TLG 4110 023 :: EVAGRIUS :: De octo spiritibus malitiae (sub nomine Nili Ancyrani)

EVAGRIUS Scr. Eccl.
(Ponticus: A.D. 4)

De octo spiritibus malitiae (sub nomine Nili Ancyrani)

Citation: Volume — page — (line)

79

.

1145

(1t)

ΤΟΥ ΑΥΤΟΥ
2tΠΕΡΙ
3tΤΩΝ ΟΚΤΩ ΠΝΕΥΜΑΤΩΝ ΤΗΣ ΠΟΝΗΡΙΑΣ.
6tΚΕΦΑΛ. Λʹ.
7tΠερὶ γαστριμαργίας.
8 Ἀρχὴ καρποφορίας, ἄνθος, καὶ ἀρχὴ πρακτικῆς, ἐγκράτεια· ὁ κρατῶν γαστρὸς, ἐλαττοῖ πάθη, ἡτ‐
10τώμενος δὲ βρώμασιν αὔξει τὰς ἡδονάς. Ἀρχὴ ἐθνῶν Ἀμαλὴκ, καὶ ἀρχὴ παθῶν γαστριμαργία. Ὕλη πυ‐ ρὸς ξύλα, ὕλη δὲ γαστρὸς βρώματα. Ξύλα πολλὰ με‐ γάλην ἐγείρει φλόγα, πλῆθος δὲ βρωμάτων τρέφει ἐπιθυμίαν. Φλὸξ ἀμαυροῦται ἐπιλειπούσης ὕλης,
15καὶ βρωμάτων ἔνδεια μαραίνει ἐπιθυμίαν. Ὁ κρα‐ τήσας σιαγόνος, ἀνεῖλεν ἀλλοφύλους, καὶ δεσμὰ χει‐ ρῶν αὐτοῦ διέσπασεν εὐχερῶς. Ἀναίρεσις σιαγόνος πηγὴν ἐγέννησεν ὕδατος, καὶ γαστριμαργία καταρ‐ γηθεῖσα, θεωρίαν ἔτεκε πρακτικήν. Πάσσαλος σκη‐
20νῆς παρελθὼν, σιαγόνα ἀνεῖλε πολέμιον, καὶ λόγος ἐγκρατείας ἐνέκρωσε πάθος. Ἐπιθυμία βρώσεως ἔτεκε παρακοὴν, καὶ γεῦσις ἡδεῖα ἐξέβαλε παρα‐ δείσου. Πολυτέλεια βρωμάτων τέρπει λαιμὸν, τρέφει δὲ σκώληκα ἀκολασίας ἀκοίμητον. Ἐνδεὴς γαστὴρ
25ἐν προσευχῇ ἀγρυπνεῖν παρασκευάζει, ἡ δὲ πεπλη‐ ρωμένη ὕπνον ἐπάγει πολύν. Νηφάλιον φρόνημα ἐν ξηροτάτῃ διαίτῃ, ὑγρὸς δὲ βίος βαπτίζει νοῦν εἰς βυθόν. Νηστεύοντος προσευχὴ, νεοσσὸς ἀετοῦ ἀν‐ ιπτάμενος, ἡ δὲ τοῦ κραιπαλοῦντος βαρυνομένη τῷ
30κόρῳ, καθέλκεται· νηστεύοντος νοῦς, ἀστὴρ ἐν αἰ‐ θρίᾳ λαμπρὸς, ὁ δὲ τοῦ κραιπαλοῦντος ἐν σκοτο‐ μήνῃ καλύπτεται· ὀμίχλη καλύπτει ἡλιακὰς ἀκτῖ‐ νας, καὶ νοῦν σκοτίζει παχεῖα βρωμάτων ἀνάδοσις.
37tΚΕΦΑΛ. Βʹ.
38 Ἔσοπτρον ῥυπωθὲν οὐ διαρθροῖ τὴν προσπεσοῦ‐ σαν μορφὴν, καὶ διανοητικὸν ἀμβλυνθὲν κόρῳ, οὐ δέ‐
40χεται γνῶσιν Θεοῦ. Χερσωθεῖσα γῆ ἀκάνθας τίκτει, καὶ νοῦς γαστριμάργου βλαστάνει λογισμοὺς αἰσ‐ χρούς. Οὐκ ἔστιν ἐν βορβόρῳ εὑρεῖν ἀρώματα, οὐδὲ ἐν γαστριμάργῳ θεωρίας εὐωδίαν. Ὀφθαλμὸς γαστρι‐ μάργου περιεργάζεται συμπόσια· ὀφθαλμὸς δὲ ἐγ‐
45κρατοῦς συνέδρια σοφῶν. Μνήμας μαρτύρων ἀριθ‐ μεῖ ψυχὴ γαστριμάργου, ἡ δὲ τοῦ ἐγκρατοῦς μι‐ μεῖται βίους αὐτῶν. Δειλὸς στρατιώτης φρίσσει σάλ‐ πιγγα σημαίνουσαν πόλεμον, καὶ γαστρίμαργος κη‐ ρυσσομένην ἐγκράτειαν. Γαστρίμαργος μοναχὸς,

79

.

1145

(50)

κοιλίας ὑπόφορος, καὶ μαστιζόμενος ἀπαιτεῖται δα‐1145

79

.

