TLG 4110 020 :: EVAGRIUS :: Tractatus ad Eulogium (sub nomine Nili Ancyrani) EVAGRIUS Scr. Eccl. Tractatus ad Eulogium (sub nomine Nili Ancyrani) Citation: Volume — page — (line) | ||
79.1093(42t) | ΤΟΥ ΑΥΤΟΥ | |
43t | ΛΟΓΟΣ | |
---|---|---|
44t | ΠΡΟΣ ΕΥΛΟΓΙΟΝ ΜΟΝΑΧΟΝ. | |
47t | ΚΕΦΑΛ. Αʹ. | |
48 | Οἱ τὸν οὐράνιον χῶρον νεμόμενοι τοῖς πόνοις, οὐ | |
τῇ γαστρὶ, οὐδὲ τῇ μερίμνῃ τῶν φθαρτῶν ἀτενί‐ | 1093 | |
79.1096 | ζουσι· καθάπερ οἱ κέρδους ἕνεκα τὰς εὐχὰς ποιούμενοι νομίζοντες πορισμὸν εἶναι τὴν εὐσέβειαν, ἀλλὰ νοερᾷ ὁράσει τῆς τροφίμου τῶν ὑψηλῶν αὐτῆς μεταλαμβά‐ νουσιν ἀκήρατοι θίασοι ἐκ τῆς δόξης τὸ φῶς περι‐ | |
5 | λαμπόμενοι. Καὶ αὐτὸς (ὦ μύστα τῶν ἀρετῶν Εὐ‐ λόγιε) τῇ τῶν ὑπερτάτων λαμπηδόνι τὴν ἱερὰν οὐ‐ σίαν ἐκτρεφόμενος ταῖς συναγωγαῖς τῶν λογισμῶν τὸν ὄγκον τῆς σαρκὸς ἐπαποδύῃ, εἰδὼς ὅτι ὕλη σαρ‐ κὸς, τροφὴ λογισμῶν καθίσταται, ὥσπερ τὰς μεθ‐ | |
10 | οδείας τῷ κέντρῳ τῶν πόνων κατειληφὼς, ἐμὲ προ‐ χειρίζῃ στόμα σῶν ἔργων κατ’ αὐτῶν γενέσθαι, καὶ εἰ μὴ τολμηρὸν ἀγάπης ἐπίταγμα διαῤῥῆξαι, παρ‐ ῃτησάμην ἂν τὴν τοιαύτην τοῦ πλοὸς ποντοπορίαν· ἐπειδὴ δὲ πείθεσθαι δεῖ μᾶλλον τοῖς ὁμοψύχοις, οὐκ | |
15 | ἀντιτάσσεσθαι· ἔσο μοι σὺ τὰ πρὸς τὸν Θεὸν, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου, κἀγώ σοι ἔσομαι τὰ τῆς ὑπακοῆς, ἵνα δοθῇ σοι τοῦ σπόρου τοὺς καρποὺς ἀμήσασθαι. | |
21t | ΚΕΦΑΛ. Βʹ. | |
22 | Πρώτη τῶν λαμπρῶν ἀγωνισμάτων ἐστὶ ξενιτεία, μάλιστα ὅταν πρὸς ταύτην, καὶ μόνος ἐκδημοίης, πατρίδα, γένος, ὕπαρξιν ἀθλητικῶς ἀποδυόμενος ἔμ‐ | |
25 | προσθεν τῶν λαμπρῶν ἑστηκὼς ἀγώνων· ἂν οὕτως ἄρξῃ κατὰ Θεὸν εἰς ἀρχῆς ὁδὸν βαδίζων πίστει διαπύρῳ, καὶ Πνεύματι θεϊκῷ, καὶ τῷ τέλει τῆς ὑπο‐ μονῆς σώαν ταύτην ἀποσώζων, πτέρυξιν ἀρετῆς ἔσται περικεχρυσωμένη ψυχὴ τῶν οἰκείων τόπων | |
30 | ἀφισταμένη, καὶ πρὸς αὐτὸν πτῆναι τὸν οὐρανὸν ἐπειγομένη. Ἀλλὰ τῆσδε τὰ πτερὰ τῆς πολιτείας ὁ τῆς κακίας γεννητὴς μηχανᾶται περικόψαι, γῆς, ἀφ’ ἧς ἐξελήλυθε τὸ γένος ἐσοπτρίζων, ἐν ταῖς κατ’ ἀῤ‐ ῥωστίαν μάλιστα ἐπισυμβαινούσαις εἰσβολαῖς· καὶ | |
35 | ἐν μὲν τῇ ἐνδημίᾳ τῆς θερμοτάτης ἐκδημίας ὑπανα‐ χαιτίζει πρὸς ὀλίγον ἕως τὴν ψυχὴν περὶ τὰς θλί‐ ψεις καταμάθοι ναυτιῶσαν καὶ τότε τὴν τῶν λογι‐ σμῶν νύκτα ἐπιφερόμενος ὁ νυκτικόραξ ἐπισκοτεῖ τῇ ψυχῇ τῆς τῶν κρειττόνων ἀκτῖνος. Εἰ δὲ κατὰ μόνας | |
40 | παρατάττοιτο ἐν τῇ τῆς ἐρημίας παλαίστρᾳ, καὶ τύχῃ τὸ σῶμα ὑπὸ ἀῤῥωστίας τρωθῆναι τοσούτῳ μᾶλλον χαλεπὴν ἐπιδείκνυσι τῇ ψυχῇ τὴν ξενιτείαν. οὐκ ἐν τόπῳ, ἀλλ’ ἐν τρόπῳ κατορθοῦσθαι τὰ τῶν ἀρετῶν ὑποβάλλων, καὶ ὅτι παράκλησιν ἔχων οἴκοι | |
45 | τὴν ἀπὸ γένους, ἐκεῖσε τὰ τῆς ἀποτάξεως ἆθλα ἀκό‐ πως εἶχε διασώζειν· ἔνθα καὶ τῆς ἀσθενείας προσ‐ ηνὴς ὑπηρεσία, καὶ οὐχ ὡς νῦν κακουχία, καὶ ἐπ‐ ώδυνος λειποθυμία· ἐν τῷ καὶ μάλιστα ἐκ τῆς ἀδελφό‐ τητος σπανίσαι τὴν τῆς φιλοξενίας σπουδήν· διὸ καὶ | |
79.1096(50) | μάλιστα, Ἄπιθι, φησὶ, χαρὰν τῷ σῷ γένει, καὶ δόξαν σαυτὸν ἀποκομίζων, οἷς καὶ τὸ πένθος ἀφόρητον καταλέλοιπας ἀσυμπαθῶς· οἱ πολλοὶ γὰρ, καὶ πα‐ τρίδα μὴ φυγόντες, ἐκ μέσου τοῦ γένους εἵλοντο τὴν ἀρετήν. Ἀλλ’ ὁ τὴν πορφύραν τῶν θλίψεων ἐν τῇ | |
55 | παρατάξει τῆς ξενιτείας περιβεβλημένος, καὶ τῶν | |
κόπων τὰς ἐλπίδας περιεστεμμένος πίστει, ὑπομονῇ | 1095 | |
79.1097 | τῆς εὐχαριστίας τῶνδε τῶν λογισμῶν τὰς νιφάδας ἐκ τῶν ἐκτὸς ἐκτινάσσει, καὶ ὅσῳπερ ὑποστρέφειν τὴν καρδίαν διορύττουσι, τοσοῦτον ἔτι μᾶλλον κατα‐ ψάλλωμεν αὐτῶν· «Ἰδοὺ ἐμάκρυνα φυγαδεύων, καὶ | |
5 | ηὐλίσθην ἐν τῇ ἐρήμῳ·» καὶ γὰρ ὀνειδίζοντες θλί‐ βουσι, καὶ τραπῆναι κολακεύουσιν, ἵνα τῆς προθέ‐ σεως κενώσαντες, καὶ τῆς ἐν τῇ ὑπομονῇ εὐχαριστίας διακόψωσιν, καὶ οὕτω λοιπὸν τὰς πάγας μετὰ πολλῆς ἀδείας, καὶ ἐκ τῶν προσηκόντων εὐρύνωσι. | |
13t | ΚΕΦΑΛ. Γʹ. | |
14 | Διὰ τοῦτο ὁ ἀρχόμενος ἀρετῆς ἐφάπτεσθαι, ψηφι‐ | |
15 | ζέτω καὶ τὸν κατ’ αὐτῆς ἐπιόντα πόλεμον, ἵνα μὴ ἀγύμναστος ὀφθεὶς ὡς ἀνέτοιμος κατασπασθῇ. Ἐπαινετὴ μὲν γὰρ τῆς ἀρετῆς ἡ ἀνδρεία καὶ εἰρή‐ νης οὔσης, ὑπερεπαινετὴ δὲ ἡ ταύτης ἀνδραγαθία, καὶ πολέμου ἐπιστάντος· τοῦτο γὰρ ἡ ἀρετὴ, οὐ δι’ ὧν | |
20 | ἐργάζεται μόνον, ἀλλὰ καὶ δι’ ὧν πολεμεῖται δεινῶν, ἀπαθὴς ὁ διὰ πλείστων πολέμων τὸ πάσχειν νικήσας, ἐμπαθὴς δὲ ὁ ἀρετὴν λέγων ἀπολέμητον κεκτῆσθαι· κατὰ τὴν παράταξιν γὰρ τῆς ἐναρέτου τῶν πόνων στρατηγίας, ἀντιπαρατάττεται καὶ ἡ τῶν ἐναντίων | |
25 | κακία· ἀφῄρηται τὸ εἶναι ἐν ἀρετῇ καρδία πόλεμον οὐκ ἔχουσα. Ἀρετὴ γὰρ ἐκ τῶν ἀριστείων πρακτικὸν ὄνομα κέκληται. Ἀρετὴ τὰς παρ’ ἀνθρώπων εὐφη‐ μίας οὐ ζητεῖ, οὐ γὰρ τέρπεται τιμῇ, τῇ μητρὶ τῶν κακῶν. Ἀρχὴ γοῦν τιμῆς ἀνθρωπαρέσκεια, τὸ δὲ | |
30 | τέλος ταύτης, ὑπερηφανία. Ὁ γὰρ τιμὰς ἀπαιτῶν, ὑψοῖ ἑαυτὸν, καὶ ἐξουδένωσιν φέρειν ὁ τοιοῦτος οὐκ οἶδε· τιμῆς ὄρεξις φαντασία, ὁ γὰρ αὐτῆς ἐρῶν καὶ κλῆ‐ ρον φαντάζεται. Ἔστω σοι τιμὴ ὁ πόνος τῶν ἀρετῶν, καὶ ἀτιμία ὁ κατὰ θέλησιν ἔπαινος, δόξαν ἀπὸ σαρκὸς | |
35 | μὴ ζήτει ὁ τὰ σαρκὸς πάθη καταλύων, τὸ δὲ κρεῖττον ἐπιζήτει, καὶ ἔσται σοι δόξα, ὁ τιμᾶσθαι θέλων τῷ παρευδοκιμοῦντι φθονεῖ. Καὶ τούτῳ τὸ μῖσος τῷ ζήλῳ σωρεύει ὁ ταῖς ἄγαν τιμαῖς ἡττηθεὶς, ἑαυτοῦ προτιμᾶσθαι οὐδένα θέλει, ἁρπάζει δὲ τὰ πρωτεῖα, | |
40 | μήπως ἥττων φανῇ, οὐ βαστάζει ἀπόντα τὸν εὐδοκι‐ μοῦντα τιμᾷν, ἀλλὰ καὶ ἐν τοῖς αὐτοῦ πόνοις κομ‐ ῳδεῖ τὴν χαμαίζηλον δόξαν, ἡ ὕβρις τῷ φιλοδόξῳ ὀξυτάτη σφαγὴ, καὶ μῆνιν ἐκ ταύτης οὐ πάντως ἐκ‐ φεύγει. | |
49t | ΚΕΦΑΛ. Δʹ. | |
79.1097(50) | Ὁ τοιοῦτος, βαρβάρῳ δεσποίνῃ δουλεύει καὶ πολ‐ λοῖς δεσπόταις μετεπράθη, ἐπάρσει, καὶ φθόνῳ, καὶ ζήλῳ καὶ ταῖς προῤῥηθείσαις τῶν πνευμάτων λογά‐ σιν, ὁ δὲ τῆς τιμῆς τὸ πνεῦμα ταπεινώσει ῥάσσων, τὸν λεγεῶνα τῶν δαιμόνων ὅλον καθαιρήσει, ὁ τῇ | |
55 | ταπεινώσει δοῦλον ἑαυτὸν πᾶσι παρέχων, ἀφωμοιω‐ | |
μένος ἔσται τῷ ταπεινώσαντι ἑαυτὸν, καὶ μορφὴν | 1097 | |
79.1100 | δούλου λαβόντι. Ἐὰν μετρῇς τῷ ἐλαχίστῳ μέτρῳ σεαυτὸν, οὐκ ἀντιμετρήσῃς σεαυτὸν ἑταίρῳ, καὶ ὁ τῆς ψυχῆς τὴν ἀσθένειαν θρήνοις ἐκκαλύπτων, οὐ μέγα ἐπὶ τοῖς ἐφ’ ἑαυτοῦ πονουμένοις φρονήσει. Δαίμονες | |
5 | εὐτέλειαν, καὶ ὕβριν τοῖς ταπεινοφρονοῦσιν ἐπάγου‐ σιν, ἵνα τὴν ἐξουδένωσιν οὐ φέροντες, τὴν ταπεινο‐ φροσύνην φύγωσιν, ὁ δὲ διὰ ταπεινώσεως τὰς ἀτι‐ μίας γενναίως φέρων εἰς φιλοσοφίας ὕψος δι’ ἐκεί‐ νων μᾶλλον ἀνωθεῖται. Ὁ Δαβὶδ ὑβριζόμενος οὐκ | |
10 | ἀντέλεγεν, ἀλλὰ καὶ τὴν Ἀβεσσᾶ ἐκδικίαν κατ‐ έστελλε. Καὶ σὺ ὑβριζόμενος μὴ ἀνθύβριζε, ἀλλὰ καὶ τὸν ἐκδικοῦντά σε ὀρθῶς καταπράϋνε· ὕβριν φέρε, τὴν σὴν προκοπὴν, καὶ χείλεσι σύγκλειε τοῦ θυμοῦ τὴν θύραν· ἀποκριθήσῃ τοῖς ἀπειλοῦσιν οὐδ’ ὅλως, | |
15 | ἵνα τῇ σιγῇ κοιμίσῃς τὰ καπνίζοντα χείλη, ἀπει‐ λοῦντας τότε καὶ ὑβριστὰς ὀδυνήσεις ὅταν χαλινοὺς σαῖς σιαγόσι ἐπιθήσῃς. Σὺ μὲν γὰρ σιγῶν, οὐ βρω‐ θήσῃ τῇ ὕβρει, ὁ δὲ πολὺ μᾶλλον δάκνεται ὑπὸ τῆς σῆς σιωπῆς, ἐπὰν ὑβριστοῦ θάρσος μακροθύμως | |
20 | ὑπενέγκῃς· τὸν τῶν ἀνθρώπων ἔπαινον ἐκ τῶν ἐντὸς ἀποσείου, ἵνα τὸν φιλενδείκτην λογισμὸν πρὸ αὐτοῦ ἐκτινάξῃς. Ἐπιτήρει δὲ καὶ τὸ αὐτάρεσκον μάλιστα καθ’ ἡσυχίαν, μή ποτέ σε μεγαλύναν ὑπὲρ τὸν θρα‐ συθέντα ἐξουδενώσῃς ἐκεῖνον. Τὶς τῶν ἀδελφῶν | |
25 | ὕβρισται παρὰ εὐλαβοῦς, καὶ ἀδικίαν ὑπομείνας ἀπῄει χαρᾷ τε μεριζόμενος, καὶ λύπῃ, τὸ μὲν ὅτι ἀδικούμενος ὑβρίσθη καὶ οὐκ ἀντεταράχθη, τὸ δὲ ὅτι ὁ εὐλαβὴς ἠπατήθη καὶ ἀπατήσας ἐχάρη. Νόει δέ μοι καὶ τὸν ἀπατεῶνα τὰ δύο πεπονθέναι ἐφ’ ᾧ μὲν | |
30 | ἐτάραξε πάντως χαρέντα, ἐφ’ ᾧ οὐκ ἀντεταράχθη, μᾶλλον λυπηθέντα. | |
35t | ΚΕΦΑΛ. Εʹ. | |
36 | Ὅταν ἴδωσιν ἡμᾶς οἱ δαίμονες εἰς τὸ αὐτὸ ξέσμα τῶν ὕβρεων μὴ ἐξαφθέντας, τότε καθ’ ἡσυχίαν ἐπι‐ στάντες, ἀναμοχλεύουσι τὸ ἡγεμονικὸν, ἵνα οἷς παρ‐ οῦσιν εἰρηνεύσαμεν, τούτοις ἀπιοῦσι διαθρασυνώ‐ | |
40 | μεθα. Ἐπὰν οὖν ἀντιλογίαν, ἢ ὕβριν πρὸς τὸν ἀδελ‐ φὸν ἐκτελέσῃς, σεαυτὸν λογίζου σφαλέντα, ἵνα μὴ ἡσυχάζων μάχην λογισμῶν ἐν τῇ καρδίᾳ σου εὕρης, τοῦ μὲν ἐπονειδίζοντος τῶν ὕβρεων τὸν τρόπον, τοῦ δὲ ἀντονειδίζοντος ὡς τὰ δεινὰ καὶ σοῦ μὴ ἀνθ‐ | |
