TLG 4110 025 :: EVAGRIUS :: Institutio sive Paraenesis ad monachos (recensio brevior)

EVAGRIUS Scr. Eccl.
(Ponticus: A.D. 4)

Institutio sive Paraenesis ad monachos (recensio brevior)

Citation: Volume — page — (line)

79

.

1236

(1t)

ΤΟΥ ΑΥΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
2tΝΕΙΛΟΥ
3tΠΑΡΑΙΝΕΣΙΣ ΠΡΟΣ ΜΟΝΑΧΟΥΣ.
7 Ἀκρασίαν βρωμάτων περικόπτει νηστεία, ἀκολα‐ σίαν δὲ πορνείας περιαιρεῖ ἐγκράτεια μετὰ προσ‐ ευχῆς.
10 Φιλαργυρίαν τὴν τῆς εἰδωλολατρίας μητέρα συ‐ στέλλει ἀκτημοσύνη, μέριμναν δὲ σωματικὴν περι‐ κόπτει ἐλπὶς ἡ εἰς Θεόν. Πλανώμενον νοῦν συστέλλει ἀνάγνωσις λογίων Θεοῦ, καὶ ἀγρυπνία μετὰ προσευχῆς.
15 Θυμοῦ δὲ καταδρομὴν, καταπραΰνει μακροθυμία, καὶ ψαλμῳδία. Ἀκηδίαν καταστέλλει ὑπομονὴ, καὶ δάκρυα, λύ‐ πην δὲ κοσμικὴν κατασιγάζει τὸ πρὸς τὰς ἡδονὰς μῖσος.
20 Φιλοξενίαν κτᾶται ταπεινοφροσύνη, καὶ φιλαρχίας, καὶ ὑπεροχῆς ἀποστροφὴ, ὑπερηφανίαν δὲ, τὸ ἀρ‐ χαῖον κακὸν, τὸ βδελυκτὸν ἐνώπιον Κυρίου, ᾗ ἀνθ‐ ίσταται καὶ ὁ Θεὸς, καταπαύει ταπεινοφροσύνη ἀμέ‐ τρητος, ἡ λέγουσα· «Ἐγὼ εἰμὶ γῆ καὶ σποδός.»
25Καὶ πάλιν· «Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασεν ὁ οἰκοδομῶν,» καὶ φυλάττειν πειρώ‐ μενος. Ὡς οὐκ ἔστι τεθολωμένον ὕδωρ καθαρεῦσαι μὴ μεῖναν ἀσάλευτον, οὕτως οὐκ ἔστι μοναχοῦ κατά‐
30στασιν ἐπιγνῶναι, ἄνευ ἡσυχίας. Ὡς ἀδύνατόν ἐστιν ἀθλητὴν στεφανωθῆναι μὴ παλαίσαντα, οὕτως οὐκ ἔστι γενέσθαι Χριστιανὸν ἄνευ ἀγώνων. Ὡς οὐκ ἔστιν ἴσος ὁ ζυγὸς, βαροῦντος τοῦ ἑνὸς
35μέρους, οὕτως οὐκ ἔστι κατορθῶσαι ἐντολὴν Θεοῦ, κατακρατοῦντος τοῦ σαρκικοῦ φρονήματος Ὥσπερ οὐκ ἔστι μαθεῖν τέχνην, μὴ σχολάσαντα ἐπιμελῶς, οὕτως οὐκ ἔστι κτήσασθαι προσευχὴν μὴ προσκαρτερήσαντα τῷ Θεῷ ἐν εὐθείᾳ καρδίᾳ.
40 Ὁ μὴ κεκτημένος προσευχὴν καθαρὰν, οὐκ ἔχει ὅπλον εἰς πόλεμον. Ὁ κεκοσμημένος, καὶ σεσαρωμένος ἀπὸ ἀρετῶν
Θεοῦ, κατοικητήριον ἔσται δαιμόνων.1235

79

.

