TLG 4110 024 :: EVAGRIUS :: De oratione (sub nomine Nili Ancyrani) EVAGRIUS Scr. Eccl. De oratione (sub nomine Nili Ancyrani) Citation: Volume — page — (line) | ||
79.1165(1t) | ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΠΡΟΣΕΥΧΗΣ | |
2t | ΛΟΓΟΣ | |
---|---|---|
3t | ΕΙΣ ΡΝΓʹ ΚΕΦΑΛΑΙΑ ΔΙΕΙΛΗΜΜΕΝΟΣ. | |
7t | ΠΡΟΟΙΜΙΟΝ. | |
8 | Πυρέττοντά με τῷ φλογμῷ τῶν ἀκαθάρτων παθῶν, συνήθως ἀνεκτήσω, τῇ τῶν θεοφιλῶν σου γραμμάτων | |
10 | ἐπαφῇ, τὸν κάμνοντά μου νοῦν ἐν τοῖς ἐσχάτοις πα‐ ραμυθησάμενος, καὶ τὸν μέγαν μιμησάμενος καθ‐ ηγητὴν, καὶ διδάσκαλον μακαρίως· καὶ οὐ θαυμαστόν· σὴ γὰρ ἀεὶ μερὶς γέγονε τὰ ἐπίσημα, ὡς καὶ τοῦ εὐλογημένου Ἰακώβ· καλῶς γὰρ δουλεύσας τῆς Ῥα‐ | |
15 | χὴλ χάριν, καὶ λαβὼν τὴν Λείαν, ζητεῖς καὶ τὴν πο‐ θουμένην, ὡς καὶ ταύτης δήπου πληρώσας τὰ ἕβδομα. Ἐγὼ δὲ οὐκ ἀρνηθείην, ὡς ὅλην τὴν νύκτα κοπιάσας, πεπίακα οὐδὲν, πλὴν ἀλλ’ ἐπὶ τῷ σῷ λόγῳ χαλάσας τὸ δίκτυον, ἤγρευσα ἰχθύων πληθὺν, οὐκ οἶμαι μὲν | |
20 | μεγάλων, ἑκατὸν δὲ ὅμως καὶ πεντήκοντα τριῶν, καὶ τούτους ἀπέστειλα ἐν τῇ σπυρίδι τῆς ἀγάπης διὰ τῶν ἰσαρίθμων κεφαλαίων, τὴν πρόσταξίν σου πεπλη‐ ρωκώς· θαυμάζω δέ σε, καὶ λίαν ζηλῶ τῆς ἀρίστης προθέσεως τῶν περὶ προσευχῆς ἐρῶντα κεφαλαίων. | |
25 | Οὐ γὰρ ἁπλῶς τούτων ἐρᾷς τῶν ὑπὸ χειρῶν, καὶ ἐν χάρτῃ διὰ μέλανος τὸ εἶναι ἐχόντων, ἀλλὰ τῶν ἐν νῷ ἱδρυμένων δι’ ἀγάπης, καὶ ἀμνησικακίας. Ἀλλ’ ἐπεὶ πάντα δισσὰ, ἓν κατ’ ἔναντι τοῦ ἑνὸς, κατὰ τὸν σοφὸν Ἰησοῦν, δέχου πρὸς τῷ γράμματι καὶ τῷ | |
30 | πνεύματι· καὶ σύνες, ὡς πάντως τοῦ γράμματος νοῦς προηγεῖται· οὐκ ὄντος γὰρ τούτου, οὐδὲ γράμμα ἔσται. Οὐκοῦν καὶ προσευχῆς διττὸς ὁ τρόπος, ὁ μέν τις πρακτικὸς, ὁ δὲ θεωρητικὸς, οὕτω καὶ ἀριθμοῦ, τὸ μὲν πρόχειρός ἐστι ποσότης, τὸ δὲ σημαινόμενον | |
35 | ποιότης· εἰς ἑκατὸν οὖν πεντήκοντα τριῶν τὸν περὶ προσευχῆς λόγον διειληφότες, εὐαγγελικὸν ὀψώνιόν σοι πεπόμφαμεν, ἵνα εὕρῃς συμβολικοῦ ἀριθμοῦ τερ‐ πνότητα καὶ σχῆμα τρίγωνον, καὶ ἑξάγωνον, ὁμοῦ μὲν εὐσεβῆ γνῶσιν Τριάδος, ὁμοῦ δὲ καὶ τῆσδε τῆς | |
40 | διακοσμήσεως τὴν περιγραφὴν ὑποφαῖνον. Ἀλλ’ ὁ ἑκατὸν ἀριθμὸς καθ’ ἑαυτὸν τετράγωνός ἐστιν, ὁ δὲ πεντήκοντα τρὶς, τρίγωνος, καὶ σφαιρικός· ὁ γὰρ εἰ‐ κοστὸς ὄγδοος μὲν τρίγωνος. Σφαιρικὸς δὲ ὁ εἰκοστὸς πέμπτος· πεντάκις γὰρ πέντε κεφάλαια. Οὐκοῦν | |
45 | ἔχεις τὸ τετράγωνον σχῆμα, οὐ μόνον διὰ τῆς τετρα‐ κτύος τῶν ἀρετῶν, ἀλλὰ καὶ τοῦδε τοῦ αἰῶνος τὴν | |
ἔνσοφον γνῶσιν τῷ εἰκοστῷ πέμπτῳ ἐοικυῖαν, διὰ τὸ | 1165 | |
79.1168 | σφαιρικὸν τῶν χρόνων. Ἑβδομὰς γὰρ ἐπὶ ἑβδομάδα, καὶ μὴν ἐπὶ μῆνα κινεῖται, καὶ ἐξ ἐνιαυτοῦ εἰς ἐνιαυ‐ τὸν ὁ χρόνος κυλινδεῖται καὶ καιρὸς ἐπὶ καιρὸν, ὡς ἐπὶ κινήσεως ἡλίου, καὶ σελήνης, ἔαρος, καὶ τῶν ἑξῆς | |
5 | ὁρῶμεν. Τὸ δὲ τρίγωνον, σημαίνει ἄν σοι τὴν τῆς ἁγίας Τριάδος γνῶσιν. Ἄλλως· εἰ δὲ διὰ τῆς πληθύος τῶν ἀριθμῶν κομίζῃ τὸν ἑκατοστὸν τρίτον τρίγωνον ὄντα, νοεῖν προσήκει πρακτικὴν, φυσικὴν, θεολογικὴν, ἢ καὶ πίστεως, ἐλπίδος, καὶ ἀγάπης, χρυσὸν, ἄργυ‐ | |
10 | ρον, λίθους τιμίου. Ἀλλ’ ὁ μὲν ἀριθμὸς τοιοῦτος, τῶν δὲ κεφαλαίων τὸ ταπεινὸν οὐ περιυβρίσειας, ὡς εἰδὼς καὶ χορτάζεσθαι, καὶ ὑστερεῖσθαι, ναὶ μὴν καὶ ὡς μεμνημένος τοῦ τὰ δύο τῆς χήρας λεπτὰ μὴ ἀποβεβληκότος, ἀλλὰ καὶ ὑπὲρ πλοῦτον πολλῶν ἑτέ‐ | |
15 | ρων ἀποδεξαμένου· οὐκοῦν εὐνοίας, καὶ ἀγάπης καρπὸν εἰδὼς, φυλάξεις σοῖς γνησίοις ἀδελφοῖς ἐπιτρέπων προσεύχεσθαι ὑπὲρ τοῦ ἀῤῥωστοῦντος, ὅπως ὑγιαίνῃ, καὶ ἑαυτοῦ τὸν κράββατον ἄρας, λοιπὸν πατήσῃ, χάριτι Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, ᾧ | |
20 | ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
25t | ΚΕΦΑΛ. Αʹ. | |
26 | Εἴ τις βούλοιτο εὐῶδες θυμίαμα σκευάσαι, τὸν δια‐ φανῆ λίβανον, καὶ τὴν κασσίαν καὶ τὸν ὄνυχα, καὶ τὴν στάκτην ἐξίσου συνθήσει κατὰ τὸν νόμον. Ταῦτα δέ ἐστιν ἡ τετρὰς τῶν ἀρετῶν· ἐὰν γὰρ πληρέσταται, | |
30 | καὶ ἴσαι τυγχάνωσιν, οὐ προδοθήσεται ὁ νοῦς. | |
31t | ΚΕΦΑΛ. Βʹ. | |
32 | Καθαρθεῖσα ψυχὴ διὰ τῆς τῶν ἀρετῶν πληρότητος ἀκλόνητον τὴν τάξιν τοῦ νοῦ κατασκευάζει, δεκτικὸν αὐτὸν ποιοῦσα τῆς ζητουμένης καταστάσεως. | |
35t | ΚΕΦΑΛ. Γʹ. | |
36 | Ἡ προσευχὴ, ὁμιλία ἐστὶ νοῦ πρὸς Θεόν· ποίας οὖν δεῖται καταστάσεως ὁ νοῦς, ἵνα ἡσυχάσῃ ἀμετα‐ στρόφως ἐκσταθῆναι πρὸς τὸν οἰκεῖον Δεσπότην, καὶ συνομιλεῖν αὐτῷ μηδενὸς μεσιτεύοντος; | |
40t | ΚΕΦΑΛ. Δʹ. | |
41 | Εἰ τῇ ἐπὶ γῆς βάτῳ φλεγομένῃ προσεγγίσαι πει‐ ράσας Μωϋσῆς κωλύεται, ἄχρις οὗ λύσει τὸ ὑπόδημα τῶν ποδῶν, πῶς αὐτὸς τὸν ὑπὲρ πᾶσαν ἔννοιαν καὶ αἴσθησιν ἰδεῖν βουλόμενος, καὶ συνόμιλος αὐτῷ | |
45 | γενέσθαι, οὐ λύεις ἐκ σοῦ πᾶν νόημα ἐμπαθές; | |
46t | ΚΕΦΑΛ. Εʹ. | |
47 | Πρότερον περὶ λήψεως δακρύων προσεύχου, ἵνα διὰ τοῦ πένθους μαλάξῃς τὴν ὑπάρχουσαν ἐν τῇ ψυχῇ σου ἀγριότητα, καὶ ἐξαγορεύσας κατὰ σοῦ τὴν | |
79.1168(50) | ἀνομίαν σου τῷ Κυρίῳ, παρ’ αὐτοῦ ἀφέσεως τεύξῃ. | 1167 |
79.1169(1t) | ΚΕΦΑΛ. ϛʹ. | |
