τοῦ κόσμου, εἰς ὃν καρδίαι εἰσβαίνουσι καθαραί. Καὶ ἀνοικοδομήσεις τὸν οἶκόν σου: Μετὰ γὰρ σοφίας οἰκοδομεῖται οἶκος· εἰς δὲ κακότεχνον ψυχὴν οὐκ | |
20 | εἰσελεύσεται σοφία. Οἱ δὲ φραγμοὶ τῶν λίθων αὐτοῦ κατασκάπτονται: Φραγμός ἐστιν ἀπάθεια ψυχῆς λογικῆς, ἐκ τῶν | |
πρακτικῶν συνεστῶσα. | 111 | |
112 | Ὀφθαλμὸν καταγελῶντα πατρὸς καὶ ἀτιμάζοντα γῆρας μητρός, ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τῶν φαράγγων: Οὗτοι οἱ κόρακες τοὺς μὲν δικαίους τρέφουσι μυστικῶς, τοὺς δὲ ἀδίκους κολάζουσι, τοὺς τῆς ἀδικίας ὀφθαλμοὺς ἐξορύττοντες, διότι τοῦ πάντων πατρὸς καὶ θεοῦ κατεγέλασαν, καὶ τῆν γεννῶσαν αὐτοὺς ἀρχαίαν γνῶσιν ἠτίμασαν· καὶ τοὺς μὲν ἐξορύσσοντας τοὺς ὀφθαλμοὺς τοῦ ἀσεβοῦς κόρακας εἶπεν, τοὺς | |
5 | δὲ ὅλον αὐτὸν κατεσθίοντας ὠνόμασεν ἀετούς, διὰ τὸ τοὺς μὲν τὴν μερικήν, τοὺς δὲ τὴν καθόλου κάθαρσιν πεπιστεῦσθαι. Καὶ τράγος ἡγούμενος αἰπολίου: Εἰ ἔριφοί εἰσιν οἱ ἀκάθαρτοι ἐξ ἀριστερῶν ὑπὸ τοῦ σωτῆρος ἱστάμενοι, ὁ δὲ τράγος ἡγεῖται τούτων, μήποτε ὁ τράγος νῦν τὸν διάβολον σημαίνει. Καὶ ὀρθὰ κρίνειν οὐ μὴ δύνωνται πάντας (edd. non habent) τοὺς ἀσθενεῖς: Οὐ μὴ δύνωνται ὀρθῶς | |
10 | διδάσκειν. Δότε (edd. δίδοτε) μέθην τοῖς ἐν λύπαις: Ὁ μεθυσθεὶς ἀπὸ τῆς πιότητος τοῦ οἴκου κυρίου ἐπιλαν‐ θάνεται τῶν ὀδυνῶν. Διάκρινε δὲ πένητα καὶ ἀσθενῆ: Πένητα λέγει τὸν ἐστερημένον τῆς γνώσεως, ἀσθενῆ δὲ τὸν ἀκάθαρτον. | |
15 | Δόξα θεοῦ κρύπτει λόγον: Τὸν ἔχοντα τὴν δόξαν τοῦ θεοῦ δόξαν εἶπεν θεοῦ, καὶ τὸν ἔχοντα τὴν δόξαν τοῦ ἐπουρανίου βασιλέως δόξαν βασιλέως ὠνόμασεν· οὗτοι γὰρ κρύπτουσι τὸν τοῦ θεοῦ λόγον ἐν ἑαυτοῖς, ὅπως ἂν μὴ ἁμάρτωσι, καὶ τιμῶσι τὰ προστάγματα δι’ ὧν ποιοῦσιν αὐτά. πολλάκις δὲ τοῦτο παρεσημειωσάμεθα, ὅτι ἀπὸ τῶν ἀρετῶν ὀνομάζονται καὶ τῶν κακιῶν οἱ ἔχοντες τὰς ἀρετὰς καὶ τὰς κακίας· οὕτω Δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν, ἀντὶ τοῦ δικαίους· καὶ Φόβος κυρίου μισεῖ ἀδικίαν ὕβριν τε καὶ ὑπερηφανίαν, τοῦτ’ | |
20 | ἔστιν ἄδικον καὶ ὑβριστὴν καὶ ὑπερήφανον. καὶ ἐνταῦθα δὲ τὸν ἔχοντα τὴν τοῦ θεοῦ δόξαν καὶ τὸν ἔχοντα | 112 |
113 | τὴν δόξαν τοῦ βασιλέως δόξαν θεοῦ καὶ δόξαν βασιλέως ὠνόμασεν. ἢ τάχα δόξαν θεοῦ λέγει τὸν δοξάζοντα τὸν θεόν, καὶ δόξαν βασιλέως τὸν δοξάζοντα τὸν βασιλέα, ἵν’ ᾖ τοιοῦτον τὸ λεγόμενον· ὁ δοξάζων τὸν θεὸν κρύπτει τὸν λόγον αὐτοῦ, καὶ ὁ δοξάζων τὸν βασιλέα τιμᾷ τὰ προστάγματα αὐτοῦ· ὁ γὰρ ἀτιμάζων αὐτόν, διὰ τῆς παραβάσεως τοῦ νόμου ἀτιμάζει αὐτόν. | |
5 | Κτεῖνε ἀσεβεῖς ἐκ προσώπου βασιλέως, καὶ κατορθώσει ἐν δικαιοσύνῃ ὁ θρόνος αὐτοῦ: Ὁ λόγῳ πνευ‐ ματικῷ τὸν παλαιὸν ἄνθρωπον ἀποκτένων, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, κατορθοῖ ἐν δικαιοσύνῃ τὸν ἑαυτοῦ νοῦν, ὅστις λέγεται εἶναι θρόνος θεοῦ· οὐδαμοῦ γὰρ πέφυκεν ἀλλαχοῦ καθέζεσθαι σοφία καὶ γνῶσις καὶ δικαιοσύνη, εἰ μὴ ἐν φύσει λογικῇ· ταῦτα δὲ πάντα ἐστὶν ὁ Χριστός. Μηδὲ ἐν τόποις δυναστῶν ὑφίστασο: Μὴ εἴπῃς Ἐπάνω τῶν ἄστρων θήσομαι τὸν θρόνον μου, ἔσομαι | |
