TLG 4110 021 :: EVAGRIUS :: De vitiis quae opposita sunt virtutibus (sub nomine Nili Ancyrani)

EVAGRIUS Scr. Eccl.
(Ponticus: A.D. 4)

De vitiis quae opposita sunt virtutibus (sub nomine Nili Ancyrani)

Citation: Volume — page — (line)

16tΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ
17tΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ
18tΠΕΡΙ ΤΑΣ ΑΝΤΙΖΥΓΟΥΣ ΤΩΝ ΑΡΕΤΩΝ ΚΑΚΙΑΣ.
22tΚΕΦΑΛ. Αʹ.
23 Ἀναγκαῖον ἡγοῦμαι καὶ τὰς ἀντιζύγους τῶν ἀρε‐ τῶν κακίας δι’ ἐπιτόμου ὑποτάξαι τῇ σῇ φιλοπονίᾳ·
25ἕως μὲν ὧδε τὴν διάνοιαν ἀροτριάσαντες, τὰς τῶν λο‐ γισμῶν ἀκάνθας ἐκ τῆς σπορίμου χώρας ἀνεβάλο‐ μεν· οὐκ ἐξ ἔργων δὲ, ἃ ἐποιήσαμεν ἡμεῖς εἰς τοῦτο παρεφθάσαμεν, ἀλλ’ ὑποτύπωσιν ἔχοντες ὑγιαινόν‐ των λόγων, ὧν ἠκούσαμεν, παρὰ τῶν Πατέρων, καί
30τινων τῶν πράξεων συνίστορες γεγενήμεθα. Τὸ δὲ πᾶν ἡ χάρις ἄνωθεν, ἡ καὶ τοῖς ἀμαρτωλοῖς ὑπο‐ δεικνύουσα τὰς τῶν φρεναπατῶν ἐπιβουλὰς, ἡ καὶ ἀσφαλιζομένη, καὶ λέγουσα· «Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες;» ἵνα διὰ τοῦ λαβεῖν εὐχαριστῶμεν τῷ δε‐
35δωκότι, ὅτι μὴ ἑαυτοῖς ἀποδιδόαμεν καύχημά τι δόξης, τὴν δόσιν ἀρνούμενοι. διόπερ φησὶν, «Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾷ, ὡς μὴ λαβών;» —«Ἥδη, φη‐ σὶν, ἐπλουτήσατε» οἱ τοῖς ἔργοις πενόμενοι, ἤδη οἱ τοῦ διδάσκεσθαι ἀρξάμενοι, ἐκορέσθητε, ὧνπερ ἀρ‐
40τίως ἡ πλάνη μεταβέβηκεν εἰς ἐμέ· δι’ ἧς μὲν δε‐ δάνεισμαι λογιστείας, τὴν τῶν ἔργων πενίαν παρα‐ καλύπτων, δι’ ἧς δὲ παρῄνεσα γνώμης τὴν τοῦ δι‐
δάσκεσθαι μαθητείαν ἀντιπεριτρέπων. Ἀλλ’ ὅμως1140

79

.