1148

σμὸν ἡμερούσιον. Ὁδοιπόρος ὀξὺς ταχέως καταλή‐ ψεται πόλιν, καὶ μοναχὸς ἐγκρατὴς εἰρηνικὴν κατά‐ στασιν· ὁδοιπόρος βραδὺς ἐν ἐρημίᾳ αὐλισθήσεται ὕπαιθρος, καὶ μοναχὸς γαστρίμαργος οὐ φθάσει εἰς
5οἶκον ἀπαθείας. Ἀτμὶς θυμιάματος εὐωδιάζει ἀέρα, καὶ προσευχὴ ἐγκρατοῦς ὄσφρησιν Θεοῦ. Ἐὰν δῷς σεαυτὸν ἐπιθυμίᾳ βρωμάτων, οὐδὲν ἀρκέσει πρὸς τὸ πληρῶσαι τὴν ἡδονήν· πῦρ γάρ ἐστιν ἐπιθυμία βρω‐ μάτων, ἀεὶ δεχομένη, καὶ ἀεὶ φλεγομένη. Μέτρον
10αὔταρκες ἐπλήρωσεν ἀγγεῖον, γαστὴρ δὲ ῥηγνυμένη, οὐ λέγει, Ἀρκεῖ. Χειρῶν ἔκτασις ἐτροπώσατο τὸν Ἀμαλὴκ, καὶ πράξεις ἐπηρμέναι χειροῦνται πάθη σαρκός.
15tΚΕΦΑΛ. Γʹ.
16 Ἐξολόθρευσον ἐκ σοῦ πᾶν ἔμπνεον κακίας, καὶ μέλη σαρκός σου νέκρωσον ἰσχυρῶς. Ὃν τρόπον γὰρ ἀνῃρημένος πολέμιος, οὐ παρέξει σοι φόβον, οὕτω νεκρωθὲν σῶμα οὐ ταράξει σου τὴν ψυχήν. Οὐκ οἶδε
20πυρὸς ὀδύνην σῶμα νεκρὸν, οὐδὲ ἐγκρατὴς ἡδονὴν ἐπιθυμίας νεκρᾶς. Ἐὰν πατάξῃς Αἰγύπτιον, ἐν ἄμμῳ κρύψον αὐτὸν, καὶ μὴ πιάνῃς σῶμα ἐπὶ ἡττωμένῳ πάθει· ὡς γὰρ ἐν λιπώσῃ γῇ φύει τὸ κρυφθὲν, οὕ‐ τως ἐν σώματι πιμελώδει ἀναθάλλει τὸ πάθος. Μα‐
25ρανθεῖσα φλὸξ ἀναλάμπει ἐπιλαβομένη φρυγάνων, καὶ ἡδονὴ σβεσθεῖσα ἀναζωπυροῦται ἐν κόρῳ βρω‐ μάτων. Μὴ ἐλεήσῃς σῶμα ἀτονίαν ἀποδυρόμενον, μηδὲ πιάνῃς αὐτὸ πολυτελείᾳ βρωμάτων· ἐὰν γὰρ ἰσχύσῃ, ἐπαναστήσεταί σοι, καὶ πόλεμον ἄσπονδον
30κινήσει κατὰ σοῦ, ἕως ἂν αἰχμαλωτεύσῃ σὴν ψυχὴν, καὶ δοῦλον παραδώσει σε τῷ τῆς πορνείας πάθει. Ἵπ‐ πος εὐήνιος, ἐνδεὲς σῶμα, καὶ οὐ μὴ καταβαλεῖ τὸν ἀναβάτην ποτὲ, ὁ μὲν γὰρ εἴκει ἀγχόμενος χαλινῷ, καὶ τῇ χειρὶ πείθεται τοῦ ἡνιόχου, σῶμα δὲ δαμάζε‐
35ται ἐν λιμῷ, καὶ ἀγρυπνίᾳ, καὶ οὐκ ἀποσκιρτᾷ τοῦ ἐπιβατοῦντος λογισμοῦ, οὐδὲ χρεμετίσει κινούμενον ὑπὸ ὁρμῆς ἐμπαθοῦς.
38tΚΕΦΑΛ. Δʹ.
39tΠερὶ πορνείας.
40 Σωφροσύνην τίκτει ἐγκράτεια, γαστριμαργία δὲ, μήτηρ ἀκολασίας· ἔλαιον τρέφει λαμπάδα λύχνου, καὶ πυρσὸν ἡδονῆς ἐξάπτει συντυχία γυναικῶν. Κυ‐ μάτων βία χειμάζει πλοῖον ἀνερμάτιστον, καὶ λογι‐ σμὸς πορνείας, νοῦν ἀκρατῆ. Πορνεία συμπαραλή‐
45ψεται κόρον εἰς συμμαχίαν, ἀφήσει γὰρ αὐτὸν, καὶ μετὰ τῶν ἐναντίων στήσεται, καὶ ἐπ’ ἐσχάτων συμ‐ πολεμήσει τοῖς ἐχθροῖς. Ἄτρωτος διαμένει ἀπὸ τῶν βελῶν τοῦ ἐχθροῦ ὁ ἀγαπῶν ἡσυχίαν, συναναμιγνύ‐ μενος δὲ πλήθει συνεχεῖς δέχεται πληγάς. Ὄψις

79

.

1148

(50)

γυναικὸς βέλος ἐστὶ πεφαρμακευμένον, ἔτρωσε τὴν ψυχὴν, καὶ τὸν ἰὸν ἐναπέθετο, καὶ ὅσον χρονίζει,
πλείονα τὴν σῆψιν ἐργάζεται. Ὁ φυλασσόμενος1147

79

.

1149

ταῦτα τὰ βέλη, οὐ παραβάλλει πανηγύρεσι πανδή‐ μοις, οὐδὲ ἐν ταῖς ἑορταῖς περιάξει κεχηνώς· βέλτιον γὰρ οἴκοι μένοντα σχολάζειν προσευχαῖς, ἢ τιμᾷν νο‐ μίζοντα τὰς ἑορτὰς, γίνεσθαι πάρεργον ἐχθρῶν.
5Φεῦγε συντυχίαν γυναικῶν, ἐὰν θέλῃς σωφρονεῖν, καὶ μὴ δῷς παῤῥησίαν αὐταῖς θαῤῥῆσαί σοί ποτε. Εὐλάβειαν γὰρ ἐν ἀρχαῖς ἢ ἔχουσιν ἢ ὑποκρίνονται· ὕστερον δὲ πάντα τολμῶσιν ἀναιδῶς· πρώτῃ συντυ‐ χίᾳ τὸ βλέμμα ἔχουσι κάτω, λαλοῦσι πράως, καὶ δα‐
10κρύουσι συμπαθῶς, σχηματίζονται σεμνῶς, καὶ στε‐ νάζουσι πικρὰ, ἐρωτῶσι περὶ ἁγνείας, καὶ ἀκούουσι σπουδαίως· δεύτερον εἶδες, καὶ μικρὸν ἀνένευσαν ἄνω· τρίτον, καὶ προσέχουσιν ἀναιδῶς, ἐμειδιάσας, κἀκεῖναι κεχυμένως ἐγέλασαν· κοσμοῦνται λοιπὸν,
15καὶ ἐνδείκνυνταί σοι σαφῶς, βλέμμα μορφοῦσιν εὐ‐ αγγελιζόμεναι τὸ πάθος, ὀφρῦς ἀνατείνουσι, καὶ περιστρέφουσι βλέφαρα, γυμνοῦσι τὸν τράχηλον, καὶ ὅλῳ τῷ σώματι θρύπτονται, λόγους λαλοῦσι μαλάσ‐ σοντας τὸ πάθος, καὶ φθέγμα ἐπιτηδεύουσι θέλγη‐
20στρον ἀκοῆς, ἕως ἂν διὰ πάντων πολιορκήσωσι τὴν ψυχήν. Ταῦτα γίνεταί σοι ἄγκιστρα δελεάζοντα εἰς θάνατον, καὶ θήρατρα πολύπλοκα ἕλκοντα εἰς ἀπ‐ ώλειαν, μή σε πλανήσωσι λόγοις ἐπιεικῶς κεχρη‐ μέναι· ἐγκέκρυπται γὰρ αὐταῖς ἰὸς πονηρὸς θη‐
25ρίων.
28tΚΕΦΑΛ. Εʹ.
29Μᾶλλον προσέγγισον πυρὶ καιομένῳ, ἢ γυναικὶ
30νέᾳ, νέος ὢν καὶ αὐτός· πυρὶ μὲν γὰρ προσελθὼν, καὶ ὀδυνηθεὶς, ταχέως ἀποπηδήσεις, γυναικείοις δὲ ῥήμασι χαυνωθεὶς, οὐκ εὐχερῶς ἀναχωρήσεις. Θάλλει βοτάνη ἑστῶσα παρ’ ὕδατι, καὶ πάθος ἀκολασίας ἐν συντυχίᾳ γυναικῶν. Ὁ πληρῶν γαστέρα, καὶ ἐπαγ‐
35γελλόμενος σωφρονεῖν, ὅμοιός ἐστι τῷ λέγοντι, χαλι‐ νοῦν πυρὸς ἐνέργειαν ἐν καλάμῃ. Ὃν τρόπον γὰρ πυρὸς ῥοπὴν ἐν καλάμῃ τρέχουσαν ἀδύνατον ἐπι‐ σχεῖν, οὕτως ὁρμὴν ἀκόλαστον φλεγομένην ἐν κόρῳ παῦσαι ἀδύνατον. Στύλος ἐπερείδεται βάσει, καὶ
40πορνείας πάθος ἐπαναπαύεται κόρῳ. Εἰς λιμέ‐ να ἐπείγεται χειμαζομένη ναῦς, καὶ ψυχὴ σώφρο‐ νος ἐπιζητεῖ ἐρημίαν· φεύγει ἡ μὲν κύματα θα‐ λάσσης ἀπειλοῦντα κίνδυνον, ἡ δὲ μορφὰς γυναικῶν ὀδυνούσας ὄλεθρον. Μορφὴ κεκαλλωπισμένη κύμα‐
45τος χεῖρον βυθίζει· τοῦ μὲν γὰρ ἕστι καὶ διανήξα‐ σθαι, πόθῳ ζωῆς, μορφὴ δὲ γυναικὸς ἀπατήσασα, καταφρονεῖν πείθει καὶ αὐτῆς τῆς ζωῆς. Βάτος ἐρη‐ μικὴ διαφεύγει φλόγα πυρὸς ἀβλαβῶς, καὶ σώφρων κεχωρισμένος γυναικῶν οὐκ ἐφλογίσθη ἀκολασίας