10 | ὅμοιος τῷ ὑψίστῳ· κρεῖσσον γὰρ τὸ ῥηθῆναι περὶ σοῦ τὸ Διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. Μὴ πρόπιπτε (edd. πρόσπιπτε) εἰς μάχην ταχύ: Διὰ τῆς μάχης τὴν κακίαν ἠνίξατο. Ἡνίκα δ’ ἂν ὀνειδίζει (edd. σε ὀνειδίσῃ) ὁ σὸς φίλος, ἀναχώρει εἰς τὰ ’πίσω, μὴ καταφρόνει: Καὶ ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις ὀνειδίζει ταῖς πόλεσιν, ἐν αἷς αἱ πλεῖσται αὐτοῦ δυνάμεις γεγόνασιν, ὅτι οὐ μετε‐ | |
15 | νόησαν, Οὐαί σοι Χωραζίν, Οὐαί σοι λέγων Βητσαϊδά (ita cod.) Χάρις καὶ φιλία ἐλευθεροῖ, ἃς τήρησον σεαυτῷ, ἵνα μὴ ἐπονείδιστος γένῃ: Πυκνότερον ὁ Σολομὼν (ita rursus cod. ut solet) φίλου τε μέμνηται καὶ φιλίας· διὸ καλῶς ἔχει νῦν προσέχειν τῷ ὀνόματι, τί βούλεται αὐτῷ σημαίνειν ἡ φιλία· Χάρις γάρ φησιν καὶ φιλία ἐλευθεροῖ. καίτοι ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους φησίν· Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μου ἐστέ, | |
20 | καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. Παῦλος δὲ πάλιν γράφει· Χριστὸς ἡμᾶς ἠλευθέρωσεν ἐκ τῆς κατάρας τοῦ νόμου. εἰ οὖν ἡ φιλία ἐλευθεροῖ, καὶ ἡ ἀλήθεια ἐλευθεροῖ, καὶ ὁ σωτὴρ ἐλευθεροῖ, Χριστός ἐστιν ἡ ἀλήθεια καὶ ἡ φιλία· ὅθεν καὶ πάντες οἱ ἔχοντες τὴν γνῶσιν τοῦ Χριστοῦ φίλοι ἀλλήλων εἰσίν. οὕτω καὶ τοὺς μαθητὰς φίλους εἴρηκεν ὁ σωτήρ, καὶ Ἰωάννης φίλος ἦν τοῦ νυμφίου, Μωσῆς καὶ πάντες οἱ ἅγιοι· καὶ ἐπὶ ταύτης μόνον τῆς φιλίας οἱ τοῦ αὐτοῦ φίλοι καὶ ἀλλήλων εἰσὶν φίλοι. | |
25 | Ἀλλὰ φύλαξον τὰς ὁδούς σου εὐσυναλλάκτως: Ὁ διδαχθεὶς περὶ τῶν ἀρετῶν καὶ κατ’ αὐτὰς ἐνεργῶν | |
τὰς ὁδοὺς αὐτοῦ φυλάσσει εὐσυναλλάκτως. | 113 | |
114 | Μῆλον χρυσοῦν ἐν ὁρμίσκῳ σαρδίου: Ὥσπερ μῆλον χρυσέον ἁρμόζει σαρδίῳ, οὕτως γνῶσις θεοῦ ψυχῇ καθαρᾷ. Ἐνώτιον (edd. Εἰς ἐνώτ.) χρυσοῦν καὶ σάρδιον πολυτελὲς δέδεται· λόγος σοφὸς εἰς οὖς εὐήκοον: Ἔμβαλε σάρδιον πολυτελὲς εἰς ἐνώτιον χρυσοῦν, καὶ σοφίαν κυρίου εἰς νοῦν ἀπαθῆ. | |
5 | Ὥσπερ ἔξοδος χιόνος ἐν ἀμητῷ κατὰ καῦμα ὠφελεῖ: Ὥσπερ χιὼν ψύχει καύσωνα, οὕτως γνῶσις ἁγίων διαλύει κόπον ψυχῆς. Γλῶσσα δὲ μαλακὴ συντρίβει ὀστέα: Νῦν τὴν θυμώδη ψυχὴν ὠνόμασεν μαλακήν, ἥτις συντρίβει τὰ ὀστᾶ τὰ πεφυκότα λέγειν· Κύριε, τίς ὅμοιός σοι; Σπάνιον εἴσαγε σὸν πόδα πρὸς σὸν (edd. σεαυτοῦ) φίλον: Σπανίως δεῖ ἅπτεσθαι θεολογικῶν προβλη‐ | |
10 | μάτων καὶ μὴ πυκνῶς τοῦτο ποιεῖν, μήποτε εἴπωμέν τι τῶν οὐ λεγομένων ἐπὶ θεοῦ, καὶ ὡς ἀσεβοῦντες τῆς πνευματικῆς ἐκπέσωμεν γνώσεως, τοῦ νοῦ δι’ οἰκείαν ἀσθενείαν συνεχῶς ἐνατενίζειν τῇ τοιαύτῃ θεωρίᾳ μὴ δυναμένου. Ὀδοὺς (ut cod. Alex, ed. Ro. ὁδὸς) κακοῦ καὶ ποὺς (ex οῦ corr. est οὺ) παρανόμου ὀλεῖται ἐν ἡμέρᾳ κακῇ: Τοῦτ’ ἔστιν ἡ κακία καὶ ἡ παρανομία ἀπολεῖται ἐν ἡμέρᾳ τῆς κρίσεως. | |
15 | Οὕτως προσπεσὸν πάθος ἐν σώματι καρδίαν λυπεῖ: Τὰ προσπίπτοντα τῇ καρδίᾳ πάθη αἱ κακίαι εἰσίν· ὧν κατὰ στέρησιν ὁ ἀπαθὴς ὀνομάζεται. Οὕτως λύπη ἀνδρὸς βλάπτει καρδίαν: Λύπη ἐστὶν ψεκτή, στέρησις φθαρτῆς ἡδονῆς· λύπη δέ ἐστιν ἐπαινετή, στέρησις ἀρετῶν καὶ γνώσεως θεοῦ. Τοῦτο γὰρ ποιήσας ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τῆς κεφαλῆς (edd. ἐ. τὴν κεφ.) αὐτοῦ: Διὰ τῆς | |
20 | χρηστότητος καὶ εὐποιΐας καθαρίζων αὐτοῦ τὸ ἡγεμονικόν. Πρόσωπον δὲ ἀναιδὲς γλῶσσαν ἐρεθίζει: Τὸν διάβολον εἶπεν πρόσωπον ἀναιδές, ἐρεθίζοντα τὴν ψυχήν· πανταχοῦ δὲ ὁ Σολομὼν (cod. rursus –ῶν) γλῶσσαν τὸν νοῦν λέγει· τοῦτο οὖν τὸ πρόσωπον αἰδεῖσθαι ἐν | |