1141

εἴ τις κεκράτηται παρ’ ὑμῶν συγγνώμη, κἀμοὶ ταύ‐ την ἀπονείματε, ἵνα καὶ τὰς ἀντιζύγους τῶν ἀρετῶν κακίας δι’ ἐπιτόμου ὑποτάξωμεν σημαίνοντες· τί μέν ἐστι γαστριμαργία, καθ’ ἧς ἐγκράτεια· τί δὲ
5πορνεία, καὶ σωφροσύνη· φιλαργυρία δὲ τί, καὶ ἀκτημοσύνη· λύπη, καθ’ ἧς ἡ χαρά· ὀργὴ δὲ τί, καὶ μακροθυμία· καὶ ἀκηδία, καὶ ὑπομονή· τί δὲ κενοδοξία, καὶ ἀκενοδοξία, φθόνος, καὶ ἀφθονία, ὑπερηφανία, καὶ ταπείνωσις· ταῦτα ἀντίζυγα, καὶ
10ἀντίπαλα, καὶ ἀντίθετα ἀλλήλων ὅντα, δι’ ἐπιτόμου οὕτως ὑπετάξαμεν.
12tΚΕΦΑΛ. Βʹ.
13 Ἔστιν οὖν γαστριμαργία, πορνείας μήτηρ, τροφὸς λογισμῶν, νηστείας ἀτονία, ἀσκήσεως φίμωτρον,
15στοχασμοῦ φόβητρον, ἐξεικονισμὸς βρωμάτων, σκια‐ γράφος ἀρτυμάτων, ἀνειμένος πῶλος, ἀχαλίνωτος μανία, δοχεῖον νόσου, ὑγείας φθόνος, φραγμὸς συρίγ‐ γων, στεναγμὸς ἐντέρων, ὕβρεων πέρας, πορνείας σύμμιστος, διανοίας ῥύπος, σώματος ἀσθένεια, φορ‐
20τικὸς ὕπνος, ἀμειδὴς θάνατος. Ἐγκράτεια, γαστρὸς χαλινὸς, ἀπληστείας δὲ μάστιξ, συμμετρίας δὲ σταθ‐ μὸς, ἀδηφαγίας δὲ κημὸς, ἀναπαύσεως ἀποταγὴ, σκληρουχίας συνταγὴ, λογισμῶν δαμαστήριον ἀγρυ‐ πνίας ὄμμα, πυρώσεως ῥύσις, σώματος παιδαγωγὸς,
25πόνων πύργος, καὶ τρόπων τεῖχος, ἠθῶν καταστολὴ, καὶ παθῶν ἀναστολὴ, νέκρωσις μελῶν, ἀναβίωσις ψυχῶν, ἀναστάσεως μίμημα, ἁγιασμοῦ πολίτευμα. Πορνεία, λαιμαργίας κύημα, προμαλακτὴρ καρδίας, πυρώσεως κάμινος, νυμφαγωγὸς εἰδώλων, ἀσυγγε‐
30νὴς πρᾶξις, σκιαζομένη μορφὴ, φανταζομένη συμ‐ πλοκὴ, ἐνυπνίων κλίνη, ἀναίσθητος συνουσία, ὀφθαλ‐ μῶν δόλος, βλέμματος ἀναίδεια, εὐχῆς ἐντροπὴ, καρδίας αἰσχύνη, ἀγνωσίας ὁδηγός. Σωφροσύνη, ἀληθείας στολὴ, ἀσελγείας πέλυξ, ὀφθαλμῶν ἡνίοχος,
35ἐπίσκοπος λογισμῶν, ἐννοίας περιτομὴ, ἀκολασίας δὲ ἐκτομὴ, φύσεως ἀντίφυτος, καὶ πυρώσεως ἀντί‐ θετος, ἔργων ἐπεργὸς, καὶ ἐγκρατείας συνεργὸς, καρδίας λαμπτὴρ, εὐχῆς γνώμων.
41tΚΕΦΑΛ. Γʹ.
42 Φιλαργυρία εἰδώλων φειδωλεῖον, δήμου προφη‐ τεία, σφιγγίας ψῆφος, ἐναποθέτων λογιστεία, αἰχμα‐ λωσίας πλοῦτος, ἀδικίας γένος, νοσημάτων πιότης,
45πολυετίας μάντις, φιλεργίας ἐπῳδὸς, ἀγρυπνίας σύμβουλος, γαστρὸς πενία, βρωμάτων εὐτέλεια, ἀκό‐ ρεστος μανία. πολυμέριμνος κακία. Ἀκτημοσύνη, φιλαργυρίας ἐκρίζωμα, ἀφιλαργυρίας δὲ ῥίζωμα, καρπὸς ἀγάπης, καὶ σταυρὸς ζωῆς, ἀνώδυνος βίος,

79

.

1141

(50)

ἀνεπίφθονος θησαυρὸς, ἀμέριμνος οὐρανὸς, ἀπερί‐ σπαστος ἥλιος, ἀμέτρητος ὕλη, ἀκατάληπτος πλοῦ‐ τος, μερίμνης δρέπανον, Εὐαγγελίων πρᾶξις, ἄλυτος κόσμος. ὀξύδρομος ἀγωνιστής. Λύπη, ζημίας ἔνοικος, ἀποτυχίας συνόμιλος, ξενιτείας πρόδρομος, συγγενείας
55μνήμη, στενώσεως πάρεδρος, ἀκηδίας σύμφοιτος, παροξυσμοῦ ἔγκλημα, ὕβρεως ὑπόμνημα, καὶ ψυχῆς
σκότισμα, ἠθῶν κατήφεια, φρονήσεως μέθη, ὑπνω‐1142

79

.