79

.

1149

(50)

πάθει· ὥσπερ γὰρ μνήμη πυρὸς οὐ καίει διά‐ νοιαν, οὕτω οὐδὲ πάθος ἰσχύει, μὴ παρούσης ὕλης.
55tΚΕΦΑΛ. ϛʹ.
56 Ἐὰν ἐλεήσῃς πολέμιον, ἕσται σοι ἐχθρὸς, καὶ ἐὰν φείσῃ πάθους, ἐπαναστήσεταί σοι. Ἀκόλαστον ἐρεθί‐
ζει πρὸς ἠδονὴν ὅψις γυναικὸς, τὸν δὲ σώφρονα κανεῖ1149

79

.

1152

πρὸς δοξολογίαν Θεοῦ· ἐὰν ἠρεμήσῃ τὸ πάθος ἐν συντυχίαις γυναικῶν, μὴ πιστεύσῃς αὐτῷ ἀπάθειαν ἐπαγγελλομένῳ. Καὶ γὰρ κύων σαίνει μὲν ἀπολει‐ φθεὶς ὄχλῳ, ἔξω δὲ προελθὼν, τὴν οἰκείαν ἐπιδείκνυ‐
5ται πονηρίαν. Ὅταν γυναικὸς μνήμη γένηται ἀπα‐ θῶς, τότε νόμιζε τῶν ὅρων ἐπιβεβηκέναι τῆς σωφρο‐ σύνης. Ὅτε δέ σε τὸ εἴδωλον αὐτῆς ἐπὶ θεωρίαν δι‐ εγείρει, καὶ τὰ βέλη αὐτῆς τὴν ψυχήν σου περιλαμ‐ βάνουσι, τότε νόμιζε ἔξω εἶναι τῆς ἀρετῆς. Ἀλλὰ
10μηδὲ οὕτως ἐγχρονίσῃς τοῖς τοιούτοις λογισμοῖς, μηδὲ ἐπὶ πολὺ κατὰ διάνοιαν προσομιλήσῃς μορφῇ γυναικὸς, ἔστι γὰρ φιλυπόστροφον τὸ πάθος, καὶ τὸν κίνδυνον ἔχει ἐγγύς. Ὥσπερ γὰρ ἡ σύμμετρος χω‐ νεία καθαίρει τὸν ἄργυρον, ἡ δὲ ἐπὶ πολὺ καὶ ἀπ‐
15όλλυσιν εὐχερῶς, οὕτως ἕξιν σωφρονικὴν διαφθείρει ἐγχρονίζουσα φαντασία γυναικός· μηδὲ ἐπὶ πολὺ προσομιλήσῃς τῷ φανέντι προσώπῳ, ἵνα μὴ ἀνάψῃ ἐν σοὶ ἡδονῆς φλόγα, καὶ ἐμπρήσῃ ἅλωνα σῆς ψυχῆς· ὥσπερ γὰρ σπινθὴρ ἐν ἀχύροις χρονίσας ἐγείρει φλό‐
20γα, οὕτω μνήμη γυναικὸς παραμένουσα ἐξάπτει ἐπιθυμίαν.
23tΚΕΦΑΛ. Ζʹ.
24tΠερὶ φιλαργυρίας.
25 Φιλαργυρία πάντων ἐστὶ ῥίζα τῶν κακῶν, καὶ τρέφει ὡς κλάδους πονηροὺς τὰ λοιπὰ πάθη, καὶ οὐκ ἀφήσει ξηρανθῆναι τὰ ἐξ αὐτῆς ἀνθήσαντα. Ὁ βου‐ λόμενος κόπτειν πάθη, τὴν ῥίζαν ἐκκοπτέτω· μενού‐ σης γὰρ φιλαργυρίας ἐπιτέμνων τοὺς κλάδους οὐδὲν
30ὠφελεῖ, κἂν γὰρ ἐκκοπῶσιν, εὐθὺς ἐπανθήσουσι. Πολυκτήμων μοναχὸς, πεφορτισμένον πλοῖον, καὶ ἐν ζάλῃ κυμάτων εὐχερῶς καταδυόμενον· ὥσπερ γὰρ ὑπέραντλος ναῦς ὑφ’ ἑκάστου κύματος βασανίζεται, οὕτω πολυκτήμων ταῖς φροντίσι ὑποβρύχιος γίνεται.
35Ἀκτήμων μοναχὸς, ὁδοιπόρος εὐσταλὴς, καὶ ἐν παντὶ τόπῳ εὑρίσκων κατάλυμα. Ἀκτήμων μοναχὸς ἀετὸς ὑψιπέτης, τότε καθιπτάμενος ἐπὶ τροφὴν, ὅταν ἡ χρεία βιάσῃ. Παντὸς πειρασμοῦ ὁ τοιοῦτός ἐστιν ὑψηλότερος, καταγελᾷ τῶν παρόντων, καὶ μετέωρος
40ἐξαίρεται, ἀναχωρεῖ τῶν γηΐνων, καὶ συμπεριπολεῖ τοῖς ἄνω· πτερὸν γὰρ ἔχει κοῦφον, φροντίσι μὴ βα‐ ρυνόμενον· θλίψις ἐπῆλθε, καὶ ἀλύπως τὸν τόπον ἀπ‐ έλιπε· θάνατος ἐπέστη, καὶ εὐθύμως ἀπέρχεται· οὐδ‐ ενὶ γὰρ γηΐνῳ δεσμῷ προσέδησε τὴν ψυχήν. Ὁ δὲ
45πολυκτήμων πεπέδηται μερίμναις, καὶ καθάπερ κύων ἁλύσει προσδέδεται, κἂν μεταναστῆναι βιασθῇ, τὰς μνήμας τῶν κτημάτων περιφέρει βαρὺ φορτίον, καὶ ἀχθηδόνα ἀνωφελῆ, κεντεῖται λύπῃ, καὶ πρὸς, τὴν ἔννοιαν ὀδυνᾶται σφοδρῶς, ἀφῆκε τὰ κτήματα,

79

.