κρίσει οὐ καλόν. | 114 | |
115 | Ἀγγελία δὲ ἀγαθὴ ἐκ γῆς μακρόθεν: Οὕτως γνῶσις θεοῦ ἐκ γῆς πραέων. Οὕτως ἄκοσμον δίκαιον πεπτωκέναι ἐναντίον ἀσεβοῦς: Τῶν νοημάτων τοῦ νοῦ τὰ μὲν πτώματα αὐτοῦ λέγεται, τὰ δὲ ἐγέρσεις, τὰ δὲ καθέδρα, τὰ δὲ στάσις, καὶ ἄλλα περίπατος καί τινα αὐτοῦ προσκόμματα ὀνομάζεται· καὶ ἄλλα σκληρὰ καὶ μαλακά, καὶ εὐώδη καὶ δυσώδη, καὶ γλυκέα καὶ πικρά, καὶ λεῖα καὶ ὀρθὰ καὶ | |
5 | σκολιά· καὶ πάλιν τὰ μὲν αὐτοῦ καλεῖται ἄκανθαι καὶ τρίβολοι, τὰ δὲ φῶς καὶ σκότος, καὶ ζωὴ καὶ θάνατος, τὰ δὲ νόσοι καὶ ὑγεῖαι· καὶ ἄλλα πάλιν ὀνομάζεται ψεῦδος καὶ ἀλήθεια· καὶ πολλὰ ἕτερα ὀνόματα τίθησιν ἡ γραφὴ κατά τε τῆς ψυχῆς καὶ τῶν νοημάτων αὐτῆς. ἃ δὲ τίθησι κατ’ αὐτῆς, ὡς ἔστιν ὀλίγα ἐκ πολλῶν εἰπεῖν, ἔστιν ταῦτα· νοῦν, ψυχήν, καρδίαν, ἄνθρωπον, ἄνδρα, γυναῖκα, δοῦλον, οἰκέτην, πατέρα, υἱόν, πνεῦμα, ὀφθαλμόν, στόμα, χείλη, γλῶσσαν, λάρυγγα, κοιλίαν, κόλπον, βραχίονα, δάκτυλον, ξύλον, μυκτῆρα, πρόβατον, ἔριφον, | |
10 | ποιμένα, καὶ ἄλλα πλείονά ἐστιν ὀνόματα τῆς ψυχῆς, ἃ οὐ δυνατὸν νῦν παραθέσθαι διὰ τὸ εἶδος τῶν σχολίων πολυλογίαν μὴ ἐπιδεχομένων. ἐνταῦθα οὖν πίπτει δίκαιος νοῦς ἐνώπιον τοῦ σατανᾶ, λογισμὸν ἀκάθαρτον ἢ ψευδὲς δόγμα δεξάμενος. καὶ ὁ Δαυὶδ δὲ φησίν· Ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς γῆν. ἀλλὰ τοῦτο τὸ πτῶμα περιέχει γνῶσιν ἀληθῆ καὶ λογισμοὺς καθαρούς. Οὕτως ἀνὴρ ὃς οὐ μετὰ βουλῆς τι πράσσει: Βουλὴν εἶπεν ἐνταῦθα τὴν ἐπὶ τὸ κρεῖττον ῥοπὴν τῆς | |
15 | καρδίας. Μάστιξ ἵππῳ καὶ κέντρον ὄνῳ, ῥάβδος δὲ ἔθνει ἄφρονι (edd. παρανόμῳ): Ἡ ῥάβδος νῦν σύμβολόν. ἐστι κολάσεως. Ἐκ τῶν ἑαυτοῦ ποδῶν (ita etiam eatena; edd. ὁδῶν) ὄνειδος ποιεῖται ὁ ἀποστείλας λόγον δι’ ἀγγέλου ἄφρονος: Οὐ δεῖ τοῖς κυσὶ διδόναι τὰ ἅγια, οὐδὲ βάλλειν τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων. | |
20 | Ἀφελοῦ πορείαν σκελῶν καὶ παροιμίαν ἐκ τοῦ στόματος ἀφρόνων: Περίελε ἄφρονος ὁδὸν κακήν, καὶ γνῶσιν ψευδῆ μακρὰν ποίησον ἀπ’ αὐτοῦ. Ὃς ἀποδεσμεύει λίθον ἐν σφενδόνῃ, ὅμοιός ἐστιν τῷ διδόντι ἄφρονι δόξαν: Οὐχ ἁρμόσει ἄφρονι γνῶσις, καὶ λίθος ἄτιμος ἐν σφενδόνῃ χρυσῇ. Πολλὰ χειμάζεται πᾶσα σὰρξ ἀφρόνων, συντρίβεται γὰρ ἡ ἔκστασις αὐτῶν: Ἐὰν συντριβῇ ἡ ἔκστασις | |
25 | τῶν ἀφρόνων, καθ’ ἣν ἐξέστησαν θεοῦ, πάλιν καθαροὶ γενόμενοι προσέρχονται θεῷ· πᾶσα γὰρ σὰρξ ὄψεται τὸ | |
σωτήριον τοῦ θεοῦ. προσεκτέον δὲ ἐνταῦθα ὅτι τὰς παχυνθείσας ψυχὰς ἀπὸ τῆς κακίας σάρκας ἀφρόνων | 115 | |
116 | ὠνόμασεν· οὕτω καὶ ὁ κύριος φησίν· Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Ὥσπερ κύων ὅταν ἐπέλθῃ ἐπὶ τὸν ἔμετον ἑαυτοῦ καὶ μισητὸς γένηται, οὕτως ἄφρων τῇ ἑαυτοῦ κακίᾳ ἀποστρέψας (edd. ἀναστρ.): Ὁ ἀποβαλὼν κακίαν αὐτοῦ καὶ ἐπιστρέψας πάλιν πρὸς αὐτὴν ὅμοιός ἐστιν κυνὶ | |
5 | ἐσθίοντι τὸν ἑαυτοῦ ἔμετον. Κρύψας ὀκνηρὸς τὴν χεῖρα ἐν τῷ κόλπῳ αὐτοῦ οὐ δύναται ἐπενεγκεῖν: Εἰ ἀπὸ καρπῶν δικαιοσύνης φύεται δένδρον ζωῆς, πᾶς ὁ κρύπτων τὴν δικαιοσύνην τῇ ἀδικίᾳ οὐ βρώσεται ἐκ τούτου τοῦ δένδρου. Ὥσπερ ὁ κρατῶν κέρκου κυνός, οὕτως ὁ προεστὼς ἀλλοτρίας κρίσεως: Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς ψηφιζομένους τινὰς τῶν ἀναξίων ἐν ἱερωσύνῃ ἢ ἐν κλήρῳ. | |