45 | υβρίσαντος. Ὁπόταν παροξυσμὸς ἐκπικράνῃ τοὺς ἐν κοινοβίῳ ἀδελφοὺς, τότε οἱ λογισμοὶ τὸν μόνον μα‐ καρίζειν εἰσβάλλουσιν, ἵνα τῆς μακροθυμίας κενώ‐ σαντες, καὶ τῆς ἀγάπης ἀφορίσωσιν. Ὁ δὲ μακρο‐ θυμίᾳ τὴν ὀργὴν, καὶ ἀγάπῃ τὴν λύπην ἀνατρέπων, | |
79.1100(50) | πονηροὺς δύο θῆρας διτταῖς ἀνδραγαθίαις ἀνατρέπει θυμομαχοῦντας· ὁ παρακαλῶν, καὶ γονυπετῶν, ἵνα τὴν ὀργὴν ἀπελάσῃ, τὸν παροξύναντα, τοὺς ἀμφοτέ‐ ρους ἐξ αὐτοῦ ἀπελαύνει, ὅτι τὸ πνεῦμα τῆς ὀργῆς ἐκπολεμεῖ ὁ τοὺς ὀργιζομένους εἰρηνεύων· μηνιάσει | |
55 | δὲ τούτῳ ὀργὴν ὁμογενῶν ἐπ’ αὐτῷ ἐκθρασύνων, ὅτι | |
τὴν τῶν πλησίον εἰς ἑαυτὸν ἐδέξατο τὴν μάχην, ὁ | 1099 | |
79.1101 | τὸν θρασυκάρδιον βαστάζων ἕνεκεν εἰρήνης, οὗτος ἐκβιάζεται γενέσθαι τῆς εἰρήνης υἱός· ἀλλ’ οὐκ ἐπ’ ἀνθρώπων μόνον ζητητέος ὁ τῆς εἰρήνης σύνδεσμος, ἀλλὰ καὶ ἐν τῷ σώματί σου, καὶ ἐν τῷ πνεύματί σου, | |
5 | καὶ ἐν τῇ ψυχῇ. | |
7t | ΚΕΦΑΛ. ϛʹ. | |
8 | Ὅταν γὰρ τῆς σῆς ταύτης τριάδος τὸν σύνδεσμον ἑνώσῃς τῇ εἰρήνῃ, τότε ὡς τῆς θείας Τριάδος ἐντολῇ | |
10 | ἑνωθεὶς ἀκούεις· «Μακάριοι οἱ εἰρηνοποιοὶ, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.» Καὶ γὰρ ἂν τὴν ἀντεπίθυ‐ μον τοῦ πνεύματος σάρκα εἰρηνεύσης τοῖς πόνοις, κλέος ἕξεις τῶν μακαρισμῶν ἐπέκεινα αἰῶνος, νική‐ σας πόλεμον τὸν ἐν τῷ σώματί σου τὸν ἀντιστρα‐ | |
15 | τευόμενον τῷ νόμῳ τοῦ νοός σου, καὶ αἰχμαλωτί‐ ζοντά σε τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ἐν τοῖς μέλεσί σου. Μέγας ὁ τῆς εἰρήνης σύνδεσμος ἐν ᾧπερ ἥνωται καὶ ἡ χαρὰ φωτίζουσα τὸ ὄμμα τῆς διανοίας εἰς τὴν τῶν κρειττόνων θεωρίαν, εἴπερ οὖν ἐπικτησώμεθα | |
20 | τὴν εἰρηνικὴν ἐν τοῖς πόνοις χαρὰν, τὰ ἐπιόντα χα‐ λεπὰ εὐχαρίστως δι’ αὐτῆς ἀποκρουσόμεθα, καὶ τὸν τῆς λύπης δαίμονα μυκώμενον οὐκ εἰσδεξόμεθα, ὅστις, ἀκρωτηριάζων ἐν ταῖς θλίψεσι μάλιστα, τῇ ψυχῇ ἐφάλλεται, καὶ τῷ πνεύματι τῆς ἀκηδίας χώραν | |
25 | ἑτοιμάζεται ὅπως τὴν ψυχὴν σκοτίσωσι, καὶ ἅμα τοὺς πόνους ἀναλέξωσιν. Ἔστω τοίνυν νόμος ἡμῶν τῆς καρδίας ἔγγραφος ἡ τῆς εἰρήνης χαρὰ, καὶ τὴν λύπην καταποντίζουσα καὶ τὸ μῖσος ἀπελαύνουσα, καὶ τὴν μῆνιν ἀφανίζουσα, καὶ τὴν ἀκηδίαν κατα‐ | |
30 | λύουσα, καὶ τὴν λύπην ἀμείβουσα. Ἐν γὰρ τῇ εἰ‐ ρηνικῇ μακροθυμίᾳ ἐμφωλεύουσα, καὶ τῇ εὐχαρι‐ στίᾳ, καὶ τῇ ὑπομονῇ ἐλλιμνάζουσα, πέλαγός ἐστιν ἀρετῶν τὴν ἀντιπαράταξιν τοῦ διαβόλου τῷ σταυρῷ καταποντίζουσα. Νόει δέ μοι τὴν ἐναντίαν χαρὰν τε‐ | |
35 | ταραγμένην ἐφίστασθαι, μή πως ἄλλην ἀντ’ ἄλλης σκιασθεὶς ἀπατηθῇς κατέχειν. Συσχηματίζονται γὰρ καὶ τοῖς πνευματικοῖς χαρίσμασιν οἱ δαίμονες ἵνα τῷ παρασκιάσματι τὸν νοῦν ἀποπλανήσαντες. τῶν φρε‐ νῶν ἀποστήσωσιν· ἐφίσταται γὰρ χαρὰ πνευματικὴ | |
40 | καρδίᾳ οὐδενὸς προκειμένου, ὅτι τὸν ἡγεμόνα τῆς κατὰ Θεὸν λύπης μετέωρον εὐρίσκει, ἔπειτα δὲ, καὶ τῷ Πνεύματι τῆς λύπης τὴν ψυχὴν παραδίδωσιν, ὅτι τῆς πνευματικῆς αὐτὴν χαρᾶς αἰχμάλωτον ἐποίησε. | |
45t | ΚΕΦΑΛ. Ζʹ. | |
46 | Φημὶ δὲ καὶ τοῦτο, ὡς ὑπηγόρευσέ τινι τῶν ἀδελ‐ φῶν ἡ πεῖρα τῶν ζητουμένων, ὅτι ἀντὶ μὲν τοῦ χαί‐ ρειν ἐν Κυρίῳ, χαρὰν οἰκείαν ὁ ἀλάστωρ ἀντεισάγει. Ἀντὶ δὲ τῆς κατὰ Θεὸν λύπης, τὴν ἐναντίαν τῷ νῷ | |
79.1101(50) | παραπειράζει, ἵνα ταῖς ἀντιστρόφοις μεταβολαῖς τῆς τῶν κρειττόνων ἀκτῖνος μερίμναις τὴν ψυχὴν ἀμαυ‐ ρώσῃ. Διτταὶ τῆς κακίας αἱ λύπαι τυγχάνουσιν ἐν ἑκάστῃ ἐργασίᾳ ἐπιζευγμέναι, καὶ ἡ μὲν ἐφίσταται καρδίᾳ λυπηρᾶς αἰτίας οὐ βλεπομένης, ἡ δὲ τίκτε‐ | |
55 | ται ἐξ ἀλλοκότων αἰτιῶν ὠθουμένη, ἡ κατὰ Θεὸν | 1101 |
79.1104 | λύπη τοῖς δάκρυσι τὴν ψυχὴν ἀνακαλεῖται, τὴν ἀπ‐ εναντίας χαράν τε καὶ λύπην μὴ παραδεχομένη, τὸν δὲ ἐπιόντα θάνατον μεριμνᾷ, καὶ κρίσιν· καὶ τοῦτο κατ’ ὀλίγον κέχηνε προσδεχομένη. Ἐπιθυμίαι ἀπο‐ | |
5 | τυχοῦσαι φυτεύουσι λύπας· εὐχαὶ δὲ, καὶ εὐχαρι‐ στίαι μαραίνουσι ταύτας· μεταξὺ ὀργιζομένων μέση λύπη δονεῖται. Ὁ οὖν πρῶτος ἐκνήψας, ἐὰν τοῦ πά‐ θους ἀναστῇ, καὶ τῷ ἑτέρῳ δώσῃ χεῖρα, ἀπολογίᾳ, τὴν πικρὰν λύπην ἀπελαύνει. Λύπη, ψυχῆς νόσος | |
10 | καὶ σαρκὸς τυγχάνει, καὶ τὴν μὲν αἰχμαλώτιδα αἵρει, τὴν δὲ ἐπὶ τόπῳ μαραίνει. Ἐξ ἐναντίων λύπη γεν‐ νᾶται, ἐκ δὲ λύπης μῆνις, τίκτεται δὲ ἐκ τούτων φρενῖτις, λοιδορία· λύπην καὶ μῆνιν εἰ θέλεις συμ‐ πατῆσαι, τὴν μακροθυμίαν τῆς ἀγάπης ἐναγκαλίζου, | |
15 | καὶ τὴν χαρὰν τῆς ἀκακίας περιβάλλου, ἡ σὴ χαρὰ ἑτέρῳ λύπη μὴ ἔστω· ἐπ’ ἀδικίᾳ ὁ χαίρων ἐν εὐδο‐ κίᾳ θρηνήσει, καὶ ὁ ὑποφέρων λύπας πάσχων ἀδί‐ κως, λαμπρῶς ἀγαλλιάσεται· τὰ γὰρ μέλλοντα τοῖς παροῦσιν ἐναντία. | |
22t | ΚΕΦΑΛ. Ηʹ. | |
23 | Ἐν ταῖς θλίψεσιν εὐχάριστος ἔσο μάλιστα, ὅτι δι’ αὐτῶν τῆς ἀντιλήψεως τὴν χάριν σαφέστερον αἰ‐ | |
25 | σθάνῃ. Οὕτω γὰρ τὰς ἐπιούσας θλίψεις εὐχαρίστως ἐκτινάσσων οὐκ ἀμαυρώσεις τῆς καρτερίας τὸ λαμ‐ πρότατον κάλλος, ἐπάν σοι μάστιγα κατὰ σαρκὸς δαίμων καταῤῥάξῃ, μεγίστου σοι μισθοῦ πρόξενος εὑρέθη, ἐὰν ὑπόθεσιν εὐχαριστίας τὴν πληγὴν κατα‐ | |
30 | δέξῃ. Οὕτω γὰρ καὶ αὐτὸν ἐκ σοῦ φυγαδεύσεις, Ἵνα δὲ πλεῖον ὁ μισθός σου διὰ τῆς ὑπομονῆς ἐπομβρήσῃ, διόλων τῶν ἀνδρείων πόνων ἡ ὑπομονή σου στρατ‐ ηγείτω, ὅτι διὰ πάσης κακίας, καὶ ἡ ἀκηδία ἀντι‐ στρατηγεῖ σοι, καὶ κατασκοποῦσά σου τοὺς πόνους | |
35 | ἅπαντας πειράζει, ὃν δὲ μὴ εὕρῃ τῇ ὑπομονῇ ἐνηλω‐ μένον, τοῦτον καταβαρύνει ὑφ’ ἑαυτὴν, καὶ κατα‐ κάμπτει, ἐὰν δὲ δαίμων τῆς ἀκηδίας πρὸς τὴν ὑπο‐ μονὴν τῶν πόνων ἀτονήσῃ, ἀπονοίας πάλιν ὁ θὴρ τὸ κατόρθωμα δάκνει· εἰ οὖν συνέσει τῆς ἀσφαλείας | |
40 | τοῦτο ἐλάσεις, καὶ κενόδοξον πνεῦμα ἐν αὐτῷ ἐλάσεις ἐν καιρῷ συνάξεως. Ἐπάν σοι τὸ τῆς ἀκηδίας ἐπι‐ πέσῃ πνεῦμα, ὡς φορτικὴν ἐπιψηφίζει τῇ ψυχῇ τὴν ψαλμῳδίαν, τὸν ὄκνον, ὡς ἀντίπαλον τῇ σπουδῇ παρα‐ βάλλει, ἵνα ψαύσας τῷ τάχει τὴν σάρκα ἀνακλίνῃ | |
45 | τῇ μνήμῃ, ὡς κοπωθεῖσαν δῆθεν ἔκ τινος αἰτίας. Ἐπὰν οὖν ἐγρηγορότες ὦμεν νυκτὸς μὴ τὴν σύναξιν τῇ ἀκηδίᾳ ἀνακλίνωμεν, ἵνα μὴ οἱ δαίμονες ἐπι‐ στάντες τὰ ζιζάνια τῶν λογισμῶν συνάξωσι, καὶ ἅμα τῇ καρδίᾳ κατασπείρωσιν· ὅταν γὰρ τὴν σύνοδον | |
79.1104(50) | τῶν ὕμνων ἀπολέσωμεν, τότε τὸν σύλλογον τῶν λο‐ γισμῶν ἐπισυνάγομεν· πρὸ συνάξεως διυπνισθέντες, λογισμοὺς φωτὸς ἐν τῇ καρδίᾳ προγυμνάζωμεν, ἵνα εὐτρεπισθέντες ἔχωμεν, γρηγορούσῃ διανοίᾳ, τῇ | |
ψαλμωδίᾳ παρίστασθαι. | 1103 | |
79.1105(1t) | ΚΕΦΑΛ. Θʹ. | |
2 | Πὴ μὲν ῥοίζῳ τὸν ψαλμὸν ἐν τῇ νήψει λεκτέον, πὴ δὲ ἀδολεσχεῖν ἐν τῇ ψαλμῳδίᾳ δοκιμαστέον· κατὰ γὰρ τὴν ἔνεδραν τοῦ ἐναντίου ἀνάγκη καὶ ἡμᾶς μεταμορ‐ | |
5 | φοῦσθαι, διότι ποτὲ μὲν ἐλαύνειν τὴν γλῶτταν ὑπο‐ τίθενται, τῆς ἀκηδίας τὴν ψυχὴν περιεχούσης, ποτὲ μελῳδεῖσθαι τὰς λέξεις ἐρεθίζουσι, τοῦ νοεροῦ ὄμμα‐ τος καθάπερ ἰσχὺν τὴν τροφὴν ἐκ τοῦ φωτὸς λαμβά‐ νοντος. Ὁ γὰρ τῇ ὀπτασίᾳ τῶν ὑψηλῶν ἐπεκτεινό‐ | |
10 | μενος ὀξυδερκέστερον ὄμμα λήψεται, κατὰ τὸ ὑπό‐ δειγμα Ἐλισσαιέ. Ὅταν λογισμός σου ἐπιστῇ καρδίᾳ πολέμιος, μὴ ἄλλα ἀντ’ ἄλλων δι’ εὐχῆς ἐπιζήτει, κατὰ δὲ τοῦ πολεμίου τὸ ξίφος τῶν δακρύων ἀκόνα· οὕτω γὰρ σφοδροτάτως ἂν τῇ μάχῃ προσρήξωμεν, | |
15 | θᾶττον αὐτὸν ἀφ’ ἡμῶν ἀποστῆναι ποιήσομεν. Φιλο‐ κάλει σὺν τῷ ἔργῳ τῶν χειρῶν, καὶ μάλα τῆς εὐχῆς τὴν μνήμην· τὸ μὲν γὰρ οὐ πάντοτε, τὸ δὲ ἀδιάλει‐ πτον ἔχει τῆς ἐργασίας τὸν πόρον. Μὴ ἀναβάλλου δοῦναι τῆς εὐχῆς τὸ χρέος, λογισμοῦ ἀκούων διὰ | |
20 | πρόσβασιν ἔργων, καὶ μὴ θορυβοῦ ἐν τῷ ἔργῳ τα‐ ράττων τὸ σῶμα, ἵνα μὴ συνταράξῃς καὶ εὐχῆς τὴν καρδίαν. Ὥσπερ ὁ ἐκτὸς ἡμῶν ἄνθρωπος χερσὶν ἐρ‐ γάζεται πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα, οὕτως ὁ ἐν ταῖς φρεσὶν ἐργαζέσθω, πρὸς τὸ μὴ ἐπιβαρηθῆναι | |
25 | τὸν νοῦν. Τότε γὰρ οἱ λογισμοὶ τὴν οἰκείαν ἐργασίαν τῇ ψυχῇ προσφέρουσιν, ὅταν αὐτὴν ταῖς κατὰ Θεὸν ἐννοίαις ἀργὴν καταλάβωσιν. Ἀροτρία, τὰ μὲν ἔργα τῶν χειρῶν εἰς τὸ φιλάνθρωπον, τὴν δὲ φρένα τοῦ λο‐ γιστικοῦ εἰς τὸ φιλόσοφον, ἵνα τὸ μὲν ᾖ ξένων ξενία, | |