2 | Κέχρησο τοῖς δάκρυσι πρὸς παντὸς αἰτήματος κατόρθωσιν· λίαν γὰρ χαίρει σου ὁ Δεσπότης ἐν δάκρυσι προσευχὴν δεχόμενος. | |
5t | ΚΕΦΑΛ. Ζʹ. | |
6 | Ἐὰν πηγὰς δακρύων ἐκχέῃς ἐν τῇ προσευχῇ σου, μηδαμῶς ἐπαίρου ἐν σεαυτῷ, ὡς ὑπὲρ τοὺς πολλοὺς ὤν· βοήθειαν γὰρ προσείληφεν ἡ προσευχή σου, ἵνα δυνηθῇς προθύμως ἐξαγορεύειν σου τὰς ἁμαρτίας, | |
10 | καὶ ἐξευμενίσασθαι τὸν Δεσπότην διὰ τῶν δακρύων. | |
11t | ΚΕΦΑΛ. Ηʹ. | |
12 | Μὴ οὖν εἰς πάθος τρέψῃ τὸ τῶν παθῶν ἀλέξημα, ἵνα μὴ πλέον παροργίσῃς τὸν δεδωκότα τὴν χάριν· πολλοὶ δακρύοντες ὑπὲρ ἁμαρτιῶν, ἐπιλαθόμενοι | |
15 | τοῦ τῶν δακρύων σκοποῦ, μανέντες ἐξεπλάγησαν. | |
16t | ΚΕΦΑΛ. Θʹ. | |
17 | Στῆθι ἐμπόνως, καὶ προσεύχου εὐτόνως, καὶ ἀπο‐ στρέφου τὰς τῶν φροντίδων καὶ διαλογισμῶν ἐπιτεύ‐ ξεις· ταράττουσι γὰρ καὶ θορυβοῦσί σε, ἵνα ἐκλύσωσι | |
20 | τοῦ τόνου. | |
21t | ΚΕΦΑΛ. Ιʹ. | |
22 | Ὅταν ἴδωσιν οἱ δαίμονες προθυμούμενόν σε ἀλη‐ θῶς προσεύξασθαι, τότε ὑποτίθενται νοήματά τινων πραγμάτων δῆθεν ἀναγκαίων, καὶ μετὰ βραχὺ | |
25 | ἐπαίρουσι τὴν περὶ αὐτῶν μνήμην, κινοῦντες τὸν νοῦν πρὸς ζήτησιν αὐτῶν, καὶ ὡς μὴ εὑρίσκων σφό‐ δρα λυπεῖται, καὶ ἀθυμεῖ· ἡνίκα δὲ στῇ εἰς προσευ‐ χὴν, ὑπομιμνήσκουσιν αὐτὸν τῶν ζητηθέντων, καὶ μνημονευθέντων, ἵνα χαυνωθεὶς ὁ νοῦς πρὸς γνῶ‐ | |
30 | σιν αὐτῶν ἀπολέσῃ τὴν εὔκαρπον προσευχήν. | |
31t | ΚΕΦΑΛ. ΙΑʹ. | |
32 | Ἀγωνίζου στῆσαι τὸν νοῦν σου, κατὰ τὸν καιρὸν τῆς προσευχῆς κωφὸν, καὶ ἄλαλον, καὶ δυνήσῃ προσ‐ εύξασθαι. | |
35t | ΚΕΦΑΛ. ΙΒʹ. | |
36 | Ἡνίκα ἀπαντήσει σοι πειρασμὸς, ἢ ἀντιλογία, ἢ ἐρεθίσῃ, ἢ πρὸς τὴν δι’ ἐναντίας ἄμυναν κινῆσαι θυμὸν, ἢ ῥῆξαι φωνήν τινα, μνήσθητι τῆς προσευχῆς καὶ τοῦ κατ’ αὐτὴν κρίματος· καὶ εὐθέως ἡ ἔν σοι | |
40 | ἄτακτος κίνησις ἠρεμήσει. | |
41t | ΚΕΦΑΛ. ΙΓʹ. | |
42 | Ὅσα ἂν ποιήσῃς πρὸς ἄμυναν ἀδελφοῦ ἠδικηκότος σε, ἅπαντα εἰς σκάνδαλόν σοι γενήσεται ἐν καιρῷ προσευχῆς. | |
45t | ΚΕΦΑΛ. ΙΔʹ. | |
46 | Προσευχή ἐστι πραότητος καὶ ἀοργησίας βλά‐ στημα. | |
48t | ΚΕΦΑΛ. ΙΕʹ. | |
49 | Προσευχή ἐστι χαρᾶς καὶ εὐχαριστίας πρό‐ | |
79.1169(50) | βλημα. | 1169 |
79.1172(1t) | ΚΕΦΑΛ. Ιϛʹ. | |
2 | Προσευχή ἐστι λύπης καὶ ἀθυμίας ἀλέξημα. | |
3t | ΚΕΦΑΛ. ΙΖʹ. | |
4 | Ἀπελθὼν πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς | |
5 | πτωχοῖς, καὶ λαβὼν τὸν σταυρὸν, ἀπάρνησαι ἑαυτὸν, ἵνα δυνηθῇς ἀπερισπάστως προσεύχεσθαι. | |
7t | ΚΕΦΑΛ. ΙΗʹ. | |
8 | Εἰ βούλει ἐπαινετῶς προσεύχεσθαι, ἄρνησαι ἑαυτὸν καθ’ ὥραν, καὶ πάμπολα δεινὰ πάμπολα ὑπὲρ προσ‐ | |
10 | ευχῆς φιλοσόφει. | |
11t | ΚΕΦΑΛ. ΙΘʹ. | |
12 | Ὅπερ ἂν χαλεπὸν ὑπομένων φιλοσοφήσῃς, τού‐ του τὸν καρπὸν κατὰ τὸν καιρὸν τῆς προσευχῆς εὑ‐ ρήσεις. | |
15t | ΚΕΦΑΛ. Κʹ. | |
16 | Ἐπιθυμῶν προσεύξασθαι ὡς δεῖ, μὴ λυπήσῃς ψυ‐ χὴν, εἰ δὲ μήγε, εἰς μάτην τρέχεις. | |
18t | ΚΕΦΑΛ. ΚΑʹ. | |
19 | Ἄφες σου τὸ δῶρον, φησὶν, ἔμπροσθεν τοῦ θυσια‐ | |
20 | στηρίου, καὶ ἀπελθὼν πρότερον διαλλάγηθι τῷ ἀδελ‐ φῷ σου, καὶ τότε προσεύξῃ ἀταράχως· ἡ γὰρ μνησι‐ κακία ἀμαυροῖ τὸ ἡγεμονικὸν τοῦ προσευχομένου, καὶ σκοτίζει τούτου τὰς προσευχάς. | |
24t | ΚΕΦΑΛ. ΚΒʹ. | |
25 | Οἱ λύπας καὶ μνησικακίας ἑαυτοῖς σωρεύοντες, καὶ προσεύχεσθαι δοκοῦντες, ὅμοιοί εἰσι τοῖς ὕδωρ ἀντλοῦσι, καὶ εἰς τετρημένον πίθον βάλλουσιν. | |
28t | ΚΕΦΑΛ. ΚΓʹ. | |
29 | Ἐὰν ὑπομονητικὸς ᾖς, ἀεὶ μετὰ χαρᾶς προσ‐ | |
30 | εύξῃ. | |
31t | ΚΕΦΑΛ. ΚΔʹ. | |
32 | Προσευχομένου σου δεόντως, τοιαῦτά σοι ἀπαντή‐ σει πράγματα, ἵνα δόξῃς δίκαιον εἶναι πάντως τῷ θυμῷ χρήσασθαι· οὐκ ἔστι δὲ δίκαιος θυμὸς κατὰ | |
35 | τοῦ πέλας τὸ σύνολον· ἐὰν γὰρ ζητήσῃς, εὑρήσεις, ὅτι δυνατὸν, καὶ δίχα θυμοῦ καλῶς διατεθῆναι τὸ πρᾶγμα· πάσῃ οὖν μηχανῇ χρῆσαι πρὸς τὸ μὴ ῥῆξαι θυμόν. | |
39t | ΚΕΦΑΛ. ΚΕʹ. | |
40 | Ὅρα μὴ δοκῶν ἕτερον ἰᾶσθαι, αὐτὸς ἀνίατος ἔσῃ, καὶ δῷς ἐκκοπὴν τῇ προσευχῇ σου. | |
42t | ΚΕΦΑΛ. Κϛʹ. | |
43 | Φειδόμενος θυμοῦ, φειδὼ εὑρήσεις, καὶ φρόνιμον ἑαυτὸν ἀναδείξεις πρὸς τὸ εἰς οἴησιν, καὶ ἐν τοῖς | |
45 | προσευχομένοις ἔσῃ. | |
46t | ΚΕΦΑΛ. ΚΖʹ. | |
47 | Κατὰ θυμοῦ ὁπλιζόμενος, ἐπιθυμίας οὐκ ἀνέξῃ | |
ποτέ· αὕτη γὰρ ὕλας δίδωσι τῷ θυμῷ, καὶ οὗτος | 1171 | |
79.1173 | ταράττει τὸν νοερὸν ὀφθαλμὸν, λυμαινόμενος τὴν κατάστασιν τῆς προσευχῆς. | |
3t | ΚΕΦΑΛ. ΚΗʹ. | |
4 | Μὴ ἐν μόνοις τοῖς ἐκτὸς σχήμασι προσεύχου, ἀλλὰ | |
5 | τρέπε τὸν νοῦν σου εἰς συναίσθησιν πνευματικῆς προσευχῆς μετὰ πολλοῦ φόβου. | |
7t | ΚΕΦΑΛ. ΚΘʹ. | |
8 | Ποτὲ μὲν ἀθρόως στὰς εἰς προσευχὴν οὐ προσεύξῃ, ποτὲ δὲ λίαν πονήσας, οὐκ ἐπιτεύξῃ τοῦ σκοποῦ, ἵνα | |
10 | ἔτι μᾶλλον ζητήσας, καὶ λαβὼν, ἕξεις ἄσυλον τὸ κατόρθωμα. | |
12t | ΚΕΦΑΛ. Λʹ. | |
13 | Ἐπιστάντος ἀγγέλου ἀθρόον ἅπαντες ἀφίστανται οἱ ἐνοχλοῦντες ἡμῖν, καὶ εὑρίσκεται ὁ νοῦς ἐν πολλῇ | |
15 | ἀνέσει, ὑγιῶς προσευχόμενος· ποτὲ δὲ τοῦ συνήθους πολέμου ἡμῖν ἐπικειμένου, πυκτεύει ὁ νοῦς, καὶ οὐ συγχωρεῖται ἀνανεῦσαι, προπεποίωται γὰρ τοῖς ποι‐ κίλοις πάθεσιν, ὅμως ἐπὶ πλέον ζητῶν εὑρήσει, καὶ κρούοντι αὐτῷ εὐτόνως, ἀνοιγήσεται. | |