10 | Ὅπου δὲ οὐκ ἔστιν δίθυμος, ἡσυχασθήσεται μάχη: Τὸν θυμώδη δίθυμον εἶπεν. Χείλη λεῖα καρδίαν καλύπτει πονηράν: Καρδίαν καθαρὰν οὐ καταλήψεται λύπη, ἐπιθυμίας γὰρ φθαρτὰς ἀπώσατο ἀπ’ αὐτῆς. Ἐάν σου δέηται ὁ ἐχθρὸς ἱκετεύων (edd. om.) μεγάλῃ τῇ φωνῇ, μὴ πεισθῇς αὐτῷ: Δέεται ἡμῶν ὁ σατανᾶς ποτὲ μὲν διὰ τῶν ἀκαθάρτων λογισμῶν γαργαλίζων ἡμᾶς καὶ τῷ λείῳ τῆς ἡδονῆς ἐπισπώμενος, ποτὲ | |
15 | δὲ καὶ φωνὴν οὕτως ἔναρθρον ὡς ἡττηθεὶς προβαλλόμενος, ὡς οὐ δεῖ πείθεσθαι ἄσπονδον ἔχοντι τὸν πόλεμον τὸν πρὸς ἡμᾶς. Ἑπτὰ γάρ εἰσι πονηρίαι ἐν τῇ καρδίᾳ αὐτοῦ: Τοῖς ἑπτὰ πνεύμασιν ἀντίκεινται αὗται αἱ πονηρίαι. Ψυχὴ ἐν πλησμονῇ οὖσα κηρίοις ἐμπαίζει, ψυχῇ δὲ ἐν ἐνδείᾳ (edd. ἐνδεεῖ) καὶ τὰ πικρὰ γλυκέα φαίνεται: Ψυχὴ καθαρὰ κατατρυφᾷ γνώσεως· ψυχὴ δὲ ἀκάθαρτος καὶ τὴν ψευδώνυμον γνῶσιν ἀληθῆ | |
20 | γνῶσιν νομίζει. Οὕτως ἄνθρωπος δουλοῦται, ὅταν ἀποξενωθῇ ἐκ τῶν ἰδίων τόπων: Τόπος τῆς καρδίας ἐστὶν ἀρετὴ καὶ γνῶσις, ἀφ’ ὧν ἀποξενωθεὶς ἄνθρωπος ἐμπίπτει εἰς κακίαν καὶ ἀγνωσίαν καὶ γίνεται δοῦλος· ἐπειδὴ πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας. Μύροις καὶ οἴνοις καὶ θυμιάμασι τέρπεται καρδία: Νοῦς ἀπαθὴς πολυποικίλῳ τέρπεται σοφίᾳ· νοῦς δὲ | |
25 | ἐμπαθὴς ἐν ἀγνωσίαις πεσεῖται. | 116 |
117 | Φίλον σὸν καὶ φίλον πατρῷον μὴ ἐγκαταλείπῃς: Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους. Εἰς δὲ τὸν οἶκον τοῦ ἀδελφοῦ σου μὴ εἰσέλθῃς ἀτυχῶν: Τοιοῦτος ἦν ὁ εἰσελθὼν εἰς τοὺς γάμους καὶ μὴ ἔχων ἔνδυμα γάμου. | |
5 | Κρεῖσσον φίλος ἐγγὺς ἢ ἀδελφὸς μακρὰν ἀποικῶν (edd. οἰκῶν): Κρεῖσσον ὁ συναπτόμενός μοι διὰ τῆς ἀληθοῦς γνώσεως ὑπὲρ τὸν συναπτόμενόν μοι διὰ τῆς μὴ ἀληθοῦς γνώσεως. Ἀφελοῦ τὸ ἱμάτιον αὐτοῦ, παρῆλθεν γὰρ ὑβριστής: Τοῦτ’ ἔστιν τὸ ἐν τῷ εὐαγγελίῳ λεγόμενον, τὸ Καὶ ἀπὸ τοῦ μὴ ἔχοντος καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ’ αὐτοῦ. δηλοῖ δὲ τοῦτο, ὡς οἶμαι, τὰ κατὰ διάνοιαν λείψανα τῶν ἀρετῶν καὶ τῆς γνώσεως τοῦ θεοῦ, λαμβανόμενα ἀπὸ τῶν κακῶς αὐτοῖς χρησαμένων ἀνθρώπων. | |
10 | Ὃς φυτεύει συκῆν, φάγεται τοὺς καρποὺς αὐτῆς: Ὁ κύριος ἡμῶν ἐστὶν ἡ συκῆ· ὁ γὰρ καρπὸς αὐτῆς λέπραν θεραπεύει. Ἐὰν μαστιγοῖς τὸν ἄφρονα ἐν μέσῳ συνεδρίου ἀτιμάζων, οὐ μὴ περιέλῃς τὴν ἀφροσύνην αὐτοῦ: Οὐκ ἀτιμάζων τὸν ἄφρονα ἀποστήσεις αὐτὸν τῆς ἀφροσύνης, ἀλλὰ διδάσκων αὐτὸν ὁποίας ἀτιμίας ἡ ἀφροσύνη γίνεται πρόξενος. | |
15 | Γνωστῶς ἐπιγνώσῃ ψυχὰς ποιμνίου σου: Πρόσεχε σεαυτῷ καὶ τὰς ἀρετάς σου κατεύθυνε, ὅτι οὐκ ἀεὶ ἐν αὐταῖς ἰσχύουσιν ἐπίσης οἱ ἄνθρωποι· οὐδὲ ἀπὸ ἀρετῆς ἐπ’ ἀρετὴν ἢ ἀπὸ γνώσεως ἐπὶ γνῶσιν ὑγιῶς μετα‐ βαίνουσιν, τῆς ἀνθρωπίνης καταστάσεως τοὺς οὐ ῥᾳδίως μὴ δεχομένους ....· ὅτι δὲ γενεὰς λέγει τὰς ἀρετὰς καὶ τὰς γνώσεις, καθ’ ἃς γεννῶνται οἱ ἅγιοι, δείκνυσι δι’ ὧν γράφει· Γενεὰ σοφίας φόβος κυρίου καὶ πλοῦτος καὶ δόξα καὶ ζωή. χρηστέον δὲ ταύτῃ τῇ παροιμίᾳ καὶ πρὸς τοὺς ποιμένας τῶν ἐκκλησιῶν, οὓς δεῖ μὴ | |