1152

(50)

καὶ τῇ λύπῃ μαστίζεται. Κἂν θάνατος ἐπέλθοι, ἐλεεινῶς ἀφίησι τὰ παρόντα, ἀποδίδωσι τὴν ψυχὴν, καὶ τὸν ὀφθαλμὸν οὐκ ἀφίστησι τῶν πραγμάτων· ἄκων ἕλκεται καθάπερ ἀνδράποδον δραπετεῦον, μερί‐ ζεται τοῦ σώματος, καὶ οὐ μερίζεται τῶν πραγμά‐
55των· μᾶλλον τῶν ἑλκόντων αὐτὸν τοῦ πάθους κατ‐
έχοντος.1151

79

.

1153

(1t)

ΚΕΦΑΛ. Ηʹ.
2 Θάλασσα οὐκ ἐμπίπλαται, ποταμῶν δεχομένη πλῆ‐ θος, καὶ ἐπιθυμία φιλαργύρου οὐ πληροῦται χρημά‐ των, ἐδιπλασίασε τὰ χρήματα, καὶ ταῦτα διπλᾶ
5ποιῆσαι ἐπιθυμεῖ, καὶ τοῦ διπλασιάζειν οὐδέποτε παύεται, ἕως ἂν θάνατος τὴν ἀνήνυτον ταύτην παύ‐ σῃ σπουδήν. Συνετὸς μοναχὸς τῇ χρείᾳ προσέξει τοῦ σώματος, καὶ τὴν ἔνδειαν τῆς γαστρὸς ἄρτῳ πληρώ‐ σει, καὶ ὕδατι, οὐ κολακεύσει πλουτοῦντας δι’ ἡδο‐
10νὴν γαστρὸς, οὐδὲ δουλώσει νοῦν ἐλεύθερον δεσπόταις πολλοῖς· ἱκαναὶ γὰρ αἱ χεῖρες ὑπηρετῆσαι τῷ σώμα‐ τι, καὶ τὴν φυσικὴν ἀνάγκην πληρῶσαι διὰ παντός. Ἀκτήμων μοναχὸς, ἀθλητὴς ἀμεσολάβητος, καὶ δρο‐ μεὺς κοῦφος, ταχέως φθάνων ἐπὶ τὸ βραβεῖον τῆς
15ἄνω κλήσεως. Πολυκτήμων μοναχὸς χαίρει προσ‐ όδοις πολλαῖς, ὁ δὲ ἀκτήμων στεφάνοις κατορθωμά‐ των. Φιλάργυρος μοναχὸς ἐργάζεται σφοδρῶς, ὁ δὲ ἀκτήμων προσευχαῖς σχολάζει, καὶ ἀναγνώσμασι. Φιλάργυρος μοναχὸς πληροῖ ταμεῖα χρυσοῦ, ὁ δὲ
20ἀκτήμων θησαυρίζει ἐν οὐρανῷ. «Ἐπικατάρατος ὁ ποιῶν εἴδωλον, καὶ τιθεὶς ἐν ἀποκρύφῳ,» ὡσαύτως καὶ ὁ ἔχων φιλαργυρίας πάθος· ὁ μὲν γὰρ προσκυ‐ νεῖ κίβδηλον ἀνωφελὲς, ὁ δὲ ἀγαλματοφορεῖ φαντα‐ σίαν πλούτου.
25tΚΕΦΑΛ. Θʹ.
26tΠερὶ ὀργῆς.
27 Ὀργὴ πάθος ἐστὶ μανιῶδες, καὶ τοὺς ἔχοντας γνῶσιν ἐξίστησιν εὐχερῶς, θηριοῖ τὴν ψυχὴν, καὶ πᾶσαν συντυχίαν ἐκκλίνειν ποιεῖ. Ἄνεμος σφοδρὸς
30οὐ κινήσει πύργον, καὶ ψυχὴν ἀόργητον οὐ συναρπά‐ ζει θυμός. Ὕδωρ κινεῖται ὑπὸ βίας ἀνέμων, καὶ θυμώδης ταράσσεται ὑπὸ λογισμῶν ἀσυνέτων. Μονα‐ χὸς ὀργίλος εἶδέ τινα, καὶ τοὺς ὀδόντας παρέθηξεν. Ὀμίχλης ἀνάδοσις παχύνει ἀέρα, καὶ θυμοῦ κίνησις
35διάνοιαν ὀργίλου. Ἐσκότισεν ἥλιον ὑποδραμὼν νέφος, καὶ νοῦν λογισμὸς μνησικακίας. Λέων ἐν ζωγρείῳ ὢν κινεῖ τοὺς στρόφιγγας συνεχῶς, καὶ θυμώδης ἐν κέλλῃ λογισμοὺς ὀργῆς. Τερπνὴ θεωρία, γαληνῶσα θάλασσα, ἀλλ’ οὐκ ἔστι τερπνοτέρα εἰρηνικῆς κατα‐
40στάσεως· γαληνώσῃ γὰρ θαλάσσῃ ἐγκολυμβῶσι δελ‐ φῖνες, εἰρηνικῇ δὲ καταστάσει ἐννήχεται νοήματα θεοπρεπῆ. Μακρόθυμος μοναχὸς, ἡσυχάζουσα πηγὴ, καὶ πᾶσι παρέχουσα προσηνὲς ποτὸν, διάνοια δὲ ὀργί‐ λου διὰ παντὸς τετάρακται καὶ οὐκ ἐπιδώσει τῷ δι‐
45ψῶντι ὕδωρ, κἂν ἐπιδώσῃ, τεθολωμένον, καὶ ἄχρη‐ στον, καὶ ὀφθαλμοὶ θυμώδους, τεταραγμένοι, καὶ ὕφαιμοι καὶ τῆς ταρασσομένης καρδίας ἄγγελοι. Πρόσωπον δὲ μακροθύμου ὀρθὰ κατεσταλμένον, καὶ ὀφθαλμοὶ προσηνεῖς κάτω βλέποντες.
51tΚΕΦΑΛ. Ιʹ.
52Πραΰτης ἀνδρὸς μνημονεύεται παρὰ Θεῷ, καὶ
ἀόργητος ψυχὴ ναὸς γίνεται τοῦ ἁγίου Πνεύματος.1153

79

.