1237

Ὡς οὐκ ἔστι κατοικῆσαι βασιλέα ἐν οἴκῳ πένητος, οὕτως οὐ κατοικήσει Χριστὸς ἐν ψυχῇ ῥερυπωμένῃ ἀπὸ ἁμαρτίας. Ὥσπερ ἀνήμερος τόπος ἡμεροῦται δι’ ἐπιμελοῦς
5φιλεργίας, οὕτως ψυχὴ ἀγριωθεῖσα ταῖς ἁμαρτίαις ἠμεροῦται, εἰ νόμῳ Θεοῦ πολιτεύσεται. Ὥσπερ πέτρα οὖσα ἐν θαλάσσῃ ἑδραία μένει, καὶ ἀσάλευτος κατακρουομένη ὑπὸ κυμάτων, οὕτω καὶ ὁ τὰς ἀρετὰς κατορθώσας, καὶ ταύταις ὅλως ἀνακρα‐
10θεὶς, οὐ μὴ σαλευθῇ ὑπὸ τοῦ διαβόλου. Ὥσπερ ἰατρὸς πρὸς τὴν τοῦ πάθους θεραπείαν ἐπινοεῖ τὸ φάρμακον, οὕτως καὶ ἡ γνῶσις τοῦ Θεοῦ συντηρουμένη διδάσκει τὸν μετέχοντα αὐτῆς, ὅπως ἂν διαφυλαχθῇ, καὶ ἐπὶ μείζονα προέλθοι.
15 Ὥσπερ χαράδρα ἑαυτῆς ἐμποιεῖται τὴν διόδον οὕτω καὶ ἁμαρτία παραδεχθεῖσα κατεργάζεται τοῦ κεκτημένου αὐτῆς τὴν ἀπώλειαν. Ὡς οὐκ ἔστιν εἰς λίνα ἐμπεσόντα ἔλαφον εὐχερῶς ἐκφυγεῖν, οὕτως οὐ μὴ φύγῃ ἁμαρτίαν ὁ τὰς ἐπι‐
20θυμίας ἐκτελῶν, καὶ ἐν τῷ κόσμῳ τούτῳ ἀναστρε‐ φόμενος· ἐπιθυμίαι γὰρ πονηραὶ, καὶ ἡδοναὶ, σειραὶ δύσλυτοι. Ὥσπερ ἄμπελος, μὴ ποιοῦσα καρποὺς καλοὺς, ἐκκόπτεται ἵνα μὴ τὸν τόπον καταργῇ, οὕτως καὶ
25ἀπὸ τοῦ Κυρίου ἐκριζωθήσεται πᾶς ὁ μὴ ποιῶν καρποὺς Πνεύματος ἁγίου. Ὡς ἀμήχανον, μὴ βλαβῆναι ἄνθρωπον κρουσθέντα ὑπὸ βέλους, οὕτως ἀδύνατόν ἐστι, μοναχὸν καταδεξά‐ μενον λογισμὸν πονηρὸν μὴ τρωθῆναι.
30 Ὥσπερ ὁ ἐξελθὼν ὁδοῦ εὐθείας, πλανᾶται ἐν ἀλ‐ λοδαπῇ χώρᾳ, μὴ ἐπιστάμενος ποῦ πορεύεται, οὕτω καὶ ἄνθρωπος πλανᾶται μὴ πιστεύων εἰς ὁμοούσιον Τριάδα. Ὥσπερ τις εἰς πολλὰ διαιρούμενος ἕν ἐστι τῇ
35φύσει, οὕτως καὶ ἡ ἁγία Τριὰς, εἰ καὶ τοῖς ὀνόμασι καὶ ταῖς ὑποστάσεσι διῄρηται, τῇ φύσει μία ἐστί. Θεοῦ φύσιν οὐ καταλάβοις, οὐδ’ εἰ πτεροῖς πετόμε‐ νος, ὁ Θεὸς ἀκατάληπτός ἐστι, διὸ καὶ κτίστης ἡμῶν ἐστιν.
40 Ὥσπερ τὸ κατασκευαζόμενον σκεῦος ἀγνοεῖ τοῦ κατασκευάσαντος τὴν ἀρχὴν καὶ τὴν φύσιν, οὕτω καὶ ἄνθρωπος οὐ δυνήσεται ἐξευρεῖν Θεοῦ φύσιν ἢ ἀρχήν. Τριάδα μὴ περιεργάζου, ἀλλὰ μόνον πίστευε, καὶ
45προσκύνει· ὁ γὰρ περιεργαζόμενος οὐ πιστεύει. Κτήσασθε σοφίαν καὶ μὴ ἀργύριον, ποιήσατε φω‐ τεινὸν ἔνδυμα Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ὑπὲρ πᾶ‐ σαν στολὴν βυσσίνην, ὅτι οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θανάτου.