20t | ΚΕΦΑΛ. ΛΑʹ. | |
21 | Μὴ προσεύχου τὰ σὰ θελήματα γενέσθαι· οὐδὲ γὰρ πάντως συμφωνοῦσι τῷ θελήματι τοῦ Θεοῦ, ἀλλὰ μᾶλλον καθὼς ἐδιδάχθης, προσεύχου λέγων· Γενη‐ θήτω τὸ θέλημά σου ἐν ἐμοί· καὶ ἐπὶ παντὶ δὲ | |
25 | πράγματι οὕτως αὐτὸν αἴτει τὸ ἀγαθὸν, καὶ συμ‐ φέρον τῇ ψυχῇ, σὺ δὲ οὐ πάντως τοῦτο ζητεῖς. | |
27t | ΚΕΦΑΛ. ΛΒʹ. | |
28 | Πολλάκις προσευχόμενος ᾐτησάμην γενέσθαι μοι ὃ ἔδοξα καλὸν εἶναί μοι, καὶ ἐπέμενον τῷ αἰτήματι, | |
30 | ἀλόγως βιαζόμενος τὸ θέλημα τοῦ Θεοῦ, καὶ μὴ ἀποδιδοὺς αὐτῷ, ἵνα ὃ οἶδε συμφέρον αὐτὸς μᾶλλον οἰκονομήσῃ, καὶ μέντοι λαβὼν, ὕστερον ἠχθέσθην λίαν, διότι μᾶλλον τὸ βούλημα ἑαυτοῦ ᾐτησάμην γενέσθαι· οὐ γὰρ τοιοῦτόν μοι ἀπήντησε τὸ πρᾶγμα, | |
35 | οἷον ἐνόμιζον. | |
36t | ΚΕΦΑΛ. ΑΙʹ. | |
37 | Τί ἄλλο ἀγαθὸν, ἀλλ’ ἢ Θεός; Οὐκοῦν αὐτῷ ἀπο‐ δῶμεν πάντα τὰ καθ’ ἡμᾶς, καὶ εὖ ἡμῖν ἔσται· ὁ γὰρ ἀγαθὸς πάντως, καὶ ἀγαθῶν ἐστι παροχεὺς | |
40 | δωρεῶν. | |
41t | ΚΕΦΑΛ. ΛΔʹ. | |
42 | Μὴ ὡς ἐν δυνάμει κομιζόμενος, εὐθέως τὸ αἴτημα ζήτει· βούλεται γάρ σε ἐπὶ πλέον εὐεργετῆσαι προσκαρτεροῦντα αὐτῷ ἐν τῇ προσευχῇ· τί γὰρ | |
45 | ἀνώτερον τοῦ τῷ Θεῷ προσομιλεῖν, καὶ τῇ πρὸ αὐτὸν συνουσίᾳ περισπᾶσθαι; | |
47t | ΚΕΦΑΛ. ΛΕʹ. | |
48 | Προσευχή ἐστιν ἀνάβασις νοῦ πρὸς Θεόν. | 1173 |
79.1176(1t) | ΚΕΦΑΛ. Λϛʹ. | |
2 | Εἰ προσεύξασθαι ποθεῖς, ἀπόταξαι τοῖς σύμπασιν, ἵνα τὸ πᾶν κληρονομήσῃς. | |
4t | ΚΕΦΑΛ. ΛΖʹ. | |
5 | Προσεύχου πρότερον περὶ τοῦ καθαρθῆναι τῶν παθῶν, καὶ δεύτερον περὶ τοῦ ῥυσθῆναι ἀπὸ τῆς ἀγνωσίας, καὶ τρίτον ἀπὸ παντὸς πειρασμοῦ καὶ ἐγκαταλείψεως. | |
9t | ΚΕΦΑΛ. ΛΗʹ. | |
10 | Μόνην ζήτει ἐν τῇ προσευχῇ σου τὴν δικαιοσύνην, καὶ τὴν βασιλείαν, τουτέστι τὴν ἀρετὴν, καὶ τὴν γνῶσιν, καὶ τὰ λοιπὰ πάντα προστεθήσεταί σοι. | |
13t | ΚΕΦΑΛ. ΛΘʹ. | |
14 | Δίκαιον, μὴ μόνον περὶ οἰκείας καθάρσεως προσ‐ | |
15 | εύχεσθαι, ἀλλὰ καὶ περὶ παντὸς ὁμοφύλου, ἵνα ἀγ‐ γελικὸν μιμήσῃ τρόπον. | |
17t | ΚΕΦΑΛ. Μʹ. | |
18 | Ὅρα, ἐὰν ἀληθῶς Θεῷ παρέστηκας ἐν τῇ προσ‐ ευχῇ σου, ἢ ἐπαίνῳ ἀνθρώπων ἡττᾶσαι, καὶ τούτων | |
20 | θηρᾷν ἐπείγῃ, ὥσπερ ἐπικαλύμματι κεχρημένος τῇ παραστάσει τῆς προσευχῆς. | |
22t | ΚΕΦΑΛ. ΜΑʹ. | |
23 | Εἴτε μετὰ ἀδελφῶν προσεύχῃ, εἴτε κατὰ μόνας, ἀγώνισαι, μὴ ἔθει, ἀλλὰ αἰσθήσει προσεύχεσθαι. | |
25t | ΚΕΦΑΛ. ΜΒʹ. | |
26 | Ἦθος ἐστὶ προσευχῆς σύννοια μετ’ εὐλαβείας, καὶ κατανύξεως, καὶ ὀδύνης ψυχῆς ἐν ἐξαγορεύσει πται‐ σμάτων μετὰ στεναγμῶν ἀφώνων. | |
29t | ΚΕΦΑΛ. ΜΓʹ. | |
30 | Ἐὰν περιβλέπηται ὁ νοῦς σου ἀκμὴν ἐν τῷ καιρῷ τῆς προσευχῆς, οὐδέπω ὡς μοναχὸς προσεύχεται, ἀλλ’ ἔτι κοσμικός ἐστι, τὴν ἔξωθεν σκηνὴν καλλω‐ πίζων. | |
34t | ΚΕΦΑΛ. ΜΔʹ. | |
35 | Προσευχόμενος, τὴν μνήμην σου δυνάμει φύλαττε, ἵνα μὴ τὰ οἰκεῖα παράθηταί σοι, ἀλλὰ πρὸς τὴν γνῶσιν τῆς παρατάσεώς σε κινῇ· λίαν γὰρ πέφυκε συλᾶσθαι ὁ νοῦς ὑπὸ τῆς μνήμης κατὰ τὸν καιρὸν τῆς προσευχῆς. | |
40t | ΚΕΦΑΛ. ΜΕʹ. | |
41 | Ἢ παλαιῶν πραγμάτων ἄγει σοι φαντασίας ἡ μνήμη προσευχομένῳ, ἢ νέας φροντίδας, ἢ πρόσ‐ ωπον λελυπηκότος. | |
44t | ΚΕΦΑΛ. Μϛʹ. | |
45 | Λίαν βασκαίνει ὁ δαίμων ἀνθρώπῳ προσευχομένῳ, καὶ πάσῃ χρᾶται μηχανῇ, λυμήνασθαι τὸν τούτου σκοπόν· οὐ παύεται οὖν τὰ νοήματα κινῶν τῶν πρα‐ γμάτων διὰ τῆς μνήμης, καὶ ὅλα τὰ πάθη ἀναμο‐ χλεύων διὰ τῆς σαρκὸς, ἵνα ἐμποδίσαι δυνηθῇ τῷ | |
79.1176(50) | ἀρίστῳ αὐτοῦ δρόμῳ, καὶ τῇ πρὸς Θεὸν ἐκδημίᾳ. | |
51t | ΚΕΦΑΛ. ΜΖʹ. | |
52 | Ὅταν πολλὰ ποιήσας ὁ πονηρότατος δαίμων, μὴ | |
δυνηθῆ ἐμποδίσαι τὴν τοῦ σπουδαίου προσευχὴν, μι‐ | 1175 | |
79.1177 | κρὸν ὑποχαλᾷ, καὶ μετέπειτα ἀμύνεται αὐτὸν προσ‐ ευξάμενον· ἢ γὰρ εἰς ὀργὴν ἐξάψας ἀφανίζει τὴν ἐκ τῆς εὐχῆς συγκροτουμένην ἀρίστην κατάστασιν ἐν ἑαυτῷ, ἢ πρὸς ἡδονήν τινα ἄλογον ἐρεθίσας ὑβρίζει | |
5 | τὸν νοῦν. | |
6t | ΚΕΦΑΛ. ΜΗʹ. | |
7 | Προσευξάμενος ὡς δεῖ, προσδόκα ἃ μὴ δεῖ, καὶ στῆθι ἀνδρείως φυλάττων τὸν καρπόν σου· εἰς τοῦτο γὰρ ἐξ ἀρχῆς ἐτάχθης, ἐργάζεσθαι, καὶ φυλάττειν· | |
10 | μὴ οὖν ἐργασάμενος ἐάσῃς ἀφύλακτον τὸ πονηθέν· εἰ δὲ μήγε, οὐδὲν ὠφέλησας προσευχόμενος. | |
12t | ΚΕΦΑΛ. ΜΘʹ. | |
13 | Πᾶς ὁ συγκροτούμενος πόλεμος μεταξὺ ἡμῶν τε, καὶ τῶν ἀκαθάρτων πνευμάτων, οὐ περὶ ἑτέρου | |
15 | γίνεται, ἢ περὶ πνευματικῆς προσευχῆς· λίαν γὰρ πολέμιος αὐτοῖς ἐστι, καὶ ἐπαχθεστάτη, ἡμῖν δὲ σωτήριος, καὶ προσηνεστάτη. | |
18t | ΚΕΦΑΛ. Νʹ. | |
19 | Τί βούλεται τοῖς δαίμοσι ἐνεργεῖν ἐν ἡμῖν γαστρι‐ | |
20 | μαργίαν, πορνείαν, φιλαργυρίαν, ὀργήν τε καὶ μνη‐ σικακίαν, καὶ τὰ λοιπὰ πάθη; ἵνα παχυνθεὶς ὁ νοῦς ἐξ αὐτῶν, μὴ δυνηθῇ ὡς δεῖ προσεύξασθαι· τὰ γὰρ τοῦ ἀλόγου μέρους πάθη ἄρξαντα οὐκ ἐᾷ αὐτὸν λο‐ γικῶς κινεῖσθαι καὶ τὸν Θεοῦ Λόγον ἐπιζητεῖν. | |
25t | ΚΕΦΑΛ. ΝΑʹ. | |
26 | Τὰς ἀρετὰς μετερχόμεθα διὰ τοὺς λόγους τῶν γε‐ γονότων, καὶ τούτους διὰ τὸν οὐσιώσαντα Κύριον, οὗτος δὲ ἐν τῇ καταστάσει τῆς προσευχῆς ἀναφαίνε‐ σθαι εἴωθε. | |