1156

Κλίνει κεφαλὴν Χριστὸς ἐν μακροθύμῳ πνεύματι, καὶ μονὴ γίνεται τῆς ἀγίας Τριάδος εἰρηνευομένη διάνοια. Ἀλώπεκες κατοικοῦσιν ἐν μνησικάκῳ ψυχῇ, καὶ θηρία ἐμφωλεύουσιν ἐν τεταραγμένῃ καρδίᾳ.
5Φεύγει ἀνὴρ σεμνὸς αἰσχρὸν καταγώγιον, καὶ Θεὸς μνησίκακον καρδίαν. Ὕδωρ ἐτάραξεν ἐμπεσὼν λί‐ θος, καὶ καρδίαν ἀνδρὸς λόγος κακός. Ἀπόστησον λογισμοὺς ὀργῆς ἀπὸ σῆς ψυχῆς, καὶ θυμὸς μὴ αὐ‐ λιζέσθω ἐν σῇ καρδίᾳ, καὶ οὐ μὴ ταραχθῇς ἐν καιρῷ
10προσευχῆς· ὃν τρόπον γὰρ ἀχύρων καπνὸς ταράσσει ὀφθαλμοὺς, οὕτω μνησικακία νοῦν, ἐν καιρῷ προσ‐ ευχῆς. Λογισμοὶ θυμώδους ἐχίδνης γεννήματα, καὶ κατεσθίουσι τὴν τεκοῦσαν καρδίαν. Θυμώδους προσ‐ ευχὴ ἐβδελυγμένον θυμίαμα· καὶ ψαλμῳδία ὀργίλου
15ἦχος ἀηδής. Δῶρον μνησικάκου μυρμηκιῶσα θυσία, καὶ οὐ μὴ προσεγγίσῃ περιῤῥαντηρίους βωμούς. Ἐν‐ ύπνια τεταραγμένα ὁρᾷ θυμώδης, καὶ θηρίων ἐπι‐ δρομὰς φαντάζεται ὀργίλος. Μακρόθυμος ἀνὴρ ὀπτα‐ σίας ὁρᾷ, συντυχίας ἁγίων ἀγγέλων, καὶ ἀμνησί‐
20κακος γυμνάζει λόγους πνευματικοὺς, καὶ ἐν νυκτὶ δέχεται μυστηρίων λύσεις.
22tΚΕΦΑΛ. ΙΑʹ.
23tΠερὶ λύπης.
24Οὐκ οἶδε πνευματικὴν ἡδονὴν λυπούμενος μονα‐
25χός· λύπη δέ ἐστι κατήφεια ψυχῆς, καὶ συνίσταται ἀπὸ λογισμῶν ὀργῆς. Ἀμύνης γὰρ ὄρεξίς ἐστιν ὁ θυμὸς, ἀποτυχία δὲ ἀμύνης ἐγέννησε λύπην· λύπη στόμα ἐστὶ λέοντος, καὶ τὸν λυπούμενον καταπίνει εὐχερῶς. Σκώληξ ἐστὶ καρδίας λύπη, καὶ κατεσθίει
30τὴν τεκοῦσαν μητέρα. Ὀδυνᾶται μήτηρ τίκτουσα παιδίον, ἐὰν τέκῃ, τῆς ὀδύνης ἀπήλλακται, λύπη δὲ γεννωμένη, πολὺν κινεῖ τὸν πόνον, καὶ μετὰ τὰς ὠδί‐ νας παραμένουσα, οὐ μικρῶς ὀδυνᾶται. Οὐκ οἶδε χαρὰν πνευματικὴν λυπούμενος μοναχὸς, ὡς οὐδὲ
35μέλιτος γεῦσιν ὁ πυρέσσων σφοδρῶς. Λυπούμενος μοναχὸς οὐ κινήσει τὸν νοῦν εἰς θεωρίαν, οὐδὲ προσ‐ ευχὴν καθαρὰν ἀναπέμπει· παντὸς γὰρ καλοῦ ἐμ‐ πόδιόν ἐστι λύπη. Δεσμὸς ποδῶν ἐμπόδιόν ἐστι δρό‐ μου, καὶ λύπη ἐμπόδιον θεωρίας. Αἰχμάλωτος ἀπὸ
40βαρβάρων δέδεται σιδήρων, καὶ αἰχμάλωτος ἀπὸ πα‐ θῶν δέδεται λύπη. Οὐκ ἰσχύει λύπη μὴ παρόντων τῶν ἄλλων παθῶν, ὡς οὔτε δεσμὸς, μὴ παρόντων τῶν δε‐ σμούντων. Ὁ δεδεμένος λύπῃ νενίκηται ὑπὸ παθῶν, καὶ τὸν δεσμὸν ἐπιφέρεται τῆς ἥττης τὸν ἔλεγχον.
45Λύπη γὰρ συνίσταται ἐπὶ ἀποτυχίᾳ ὀρέξεως σαρκι‐ κῆς· ὄρεξις δὲ παντὶ πάθει συνέζευκται. Ὁ νικήσας ὄρεξιν, ἐνίκησε πάθη, ὁ δὲ νικήσας πάθη, οὐ κρα‐ τηθήσεται ὑπὸ λύπης. Ἐγκρατὴς οὐ λυπεῖται ἐπὶ ἀποτυχίᾳ βρωμάτων, οὔτε σώφρων διαμαρτὼν ἀφρο‐

79

.

1156

(50)

σύνης ἀκολάστου, οὐδὲ ἀόργητος, ἀποπεσὼν ἀμύνης, οὐδὲ ταπεινόφρων, στερηθεὶς ἀνθρωπίνης τιμῆς, οὐδὲ ἀφιλάργυρος, ζημίᾳ περιπεσὼν, ἐξέκλιναν γὰρ
τὴν τούτων ὄρεξιν δυνατῶς· ὥσπερ γὰρ ὁ τεθωρα‐1155

79

.