20 | προσώποις ἀλλὰ καρδίαις προσέχειν καὶ νοητῶς ποιμαίνειν τὰ πρόβατα. Ἐπιμελοῦ τῶν ἐν τῷ πεδίῳ χλωρῶν καὶ κερεῖς πόαν: Πεδίον λέγει τὸν νοῦν, χλωρὰ δὲ τὰς ἐν αὐτῷ κατὰ δύναμιν ἐνυπαρχούσας ἀρετάς· ὧν ὁ ἐπιμελούμενος κερεῖ πόαν, σύμβολον οὖσαν τῆς γνώσεως τοῦ θεοῦ, ἣν καὶ χόρτον πάλιν ὀρεινὸν ὀνομάζει· χόρτος γάρ ἐστιν ὀρεινὸς γνῶσις ἁγίων δυνάμεων, ἁρμόζουσα τῇ ἀλο‐ γωτέρᾳ τῶν ψυχῶν καταστάσει. ἔθος δὲ τῇ γραφῇ τοὺς ἁγίους ὄρη καλεῖν. οὕτω καὶ ὁ Δαυὶδ αἴρει τὴν ψυχὴν | |
25 | αὐτοῦ εἰς τὰ ὄρη, πόθεν ἥξει ἡ βοήθεια αὐτοῦ· καὶ πάλιν ὄρη σκιρτῶσιν ὡς κριοί, καὶ βοῦνοι ὡς ἀρνία προ‐ | |
βάτων, ἐπὶ τῇ σωτηρίᾳ τοῦ Ἰσραήλ· εἰ γὰρ ἐπὶ ἑνὶ μετανοοῦντι χαίρουσιν ἄγγελοι, πόσῳ μᾶλλον ἐπὶ πλήθει | 117 | |
118 | τοσούτῳ ὁδεύοντι ἀπὸ κακίας εἰς ἀρετήν. διὸ καὶ μόνη ἡ γνῶσις τῶν ἁγίων ἀγγέλων τρέφει τὰς ἐν ἡμῖν ἀρετάς, ἀφ’ ὧν ἐνδύεται σπλάγχνα οἰκτιρμοῦ ψυχή, χρηστότητα, μακροθυμίαν, ταπεινοφροσύνην, πίστιν, ἐγκράτειαν, ἀγάπην, καὶ τὰ ἐκ ταύτης γεννώμενα ἀγαθά. ὅτι δὲ πεδία καὶ ὁ Δαυὶδ λέγει τὰς λογικὰς ψυχάς, ἐντεῦθεν ἔστιν μαθεῖν. Καὶ τὰ πεδία σου γάρ φησιν πλησθήσονται πιότητος· καὶ πάλιν μετ’ ὀλίγα· Καὶ αἱ κοιλάδες | |
5 | πληθυνοῦσι σῖτον· κεκράξονται, καὶ γὰρ ὑμνήσουσιν. ὕμνος δὲ καὶ κραυγὴ μόνη πέφυκεν ἐπισυμβαίνειν τῇ φύσει τῇ λογικῇ. Ἀνὴρ ἐν ἀσεβείαις συκοφαντεῖ πτωχούς: Εἰ ἔστιν ἀνδρεῖος ἐν ἀσεβείαις, ἔστιν ἀνδρεῖος καὶ ἐν ἀρεταῖς· καὶ εἰ ὁ ἀνδρεῖος ἐν ἀσεβείαις συκοφαντεῖ πτωχούς, ὁ ἀνδρεῖος ἐν ἀρεταῖς παρακαλεῖ πτωχούς· οὐκοῦν πᾶς ὁ παρακαλῶν πτωχοὺς ἀνδρεῖός ἐστιν ἐν εὐσεβείαις. | |
10 | Οἱ δὲ ἀγαπῶντες τὸν νόμον περιβάλλουσιν ἑαυτοῖς τεῖχος: Πᾶς ὁ ἀγαπῶν τὸν νόμον ποιεῖ τὸν νόμον, πᾶς δὲ ὁ ποιῶν τὸ νόμον ἀπάθειαν κτᾶται καὶ γνῶσιν θεοῦ· εἰ δὲ οἱ ἀγαπῶντες τὸν νόμον περιβάλλουσιν ἑαυτοῖς τεῖχος, νῦν τὸ τεῖχος τὴν ἀπάθειαν σημαίνει καὶ τὴν γνῶσιν τοῦ θεοῦ, ἅπερ μόνα πέφυκε φυλάσσειν τὴν φύσιν τὴν λογικήν. Ὃς δὲ ποιμαίνει ἀσωτίαν, ἀτιμάζει πατέρα αὐτοῦ: Ποιμένα λέγει τὸν νοῦν, πρόβατα δὲ τὰ ἐν αὐτῷ | |
15 | ἐμπαθῆ νοήματα, ἅπερ ἐκτρέφων ἐν ἑαυτῷ διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζει· ἀσωτία γὰρ ψυχῆς ἐστίν, λογισμοὶ ἐμπαθεῖς διὰ τοῦ σώματος ἐκτελούμενοι· ἀσωτία δὲ νοῦ ἐστίν, ψευδῶν δογμάτων καὶ θεωρημάτων ὑπόληψις. Ὁ πληθύνων τὸν πλοῦτον αὐτοῦ μετὰ τόκων καὶ πλεονασμῶν τῷ ἐλεοῦντι πτωχοὺς συνάγει αὐτόν: Εἰ πλοῦτος ἀσεβῶν κακία, ἄνδρες δὲ σοφοὶ ἀπολέσουσιν αὐτόν, δηλονότι κακίαν ἀπολλύουσιν οἱ δίκαιοι καὶ σοφοί, | |
20 | διὰ τῆς πνευματικῆς διδασκαλίας τοὺς ἀκαθάρτους πρὸς τὴν ἀρετὴν ἐπανάγοντες. Ὁ ἐκκλίνων τὸ οὖς αὐτοῦ μὴ εἰσακούων (edd. εἰσακοῦσαι) νόμου, καὶ αὐτὸς τὴν προσευχὴν αὐτοῦ ἐβδέλυκται: Οὐχ ὁ νόμος βδελύσσεταί τινος τὴν προσευχήν, ἀλλ’ ὁ δεδωκὼς τὸν νόμον θεός. καὶ ὁ Παῦλος φησίν· Προϊδοῦσα δὲ ἡ γραφὴ τὸ μέλλον, ἀντὶ τοῦ Ὁ τὴν γραφὴν δεδωκώς. Ὁ δὲ ἐξηγούμενος καὶ ἐλέγχων (edd. ἐξηγ. ἐλέγχους) ἀγαπηθήσεται: Εἶπα· Ἐξαγορεύσω κατ’ ἐμοῦ | |
25 | τὴν ἀνομίαν μου τῷ κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. | 118 |
119 | Λέων πεινῶν καὶ λύκος διψῶν ὃς τυραννεῖ πτωχὸς ὢν ἔθνους πενιχροῦ: Εἰ μακάριοί εἰσιν οἱ πεινῶντες καὶ διψῶντες δικαιοσύνην, λέοντες καὶ λύκοι εἰσὶν οἱ διψῶντες καὶ πεινῶντες τὴν ἀδικίαν. Βασιλεὺς ἐνδεὴς προσόδων μέγας συκοφάντης: Αἱ πρόσοδοι τοῦ πονηροῦ βασιλέως εἰσὶν αἱ κακίαι καὶ τὰ ψευδῆ δόγματα· ταῦτα γὰρ αὐτῷ προσοδεύουσιν οἱ βασιλευόμενοι ὑπ’ αὐτοῦ. | |