30t | ΚΕΦΑΛ. ΝΒʹ. | |
31 | Κατάστασίς ἐστι προσευχῆς ἕξις ἀπαθὴς, ἔρωτι ἀκροτάτῳ εἰς ὕψος νοητὸν ἁρπάζουσα τὸν φιλόσοφον, καὶ πνευματικὸν νοῦν. | |
34t | ΚΕΦΑΛ. ΝΓʹ. | |
35 | Οὐ μόνον θυμοῦ, καὶ ἐπιθυμίας δεῖ ἄρχειν τὸν ἀληθῶς προσεύξασθαι ἐπειγόμενον, ἄλλα καὶ ἐκτὸς ἐμπαθοῦς νοήματος γενέσθαι. | |
38t | ΚΕΦΑΛ. ΝΔʹ. | |
39 | Ὁ ἀγαπῶν τὸν Θεὸν, τούτῳ ὡς Πατρὶ ἀεὶ συνομι‐ | |
40 | λεῖ, ἀποστρεφόμενος πᾶν νόημα ἐμπαθές. | |
41t | ΚΕΦΑΛ. ΝΕʹ. | |
42 | Οὐχ ὁ ἀπαθείας τετυχηκὼς, ἤδη καὶ προσεύχεται ἀληθῶς· δύναται γὰρ ἐν τοῖς ψιλοῖς νοήμασι εἶναι καὶ ἐν ταῖς ἱστορίαις αὐτῶν περισπᾶσθαι, καὶ μακρὰν | |
45 | ἀπέχειν ἀπὸ Θεοῦ. | |
46t | ΚΕΦΑΛ. Νϛʹ. | |
47 | Οὐκ ἂν ὅτε μὴ ἐγχρονίζῃ ὁ νοῦς ἐν τοῖς ψιλοῖς νοήμασι τῶν πραγμάτων, ἤδη καὶ προσευχῆς κατεί‐ ληφε τόπον· δύναται γὰρ ἐν τῇ θεωρίᾳ εἶναι τῶν | |
79.1177(50) | πραγμάτων, καὶ ἐν τοῖς λόγοις αὐτῶν ἀδολεσχεῖν, | 1177 |
79.1180 | ἅπερ, καὶ εἰ ψιλὰ ῥήματά εἰσιν, ἀλλ’ ὡς πραγμάτων ὄντα θεωρήματα, τυποῦσι τὸν νοῦν, καὶ μακρὰν ἀπ‐ άγουσιν ἀπὸ Θεοῦ. | |
4t | ΚΕΦΑΛ. ΝΖʹ. | |
5 | Κἂν ὑπὲρ τὴν θεωρίαν τῆς σωματικῆς φύσεως ὁ νοῦς γένηται, οὔπω τέλεον τὸν τοῦ Θεοῦ τόπον ἐθεά‐ σατο· δύναται γὰρ ἐν τῇ τῶν νοητῶν εἶναι γνώσει, καὶ ποικίλλεσθαι πρὸς αὐτήν. | |
9t | ΚΕΦΑΛ. ΝΗʹ. | |
10 | Εἰ προσεύξασθαι βούλει, Θεοῦ χρεία τοῦ διδόντος εὐχὴν τῷ εὐχομένῳ· οὐκοῦν ἐπικαλοῦ αὐτὸν λέγων, «Ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου,» τουτέστι τὸ ἅγιον Πνεῦμα, καὶ ὁ μονογενής σου Υἱός· οὕτω γὰρ ἐδίδαξε, λέγων, ἐν Πνεύματι καὶ | |
15 | ἀληθείᾳ προσκυνεῖσθαι τὸν Θεὸν, τουτέστι τὸν Πα‐ τέρα, ἐπεὶ καὶ τὰ τρία Θεός. | |
17t | ΚΕΦΑΛ. ΝΘʹ. | |
18 | Ο ἐν Πνεύματι καὶ ἀληθείᾳ προσευχόμενος οὐκέτι ἐκ τῶν κτισμάτων τὸν Δημιουργὸν γεραίρει, ἀλλ’ ἐξ | |
20 | αὑτοῦ αὐτὸν ἀνυμνεῖ. | |
21t | ΚΕΦΑΛ. Ξʹ. | |
22 | Εἰ θεολόγος εἶ, προσεύξῃ ἀληθῶς, καὶ εἰ ἀληθῶς προσεύξῃ, θεολόγος εἶ. | |
24t | ΚΕΦΑΛ. ΞΑʹ. | |
25 | Ὅταν ὁ νοῦς σου τῷ πολλῷ πρὸς τὸν Θεὸν πόθῳ κατὰ μικρὸν οἷον ὑπαναχωρεῖ τῆς σαρκὸς, καὶ πάντα τὰ ἐξ ἐνθυμήσεως, ἢ κράσεως νοήματα ἀπο‐ στρέφηται, εὐλαβείας ὁμοῦ, καὶ χαρᾶς ἔμπλεως γενόμενος, τότε νόμιζε ἠγγικέναι ὅροις προσ‐ | |
30 | ευχῆς. | |
31t | ΚΕΦΑΛ. ΞΒʹ. | |
32 | Τὸ ἅγιον Πνεύμα συμπάσχον τῇ ἡμετέρᾳ ἀσθενείᾳ, καὶ ἀκαθάρτοις οὖσιν ἐπιφοιτᾷ ἡμῖν, καὶ εἰ εὕροι τὸν νοῦν ἡμῶν φιλαλήθως αὐτῷ προσευχόμενον, ἐπι‐ | |
35 | βαίνει αὐτῷ, καὶ ἅπασαν τὴν κυκλοῦσαν αὐτὸν τῶν λογισμῶν, ἢ τῶν νοημάτων φάλαγγα, ἐξαφανίζει, προτρεπόμενον αὐτὸν εἰς ἔργα πνευματικῆς προσευ‐ χῆς. | |
39t | ΚΕΦΑΛ. ΞΓʹ. | |
40 | Οἱ μὲν λοιποὶ διὰ τῆς ἀλλοιώσεως τοῦ σώματος ἐμποιοῦσι τῷ νῷ λογισμοὺς, ἢ νοήματα, καὶ θεωρή‐ ματα. Ὁ δέ γε Θεὸς τοὐναντίον δρᾷ, αὐτῷ τῷ νῷ ἐπιβαίνει, καὶ ἐντιθεὶς αὐτῷ γνῶσιν, ὡς βούλεται, καὶ διὰ τοῦ νοῦ τὴν τοῦ σώματος ἀκρασίαν κατευνά‐ | |
45 | ζων. | |
46t | ΚΕΦΑΛ. ΞΔʹ. | |
47 | Οὐδεὶς ἐρῶν ἀληθοῦς προσευχῆς, καὶ ὀργιζόμενος, ἢ μνησικακῶν ἐκτός ἐστι παραπληξίας· ὅμοιος γάρ ἐστι τῷ ὀξυωπεῖν θέλοντι, καὶ τοὺς οἰκείους ὀφθαλμοὺς | |
79.1180(50) | ἐκταράσσοντι. | 1179 |
79.1181(1t) | ΚΕΦΑΛ. ΞΕʹ. | |
2 | Εἰ προσεύξασθαι ποθεῖς, μηδὲν τῶν ἐναντιουμένων τῇ προσευχῇ πρᾶττε, ἵνα ὁ Θεὸς ἐγγίσας συμπορεύ‐ σηταί σοι. | |
5t | ΚΕΦΑΛ. Ξϛʹ. | |
6 | Μὴ σχηματίζῃς τὸ Θεῖον ἐν ἑαυτῷ προσευχόμενος, μηδὲ πρὸς μορφήν τινα συγχωρήσῃς τυπωθῆναί σου τὸν νοῦν· ἀλλ’ ἄϋλος τῷ ἀΰλῳ πρόσιθι, καὶ συν‐ ίσεις. | |
10t | ΚΕΦΑΛ. ΞΖʹ. | |
11 | Φυλάττου τὰς παγίδας τῶν ἐναντίων. Γίνεται γὰρ ἐν τῷ προσεύχεσθαί σε καθαρῶς, καὶ ἀταράχως, ἀθρόως ἐπιστῆναί σοι μορφὴν ξένην, καὶ ἀλλόφυλον, πρὸς τὸ εἰς οἴησιν ἀπαγαγεῖν σε τοπάζοντα τὸ Θεῖον | |
15 | ἐκεῖ. ἵνα τὸ ἀθρόως ἐκκαλυφθέν σοι, ποσὸν τὸ θεῖον εἶναι πείσῃ· ἄποσον δὲ τὸ Θεῖον, καὶ ἀσχημάτι‐ στον. | |
18t | ΚΕΦΑΛ. ΞΗʹ. | |
19 | Ὅταν μὴ δυνηθῇ τὴν μνήμην κινῆσαι ἐν τῇ προσ‐ | |
20 | ευχῇ ὁ φθονερὸς δαίμων, τότε τὴν κρᾶσιν τοῦ σώμα‐ τος ἐκβιάζεται εἰς τὸ ποιῆσαι ξένην τινὰ φαντασίαν τῷ νῷ, καὶ μορφῶσαι αὐτόν· ὁ δὲ ἔχων ἔθος ἐν νοήμα‐ σιν, εὐχερῶς κάμπτεται, καὶ πρὸς ἄϋλον, καὶ ἀνεί‐ δεον γνῶσιν ἐπειγόμενος ἀπατᾶται, καπνὸν ἀντὶ φωτὸς | |
25 | κατέχων. | |
26t | ΚΕΦΑΛ. ΞΘʹ. | |
27 | Στῆθι ἐπὶ τῆς φυλακῆς σου φυλάττων τὸν νοῦν σου ἀπὸ νοημάτων κατὰ τὸν καιρὸν τῆς προσευχῆς, στῆναι ἐπὶ τῇ οἰκείᾳ ἠρεμίᾳ, ἵνα ὁ συμπάσχων τοῖς | |
30 | ἀγνοοῦσι, καὶ σοὶ ἐπιφοιτήσῃ, καὶ τότε λήψῃ δῶρον προσευχῆς εὐκλεέστατον | |
32t | ΚΕΦΑΛ. Οʹ. | |
33 | Οὐ δυνήσῃ προσεύξασθαι καθαρῶς, πράγμασι συμπλεκόμενος ὑλικοῖς, καὶ φροντίσι συνεχέσι δονού‐ | |
35 | μενος· προσευχὴ γάρ ἐστιν ἀπόθεσις νοημάτων. | |
36t | ΚΕΦΑΛ. ΟΛʹ. | |
37 | Οὐ δύναται δεδεμένος δραμεῖν, οὐδὲ νοῦς πάθεσι δουλεύων προσευχῆς πνευματικῆς τόπον ἰδεῖν· ἕλκε‐ ται γὰρ, καὶ περιφέρεται ἐκ τοῦ ἐμπαθοῦς νοήματος, | |
40 | καὶ οὐχ ἵσταται ἀκλόνητος. | |