30 | καὶ ὀκνηρίας ἐμπρησμὸς, τὸ δὲ, θεωρίας στρατηγὸς, καὶ λογισμῶν ἀποβρασμός· τῶν λογισμῶν ταῖς ἡδο‐ ναῖς μετὰ θάρσους ἐπιπλήξωμεν, ἅπασαν εἰς αὐτοὺς τὴν ὀργὴν περιτρέποντες, ἵνα μὴ, ἡδονῇ τὰ παρ’ αὐ‐ τῶν δεχόμενοι, πρᾶοι πρὸς αὐτοὺς ἀντιστρόφως γε‐ | |
35 | νώμεθα. | |
38t | ΚΕΦΑΛ. Ιʹ. | |
39 | Ἑτοίμαζε σεαυτὸν πρᾶον εἶναι, καὶ μαχητὴν, τὸ | |
40 | μὲν τῷ ὁμοφύλῳ, τὸ δὲ τῷ πολεμίῳ· ἐν τούτῳ γὰρ ἡ χρῆσις τοῦ θυμοῦ, ἐν τῷ κατὰ τὴν ἔχθραν ἀντιμάχε‐ σθαι τῷ ὄφει· ἐν δὲ τούτῳ καὶ τοῦ πράου τὸ ἐπιεικὲς, ἐν τῷ κατὰ τὴν ἀγάπην μακροθυμεῖν τῷ ἀδελ‐ φῷ, καὶ πολεμεῖν τῷ λογισμῷ. Ὁ πρᾶος οὖν ἔστω | |
45 | μαχητὴς διαιρουμένης τῆς πραότητος ἐκ τῶν δολο‐ φρόνων λογισμῶν, καθάπερ καὶ τῆς μάχης ἐκ τῶν τῆς φύσεως ὁμογενῶν· μὴ ἀντιστρέψῃς τοῦ θυμοῦ τὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν, ὥστε θυμοῦσθαι μὲν τῷ ἀδελφῷ, κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, φιλιοῦσθαι | |
79.1105(50) | δὲ τῷ ὄφει κατὰ τὴν συγκατάθεσιν τῶν λογισμῶν. Ὁ πραῢς, κἂν πάσχῃ τὰ δεινὰ, τῆς ἀγάπης οὐκ ἐξ‐ ίσταται· εἵνεκεν γὰρ ταύτης μακροθυμεῖ καὶ στέγει, χρηστεύεται καὶ ὑπομένει. Εἰ γὰρ τῆς ἀγάπης τὸ μα‐ κροθυμεῖν, οὐ τῆς ἀγάπης τὸ θυμομαχεῖν· θυμὸς γὰρ | |
55 | λύπην διεγείρει, καὶ μῆνιν, ἀγάπη δὲ τὰ τρία μειοῖ. Εἰ παγίαν ἔχεις ἐν τῇ ἀγάπῃ τὴν βάσιν, μᾶλλον πρόσεχε ταύτῃ, ἤπερ τῷ πταίοντί σε· φόβῳ, καὶ | |
ἀγάπῃ δούλευε τῷ Θεῷ τὸ μὲν ὡς Δεσπότῃ καὶ κρι‐ | 1105 | |
79.1108 | τῇ, τὸ δὲ ὡς φιλανθρώπῳ, καὶ τροφεῖ· ὁ τῆς ἀγάπης ἀρετὰς κτησάμενος, τὰ πάθη τῶν φαύλων αἰχμαλω‐ τίζει, καὶ ὁ παρὰ τῆς ἁγίας Τριάδος ἔχων ταῦτα τὰ τρία, πίστιν, ἐλπίδα, ἀγάπην, τρίτειχος ἔσται πόλις | |
5 | ταῖς ἀρεταῖς πυργωθεῖσα. Οὐκ ἐν τῷ μὴ λαμβάνειν μόνον παρ’ ἑτέρου ἀγαπητικὸς ἀναδειχθήσῃ, ἀλλ’ ἐν τῷ διδόναι ἀφειδῶς ἀποτακτικὸς ἐπιγνωσθήσῃ, ἐν τῷ διδόναι σε τὴν ὕλην ἀγωνίζου τὰ σπέρματα καθαρὰ βάλλειν, ἵνα μὴ ἀντὶ πυροῦ, ἐξέλθῃ σοι κνίδη. Θεοῦ | |
10 | ἐν οἷς παρέχεις μνημόνευε, καὶ δότου, καὶ λήπτορος, ὅπως σοι μετ’ ἐγκωμίων λογίσηται τοὺς τῆς ἀποτά‐ ξεως μισθούς. | |
15t | ΚΕΦΑΛ. ΙΑʹ. | |
16 | Ὁ ἀκτήμων ἀμέριμνον ἔχει τοῦ βίου τὴν ἡδονὴν, ὁ δὲ φιλοκτήμων μέριμναν ἔχει τὴν ὀδύνην τοῦ πλούτου διὰ παντός· τότε δῆμον λογισμῶν αἰχμάλω‐ τον ἐλάσεις, ὅταν ταῖς φροντίσι τῶν ὑλῶν τὴν καρ‐ | |
20 | δίαν μὴ δῷς· τότε καὶ τὸν σταυρὸν ἀπερισπάστως βα‐ στάσεις, ὅταν τοῦ κτᾶσθαι τὴν ἐπιθυμίαν ἀρνήσῃ, ἀλλ’ ὁ τῆς ὕλης λογισμὸς γῆράς σοι μαντεύεται· καὶ νόσους, ἵνα σου τὴν εἰς Θεὸν ἐλπίδα τοῖς χρήμασι με‐ ρίσῃ. Ὁ τὴν ἀποταγὴν ἀσκεῖν προῃρημένος, πίστει | |
25 | τειχιζέσθω, καὶ ἀγάπῃ κραταιούσθω, καὶ ἐλπίδι βε‐ βαιούσθω. Ἔστι γὰρ ἡ πίστις, οὐκ ἐγκατάλειψις, ἀλλὰ τῶν κρειττόνων ὑπόστασις ἐν ἐλπίδι τῆς ὑπο‐ μονῆς, καὶ τῇ ἀγάπῃ τῆς ζωῆς. Ὅταν ἀποτάξῃ ταῖς ἔξωθεν ὕλαις ἁπάσαις, πρόσεχε τοὺς ζοφεροὺς λογι‐ | |
30 | σμοὺς τὴν πενίαν ἐπονειδίζοντάς σοι, καὶ ἔνδειαν, καὶ εὐτέλειαν, καὶ ἀδοξίαν σοι προσφέροντας, ἵνα τῆς τοιαύτης λαμπρᾶς ἀρετῆς μετάγνωσιν οἱ φόνιοι δολοφρόνως ἐργάσωνται. Ἐὰν οὖν τῇ συνέσει τῆς ἀθλήσεως πρόσχῃς, μᾶλλον ἐκεῖνο εὑρήσεις, ὅτι δι’ | |
35 | ὦν σε ὀνειδίζουσι, δι’ αὐτῶν ὁ στέφανός σοι πλέκε‐ ται· καὶ γὰρ ἀποτασσόμενος, δι’ ἐκείνους ἀποτάσσῃ δι’ ὧν ἄθλων ὀνειδίζῃ. Μὴ οὖν τῇ πάλῃ τῶν ἐντὸς λο‐ γισμῶν ἐνδώσῃς, ὅτι οὐκ ἐν ἀρχῇ τῆς ἀποταγῆς τὸ τέλος εὐφημεῖται, ἀλλ’ ἐν τῷ τέλει τῆς ὑπομονῆς αἱ | |
40 | ἀρχαὶ στεφανοῦνται, οὐδὲ ἐν τῇ σωματικῇ γυμνα‐ σίᾳ μόνον οἱ ἀγῶνες συγκροτοῦνται, ἀλλὰ καὶ ἐν τῇ τῶν λογισμῶν πάλῃ τὸ περὶ στεφάνου ζητεῖται. | |
44t | ΚΕΦΑΛ. ΙΒʹ. | |
45 | Δίκαζε τοὺς λογισμοὺς ἐν τῷ βήματι τῆς καρδίας, ἵνα τῶν λῃστῶν ἀναιρουμένων, ὁ ἀρχιλῃστὴς φοβη‐ θῇ· καὶ γὰρ ὁ ὢν ἀκριβὴς τῶν λογισμῶν ἐξεταστὴς, ἔστι καὶ ἀληθὴς τῶν ἐντολῶν ἐραστής. Ἐπὰν οὖν λογισμὸς ἐπιστῇ σου τῇ καρδίᾳ δυσεύρετος, τότε ἐπὶ | |
79.1108(50) | πλεῖον συντόνους πόνους ἐπ’ αὐτὸν ἐκπύρωσον· ἢ γὰρ τὴν θέρμην ὡς ἐναντίαν οὐ φέρων ἀποδρᾷ, ἢ ταύτην ὑπομένει ὡς οἰκεῖος ὢν τῆς εὐθείας ὁδοῦ. Ἔστι δ’ ὅταν οἱ δαίμονες λογισμὸν δῆθεν καλὸν ὑπο‐ βάλλοντες τῇ καρδίᾳ, καὶ παρευθὺ μεταμορφούμενοι | |
55 | ἐναντιοῦσθαι τούτῳ προσποιοῦνται, ἵνα ἐκ τῆς ἐναν‐ τιώσεως, νομίσῃς αὐτοὺς καὶ τὰς ἐνθυμήσεις τῆς | |
καρδίας σου εἰδέναι· οὐ μόνον δὲ, ἀλλ’ ἴνα δικάζωνται | 1107 | |
79.1109 | τὴν συνείδησίν σου κρίνειν, ὡς τῇ ἐναντιώσει τοῦ κακοῦ ἡττηθέντος τῷ καλῷ· ἔστι δὲ πάλιν ὅτε τὴν οἰκείαν σκευωρίαν ὑπεμφαίνουσί σοι ἵνα παρὰ σεαυ‐ τῷ δόξῃς φρόνιμος εἶναι. Ὅταν λογισμοὶ μεταστή‐ | |
5 | σωσί σε εἰς ὃν ὑπέβαλον ἐρᾷν ἡμᾶς τόπον, τότε μεταμελεῖσθαι πάλιν ποιοῦσιν ἵνα ἀστάτους ἡμᾶς ποιήσωσι πανταχόθεν, καὶ ἀκάρπους. Διὸ μὴ πετά‐ ζωμεν ἑαυτοὺς ἀπὸ τόπων εἰς τόπους, ἀλλὰ καμπτώ‐ μεθα μᾶλλον εἰς ἡσυχίαν, καὶ κόπους, ὅτι ἐκ τῆς | |
10 | ἡμετέρας ῥᾳθυμίας λαμβάνουσιν καθ’ ἡμῶν οἱ λογι‐ σμοὶ τὴν δύναμιν. Ὁ δὲ εἰδὼς λογισμοῦ πεῖραν ἐν ᾧ τόπῳ ἐκλήθη, ἐν τούτῳ μενέτω παρὰ Θεῷ, ὁ δὲ μὴ εἰδὼς, ἐν ἀγῶνι ἔτι βαδίζει. Ἡ τῶν τόπων μετάθε‐ σις, ἤτω εἰς τὰ πνευματικώτερα, καὶ μὴ εἰς τὰ | |
15 | ἀναπαυστικώτερα· ὑπομονὴ γὰρ, καὶ μακροθυμία, καὶ ἀγάπη, ἐν ταῖς θλίψεσιν εὐχαριστεῖ· ἀκηδία δὲ, καὶ ἐλαφρία, καὶ φιλαυτία, ἐν ταῖς ἀναπαύσεσι χαί‐ ρει. Ἀνήσυχος διὰ τῶν περὶ τὰς ὄψεις αἰσθήσεων τὴν ψυχὴν πολεμεῖται, ὁ δὲ φιλήσυχος, τὰς αἰσθήσεις | |
20 | φυλάσσων, τοὺς λογισμοὺς πολεμεῖ. | |
24t | ΚΕΦΑΛ. ΙΓʹ | |
25 | Τῷ οὖν διατάγματι τοῦ νόμου τῶν αἰσθήσεων τὴν τάξιν ὁ ἡγεμών σου συναγαγέτω, ἵνα μὴ βλέμματι, καὶ ἀκοῇ, μάστιγας κακῶν τῇ ψυχῇ σου ταράξῃς· ἐν δυσὶν οὐσίαις ὑπάρχων, ἑκάστῃ διανέμειν τὴν τάξιν φυλάττου, ἵνα ἡ μὲν ἀριστεύῃ, ἡ δὲ μὴ ἀντερῇ, καὶ | |
30 | τῷ τυράννῳ τὰ ἐπιτάγματα μὴ δίδου, ὅτι τῷ πυρὶ τούτου δοθέντος, καὶ τὸν ἔσχατον κοδράτην ἀποδώ‐ σεις. Ὅταν τὰ αἴτια τῶν παθῶ ἀντιπολεμῶν τρο‐ ποῦσαι, μή σε λογισμὸς μεγαλυνέτω πονηρὸς, μή πως πνεύματι πλάνης πιστεύσας, καὶ τῶν φρενῶν | |
35 | ἐκπλαγῇς· ἐπιζήτει δὲ λογιστεύειν τὰς ἐφ’ οἷς πονεῖς ὑπερβολὰς, ὅπως τὰ τέλη τῶν κατορθωμάτων διὰ τῶν ἔνδον μὴ κλαπῇς. Τινὲς ἐπὶ κατορθώμασιν εὐ‐ φημισθέντες, τῷ χρόνῳ τοὺς πόνους ἠκηδίασαν, καὶ ἡ μὲν εὐφημία διώδευσεν, οἱ δὲ πόνοι ἐλύθησαν. Τι‐ | |
40 | νὲς δι’ ὄγκον καλῶν σκληρουχούμενοι, μεγάλοι ἐνομί‐ σθησαν καὶ τῆς μὲν ψυχῆς τὸ συνειδὸς ἡλκοῦτο, τῆς δὲ εὐφημίας ἡ νόσος ἐνευρύνετο, οἱ δὲ λογισμοὶ τῶν τραυμάτων τὴν ψυχὴν ἀποπλανῶντες ἐν ταῖς εὐφη‐ μίαις τοὺς πόνους ἀπέφερον. Ὁπηνίκα ταῖς παρὰ | |
45 | ἀνθρώπων τιμαῖς οἱ πονικώτατοι πλουτήσουσι, τὸ τηνικαῦτα καὶ τὰς ἀτιμίας οἱ δαίμονες σκευάσαντες ἐπάγουσιν, ἵνα, ἀπὸ τῶν τιμῶν ὄντες, τὰς ἀτιμίας μὴ φέρωσι, καὶ τὰς ὕβρεις μὴ βαστάσωσιν. Ὅταν ἐφ’ ἁμαρτίαις μεγάλην μετάνοιαν διδῷς, τότε οἱ λογι‐ | |
79.1109(50) | σμοὶ τοὺς ἀγῶνας τῶν πόνων μεγαλύνοντες ἁμαρτίας σμικρύνουσιν, καὶ πολλάκις τῇ λήθῃ καλύπτουσιν, ἢ καὶ συγκεχωρῆσθαι ταύτας σημαίνουσιν, ἵνα ὑπεν‐ δοὺς τοῖς πόνοις, μὴ ἀναλογίζῃ τῶν πταισμάτων τοὺς θρήνους τοὺς κατ’ αὐτῶν ὠρύεσθαι πλειόνως. | |
57t | ΚΕΦΑΛ. ΙΔʹ. | |
58 | Ὁ δὲ τὰ προσπεσόντα πάθη πυκτεύων ἐκκόψαι, | 1109 |
79.1112 | πλείονας παθῶν ὁπλίτας ἐπιστρατηγήσει τῇ μάχῃ. Μὴ ἀμνημόνει πταίσας, κἂν μετανοήσῃς, ἀλλὰ μνή‐ μην ἔχε τῆς σῆς ἁμαρτίας τὸ πένθος πρὸς ταπείνωσίν σου, ὅπως, ταπεινωθεὶς, τὴν ὑπερηφανίαν ἀνάγκῃ | |
5 | ἐκκόψῃς. Εἴ τις τῶν ἄθεσμα δρασάντων βούλοιτο μεταβιῶσαι ἀρίστως, κατ’ ἄντικρυς τῶν πράξεων στήτω ἐναλλαγῇ τῶν κρειττόνων· καὶ γὰρ ὁ τὴν ἄντι‐ κρυς πρᾶξιν τῇ ἑκάστῃ πονηρίᾳ ἀνθιστῶν, τῇ συνετῇ τῶν ἀρετῶν βελοθήκῃ τοξεύει τὸν δράκοντα, τοῦ δὲ | |
10 | θηρὸς ὀξύτατον ὅπλον ἐστὶν ἡ κενοδοξία, τοὺς πόνους κατατοξεύουσα, ἥνπερ ὁ ταῖς κρυπταῖς τῶν ἔργων στρατηγίαις προκαταλαβὼν, ἤγγισεν ἅπασαν τὴν τοῦ διαβόλου κατενέγκαι κεφαλήν. Τὰ ἀρώματά σου τῶν πόνων σφράγισον τῇ σιγῇ, ἵνα μὴ γλώττῃ λυθέντα | |