1144

τικὸν ἀντίδοτον, μορφῆς νέφος, σαρκὸς σκώληξ, λο‐ γισμῶν λύπη, αἰχμαλωσίας δῆμος. Χαρὰ, λύπης ὄλεθρος, καὶ συμφορῶν εὐχαριστία, εὐχῶν ὀπτασία. καὶ πόνων εὐφρασία, εὐποιΐας ἱλαρότης, ἀποταγῆς
5ἔνθεμα, φιλοξενίας δοχεῖον, ἐλπίδων καταφυγὴ, ἀσκούντων τροφὴ, πενθούντων παραίνεσις, δακρύων παρηγορία, θλίψεως ἀντίληψις, ἀγάπης ἔμψηφος, καὶ μακροθυμίας σύμψηφος. Ὀργὴ, φρονήσεως διαρ‐ παγὴ, καταστάσεως ἀνασκευὴ, φύσεως σύγχυσις,
10ἠγριωμένη μορφὴ, κάμινος καρδίας, ἐρευγομένη φλὸξ, θυμοῦ νόμος, ὕβρεων μῆνις, μήτηρ θηρίων, σιωπῶσα μάχη, εὐχῆς σκῶλον. Μακροθυμία, φρονή‐ σεως ὅπλον, ὀργῆς δικαστήριον καρδίας, ἰατρεῖον, θρασυνομένων νουθεσία, ταρασσομένων γαλήνη,
15ἀχείμαστος λιμὴν, λυποῦσιν εὐποιΐα, πρὸς πάντας ἠπιότης, βλασφημουμένη εὐλογεῖ, ὑβριζομένη ἀγάλ‐ λεται, στενουμένων παραμύθιον, ἐλπιζομένων ἔσ‐ οπτρον, κακουχουμένων βραβεῖον.
22tΚΕΦΑΛ. Δʹ.
23 Ἀκηδία, φιλία ἀερικὴ, βημάτων περιαγωγὸς, φιλεργίας μῖσος, ἡσυχίας μάχη, ψαλμῳδίας ζάλη,
25εὐχῆς ὄκνος, ἀσκήσεως χαύνωσις, ἄωρος νυσταγμὸς, περιστρεφόμενος ὕπνος, μανίας βάρος, κέλλης μῖ‐ σος, πόνων ἀντίπαλος, καρτερίας ἀντίζυγος, μελέτης κήμωτρον, Γραφῶν ἀμαθία, λύπης μέτοχος, ὁρωλό‐ γιον πείνης. Ὑπομονὴ, ἀκηδίας διακοπὴ, λογισμῶν
30κατακοπὴ, θανάτου μέριμνα, σταυροῦ μελέτη, καθ‐ ηλωμένος φόβος, τυπτόμενος χρυσὸς, θλίψεων νομο‐ θήκη, βίβλος εὐχαριστίας, θώραξ ἡσυχίας, πόνων ὅπλον, ἀναζέουσα καλλιπονία, ἀρετῶν ὑπογραφή. Κενοδοξία, συντυχίας φαντασία, σχημάτισμα φιλο‐
35πονίας, ἀληθείας ἐναντία, αἱρέσεων ἀρχηγέτις, ὄρεξις προεδρίας, ἐσχάτη προσηγορίας, ἐπαίνων δουλεία, πολυσχημάτιστον πνεῦμα, μυριόδοντον θηρίον, κε‐ νοδοξίας μέση ὑπερηφανίᾳ πέπλεκται καὶ φθόνῳ, ἐν ἀλλήλοις ὄντα, καὶ δι’ ἀλλήλων πολεμοῦντα, ἡ τρί‐
40συρος ἅλυσις τῶν κακῶν, τὸ τριφάρμακον κέρασμα τῶν παθῶν, ἡ τριττὴ γλῶττα τῶν αἱρετικῶν. Ἀκε‐ νοδοξία, ταπεινοφροσύνης ἐργασία, ἀρεσκείας ἀπο‐ στασία, ἐπαίνων ἀβλεψία, γνώσεως θεωρία, κόσμου ἐναντία, ψυχῆς εὐαισθησία, εὐτελείας δόγμα, πόνων
45κρυπτηρία, εὐφημίας πολεμία, ἐν φθαρτῷ σώματι ἀπόκρυφος θησαυρός. Φθόνος, ὑπερηφανίας ἔν‐ δυμα, ταπεινοφροσύνης ἀπόδυμα, καταλαλιᾶς ῥίζα, εὐθυμίας ὀφθαλμία, φιλίας ὑπόκρισις, παῤῥησίας δόλος, ἀγάπης ἔχθρα, εὐδοκιμούντων ζῆλος, εὐστα‐

79

.

1144

(50)

θούντων τύρβη, εὐφημουμένων σκῶμμα, ὀφθαλμῶν ἀλλοίωμα. Τίς ἐστιν ὁ καθαρὸς τῇ καρδίᾳ, ὁ μὴ λαμβανόμενος ἑαυτοῦ ἐπὶ ἐντολῆς Θεοῦ ἀθετήσει, ἢ ἐλλείψει, ἢ ἐν ἀμελείᾳ; Χριστὸς δὲ ἡμῶν ἔστω παντὶ ἔργῳ θελήματος αὐτοῦ εὔοδος. Αὐτῷ ἡ δόξα εἰς τοὺς
55αἰῶνας. Ἀμήν.1144