5 | Ἄνδρα τὸν ἐν αἰτίᾳ φόνου ὁ ἐγγυώμενος φυγὰς ἔσται καὶ οὐκ ἐν ἀσφαλείᾳ: Ὁ ἐγγυώμενος τὸν σατανᾶν ἐγγυᾶται τὴν ἀδικίαν, ὑπισχνούμενος αὐτῷ τοὺς τῆς ἀδικίας ἀποδώσειν καρπούς. περὶ τούτου δὲ καὶ τὸ εὐαγγέλιον λέγει ὡς διὰ φόνον καὶ στάσιν βεβλημένου εἰς φυλακήν. Οὐ μὴ ὑπακούσῃ ἔθνει παρανόμῳ: Ἔθνος παράνομον τὸ τάγμα τῶν δαιμόνων ἐστίν, ᾧ οὐχ ὑπακούει ὁ παιδευθεὶς υἱός. | |
10 | Ὁ ἐργαζόμενος τὴν αὐτοῦ γῆν ἐμπλησθήσεται ἄρτων: Ὁ καθαίρων ἑαυτὸν πλησθήσεται γνώσεως, ὁ δὲ ἀκάθαρτος πλησθήσεται ἀγνωσίας. Ὃς αἰσχύνεται πρόσωπα ἀδίκων (edd. οὐκ αἰσχ. πρ. δικαίων), οὐκ ἀγαθός: Εἰ πρόσωπα δικαίων εἰσὶν αἱ ἀρεταί, οὐκ ἀγαθὸς ὁ μὴ τὰς ἀρετὰς αἰσχυνόμενος· καὶ εἰ πρόσωπα τῶν ἁμαρτωλῶν εἰσὶν αἱ κακίαι, ἀγαθὸς ὁ τὰς κακίας μὴ αἰσχυνόμενος. | |
15 | Σπεύδει πλουτεῖν ἀνὴρ βάσκανος: Οἱ οὖν ἐλεήμονες ἐν τῷ αἰῶνι τῷ μέλλοντι ἐλεηθέντες ὑπὸ θεοῦ καὶ γενόμενοι ἄγγελοι ἄρξουσι τῶν ἀσεβῶν. τοιοῦτον δὲ ἀξίωμα καὶ τοῖς μαθηταῖς αὐτοῦ ὑπέσχετο δώσειν ὁ κύριος, τοῦ καθίσαι αὐτοὺς ἐπὶ δώδεκα θρόνων, κρίνοντας τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. θρόνος δέ ἐστιν ἐν ᾧ [ὁ] νοῦς καθέζεται, γνῶσις πνευματική, τοὺς πλανηθέντας ἀπὸ τῆς θεοσεβείας ἐπισυνάγουσα. τὸ δὲ κρίνειν ἐνταῦθα τὸ διδάσκειν σημαίνει, ὡς τὸ Ἄνοιγε σὸν στόμα λόγῳ θεοῦ καὶ κρίνε πάντα ὑγιῶς, ἀντὶ τοῦ Δίδασκε. ἅμα δὲ καὶ | |
20 | τοῦτο ἰστέον, ὅτι ὁ ἐλεήμων κρατήσας τοῦ βασκάνου, αὐτὸς μὲν οὐ γενήσεται βάσκανος, ἐλεήμονα δὲ ποιήσει μᾶλλον τὸν βάσκανον. Ἐν δὲ τῇ ἀπωλείᾳ ἐκείνων πληθυνθήσονται δίκαιοι: Ἐὰν ἀποθῶνται οἱ ἀσεβεῖς τὸ εἶναι ἀσεβεῖς, γενήσονται δίκαιοι· ἡ γὰρ ἀπώλεια νῦν τὴν ἀναίρεσιν τῆς ἀσεβείας σημαίνει. οὕτω καὶ Ματθαῖον τὸν τελώνην ἀπολέσας ὁ κύριος δικαιοσύνην αὐτῷ ἐχαρίσατο. | |
25 | Ἐξαπίνης γὰρ φλεγομένου αὐτοῦ οὐκ ἔστιν ἴασις: Οὐκ εἶπεν ὅτι παυσαμένης τῆς φλογὸς οὐκ ἔστιν | 119 |
120 | ἴασις, ἀλλὰ φλεγομένου αὐτοῦ οὐκ ἔστιν ἴασις, ὡς ἔχοντος ἔτι δηλονότι ξύλα χόρτον καλάμην· εἴπερ καὶ τοῖς καιομένοις μετὰ τὸν καυτῆρα πέφυκεν ἡ ὑγεία προσγίνεσθαι. Ἀρχόντων δὲ ἀσεβῶν στένουσιν ἄνδρες: Ὅσοι εἰσὶν ὑπὸ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμο‐ κράτορας τοῦ σκότους τούτου, οὗτοι πάντες καὶ στένουσιν. | |
5 | Ὃς δὲ ποιμαίνει πόρνας, ἀπολεῖ πλοῦτον: Ὁ δὲ ἐκτρέφων κακίας ἀπολεῖ πλοῦτον. —Ἄλλως. ποιμήν ἐστιν ἀγαθὸς νοῦς ἀπαθεῖς λογισμοὺς κεκτημένος· καὶ ποιμήν ἐστιν πονηρὸς νοῦς ἐμπαθεῖς λογισμοὺς κεκτη‐ μένος. εἰ δὲ τοῦτο, οὐκοῦν ἔριφός ἐστιν λογισμὸς ἐμπαθής, καὶ πρόβατόν ἐστιν λογισμὸς ἀπαθής· διὸ καὶ τοὺς ἐρίφους ὁ κύριος ἵστησιν ἐξ ἀριστερῶν, τὰ δὲ πρόβατα ἐκ δεξιῶν· ἐρίφους δὲ καὶ πρόβατα λέγει τοὺς κεκτη‐ μένους ἐρίφους καὶ πρόβατα, τοῦτ’ ἔστιν τοὺς ἔχοντας λογισμοὺς ἀπαθεῖς καὶ ἐμπαθεῖς. οὕτω καὶ τοὺς ἔχοντας | |
10 | τὰ ζιζάνια προσηγόρευσεν, καὶ τοὺς τὸν σῖτον ἔχοντας σῖτον, ἀπὸ τῆς χειρίστης καὶ ἀρίστης ἕξεως ὀνομάσας αὐτούς. τοιοῦτόν ἐστιν καὶ τὸ παρὰ τῷ Παύλῳ λεγόμενον, τὸ Ἡ ἀγάπη οὐ περπερεύεται, ἀντὶ τοῦ Ὁ ἔχων τὴν ἀγάπην. Βασιλεὺς δίκαιος ἀνίστησι χώραν: Ὁ μὲν Χριστὸς ἀνίστησι τὴν φύσιν τὴν λογικήν· ὁ δὲ ἀντίχριστος κατασκάπτει. | |