15 | ὑπὸ δόξης κλαπῶσι· κρύπτε σου τὴν γλῶτταν ἐν τῷ πρακτικῷ τῆς ἀσκήσεως τρόπῳ· καὶ γὰρ σιγῶν, μάρτυρας σχοίης τοῦ βίου τοὺς ἀξιοπίστους συμβιώ‐ τας σου πόνους. Ὁ μαρτυρεῖσθαι ἀπὸ τῶν παρόντων πόνων οὐκ ἔχων τίσι ποτὲ, ἑαυτῷ μὴ γλώττῃ μαρτυ‐ | |
20 | ρείτω· τινὲς γὰρ τῶν πόνων τῆς σκληρουχίας ἑαυ‐ τοὺς ἐκδύσαντες ὡς προκάλυμμα τῆς ῥᾳθυμίας τῶν ἀπελθόντων χρόνω τὰς πράξεις παραβάλλουσι μάρ‐ τυρας ἐκδήλους ἔργοις οὐ παροῦσιν ἀβεβαίως παρ‐ έχοντες. Ὥσπερ ἐκ τῶν ἀνθρώπων κρύπτεις σου τὰς | |
25 | ἁμαρτίας, οὕτω καὶ τοὺς πόνους ἐξ αὐτῶν ἀπόκρυ‐ πτε· καὶ γὰρ τὸ ἀντίτεχνον τῶν κρυφίων τῆς καρ‐ δίας, σκελισμάτων τὰ κρυφῆ, καὶ τὰ ἀναπαλαίσμα‐ τα, κατ’ αὐτῶν ἀντιστηρίζουσι· εἰ δὲ τὰ μὲν πλημμε‐ λήματα μετὰ ἀσφαλείας ἀποκρύπτομεν, τὰ δὲ κατ’ | |
30 | αὐτῶν πονήματα σφαλερῶς ἀνακαλύπτομεν, καὶ τοῖς ἀμφοτέροις τὰ ἐναντία ἀναπραττόμεθα. Ἀλλ’ ἐπ‐ αισχύνῃ τῶν αἰσχρῶν τὴν δημοσίευσιν, μήπως ὄνει‐ δος, καὶ ἐξουδένωσιν ποιήσῃ τὰ τῆς ψυχῆς σου σύμ‐ φορα. Φοβοῦ καὶ τῶν πόνων τὴν ἐπίδειξιν, μή πως | |
35 | ἔγκλημα ἀνθρωπάρεσκον κομίσῃ τὸν τῆς ψυχῆς ὄλε‐ θρον· εἰ δὲ καὶ μόνῳ Θεῷ ἐκφαίνεις τὰ τῆς αἰσχύνης παραπτώματα, μὴ ἀνθρώποις ἔκφαινε τὰ κατ’ αὐτῶν ἀνταγωνίσματα ἵνα μὴ νομισθῶσι, νίκης εἶναι στε‐ φανώματα. | |
41t | ΚΕΦΑΛ. ΙΕʹ. | |
42 | Οἱ τὴν δύναμιν τῶν πόνων ἀπὸ τῆς χάριτος λαμ‐ βάνοντες μὴ ὡς ἐξ οἰκείας ἰσχύος ἔχειν ταύτην νομι‐ ζέτωσαν· αἴτιος γὰρ ἁπάντων τῶν καλῶν ἡμῖν ἐστιν | |
45 | ὁ τῶν ἐντολῶν λόγος, ὥσπερ καὶ τῶν κακῶν ὁ ἀποβο‐ λῶν ἀπατηλός. Ἅπερ οὖν διαπράττῃ καλὰ, τὴν εὐ‐ χαριστίαν τῷ αἰτίῳ τῶν καλῶν πρόσφερε· ἃ δὲ διο‐ χλεῖ σοι κακὰ, τῷ ἀρχηγέτῃ τούτων πρόσριπτε. Πάσης πραγματείας τὸ τέλος πρόσνεμε εὐχαριστίαν | |
79.1112(50) | τῷ κρείττονι, ἵνα τῆς προσφορᾶς σου νομικῶς προσ‐ ενεχθείσης ἡ κακία καταισχύνηται. Ὁ γὰρ τῇ πρά‐ ξει τὴν εὐχαριστίαν συνάψας, ἀπόρθητον ἕξει τὸν θησαυρὸν τῆς καρδίας, διπλοῦν κατὰ τῆς κακίας πυργώσας τὸ τεῖχος. Ἐπαινετὸς οὗτος ἀνὴρ, ὁ τῇ | |
55 | πρακτικῇ τὴν γνωστικὴν συζεύξας, ἵνα ἐξ ἀμφοτέ‐ ρων πηγῶν τὸ τῆς ψυχῆς χωρίον ἀρδεύοιτο πρὸς | |
ἀρετήν· ἡ γὰρ γνωστικὴ πτεροῖ τὴν νοερὰν οὐσίαν | 1111 | |
79.1113 | τῇ τῶν κρειττόνων θεωρίᾳ, ἡ δὲ πρακτικὴ νεκροῖ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν πάθος, κακίαν, ἐπιθυμίαν κακήν· οἱ οὖν διὰ τῶν ἀμφοτέρων τούτων τῇ πανοπλίᾳ περιπεφραγμένοι, εὐκόλως κατ‐ | |
5 | επιβήσονται λοιπὸν τῆς τῶν δαιμόνων πονηρίας. Οἱ δαίμονες διὰ τῶν λογισμῶν τῇ ψυχῇ πολεμοῦσι, κακεῖνοι χαλεπωτέρως διὰ τῆς ὑπομονῆς ἀντιπολε‐ μοῦνται, καὶ δειλιῶντες προσίασι λοιπὸν τῇ μάχῃ κραταιὸν τὸν στρατηγὸν τῆς πυγμῆς ὑφορῶντες. Εἰ | |
10 | βούλει στρατηγῆσαι κατὰ τῆς φάλαγγος τῶν δαιμό‐ νων, ἡσυχίᾳ φράττε τὰς τῆς ψυχῆς σου πύλας, θίγε δὲ καὶ τὸ οὖς σου τοῖς τῆς πατροσύνης λόγοις, ἵνα τότε μᾶλλον λογισμῶν ἀκάνθας μαθὼν ἐμπρήσῃς, ἐπὰν πατρικῆς νουθεσίας ἀκροᾶσαι. Μὴ τῶν ἔργων | |
15 | ἕσο δικαστὴς, ἀλλὰ τῶν ῥήσεων ἐξεταστής. | |
16t | ΚΕΦΑΛ. Ιϛʹ. | |
17 | Ἔθος γὰρ τοῖς τοιούτοις λογισμοῖς εἰς τὸ πρακτι‐ κὸν τοῦ νουθετοῦντός σε ἀπάγειν, ἵνα δεινόν σε τούτου καταστήσαντες κριτὴν, τῆς ἐπωφελοῦς νουθεσίας | |
20 | ἀποστήσωσι. Μὴ ἀπαναίνου νουθετούμενος, κἂν γνω‐ στικὸς ὑπάρχῃς· ἐὰν γὰρ τὸ πρακτικὸν τῆς γνωστι‐ κῆς ἀποζευχθῇ, χρεία τοῦ ζευγνύντος τὴν ὁποτέρων τῶν ἀρετῶν ἁρμονίαν τῇ φρικτῇ τῆς κρίσεως δίκῃ. Ὁ τὴν πατρῴαν ἐντολὴν ἐκ τοῦ ὠτὸς ἐκτινάσσων, | |
25 | καὶ νομικῆς ἐντολῆς παρήκοος ἔσται, μὴ μόνον κατ‐ ορθώματα Πατέρων τερπόμενος λάλει, ἀλλὰ καὶ σεαυτὸν ἐργάτην τούτων πονικώτατον ἀπαίτει. Ὁ πονικώτερον ἐπιζητῶν οἷός τε οἵῳ πόνῳ λογισμὸς ἀντίκειται, τεχνίτης ἐν πάλῃ κατὰ τῆς πλάνης εὑρί‐ | |
30 | σκεται, ἐν ὅλοις δὲ τοῖς νοεροῖς σου πόνοις, οἷς ἐὰν ἐλλείψῃ, ὁ τοῦτον συλήσας ἀντ’ αὐτοῦ παρεισδύει. Μνη‐ μόνευε τῇ συνέσει τῶν πόνων συντηρεῖν τὴν καρδίαν, μήπως ἡ λήθη τῆς τῶν κρειττόνων μερίμνης ταύτην συλήσασα τῇ τῶν λογισμῶν αἰχμαλωσίᾳ παραδῷ· ἡ | |
35 | γὰρ λήθη τῆς αἰχμαλωσίας προσπηδᾷ τῇ κακίᾳ, ἵνα ὑπ’ ἐκείνης τοῦ νοῦ κλαπέντος, ἑτοίμως αὕτη παρεισ‐ έλθοι, νοῦς κλεπτόμενος ἀπὸ Θεοῦ, καὶ μνήμης μα‐ κρυνόμενος, καὶ διὰ τῶν ἐκτὸς αἰσθήσεων ἀδιαφόρως ἁμαρτάνει· ἀκοὴν γὰρ καὶ γλῶτταν ὁ τοιοῦτος ἀδυ‐ | |
40 | νατεῖ παιδαγωγῆσαι, ὅτι τὸ φίλτρον τῶν πόνων ἐκ τῶν ἐκτὸς ἐξαφῆκεν. Ὁ φιλῶν ἐξακούειν τοῦ ψέγον‐ τος τὸν δεῖνα, δυσὶ συνεργοῖς πνεύμασι συνεργοῦσιν οἱ δύο· ἡ γὰρ κακηκοΐα τῆς κατηγορίας συνεργὸς τυγχάνει, καὶ ἐρῶσιν ἀλλήλων εἰς λύμην καρ‐ | |
45 | δίας. | |
46t | ΚΕΦΑΛ. ΙΖʹ. | |
47 | Ἐκ τῶν καταλαλιῶν τὰ ὦτά σου φράξον, ἵνα μὴ διττῶς σὺν αὐτοῖς ἀνομήσῃς, σαυτὸν μὲν δεινῷ πάθει ἐθίζων, γλωσσαλγεῖν δὲ ἐκείνους οὐκ ἀνακόπτων. | |
79.1113(50) | Ψυχὴν τῶν κρειττόνων ὁ φιλοσκώπτης λῃστεύει, σα‐ θρὰν ἀκοὴν διαβολαῖς διορύττων· ὁ δὲ διαδρῶν τὴν τοῦ πέλας λοίδορον γλῶσσαν, καὶ τὴν οἰκείαν λοιδορίαν φυγαδεύει· ἡδεῖς ἀκοὰς ὁ τῷ λοιδόρῳ παρέχων, ἰὸν | |
θηρὸς τοῖς ὠσὶν ἀμέλγει. Μὴ γευέσθω τὸ οὗς σου τῆς | 1113 | |
79.1116 | πικρᾶς ταύτης ἀντιδότου, μή πως τοιαύτην καὶ σὺ συγκεράσῃς ἑτέρῳ, μὴ γοητεύου καταλαλιαῖς τὸ οὗς σου, ἵνα μὴ πάθει πραθεὶς, πολυπαθείᾳ δουλεύσῃς· ἓν γὰρ τῶν πολλῶν πάθος τόπον ἐν σοὶ εὑρὼν, εἰς | |
5 | τὸν αὐτὸν σηκὸν καὶ ἄλλα συνεισφέρει· τότε πλήθει κακῶν ὁ ἡγεμὼν δουλοῦται, ὅταν πάθει ζευχθεὶς τοὺς πόνους ἀποζεύξῃ. Ὁ τὰς ἑτέρων σκέψεις πειρώμενος ἐρευνᾷν, τὰς ἑαυτοῦ πράξεις ἕργῳ οὐκ ἐρευνᾷ, μὴ ὡς ἀμελῶς ζήσαντα, τὸν ἀποβιώσαντα σκῶπτε, ἵνα | |
10 | μὴ ὡς ἐκ συνηθείας τῶν ζώντων, καὶ τοῦ νεκροῦ γένῃ πικρὸς δικαστής· μὴ τοῖς πταίουσιν ἔπεχε λογι‐ σμῷ ἀλαζόνι ἐπαίροντί σε ὡς δικαστὴν, ἀλλὰ σαυτῷ πρόσεχε λογισμῷ νήφοντι, καὶ τῶν σῶν πράξεων δο‐ κιμαστῇ. Στένε πταίων, καὶ μὴ φυσῶ κατορθῶν ἀκα‐ | |
15 | ταφρόνητος εἶναι μὴ μεγαλαύχει, ὅπως μὴ ὡς κόσμον τὸ κακὸν ἐνδύσῃ. Τινὲς γὰρ ἀπὸ εὐλαβείας μὴ δυνά‐ μενοι γνωσθῆναι, ἔσπευσαν, κἂν ἀπὸ κακίας οὕτω γνωσθῆναι· ἕτεροι δὲ αὐξηθέντες τῷ φθόνῳ, προφά‐ σεις ἀκροβολοῦσι, τοὺς εὐσταθοῦντας ταῖς ἀρεταῖς | |
20 | ἐξουθενοῦσι. Τοῖς πέριξ τινὲς εἰς φαῦλα θρυλλούμε‐ νοι, βίον σεμνὸν ἀμφιέννυνται, οὐχ ἵνα τὰ φαῦλα πταίσματα τοῖς πόνοις θρηνήσωσιν, ἀλλ’ ἵνα τῶν ψό‐ γων τὰς φήμας σκιάσωσιν. Ἀλλὰ μὴ τῷ ἀπατῶντί σε καλλωπίζου, μηδὲ τῷ ἀπατᾶσθαι ἐναγάλλου· ἐὰν | |
25 | γὰρ δι’ ὄνομα ψιλὸν τῶν σπουδαίων ἐφάπτῃ, οὐ Θεῷ, ἀλλὰ ἀνθρώποις ἐργάζῃ, μὴ παῤῥησίαν ἄγε τῷ ἀπόνως βιοῦντι, κἂν ὄνομα τούτῳ μέγα πομπεύῃ· ἔστι φίλος πρὸς προσώπου χάριν, καὶ χρόνος κατήγο‐ ρος τούτου γίνεται. | |
33t | ΚΕΦΑΛ. ΙΗʹ. | |
34 | Δεδοικότα φίλον σκώπτην κτῆσαι, ἵνα σκέπην εὕ‐ | |
35 | ρῃς τῶν σῶν πταισμάτων, τὸ δὲ φθονούμενον ἐν σοὶ κρύπτε μᾶλλον τοῦ φθονοῦντος. Ὅταν ὁ σὸς φίλος ταῖς σαῖς τῶν πόνων εὐφημίαις ἐλαττούμενος εἰς φθόνον ἐκτραπῇ, ὡς καὶ τοῖς πέριξ ῥήματα κενοδο‐ ξίας ἀκοντίζειν σου τοῖς πόνοις, ὅπως τὴν διατρέχου‐ | |
40 | σαν περὶ σοῦ δόξαν συσκιάσῃ τοῖς σοῖς σκώμμασι, τότε μὴ τῇ ἐκείνου βασκανίᾳ προσέχων δηχθῇς, ἵνα μὴ ἰὸν πικρὸν τῇ ψυχῇ σου σιφωνίσῃς. Τοῦτο γὰρ ἔργον τοῦ Σατανᾶ, ἵνα ἐκεῖνον μὲν τῷ φθόνῳ ἐκπυ‐ ρώσῃ, σὲ δὲ πικρίᾳ ἀναλώσῃ. Ταπεινώμεθα δὲ μᾶλ‐ | |
45 | λον, καὶ τῇ τιμῇ τοὺς τοιούτους προηγώμεθα ἐξημε‐ ροῦντες αὐτῶν, καὶ διὰ τραπέζης τὸ ἀγριωθὲν τῷ ζήλῳ φρόνημα. Μὴ ὡς ἐξ ἑτέρου προσώπου ψέγε ζήλῳ τὸν φίλον, ἵνα ὡς ἐξ ἄλλου δῆθεν στόματος ψέ‐ γων ἐκεῖνον, σαυτὸν ὡς ἀθῶον ποιήσῃς, καὶ ὡς ἄψο‐ | |
79.1116(50) | γον ὑψώσῃς. Τοῦτο γὰρ μετασχημάτισμα τοῦ Σατανᾶ, τοῦ ἐκ προσώπου ὄφεως τὸν Ὕψιστον ψέγοντος, ἵνα ὡς ἐξ ἑτέρου δῆθεν στόματος τὸν ἑαυτοῦ φθόνον τῷ Θεῷ προσάψας, αὐτὸς ὡς ἄφθονος νομίζηται. Μὴ ὡς ὑπόδουλον θέλων ἔχειν τὸν ἀδελφὸν, πειρῶ τού‐ | |
55 | του πταῖσμα καταλαβεῖν, ἵνα μὴ συνεργὸς εὑρεθῇς τοῦ Σατανᾶ. Ὁ πταίσας, καὶ ἑτέρους λέγειν, ἢ | |
πταίειν μὴ ἐπιτηρείτω, ἵνα ὡς μὴ μόνος ᾖ συμπεσὼν | 1115 | |
79.1117 | τῷ κακῷ, ὅπερ τῆς ἐκπτώσεως τοῦ διαβόλου πρῶτον καὶ τοῦτο ἔργον ἐστίν. Ἔστω δὲ μεταμελούμενος ἐφ’ οἷς ἀτόποις ἔπραξεν ἔργοις· τὸν τῆς λύπης θρῆνον κατ’ αὐτῶν ἐπιγινώσκων, ἐπισπάσεται δὲ καὶ τὴν | |