79

.

1237

(50)

Ὥσπερ πῦρ καταναλίσκει δρυμὸν, οὕτω κατανα‐ λωθήσεται πᾶς ἁμαρτωλὸς ὑπὸ τοῦ αἰωνίου πυρὸς, καὶ οὐ δύναται τελευτῆσαι· ἀθάνατα γὰρ βασανισθή‐ σεται. Οὐδὲν μέγα, εἰ γινόμεθα δίκαιοι, ὃ γὰρ ἐκτίσθημεν
55ὑπὸ τοῦ Θεοῦ πρῶτον, καλοὶ λίαν, τοῦτο γενησό‐
μεθα1237

79

.

1240

Ὁ παρὰ φύσιν βιῶν, οὐ τηρεῖ ἐντολὰς Θεοῦ. Πᾶσα σοφία φοβεῖσθαι τὸν Κύριον, πᾶσα δὲ παι‐ δεία ἡ μὴ διδάσκουσα νόμον Κυρίου, μωρία ἐστὶ καὶ ἀφροσύνη.
5 Οὐ ῥύσεται πίστις καὶ βάπτισμα τοῦ αἰωνίου πυρὸς, χωρὶς ἔργων δικαιοσύνης. Εἰ γὰρ συνετάξω τῷ Χριστῷ, τήρει τὰς ἐντολὰς αὐτοῦ, καὶ εἰ πι‐ στεύεις τὰ μέλλοντα, ἀντιποιοῦ τῆς δόξης τῆς αἰ‐ ωνίου, καὶ φοβήθητι τὴν φλογίνην ῥομφαίαν· εἰ δὲ
10οὐ κατορθοῖς τὰ προστάγματα τοῦ Θεοῦ, μὴ λέγε πιστὸν σεαυτόν. Πᾶσα ἡ κτίσις τῷ προστάγματι τοῦ Θεοῦ πειθαρ‐ χεῖ, ὁ δὲ ἄνθρωπος μόνος ἀπειθεῖ, δι’ ὃν γέγονε τὰ πάντα.
15 Οὐδὲν παρέξομεν Θεῷ εἰ τηρήσομεν ἑαυτοὺς ἁγνοὺς, ἀλλ’ ἑαυτοῖς ζωὴν προξενήσομεν, καὶ ἀπό‐ λαυσιν ἀνεκλάλητον τῶν αἰωνίων ἀγαθῶν. Μὴ εἴπῃς, ὅτι Οὐ δύναμαι τηρῆσαι ἢ διὰ πατέρα, ἢ διὰ μητέρα, ἢ διὰ γυναῖκα, ἢ διὰ τέκνα, ἢ δι’
20ἕτερόν τινα, τὴν τοῦ Θεοῦ ἐντολὴν, οὐ γὰρ ἐκεῖνοί σε ῥύσονται τῆς ἐπικειμένης ὀργῆς, καὶ τοῦ ἀτε‐ λευτήτου σκώληκος. Ἔστω δέ σοι πᾶς ὁ ἐναντιούμε‐ νος πρὸς κατόρθωσιν Θεοῦ, καὶ ἀρετῶν, βδελυκτὸς
καὶ μισητὸς, τῷ τοιούτῳ μηδὲ συνεσθίειν καλόν.1239