41t | ΚΕΦΑΛ. ΟΒʹ. | |
42 | Ἐπὰν καθαρῶς λοιπὸν, ἀπλανῶς καὶ ἀληθῶς προσ‐ εύχηται ὁ νοῦς τὸ τηνικαῦτα. οὐκ ἔτι ἐκ τῶν ἀριστε‐ ρῶν ὑπέρχονται οἱ δαίμονες, ἀλλ’ ἐκ τῶν δεξιῶν· | |
45 | ὑποτίθενται γὰρ αὐτῷ δόξαν Θεοῦ, καὶ σχηματισμόν τινα τῶν τῇ αἰσθήσει φίλων, ὡς δοκεῖν τελείως τε‐ τεῦχθαι αὐτὸν τοῦ περὶ προσευχῆς σκοποῦ. Τοῦτο δὲ, ἔφρασε θαυμαστὸς καὶ γνωστικὸς ἀνὴρ, ὑπὸ τοῦ τῆς κενοδοξίας πάθους γίνεσθαι, καὶ ὑπὸ τοῦ δαίμονος | |
79.1181(50) | τοῦ ἁπτομένου, τοῦ κατὰ τὸν ἐγκέφαλον τόπου, καὶ | |
φλεψὶ πάλλοντος. | 1181 | |
79.1184(1t) | ΚΕΦΑΛ. ΟΓʹ. | |
2 | Οἶμαι τὸν δαίμονα ἐφαπτόμενον τοῦ εἰρημένου τόπου τὸ περὶ τὸν νοῦν φῶς τρέπειν καθὼς βούλεται, καὶ οὕτω κινεῖσθαι τὸ τῆς κενοδοξίας πάθος, εἰς λογι‐ | |
5 | σμὸν μορφοῦντα τὸν νοῦν κοῦφον γνωμόνως πρὸς τὸν ἀναπλασμὸν τῆς θείας καὶ οὐσιώδους γνώσεως, μὴ ὀχλούμενος δὲ ὁ τοιοῦτος ὑπὸ σαρκικῶν, καὶ ἀκαθάρτων παθῶν, ἀλλὰ καθαρῶς δῆθεν παρεστηκὼς, δοκεῖ μηκέτι ἐνέργειάν τινα ἐναντίαν γίνεσθαι ἐν | |
10 | ἑαυτῷ, ὅθεν ὑποπτεύει θεῖαν εἶναι ἐπιφάνειαν τὴν γενομένην αὐτῷ ὑπὸ τοῦ δαίμονος, καὶ μορφοῦντος αὐτὸν, καθῶς προέφαμεν. | |
13t | ΚΕΦΑΛ. ΟΔʹ. | |
14 | Ὁ τοῦ Θεοῦ ἄγγελος ἐπιστὰς λόγῳ μόνῳ ἅπασαν | |
15 | τὴν ἀντικειμένην ἐνέργειαν παύει ἐξ ἡμῶν, καὶ κι‐ νεῖ τὸ φῶς τοῦ νοῦ ἀπλανῶς ἐνεργεῖν. | |
17t | ΚΕΦΑΛ. ΟΕʹ. | |
18 | Τὸ λέγειν ἐν τῇ Ἀποκαλύψει κομίζεσθαι τὸν ἄγ‐ γελον θυμίαμα ἵνα δῷ εἰς τὰς προσευχὰς τῶν ἁγίων, | |
20 | οἶμαι τὴν χάριν εἶναι ταύτην διὰ τοῦ ἀγγέλου ἐνερ‐ γουμένην· γνῶσιν γὰρ ἐμποιεῖ τῆς ἀληθοῦς προσευ‐ χῆς, ὥστε ἑστάναι λοιπὸν ἐκτὸς παντὸς κλόνου, ἀκη‐ δίας τε, καὶ ὀλιγωρίας τὸν νοῦν. | |
24t | ΚΕΦΑΛ. Οϛʹ. | |
25 | Αἱ φιάλαι τῶν θυμιαμάτων αἱ προσευχαὶ εἶναι λέ‐ γονται τῶν ἁγίων, ἃς εἰκοσιτέσσαρες πρεσβύτεροι ἐπι‐ φέρονται. | |
28t | ΚΕΦΑΛ. ΟΖʹ. | |
29 | Φιάλην δὲ ὑποληπτέον τὴν πρὸς Θεὸν φιλίαν, ἤτοι | |
30 | τὴν τελείαν καὶ πνευματικὴν ἀγάπην, ἐν ᾗ ἡ προσ‐ ευχὴ ἐνεργεῖται ἐν Πνεύματι καὶ ἀληθείᾳ. | |
32t | ΚΕΦΑΛ. ΟΗʹ. | |
33 | Ὅταν δόξῃς μὴ δεῖσθαι δακρύων ἐν τῇ προσευχῇ σου δι’ ἁμαρτίας, σκόπει πόσον ἀφέστηκας Θεοῦ, | |
35 | ὀφείλων εἶναι ἐν αὐτῷ διὰ παντὸς, καὶ θερμότερον δακρύσεις. | |
37t | ΚΕΦΑΛ. ΟΘʹ. | |
38 | Ναὶ μὴν ἐπιγινώσκων τὰ μέτρα σου, ἡδέως πενθή‐ σεις, ταλανίζων ἑαυτὸν κατὰ τὸν Ἡσαΐαν, ὡς ἀκάθαρτος | |
40 | ὢν, καὶ ἀκάθαρτα χείλη ἔχων, καὶ ἐν μέσῳ λαοῦ τοιού‐ του ὑπάρχων, τοὐναντίον τολμᾷς Κυρίῳ Σαβαὼθ παρεστάναι. | |
43t | ΚΕΦΑΛ. Πʹ. | |
44 | Ἐὰν ἀληθῶς προσεύχῃ, πολλὴν πληροφορίαν εὑρή‐ | |
45 | σεις, καὶ ἄγγελοι συνελεύσονταί σοι καὶ τοὺς λόγους | |
τῶν γινομένων φωτιοῦσι. | 1183 | |
79.1185(1t) | ΚΕΦΑΛ. ΠΑʹ. | |
2 | Γίνωσκε, ὅτιπερ οἱ ἅγιοι ἄγγελοι προτρέπονται ἡμᾶς εἰς προσευχὴν, καὶ συμπαρίστανται ἡμῖν χαί‐ ροντες ἅμα, καὶ προσευχόμενοι ὑπὲρ ἡμῶν· ἐὰν οὖν | |
5 | ἀμελήσωμεν, καὶ δεξώμεθα λογισμοὺς ἐναντίους λίαν παροξύνομεν αὐτοὺς, ὅτιπερ ὑπὲρ ἡμῶν ἀγωνίζονται τοσοῦτον, ἡμεῖς δὲ οὐδὲ ὑπὲρ ἑαυτῶν βουλόμεθα ἱκε‐ τεῦσαι τὸν Θεόν· ἀλλὰ καταφρονοῦντες τῆς αὐτῶν λειτουργίας, καὶ τὸν τούτων Θεὸν, καὶ Δεσπότην κα‐ | |
10 | ταλιμπάνοντες δαίμοσιν ἀκαθάρτοις ἐντυγχάνο‐ μεν. | |
12t | ΚΕΦΑΛ. ΠΒʹ. | |
13 | Προσεύχου ἐπιεικῶς, καὶ ἀταράχως, καὶ ψάλλε συν‐ ετῶς καὶ εὐρύθμως, καὶ ἔσῃ ὡς νεοσσὸς ἀετοῦ ἐν | |
15 | ὕψει αἰρόμενος. | |
16t | ΚΕΦΑΛ. ΠΓʹ. | |
17 | Ἡ μὲν ψαλμῳδία τὰ πάθη κατευνάζει, καὶ τὴν ἀκρασίαν τοῦ σώματος ἠρεμεῖν ἀπεργάζεται. Ἡ δὲ προσευχὴ ἐνεργεῖν παρασκευάζει τὸν νοῦν τὴν ἰδίαν | |
20 | ἐνέργειαν. | |
21t | ΚΕΦΑΛ. ΠΔʹ. | |
22 | Προσευχὴ ἐστὶ πρέπουσα ἐνέργεια, τῇ ἀξίᾳ τοῦ νοῦ ἤτοι κρείττων, καὶ εἰλικρινὴς κρίσις αὐτοῦ. | |
24t | ΚΕΦΑΛ. ΠΕʹ. | |
25 | Ἡ μὲν ψαλμῳδία τύπος τῆς ποικίλης σοφίας ἐστὶν, ἡ δὲ προσευχὴ, προοίμιόν ἐστι τῆς ἀΰλου, καὶ ποι‐ κίλης γνώσεως. | |
28t | ΚΕΦΑΛ. Πϛʹ. | |
29 | Ἡ γνῶσις, καλλίστη ὑπάρχει, συνεργὸς γάρ ἐστι | |
30 | τῆς προσευχῆς, τὴν νοερὰν δύναμιν τοῦ νοῦ διυπνί‐ ζουσα πρὸς θεωρίαν τῆς θείας γνώσεως. | |
32t | ΚΕΦΑΛ. ΠΖʹ. | |
33 | Εἰ οὐδέπω ἔλαβες χάρισμα προσευχῆς, ἢ ψαλμ‐ ῳδίας, ἐφέδρευσον, καὶ λήψῃ. | |
35t | ΚΕΦΑΛ. ΠΗʹ. | |
36 | Ἔλεγε δὲ αὐτοῖς καὶ παραβολὴν πρὸς τὸ δεῖν αὐ‐ τοὺς πάντοτε προσεύχεσθαι, καὶ μὴ ἐκκακεῖν· οὐκ‐ οῦν μὴ ἐκκάκει τέως, μηδὲ ἀθύμει ὡς μὴ λαβών· λήψῃ γὰρ ὕστερον· καὶ ἐπήγαγε τῇ παραβολῇ, τό· | |
40 | «Εἰ γὰρ καὶ Θεὸν οὐ φοβοῦμαι, καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι, ἀλλά γε διὰ τὸ κόπους παρέχειν μοι τὴν γυναῖκα, ποιήσω τὴν ἐκδίκησιν αὐτῆς·» οὕτως οὖν καὶ ὁ Θεὸς ποιήσει τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας ἐν τάχει. Εὐθύμει τοι‐ | |
45 | γαροῦν προσκαρτερῶν ἐμπόνως τῇ ἁγίᾳ προσ‐ ευχῇ. | |
47t | ΚΕΦΑΛ. ΠΘʹ. | |
48 | Μὴ θελήσῃς ὥς σοι δοκεῖ, ἀλλ’ ὡς Θεῷ ἀρέσκει τὰ κατὰ σὲ γενέσθαι, καὶ ἔσῃ ἀτάραχος, καὶ εὐχάριστος | |
79.1185(50) | ἐν προσευχῇ σου. | 1185 |