5 | πρωτοστάτην τῶν πόνων ἡσυχίαν, φαίνουσαν αὐτῷ τὴν πολυόμματον τῶν ἀρετῶν θεωρίαν. Ὁ ἡσυχάζων τῇ γλώττῃ, κατὰ τῶν λογισμῶν ἀνδριζέσθω· ἡ γὰρ τῆς ψυχῆς ἀνδρεία οὐκ ἐν τῇ ἡσυχίᾳ δείκνυται μόνον τοῦ στόματος, ἀλλὰ καὶ ἐν τῇ τῶν λογισμῶν ἀνδρα‐ | |
10 | γαθίᾳ, καὶ τῇ τῶν ὕβρεων, καὶ ἀδικιῶν εὐσταθείᾳ· ἐντεῦθεν γὰρ αἱ δειναὶ μάστιγες τοῦ διαβόλου περι‐ τινάσσονται ἐν ταῖς συντυχίαις. | |
13t | ΚΕΦΑΛ. ΙΘʹ. | |
14 | Μὴ στόμα μόνον, ἀλλὰ καὶ καρδία τηρείσθω, τοτὲ | |
15 | γὰρ ἀμαυροῦται τῆς ψυχῆς τὸ ὄμμα τῷ τῆς ἀρεσκείας ὄμματι, τοῦ νοῦ παυσομένου. Ἔστω σου πηρὸς ὁ νοῦς περὶ τὰ αἴσχιστα, Κύριος γὰρ σοφοῖ τοὺς τοιού‐ τους τυφλοὺς, διορατικὸς δὲ περὶ τὰ κάλλιστα, ἵνα ἐκτυφλώττῃ περὶ τὰ κάκιστα. Νόει δέ μοι, πορνείας | |
20 | εἶναι δύο ἐν διαιρέσει ἐζυγωμένας, τὴν τοῦ σώματος, καὶ τὴν τοῦ πνεύματος· ὅταν λογισμὸς πορνείας τῷ πνεύματί σου μίγνυται, τότε ἐκτυπώματι πλάνης ἡ ψυχή σου συγγίνεται. Προσώπῳ θηλείας σχηματίζε‐ ται δαίμων, ἵνα φαρμάξῃ τὴν ψυχὴν μετ’ αὐτοῦ | |
25 | συμμιγῆναι· μορφῆς γλύμμα φορεῖ ἄσαρκος δαίμων ἵνα λογισμῷ ἀκολάστῳ τὴν ψυχὴν ἐκπορνεύσῃ. Μὴ οὖν συγκαλύπτου εἰδωλείῳ ἀνυπάρκτῳ, ἵνα μὴ καὶ τῇ σαρκὶ τὸ ὅμοιον δράσῃς, πνεύματι πορνείας ἐπλανή‐ θησαν οἱ τοιοῦτοι οἱ τὰς ἔνδον μοιχείας τῶν πνευμά‐ | |
30 | των τῳ σταυρῷ μὴ σοβοῦντες. Αἴκιζε τοὺς λογισμοὺς ἀσιτίᾳ βρωμάτων, ἵνα μὴ πορνείᾳ, ἀλλὰ πείνῃ λα‐ λῶσιν· εὐχῆς ἀγρυπνίᾳ στῆσον δάκρυον, ἵνα βοήθειαν λάβῃς του παρόντος πολέμου. Ἐν καιρῷ τοῦ τῆς πορνείας πολέμου τὰς κλήσεις τῶν ἑστιατόρων παρ‐ | |
35 | αίτησαι, καὶ τὸν μὲν ξένον ἐπιστάντα ὑπηρετῶν ἀναπαύσεις, σεαυτὸν δὲ περικεκαλυμμένως, ἀσιτίᾳ περιφράξεις. Διπλοῦς ἔστω σοι τῶν ἀμφοτέρων ἔργων ὁ μισθὸς ἑνὶ ἑκάστῳ τὸ πρακτικὸν δι’ ἀρετὴν ἀπονέ‐ μοντι· μὴ ἕνεκεν γαστρὸς συνέσθιε τῷ ἀδελφῷ, ἀλλ’ | |
40 | ἕνεκεν Χριστοῦ συναυλίζου τῇ ἀγάπῃ. Κόρος σιτίων λογισμοὺς σιτίζει, καὶ μέθυσος ὕπνον φαντασίας πο‐ τίζει. Τέθνηκε μετὰ τὸν φάραγγα τῆς τρυφῆς ἡδονὴ καὶ πνεῖ ἐν τῷ τάφῳ τὰ τῆς γαστρὸς λαγνεύματα. Οἱ πόνοι τῆς κληρουχίας τελευτῶσιν εἰς ἀνάπαυσιν, | |
45 | οἱ δὲ τρόποι τῆς τρυφῆς τελευτῶσιν εἰς κατάκαυσιν. Ὁ τῆς σαρκὸς τὸ ἄνθος τῇ ἀσκήσει μαραίνων καθ’ ἡμέραν ἐν τῇ σαρκὶ μελετᾷ τὴν ἑαυτοῦ τελευτήν. Καρδίας λογιστεία τὸ σῶμα συμμετρείτω, ἵνα μὴ τού‐ του πληγέντος, καὶ αὕτη κοπιάσῃ· ἀρκείσθω σὰρξ | |
79.1117(50) | τὰ φυσικὰ περικόπτειν· ἡ σωματική σου γυμνασία ἐν τοῖς ἤθεσιν οἰκονομείσθω, ἵνα μάθῃς καρδίᾳ πονεῖν, καὶ ψυχῇ συμπονεῖν. | |
55t | ΚΕΦΑΛ. Κʹ. | |
56 | Οἱ τοῦ προσώπου τὴν ὠχρείαν ἐν τῇ ἀσκήσει λάμ‐ | |
ποντες τὸν παρὰ τῶν ἀνθρώπων ἔπαινον καὶ πρὶν | 1117 | |
79.1120 | ἐλθεῖν ῥιπτέτωσαν, τοῦτον τοῦ λογισμοῦ, καὶ πρὸ τῆς συντυχίας ἔνδον ἐμβάλλοντος. Ὅταν χρονίσῃς ἀπεχόμενος οἴνου, καὶ ἐλαίου, καὶ τῶν περιττῶν, τότε οἱ λογισμοὶ τοὺς χρόνους σοι μετ’ ἐγκωμίων | |
5 | ψηφίζουσιν ὑπενδοῦναί σε τοῖς πόνοις διὰ τὸ σῶμα γυμνάζουσι. Εἰκότως οὖν τοῖς κακογνώμοσιν ἀντι‐ φθέγξῃ διαψηφισταῖς, ὅσα πρὸς ἀνατροπὴν τῆς ἐκεί‐ νων σκαιωρίας ἀντίκεινται. Τίς τῶν ἀδελφῶν τοὺς πόνους κατὰ δαιμόνων, ὑπὸ τῶν ἔνδον ἐπαινούμενος | |
10 | ἔψαλλεν. «Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμε‐ νοι οἱ λέγοντές μοι· Εὖγε! εὖγε!» Μὴ τὸν λογισμὸν ἀνάσχῃ πολυετῆ σοι κύκλον ἐν τῷ μονήρει βίῳ φερόν‐ των, ἵνα μή σου τοὺς πόνους τοῖς χρόνοις κρεμάσωσι, μηδὲ ἐν τῇ ὑπομονῇ τῆς ἐρημίας καυχήσει ζωγρη‐ | |
15 | θῇς· ἀλλ’ ἐν τῇ ὑπομονῇ τῆς εὐτελίας τοῦ δοῦλος ἀχρεῖος εἶναι μνήσθητι. Διὰ γῆρας βαθύ τινα τῶν καρτερικῶν μονηρεμίτην πρεσβύτην ἐκ τῆς ἐρημίας αἵρειν ἐβιάζετό τις. Ὁ δὲ πρὸς αὐτόν· Παῦσαι, φησὶ, βίας, οὔπω γὰρ τῆς ἐξορίας ὁ κακοῦργος ἀνακέκλη‐ | |
20 | μαι. Ζητοῦντος δέ μου τοῦτον τῆς διδασκαλίας λόγον μαθεῖν, ἔφη· Ζήτει, πρῶτον ἐμπόνως τὸν ἔμφυτον φόβον, καὶ τότε ἔνδον εὑρήσεις τὸν ἔμπειρον λόγον, τὸν διδάσκοντα ἄνθρωπον γνῶσιν. Ὁ δ’ αὐτὸς ἐπερω‐ θεὶς καὶ περὶ φόβου, οὕτως ἀπεκρίνατο· Ὁ μέριμναν | |
25 | ἔχων τοῦ θανάτου τὴν μνήμην, ὁδηγεῖται καὶ εἰς τὸν τῆς κρίσεως φόβον. Φόβῳ τῶν θείων Γραφῶν καθ’ ἑκάστην συνόμιλος γίνου· τῇ γὰρ τούτων συνουσίᾳ λογισμῶν ἐξοίσεις ὁμιλίας. Ὁ μελέτῃ τὰς θείας Γραφὰς θησαυρίζων ἐν τῇ καρδίᾳ, τοὺς λογισμοὺς | |
30 | ἐκ ταύτης ῥᾳδίως ἐκβάλλει. Ἀναγνώσει νυκτερινῇ ἐν ταῖς ἀγρυπνίαις τῶν θείων ἀκροώμενοι, μὴ τὰς ἀκοὰς τῷ ὕπνῳ νεκρώσωμεν, μηδὲ τῇ τῶν λογισμῶν αἰχμαλωσίᾳ τὴν ψυχὴν προδώσωμεν, ἀλλὰ τῷ κέν‐ τρῳ τῶν Γραφῶν τὴν καρδίαν κατανύξωμεν, ὅπως τῇ | |
35 | τῆς ἐπιμελείας κατανύξει τὴν ἀντίζυγον ἀμέλειαν δι‐ χοτμήσωμεν. | |
37t | ΚΕΦΑΛ. ΚΑʹ. | |
38 | Τινὲς διὰ φήμην, καὶ οὐκ ἐπιμέλειαν ψυχῆς, τοῖς εὐλαβέσι φιλιοῦνται, ἵνα ἑαυτοῖς κόσμον περιποιή‐ | |
40 | σωσιν ἀπόνως· ὁ δὲ διὰ μνήμην τῶν ἐπουρανίων, δι’ ἀγάπην πυρούμενος, τὴν ἀρέσκειαν τῶν ἐπιγείων ἐκ τῆς ἐννοίας ἐκκαθαίρεται. Τὸ διαμαρτυροῦν σοι συνειδὸς μὴ παραπέμπου λογισμῷ καταφρονοῦντι, καὶ γλυκολογοῦντι τὸ πταῖσμα, τῷ φιλονεικοῦντι | |
45 | μὴ συνδιατείνου, ἵνα μὴ πάθει πάθος στρατεύσας τῆς ἀρετῆς ἡττηθῇς, τῷ ὑπερηφάνῳ μὴ συνεπαίρου λογισμῷ ἀντιφυσῶντι εἰς ἀντάνεμον πνεῦμα. Οὐκ αἶνος γλώσσῃ τροχαλῶς φθεγγομένῃ, ἀλλὰ χείλεσι δόξα εὐσταθῶς κινουμένοις· ἀκροώμενος λόγων, | |
79.1120(50) | ἐρώτα τὸν νοῦν σου καὶ τότε διακρίνας τὸ ψήφισμα δώ‐ σεις· μὴ παραλογίζου τὸν νοῦν σου ἀβουλίᾳ ῥημάτων, ἵνα μὴ κρημνησθείη ἡ χανανιτίς σου γλῶσσα. Μή σε πνεῦμα πολυῤῥῆμον πλανήσῃ, ἐν αὐτῷ γὰρ φωλεύει | |
τὸ δόλιον ψεῦδος. Ὁ ταῖς παρ’ ἑτέρων λοιδορίαις | 1119 | |
79.1121 | δακνόμενος, καὶ μὴ ταύτας τῷ διαβόλῳ προσρίπτων. τὸν τῶν λογισμῶν αὐτοῦ δῆμον ἑαυτῷ ἐπεγείρει, καὶ εἰς ἑαυτὸν βέλη σκευάζειν ἔτι μᾶλλον ἐρεθίζει, ἐν τῷ τὴν ψυχὴν διὰ τῶν τοιούτων τιτρωσκομένην συμπί‐ | |
5 | πτειν. Ἕνεκεν διακονίας ἐπ’ ἀλλοδαπῆς ἐὰν βαδίσῃς, μὴ φιλοξενεῖσθαι παρὰ πάντων εὐτρεπίζου, ἀνάξιον σεαυτὸν τῆς δόξης καταλέγων ἵνα οὕτω τὸν τῆς λοι‐ δορίας λογισμὸν φυγαδεύσῃς, κἂν λέγῃ τἀληθῆ. Νο‐ μίζω, ὡς, οὐκ οὔσης ἀγάπης, λοιδορούμενος τὰ μέ‐ | |
10 | γιστα, ἢ ἀδικούμενος, οὐ μνησικακήσεις, ἀλλ’ εὐλο‐ γήσεις. Ὁ γὰρ δαίμοσι μνησικακῶν, ἀνθρώποις οὐ μνησικακεῖ· εἰρηνεύει δὲ μετὰ δαιμόνων, ὁ τῷ ἀδελ‐ φῷ μνησικακῶν. Ἐμπρησμὸς καρδίας μῆνις ἀντι‐ λογίας, ψυχαὶ δὲ ἀμνησικάκων δροσίζονται πνευμα‐ | |
15 | τικῶς· ἄνθρακες πυρὸς σπινθῆρας ἐρεύγονται, οὕτω καὶ μνησίκακοι ψυχαὶ λογισμοὺς πονηρούς· ὥσπερ πληγὴ σκορπίου δριμύτατον ἔχει τὸν πόνον, οὕτω καὶ μνησίκακος ψυχὴ πικρότατον ἔχει τὸν ἰόν. | |
23t | ΚΕΦΑΛ. ΚΒʹ. | |
24 | Πνεύμασι πορνείας μνησικάκει καὶ κενοδοξίας, | |
25 | δυσὶ πικροῖς δαίμοσιν ἐναντίοις ἀλλήλων· ὁ μὲν γὰρ πρόσωπα φεύγει, ὁ δὲ προσώποις χαίρει. Καὶ ὁ μὲν τῆς ἀσελγείας δαίμων τῷ τῆς ἀσκήσεως ἀγωνιστῇ τὰς ῥυπαρίας ἄφνω ἀκοντίσας ἐφάλλεται ὀξέως, τῆς δια‐ πύρου τῶν πόνων δᾳδουχίας τὴν θέρμην μὴ φέρων, | |
30 | τῷ δὲ τῆς ἐγκρατείας χαυνωθέντι κολακείᾳ ἡδονῶν τὸ κατ’ ὀλίγον ἐπιβατεύει συνομιλεῖν τῇ καρδίᾳ, ἵνα ἐξαφθεῖσα ταῖς κακίαις διαλεχθῇ καὶ αἰχμαλωτισθῇ, καὶ τὸ τῆς ἁμαρτίας μῖσος εἰς πέρας ἀγάγῃ. Ὁ δὲ τῆς κενοδοξίας πλάνος δημοχαρὴς τυγχάνων παρ‐ | |
35 | εσκιασμένως ἐφίσταται τῇ ψυχῇ τῶν ἐθελοπόνων τὴν δι’ ὧν πόνων ἐργάζονται δόξαν ἐν αὐτοῖς θηρώμε‐ νος. Εἴ τις οὗν βούλοιτο σὺν Θεῷ τούτων περιγενέ‐ σθαι, λεπτυνέτω τὴν σάρκα κατὰ τῆς πορνείας, τα‐ πεινούτω δὲ τὴν ψυχὴν κατὰ τῆς κενοδοξίας. Οὕτω | |
40 | γὰρ ῥᾳδίως τοῦ μὲν τὴν ματαίαν δόξαν ἐξώσομεν, καὶ Θεῷ εὐαρεστήσομεν, τοῦ δὲ τὰς ἀκαθάρτους φαντασίας φυσήσομεν, καὶ καθαρὰν ἡδονῶν τὴν καρ‐ δίαν ποιήσομεν. Χαλεπώτατόν ἐστι συνηθείᾳ ἡδονῶν συνθάπτεσθαι τὴν καρδίαν, καὶ πολλῶν χρεία κόπων | |
45 | τὴν νομὴν κακῶν εἰς ἄκρον ἐκκόψαι. Μὴ οὖν ταῖς ἡδοναῖς τὸν λογισμὸν συνομιλεῖν ἐθίσῃς· ἐν γὰρ συλλόγῳ κακῶν ἐκκαίεται πῦρ οὕτω γὰρ ἐκθερμαί‐ νοντές σε, λογίζεσθαι ποιοῦσι κόπον εἶναι τὴν πυρὰν τῆς φύσεως κρατῆσαι, καὶ ὅτι πολὺς ὁ τῆς ἐγκρα‐ | |