15 | Καὶ πτωχῷ οὐχ ὑπάρχει νοῦς ἐπιγνώμων: Οὐκοῦν πτωχός ἐστιν ὁ μὴ ἔχων νοῦν ἐπιγνώμονα. Ἀνὴρ δὲ φαῦλος ὀργιζόμενος καταγελᾶται καὶ οὐ καταπτήσσει: Καὶ ἐπ’ αὐτόν, φησὶν ὁ Δαυίδ, γελάσονται καὶ ἐροῦσιν· Ἰδοὺ ἄνθρωπος ὃς οὐκ ἔθετο τὸν θεὸν βοηθὸν αὐτοῦ. Ἄνδρες αἱμάτων (edd. add. μέτοχοι) μισοῦσιν ὅσιον, οἱ δὲ εὐθεῖς ἐκζητοῦσι (edd. ἐκζητήσουσι) ψυχὴν αὐτοῦ: Οὗτος ἐκζητεῖ ψυχὴν δικαίου, ὁ τὰ αὐτῇ νενοημένα νοῆσαι βουλόμενος. | |
20 | Σοφὸς δὲ ταμιεύεται κατὰ μέρος: Οὗτος ταμιεύεται τὸν θυμὸν κατὰ μέρος, ἤτοι ὁ ἐπὶ τοῖς δικαίοις ὀργιζόμενος πράγμασιν, ἢ ὁ διὰ τῆς μακροθυμίας καταναλίσκων τὸν θυμὸν κατὰ μέρος· καὶ πρὸς μὲν τοὺς ἁπλουστέρους λεκτέον τὸ πρότερον, πρὸς δὲ τοὺς σπουδαίους τὸ δεύτερον. | |
Οὐ μὴ ὑπάρξει ἐξηγητὴς ἔθνει παρανόμῳ: Τοῖς μὲν φυλάξασι τὸν νόμον ὑπάρξει ἐξηγητής· τοῖς δὲ | 120 | |
121 | παρανομήσασιν ἐξηγητὴς μὲν οὐχ ὑπάρξει, κολαστὴς δὲ ὑπάρξει· εἴπερ οὐ λόγος ἀλλὰ ῥάβδος παρανόμῳ δίδοται ἔθνει. Λόγοις οὐ παιδευθήσεται οἰκέτης σκληρός: Ὅτι οὐδεὶς κατὰ φύσιν σκληρός, παρίστησι τὸ Ἐὰν γὰρ καὶ νοήσῃ, οὐχ ὑπακούσεται· ὁ γὰρ κατὰ φύσιν σκληρὸς οὐκ ἂν ὀρθόν τι νοήσοι ποτέ. τοῦτο δὲ λέγω διὰ τὸν | |
5 | Φαραὼ σκληρυνθέντα ἐπὶ τῷ Ἰσραήλ, καὶ μὴ λόγοις ἀλλὰ μάστιξι παιδευθέντα. Ὃς κατασπαταλᾷ, ἐκ παιδίου (edd. ἐ. παιδὸς) οἰκέτης ἔσται: Εἰ τὸ σπαταλᾶν ἁμαρτάνειν ποιεῖ, πᾶς δὲ ὁ ποιῶν τῆν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας, πᾶς ἄρα ὁ σπαταλῶν δοῦλός ἐστι τῆς ἁμαρτίας. Ὕβρις ἄνδρα ταπεινοῖ: Νῦν τὴν κακίαν ὕβριν ψυχῆς λογικῆς ὀνομάζει. Ὃς μερίζεται κλέπτῃ, μισεῖ τὴν ἑαυτοῦ ψυχήν: Ὁ κλέπτης, φησίν, οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ | |
10 | καὶ θύσῃ καὶ ἀπολέσῃ. Ἐὰν δὲ ὅρκου προτεθέντος ἀκούσαντες μὴ ἀναγγείλωσιν: Ὅρκον εἶπεν τὸν νόμον· ὥσπερ γὰρ ὁ ὅρκος τίθησι θεὸν ἐν ψυχῇ, οὕτω καὶ ὁ νόμος εἰσάγει θεὸν ἐν ψυχῇ· καὶ ὃν τρόπον πάλιν ἀναιρεῖ ἡ ἐπιορκία θεὸν ἐκ ψυχῆς, οὕτω καὶ παρανομία ἐκβάλλει θεὸν ἀπ’ αὐτῆς. ἐὰν οὖν, φησίν, νόμου τεθέντος ἀκούσωσι [καὶ] μὴ ἐξαγορεύσωσιν ἑαυτῶν τὰς ἁμαρτίας, φοβηθέντες καὶ αἰσχυνθέντες ἀνθρώπους, ὑποσκελισθήσονται. οὕτω δὴ καὶ | |
15 | ὁ Δαυίδ· Ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου. καὶ πάλιν ὁ Σολομὼν φησίν· Ὁ ἐπικαλύπτων ἀσέβειαν ἑαυτοῦ οὐκ εὐοδωθήσεται, ὁ δὲ ἐξηγούμενος καὶ ἐλέγχων ἀγαπηθήσεται. καὶ ὁ Δαυὶδ Εἶπα, φησίν, Ἐξαγορεύσω κατ’ ἐμοῦ τὴν ἀνομίαν μου τῷ κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. καὶ Λέγε σὺ πρῶτος τὰς ἀνομίας σου. Πολλοὶ θεραπεύουσι πρόσωπα ἡγουμένων: Ἐν τῷ κατορθοῦν θεραπεύομεν τοὺς ἀγγέλους· αὐτοὶ γάρ | |
20 | εἰσιν οἱ ἡγούμενοι ἡμῶν ἀπ’ ἀρχῆς λαβόντες ἡμᾶς, ὅτε διεμέριζεν ἔθνη ὁ ὕψιστος καὶ ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων αὐτοῦ. τὸ δὲ ἐκ τῆς κρίσεως δίκαιον ὑπάρξει ἡμῖν παρὰ τοῦ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὅτε κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ· εἴγε πᾶσαν τὴν κρίσιν ὁ πατὴρ δέδωκεν τῷ υἱῷ. Γυναῖκα ἀνδρείαν τίς εὑρήσει: Ἀνδρεία ἐστὶν ἕξις ἀρίστη λογικῆς ψυχῆς, καθ’ ἣν τῶν ἀντικειμένων αὐτῇ κεκράτηκεν ἐχθρῶν. | |