79.1188(1t) | ΚΕΦΑΛ. ϙʹ. | |
2 | Κἂν μετὰ Θεοῦ δοκῇς εἶναι, φυλάττου τῆς πορνείας δαίμονα. Λίαν γάρ ἐστιν ἀπατεὼν, καὶ φθονερώτα‐ τος, καὶ βούλεται ὀξύτερος εἶναι τῆς κινήσεως | |
5 | καὶ νήψεως τοῦ νοός σου, καὶ ἀπὸ Θεοῦ ἀπο‐ σπᾷν αὐτὸν παρεστῶτα αὐτῷ μετ’ εὐλαβείας, καὶ φόβου. | |
8t | ΚΕΦΑΛ. ϙΑʹ. | |
9 | Ἑὰν προσευχῆς ἐπιμελῇ, ἑτοιμάζου πρὸς ἐπαγω‐ | |
10 | γὰς δαιμόνων, καὶ καρτερῶς τὰς παρ’ αὐτῶν μάστι‐ γας ὑπόμενε· ὡς γὰρ θῆρες ἄγριοι ἐπελεύσονταί σοι, καὶ πᾶν σου κακώσουσι τὸ σῶμα. | |
13t | ΚΕΦΑΛ. ϙΒʹ. | |
14 | Παρασκευάζου ὡς ἔμπειρος ἀγωνιστὴς, κἂν ἀθρόως | |
15 | ἴδῃς φαντασίαν, μὴ κλονεῖσθαι, κἂν ῥομφαίαν κατὰ σοῦ ἐσπασμένην, ἢ λαμπάδα κατέχουσάν σου τὴν ὄψιν μὴ ταράττεσθαι, κἂν μορφήν τινα ἀηδῆ, καὶ αἱματώδη, μηδόλως καταπίπτειν σου τὴν ψυχὴν, ἀλλὰ στῆθι ὁμολογῶν τὴν καλήν σου ὁμολογίαν, καὶ | |
20 | ῥᾷον ἐπόψῃ ἐπὶ τοὺς ἐχθρούς σου. | |
21t | ΚΕΦΑΛ. ϙΓʹ. | |
22 | Ὁ τὰ λυπηρὰ ὑποφέρων, καὶ τῶν περιχαρῶν τεύ‐ ξεται, καὶ ὁ ἐν τοῖς ἀηδέσι καρτερῶν, τῶν ἡδέων οὐκ ἀμοιρήσει. | |
25t | ΚΕΦΑΛ. ϙΔʹ. | |
26 | Ὅρα μή σε ἀπατήσωσι διά τινος ὀπτασίας οἱ πο‐ νηροὶ δαίμονες· ἀλλὰ γίνου σύννους τρεπόμενος εἰς εὐχὴν, καὶ παρακάλει τὸν Θεὸν, ἵνα, εἰ μὲν ἐξ αὐ‐ τοῦ ἐστι τὸ νόημα, αὐτός σε φωτίσῃ, εἰ δὲ μήγε, τὸ | |
30 | τάχος τὸν πλάνον ἀπελάσῃ ἀπὸ σοῦ, καὶ θάρσει, ὡς οὐ στήσονται οἱ κύνες, σοῦ ἐμπύρως τῇ πρὸς Θεὸν ἐντεύξει κεχρημένου· εὐθέως γὰρ ἀοράτως, καὶ ἀφανῶς Θεοῦ δυνάμει μαστιζόμενοι, μακρὰν ἐλασθή‐ σονται. | |
35t | ΚΕΦΑΛ. ϙΕʹ. | |
36 | Δίκαιόν ἐστι μηδὲ τὸν δόλον τοῦτόν σε ἀγνοεῖν, ὅτι ἐν καιρῷ μερίζονται ἑαυτοὺς οἱ δαίμονες, καὶ εἰ δό‐ ξης βοήθειαν ἐπιζητεῖν, εἰσίασιν οἱ λοιποὶ ἐν σχήμα‐ σιν ἀγγελικοῖς τοὺς πρώτους ἐξελαύνοντες, πρὸς τό | |
40 | σε ἐξαπατᾶσθαι ὑπ’ αὐτῶν, τῇ γνώμῃ, ὡς δῆθεν ἁγίων ὄντων ἀγγέλων. | |
42t | ΚΕΦΑΛ. ϙϛʹ. | |
43 | Ταπεινοφροσύνης πολλῆς ἐπιμέλησαι, καὶ οὐ μή σου δαιμόνων ἐπήρεια καθάψηται τῆς ψυχῆς, καὶ | |
45 | μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου, ὅτι τοῖς ἀγγέ‐ λοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε, καὶ ἀφανῶς ἅπασαν τὴν ἀντικειμένην ἐνέργειαν ἐκ‐ διώξουσιν ἀπὸ σοῦ. | |
49t | ΚΕΦΑΛ. ϙΖʹ. | |
79.1188(50) | Ψόφους μὲν καὶ κτύπους καὶ φωνὰς καὶ αἰκισμοὺς ἐκ δαιμόνων ἀκούσεται ὁ καθαρᾶς ἐπιμελούμενος | |
προσευχῆς, ἀλλὰ οὐ συμπετεῖται, οὐδὲ προδώσει τὸν | 1187 | |
79.1189 | λογισμὸν λέγων πρὸς τὸν Θεόν· Οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετ’ ἐμοῦ εἶ, καὶ τὰ ὅμοια. | |
3t | ΚΕΦΑΛ. ϙΗʹ. | |
4 | Ἐν καιρῷ τῶν τοιούτων πειρασμῶν, βραχείᾳ καὶ | |
5 | ἐπιτεταμένῃ προσευχῇ κέχρησο. | |
6t | ΚΕΦΑΛ. ϙΘʹ. | |
7 | Ἐὰν ἀπειλήσωσί σοι οἱ δαίμονες, ἀθρόως ἐκ τοῦ ἀέρος προφαίνεσθαι, καὶ ἐκπλήττειν σε, καὶ διαρπά‐ ζειν τὸν νοῦν σου, ἢ ὡς θῆρες ἀδικεῖν τὴν σάρκα σου, | |
10 | μὴ πτοηθῇς, αὐτοὺς, μηδὲ ὅλως φροντίσῃς τῆς τού‐ των ἀπειλῆς· ἐκφοβοῦσι γάρ σε πειράζοντες, εἰ ὅλως προσέχεις αὐτοῖς, εἰ τέλειον αὐτῶν κατεφρόνη‐ σας, εἰ Θεῷ παντοκράτορι, καὶ δημιουργῷ, καὶ προ‐ νοητῇ τοῦ παντὸς παρίστασαι ἐν τῇ προσευχῇ. | |
15t | ΚΕΦΑΛ. Ρʹ. | |
16 | Τί οὕτως ἀλόγως αὐτῷ παρέστηκας, ὡς παρελθόν‐ τα τὸν ἀνυπέρβλητον αὐτοῦ φόβον, καὶ κώνωπας, καὶ κανθάρους δεδίττεσθαι; ἢ οὐκ ἤκουσας τοῦ λέ‐ γοντος· «Κύριον τὸν Θεόν σου φοβηθήσῃ;» καὶ πάλιν· | |
20 | «Ὃν φρίττει καὶ τρέμει πάντα ἀπὸ προσώπου τῆς δυνάμεως αὐτοῦ;» καὶ τὰ ἑξῆς. | |
22t | ΚΕΦΑΛ. ΡΑʹ. | |
23 | Ὥσπερ ὁ ἄρτος τροφή ἐστι τῷ σώματι, καὶ ἀρετὴ τῇ ψυχῇ, οὕτω καὶ τοῦ νοῦ ἡ πνευματικὴ προσευχὴ | |
25 | τροφὴ ὑπάρχει. | |
26t | ΚΕΦΑΛ. ΡΒʹ. | |
27 | Μὴ φαρισαϊκῶς, ἀλλὰ τελωνικῶς προσεύχου ἐν τῷ ἱερῷ τόπῳ τῆς προσευχῆς, ἵνα καὶ σὺ δικαιωθῇς ὑπὸ Κυρίου. | |
30t | ΚΕΦΑΛ. ΡΓʹ. | |
31 | Ἀγωνίζου μὴ κατεύξασθαί τινος ἐν τῇ προσευχῇ σου, ἵνα μὴ ἃ οἰκοδομεῖς καταλύσῃς βδελυκτὴν ποιῶν τὴν προσευχήν σου. | |
34t | ΚΕΦΑΛ. ΡΔʹ. | |
35 | Ὁ χρεωφειλέτης τῶν μυρίων ταλάντων παιδευέτω σε, ὡς, εἰ μὴ ἀφήσῃς τῷ ὀφειλέτῃ, οὐδὲ αὐτὸς τεύξῃ τῆς ἀφέσεως· παρέδωκε γὰρ, φησὶν, αὐτὸν τοῖς βα‐ σανισταῖς. | |
39t | ΚΕΦΑΛ. ΡΕʹ. | |
40 | Παραπέμπου τὰς ἀνάγκας τοῦ σώματος, ἐν τῇ παραστάσει τῆς προσευχῆς, ἵνα μὴ νυττόμενος ὑπὸ ψύλλης, ἢ φθειρὸς, ἢ κώνωπος, ἢ μυίας, ζημιωθῇς τὸ μέγιστον κέρδος τῆς προσευχῆς σου. | |
44t | ΚΕΦΑΛ. Ρϛʹ. | |
45 | Ἦλθεν εἰς ἡμᾶς, ὥς τινι τῶν ἁγίων προσευχομέ‐ νῳ, τοσοῦτον ἀνθίστατο ὁ πονηρὸς, ὡς ἅμα τῷ ἐκτεῖ‐ ναι τὰς χεῖρας, ἐκεῖνον εἰς λέοντα μετασχηματίζε‐ σθαι, καὶ ἀνεγείρειν εἰς ὀρθὸν τοὺς ἐμπροσθίους πό‐ δας, καὶ τοὺς οἰκείους ὄνυχας ἑκατέρωθεν ταῖς δυσὶ | |
79.1189(50) | ψύαις ἐμπείρειν τοῦ ἀγωνιστοῦ, καὶ μὴ ἀφίστασθαι πρὶν τὰς χεῖρας κατάξει. Τὸν δὲ μηδὲ πώποτε ὑποχαλάσαι ταύτας ἄχρις οὗ τὰς συνήθεις εὐχὰς | |
ἐπλήρωσε. | 1189 | |
79.1192(1t) | ΚΕΦΑΛ. ΡΖʹ. | |
2 | Τοιοῦτον ἔγνωμεν γεγονέναι, καὶ τὸν ἐν λάκκῳ ἡσυχάσαντα Ἰωάννην τὸν Μικρὸν, ἤτοι ὑπερμεγέθη μοναχὸν, ὃς ἀκίνητος ἔμεινεν ἐκ τῆς τοῦ Θεοῦ συν‐ | |