79.1121(50) | τείας βίος, ἀναφέρουσι δέ σοι καὶ μνήμας ὧν σε νύκτωρ φαντάζουσιν αἰσχρῶν, μορφάζοντές σοι πυ‐ ρωτικὰ τῆς πλάνης εἴδωλα, εἶτα καὶ σφοδρότερον ἐν τῇ σαρκὶ ἐξάψαντες τὸν πυρετὸν τῷ νόμῳ τῆς ἁμαρ‐ τίας γνωμοδοτοῦσί σοι ἔνδον, ὅτι οὐκ ἰσχύεις κατα‐ | |
55 | σχεῖν τὴν τῆς φύσεως βίαν, κἂν σήμερον ἁμαρτήσῃς δι’ ἀνάγκην, ἀλλ’ αὔριον μετανοήσεις διὰ τὴν ἐντο‐ λήν. Φιλάνθρωπος γὰρ ὁ νόμος, καὶ συγχωρῶν ἁμαρ‐ | |
τίαν τοῖς μετανοοῦσι. Καὶ φέρουσί τινας τῶν μετ’ | 1121 | |
79.1124 | ἐγκρατείας πταισάντων, καὶ πάλιν μετανοησάντων· ἵνα ἐκ τούτων πιθανοποιήσωσι τῆς ἑαυτῶν ἀπάτης τὴν συμβουλήν· ὅπως τῇ ἀντιστρόφῳ μετανοίᾳ ψυ‐ χὴν ἀνακαλέσαντες, τὸν ναὸν τῆς σωφροσύνης πορ‐ | |
5 | νεῖον ποιήσωσιν. Οὕτως ὑποσυρίζουσιν οἱ δίγλωττοι τὸν λογισμὸν ὄφεις ἐν τῶ κινουμένῳ τῆς καρδίας ἐργαστηρίῳ. | |
12t | ΚΕΦΑΛ. ΚΓʹ. | |
13 | Σὺ δὲ, ὦ τῆς ἐγκρατείας ἄνθρωπε, μὴ προφάσει πάλιν μετανοίας δελεάζου ἐλπίσιν ἀδήλοις, πολλοὶ | |
15 | γὰρ πεσόντες εὐθὺς ἀνηρπάγησαν, ἕτεροι δὲ ἀνα‐ στῆναι οὐκ ἴσχυσαν τῇ τῶν ἡδονῶν συνηθείᾳ ὡς ὑπὸ νόμον δεθέντες. Τί γὰρ οἶδας, ἄνθρωπε, εἰ ζήσεις, ἵνα καὶ μετανοήσῃς, ὅτι χρόνους ζωῆς ἑαυτῷ ὑπο‐ γράφεις; Κἀνταῦθα πταίων, τῇ σαρκί σου χαρίζῃ, | |
20 | δέον μᾶλλον χαρίσασθαι σεαυτῷ θανάτου τὴν μνή‐ μην καὶ ἵνα ζωγραφῇ σου τῇ καρδίᾳ τὴν φοβερὰν τῆς κρίσεως δίκην, εἴ πως δυνηθείης τὸ πυρεταῖνον τῆς σαρκὸς φρόνημα κατασβέσαι· οὐ γὰρ ἄλλως κα‐ τασβέσεις τὰ πάθη, πρὶν ἢ τῇ σαρκί σου συγκερά‐ | |
25 | σῃς τοὺς τῆς ἀνασκευῆς αὐτῶν πόνους. Οὔτε μὴν ψυχικὰ, πρὶν ἢ τῇ καρδίᾳ ἐξομβρήσεις τοὺς καρ‐ ποὺς τῆς ἀγάπης. Τὰ μὲν σωματικὰ πάθη ἐκ τῶν φυσικῶν τῆς σαρκὸς τὴν ἀρχὴν λαμβάνει, καθ’ ὧν καὶ ἡ ἐγκράτεια, τὰ δὲ ψυχικὰ ἐκ τῶν ψυχικῶν τὴν | |
30 | κύησιν ἔχει, καθ’ ὧν καὶ ἡ ἀγάπη. Ἡ ἀγάπη ἀπα‐ θείας ἐστὶ συνάφεια, παθῶν δὲ ἀπαλοιφὴ, τὴν μα‐ κροθυμίαν προφέρουσα, καὶ τὸν ζέοντα θυμὸν κα‐ ταψύχουσα, τὴν ταπείνωσιν προβάλλουσα, καὶ τὴν ὑπερηφανίαν καταφέρουσα. Ἀγάπη ἔχει μὲν ἴδιον | |
35 | οὐδὲν πλὴν τοῦ Θεοῦ· αὕτη γάρ ἐστιν ὁ Θεός. Ὁ εἰς τὴν φαιδρὰν τῶν μοναχῶν σύγκλητον νεοπαγὴς τυγ‐ χάνων, ἀπωθείσθω τοὺς λογισμοὺς τοὺς προσιόντας αὐτῷ εὐφημίας ἀπὸ τῆς συγγενείας, ἵνα μὴ τὸν ἐξ ἀνθρώπων ἔπαινον, ἀλλὰ τὸν ἐκ τῶν ἐντολῶν μα‐ | |
40 | καρισμὸν ἐπιζητοίη. Τῶν δὲ τὰς δειλίας εἰσβαλλόν‐ των δαιμόνων καταθαρσείτω· οὐ γὰρ ἐλάβετε πνεῦμα δειλίας πάλιν εἰς φόβον· πνεύματι δειλίας ἑαυτὸν μὴ καταπτησσέτω, μήτε τοὺς νυκτερινοὺς κτύπους τῶν δαιμόνων τρεμέτω, ὁπόταν οὔτε κατὰ χοίρων | |
45 | ἔχωσιν ἐξουσίαν. Ἐν ταῖς ὀψιναῖς οὖν ἐξελθὼν τῆς κέλλης, μὴ θροείσθω, καὶ φεύγων ἀνόπιν εἰσπηδά‐ τω, ὡς τῶν δαιμόνων δῆθεν κατατρεχόντων, ἀλλὰ κλίνας τὰ γόνατα ἐν ᾧ τόπῳ δειλιᾷ εὐξάσθω, οὐ γάρ σοι ἐπιπεσοῦνται κἂν οὕτω σε θροήσωσιν· ἐπειδὰν δὲ | |
79.1124(50) | ἀναστῇς θάῤῥυνε τὴν καρδίαν, παρακάλει τῇ ψαλμ‐ ῳδίᾳ, «Οὐ φοβηθήσῃ (λέγων) ἀπὸ φόβου νυκτε‐ ρινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγ‐ ματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος, καὶ δαιμονίου μεσημβρινοῦ.» Οὕτω γὰρ ἅπαξ καὶ | |
55 | πολλοστὸν ποιήσας, τὸν δαίμονα τῆς δειλίας θᾶττον ἀφ’ ἑαυτοῦ ἀπελάσεις. Ἀδυνατοῦντες γὰρ ἔργῳ βλά‐ | |
πτειν, ταῖς φαντασίαις τὴν ψυχὴν δειλοκοποῦσιν, ἵνα οἱ | 1123 | |
79.1125 | ἄνθρωποι τοὺς ἀσθενεῖς, καὶ ἀδυνάτους, ἰσχυροὺς καὶ δυνατοὺς εἶναι νομίσωσι. | |
6t | ΚΕΦΑΛ. ΚΔʹ. | |
7 | Καλλίστοις ἱματίοις μὴ σεαυτὸν περιστολίσῃς, ἵνα μὴ τὸν τῆς κενοδοξίας δαίμονα προφανέστερον ἐν‐ δύσῃ· οὐ γὰρ ἐν κάλλει ἱματίων αἱ ἀρεταὶ φοροῦν‐ | |
10 | ται, ἀλλ’ ἐν κάλλει ψυχῆς οἱ πόνοι χρυσοφοροῦνται· τὸν δὲ τοῦ Θεοῦ φόβον ἐπενδύου τῶν τῆς κρίσεως κο‐ λαστηρίων, ὅπως φόβῳ πυρὸς ἀκατάσβεστον τὴν θέρ‐ μην ἐπενδύσῃ, καὶ κατὰ τῆς κακοτεχνίας θᾶττον τῶν λογισμῶν σοφισθήσῃ, ἀρχὴ γάρ ἐστιν ὁ φόβος τῆς | |
15 | σοφίας. Ὁ τῶν λογισμῶν τὴν πλάνην διὰ πείρας ἐξαγγέλλων, οὐ πᾶσιν εὔγνωστος ἔσται πλὴν τῶν ἐν πείρᾳ, ὁδὸς γὰρ τῆς ἐν τούτῳ τῷ μέρει γνωστικῆς ἡ πεῖρα καθέστηκεν· αἰτία γὰρ ἀμφοτέρων ἐστὶν ἡ πρακτικὴ, ἥνπερ πονικώτερον κατέχοντες, ἑαυτοὺς | |
20 | ἐπιγνωσόμεθα καὶ λογισμῶν καταγνωσόμεθα, καὶ Θεὸν ἐπιγνωσόμεθα. Ὁ ἐκ πρακτικῆς ἐκδημίας, καὶ γνωστικῆς ἐνδημίας τῶν λογισμῶν τῇ τέχνῃ τοὺς ἀφε‐ λεῖς ἀλείφων, βλεπέτω μὴ εἰς ἔνδειξιν δόξης τὴν γνω‐ στικὴν κομπάζῃ· εἰ δὲ λογισμὸς τούτων μεγαλύνων | |
25 | λῃστεύει, εἰς βοήθειαν λαβέτω τὸν Ἕλληνα Ἰοθὸρ, Μωϋσῇ τῷ μεγάλῳ προφήτῃ τὴν ἀπὸ τῆς χάριτος σοφὴν συμβουλίαν διὰ κρίσιν ἐκδόντα. Ἤτω σου τῶν λογισμῶν ἡ δύναμις τὰ ἔργα, τὰ γὰρ πρακτέα τῶν λεκτέων ἐστὶ φιλοσοφώτερα, καθάπερ, καὶ ἐπιπονώ‐ | |
30 | τερα· πράξεως παρούσης ὥσπερ οἱ λόγοι ἐξαστρά‐ πτουσιν, ἔργων δὲ μὴ παρόντων, οἱ λόγοι τῶν ἔργων δύναμιν οὐκ ἀστράπτουσι. Πολιῶν ἔγκλημα, λόγος νεώτερος, καὶ χείλη πέρπερα τινασσόμενα γέλωτι, ὁ δὲ ταράττων καὶ ταραττόμενος εἰκῆ, γαλήνης ἐκτὸς | |
35 | ἔσται, καὶ κλύδωνος οὐκ ὄντος, χειματίζεται. | |
36t | ΚΕΦΑΛ. ΚΕʹ. | |
37 | Μὴ τὴν ἄκαιρον γλῶσσαν λεξιθήρει, ἵνα μὴ τὸ αὐτὸ ὑφ’ ὧν οὐ θέλεις ὑπομείνῃς. Φεῦγε πτερνίσαι τοῦ πλησίον τὴν γλῶτταν, ἵνα καὶ σὺ τοῦ διαβόλου | |
40 | τὸν πτερνισμὸν διαφύγῃς· φεῦγε ὀνειδίσαι ἀδελφοῦ σου τὸ πταῖσμα, ἵνα μὴ τῆς συμπαθείας ὡς ἀλλό‐ φυλος ἐκπέσῃς. Ὁ τὴν χρηστότητα, καὶ τὴν ἀγά‐ πην εἰς τὸν ἀδελφὸν μὴ ἔχων, πῶς τῆς χριστοφόρου ἀγάπης μέλος ἂν εἵη; Ἐπὰν τῇ συντόνῳ σου νηστείᾳ | |
45 | ἀδελφὸς παραβάλῃ, μὴ τῶν λογισμῶν τὴν ἀηδίαν πα‐ ραδέξῃ ὑποτιθεμένων σοι ὄχλησιν τῇ ἡσυχίᾳ, ἐγκο‐ πὴν δὲ τῇ νηστείᾳ, ποιοῦσι δὲ τοῦτο ἵνα ἰδὼν τὸν ἀδελφόν σου μὴ ὡς Θεὸν αὐτὸν ἴδῃς. Τὰς συνεχεῖς τῶν ἀδελφῶν ἐπιστασίας ὀχλήσεις εἶναι μὴ φάσκω‐ | |
79.1125(50) | μεν, συμμαχίαν δὲ μᾶλλον πέλειν· κατὰ τῆς φά‐ λαγγος τοῦ ἀντιπάλου τὴν αὐτῶν χοροστασίαν ἐμ‐ πιστεύσωμεν. Οὕτω γὰρ τῷ φίλτρῳ τῆς ἀγάπης ἑνωθέντες, τὴν κακίαν ἐξωθήσομεν, καὶ τὰ ἔργα τῶν | |
χειρῶν εἰς τὸν τῆς φιλοξενίας θησαυρὸν μετακομί‐ | 1125 | |
79.1128 | σομεν. Μὴ, ὡς χάριν παρέχοντες τοῖς ἀδελφοῖς, τού‐ τους δεξιωσώμεθα, ἀλλ’ ὡς ὑπόχρεοι ὄντες τῷ δα‐ νείσματι μεθ’ ἱκεσίας ξενίζωμεν, καθὼς ὑπέδειξε Λώτ. Τινὲς ἐπὶ ξένῳ ἀξιώματι καὶ ξένως ἐπαίρον‐ | |
5 | ται, καὶ ὅταν μὲν ξένον καλῶσιν οὐδόλως παρακα‐ λοῦσιν, ἀλλὰ καὶ τὸν τῆς κλήσεως λόγον τῷ τύφῳ πλατύνουσι, τὸν δὲ παραιτούμενον ὡς ἐφ’ ὑβρικότα μέμφονται· διὰ τοῦτο μέγα φύσημα ἐντεῦθεν ἀνα‐ καίεται. Οἱ γὰρ λογισμοὶ τὸ ὄμμα τῆς ψυχῆς παρα‐ | |
10 | κεντοῦντες τυφλώττουσιν, ἵνα ταῖς καλλίσταις τῶν ἐντολῶν κακίστως χρησώμεθα. | |
12t | ΚΕΦΑΛ. Κϛʹ. | |
13 | Ὅταν λογισμὸς ἐγκόψῃ σε, μὴ ἄγαν βιάσασθαι τῇ τραπέζῃ τὸν ἀδελφὸν, τότε δι’ αὐτοῦ κωμῳδεῖ σε, | |
15 | μὴ βεβιασμένην ἔχειν γλῶτταν εἰς τὴν βίαν τῆς ἀγά‐ πης· σοὶ μὲν γὰρ ἴσως ὑποβάλλει τῶν κυκλευτῶν ἕνα τὸν ἀδελφὸν ὑπάρχειν, καὶ ὅτι ἄρτοις ἀρκεσθεὶς ἀφικέσθω, ἐκείνῳ δὲ ἐμβάλλει φιλοξενίαν παρὰ σοὶ τὸ παράπαν μὴ εὑρηκέναι· τῆς γὰρ πρακτικῆς αὐ‐ | |
20 | τοῦ μεταβολῆς τὸ ὄμμα βαστάζων, ἕνα τῷ ἑνὶ ἐν ταῖς καρδίαις ἐμβάλλει, ἵνα τοῦ μὲν τὴν φιλοξενίαν ὑπεκ‐ κόψῃ, τοῦ δὲ λοιδορίαν ἐκβλαστήσῃ. Ἀβραὰμ καθ‐ ήμενος πρὸ τῆς σκηνῆς, εἰ που τινὰ τῶν παριόντων ἑώρα, ἔργῳ προσεδέχετο· ζῶσιν ἐν ἀσεβείᾳ ἐξήπλου | |
25 | τὴν τράπεζαν, βαρβάρους δεχόμενος, ἀγγέλων οὐκ ἀπέτυχεν. Ἴσασι τὴν τῆς φιλοξενίας γλυκύτητα ὅσοι ξενιτεύσαντες ὑπὸ ταύτην ἐξενίσθησαν, ὅτε καὶ λό‐ γος προσηνὴς, γλυκεῖαν ἀρτύει τὴν τράπεζαν τῇ καρδίᾳ. Μετὰ πολλῆς οὖν σπουδῆς τὴν φιλοξενίαν χρη‐ | |
30 | στοποιώμεθα, ἵνα μὴ μόνον ἀγγέλους, ἀλλὰ καὶ Θεὸν ὑποδεξώμεθα. «Ἐφ’ ὅσον γὰρ, φησὶν, ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιή‐ σατε.» Τὶς τῶν γνωστικώτερον τὴν ἀρετὴν μετιόν‐ των οὕτως ἀπεκρίνατο· Τὰς ἐνηχούσας τῶν δαιμό‐ | |