1157

κισμένος οὐ δέχεται βέλος, οὕτως ὁ ἀπαθὴς οὐ τιτρώ‐ σκεται ἀπὸ λύπης.
7tΚΕΦΑΛ. ΙΒʹ.
8 Θυρεὸς στρατιώτῃ, καὶ πόλει τεῖχός ἐστιν ἀσφά‐ λεια· ἀπάθεια δὲ μοναχῷ ἀσφαλεστέρα ἀμφοτέρων·
10θυρεὸν μὲν γὰρ διέδυ βέλος ῥοίζῳ φερόμενον πολλά‐ κις, καὶ τεῖχος κατέσκαψε πλῆθος πολεμιστῶν, ἀπα‐ θείας δὲ οὐ κατισχύσει λύπη. Ὁ κρατῶν παθῶν, ἐκράτησε λύπης, ἡττώμενος δὲ ἡδονῆς, οὐκ ἐκφεύ‐ ξεται τοὺς ταύτης δεσμούς. Ὁ λυπούμενος συνεχῶς,
15καὶ προσποιούμενος ἀπάθειαν, ὅμοιός ἐστι νοσοῦντι, καὶ ὑγείαν ὑποκρινομένῳ· ὡς γὰρ ὁ νοσῶν δηλοῦται ἀπὸ τοῦ χρώματος, οὕτως ὁ ἐμπαθὴς ἐλέγχεται ἀπὸ λύπης. Ὁ ἀγαπῶν τὸν κόσμον, λυπηθήσεται πολλὰ, καταφρονῶν δὲ τῶν ἐν αὐτῷ, εὐφρανθήσεται διὰ
20παντός. Φιλάργυρος ζημιωθεὶς λυπηθήσεται πικρῶς, ὁ δὲ καταφρονῶν χρημάτων, ἄλυπος ἔσται. Φιλόδο‐ ξος λυπηθήσεται, ἐπελθούσης ἀτιμίας, ὁ δὲ ταπεινό‐ φρων ταύτην ὡς σύντροφον δέξεται. Χωνευτήριον ἐκάθηρεν ἀργύριον ἀδόκιμον, καὶ λύπη κατὰ Θεὸν
25καρδίαν ἐν ἁμαρτίαις· χώνευσις συνεχὴς μειοῖ μό‐ λιβδον, καὶ λύπη κοσμικὴ ἐλαττοῖ διάνοιαν. Ὀφθαλ‐ μῶν ἐνέργειαν ἀμαυροῖ γνόφος, καὶ νοῦν θεωρητι‐ κὸν ἀμβλύνει λύπη· βυθὸν ὕδατος οὐ διαβαίνει ἡλια‐ κὸν φέγγος, καὶ καρδίαν κατάλυπον οὐ καταυγάζει
30θεωρία φωτός· ἡδὺ πᾶσιν ἀνθρώποις ἀνατολὴ ἠλίου, δυσαρεστεῖται δὲ καὶ τούτῳ λυπουμένη ψυχή. Αἴ‐ σθησιν γεύσεως ἀφαιρεῖται ἴκτερος, καὶ ψυχῆς αἴ‐ σθησιν ἀφαιρεῖται λύπη. Ὁ δὲ καταφρονῶν τῶν ἡδο‐ νῶν τοῦ κόσμου οὐκ ὀχληθήσεται ὑπὸ λογισμῶν
35λύπης.
38tΚΕΦΑΛ. ΙΓʹ.
39tΠερὶ ἀκηδίας.
40 Ἀκηδία ἐστὶν ἀτονία ψυχῆς, ἀτονία δὲ ψυχῆς οὐκ ἔχουσα τὸ κατὰ φύσιν, οὐδὲ πρὸς πειρασμοὺς ἵστα‐ ται γενναίως. Ὅπερ γάρ ἐστι τροφὴ εὐεκτοῦντι σώ‐ ματι, τοῦτό ἐστι πειρασμὸς γενναίᾳ ψυχῇ. Βορέας ἄνεμος τρέφει γεννήματα, καὶ πειρασμοὶ βεβαιοῦσι
45καρτερίαν ψυχῆς. Νεφέλη ἄνυδρος διώκεται ὑπὸ ἀνέ‐ μου, καὶ νοῦς ὑπομονὴν μὴ ἔχων, ὑπὸ πνεύματος ἀκηδίας. Δρόσος ἐαρινὴ αὔξει καρπὸν ἀγροῦ, καὶ λόγος πνευματικὸς ὑψοῖ κατάστασιν ψυχῆς. Ῥεῦμα ἀκηδίας ἐξελαύνει μοναχὸν ἐκ τῆς οἰκίας αὐτοῦ, ὁ

79

.

1157

(50)

δὲ ἔχων ὑπομονὴν ἡσυχάζει διαπαντός. Ἀσθενούντων ἐπισκέψεις προβάλλεται ὁ ἀκηδιαστὴς, πληροφορεῖ δὲ τὸν ἴδιον σκοπόν. Ἀκηδιαστὴς μοναχὸς, πρὸς δια‐ κονίαν ὀξὺς, καὶ ἐντολὴν λογίζεται τὴν ἑαυτοῦ πλη‐ ροφορίαν· φυτὸν ἀδρανὲς ἔκλινεν αὖρα λεπτὴ, καὶ
55φαντασία ἀποδημίας εἵλκυσεν ἀκηδιαστήν. Δένδρον
καλῶς πεπηγὸς οὐκ ἔσεισε βία πνευμάτων, καὶ ἀκη‐1157

79

.

1160

δία οὐκ ἔκαμψεν ἐρηρεισμένην ψυχήν. Κυκλευτὴς μοναχὸς, φρύγανον ἐρημίας, ὀλίγον ἡσύχασε, καὶ πάλιν φέρεται μὴ βουλόμενος. Φυτὸν μεταφερό‐ μενον οὐ καρποφορεῖ, καὶ μοναχὸς κυκλευτὴς οὐ
5ποιήσει καρπὸν ἀρετῆς. Ὁ ἀσθενῶν οὐκ ἀρκεῖται τροφῇ μιᾷ, καὶ ἀκηδιαστὴς μοναχὸς ἐν ἔργῳ ἑνί. Φιλ‐ ηδόνῳ οὐκ ἀρκέσει μία γυνὴ, καὶ ἀκηδιαστῇ μονα‐ χῷ οὐκ ἀρκέσει μία κέλλα.
11tΚΕΦΑΛ. ΙΔʹ.
12 Ὀφθαλμὸς ἀκηδιαστοῦ ταῖς θυρίσιν ἐνατενίζει συ‐ χνῶς, καὶ ἡ διάνοια αὐτοῦ τοὺς ἐπισκεπτομένους φαντάζεται· ἔτρισεν ἡ θύρα, κἀκεῖνος ἐξήλλατο,
15φωνῆς ἤκουσε, καὶ διὰ τῆς θυρίδος παρέκυψε, καὶ οὐκ ἀφίσταται ἐκεῖθεν, ἕως οὗ ναρκήσει καθήμενος. Ἀναγινώσκων ἀκηδιαστὴς χασμᾶται πολλὰ, καὶ πρὸς ὕπνον καταφέρεται εὐχερῶς, τρίβει τὰς ὄψεις, καὶ διατείνει τὰς χεῖρας, καὶ τοῦ βιβλίου τοὺς ὀφθαλμοὺς
20ἀποστήσας, ἐνατενίζει τῷ τοίχῳ, πάλιν ἐπιστρέψας ἀνέγνω μικρὸν, καὶ ἀναπτύσσων τὰ τέλη τῶν λόγων περιεργάζεται, ἀριθμεῖ τὰ φύλλα, καὶ τὰς τετράδας ἐπιψηφίζει, ψέγει τὸ γράμμα καὶ τὴν κόσμησιν, ὕστερον δὲ πτύξας ὑπέθηκε τῇ κεφαλῇ τὸ βιβλίον,
25καὶ καθεύδει ὕπνον οὐ πάνυ βαθὺν, ἡ γὰρ πεῖνα λοι‐ πὸν διεγείρει αὐτοῦ τὴν ψυχὴν, καὶ τὰς ἑαυτῆς φρον‐ τίσεις ποιεῖ. Ἀκηδιαστὴς μοναχὸς, ὀκνηρὸς εἰς προσευχὴν, καὶ οὐ μὴ λαλήσει ποτὲ ῥήματα προσ‐ ευχῆς· ὥσπερ γὰρ ὁ νοσῶν οὐ βαστάζει φορτίον βαρὺ,
30οὕτω καὶ ἀκηδιαστὴς οὐ μὴ ποιήσει ἔργον Θεοῦ ἐπι‐ μελῶς· καθῄρηται μὲν γὰρ ὁ μὲν τὴν δύναμιν τοῦ σώματος, ὁ δὲ τοὺς τόνους ἐκλέλυται τῆς ψυχῆς. Ἀκηδίαν θεραπεύει καρτερία, καὶ τὸ πάντα ποιεῖν μετὰ πολλῆς προσεδρείας καὶ φόβου Θεοῦ. Τάξον
35μέτρον σεαυτῷ ἐν παντὶ ἔργῳ, καὶ μὴ πρότερον ἀπο‐ στῇς, πρὶν τελέσῃς αὐτὸ, καὶ προσεύχου συνετῶς καὶ εὐτόνως, καὶ πνεῦμα ἀκηδίας φεύξεται ἀπὸ σοῦ.
39tΚΕΦΑΛ. ΙΕʹ.
40tΠερὶ κενοδοξίας.
41 Κενοδοξία πάθος ἐστὶν ἄλογον, καὶ παντὶ ἕργῳ ἀρετῆς εὐκόλως συμπλέκεται. Συγκέχυται γραμμὴ χαραχθεῖσα καθ’ ὕδατος, καὶ ἀρετῆς πόνος ἐν κενο‐ δόξῳ ψυχῇ. Λευκὴ γέγονε χεὶρ καλυπτομένη κόλπῳ,
45καὶ κρυπτομένη πρᾶξις φωτὸς ἐκλάμπει φαιδρότερον. Σμίλαξ περιπλέκεται δένδρῳ, καὶ ὅταν φθάσῃ ἄνω ξηραίνει τὴν ῥίζαν, κενοδοξία δὲ ταῖς ἀρεταῖς παρα‐ φύεται, καὶ οὐκ ἀφίσταται, ἕως ἂν ἐκκόψῃ τὴν δύ‐ ναμιν. Βότρυς ἐπισυρόμενος τῇ γῇ σήπεται εὐχερῶς,