25 | Ἡ τοιαύτη σκύλων οὐκ ἀπορήσει: Νικήσαντες τὴν ἀντικειμένην δύναμιν σκυλεύομεν αὐτήν, τοὺς περὶ αὐτῆς λόγους μανθάνοντες. | |
Μηρυομένη ἔρια καὶ λίνον: Μηρύεται ἔρια καὶ λίνον ψυχὴ τοὺς περὶ ἐμψύχων καὶ ἀψύχων λόγους | 121 | |
122 | γυμνάζουσα, ἢ τοὺς περὶ πρακτικῆς καὶ φυσικῆς ἐξετάζουσα λόγους. ἔλεγε δέ τις ὅτι μηρύεται ἔρια καὶ λίνον ψυχὴ τὴν περὶ σωμάτων καὶ ἀσωμάτων θεωρίαν διὰ τῆς πρακτικῆς ἕλκουσα πρὸς αὐτήν. Καὶ ἀνισταμένη ἐκ νυκτῶν (edd. ἀνίσταται ἐ. ν. καὶ) ἔδωκε βρώματα τῷ οἴκῳ: Τὴν ἐκ νυκτὸς ἀνι‐ σταμένην ψυχὴν ἐγρηγορυῖαν εὑρίσκει ὁ τῆς δικαιοσύνης ἥλιος· πάντως δὲ καὶ προσευχομένην ἵνα μὴ ἐμπέσῃ | |
5 | εἰς πειρασμόν· σπεύδει γὰρ καὶ αὐτὴ εἰπεῖν τὸ Ἠγρύπνησα καὶ ἐγενόμην ὡς στρουθίον μονάζον ἐπὶ δώματι. Καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς: Λύχνος ἐστὶ νοῦς καθαρὸς πνευματικῆς θεωρίας πεπληρωμένος. Τοὺς πήχεις αὐτῆς (ut cod. Alex.) ἐρείδει εἰς ἄτρακτον: Ἄτρακτός ἐστι νοῦς καθαρός, συμπλέκων ἀρετὴν ἀρετῇ καὶ δόγματι δόγμα· ἢ λόγος προφορικός, ἕλκων ἀπὸ τοῦ νοῦ πνευματικὴν θεωρίαν. | |
10 | Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς ὅταν που (cod. ποῦ) χρονίζῃ: Οὐκ ἂν προέλθοι ὁ νοῦς οὐδ’ ἐν τῇ θεωρίᾳ γένοιτο τῶν ἀσωμάτων, μὴ τὰ ἔνδον διορθωσάμενος· ἡ γὰρ ταραχὴ τῶν οἰκείων ἐπιστρέφειν αὐτὸν εἴωθε πρὸς τὰ ἀφ’ ὧν ἐξελήλυθεν· ἀπάθειάν τε κτησάμενος χρονίσει τε ἐν τῇ θεωρίᾳ, καὶ οὐ φροντίσει τῶν ἐν οἴκῳ· ἐνδέδυται γὰρ θυμὸς μὲν πραΰτητα καὶ ταπεινοφροσύνην, ἐπιθυμία δὲ σωφροσύνην καὶ ἐγκράτειαν. Ἐκ βύσσου καὶ πορφυρᾶς ἑαυτῇ ἐνδύματα: Γῆς καὶ θαλάσσης οἱ λόγοι ἐνδύματά εἰσι ψυχῆς λογικῆς | |
15 | ἐκ βύσσου καὶ πορφυρᾶς. ἄλλος δέ τις ἐρεῖ τὴν θεωρίαν τῶν γεγονότων καὶ τὴν θεωρίαν τῆς ἁγίας τριάδος ἔνδυμα εἶναι νοῦ καθαροῦ ἐκ βύσσου καὶ πορφυρᾶς. Σινδόνας ἐποίησεν καὶ ἀπέδοτο, περιζώματα δὲ (ut cod. Alex.) τοῖς Χαναναίοις: Ἡ φανεῖσα σινδὼν ἐπὶ τοῦ δώματος Πέτρῳ σύμβολον ἦν τοῦ κόσμου τοῦ αἰσθητοῦ· τὰ γὰρ ἐν αὐτῇ περιεχόμενα ζῶα τὰ διάφορα ἤθη τῶν ἀνθρώπων ἐδήλου καθαρισθέντα τῷ σταυρῷ τοῦ Χριστοῦ. εἰ οὖν ἡ μία σινδὼν τὸν κόσμον τοῦτον | |
20 | ἐσήμαινεν, μήποτε αἱ πλείους σινδόνες τὴν περὶ διαφόρων κόσμων περιέχουσι θεωρίαν, ἣν ἡ καθαρὰ ψυχὴ θεωρήσασα καὶ ἄλλοις μετέδωκεν. εἰ δὲ οἱ Χαναναῖοι ταπεινοὶ ἑρμηνεύονται, καλῶς οὐ τοῖς ταπεινοῖς τὴν διά‐ νοιαν ἀπέδοτο τὰς σινδόνας, ἀλλὰ καθαροῖς μὲν τὰς σινδόνας, τοῖς δὲ Χαναναίοις περιζώματα, ἅπερ πρακ‐ τικῆς ἐστὶ σύμβολα, τὸ παθητικὸν μέρος τῆς ψυχῆς περισφίγγοντα. Στεγναὶ διατριβαὶ οἴκων αὐτῆς: Εἰ ὁ διάβολος βασιλεύς ἐστι πάντων τῶν ἐν τοῖς ὕδασι καὶ δι’ ἀνύδρων | |
25 | τόπων ἀνάπαυσιν οὐχ εὑρίσκει, καλῶς τῆς καθαρᾶς ψυχῆς στεγναὶ αἱ διατριβαὶ λέγονται εἶναι. Σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγεν: Σῖτα ὀκνηρὰ τὰς κακίας εἶναί φασιν. Γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ κυρίου αὕτη αἰνείτω: Εἰ ἀρχὴ σοφίας φόβος κυρίου, δικαίως ἡ τυχοῦσα τῆς σοφίας ψυχὴ αἰνεῖ τὸν φόβον κυρίου, ὅστις γέγονεν αὐτῇ τῆς τοιαύτης γνώσεως πρόξενος. | |
Μετελήφθησαν ἀφ’ ὧν εὕρομεν ἑξαπλῶν. καὶ πάλιν αὐτὰ χειρὶ Πάμφιλος καὶ Εὐσέβιος διορθώσαντο. | 122 |