35 | νων ἐν τῇ καρδίᾳ φαντασίας εἴωθεν ἐξαφανίζειν ἡ τῆς φιλοξενίας σπουδὴ, καὶ δαψιλὴς ὑπηρεσία προ‐ θύμως γινομένη, εἴπερ τις τῶν ὑλῶν ὁπωσδηποτοῦν ἀπήλλακται· ταῦτα δὲ γινόμενα μετὰ ταπεινώσεως, καὶ συντριβῆς καρδίας θᾶττον ἀπαλλάττειν τῶν φαν‐ | |
40 | τασιῶν τὸν κάμνοντα. Σφόδρα γὰρ δεδοίκασι τὴν τα‐ πείνωσιν οἱ δαίμονες, εἰδότες ταύτην δεσποτικὴν γε‐ γενῆσθαι ἐντολήν. Τίς τῶν δοκιμωτάτων περὶ τα‐ πεινώσεως λόγον κινῶν, καὶ τοῦτο κατεμήνυσεν, ὅτι Πατὴρ, φησὶ, τῶν πάνυ δοκίμων ὑπὸ δαιμονῶντος, | |
45 | καὶ δεινῶς ἀφραίνοντος τὴν σιαγόνα κρουσθεὶς, εὐ‐ θὺς ἐναλλάξας, καὶ τὴν ἄλλην ἑτοίμην παρέθηκεν, ὁ δὲ ὡς ὑπὸ ἀστραπῆς τῆς ταπεινώσεως ἀντικρου‐ σθεὶς, καὶ κραυγάσας, ἀθρόως τοῦ πλάσματος ἀφήλ‐ λατο. | |
52t | ΚΕΦΑΛ. ΚΖʹ. | |
53 | Ἐπιφανίου τοῦ ἁγίου ἐπισκόπου καὶ οὗτος ὁ λό‐ | |
γος. Ἐγένετο ὅτι, φησὶ, χήρας πιστῆς υἱὸς ἕχων | 1127 | |
79.1129 | δαίμονα Πύθωνος, ἐν τῇ πληγῇ χρονίσας θραπείαν οὐχ ὑφίστατο. Τῆς δὲ τούτου μητρὸς ἐπιταπεινω‐ θείσης τῷ πένθει, εὐχαριστία τὸ πάθος κατέψυξεν, ἤπερ ἐκ σταυροῦ τὴν ψυχὴν κρεμάσασα, τὸν δαίμονα | |
5 | τοῦ παιδὸς ταῖς εὐχαῖς ἀπέῤῥηξε· τοῦ γὰρ νέου ἐν τοῖς μέρεσι τοῖς πέριξ πλανωμένου καὶ τῆς μητρὸς οἴκοι εὐχομένης, τὸ ταύτης ὅνομα βοῶν ὁ δαίμων βασάνοις ἠλαύνετο· ἡ δὲ αὐτὸ τοῦτο ἀκούουσα, οὐκ ἐπέδραμε τῷ πράγματι τὴν μάχην τῆς φύσεως τῇ | |
10 | ταπεινώσει δεσμεύουσα, ἑλκομένη δὲ παρ’ ἄλλων ἀβουλήτως ἀπήγετο, ἐπέκεινα δὲ καὶ ὁ δαίμων χρῆ‐ σθαι τῇ φυγῇ ἐμαίνετο. Ἡ μὲν οὖν ἐπιστᾶσα, καὶ τοῖς δάκρυσι τὸν παῖδα περιπτυξαμένη, τὴν εὐχα‐ ριστίαν, καὶ ταπείνωσιν κατὰ τοῦ δαίμονος προὐβάλ‐ | |
15 | λετο, πικρῶς δὲ κλαυσάσης, καὶ Χριστὸν ἱκετευσά‐ σης, καὶ τὸν σταυρὸν τυπωσάσης, πρὶν μαστίγων πολλῶν, θᾶττον τοῦ παιδὸς ὁ δαίμων ἀπέδρα. Ζη‐ λοῦσιν οἱ δαίμονες τοὺς ἐν ὑποταγῇ Πατρὸς ἀστρά‐ πτοντας, καὶ τρίζουσι κατ’ αὐτῶν τοὺς ὀδόντας, ὅτι | |
20 | ἐν τῇ ὑποταγῇ τὴν ἀποταγὴν ἀμερίμνως ἐζύγω‐ σαν, καθ’ ὧν καὶ προφάσεις ἀκριβολογοῦντες παρ‐ οξυσμοὺς ἀρτύουσι, καὶ τῇ συμβαινούσῃ ὀργῇ, τὴν μῆνιν ἐγγλύφουσιν, ἔπειτα δὲ καὶ μῖσος πρὸς τὸν Πατέρα κατ’ ὀλίγον ἑψοῦσιν, ὡς ἅτε δῆθεν ἀδίκως | |
25 | ἐπιπλήττοντα, καὶ κατὰ πρόσωπον προσέχοντα· ἵνα ἐκ διαφόρων τρόπων τὴν ψυχὴν περιτινάξαντες, τῶν ἀγκαλῶν σκορπίσωσι τῶν πατρικῶν. Ὁ οὖν ἐν ὑπο‐ ταγῇ Πατρὸς ὑπάρχων, ὕβρεσιν ἡττάσθω, καὶ τα‐ πεινώσει νικάτω, καὶ μακροθυμίᾳ ῥυθμιζέσθω, καὶ | |
30 | μὴ τῶν λογισμῶν ὑπογογγυζόντων ἀνεχέσθω πρὸς αὐστηρότητα, καὶ ἀδελφῶν θρασύτητα. | |
32t | ΚΕΦΑΛ. ΚΗʹ. | |
33 | Καὶ ὅτι μοχθηρᾶς δουλείας ἡ ἐλευθερία ἰσόζυγος οὐ τυγχάνει, εἰσβάλλουσι γὰρ μάλιστα, καὶ περαι‐ | |
35 | τέρω τούτων, ἵνα αὐθάδη τὸν ὑπεξούσιον ποιήσαντες, εὐχερῶς εἰς τὰς ὕλας περιπείρωσι· τοὺς μὲν γὰρ καὶ διὰ τούτων τῆς πατροσύνης χωρίσαι σπουδά‐ ζουσι, τοὺς δὲ καὶ δι’ ἑτέρων. Ἔργασαι, καὶ κτῆ‐ σαι, καὶ ξένισαι, ἔνδον ἐπᾴδοντες, ὅπως ὄνομα καλὸν | |
40 | σεαυτῷ περιποιήσῃ· ἀπὸ γὰρ τῶν δῆθεν καλῶν τὰ ζιζάνια τῆς πονηρίας τὸ κατὰ μέρος ἐνσπείρουσι, καὶ παρὰ μὲν τὰς ἀρχὰς ἀφιᾶσιν αὐτὸν τῇ κενοδοξίᾳ ἐγγλυκαίνεσθαι, καὶ νήφειν τῇ συνεχεῖ νηστείᾳ, καὶ προθύμως ἀνίστασθαι ἐν ταῖς προσευχαῖς, καὶ ἐν | |
45 | ταῖς συνάξεσιν, ὡς ἵνα λογίζηται, ὅτι Ὑπεξούσιος ὢν τοιοῦτος οὐκ ἐτύγχανον· ἐκεῖ γὰρ καὶ ὕβρεις, καὶ λύπαι, καὶ ταραχαὶ, ἐνταῦθα δὲ εἰρήνη, καὶ γαλήνη, καὶ χαρὰ, ἐκεῖ Πατρὸς αὐστηρία, καὶ φόβος, καὶ ἐπιπληξία, ἐνταῦθα δὲ ἀμεριμνία, καὶ ἀφοβία, καὶ | |
79.1129(50) | ἀπληξία. Καὶ οὕτω ἐν τοῖς τοιούτοις κλέψαντες αὐ‐ τοῦ τὸν νοῦν ὑφαρπάζουσιν· ἄφνω δὲ ἐπιστάντες ὕπνῳ ὑπερορίῳ τὴν ψυχὴν φόβῳ ῥαντίζουσι, καὶ τὰς συνάξεις ἀμελείᾳ καὶ ἀκηδίᾳ ὑπεκκόπτουσι, καὶ τὴν ξενοδοχίαν ὄχλησιν εἶναι ὑπομνηματίζουσι, | |
55 | καὶ πάντα μάγγανα τῆς κακίας ἐπάγουσιν, ἵνα τὴν ἀκηδίαν αὐτῷ προσρίψαντες, καὶ πρὸς αὐτὸν τὸν | |
βίον μῖσος ἐργάσωνται, καὶ οὕτω γυμνὸν αὐτὸν τῶν | 1129 | |
79.1132 | ἀρετῶν στήσαντες τοῖς ἀγγέλοις δειγματίσωσι. Ποτὲ μὲν οἱ δαίμονες διὰ τῶν λογισμῶν τοὺς πόνους με‐ γαλύνουσι, ποτὲ δὲ τούτους εὐτελίζουσιν ὡς μηδὲν ἀνύοντας, ἵνα ὅπου μὲν ἀπόνοιαν ἐνθήσωσιν, ὅπου | |
5 | δὲ ἀπόγνωσιν ἐνσπείρωσι. Τοῖς γὰρ μὴ καμπτομέ‐ νοις χαυνῶσαι, τοὺς πόνους μεγαλύνουσιν, ἵνα ἀπό‐ νοιαν ἐνθήσωσι, τοῖς δὲ ἀπονοίᾳ κάμπτεσθαι μὴ πειθομένοις, οὐδὲν πλέον, ἀλλ’ ἢ τοὺς πόνους ἐπᾴδουσιν ἀνύειν, ἵνα χαυνώσαντες, ἀπόγνωσιν ἐν‐ | |
10 | σπείρωσιν. | |
13t | ΚΕΦΑΛ. ΚΘʹ. | |
14 | Ὅταν οὖν οἱ λογισμοὶ τοὺς πόνους μεγαλύνωσι, | |
15 | τούτους ἀποπτύοντες, τὴν ψυχὴν εὐτελίζωμεν, ὅταν δὲ πάλιν τοὺς πόνους σμικρύνωσιν ὡς μηδὲν ἀνύον‐ τας, ἡμεῖς, ὅση δύναμις, τὰ ἐλέη Χριστοῦ μεγαλύ‐ νωμεν· ὅσον γὰρ ἐπὶ πλεῖον σκληραγωγεῖς σου τὸ σῶμα, τοσοῦτον διερευνᾷς σου τὸ συνειδός. Ἐπίγνωθι | |
20 | σαυτὸν, ἐπαισθανόμενον τῶν ἐν κρυφῇ τῶν λογισμῶν διαρπαγῶν, μήπως ἀναισθήτως φερόμενοι περὶ τὰς κρυπτὰς αὐτῶν λῃστείας σκιασθῶμεν, μόνῃ τῇ σκληρουχίᾳ τρυγᾷν τὰς ἀρετάς. Οὕτω γάρ τινες φαντασθέντες, τῶν φρενῶν ἐξετινάχθησαν ὡσεὶ | |
25 | ἀκρίδες, τῶν δαιμόνων φαντασιοκοπούντων, καὶ τὰς ὁράσεις παραφερόντων, ἐσθ’ ὅτε δὲ, καὶ δειλίᾳ τὴν ψυχὴν διαρπαζόντων. Τινὶ τῶν ἀδελφῶν ἐγρηγορότι νύκτωρ φοβερὰς φαντασίας ἐξετύπουν οἱ δαίμονες, οὐ μόνον τῷ ἔξωθεν ὄμματι, ἀλλὰ καὶ τῷ ἔσωθεν | |
30 | βλέμματι, ὥστε μερίμνῃ τῆς ἐπιούσης νυκτὸς τὸν νοῦν ἀγωνιῶντα κινδυνεύειν τὴν τῶν φρενῶν διαρ‐ παγὴν, καὶ ἐπὶ πλείους νύκτας ὁ πόλεμος τῇ ψυχῇ ἀφίπτατο, ὁ δὲ κινδυνεύων ἔνδον κατέχειν τὸν ἡγε‐ μόνα τῶν φρενῶν ἐβιάζετο, τῷ τῆς εὐχῆς δοτῆρι τὴν | |
35 | ψυχὴν ἀποκρεμνῶν, καὶ τὰς πράξεις τῶν πταισμά‐ των καθ’ ἑαυτοῦ προφέρων εἰσιδεῖν ἑαυτὸς ἠγωνί‐ ζετο· ἔπειτα καὶ τῇ πυρᾷ τῆς κρίσεως τὴν ψυχὴν περισπῶν ἐξεφόβει, ἵνα φόβῳ φόβον συγκρούσας τὴν δειλίαν ἀποκρούσηται, ὥσπερ οὖν καὶ γέγονεν, ὡς | |
40 | ἔφησεν ὁ πεπονθὼς τὸν πόλεμον. Τῶν γὰρ δαιμόνων πολυτρόπως τὴν ψυχὴν ἐκφοβούντων, ὁ κάμνων τῇ εὐχῇ τὸν Θεὸν ἐπεζήτει, ἐκείνων δὲ ταῖς φαντασίαι; τὴν ψυχὴν περισπώντων, οὗτος τῶν πταισμάτων τὸν ὄγκον ἀναλέγων, τῷ παντεπόπτῃ Θεῷ ἐπεδείκνυε· | |
45 | τῶν δὲ πάλιν τῆς εὐχῆς τὸ ὄμμα κατασπώντων, ἐκεῖνος τὸν φόβον τῆς κρίσεως ἀνταμείψας, τὸν φό‐ βον τῶν φαντασμάτων ἐξηφάνισε· τὸ γὰρ ἕτερον μέ‐ ρος τοῦ φόβου πλεονάσαν τοῦ ἄλλου, τῆς πλάνης σὺν Θεῷ περιεγένετο· τῇ γὰρ μνήμῃ τῶν ἁμαρτημάτων | |
79.1132(50) | ἡ ψυχὴ ταπεινωθεῖσα καὶ τῷ φόβῳ τῆς κρίσεως δι‐ υπνισθεῖσα, τὰ φόβητρα τῶν δαιμόνων ἐκ τῶν ἐντὸς ἀπεφύσησε· τὸ δὲ πᾶν τῆς ἄνωθεν χάριτος γέγονε, τῶν μὲν δαιμόνων ἀπελάσαι τὰ φόβητρα, τὴν δὲ ψυχὴν καταπίπτουσαν ὑποστηρίξαι. «Ὑποστηρίζει | |
55 | γὰρ Κύριος πάντας τοὺς καταπίπτοντας, καὶ ἀνορ‐ | |
θοῖ πάντας τοὺς κατεῤῥαγμένους.» | 1131 | |
79.1133(1t) | ΚΕΦΑΛ. Λʹ. | |
2 | Ἔστιν ὅτε βιαζόμεθα καθαρὰν τὴν εὐχὴν ποιῆ‐ σαι, καὶ ἴσως οὐ δυνάμεθα. Ἔστι δὲ καὶ πάλιν ὅτε, οὐ βιαζομένων ἡμῶν, καθαρᾷ τῇ προσευχῇ ἡ ψυχὴ | |
5 | ἐγγίνεται, ὅτι τὸ μὲν τῆς ἡμῶν ἀσθενείας, τὸ δὲ τῆς ἄνωθεν χάριτος ἐκκαλουμένης ἡμᾶς ἐπανελθεῖν εἰς τὴν τῆς ψυχῆς καθαρότητα, ἅμα δὲ καὶ δι’ ἀμ‐ φοτέρων παιδευούσης ἡμᾶς μὴ ἑαυτοῖς ἀποδιδόναι ἐν τῷ προσεύχεσθαι, ἀλλ’ ἐπιγινώσκειν τὸν δωρού‐ | |
10 | μενον. Τὸ γὰρ τί προσευξόμεθα καθ’ ὃ δεῖ, οὐκ οἴδα‐ μεν. Ὅταν οὖν καθαρθῆναι τὴν εὐχὴν βιαζώμεθα, καὶ οὐ δυνάμεθα, ἀλλ’ ἐσκοτίσμεθα, τότε δάκρυσι τὰς παρειὰς καταβρέξαντες, Θεὸν ἱκετεύσωμεν ἐπὶ τῷ διαλυθῆναι τοῦ πολέμου τὴν νύκτα, καὶ ἐλλαμ‐ | |
15 | φθῆναι τῆς ψυχῆς τὸ φέγγος. Ἔνεκεν διακονίας ἐπὰν ὁ συμβιώτης ἀδελφὸς ἐκδημοίῃ, κατὰ τὸ ἔθος τῶν εὐχῶν, ἀνακαίνιζε τούτου τὴν μνήμην· πέρα δὲ τοῦ μέτρου τοῦτον μὴ φαντάζου, μήπως τὴν ἀρχὴν τῆς μερίμνης ἀπὸ σοῦ λαβόντες οἱ δαίμονες, ταύτην | |
20 | ἀκονῶντες ἐπὶ πλεῖον ἐποξύνωσι, σκιάζοντές σοι τοῦτον ἐν τῇ τῶν ψαλμῶν ὑμνῳδίᾳ, καὶ ὑστεροῦντες ἐν Θεῷ τῆς κατὰ Θεὸν μερίμνης, ἵνα μερίμνῃ μέ‐ ριμναν ἀντικρούσαντες αἰχμαλώτους ἡμᾶς τῶν κρειττόνων ἀπαγάγωσιν, εἰς τὸ μὴ λογίζεσθαι τὸ, | |