79

.

1160

(50)

καὶ ἀρετὴ ἀπόλλυται κενοδοξίᾳ ἐπερειδομένη. Μονα‐ χὸς κενόδοξος, ἐργάτης ἄμισθος· τὸν πόνον ὑπέστη, καὶ τὸν μισθὸν οὐκ ἔλαβε. Βαλάντιον τετρημένον οὐ φυλάττει τὸ βληθὲν, καὶ κενοδοξία ἀπόλλυσι μισθοὺς ἀρετῶν. Κενοδόξου ἐγκράτεια, καπνὸς καμίνου, καὶ
55εἰς ἀέρα διαλυθήσεται ἀμφότερα. Ἄνεμος ἀφανίζει
ἴχνος ἀνδρὸς, καὶ ἐλεημοσύνην κενόδοξος. Λίθου βολὴ1159

79

.

1161

οὐ φθάνει εἰς οὐρανὸν, καὶ προσευχὴ ἀνθρωπαρέσκου οὐκ ἀναβήσεται πρὸς Θεόν.
3tΚΕΦΑΛ. Ιϛʹ.
4Κενοδοξία πέτρα ἐστὶν ὕφαλος· ἐὰν προσρήξῃς, τὸν
5φόρτον ἀπώλεσας. Κρύπτει θησαυρὸν ἀνὴρ φρόνιμος, καὶ ἀρετῆς πόνους μοναχὸς συνετός. Ἐν πλατείαις προσεύχεσθαι συμβουλεύει κενοδοξία, ὁ δὲ πολεμῶν ταύτῃ προσεύχεται εἰς ταμεῖον αὑτοῦ. Δημοσιεύει πλοῦτον αὐτοῦ ἀνὴρ ἄφρων, κινεῖ δὲ πολλοὺς εἰς ἐπι‐
10βουλὴν καθ’ ἑαυτοῦ. Σὺ δὲ κρύπτε τὰ σὰ, ἐν ὁδῷ γὰρ τυγχάνεις λῃστῶν, ἕως ἥξεις εἰς πόλιν εἰρήνης, καὶ ἀσφαλῶς χρήσῃ τοῖς σοῖς. Ἀρετὴ κενοδόξου συντετριμμένον ἱερεῖον, καὶ οὐ μὴ ἀνενεχθῇ εἰς θυ‐ σιαστήριον Θεοῦ. Ἀκηδία ἐκλύει τόνον ψυχῆς, κε‐
15νοδοξία δὲ νευροῖ νοῦν ἀποπεπτωκότα Θεοῦ, τὸν ἀσθε‐ νοῦντα ἐποίησεν ἐῤῥώμενον, καὶ τὸν γέροντα τοῦ νέου δυνατώτερον, μόνον ἐὰν παρῶσι μάρτυρες τῶν γινομένων πολλοί· κούφη νηστεία τότε, καὶ ἀγρυ‐ πνία, καὶ προσευχὴ, ὁ γὰρ ἔπαινος τῶν πολλῶν δι‐
20εγείρει τὴν προθυμίαν. Μὴ πωλήσῃς τοὺς πόνους δόξαις ἀνθρωπίναις, μηδὲ τὴν μέλλουσαν δόξαν προδῷς δι’ εὐφημίαν. Δόξα γὰρ ἀνθρωπίνη εἰς χοῦν κατασκηνοῖ, καὶ κλέος αὐτῆς σβέννυται ἐπὶ γῆς, ἀρετῆς δὲ δόξα μένει εἰς τὸν αἰῶνα
25tΚΕΦΑΛ. ΙΖʹ.
26tΠερὶ ὑπερηφανίας.
27 Ὑπερηφανία ἐστὶν οἴδημα ψυχῆς ἰχῶρος πεπληρω‐ μένον· ἐὰν πεπανθῇ, ῥαγήσεται, καὶ ποιήσει ἀηδίαν πολλήν. Ἀστραπῆς ἔκλαμψις, ἦχον προμηνύει βρον‐
30τῆς, καὶ ὑπερηφανίαν εὐαγγελίζεται παρουσία κενο‐ δοξίας. Εἰς ὕψος μέγα ἀναβαίνει ὑπερηφάνου ψυχὴ, κακεῖθεν αὐτὸν εἰς βυθὸν καταβάλλει. Ὑπερηφα‐ νίαν νοσεῖ ὁ ἀποστήσας ἑαυτὸν Θεοῦ, καὶ ἰδίᾳ δυνά‐ μει ἐπιγράφων τὰ κατορθώματα. Ὥσπερ δὲ ὁ ἐπι‐
35βὰς ἀράχνῃ διαπεσὼν κατηνέχθη κάτω, οὕτω πί‐ πτει ὁ θαῤῥῶν τῇ ἰδίᾳ δυνάμει. Καρπὸς πολὺς κατα‐ κάμπτει κλῶνας δένδρου, καὶ ἀρετῆς πλῆθος ταπει‐ νοῖ φρόνημα ἀνδρός. Καρπὸς σεσηπὼς ἄχρηστος γεωργῷ, καὶ ἀρετὴ ὑπερηφάνου οὐ χρησιμεύει Θεῷ.
40Χάραξ βαστάζει κλῶνα κατάκαρπον, καὶ φόβος Θεοῦ ἐνάρετον ψυχήν. Ὥσπερ βάρος καρποῦ καταράσσει κλῶνα, οὕτω ὑπερηφανία ἐνάρετον καταβάλλει ψυ‐ χήν. Μὴ δῷς ὑπερηφανίᾳ σὴν ψυχὴν, καὶ οὐ μὴ ἴδῃς φαντασίας φρικτάς. Ψυχὴ γὰρ ὑπερηφάνου ἐγκατα‐
45λιμπάνεται ὑπὸ Θεοῦ, καὶ γίνεται δαιμόνων ἐπί‐ χαρμα. Νύκτωρ φαντάζεται θηρίων ἐπερχομένων πλῆθος, καὶ μεθ’ ἡμέρας ταράσσεται ὑπὸ λογισμῶν δειλίας· καθεύδων ἐξάλλεται συνεχῶς, καὶ ἐγρηγό‐ ρως καταπτήσσει σκίαν ὀρνέου. Φωνὴ φύλλου, ἐπτό‐