5 | ουσίας, τοῦ δαίμονος ἐν εἴδει δράκοντος περιειλιχθέν‐ τος, καὶ μασσομένου αὐτοῦ τὰς σάρκας, καὶ τῷ προσώπῳ αὐτοῦ ἐπερευγομένου. | |
8t | ΚΕΦΑΛ. ΡΗʹ. | |
9 | Ἀνέγνως πάντως καὶ τοὺς βίους τῶν Ταβεννησιω‐ | |
10 | τῶν μοναχῶν, καθά φησιν, ὅτι Λαλοῦντος τοῦ ἀββᾶ λόγον τοῖς ἀδελφοῖς, ἦλθον δύο ἔχιδναι ὑπὸ τοὺς πό‐ δας αὐτοῦ· ὁ δὲ ἀταράχως ποιήσας αὐτὰς ὡσεὶ καμάραν, ὑπέλαβεν αὐτὰς ἔνδοθεν, ἕως ἐπαύσατο λαλῶν τὸν λόγον, καὶ τότε αὐτὰς ὑπεδείκνυ τοῖς | |
15 | ἀδελφοῖς, ἐξηγούμενος τὸ πρᾶγμα. | |
16t | ΚΕΦΑΛ. ΡΘʹ. | |
17 | Περὶ ἑτέρου πάλιν ἀνέγνωμεν πνευματικοῦ, ὅτι προσευχομένου αὐτοῦ, ἔχιδνα ἐλθοῦσα, καθήψατο τοῦ ποδὸς αὐτοῦ· ὁ δὲ οὐ πρότερον καθῆκε τὰς χεῖρας, | |
20 | ἄχρις οὗ τὴν συνήθη ἐξετέλεσεν εὐχὴν, καὶ οὐδὲν ἐβλάβη ὁ ἀγαπήσας τὸν Θεὸν ὑπὲρ ἑαυτόν. | |
22t | ΚΕΦΑΛ. ΡΙʹ. | |
23 | Ἀμετεώριστον ὄμμα ἔχε ἐν τῇ προσευχῇ σου καὶ ἀρνησάμενός σου τὴν σάρκα, καὶ τὴν ψυχὴν, κατὰ | |
25 | νοῦν ζῆθι. | |
26t | ΚΕΦΑΛ. ΡΙΑʹ. | |
27 | Ἑτέρῳ τινὶ εὐτόνως εὐχομένῳ ἁγίῳ ἐν ἐρήμῳ ἡσυχάζοντι, δαίμονες ἐπιστάντες ἐπὶ δύο ἑβδομάδας, τοῦτον ἐσφαίριζον, καὶ ἐτίνασσον εἰς τὸν ἀέρα, | |
30 | δεχόμενοι αὐτὸν ἐν τῷ ψιαθίῳ, καὶ οὐδόλως ἴσχυ‐ σαν κατάγειν τὸν νοῦν αὐτοῦ ἐκ τῆς ἐμπύρου προσ‐ ευχῆς. | |
33t | ΚΕΦΑΛ. ΡΙΒʹ. | |
34 | Ἄλλῳ πάλιν φιλοθέῳ καὶ προσευχῆς πρόνοιαν | |
35 | ποιουμένῳ, ἐν ἐρήμῳ βαδίζοντι, ἄγγελοι ἐπέστησαν δύο, καὶ ἐμέσαζον αὐτὸν συνοδοιποροῦντες αὐτῷ· ὁ δὲ οὐδόλως τούτοις προσεῖχεν, ἵνα μὴ τὸ κρεῖττον ζη‐ μιωθῇ. Ἐμνημόνευσε γὰρ τοῦ ἀποστολικοῦ ῥητοῦ τοῦ φάσκοντος· «Οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε | |
40 | δυνάμεις δυνήσονται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ.» | |
42t | ΚΕΦΑΛ. ΡΙΓʹ. | |
43 | Ἰσάγγελος γίνεται μοναχὸς διὰ τῆς ἀληθοῦς προσ‐ ευχῆς. | |
45t | ΚΕΦΑΛ. ΡΙΔʹ. | |
46 | Ἐπιποθῶν ἰδεῖν τὸ πρόσωπον τοῦ Πατρὸς τοῦ ἐν οὐρανοῖς, μὴ ζήτει παντελῶς μορφὴν, ἢ σχῆμα δέχεσθαι ἐν τῷ τῆς προσευχῆς καιρῷ· | |
49t | ΚΕΦΑΛ. ΡΙΕʹ. | |
79.1192(50) | Μὴ πόθει ἀγγέλους ἰδεῖν, ἢ δυνάμεις, ἢ Χριστὸν | |
αἰσθητῶς, ἵνα μὴ τέλεον φρενιτικὸς γένῃ, λύκον ἀντὶ | 1191 | |
79.1193 | ποιμένος δεχόμενος καὶ προσκυνῶν τοῖς ἐχθροῖς δαί‐ μοσιν. | |
3t | ΚΕΦΑΛ. ΡΙϛʹ. | |
4 | Ἀρχὴ πλάνης, νοῦ κενοδοξία, ἐξ ἧς κινούμενος ὁ | |
5 | νοῦς, ἐν σχήματι καὶ μορφαῖς περιγράφειν πειρᾶται τὸ Θεῖον. | |
7t | ΚΕΦΑΛ. ΡΙΖʹ. | |
8 | Ἐγὼ τὸ ἐμὸν, τοῦτο ἐρῶ ὃ καὶ νεωτέροις εἴρηκα· Μακάριος ὁ νοῦς, ὃς κατὰ τὸν καιρὸν τῆς προσευχῆς | |
10 | τελείαν ἀμορφίαν ἐκτήσατο. | |
11t | ΚΕΦΑΛ. ΡΙΗʹ. | |
12 | Μακάριός ἐστιν ὁ νοῦς, ὃς ἀπερισπάστως εὐχό‐ μενος, πλείονα πόθον ἀεὶ πρὸς Θεὸν προσλαμβά‐ νει. | |
15t | ΚΕΦΑΛ. ΡΙΘʹ. | |
16 | Μακάριός ἐστιν ὁ νοῦς, ὁ κατὰ τὸν καιρὸν τῆς προσευχῆς ἄϋλος καὶ ἀκτήμων γίνεται. | |
18t | ΚΕΦΑΛ. ΡΚʹ. | |
19 | Μακάριός ἐστιν ὁ νοῦς, ὁ κατὰ τὸν καιρὸν τῆς | |
20 | προσευχῆς τελείαν ἀναισθησίαν κτησάμενος. | |
21t | ΚΕΦΑΛ. ΡΚΑʹ. | |
22 | Μακάριός ἐστι μοναχὸς, ὁ πάντων περίψημα ἑαυ‐ τὸν λογιζόμενος. | |
24t | ΚΕΦΑΛ. ΡΚΒʹ. | |
25 | Μακάριός ἐστι μοναχὸς, ὁ πάντων τὴν σωτηρίαν, καὶ προκοπὴν, ὡς οἰκείαν κατὰ πάσης χαρᾶς ὁρῶν. | |
27t | ΚΕΦΑΛ. ΡΚΓʹ. | |
28 | Μακάριός ἐστι μοναχὸς, ὁ πάντας ἀνθρώπους ὡς Θεὸν μετὰ Θεὸν λογιζόμενος. | |
30t | ΚΕΦΑΛ. ΡΚΔʹ. | |
31 | Μοναχός ἐστιν, ὁ πάντων χωρισθεὶς, καὶ πᾶσι συνηρμοσμένος. | |
33t | ΚΕΦΑΛ. ΡΚΕʹ. | |
34 | Μοναχός ἐστιν, ὁ ἑαυτὸν μετὰ πάντων ἡγούμενος | |
35 | διὰ τὸ ἐν ἑκάστῳ ἑαυτὸν ἀπαραλείπτως δοκεῖν ὁρᾷν. | |
37t | ΚΕΦΑΛ. ΡΚϛʹ. | |
38 | Οὗτος προσευχὴν ἐπιτελεῖ, ὁ ἀεὶ τὴν πρωτόνοιαν ἐαυτοῦ πᾶσαν καρποφορῶν τῷ Θεῷ. | |
40t | ΚΕΦΑΛ. ΡΚΖʹ. | |
41 | Πᾶν ψεῦδος, καὶ πάντα ὅρκον περιίστασο ὡς μο‐ ναχὸς, καὶ προσεύξασθαι ποθῶν, εἰ δὲ μήγε, εἰς μά‐ την σχηματίζεις τὸ ἀνοίκειον. | |
44t | ΚΕΦΑΛ. ΡΚΗʹ. | |
45 | Εἰ πνεύματι προσεύχεσθαι βούλει, μηδὲν ἀνιμήσῃ ἀπὸ σαρκὸς καὶ οὐχ ἕξεις νέφος ἀντικοτοῦν σοι ἐν τῷ καιρῷ τῆς προσευχῆς. | |
48t | ΚΕΦΑΛ. ΡΚΘʹ. | |
49 | Ἐμπίστευσον τῷ Θεῷ τὴν χρείαν τοῦ σώματος, | |
79.1193(50) | καὶ δῆλος ἔσῃ καὶ τὴν τοῦ πνεύματος πιστεύων | |
αὐτῷ. | 1193 | |
79.1196(1t) | ΚΕΦΑΛ. ΡΛʹ. | |
2 | Ἐὰν ἐπιτεύξῃ τῶν ἐπαγγελιῶν, βασιλεύσεις, οὐκοῦν πρὸς ταῦτα ἀποβλέπων, ἡδέως οἴσεις τὴν παροῦσαν πενίαν. | |
5t | ΚΕΦΑΛ. ΡΛΑʹ. | |
6 | Μὴ παραιτοῦ πενίαν καὶ θλῖψιν, τὰς ὕλας τῆς ἀβαροῦς προσευχῆς. | |
8t | ΚΕΦΑΛ. ΡΛΒʹ. | |
9 | Ὁμηρευέτωσάν σοι αἱ σωματικαὶ ἀρεταὶ πρὸς | |
10 | τὰς ψυχικὰς, καὶ αἱ ψυχικαὶ πρὸς τὰς πνευματικάς. Καὶ αὗται πρὸς τὴν ἄϋλον γνῶσιν. | |
12t | ΚΕΦΑΛ. ΡΛΓʹ. | |
13 | Σκόπει κατευχόμενος λογισμῶν, εἰ ῥᾳδίως λωφή‐ σειεν, ὅθεν τοῦτο γέγονε, μὴ ἔγκρυμμα πάθῃς καὶ | |
15 | πλανηθεὶς ἀποδῷς σεαυτόν. | |
16t | ΚΕΦΑΛ. ΡΛΔʹ. | |
17 | Ἔστιν ὅτε οἱ δαίμονες ὑποβάλλουσί σοι λογι‐ σμοὺς, καὶ πάλιν ἐρεθίζουσί σε δῆθεν προσεύξασθαι κατ’ αὐτῶν, ἢ ἀντιλέξαι αὐτοῖς καὶ ἑκουσίως ὑπο‐ | |