25 | «Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου.» Ἴσασι γὰρ, ὡς ἐκ τῆς περιττῆς περὶ τοῦ ἀδελφοῦ φροντίδος, ὅτι καὶ λύπας ἐντορνεύουσιν ὑποταράττοντες τὸ ἡγε‐ μονικόν. Ἔτι δὲ καὶ μέμψεις βραδύτητος ὑφάπτου‐ σιν, ὡς ὑπαμελήσαντος τοῦ ἀδελφοῦ περὶ τῆς δια‐ | |
30 | κονίας σπουδὴν, ὅπως ὁ πολυμέριμνος πόθος ἴσως καὶ εἰς μῖσος ἐκτραπῇ. Ἔθος δὲ ἐν ταῖς περὶ τὸν ἀπόδημον μερίμναις καὶ τοῦτο ποιεῖν τοῖς δαίμοσιν, ἐν ᾗ ἴδωσιν αὐτὸν παραγενόμενον ἡμέρᾳ κατόναρ τοῦτον ἐσοπτρίζειν, ἵνα ὡς ἐκ τοῦ ἀποβάντος ἐν‐ | |
35 | υπνίου ποιήσωσιν ἡμᾶς ἐν καιρῷ τῶν ἀποδήμων τοὺς προφήτας τῶν ἐνυπνίων καὶ πάλιν προσδέχεσθαι, οὓς ἀποστρέφεσθαι δεῖ μᾶλλον καὶ σφόδρα ἐκτρέπε‐ σθαι, μήπως ἐκ τούτων καὶ εἰς ἕτερα τὴν ψυχὴν ἀποπλανήσωσιν. | |
39t | ΚΕΦΑΛ. ΛΑʹ. | |
40 | Προΐσασι γὰρ οὗτοι μὲν οὐδὲν, ἃ δὲ βλέπουσι γι‐ νόμενα, ταῦτα μηνίουσι, καὶ φαντάζουσι· πολλάκις γοῦν καθ’ ἡσυχίαν ὄντων ἡμῶν, θεασάμενοι πρὸς ἡμᾶς ἀδελφὸν ἐρχόμενον, διὰ τῶν λογισμῶν προεσή‐ μαναν, οἷς οὐ χρὴ πιστεύειν, κἂν λέγειν τ’ ἀληθῆ | |
45 | νομίζωσι· διὰ γὰρ τῆς δῆθεν ἀληθείας τὸ ψεῦδος παρεισφέρουσιν, ἵνα ἐκ τοῦ κατὰ μέρος ταῖς ἔμπρο‐ σθεν ὁδοῖς τοὺς βρόχους ὑπογράφωσιν. Ὥσπερ ἀν‐ έργαστος χρυσὸς, ἐν χωνευτηρίῳ βαλλόμενος, καθα‐ ρώτερος γίνεται, οὕτω καὶ νέηλυς μοναχὸς, ἐν κοι‐ | |
79.1133(50) | νοβίῳ τὰ ἤθη ἀναχωνευόμενος, φαιδρὸς ταῖς καρτε‐ ρίαις ἀποκαθίσταται· διὰ γὰρ τῆς ἐπιταγῆς τῶν ἀδελφῶν τὴν ὑπακοὴν μανθάνειν κατεργάζεται· διὰ | |
δὲ τοῦ ἐπιπλήττοντος ἑτοιμάζεται τὴν φύσιν μακρο‐ | 1133 | |
79.1136 | θυμίαν ἔχειν. Ὅταν οὖν χαρᾷ τὰς ὕβρεις καταδέχη‐ ται, καὶ εὐτελείᾳ τὴν ταπείνωσιν ἀσπάζηται, ἀνώ‐ τερος τῶν ἄντικρυς παθῶν γενόμενος, ἐπέκεινα στίλβειν ταῖς ἀρεταῖς ἐπαγωνίζεται, τῆς χάριτος | |
5 | αὐτῷ ἐπὶ πλεῖον τὴν δύναμιν δωρουμένης. Ὥσπερ οἱ τὰς ῥίζας τῆς γῆς κατιόντες τὸν χρυσὸν ἀνορύτ‐ τουσιν, οὕτως οἱ εἰς τὴν χρυσῖτιν ταπείνωσιν κατα‐ βαίνοντες ἀρετὰς ἀναφέρουσι. Τότε ὁ νοῦς ἀναπαύ‐ σεως αἰσθάνεται, ὁπότε τὰς τῶν παθῶν αἰτίας ἀπο‐ | |
10 | τεμὼν, περὶ θεωρίαν ἠσχόληται, πρὶν δὲ τῆς τούτων κοπῆς, κόπου, καὶ ταλαιπωρίας ἐπαισθάνεται, τῇ τῶν ἐναντίων μάχῃ ἀσθενῶς προσερχόμενος. | |
13t | ΚΕΦΑΛ. ΛΒʹ. | |
14 | Βαθμῷ τὴν ἀναχώρησιν γινομένην οἱ γέροντες | |
15 | ἄγαν ἀποδέχονται, εἴπερ τις τὰς ἐν κοινοβίῳ τελέ‐ σας ἀρετὰς εἰς τοῦτο παρελήλυθε· καὶ εἰ μὲν δύναιτο ἐν τῇ ἀναχωρήσει προκόπτειν, ἑαυτὸν δοκιμαζέτω. Εἰ δὲ ἀδυνάτως ἔχων τῆς ἀρετῆς ἐλαττοῦται, εἰς τὸ κοινόβιον ἀνακαμπτέτω, μήπως ταῖς μηχαναῖς τῶν | |
20 | λογισμῶν μὴ δυνηθεὶς ἀπαντῆσαι, τῶν φρενῶν ἀπο‐ πέσῃ. Ὥσπερ χήρας πενθούσης παραμύθιον οἱ υἱοὶ, οὕτω καὶ ψυχῆς πταισάσης παρηγορία πόνοι, οἵτινες τὴν ἀπόγνωσιν τῶν λογισμῶν σκορπίζουσι, καὶ τὴν πίστιν τῆς μετανοίας κατασπείρουσι, καὶ τὰ ἐλέη | |
25 | Χριστοῦ ἀνακηρύττουσι, καὶ τὰ πραχθέντα ἁμαρτή‐ ματα ἀποκηρύττουσιν. Οὐκ ὀφείλομεν οὖν ὡς ἐκ συνηθείας μόνον τοὺς πόνους ἐργάζεσθαι, ἀλλὰ καὶ ἐν συνέσει εὐχαριστίας, ἵνα μὴ γυμνὴ τῆς τοιαύτης φιλοσοφίας ἡ ψυχὴ εὑρίσκοιτο· ἐὰν γὰρ ἐφ’ ἑκάστῃ | |
30 | πράξει σύνισμεν τὸν διδόντα τὰ τέλη τῶν πόνων, εὐ‐ χαριστίᾳ σφραγίζωμεν Ὥσπερ ἄρτον ἀπὸ βρέφους ἐνεδρεύει σκύλαξ ἐξαρπάσαι, οὕτω σύνεσιν ἀπὸ καρ‐ δίας λογισμὸς πονηρός. Μὴ οὖν ἐννεάζωμεν τῶν ἐν‐ αντίων ἔργων τῇ κακίᾳ χρώμενοι, ἵνα μὴ εἰς δι‐ | |
35 | αρπαγὴν τούτοις τὴν ψυχὴν προεκδώσωμεν. Ὥσπερ ἡ τῶν ἀστέρων χορεία δᾳδουχοῦσα φαιδρύνει τὸν οὐρανὸν, οὕτως ἡ τῶν ῥημάτων ἀλήθεια λαμπαδου‐ χοῦσα φαιδρύνει τὸν ἄνθρωπον. Ἕνα οὖν τῆς ἀλη‐ θείας τρόπον ἐπὶ γλώττης βαστάζωμεν, ὅτι Κύριος | |
40 | κατοικίζει μονοτρόπους ἐν οἴκῳ. Ὥσπερ ἀστραπαὶ σφοδραὶ προσπηδῶσαι, προμηνύουσι βροντὴν, οὕτω καὶ ῥήσεις ἀκριβεῖς προσιοῦσαι, προσημαίνουσι πί‐ στιν. Πιστοὶ οὖν εἶναι τῇ ἀληθείᾳ σπουδάσωμεν, ἵνα καὶ εἰς τὴν μητρόπολιν τῶν ἀρετῶν τὴν ἀγάπην | |
45 | προκόψωμεν. Ὡς ἥλιος ταῖς χρυσαυγέσιν ἀκτίσιν ἁπάσῃ προσμειδιᾷ τῇ γῇ, οὕτως ἀγάπη ταῖς φωταυ‐ γέσι πράξεσιν ἁπάσῃ προσχαίρει ψυχῇ· ἥνπερ ἐὰν κατάσχωμεν, τὰ πάθη ἐσβέσαμεν, καὶ εἰς οὐρανοὺς ἐλάμψαμεν. Ἅπαντα πόνον ποιήσεις ἕως τῆς ὁσίας | |
79.1136(50) | ἀγάπης ἐπιτεύξῃ, ὅτι, ταύτης ἀπούσης, ὅφελος τῶν παρόντων οὐδέν. Καὶ γὰρ ὀργὴ ἀγριαίνεται, καὶ ἤθη χαλεπαίνεται, πόνοι ἀπονοούμενοι τῇ δόξῃ συμμί‐ | |
γνυνται. Διὰ ψυχῆς ταπείνωσιν Δαβὶδ μετὰ πένθους | 1135 | |
79.1137 | ἐνήστευσε, καὶ ἡμεῖς διὰ νηστείας τὴν ψυχὴν ταπεινώσωμεν. | |
3t | ΚΕΦΑΛ. ΛΓʹ. | |
4 | Ὁ τοῖς σωματικοῖς πόνοις τραχυτέρως ἀσκούμε‐ | |
5 | νος, μηδὲ ἐπαίνῳ ἐργαζέσθω, μήτε δόξῃ ἐπαιρέσθω· εἰ γὰρ ἐν τούτοις οἱ δαίμονες ὀφρυώσουσι τὴν ψυχήν· καὶ τὴν τραχύτητα, καὶ τὴν ἄσκησιν τοῦ σώματος ἐνισχύσουσι τῇ δόξῃ, καὶ μειζόνων ἐφάπτεσθαι πό‐ νων ἐφελκύσουσιν, ὡς ἵνα καὶ μειζόνως ἐπαίρηται· | |
10 | συλλαλοῦσι γὰρ ἔσωθεν διὰ τῶν λογισμῶν εἰσβάλλον‐ τες ταῦτα, ὅτι Καθὼς ὁ δεῖνα ἀποσκλήρως ἀσκήσας, καὶ ὁ δεῖνα μεγάλως ὠνομάσθη, καὶ θανὼν ἔτι λα‐ λεῖται, οὕτω καὶ αὐτὸς εἰς ἀκρότατον ἐπασκήσεως ἀνάβηθι ὕψος, ἵνα δόξαν σαυτῷ περιποιήσῃ, καὶ | |
15 | μέγα σου τὸ ὄνομα ἐξέλθῃ, ἐπὶ τῷ καὶ μετὰ θάνατον ὑπερβαλλόντως λαλεῖσθαι. Διὰ δὴ τῶν οὕτως ἀπατη‐ θέντων, οὐ μόνον τοῖς σωματικοῖς σου πολεμοῦσι πόνοις, ἀλλὰ καὶ μᾶλλον εἰς συμμαχίαν καλοῦσιν, ὅτι δι’ αὐτῶν ἐν τοῖς χαλεπωτέροις ψαύουσι τὴν ψυ‐ | |
20 | χὴν, καὶ γὰρ ἐνθρονίζουσιν αὐτὸν, καὶ εἰς τὸν διδα‐ σκαλικὸν ἐξυψοῦσι λόγον, ἵνα ὡς ἐκ τούτου τὰ πρῶτα τῶν μεγαλοπόνων τε καὶ γνωστικῶν ἔχειν εὐφημισθῇ. Ζηλοῦν δὲ καὶ φθονεῖν εἰσβάλλουσι τοῖς ἐπὶ κατορθώμασιν εὐφημουμένοις, καὶ ὧν θαυμαστὴ | |
25 | μᾶλλον ἡ πρᾶξις, καὶ γνῶσις γειτνιᾷ. Ἔσθ’ ὅτε δὲ καὶ τῆς σαρκὸς αὐτοῦ τὴν πύρωσιν ἀποκοιμίζουσι δολερῶς τοὺς ἀκαθάρτους λογισμοὺς ἐκ τῶν ἐντὸς ἐκτοπίζοντες, ὡς ἵνα νομισθῇ τὸ πνεῦμα τῆς πορ‐ νείας τῇ κληρουχίᾳ νενικηκέναι, καὶ κατὰ τὴν λαμ‐ | |
30 | πρότητα τῶν ἁγίων τὴν καρδίαν ἡγνικέναι, καὶ εἰς τὴν τῆς ἀγιωσύνης ἁψῖδα ἀναβεβηκέναι. Περὶ δὲ ὧν τε, καὶ ὧν ἀπέσχετο βρωμάτων, καὶ συναπτῶν ἀσι‐ τιῶν ἐπιψηφίζουσιν αὐτῷ τοὺς χρόνους ἐν οἷς ὀφείλει ὡς ἀριστεὺς ἐγκαυχᾶσθαι, καὶ τῆς ἀδελφότητος ὡς | |
35 | εὐτελοῦς κατεπαίρεσθαι· οὕτω δὲ ἐκδιηγεῖσθαι ποιοῦσιν αὐτὸν τοὺς ἀγῶνας ὡς ἐκ μόνης τῆς αὐτοῦ ἰσχύος κατορθωθέντας, ὅτι Ἐποίησα τάδε, καὶ ἤσκησα τοιῶσδε, καὶ ἐκακουχήθην, ἀποστομοῦντες ἔτι τοῦτο λέγειν, Οὐκ ἐγὼ δὲ, ἀλλ’ ἡ ἐν ἐμοὶ βοήθεια. | |
40 | Θεὸν γὰρ βοηθὸν ἐφ’ οἷς μεγαλαυχεῖν αὐτὸν ποιοῦσιν ὁμολογεῖν οὐκ ἐῶσιν, ἵνα ὡς ἐξ οἰκείας δῆθεν ἰσχύος τὸ πᾶν τῶν ἀγώνων τελέσας, τοὺς ἐπαίνους τῶν ἄθλων ὁλοκλήρως ἀπαιτοίη, ὅπως καὶ εἰς τὸν τῆς βλασφημίας βυθὸν ποντωθείη, αὐτοβόηθον ἑαυτὸν | |
45 | ἀνεπαισθήτως παρεμφαίνων. | |
49t | ΚΕΦΑΛ. ΛΔʹ. | |
79.1137(50) | Οὕτω τοιγαροῦν τῆς καρδίας διὰ τῆς τῶν λο‐ γισμῶν δόξης ἐνηχουμένης, καὶ μὴ ἀντιταττομένης, οὐκ ἐκτὸς ἔσται τῆς ἐν ἀποκρύφῳ τῶν φρενῶν παρα‐ πληξίας, τοῦ ἡγεμόνος φρενῶν ἐκτιναχθῆναι κινδυ‐ νεύοντος, ἢ δι’ ὀνειράτων πιστουμένων, ἢ ἐν ἀγρυ‐ | |
55 | πνίαις μεταμορφουμένων, ἢ ἐν μετασχηματισμῷ | 1137 |
79.1140 | φωτὸς ὀπτανομένων. Αὐτὸς γὰρ ὁ Σατανᾶς μετα‐ σχηματίζεται εἰς ἄγγελον φωτὸς πρὸς ἀπάτην ἡμε‐ τέραν, ἴσως χαρίσματα δώσειν ἐνδεικνύμενος, ὡς ἵνα πεσὼν προσκυνήσῃς, ἢ ἀναλαμβάνειν ὡς ἄλλον | |
5 | Ἠλίαν εὐαγγελιζόμενος, ἢ ἁγιάζειν ὑπισχνούμενος, ὧν τινες τὴν πίστιν δεξάμενοι περὶ τὴν ἀλήθειαν ἠστόχησαν, καὶ φρενοβλαβεῖς ἐγενήθησαν. Σὺ οὖν, ὦ τῆς ἁγίας Τριάδος ἱκέτα, εἰδὼς ταῦτα ἐν οἷς φι‐ λοπονεῖς, πάσῃ φυλακῇ τήρει σὴν καρδίαν, μήπως | |
10 | τοῖς ἔξωθεν μόνον πόνοις προσέχων, τοῖς ἔσωθεν δολερῶς βροχισθῇς. Οἱ ἐμοὶ οὖν λόγοι, ὦ τέκνον, εἴρηνται πρὸς σὲ, τὰ δὲ ῥήματά μου τηρείτω σὴ καρδία· μέμνησο Χριστοῦ τοῦ φυλάσσοντός σε, καὶ μὴ ἐπιλάθῃ τῆς προσκυνητῆς καὶ ὁμοουσίου Τριά‐ | |
15 | δος, ᾗ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. | 1139 |