79

.

1161

(50)

ησεν ὑπερήφανον, καὶ ὕδατος ἦχος κατέκλασεν αὐ‐ τοῦ τὴν ψυχήν. Ὁ γὰρ πρὸ μικροῦ ἑαυτὸν ἀντιτάσ‐ σων Θεῷ, καὶ τὴν ἐκείνου βοήθειαν ἀρνούμενος, ὕστερος ἐκδειματοῦται, ὑπὸ φαντασμάτων εὐτε‐
λῶν.1161

79

.

1164

(1t)

ΚΕΦΑΛ. ΙΗʹ.
2 Ὑπερηφανία ἀπ’ οὐρανοῦ κατέβαλεν ἀρχάγγελον, καὶ ὡς ἀστραπὴν ἐποίησε πεσεῖν ἐπὶ γῆς. Ταπεινο‐ φροσύνη δὲ, ἄνθρωπον ἀνάγει εἰς οὐρανὸν, καὶ μετὰ
5ἀγγέλων χορεύειν παρασκευάζει. Τί μετεωρίζῃ, ἄν‐ θρωπε, πηλὸς ὢν, καὶ σαπρία τῇ φύσει, καὶ ὑπὲρ τὰς νεφέλας ἐπαίρῃ; ἐπισκέψαι σου τὴν φύσιν ὅτι γῆ εἶ, καὶ σποδὸς, καὶ μετ’ ὀλίγον εἰς κόνιν ἀναλύῃ, ἄρτι σοβαρὸς, καὶ μετ’ ὀλίγον σκώληξ. Τί τὸν αὐχένα
10ἐπαίρεις τὸν μετ’ ὀλίγον σηπόμενον; Μέγα ἄνθρωπος βοηθούμενος παρὰ Θεοῦ· ἐγκατελείφθη, καὶ τὸ ἀσθε‐ νὲς ἐπέγνω τῆς φύσεως. Οὐδὲν ἔχεις, ὃ μὴ παρὰ Θεοῦ ἔλαβες· τί οὖν τῷ ἀλλοτρίῳ ἐναμβλύνῃ ὡς σῷ; τί τῇ χάριτι τοῦ Θεοῦ ὡς ἰδίῳ κτήματι ἐγκαλλωπίζῃ;
15Ἐπίγνωθι τὸν δεδωκότα, καὶ μὴ ἐπαίρου πολύ· κτί‐ σμα Θεοῦ εἶ, μὴ ἀθέτει τὸν Κτίσαντα· βοηθῇ παρὰ Θεοῦ, μὴ ἀρνοῦ τὸν εὐεργέτην. Εἰς ὕψος ἀνέβης πο‐ λιτείας, ἀλλ’ ἐκεῖνος ὡδήγησε· κατώρθωσας ἀρετὴν, ἀλλ’ ἐκεῖνος ἐνήργησεν. Ὁμολόγει τὸν ὑψώσαντα,
20ἵνα μείνῃς ἐν τῷ ὕψει βέβαιος· ἐπίγνωθι τὸν ὁμόφυ‐ λον, ὅτι τῆς αὐτῆς ἐστιν οὐσίας. Μὴ δι’ ἀλαζονείας ἀρνοῦ τὴν συγγένειαν.
23tΚΕΦΑΛ. ΙΘʹ.
24Ταπεινὸς ἐκεῖνος, καὶ σύμμετρος· ἀλλ’ ὁ αὐτὸς
25δημιουργὸς ἔπλασε τοὺς ἀμφοτέρους. Μὴ καταφρονή‐ σῃς ταπεινοῦ· ἕστηκε γάρ σου ἀσφαλέστερος· ἐπὶ γῆς βαδίζει, καὶ οὐ πίπτει ταχέως· ὁ δὲ ὑψηλὸς, ἐὰν πέσῃ, συντριβήσεται. Ὑπερήφανος μοναχὸς δένδρον ἄῤῥιζον, καὶ οὐ μὴ ἐνέγκῃ προσβολὴν ἀνέμου. Πόλις
30τετειχισμένη, ἄτυφον φρόνημα, καὶ ὁ ἐνοικῶν αὐτῇ ἄσυλος ἔσται. Μετεωρίζει κάρφος αὖρα ἀνέμου, καὶ ὑπερήφανον ἐπαίρει ἀπονοίας προσβολή· πομφόλυξ ῥαγεῖσα ἀφανισθήσεται, καὶ μνήμη ὑπερηφάνου ὄλλυται. Λόγος ταπεινοῦ μάλαγμα ψυχῆς, ὁ δὲ τοῦ
35ὑπερηφάνου ἀλαζονείας πεπλήρωται Προσευχὴ τα‐ πεινοῦ ἐπικάμπτει Θεὸν, παροξύνει δὲ τὸν Θεὸν δέησις ὑπερηφάνου. Στέφανος δώματός ἐστιν ἡ ταπει‐ νοφροσύνη καὶ τὸν ἀνελθόντα τηρεῖ ἀσφαλῶς. Ὅταν ἀνέλθῃς εἰς τὸ τῶν ἀρετῶν ὕψος, τότε πολλή σοι
40χρεία τῆς ἀσφαλείας. Ὁ γὰρ πεσὼν ἀπ’ ἐδάφους, ταχέως ἐγείρεται, ὁ δὲ πεσὼν ἀφ’ ὑψηλοῦ, εἰς θάνα‐ τον κινδυνεύει. Λίθος τίμιος ἐμπρέπει σιαλώματι χρυσίου, καὶ πολλαῖς ἀρεταῖς φαιδρύνεται ταπείνωσις
ἀνδρός.1163