20 | χωροῦσιν, ἵνα ἀπατηθεὶς, οἰηθῇς περὶ σεαυτοῦ, ὅτι ἤρξω νικᾷν τοὺς λογισμοὺς, καὶ φοβεῖν τοὺς δαίμονας. | |
23t | ΚΕΦΑΛ. ΡΛΕʹ. | |
24 | Προσευχὴ κατὰ πάθους, ἢ δαίμονος παρενοχλοῦν‐ | |
25 | τός σοι, μέμνησο τοῦ λέγοντος· «Καταδιώξω τοὺς ἐχθρούς μου καὶ καταλήψομαι αὐτοὺς, καὶ οὐκ ἀπο‐ στραφήσομαι ἕως ἂν ἐκλείπωσιν, ἐκθλίψω αὐτοῦς, καὶ οὐ μὴ δύνωνται στῆναι, πεσοῦνται ὑπὸ τοὺς πό‐ δας μου,» καὶ τὰ ἑξῆς. Ταῦτα δὲ εὐκαίρως λέξεις | |
30 | ταπεινοφροσύνῃ ἑαυτὸν ὁπλίζων κατὰ τῶν ἀντι‐ πάλων. | |
32t | ΚΕΦΑΛ. ΡΛϛʹ. | |
33 | Μὴ νόμιζε κεκτῆσθαι ἀρετὴν, μὴ πρότερον ἕως αἵματος ὑπὲρ αὐτῆς παραταξάμενος, δεῖ γὰρ μέχρι | |
35 | θανάτου ἀντικαθίσασθαι πρὸς τὴν ἁμαρτίαν, ἀγω‐ νιστικῶς, καὶ ἀνεγκλήτως κατὰ τὸν θεῖον Ἀπό‐ στολον. | |
38t | ΚΕΦΑΛ. ΡΛΖʹ. | |
39 | Ἐὰν ὠφελήσῃς τινὰ, βλαβήσῃ ὑφ’ ἑτέρου, ἵνα | |
40 | ἀδικούμενος εἴκῃς, ἢ δράσῃς τι ἄτοπον, καὶ σκορ‐ πίσῃς κακῶς, ἃ καλῶς συνήγαγες. Σκοπὸς γὰρ τοῦτο τῶν πονηρῶν δαιμόνων· διὸ προσεκτέον νου‐ νεχῶς. | |
44t | ΚΕΦΑΛ. ΡΛΗʹ. | |
45 | Ὁρμὰς δαιμόνων ἐπαχθείσας ἐκδέχου φροντίζων πῶς ἀποστῇς τῆς δουλείας αὐτῶν. | |
47t | ΚΕΦΑΛ. ΡΛΘʹ. | |
48 | Νύκτωρ μὲν ταράττειν δι’ ἑαυτῶν ἐξαιτοῦνται τὸν πνευματικὸν διδάσκαλον οἱ δαίμονες. Καὶ μεθ’ | |
79.1196(50) | ἡμέραν δι’ ἀνθρώπων περιστάσεσι, καὶ συκοφαν‐ | |
τίαις, καὶ κινδύνοις τοῦτον περιβάλλουσι. | 1195 | |
79.1197(1t) | ΚΕΦΑΛ. ΡΜʹ. | |
2 | Μὴ παραιτοῦ τοὺς κναφεῖς· εἰ γὰρ καὶ τύπτουσι πατοῦντες, καὶ τείνοντες ξαίνουσι, ἀλλά γε διὰ τού‐ των λαμπρὰ ἡ αἴσθησίς σου γίνεται. | |
5t | ΚΕΦΑΛ. ΡΜΑʹ. | |
6 | Ἐφ’ ὅσον οὐκ ἀπετάξω τοῖς πάθεσιν, ἀλλ’ ὁ νοῦς σου ἐναντιοῦται τῇ ἀρετῇ, καὶ τῇ ἀληθείᾳ, οὐχ εὑ‐ ρήσεις εὐῶδες θυμίαμα ἐν τῷ κόλπῳ σου. | |
9t | ΚΕΦΑΛ. ΡΜΒʹ. | |
10 | Προσεύξασθαι ποθεῖς; μεταστὰς τῶν ἐνθένδε, τὸ πολίτευμα, ἔχε ἐν οὐρανοῖς διὰ παντὸς, οὐ λόγῳ ἁπλῶς ψιλῷ, ἀλλὰ πράξει ἀγγελικῇ καὶ γνώσει θειοτέρᾳ. | |
14t | ΚΕΦΑΛ. ΡΜΓʹ. | |
15 | Εἰ μόνον δυσπραγῶν μνημονεύεις τοῦ Κριτοῦ, ὡς φοβερὸς, καὶ ἀδέκαστος ὑπάρχει, οὐδέπω μεμά‐ θηκας δουλεύειν Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθαι αὐτῷ ἐν τρόμῳ. Ἴσθι γὰρ, ὅτι κἀν ταῖς πνευματι‐ καῖς ἀνέσεσι, καὶ εὐωχίαις μᾶλλον μετ’ εὐλαβείας | |
20 | καὶ αἰδοῦς δεῖ λατρεύειν αὐτῷ. | |
21t | ΚΕΦΑΛ. ΡΜΔʹ. | |
22 | Ἐπιγνώμων ἀνὴρ, ὁ μὴ πρὸ τῆς τελείας μετα‐ νοίας ἀνασχόμενος τῆς ἐλλύπου μνείας τῶν οἰκείων ἁμαρτημάτων, καὶ τῆς ἐν πυρὶ αἰωνίῳ δίκης, τῆς | |
25 | τούτων εἰσπράξεως. | |
26t | ΚΕΦΑΛ. ΡΜΕʹ. | |
27 | Ὁ ἐν ἁμαρτίαις ἐνεχόμενος, καὶ παροργισμοῖς, καὶ τολμῶν ἀναιδῶς ἐκτείνεσθαι πρὸς γνῶσιν θειοτέ‐ ρων πραγμάτων, ἢ καὶ ἀΰλου κατεπεμβαίνων προσ‐ | |
30 | ευχῆς, οὗτος δεχέσθω τὸ ἀποστολικὸν ἐπιτίμιον, ὡς οὐκ ἔστιν ἀκίνδυνον αὐτῷ, τὸ γυμνῇ, καὶ ἀκαλύπτῳ κεφαλῇ προσεύχεσθαι. «Ὀφείλει γὰρ, φησὶν, ἡ τοιαύτη κατὰ κεφαλῆς ἐξουσίαν ἔχειν, διὰ τοὺς ἐφεστῶτας ἀγγέλους,» αἰδὼ, καὶ ταπεινοφροσύνην | |
35 | προσήκουσαν περιβαλλομένη. | |
36t | ΚΕΦΑΛ. ΡΜϛ. | |
37 | Ὥσπερ ὀφθαλμιῶντα οὐκ ὀνήσει ἡ ἐν σταθηρᾷ μεσημβρίᾳ, καὶ σφοδροτάτῃ φρυκτωρίᾳ ἀκατάλη‐ πτος, καὶ ἐπιτεταμένη τοῦ ἡλίου θέα, οὕτως οὐδὲ | |
40 | τὸν ἐμπαθῆ, καὶ ἀκάθαρτον νοῦν, ἡ τῆς ἐν πνεύ‐ ματι, καὶ ἀληθείᾳ φοβερᾶς, καὶ ὑπερφυοῦς προσ‐ ευχῆς ἀνατύπωσις παντελῶς ὀνήσειεν, ἀλλὰ καὶ τοὐναντίον πρὸς ἀγανάκτησιν καθ’ ἑαυτοῦ ἐγείρει τὸ Θεῖον. | |
44t | ΚΕΦΑΛ. ΡΜΖʹ. | |
45 | Εἰ τὸν μετὰ δώρου προσελθόντα ἐπὶ τὸ θυσιαστή‐ ριον οὐκ ἐδέξατο, ὁ ἀνενδεὴς, καὶ ἀδέκαστος ἕως τοῦ διαλλαγῆναι τῷ πλησίον λυπουμένῳ πρὸς αὐτὸν, σκόπει πόσης φυλακῆς καὶ διακρίσεως χρεία, ἵνα εὐπρόσδεκτον δῶμεν τῷ Θεῷ θυμίαμα ἐν τῷ νοητῷ | |
79.1197(50) | θυσιαστηρίῳ. | 1197 |
79.1200(1t) | ΚΕΦΑΛ. ΡΜΗʹ. | |
2 | Μὴ ἔσο λογοχαρὴς, μηδὲ δοξοχαρὴς, εἰ δὲ μήγε, οὐκ ἔτι ἐν τῷ νώτῳ σου, ἀλλ’ ἐν τῷ προσώπῳ σου τεκταίνουσιν οἱ ἁμαρτωλοὶ, καὶ ἔσῃ ἐπίχαρμα αὐ‐ | |
5 | τοῖς κατὰ τὸν καιρὸν τῆς προσευχῆς, ἐξελκόμενος, καὶ δελεαζόμενος ὑπ’ αὐτῶν ἐν λογισμοῖς ἀλλο‐ κότοις. | |
8t | ΚΕΦΑΛ. ΡΜΘʹ. | |
9 | Προσοχὴ προσευχὴν ζητοῦσα, προσευχὴν εὑρήσει· | |
10 | προσευχὴ γὰρ προσοχῇ εἰ καὶ ἄλλο ἔπεται, ἐφ’ ἣν σπουδαστέον. | |
12t | ΚΕΦΑΛ. ΡΝʹ. | |
13 | Ὥσπερ πασῶν τῶν αἰσθήσεων κρείττων ἡ ὅρασις, οὕτω καὶ πασῶν τῶν ἀρετῶν, προσευχὴ θειοτέρα. | |
15t | ΚΕΦΑΛ. ΡΝΑʹ. | |
16 | Προσευχῆς ἔπαινος, οὐχ ἁπλῶς ἡ ποσότης, ἀλλ’ ἡ ποιότης, καὶ τοῦτο δηλοῦσιν οἱ ἀναβάντες εἰς τὸ ἱε‐ ρὸν, καὶ τὸ, «Ὑμεῖς προσευχόμενοι, μὴ βαττολο‐ γήσητε·» καὶ τὰ ἑξῆς. | |
20t | ΚΕΦΑΛ. ΡΝΒʹ. | |
21 | Ἐφ’ ὅσον τῇ ἀναλογίᾳ προσέχεις τοῦ σώματος, καὶ ὁ νοῦς σου τὰ τῆς σκηνῆς περιέπει τερπνὰ, οὐδέπω τῆς προσευχῆς ἑώρακας τόπον· ἀλλὰ μα‐ κρὰν ἀπὸ σοῦ ἡ μακαρία ταύτης ὁδὸς τυγχάνει. | |
25t | ΚΕΦΑΛ. ΡΝΓʹ. | |
26 | Ὅταν παριστάμενος εἰς προσευχὴν ὑπὲρ πᾶσαν ἄλλην χαρὰν γένη, τότε ἀληθῶς εὕρηκας προσ‐ | |
ευχήν. | 1199 |